eul_wid: izc-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Epigrams (Minor Selection) by Theocritus of Syracuse

The Epigrams constitute a collection of short poems attributed to Theocritus of Syracuse, the foundational poet of the pastoral genre who flourished in the 3rd century BCE. Composed in the elegiac couplets conventional for the form, these 124 pieces engage with traditional epigrammatic themes, including votive dedications to deities, funerary epitaphs, expressions of erotic sentiment, and commentary on art and literature. A handful exhibit the pastoral motifs for which Theocritus is most celebrated, providing a thematic link to his Idylls. The collection survives not as an independent ancient volume but through its incorporation into later comprehensive anthologies, principally the Palatine Anthology and the Planudean Anthology. The authenticity of the entire corpus remains a subject of scholarly contention; while certain epigrams are generally accepted as genuine, others are considered likely to be later attributions. These concise and artful verses were likely composed for the literate circles of Hellenistic courts, such as those in Alexandria and Syracuse, intended either for actual inscription or for circulation as sophisticated literary exercises.

ΘΕΟΚΡΙΤΟΥ
Τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα
ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσιν,
ταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν,
Δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε·
βωμὸν δʼ αἱμάξει κεραὸς τράγος, οὗτος ὁ μᾶλος,
τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.
ΤΟΥ ΑΥΤΟΥ
Ἦλθε καὶ ἐς Μίλατον ὁ τῶ Παιήονος υἱὸς
ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος
Νικίᾳ, ὅς μιν ἐπʼ ἆμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται
καὶ τόδʼ ἀπʼ εὐώδους γλύψατʼ ἄγαλμα κέδρου,
Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς
μισθόν· ὁ δʼ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχναν.
ΤΟΥ ΑΥΤΟΥ
Ὑμῖν τοῦτο, θεαί, κεχαρισμένον ἄνθετο πάσαις
τὤγαλμα Ξενοκλῆς, τοῦτο τὸ μαρμάρινον,
μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίᾳ δʼ ἐπὶ τᾷδε
αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται.
ΤΟΥ ΑΥΤΟΥ
Δαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδʼ, ὦ Διόνυσε,
καὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς,
μέτριος ἦν ἐν πᾶσι· χορῷ δʼ ἐκτάσατο νίκαν
ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.
ΤΟΥ ΑΥΤΟΥ
Ἁ Κύπρις οὐ πάνδαμος· ἱλάσκεο τὰν θεὸν εἰπὼν
Οὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόνας
οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον ἔσχε
ξυνόν· ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν
ἐκ σέθεν ἀρχομένοις, ὦ πότνια· κηδόμενοι γὰρ
ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.
ΘΕΟΚΡΙΤΟΥ ΒΟΥΚΟΛΙΚΟΥ
Αὐδήσει τὸ γράμμα, τί σᾶμά τε καὶ τίς ὑπʼ αὐτῷ·
«Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.»
ΘΕΟΚΡΙΤΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ
Γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον ἢ καὶ ὁ δειλὸς
ἐκ σέθεν ὡσαύτως ἶσον, ὁδοιπόρʼ, ἔχει.
«Χαιρέτω οὗτος ὁ τύμβος», ἐρεῖς, «ἐπεὶ Εὐρυμέδοντος
κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.»
ΘΕΟΚΡΙΤΟΥ ΣΥΡΑΚΟΥΣΙΟΥ
Εὕδεις φυλλοστρῶτι πέδῳ, Δάφνι, σῶμα κεκμακὸς
ἀμπαύων· στάλικες δʼ ἀρτιπαγεῖς ἀνʼ ὄρη.
ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος
κισσὸν ἐφʼ ἱμερτῷ κρατὶ καθαπτόμενος
ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,
φεῦγε, μεθεὶς ὕπνου κῶμα καταγρόμενον.
ΘΕΟΚΡΙΤΟΥ
Ἆ δείλαιε τὺ Θύρσι, τί τοι πλέον, εἰ καταταξεῖς
δάκρυσι διγλήνως ὦπας ὀδυρόμενος;
οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετʼ ἐς Ἅιδαν·
τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος,
αἱ δὲ κύνες κλαγγεῦντι. τί τοι πλέον, ἁνίκα τήνας
ὀστίον οὐδὲ τέφρα λείπετʼ ἀποιχομένας;
ΤΟΥ ΑΥΤΟΥ ΘΕΟΚΡΙΤΟΥ
Λῇς, ποτὶ τᾶν Νυμφᾶν, διδύμοις αὐλοῖσιν ἀεῖσαι
ἁδύ τί μοι; κἠγὼ πακτίδʼ ἀειράμενος
ἀρξεῦμαί τι κρέκειν· ὁ δὲ βουκόλος ἄμμιγα θέλξει
Δάφνις κηροδέτῳ πνεύματι μελπόμενος·
ἐγγὺς δὲ στάντες λασιαύχενος ἄντρου ὄπισθεν
Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.
ΤΟΥ ΑΥΤΟΥ
Ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδʼ ἔγραψα,
εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων,
υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίννης·
Μοῦσαν δʼ ὀθνείαν οὔ τινʼ ἐφελκυσάμαν.
ΤΟΥ ΑΥΤΟΥ
Ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἅδε τράπεζα·
θεὶς ἀνελεῦ ψήφου πρὸς λόγον ἐρχομένης.
ἄλλος τις πρόφασιν λεγέτω, τὰ δʼ ὀθνεῖα Κάικος
χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.
ΤΟΥ ΑΥΤΟΥ
Τήναν τὰν λαύραν, τόθι ταὶ δρύες, αἰπόλε, κάμψας
σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,
τρισκελές, αὐτόφλοιον, ἀνούατον, ἀλλὰ φάλητι
παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.
ἕρκος δʼ εὐίερον περιδέδρομεν· ἀέναον δὲ
ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει
δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ,
ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
ἄμπελος· εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς
κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη·
ξουθαὶ δʼ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι
μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.
ἕζεο δὴ τηνεὶ καὶ τῷ χαρίεντι Πριάπῳ
εὔχου ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
κεὐθὺς ἀπορρέξειν χίμαρον καλόν· ἢν δʼ ἀνανεύσῃ,
τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι·
ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω
σακίταν· νεύοι δʼ εὐμενέως ὁ θεός.
ΘΕΟΚΡΙΤΟΥ
Τὸν τῶ Ζανὸς ὅδʼ ὗμιν υἱὸν ὡνήρ,
τὸν λειοντομάχαν, τὸν ὀξύχειρα,
πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν
Πείσανδρος συνέγραψεν οὑκ Καμίρου,
χὤσσους ἐξεπόνασεν, εἶπʼ ἀέθλους·
τοῦτον δʼ αὐτὸν ὁ δᾶμος, ὡς σάφʼ εἰδῇς,
ἔστασʼ ἐνθάδε χάλκεον ποήσας
πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.
ΤΟΥ ΑΥΤΟΥ
Θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε,
σπουδᾷ καὶ λέγʼ, ἐπὰν ἐς οἶκον ἔνθῃς·
«Ἀνακρέοντος εἰκόνʼ εἶδον ἐν Τέῳ,
τῶν πρόσθʼ εἴ τι περισσὸν ᾠδοποιοῦ.»
προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο,
ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.
ΤΟΥ ΑΥΤΟΥ
Ἅ τε φωνὰ Δώριος χὠνὴρ ὁ τὰν κωμῳδίαν
εὑρών, Ἐπίχαρμος.
ὦ Βάκχε, χάλκεόν νιν ἀντʼ ἀλαθινοῦ
τὶν ὧδʼ ἀνέθηκαν,
τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει,
οἷ, ἀνδρὶ πολίτᾳ,
—σωρὸν γὰρ εἶχε ῥημάτων—μεμναμένοι
τελεῖν ἐπίχειρα·
πολλὰ γὰρ ποττὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα·
μεγάλα χάρις αὐτῷ.
ΘΕΟΚΡΙΤΟΥ
Ὁ μουσοποιὸς ἐνθάδʼ Ἱππῶναξ κεῖται.
εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ·
εἰ δʼ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν,
θαρσέων καθίζευ, κἢν θέλῃς, ἀπόβριξον.
ΣΥΡΙΓΞ ΘΕΟΚΡΙΤΟΥ
Οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ,
μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,
οὐχὶ Κεράσταν, ὅν ποτε θρέψατο ταυροπάτωρ,
ἀλλʼ οὗ πειλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους
οὔνομʼ Ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον
κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος,
ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ
ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγου,
ὃς σβέσεν ἀνορέαν ἰσαυδέα
παπποφόνου Τυρίας τʼ ἐξήλασεν,
ᾧ τόδε τυφλοφόρων ἐρατὸν
πᾶμα Πάρις θέτο Σιμιχίδας.
ψυχὰν ᾇ, βροτοβάμων,
στήτας οἶστρε Σαέττας,
κλωποπάτωρ, ἀπάτωρ,
λαρνακόγυιε, χαρεὶς
ἁδὺ μελίσδοις
ἔλλοπι κούρᾳ
Καλλιόπᾳ
νηλεύστῳ.