ΦΟΙΝΙΣΣΑΙ
Ἰοκάστη
Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,
ὡς δυστυχῆ Θήβαισι τῆι τόθʼ ἡμέραι
ἀκτῖνʼ ἐφῆκας, Κάδμος ἡνίκʼ ἦλθε γῆν
τήνδʼ, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα·
ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ
Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον
φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.
ἐγὼ δὲ παῖς μὲν κλήιζομαι Μενοικέως,
καλοῦσι δʼ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρ
ἔθετο. γαμεῖ δὲ Λάιός μʼ· ἐπεὶ δʼ ἄπαις
ἦν χρόνια λέκτρα τἄμʼ ἔχων ἐν δώμασιν,
ἐλθὼν ἐρωτᾶι Φοῖβον ἐξαιτεῖ θʼ ἅμα
παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.
ὁ δʼ εἶπεν· Ὦ Θήβαισιν εὐίπποις ἄναξ,
μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίαι·
εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φύς,
καὶ πᾶς σὸς οἶκος βήσεται διʼ αἵματος.
ὁ δʼ ἡδονῆι ʼνδοὺς ἔς τε βακχείαν πεσὼν
ἔπειρεν ἡμῖν παῖδα, καὶ σπείρας βρέφος
γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν,
λειμῶνʼ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας
δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος.
Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι
φέρουσʼ ἐς οἴκους ἔς τε δεσποίνης χέρας
ἔθηκαν. ἡ δὲ τὸν ἐμὸν ὠδίνων πόνον
μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.
ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος
παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα
ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων
πρὸς δῶμα Φοίβου, Λάιός θʼ οὑμὸς πόσις
τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν
εἰ μηκέτʼ εἴη, καὶ ξυνάπτετον πόδα
ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ.
καί νιν κελεύει Λαΐου τροχηλάτης·
Ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο.
ὁ δʼ εἷρπʼ ἄναυδος, μέγα φρονῶν· πῶλοι δέ νιν
χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν.
ὅθεν — τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; —
παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα
Πολύβωι τροφεῖ δίδωσιν. ὡς δʼ ἐπεζάρει
Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τʼ οὐκ ἦν πόσις,
Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη,
ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι,
τούτωι ξυνάψειν λέκτρα. τυγχάνει δέ πως
μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών,
γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας
οὐδʼ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη.
τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας,
Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν,
κόρας τε δισσάς· τὴν μὲν Ἱσμήνην πατὴρ
ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ.
μαθὼν δὲ τἀμὰ λέκτρα μητρώιων γάμων
ὁ πάντʼ ἀνατλὰς Οἰδίπους παθήματα
ἐς ὄμμαθʼ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον
χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.
ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται,
κλήιθροις ἔκρυψαν πατέρʼ, ἵνʼ ἀμνήμων τύχη
γένοιτο πολλῶν δεομένη σοφισμάτων.
ζῶν δʼ ἔστʼ ἐν οἴκοις· πρὸς δὲ τῆς τύχης νοσῶν
ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας,
θηκτῶι σιδήρωι δῶμα διαλαχεῖν τόδε.
τὼ δʼ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους
εὐχὰς θεοὶ κραίνωσιν οἰκούντοιν ὁμοῦ,
ξυμβάντʼ ἔταξαν τὸν νεώτερον πάρος
φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα,
Ἐτεοκλέα δὲ σκῆπτρʼ ἔχειν μένοντα γῆς,
ἐνιαυτὸν ἀλλάσσοντʼ. ἐπεὶ δʼ ἐπὶ ζυγοῖς
καθέζετʼ ἀρχῆς, οὐ μεθίσταται θρόνων,
φυγάδα δʼ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός.
ὁ δʼ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών,
πολλὴν ἀθροίσας ἀσπίδʼ Ἀργείων ἄγει·
ἐπʼ αὐτὰ δʼ ἐλθὼν ἑπτάπυλα τείχη τάδε
πατρῶιʼ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός.
ἐγὼ δʼ ἔριν λύουσʼ ὑπόσπονδον μολεῖν
ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός.
ἥξειν δʼ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος.
ἀλλʼ, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς
Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις.
χρῆν δʼ, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτῶν
τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι.
Θεράπων ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί,
ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν
μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον
στράτευμʼ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς,
ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον,
μή τις πολιτῶν ἐν τρίβωι φαντάζεται,
κἀμοὶ μὲν ἔλθηι φαῦλος ὡς δούλωι ψόγος,
σοὶ δʼ ὡς ἀνάσσηι· πάντα δʼ ἐξειδὼς φράσω
ἅ τʼ εἶδον εἰσήκουσά τʼ Ἀργείων πάρα,
σπονδὰς ὅτʼ ἦλθον σῶι κασιγνήτωι φέρων
ἐνθένδʼ ἐκεῖσε δεῦρό τʼ αὖ κείνου πάρα.
ἀλλʼ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις,
κέδρου παλαιὰν κλίμακʼ ἐκπέρα ποδί·
σκόπει δὲ πεδία καὶ παρʼ Ἱσμηνοῦ ῥοὰς
Δίρκης τε νᾶμα πολεμίων στράτευμʼ ὅσον.
Ἀντιγόνη ὄρεγέ νυν ὄρεγε γεραιὰν νέαι
χεῖρʼ ἀπὸ κλιμάκων
ποδὸς ἴχνος ἐπαντέλλων.
Θεράπων ἰδού, ξύναψον, παρθένʼ· ἐς καιρὸν δʼ ἔβης·
κινούμενον γὰρ τυγχάνει Πελασγικὸν
στράτευμα, χωρίζουσι δʼ ἀλλήλων λόχους.
Ἀντιγόνη ἰὼ πότνια παῖ
Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν
πεδίον ἀστράπτει.
Θεράπων οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα,
πολλοῖς μὲν ἵπποις, μυρίοις δʼ ὅπλοις βρέμων.
Ἀντιγόνη ἆρα πύλαι κλήιθροις χαλκόδετά τʼ ἔμβολα
λαϊνέοισιν Ἀμφίονος ὀργάνοις
τείχεος ἥρμοσται;
Θεράπων θάρσει· τά γʼ ἔνδον ἀσφαλῶς ἔχει πόλις.
Ἀντιγόνη τίς οὗτος ὁ λευκολόφας,
πρόπαρ ὃς ἁγεῖται στρατοῦ
πάγχαλκον ἀσπίδʼ ἀμφὶ βραχίονι κουφίζων;
Θεράπων οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος,
Λερναῖα δʼ οἰκεῖ νάμαθʼ, Ἱππομέδων ἄναξ.
Ἀντιγόνη ἒ ἔ, ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν,
γίγαντι γηγενέται προσόμοιος,
ἀστερωπὸς ὥσπερ ἐν
γραφαῖσιν, οὐχὶ πρόσφορος ἁμερίωι γένναι.
Θεράπων τὸν δʼ ἐξαμείβοντʼ οὐχ ὁρᾶις Δίρκης ὕδωρ;
Ἀντιγόνη τίς δʼ οὗτός ἐστι; Θεράπων παῖς μὲν Οἰνέως ἔφυ
Τυδεύς, Ἄρη δʼ Αἰτωλὸν ἐν στέρνοις ἔχει.
Ἀντιγόνη οὗτος ὁ τᾶς Πολυνείκεος, ὦ γέρον,
αὐτοκασιγνήται νύμφας
ὁμόγαμος κυρεῖ;
ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος.
Θεράπων σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον,
λόγχαις τʼ ἀκοντιστῆρες εὐστοχώτατοι.
Ἀντιγόνη τίς δʼ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾶι
καταβόστρυχος, ὄμμασι γοργὸς
εἰσιδεῖν νεανίας,
λοχαγός, ὡς ὄχλος νιν ὑστέρωι ποδὶ
πάνοπλος ἀμφέπει;
Θεράπων ὅδʼ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος.
Ἀντιγόνη ἀλλά νιν ἁ κατʼ ὄρη μετὰ ματέρος
Ἄρτεμις ἱεμένα τόξοις δαμάσασʼ ὀλέσειεν,
ὃς ἐπʼ ἐμὰν πόλιν ἔβα πέρσων.
Θεράπων εἴη τάδʼ, ὦ παῖ. σὺν δίκηι δʼ ἥκουσι γῆν·
ὃ καὶ δέδοικα μὴ σκοπῶσʼ ὀρθῶς θεοί.
Ἀντιγόνη ποῦ δʼ ὃς ἐμοὶ μιᾶς ἐγένετʼ ἐκ ματρὸς
πολυπόνωι μοίραι;
ὦ φίλτατʼ, εἰπέ, ποῦ ʼστι Πολυνείκης, γέρον;
Θεράπων ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας
Νιόβης Ἀδράστωι πλησίον παραστατεῖ.
ὁρᾶις; Ἀντιγόνη ὁρῶ δῆτʼ οὐ σαφῶς, ὁρῶ δέ πως
μορφῆς τύπωμα στέρνα τʼ ἐξεικασμένα.
ἀνεμώκεος εἴθε δρόμον νεφέλας
ποσὶν ἐξανύσαιμι διʼ αἰθέρος
πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δʼ ὠλένας
δέραι φιλτάται βάλοιμεν χρόνωι,
φυγάδα μέλεον. ὡς
ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον,
ἑώιοις ὅμοια φλεγέθων βολαῖς.
Θεράπων ἥξει δόμους τούσδʼ, ὥστε σʼ ἐμπλῆσαι χαρᾶς,
ἔνσπονδος. Ἀντιγόνη οὗτος δʼ, ὦ γεραιέ, τίς κυρεῖ,
ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς;
Θεράπων ὁ μάντις Ἀμφιάραος, ὦ δέσποινʼ, ὅδε·
σφάγια δʼ ἅμʼ αὐτῶι, γῆι φιλαιμάτωι ῥοαί.
Ἀντιγόνη ὦ λιπαροζώνου θύγατερ Ἀελίου
Σελαναία χρυσεόκυκλον φέγγος,
ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα
πώλοις μεταφέρων ἰθύνει.
ποῦ δʼ ὃς τὰ δεινὰ τῆιδʼ ἐφυβρίζει πόλει
Καπανεύς; Θεράπων ἐκεῖνος προσβάσεις τεκμαίρεται
πύργων, ἄνω τε καὶ κάτω τείχη μετρῶν.
Ἀντιγόνη ἰὼ Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταὶ
κεραύνιόν τε φῶς αἰθαλόεν, σύ τοι
μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις·
ὅδʼ ἐστὶν αἰχμαλωτίδας
ὃς δορὶ Θηβαίας Μυκήνηισι
Λερναίαι τε δώσειν τριαίναι
Ποσειδανίοις Ἀμυμωνίοις
ὕδασι δουλείαν περιβαλών.
μήποτε μήποτε τάνδʼ, ὦ πότνια,
χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος
Ἄρτεμι, δουλοσύναν τλαίην.
Θεράπων ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας
ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου
ἐς τέρψιν ἦλθες ὧν ἔχρηιζες εἰσιδεῖν.
ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν,
χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς·
φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ,
σμικράς τʼ ἀφορμὰς ἢν λάβωσι τῶν λόγων
πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τις
γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν.
Χορός Τύριον οἶδμα λιποῦσʼ ἔβαν
ἀκροθίνια Λοξίαι
Φοινίσσας ἀπὸ νάσου
Φοίβωι δούλα μελάθρων,
ἵνʼ ὑπὸ δειράσι νιφοβόλοις
παρνασσοῦ κατενάσθη,
Ἰόνιον κατὰ πόντον ἐλά-
ται πλεύσασα περιρρύτων
ὑπὲρ ἀκαρπίστων πεδίων
Σικελίας Ζεφύρου πνοαῖς
ἱππεύσαντος ἐν οὐρανῶι
κάλλιστον κελάδημα.
πόλεος ἐκπροκριθεῖσʼ ἐμᾶς
καλλιστεύματα Λοξίαι
Καδμείαν ἔμολον γᾶν,
κλεινῶν Ἀγηνοριδᾶν
ὁμογενεῖς ἐπὶ Λαΐου
πεμφθεῖσʼ ἐνθάδε πύργους.
ἴσα δʼ ἀγάλμασι χρυσοτεύ-
κτοις Φοίβωι λάτρις ἐγενόμαν·
ἔτι δὲ Κασταλίας ὕδωρ
περιμένει με κόμας ἐμᾶς
δεῦσαι παρθένιον χλιδὰν
Φοιβείαισι λατρείαις.
ὦ λάμπουσα πέτρα πυρὸς
δικορύφων σέλας ὑπὲρ ἄκρων
βακχεῖον Διονύσου,
οἴνα θʼ ἃ καθαμέριον
στάζεις, τὸν πολύκαρπον
οἰνάνθας ἱεῖσα βότρυν,
ζάθεά τʼ ἄντρα δράκοντος οὔ-
ρειαί τε σκοπιαὶ θεᾶν
νιφόβολόν τʼ ὄρος ἱερόν, εἱ-
λίσσων ἀθανάτους θεοῦ
χορὸς γενοίμαν ἄφοβος
παρὰ μεσόμφαλα γύαλα Φοί-
βου Δίρκαν προλιποῦσα.
νῦν δέ μοι πρὸ τειχέων
θούριος μολὼν Ἄρης
αἷμα δάιον φλέγει
τᾶιδʼ, ὃ μὴ τύχοι, πόλει·
κοινὰ γὰρ φίλων ἄχη,
κοινὰ δʼ, εἴ τι πείσεται
ἑπτάπυργος ἅδε γᾶ,
Φοινίσσαι χώραι. φεῦ φεῦ.
κοινὸν αἷμα, κοινὰ τέκεα
τᾶς κερασφόρου πέφυκεν Ἰοῦς·
ὧν μέτεστί μοι πόνων.
ἀμφὶ δὲ πτόλιν νέφος
ἀσπίδων πυκνὸν φλέγει,
σῆμα φοινίου μάχας,
ἃν Ἄρης τάχʼ εἴσεται
παισὶν Οἰδίπου φέρων
πημονὰν Ἐρινύων.
Ἄργος ὦ Πελασγικόν,
δειμαίνω τὰν σὰν ἀλκὰν
καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικον
εἰς ἀγῶνα τάνδʼ ἔνοπλος ὁρμὰν
παῖς μετέρχεται δόμους.
Πολυνείκης τὰ μὲν πυλωρῶν κλῆιθρά μʼ εἰσεδέξατο
διʼ εὐπετείας τειχέων ἔσω μολεῖν.
ὃ καὶ δέδοικα μή με δικτύων ἔσω
λαβόντες οὐκ ἐκφρῶσʼ ἀναίμακτον χρόα.
ὧν οὕνεκʼ ὄμμα πανταχῆι διοιστέον
κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ἦι.
ὡπλισμένος δὲ χεῖρα τῶιδε φασγάνωι
τὰ πίστʼ ἐμαυτῶι τοῦ θράσους παρέξομαι.
ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα;
ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται,
ὅταν διʼ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.
πέποιθα μέντοι μητρὶ κοὐ πέποιθʼ ἅμα,
ἥτις μʼ ἔπεισε δεῦρʼ ὑπόσπονδον μολεῖν.
ἀλλʼ ἐγγὺς ἀλκή — βώμιοι γὰρ ἐσχάραι
πέλας πάρεισι — κοὐκ ἔρημα δώματα,
φέρʼ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος
καὶ τάσδʼ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις.
ξέναι γυναῖκες, εἴπατʼ, ἐκ ποίας πάτρας
Ἑλληνικοῖσι δώμασιν πελάζετε;
Χορός Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με,
Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς
Φοίβωι μʼ ἔπεμψαν ἐνθάδʼ ἀκροθίνιον.
μέλλων δὲ πέμπειν μʼ Οἰδίπου κλεινὸς γόνος
μαντεῖα σεμνὰ Λοξίου τʼ ἐπʼ ἐσχάρας,
ἐν τῶιδʼ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν.
σὺ δʼ ἀντάμειψαί μʼ, ὅστις ὢν ἐλήλυθας
ἑπτάστομον πύργωμα Θηβαίας χθονός.
Πολυνείκης πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου,
ἔτικτε δʼ Ἰοκάστη με, παῖς Μενοικέως·
καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς.
Χορός
γονυπετεῖς ἕδρας προσπίτνω σʼ, ἄναξ,
τὸν οἴκοθεν σέβουσα νόμον·
ἔβας ὢ χρόνωι γᾶν πατρώιαν.
ἰὼ ἰώ· πότνια πότνια, μόλε πρόδομος,
ἀμπέτασον πύλας.
κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ;
τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν
θιγεῖν τʼ ὠλέναισι τέκνου;
Ἰοκάστη Φοίνισσαν βοὰν κλύουσα
ὦ νεάνιδες γηραιῶι ποδὶ τρομερὰν
ἕλκω ποδὸς βάσιν.
ἰὼ τέκνον, χρόνωι σὸν ὄμ-
μα μυρίαις τʼ ἐν ἁμέραις
προσεῖδον· ἀμφίβαλλε μα-
στὸν ὠλέναισι ματέρος,
παρηίδων τʼ ὄρεγμα δὸς
τριχῶν τε, κυανόχρωτι χαί-
τας πλοκάμωι δέραν σκιάζων ἁμάν.
ἰὼ ἰώ, μόλις φανεὶς
ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις.
τί φῶ σε; πῶς ἁπάνται
καὶ χερσὶ καὶ λόγοισι
πολυέλικτον ἁδονὰν
ἐκεῖσε καὶ τὸ δεῦρο
περιχορεύουσα τέρψιν παλαιᾶν λάβω
χαρμονᾶν; ἰὼ τέκος,
ἔρημον πατρῶιον ἔλιπες δόμον
φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβαι,
ἦ ποθεινὸς φίλοις,
ἦ ποθεινὸς Θήβαις.
ὅθεν ἐμάν τε λευκόχροα κείρομαι
δακρυόεσσʼ ἀνεῖσα πένθει κόμαν,
ἄπεπλος φαρέων λευκῶν, τέκνον,
δυσόρφναια δʼ ἀμφὶ τρύχη τάδε
σκότιʼ ἀμείβομαι·
ὁ δʼ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς
ἀπήνας ὁμοπτέρου τᾶς ἀπο-
ζυγείσας δόμων
πόθον ἀμφιδάκρυτον ἀεὶ κατέχων
ἀνῆιξεν μὲν ξίφους
ἐπʼ αὐτόχειρά τε σφαγὰν
ὑπὲρ τέραμνά τʼ ἀγχόνας,
στενάζων ἀρὰς τέκνοις·
σὺν ἀλαλαῖσι δʼ αἰὲν αἰαγμάτων
σκότια κρύπτεται.
σὲ δʼ, ὦ τέκνον, γάμοισιν ἤ-
δη κλύω ζυγέντα
παιδοποιὸν ἁδονὰν
ξένοισιν ἐν δόμοις ἔχειν,
ξένον δὲ κῆδος ἀμφέπειν,
ἄλαστα ματρὶ τᾶιδε Λα-
ΐου τε τοῦ πάλαι γένει,
γάμων ἐπακτὸν ἄταν.
ἐγὼ δʼ οὔτι σοι πυρὸς ἀνῆψα φῶς
νόμιμον ὡς πρέπει ματέρι μακαρίαι·
ἀνυμέναια δʼ Ἱσμηνὸς ἐκηδεύθη
λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίων
πόλιν ἐσίγαθεν σᾶς ἔσοδοι νύμφας.
ὄλοιτο τάδʼ εἴτε σίδαρος
εἴτʼ Ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος,
εἴτε τὸ δαιμόνιον κατεκώμασε
δώμασιν Οἰδιπόδα·
πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδʼ ἄχη.
Χορός δεινὸν γυναιξὶν αἱ διʼ ὠδίνων γοναί,
καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.
Πολυνείκης μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην
ἐχθροὺς ἐς ἄνδρας· ἀλλʼ ἀναγκαίως ἔχει
πατρίδος ἐρᾶν ἅπαντας· ὃς δʼ ἄλλως λέγει
λόγοισι χαίρει, τὸν δὲ νοῦν ἐκεῖσʼ ἔχει.
οὕτω δὲ τάρβους ἐς φόβον τʼ ἀφικόμην
μή τις δόλος με πρὸς κασιγνήτου κτάνηι,
ὥστε ξιφήρη χεῖρʼ ἔχων διʼ ἄστεως
κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μʼ ὠφελεῖ,
σπονδαί τε καὶ σὴ πίστις, ἥ μʼ ἐσήγαγεν
τείχη πατρῶια· πολύδακρυς δʼ ἀφικόμην,
χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν
γυμνάσιά θʼ οἷσιν ἐνετράφην Δίρκης θʼ ὕδωρ·
ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν
ναίω, διʼ ὄσσων νᾶμʼ ἔχων δακρύρροον.
ἀλλʼ, ἐκ γὰρ ἄλγους ἄλγος αὖ, σὲ δέρκομαι
κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους
ἔχουσαν· οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν,
ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων.
Ἰοκάστη κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος·
οὕτω γὰρ ἤρξατʼ, ἄνομα μὲν τεκεῖν ἐμέ,
κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ.
ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.
ὅπως δʼ ἔρωμαι, μή τι σὴν δάκω φρένα,
δέδοιχʼ, ἃ χρήιζω· διὰ πόθου δʼ ἐλήλυθα.
Πολυνείκης ἀλλʼ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπηις·
ἃ γὰρ σὺ βούληι, ταὔτʼ ἐμοί, μῆτερ, φίλα.
Ἰοκάστη
τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;
Πολυνείκης μέγιστον· ἔργωι δʼ ἐστὶ μεῖζον ἢ λόγωι.
Ἰοκάστη τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές;
Πολυνείκης ἓν μὲν μέγιστον· οὐκ ἔχει παρρησίαν.
Ἰοκάστη δούλου τόδʼ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.
Πολυνείκης τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.
Ἰοκάστη καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.
Πολυνείκης ἀλλʼ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.
Ἰοκάστη αἱ δʼ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.
Πολυνείκης καλοῖς βλέπουσαί γʼ ὄμμασιν, μέλλουσι δέ.
Ἰοκάστη οὐδʼ ὁ χρόνος αὐτὰς διεσάφησʼ οὔσας κενάς;
Πολυνείκης ἔχουσιν Ἀφροδίτην τινʼ, εὐδίαν κακῶν.
Ἰοκάστη πόθεν δʼ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;
Πολυνείκης ποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον ἄν.
Ἰοκάστη φίλοι δὲ πατρὸς καὶ ξένοι σʼ οὐκ ὠφέλουν;
Πολυνείκης εὖ πρᾶσσε· τὰ φίλων δʼ οὐδέν, ἤν τις δυστυχῆι.
Ἰοκάστη οὐδʼ ηὑγένειά σʼ ἦρεν εἰς ὕψος μέγαν;
Πολυνείκης κακὸν τὸ μὴ ʼχειν· τὸ γένος οὐκ ἔβοσκέ με.
Ἰοκάστη ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.
Πολυνείκης οὐδʼ ὀνομάσαι δύναιʼ ἂν ὡς ἐστὶν φίλον.
Ἰοκάστη πῶς δʼ ἦλθες Ἄργος; τίνʼ ἐπίνοιαν ἔσχεθες;
Πολυνείκης ἔχρησʼ Ἀδράστωι Λοξίας χρησμόν τινα.
Ἰοκάστη ποῖον; τί τοῦτʼ ἔλεξας; οὐκ ἔχω μαθεῖν.
Πολυνείκης κάπρωι λέοντί θʼ ἁρμόσαι παίδων γάμους.
Ἰοκάστη καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;
Πολυνείκης οὐκ οἶδʼ· ὁ δαίμων μʼ ἐκάλεσεν πρὸς τὴν τύχην.
Ἰοκάστη σοφὸς γὰρ ὁ θεός· τίνι τρόπωι δʼ ἔσχες λέχος;
Πολυνείκης νὺξ ἦν, Ἀδράστου δʼ ἦλθον ἐς παραστάδας.
Ἰοκάστη κοίτας ματεύων, ἦι φυγὰς πλανώμενος;
Πολυνείκης ἦν ταῦτα· κἆιτά γʼ ἦλθεν ἄλλος αὖ φυγάς.
Ἰοκάστη τίς οὗτος; ὡς ἄρʼ ἄθλιος κἀκεῖνος ἦν.
Πολυνείκης Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.
Ἰοκάστη τί θηρσὶν ὑμᾶς δῆτʼ Ἄδραστος ἤικασεν;
Πολυνείκης στρωμνῆς ἐς ἀλκὴν οὕνεκʼ ἤλθομεν πέρι.
Ἰοκάστη ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;
Πολυνείκης κἄδωκέ γʼ ἡμῖν δύο δυοῖν νεάνιδας.
Ἰοκάστη ἆρʼ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς;
Πολυνείκης οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδʼ ἡμέρας.
Ἰοκάστη πῶς δʼ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;
Πολυνείκης δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε,
ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δʼ ἐμέ.
πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι
πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δέ μοι
διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι
πόλιν. θεοὺς δʼ ἐπώμοσʼ ὡς ἀκουσίως
τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.
ἀλλʼ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν,
παῦσαι πόνων σὲ κἀμὲ καὶ πᾶσαν πόλιν.
Χορός καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε
χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν
τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.
Ἐτεοκλῆς μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς
ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου.
Ἰοκάστη ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει,
βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύτουσιν σοφοῖς.
σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς·
οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾶις κάρα
Γοργόνος, ἀδελφὸν δʼ εἰσορᾶις ἥκοντα σόν.
σύ τʼ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε,
Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων
λέξεις τʼ ἄμεινον τοῦδέ τʼ ἐνδέξηι λόγους.
παραινέσαι δὲ σφῶιν τι βούλομαι σοφόν·
ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλωι
ἐς ἓν συνελθὼν ὄμματʼ ὄμμασιν διδῶι,
ἐφʼ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν,
κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.
λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον·
σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων,
ἄδικα πεπονθώς, ὡς σὺ φήις· κριτὴς δέ τις
θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.
Πολυνείκης ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,
κοὐ ποικίλων δεῖ τἄνδιχʼ ἑρμηνευμάτων·
ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δʼ ἄδικος λόγος
νοσῶν ἐν αὑτῶι φαρμάκων δεῖται σοφῶν.
ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην
τοὐμόν τε καὶ τοῦδʼ, ἐκφυγεῖν χρήιζων ἀρὰς
ἃς Οἰδίπους ἐφθέγξατʼ εἰς ἡμᾶς ποτε·
ἐξῆλθον ἔξω τῆσδʼ ἑκὼν αὐτὸς χθονός,
δοὺς τῶιδʼ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον.
ὁ δʼ αἰνέσας ταῦθʼ ὁρκίους τε δοὺς θεοὺς
ἔδρασεν οὐδὲν ὧν ὑπέσχετʼ, ἀλλʼ ἔχει
τυραννίδʼ αὐτὸς καὶ δόμων ἐμὸν μέρος.
καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν
στρατὸν μὲν ἔξω τῆσδʼ ἀποστεῖλαι χθονός,
οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν
καὶ τῶιδʼ ἀφεῖναι τὸν ἴσον αὖθις ἐς χρόνον,
καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν
πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις·
ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι
δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ
ὡς πάντα πράσσων σὺν δίκηι δίκης ἄτερ
ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.
ταῦτʼ αὔθʼ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς
λόγων ἀθροίσας εἶπον ἀλλὰ καὶ σοφοῖς
καὶ τοῖσι φαύλοις ἔνδιχʼ, ὡς ἐμοὶ δοκεῖ.
Χορός ἐμοὶ μέν, εἰ καὶ μὴ καθʼ Ἑλλήνων χθόνα
τεθράμμεθʼ, ἀλλʼ οὖν ξυνετά μοι δοκεῖς λέγειν.
Ἐτεοκλῆς εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θʼ ἅμα,
οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις·
νῦν δʼ οὔθʼ ὅμοιον οὐδὲν οὔτʼ ἴσον βροτοῖς
πλὴν ὀνόμασιν· τὸ δʼ ἔργον οὐκ ἔστιν τόδε.
ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ·
ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς
καὶ γῆς ἔνερθε, δυνατὸς ὢν δρᾶσαι τάδε,
τὴν θεῶν μεγίστην ὥστʼ ἔχειν Τυραννίδα.
τοῦτʼ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι
ἄλλωι παρεῖναι μᾶλλον ἢ σώιζειν ἐμοί·
ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας
τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδʼ αἰσχύνομαι
ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν
τυχεῖν ἃ χρήιζει· ταῖς γὰρ ἂν Θήβαις τόδε
γένοιτʼ ὄνειδος, εἰ Μυκηναίου δορὸς
φόβωι παρείην σκῆπτρα τἀμὰ τῶιδʼ ἔχειν.
χρῆν δʼ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς,
μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος
ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
ἀλλʼ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,
ἔξεστʼ· ἐκείνου δʼ οὐχ ἑκὼν μεθήσομαι.
πρὸς ταῦτʼ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,
ζεύγνυσθε δʼ ἵππους, πεδία πίμπλαθʼ ἁρμάτων,
ὡς οὐ παρήσω τῶιδʼ ἐμὴν τυραννίδα.
εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι
κάλλιστον ἀδικεῖν, τἄλλα δʼ εὐσεβεῖν χρεών.
Χορός οὐκ εὖ λέγειν χρὴ μὴ ʼπὶ τοῖς ἔργοις καλοῖς·
οὐ γὰρ καλὸν τοῦτʼ ἀλλὰ τῆι δίκηι πικρόν.
Ἰοκάστη ὦ τέκνον, οὐχ ἅπαντα τῶι γήραι κακά,
Ἐτεόκλεες, πρόσεστιν· ἀλλʼ ἡμπειρία
ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
τί τῆς κακίστης δαιμόνων ἐφίεσαι
Φιλοτιμίας, παῖ; μὴ σύ γʼ· ἄδικος ἡ θεός·
πολλοὺς δʼ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας
ἐσῆλθε κἀξῆλθʼ ἐπʼ ὀλέθρωι τῶν χρωμένων·
ἐφʼ ἧι σὺ μαίνηι. κεῖνο κάλλιον, τέκνον,
Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις
πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις
συνδεῖ· τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ,
τῶι πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται
τοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται.
καὶ γὰρ μέτρʼ ἀνθρώποισι καὶ μέρη σταθμῶν
Ἰσότης ἔταξε κἀριθμὸν διώρισεν,
νυκτός τʼ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς
ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,
κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.
εἶθʼ ἥλιος μὲν νύξ τε δουλεύει μέτροις,
σὺ δʼ οὐκ ἀνέξηι δωμάτων ἔχων ἴσον;
τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα,
τιμᾶις ὑπέρφευ καὶ μέγʼ ἥγησαι τόδε;
περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.
ἢ πολλὰ μοχθεῖν πόλλʼ ἔχων ἐν δώμασιν
βούληι; τί δʼ ἔστι τὸ πλέον; ὄνομʼ ἔχει μόνον·
ἐπεὶ τά γʼ ἀρκοῦνθʼ ἱκανὰ τοῖς γε σώφροσιν.
ἄγʼ, ἤν σʼ ἔρωμαι δύο λόγω προθεῖσʼ ἅμα,
πότερα τυραννεῖν ἢ πόλιν σῶσαι θέλεις,
ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσηι σʼ ὅδε
Ἀργεῖά τʼ ἔγχη δόρυ τὸ Καδμείων ἕληι;
δαπανηρὸς ἆρʼ ὁ πλοῦτος ὃν ζητεῖς ἔχειν.
σοὶ μὲν τάδʼ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω·
ἀμαθεῖς Ἄδραστος χάριτας ἐς σʼ ἀνήψατο,
ἀσύνετα δʼ ἦλθες καὶ σὺ πορθήσων πόλιν.
φέρʼ, ἢν ἕληις γῆν τήνδʼ, ὃ μὴ τύχοι ποτέ,
πρὸς θεῶν, τροπαῖα πῶς ἄρα στήσεις Διί,
πῶς δʼ αὖ κατάρξηι θυμάτων, ἑλὼν πάτραν,
καὶ σκῦλα γράψεις πῶς ἐπʼ Ἰνάχου ῥοαῖς;
Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς
ἀσπίδας ἔθηκε; μήποτʼ, ὦ τέκνον, κλέος
τοιόνδε σοι γένοιθʼ ὑφʼ Ἑλλήνων λαβεῖν.
ἢν δʼ αὖ κρατηθῆις καὶ τὰ τοῦδʼ ὑπερδράμηι,
πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;
ἐρεῖ δὲ δή τις· Ὦ κακὰ μνηστεύματα
Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον
ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον,
κείνων στέρεσθαι τῶνδέ τʼ, ἐν μέσωι πεσών.
μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν,
ἐς ταὔθʼ ὅταν μόλητον, ἔχθιστον κακόν.
Χορός ὦ θεοί, γένοισθε τῶνδʼ ἀπότροποι κακῶν
καὶ ξύμβασίν τινʼ Οἰδίπου τέκνοις δότε.
Ἐτεοκλῆς μῆτερ, οὐ λόγων ἔθʼ ἁγών, ἀλλʼ ἀναλοῦται χρόνος
οὑν μέσωι μάτην, περαίνει δʼ οὐδὲν ἡ προθυμία·
οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ʼπὶ τοῖς εἰρημένοις,
ὥστʼ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδʼ ἄνακτʼ εἶναι χθονός·
τῶν μακρῶν δʼ ἀπαλλαγεῖσα νουθετημάτων μʼ ἔα.
καὶ σὺ τῶνδʼ ἔξω κομίζου τειχέων ἢ κατθανῆι.
Πολυνείκης πρὸς τίνος; τίς ὧδʼ ἄτρωτος ὅστις εἰς ἡμᾶς ξίφος
φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;
Ἐτεοκλῆς ἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς;
Πολυνείκης εἰσορῶ· δειλὸν δʼ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.
Ἐτεοκλῆς κἆιτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;
Πολυνείκης ἀσφαλὴς γάρ ἐστʼ ἀμείνων ἢ θρασὺς στρατηλάτης.
Ἐτεοκλῆς κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σώιζουσιν θανεῖν.
Πολυνείκης καὶ σέ· δεύτερον δʼ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.
Ἐτεοκλῆς οὐκ ἀπαιτούμεσθʼ· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.
Πολυνείκης τοῦ μέρους ἔχων τὰ πλείω; Ἐτεοκλῆς φήμʼ· ἀπαλλάσσου δὲ γῆς.
Πολυνείκης ὦ θεῶν βωμοὶ πατρώιων ... Ἐτεοκλῆς οὓς σὺ πορθήσων πάρει.
Πολυνείκης κλύετέ μου ... Ἐτεοκλῆς τίς δʼ ἂν κλύοι σου πατρίδʼ ἐπεστρατευμένου;
Πολυνείκης καὶ θεῶν τῶν λευκοπώλων δώμαθʼ ... Ἐτεοκλῆς οἳ στυγοῦσί σε.
Πολυνείκης ἐξελαυνόμεσθα πατρίδος ... Ἐτεοκλῆς καὶ γὰρ ἦλθες ἐξελῶν.
Πολυνείκης ἀδικίαι γʼ, ὦ θεοί. Ἐτεοκλῆς Μυκήναις, μὴ ʼνθάδʼ ἀνακάλει θεούς.
Πολυνείκης ἀνόσιος πέφυκας ... Ἐτεοκλῆς ἀλλʼ οὐ πατρίδος ὡς σὺ πολέμιος.
Πολυνείκης ὅς μʼ ἄμοιρον ἐξελαύνεις. Ἐτεοκλῆς καὶ κατακτενῶ γε πρός.
Πολυνείκης ὦ πάτερ, κλύεις ἃ πάσχω; Ἐτεοκλῆς καὶ γὰρ οἷα δρᾶις κλύει.
Πολυνείκης καὶ σύ, μῆτερ; Ἐτεοκλῆς ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.
Πολυνείκης ὦ πόλις. Ἐτεοκλῆς μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.
Πολυνείκης εἶμι, μὴ πόνει· σὲ δʼ αἰνῶ, μῆτερ. Ἐτεοκλῆς ἔξιθι χθονός.
Πολυνείκης ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν. Ἐτεοκλῆς οὐκ ἂν τύχοις.
Πολυνείκης ἀλλὰ παρθένους ἀδελφάς. Ἐτεοκλῆς οὐδὲ τάσδʼ ὄψηι ποτέ.
Πολυνείκης ὦ κασίγνηται. Ἐτεοκλῆς τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;
Πολυνείκης μῆτερ, ἀλλά μοι σὺ χαῖρε. Ἰοκάστη χαρτὰ γοῦν πάσχω, τέκνον.
Πολυνείκης οὐκέτʼ εἰμὶ παῖς σός. Ἰοκάστη ἐς πόλλʼ ἀθλία πέφυκʼ ἐγώ.
Πολυνείκης ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει. Ἐτεοκλῆς καὶ γὰρ ἀνθυβρίζομαι.
Πολυνείκης ποῦ ποτε στήσηι πρὸ πύργων; Ἐτεοκλῆς ὡς τί μʼ ἱστορεῖς τόδε;
Πολυνείκης ἀντιτάξομαι κτενῶν σε. Ἐτεοκλῆς κἀμὲ τοῦδʼ ἔρως ἔχει.
Ἰοκάστη ὦ τάλαινʼ ἐγώ· τί δράσετʼ, ὦ τέκνʼ; Ἐτεοκλῆς αὐτὸ σημανεῖ.
Ἰοκάστη πατρὸς οὐ φεύξεσθʼ Ἐρινῦς; Πολυνείκης ἐρρέτω πρόπας δόμος·
ὡς τάχʼ οὐκέθʼ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος.
τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι
ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός,
δοῦλος ὣς ἀλλʼ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς·
κἄν τί σοι, πόλις, γένηται, μὴ ʼμέ, τόνδε δʼ αἰτιῶ.
καὶ σύ, Φοῖβʼ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε,
ἥλικές θʼ οὑμοὶ θεῶν τε δεξίμηλʼ ἀγάλματα.
οὐ γὰρ οἶδʼ εἴ μοι προσειπεῖν αὖθις ἔσθʼ ὑμᾶς ποτε·
ἐλπίδες δʼ οὔπω καθεύδουσʼ, αἷς πέποιθα σὺν θεοῖς
τόνδʼ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.
Ἐτεοκλῆς ἔξιθʼ ἐκ χώρας· ἀληθῶς δʼ ὄνομα Πολυνείκη πατὴρ
ἔθετό σοι θείαι προνοίαι νεικέων ἐπώνυμον.
Χορός Κάδμος ἔμολε τάνδε γᾶν
Τύριος, ὧι τετρασκελὲς
μόσχος ἀδάματος πέσημα
δίκε τελεσφόρον διδοῦσα
χρησμόν, οὗ κατοικίσαι
πεδία νιν τὸ θέσφατον
πυροφόρα δόμων ἔχρησε,
καλλιπόταμος ὕδατος ἵνα τε
νοτὶς ἐπέρχεται γυίας
Δίρκας χλοηφόρους
καὶ βαθυσπόρους γυίας·
Βρόμιον ἔνθα τέκετο μάτηρ
Διὸς γάμοισι,
κισσὸς ὃν περιστεφὴς
ἑλικτὸς εὐθὺς ἔτι βρέφος
χλοηφόροισιν ἔρνεσιν
κατασκίοισιν ὀλβίσας ἐνώτισεν,
βάκχιον χόρευμα παρθέ-
νοισι Θηβαΐαισι
καὶ γυναιξὶν εὐίοις.
ἔνθα φόνιος ἦν δράκων
Ἄρεος, ὠμόφρων φύλαξ,
νάματʼ ἔνυδρα καὶ ῥέεθρα
χλοερὰ δεργμάτων κόραισι
πολυπλάνοις ἐπισκοπῶν·
ὃν ἐπὶ χέρνιβας μολὼν
Κάδμος ὄλεσε μαρμάρωι,
κρᾶτα φόνιον ὀλεσίθηρος
ὠλένας δικὼν βολαῖς·
δίας ἀμάτορος
Παλλάδος φραδαῖσι
γαπετεῖς δικὼν ὀδόντας
ἐς βαθυσπόρους γύας·
ἔνθεν ἐξανῆκε γᾶ
πάνοπλον ὄψιν ὑπὲρ ἄκρων
ὅρων χθονός· σιδαρόφρων
δέ νιν φίλαι ξυνῆψε γᾶι φόνος πάλιν.
αἵματος δʼ ἔδευσε γαῖαν,
ἅ νιν εὐαλίοισι
δεῖξεν αἰθέρος πνοαῖς.
καὶ σέ, τὸν προμάτορος
Ἰοῦς ποτʼ ἔκγονον
Ἔπαφον, ὦ Διὸς γένεθλον,
ἐκάλεσʼ ἐκάλεσα βαρβάρωι βοᾶι,
ἰώ, βαρβάροις λιταῖς·
βᾶθι βᾶθι τάνδε γᾶν·
σοί νιν ἔκγονοι κτίσαν,
καὶ διώνυμοι θεαί,
Περσέφασσα καὶ φίλα
Δαμάτηρ θεά,
πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός,
κτήσαντο· πέμπε πυρφόρους
θεάς, ἄμυνε τᾶιδε γᾶι·
πάντα δʼ εὐπετῆ θεοῖς.
Κρέων ἦ πόλλʼ ἐπῆλθον εἰσιδεῖν χρήιζων σʼ, ἄναξ
Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας
φυλακάς τʼ ἐπῆλθον σὸν δέμας θηρώμενος.
Ἐτεοκλῆς καὶ μὴν ἐγὼ σʼ ἔχρηιζον εἰσιδεῖν, Κρέον·
πολλῶν γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς,
ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.
Κρέων ἤκουσα μεῖζον αὐτὸν ἐς Θήβας φρονεῖν,
κήδει τʼ Ἀδράστου καὶ στρατῶι πεποιθότα.
ἀλλʼ ἐς θεοὺς χρὴ ταῦτʼ ἀναρτήσαντʼ ἔχειν·
ἃ δʼ ἐμποδὼν μάλιστα, ταῦθʼ ἥκω φράσων.
Ἐτεοκλῆς τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ.
Κρέων ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.
Ἐτεοκλῆς λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;
Κρέων μέλλειν πέριξ πύργοισι Καδμείων πόλιν
ὅπλοις ἑλίξειν αὐτίκʼ Ἀργείων στρατόν.
Ἐτεοκλῆς ἐξοιστέον τἄρʼ ὅπλα Καδμείων πόλει.
Κρέων ποῖ; μῶν νεάζων οὐχ ὁρᾶις ἃ χρή σʼ ὁρᾶν;
Ἐτεοκλῆς ἐκτὸς τάφρων τῶνδʼ, ὡς μαχουμένους τάχα.
Κρέων σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἱ δʼ ἄφθονοι.
Ἐτεοκλῆς ἐγὦιδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.
Κρέων ἔχει τινʼ ὄγκον τἄργος Ἑλλήνων πάρα.
Ἐτεοκλῆς θάρσει· τάχʼ αὐτῶν πεδίον ἐμπλήσω φόνου.
Κρέων θέλοιμʼ ἄν· ἀλλὰ τοῦθʼ ὁρῶ πολλοῦ πόνου.
Ἐτεοκλῆς ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν.
Κρέων καὶ μὴν τὸ νικᾶν γʼ ἐστι πᾶν εὐβουλίας.
Ἐτεοκλῆς βούληι τράπωμαι δῆθʼ ὁδοὺς ἄλλας τινάς;
Κρέων πάσας γε, πρὶν κίνδυνον εἰσάπαξ μολεῖν.
Ἐτεοκλῆς εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;
Κρέων εἴπερ σφαλείς γε δεῦρο σωθήσηι πάλιν.
Ἐτεοκλῆς ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.
Κρέων ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.
Ἐτεοκλῆς ἀλλʼ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;
Κρέων ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ.
Ἐτεοκλῆς βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος.
Κρέων ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.
Ἐτεοκλῆς τί δʼ εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;
Κρέων κἀκεῖ πέφαρκται λαὸς ἅρμασιν πέριξ.
Ἐτεοκλῆς τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν;
Κρέων μὴ δῆτα· βουλεύου δʼ, ἐπείπερ εἶ σοφός.
Ἐτεοκλῆς τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;
Κρέων ἕπτʼ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσʼ ἐγώ ...
Ἐτεοκλῆς τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ.
Κρέων λόχων ἄνακτας ἑπτὰ προσκεῖσθαι πύλαις.
Ἐτεοκλῆς τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ.
Κρέων ἕπτʼ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.
Ἐτεοκλῆς λόχων ἀνάσσειν ἢ μονοστόλου δορός;
Κρέων λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.
Ἐτεοκλῆς ξυνῆκʼ· ἀμύνειν τειχέων προσαμβάσεις.
Κρέων καὶ ξυστρατήγους γʼ· εἷς δʼ ἀνὴρ οὐ πάνθʼ ὁρᾶι.
Ἐτεοκλῆς θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίαι;
Κρέων ἀμφότερʼ· ἓν ἀπολειφθὲν γὰρ οὐδὲν θατέρου.
Ἐτεοκλῆς ἔσται τάδʼ· ἐλθὼν ἑπτάπυργον ἐς πόλιν
τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις,
ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.
ὄνομα δʼ ἑκάστου διατριβὴ πολλὴ λέγειν,
ἐχθρῶν ὑπʼ αὐτοῖς τείχεσιν καθημένων.
ἀλλʼ εἶμʼ, ὅπως ἂν μὴ καταργῶμεν χέρα.
ἓν δʼ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον
οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι,
τοῦδʼ ἐκπυθέσθαι ταῦτʼ· ἐγὼ δὲ παῖδα σὸν
Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον,
λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον·
σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,
ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην
ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.
ἐκφέρετε τεύχη πάνοπλά τʼ ἀμφιβλήματα
ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορός.
τῆι δʼ Εὐλαβείαι, χρησιμωτάτηι θεῶν,
προσευχόμεσθα τήνδε διασῶσαι πόλιν.
Χορός ὦ πολύμοχθος Ἄρης, τί ποθʼ αἵματι
καὶ θανάτωι κατέχηι Βρομίου παράμουσος ἑορταῖς;
οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας
βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπηι
μοῦσαν ἐν ἇι Χάριτες χοροποιοί,
ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας
αἵματι Θήβας
κῶμον ἀναυλότατον προχορεύεις·
οὐδʼ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δινεύεις
ἅρμασι καὶ ψαλίων τετραβάμοσι μώνυχα πώλων
Ἱσμηνοῦ τʼ ἐπὶ χεύμασι βαίνων
ἱππείαισι θοάζεις,
Ἀργείοις ἐπιπνεύσας
Σπαρτῶν γένναι
ἀσπιδοφέρμονα θίασον ἔνοπλον
ἀντίπαλον κατὰ λάϊνα τείχεα
χαλκῶι κοσμήσας.
ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε
μήσατο πήματα γᾶς βασιλεῦσιν.
ὦ ζαθέων πετάλων πολυθηρότα-
τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών,
μήποτε τὸν θανάτωι προτεθέντα, λόχευμʼ Ἰοκάστας,
ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων,
χρυσοδέτοις περόναις ἐπίσαμον·
μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν
πένθεα γαίας
Σφίγγʼ ἀπομουσοτάταισι σὺν ὠιδαῖς,
ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς
τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς
γένναν, ἃν ὁ κατὰ χθονὸς Ἅιδας
Καδμείοις ἐπιπέμπει·
δυσδαίμων δʼ ἔρις ἄλλα
θάλλει παίδων
Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν.
οὐ γὰρ ὃ μὴ καλὸν οὔποτʼ ἔφυ καλόν,
οὐδʼ οἱ μὴ νόμιμοι
παῖδες ματρὶ λόχευμα μίασμα πατρός·
ἡ δὲ συναίμονος εἰς λέχος ἦλθεν.
ἔτεκες, ὦ Γαῖʼ, ἔτεκές ποτε,
βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτʼ ἐν οἴκοις,
τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος
γένναν ὀδοντοφυᾶ, Θήβαις κάλλιστον ὄνειδος·
Ἁρμονίας δέ ποτʼ εἰς ὑμεναίους
ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας
τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα
διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον,
Δίρκα χλοεροτρόφον ἇι πεδίον
πρόπαρ Ἱσμηνοῦ καταδεύει,
Ἰώ θʼ ἁ κερόεσσα προμάτωρ
Καδμείων βασιλῆας ἐγείνατο·
μυριάδας δʼ ἀγαθῶν ἑτέροις ἑτέ-
ρας μεταμειβομένα πόλις ἅδʼ ἐπʼ ἄκροις
ἕστακʼ Ἄρεος στεφάνοισιν.
Τειρεσίας ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῶι ποδὶ
ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς.
δεῦρʼ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσʼ ἐμὸν
πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ·
κλήρους τέ μοι φύλασσε παρθένωι χερί,
οὓς ἔλαβον οἰωνίσματʼ ὀρνίθων μαθὼν
θάκοισιν ἐν ἱεροῖσιν οὗ μαντεύομαι.
τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι
πόση τις ἡ ʼπίλοιπος ἄστεως ὁδὸς
πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ,
πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ.
Κρέων θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς
ἔσθʼ ὁρμίσαι σὸν πόδα· λαβοῦ δʼ αὐτοῦ, τέκνον·
ὡς παῖς ἔτʼ ἀπτὴν πούς τε πρεσβύτου φιλεῖ
χειρὸς θυραίας ἀναμένειν κουφίσματα.
Τειρεσίας εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῆι, Κρέον;
Κρέων οὔπω λελήσμεθʼ· ἀλλὰ σύλλεξαι σθένος
καὶ πνεῦμʼ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ.
Τειρεσίας κόπωι παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο
δεῦρʼ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας·
κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός,
οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ·
καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾶις, ἔχω
λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.
Κρέων οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη·
ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ,
δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών.
βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις
ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα·
ἐμοὶ δʼ ἀπέσταλκʼ ἐκμαθεῖν σέθεν πάρα
τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.
Τειρεσίας Ἐτεοκλέους μὲν οὕνεκʼ ἂν κλήισας στόμα
χρησμοὺς ἐπέσχον· σοὶ δʼ, ἐπεὶ χρήιζεις μαθεῖν,
λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον.
πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες
Ἀργεῖα καὶ Καδμεῖα μείξαντες μέλη
πικροὺς γόους δώσουσι Θηβαίαι χθονί.
σύ τʼ ὦ τάλαινα συγκατασκάπτηι πόλι,
εἰ μὴ λόγοις τις τοῖς ἐμοῖσι πείσεται.
ἀλλʼ οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲς
πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις
πόλει παρασχεῖν φάρμακον σωτηρίας,
ἄπειμι. χαίρεθʼ· εἷς γὰρ ὢν πολλῶν μέτα
τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω;
Κρέων ἐπίσχες αὐτοῦ, πρέσβυ. Τειρεσίας μὴ ʼπιλαμβάνου.
Κρέων μεῖνον, τί φεύγεις; Τειρεσίας ἡ τύχη σʼ, ἀλλʼ οὐκ ἐγώ.
Κρέων φράσον πολίταις καὶ πόλει σωτηρίαν.
Τειρεσίας βούληι σὺ μέντοι κοὐχὶ βουλήσηι τάχα.
Κρέων καὶ πῶς πατρώιαν γαῖαν οὐ σῶσαι θέλω;
Τειρεσίας θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;
Κρέων ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;
Τειρεσίας
πρῶτον δʼ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,
ποῦ ʼστιν Μενοικεύς, ὅς με δεῦρʼ ἐπήγαγεν;
Κρέων ὅδʼ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.
Τειρεσίας ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.
Κρέων ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται.
Τειρεσίας βούληι παρόντος δῆτά σοι τούτου φράσω;
Κρέων κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.
Τειρεσίας ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν·
σφάξαι Μενοικέα τόνδε δεῖ σʼ ὑπὲρ πάτρας,
σὸν παῖδʼ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς.
Κρέων τί φήις; τίνʼ εἶπας τόνδε μῦθον, ὦ γέρον;
Τειρεσίας ἅπερ πέφηνε, ταῦτα κἀνάγκη σε δρᾶν.
Κρέων ὦ πολλὰ λέξας ἐν βραχεῖ λόγωι κακά.
Τειρεσίας σοί γʼ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια.
Κρέων οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις.
Τειρεσίας ἁνὴρ ὅδʼ οὐκέθʼ αὑτός· ἐκνεύει πάλιν.
Κρέων χαίρων ἴθʼ· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων.
Τειρεσίας ἀπόλωλεν ἁλήθειʼ, ἐπεὶ σὺ δυστυχεῖς;
Κρέων ὦ πρός σε γονάτων καὶ γερασμίου τριχός.
Τειρεσίας τί προσπίτνεις με; δυσφύλακτʼ αἴνει κακά.
Κρέων σίγα· πόλει δὲ τούσδε μὴ λέξηις λόγους.
Τειρεσίας ἀδικεῖν κελεύεις μʼ· οὐ σιωπήσαιμεν ἄν.
Κρέων τί δή με δράσεις; παῖδά μου κατακτενεῖς;
Τειρεσίας ἄλλοις μελήσει ταῦτʼ, ἐμοὶ δʼ εἰρήσεται.
Κρέων ἐκ τοῦ δʼ ἐμοὶ τόδʼ ἦλθε καὶ τέκνωι κακόν;
Τειρεσίας
δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς
ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος,
σφαγέντα φόνιον αἷμα γῆι δοῦναι χοάς,
Κάδμωι παλαιῶν Ἄρεος ἐκ μηνιμάτων,
ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον·
καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθʼ Ἄρη.
χθὼν δʼ ἀντὶ καρποῦ καρπὸν ἀντί θʼ αἵματος
αἷμʼ ἢν λάβηι βρότειον, ἕξετʼ εὐμενῆ
Γῆν, ἥ ποθʼ ἡμῖν χρυσοπήληκα στάχυν
Σπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖν
τοῦδʼ ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.
σὺ δʼ ἐνθάδʼ ἡμῖν λοιπὸς εἶ Σπαρτῶν γένους
ἀκέραιος ἔκ τε μητρὸς ἀρσένων τʼ ἄπο.
οὗτος δὲ πῶλος τῆιδʼ ἀνειμένος πόλει
θανὼν πατρώιαν γαῖαν ἐκσώσειεν ἄν.
πικρὸν δʼ Ἀδράστωι νόστον Ἀργείοισί τε
θήσει, μέλαιναν κῆρʼ ἐπʼ ὄμμασιν βαλών,
κλεινάς τε Θήβας. τοῖνδʼ ἑλοῦ δυοῖν πότμοιν
τὸν ἕτερον· ἢ γὰρ παῖδα σῶσον ἢ πόλιν.
τὰ μὲν παρʼ ἡμῶν πάντʼ ἔχεις· ἡγοῦ, τέκνον,
πρὸς οἶκον. ὅστις δʼ ἐμπύρωι χρῆται τέχνηι
μάταιος· ἢν μὲν πικρὰ σημήνας τύχηι,
ἐχθρὸς καθέστηχʼ οἷς ἂν οἰωνοσκοπῆι·
ψευδῆ δʼ ὑπʼ οἴκτου τοῖσι χρωμένοις λέγων
ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον
χρῆν θεσπιωιδεῖν, ὃς δέδοικεν οὐδένα.
Χορός Κρέον, τί σιγᾶις γῆρυν ἄφθογγον σχάσας;
κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα.
Κρέων τί δʼ ἄν τις εἴποι; δῆλον οἵ γʼ ἐμοὶ λόγοι·
ἐγὼ γὰρ οὔποτʼ ἐς τόδʼ εἶμι συμφορᾶς
ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει.
πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος,
οὐδʼ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν.
μή μʼ εὐλογείτω τἀμά τις κτείνων τέκνα·
αὐτὸς δʼ, ἐν ὡραίωι γὰρ ἕσταμεν βίου,
θνήισκειν ἕτοιμος πατρίδος ἐκλυτήριον.
ἀλλʼ εἷα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν,
ἀκόλαστʼ ἐάσας μάντεων θεσπίσματα,
φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός.
κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία·
ἢν δʼ ὑστερήσηις, οἰχόμεσθα, κατθανῆι.
Μενοικεύς ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων;
Κρέων ὅπου χθονὸς τῆσδʼ ἐκποδὼν μάλιστʼ ἔσηι.
Μενοικεύς οὔκουν σὲ φράζειν εἰκός, ἐκπονεῖν δʼ ἐμέ;
Κρέων Δελφοὺς περάσας ... Μενοικεύς ποῖ με χρή, πάτερ, μολεῖν;
Κρέων Αἰτωλίδʼ ἐς γῆν. Μενοικεύς ἐκ δὲ τῆσδε ποῖ περῶ;
Κρέων Θεσπρωτὸν οὖδας. Μενοικεύς σεμνὰ Δωδώνης βάθρα;
Κρέων ἔγνως. Μενοικεύς τί δὴ τόδʼ ἔρυμά μοι γενήσεται;
Κρέων πόμπιμος ὁ δαίμων. Μενοικεύς χρημάτων δὲ τίς πόρος;
Κρέων ἐγὼ πορεύσω χρυσόν. Μενοικεύς εὖ λέγεις, πάτερ.
χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών,
ἧς πρῶτα μαστὸν εἵλκυσʼ, Ἰοκάστην λέγω,
μητρὸς στερηθεὶς ὀρφανός τʼ ἀποζυγείς,
προσηγορήσας εἶμι καὶ σώσω βίον.
ἀλλʼ εἷα χώρει· μὴ τὸ σὸν κωλυέτω.
γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον,
κλέψας λόγοισιν, ὥσθʼ ἃ βούλομαι τυχεῖν·
ὅς μʼ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης,
καὶ δειλίαι δίδωσι. καὶ συγγνωστὰ μὲν
γέροντι, τοὐμὸν δʼ οὐχὶ συγγνώμην ἔχει,
προδότην γενέσθαι πατρίδος ἥ μʼ ἐγείνατο.
ὡς οὖν ἂν εἰδῆτʼ, εἶμι καὶ σώσω πόλιν
ψυχήν τε δώσω τῆσδʼ ὑπερθανὼν χθονός.
αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροι
κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι
στάντες παρʼ ἀσπίδʼ οὐκ ὀκνήσουσιν θανεῖν,
πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ,
ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς
πόλιν τʼ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς
ἄπειμʼ, ὅπου δʼ ἂν ζῶ κακὸς φανήσομαι;
μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον,
ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ
Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.
ἀλλʼ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων
σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ
δράκοντος, ἔνθʼ ὁ μάντις ἐξηγήσατο,
ἐλευθερώσω γαῖαν. εἴρηται λόγος.
Χορός ἔβας ἔβας
ὦ πτεροῦσσα, Γᾶς λόχευμα
νερτέρου τʼ Ἐχίδνας,
Καδμείων ἁρπαγά,
πολύφθορος πολύστονος
μειξοπάρθενος,
δάιον τέρας,
φοιτάσι πτεροῖς
χαλαῖσί τʼ ὠμοσίτοις·
Διρκαίων ἅ ποτʼ ἐκ
τόπων νέους πεδαίρουσʼ
ἄλυρον ἀμφὶ μοῦσαν,
ὀλομέναν γʼ Ἐρινύν,
ἔφερες ἔφερες ἄχεα πατρίδι
φόνια· φόνιος ἐκ θεῶν
ὃς τάδʼ ἦν ὁ πράξας.
ἰάλεμοι δὲ ματέρων,
ἰάλεμοι δὲ παρθένων
ἐστέναζον οἴκοις·
ἰηϊήιον βοάν,
ἰηϊήιον μέλος
ἄλλος ἄλλοτʼ ἐποτότυζε
διαδοχαῖς ἀνὰ πτόλιν.
βροντᾶι δὲ στεναγμὸς
ἀχά τʼ ἦν ὅμοιος,
ὁπότε πόλεος ἀφανίσειεν
ἁ πτεροῦσσα παρθένος τινʼ ἀνδρῶν.
χρόνωι δʼ ἔβα
Πυθίαις ἀποστολαῖσιν
Οἰδίπους ὁ τλάμων
Θηβαίαν τάνδε γᾶν
τότʼ ἀσμένοις, πάλιν δʼ ἄχη·
ματρὶ γὰρ γάμους
δυσγάμους τάλας
καλλίνικος ὢν
αἰνιγμάτων συνάπτει,
μιαίνει δὲ πτόλιν,
διʼ αἱμάτων δʼ ἀμείβει
μυσαρὸν εἰς ἀγῶνα,
καταβαλὼν ἀραῖσι
τέκεα μέλεος. ἀγάμεθʼ ἀγάμεθʼ,
ὃς ἐπὶ θάνατον οἴχεται
γᾶς ὑπὲρ πατρώιας,
Κρέοντι μὲν λιπὼν γόους,
τὰ δʼ ἑπτάπυργα κλῆιθρα γᾶς
καλλίνικα θήσων.
γενοίμεθʼ ὧδε ματέρες
γενοίμεθʼ εὔτεκνοι, φίλα
Παλλάς, ἃ δράκοντος αἷμα
λιθόβολον κατηργάσω,
Καδμείαν μέριμναν
ὁρμάσασʼ ἐπʼ ἔργον,
ὅθεν ἐπέσυτο τάνδε γαῖαν
ἁρπαγαῖσι δαιμόνων τις ἄτα.
Ἄγγελος ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ;
ἀνοίγετʼ, ἐκπορεύετʼ Ἰοκάστην δόμων.
ὠὴ μάλʼ αὖθις. διὰ μακροῦ μέν, ἀλλʼ ὅμως.
Ἰοκάστη ὦ φίλτατʼ, οὔ που ξυμφορὰν ἥκεις φέρων
Ἐτεοκλέους θανόντος, οὗ παρʼ ἀσπίδα
βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη;
τέθνηκεν ἢ ζῆι παῖς ἐμός; σήμαινέ μοι.
Ἄγγελος ζῆι, μὴ τρέσηις, τοῦδʼ ὥς σʼ ἀπαλλάξω φόβου.
Ἰοκάστη τί δʼ ἑπτάπυργοι—πῶς ἔχουσι; —περιβολαί;
Ἄγγελος ἑστᾶσʼ ἄθραυστοι κοὐκ ἀνήρπασται πόλις.
Ἰοκάστη ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός;
Ἄγγελος ἀκμήν γʼ ἐπʼ αὐτήν· ἀλλʼ ὁ Καδμείων Ἄρης
κρείσσων κατέστη τοῦ Μυκηναίου δορός.
Ἰοκάστη ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι
οἶσθʼ· ὡς μέλει μοι καὶ τόδʼ, εἰ λεύσσει φάος.
Ἄγγελος ζῆι σοι ξυνωρὶς ἐς τόδʼ ἡμέρας τέκνων.
Ἰοκάστη εὐδαιμονοίης. πῶς γὰρ Ἀργεῖον δόρυ
πυλῶν ἀπεστήσασθε πυργηρούμενοι;
λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας
ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσωμένης.
Ἄγγελος ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν
πύργων ἐπʼ ἄκρων στὰς μελάνδετον ξίφος
λαιμῶν διῆκε, τῆιδε γῆι σωτηρίαν,
λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας
πύλας ἐφʼ ἑπτά, φύλακας Ἀργείου δορός,
σὸς παῖς, ἐφέδρους δʼ ἱππότας μὲν ἱππόταις
ἔταξʼ, ὁπλίτας δʼ ἀσπιδηφόροις ἔπι,
ὡς τῶι νοσοῦντι τειχέων εἴη δορὸς
ἀλκὴ διʼ ὀλίγου. περγάμων δʼ ἀπʼ ὀρθίων
λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν
Τευμησσὸν ἐκλιπόντα καὶ τάφρου πέλας.
παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ
ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.
καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις
ἐμαρνάμεσθα σφενδόναις θʼ ἑκηβόλοις
πέτρων τʼ ἀραγμοῖς· ὡς δʼ ἐνικῶμεν μάχηι,
ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος·
Ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς,
τί μέλλετʼ ἄρδην πάντες ἐμπίπτειν πύλαις,
γυμνῆτες ἱππῆς ἁρμάτων τʼ ἐπιστάται;
ἠχῆς δʼ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν·
πολλοὶ δʼ ἔπιπτον κρᾶτας αἱματούμενοι,
ἡμῶν τʼ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων
πυκνοὺς κυβιστητῆρας ἐκνενευκότας·
ξηρὰν δʼ ἔδευον γαῖαν αἵματος ῥοαῖς.
ὁ δʼ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος
τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾶι
πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν·
ἀλλʼ ἔσχε μαργῶντʼ αὐτὸν ἐναλίου θεοῦ
Περικλύμενος παῖς, λᾶαν ἐμβαλὼν κάραι
ἁμαξοπληθῆ, γεῖσʼ ἐπάλξεων ἄπο·
ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς
ἔρρηξεν ὀστέων, ἄρτι δʼ οἰνωπὸν γένυν
καθηιμάτωσεν· οὐδʼ ἀποίσεται βίον
τῆι καλλιτόξωι μητρὶ Μαινάλου κόρηι.
ἐπεὶ δὲ τάσδʼ ἐσεῖδεν εὐτυχεῖς πάλας,
ἄλλας ἐπήιει παῖς σός, εἱπόμην δʼ ἐγώ.
ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς
Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα
πύργων ἀκοντίζοντας, ὥστʼ ἐπάλξεων
λιπεῖν ἐρίπνας φύλακας· ἀλλά νιν πάλιν
κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται,
πύργοις δʼ ἐπέστησʼ αὖθις. ἐς δʼ ἄλλας πύλας
ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν.
Καπανεὺς δὲ πῶς εἴποιμʼ ἂν ὡς ἐμαίνετο;
μακραύχενος γὰρ κλίμακος προσαμβάσεις
ἔχων ἐχώρει, καὶ τοσόνδʼ ἐκόμπασεν,
μηδʼ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς
τὸ μὴ οὐ κατʼ ἄκρων περγάμων ἑλεῖν πόλιν.
καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πετρούμενος
ἀνεῖρφʼ ὑπʼ αὐτὴν ἀσπίδʼ εἱλίξας δέμας,
κλίμακος ἀμείβων ξέστʼ ἐνηλάτων βάθρα.
ἤδη δʼ ὑπερβαίνοντα γεῖσα τειχέων
βάλλει κεραυνῶι Ζεύς νιν· ἐκτύπησε δὲ
χθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκων
εἱλίσσετʼ, ἐς γῆν δʼ ἔμπυρος πίπτει νεκρός.
ὡς δʼ εἶδʼ Ἄδραστος Ζῆνα πολέμιον στρατῶι,
ἔξω τάφρου καθεῖσεν Ἀργείων στρατόν.
οἱ δʼ αὖ παρʼ ἡμῶν δεξιὸν Διὸς τέρας
ἰδόντες ἐξήλαυνον, ἁρμάτων ὄχοι
ἱππῆς ὁπλῖται, κἀς μέσʼ Ἀργείων ὅπλα
ξυνῆψαν ἔγχη· πάντα δʼ ἦν ὁμοῦ κακά·
ἔθρωισκον ἐξέπιπτον ἀντύγων ἄπο,
τροχοί τʼ ἐπήδων ἄξονές τʼ ἐπʼ ἄξοσιν
νεκροί τε νεκροῖς ἐξεσωρεύονθʼ ὁμοῦ.
πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς
ἐς τὴν παροῦσαν ἡμέραν· εἰ δʼ εὐτυχὴς
ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει.
Ἰοκάστη καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει·
παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ.
Κρέων δʼ ἔοικε τῶν ἐμῶν νυμφευμάτων
τῶν τʼ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν,
παιδὸς στερηθείς, τῆι πόλει μὲν εὐτυχῶς,
ἰδίαι δὲ λυπρῶς. ἀλλʼ ἄνελθέ μοι πάλιν,
τί τἀπὶ τούτοις παῖδʼ ἐμὼ δρασείετον.
Ἄγγελος ἔα τὰ λοιπά· δεῦρʼ ἀεὶ γὰρ εὐτυχεῖς.
Ἰοκάστη τοῦτʼ εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον.
Ἄγγελος μεῖζόν τι χρήιζεις παῖδας ἢ σεσωμένους;
Ἰοκάστη καὶ τἀπίλοιπά γʼ εἰ καλῶς πράσσω κλυεῖν.
Ἄγγελος μέθες μʼ· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν.
Ἰοκάστη κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότωι.
Ἄγγελος οὐκ ἄν γε λέξαιμʼ ἐπʼ ἀγαθοῖσί σοι κακά.
Ἰοκάστη ἢν μή γε φεύγων ἐκφύγηις πρὸς αἰθέρα.
Ἄγγελος αἰαῖ· τί μʼ οὐκ εἴασας ἐξ εὐαγγέλου
φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά;
τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα
αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ.
ἀλλʼ, εἴ τινʼ ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους
ἢ φίλτρʼ ἐπωιδῶν, στεῖχʼ, ἐρήτυσον τέκνα
δεινῆς ἁμίλλης· ὡς ὁ κίνδυνος μέγας.
Ἰοκάστη ὦ τέκνον ἔξελθʼ Ἀντιγόνη δόμων πάρος.
Ἀντιγόνη τίνʼ, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν
φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος;
Ἰοκάστη ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος.
Ἀντιγόνη πῶς εἶπας; Ἰοκάστη αἰχμὴν ἐς μίαν καθέστατον.
Ἀντιγόνη οἲ ʼγώ, τί λέξεις, μῆτερ; Ἰοκάστη οὐ φίλʼ, ἀλλʼ ἕπου.
Ἀντιγόνη ποῖ, παρθενῶνας ἐκλιποῦσʼ; Ἰοκάστη ἀνὰ στρατόν.
Ἀντιγόνη αἰδούμεθʼ ὄχλον. Ἰοκάστη οὐκ ἐν αἰσχύνηι τὰ σά.
Ἀντιγόνη δράσω δὲ δὴ τί; Ἰοκάστη συγγόνων λύσεις ἔριν.
Ἀντιγόνη τί δρῶσα, μῆτερ; Ἰοκάστη προσπίτνουσʼ ἐμοῦ μέτα.
ἡγοῦ σὺ πρὸς μεταίχμιʼ· οὐ μελλητέον.
ἔπειγʼ ἔπειγε, θύγατερ· ὡς, ἢν μὲν φθάσω
παῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος·
θανοῦσι δʼ αὐτοῖς συνθανοῦσα κείσομαι.
Χορός αἰαῖ αἰαῖ, τρομερὰν φρίκαι
τρομερὰν φρένʼ ἔχω· διὰ σάρκα δʼ ἐμὰν
ἔλεος ἔλεος ἔμολε μα-
τέρος δειλαίας.
δίδυμα τέκεα πότερος ἄρα
πότερον αἱμάξει—
ἰώ μοι πόνων, ἰὼ Ζεῦ, ἰὼ Γᾶ—
ὁμογενῆ δέραν, ὁμογενῆ ψυχὰν
διʼ ἀσπίδων, διʼ αἱμάτων;
τάλαινʼ ἐγὼ τάλαινα,
πότερον ἄρα νέκυν ὀλόμενον ἀχήσω;
φεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες,
φόνιαι ψυχαὶ δορὶ παλλομένωι
πέσεα πέσεα δάϊʼ αὐ-
τίχʼ αἱμάξετον.
τάλανες, ὅτι ποτὲ μονομάχον
ἐπὶ φρένʼ ἠλθέτην.
βοᾶι βαρβάρωι στενακτὰν ἰαχὰν
μελομέναν νεκροῖς δάκρυσι θρηνήσω.
σχεδὸν τύχα, πέλας φόνος·
κρινεῖ ξίφος τὸ μέλλον.
πότμος ἄποτμος ὁ φόνος ἕνεκʼ Ἐρινύων.
Ἄγγελος Β ὦ τάλας ἐγώ, τίνʼ εἴπω μῦθον ἢ τίνας γόους;
Χορός οἰχόμεσθʼ· οὐκ εὐπροσώποις φροιμίοις ἄρχηι λόγου.
Ἄγγελος ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά.
Χορός πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος
ἀρᾶς τʼ ἀγώνισμʼ Οἰδίπου; σήμαινέ μοι.
Ἄγγελος τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς
οἶσθʼ· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί.
ἐπεὶ δὲ χαλκέοις σῶμʼ ἐκοσμήσανθʼ ὅπλοις
οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι,
ἔστησαν ἐλθόντʼ ἐς μέσον μεταίχμιον
ὡς εἰς ἀγῶνα μονομάχου τʼ ἀλκὴν δορός.
βλέψας δʼ ἐς Ἄργος ἧκε Πολυνείκης ἀράς·
Ὦ πότνιʼ Ἥρα, σὸς γάρ εἰμʼ, ἐπεὶ γάμοις
ἔζευξʼ Ἀδράστου παῖδα καὶ ναίω χθόνα,
δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δʼ ἐμὴν
καθαιματῶσαι δεξιὰν νικηφόρον.
Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος
βλέψας πρὸς οἶκον ηὔξατʼ· Ὦ Διὸς κόρη,
δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς
ἐς στέρνʼ ἀδελφοῦ τῆσδʼ ἀπʼ ὠλένης βαλεῖν.
ἐπεὶ δʼ ἀνήφθη πυρσὸς ὣς Τυρσηνικῆς
σάλπιγγος ἠχή, σῆμα φοινίου μάχης,
ἦιξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι.
κάπροι δʼ ὅπως θήγοντες ἀγρίαν γένυν
ξυνῆψαν, ἀφρῶι διάβροχοι γενειάδας.
ἦισσον δὲ λόγχαις· ἀλλʼ ὑφίζανον κύκλοις,
ὅπως σίδηρος ἐξολισθάνοι μάτην.
εἰ δʼ ὄμμʼ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι,
λόγχην ἐνώμα στόματι προφθῆναι θέλων·
ἀλλʼ εὖ προσῆγον ἀσπίδων κερχνώμασιν
ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ.
Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον
ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος
τίθησι· Πολυνείκης δʼ ἀπήντησεν δορί,
πληγὴν σιδήρωι παραδοθεῖσαν εἰσιδών,
κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ·
στρατὸς δʼ ἀνηλάλαξε Δαναϊδῶν ἅπας.
κἀν τῶιδε μόχθωι γυμνὸν ὦμον εἰσιδὼν
ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίαι
διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς
Κάδμου πολίταις, ἀπὸ δʼ ἔθραυσʼ ἄκρον δόρυ.
ἐς δʼ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν
χωρεῖ, λαβὼν δʼ ἀφῆκε μάρμαρον πέτρον,
μέσον δʼ ἄκοντʼ ἔθραυσεν· ἐξ ἴσου δʼ Ἄρης
ἦν, κάμακος ἀμφοῖν χεῖρʼ ἀπεστερημένοιν.
ἐνθένδε κώπας ἁρπάσαντε φασγάνων
ἐς ταὐτὸν ἧκον, συμβαλόντε δʼ ἀσπίδας
πολὺν ταραγμὸν ἀμφιβάντʼ εἶχον μάχης.
καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν
ἐσήγαγεν σόφισμʼ ὁμιλίαι χθονός·
ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου,
λαιὸν μὲν ἐς τοὔπισθεν ἀναφέρει πόδα,
πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος,
προβὰς δὲ κῶλον δεξιὸν διʼ ὀμφαλοῦ
καθῆκεν ἔγχος σφονδύλοις τʼ ἐνήρμοσεν.
ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας
σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει.
ὁ δʼ, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχηι,
ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν,
τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ.
ὃ καί νιν ἔσφηλʼ· ἔτι γὰρ ἐμπνέων βραχύ,
σώιζων σίδηρον ἐν λυγρῶι πεσήματι,
μόλις μέν, ἐξέτεινε δʼ εἰς ἧπαρ ξίφος
Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών.
γαῖαν δʼ ὀδὰξ ἑλόντες ἀλλήλοιν πέλας
πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος.
Χορός φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σʼ ὅσον στένω·
τὰς σὰς δʼ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός.
Ἄγγελος ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά.
ἐπεὶ τέκνω πεσόντʼ ἐλειπέτην βίον,
ἐν τῶιδε μήτηρ ἡ τάλαινα προσπίτνει.
τετρωμένους δʼ ἰδοῦσα καιρίους σφαγὰς
ὤιμωξεν· Ὦ τέκνʼ, ὑστέρα βοηδρόμος
πάρειμι. προσπίτνουσα δʼ ἐν μέρει τέκνα
ἔκλαιʼ, ἐθρήνει τὸν πολὺν μαστῶν πόνον
στένουσʼ, ἀδελφή θʼ ἡ παρασπίζουσʼ ὁμοῦ·
Ὦ γηροβοσκὼ μητρός—Ὦ γάμους ἐμοὺς
προδόντʼ ἀδελφὼ φιλτάτω. στέρνων δʼ ἄπο
φύσημʼ ἀνεὶς δύστλητον Ἐτεοκλῆς ἄναξ
ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα
φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δʼ ἄπο
προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα.
ὁ δʼ ἦν ἔτʼ ἔμπνους, πρὸς κασιγνήτην δʼ ἰδὼν
γραῖάν τε μητέρʼ εἶπε Πολυνείκης τάδε·
Ἀπωλόμεσθα, μῆτερ· οἰκτίρω δέ σε
καὶ τήνδʼ ἀδελφὴν καὶ κασίγνητον νεκρόν·
φίλος γὰρ ἐχθρὸς ἐγένετʼ, ἀλλʼ ὅμως φίλος.
θάψον δέ μʼ, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε,
ἐν γῆι πατρώιαι, καὶ πόλιν θυμουμένην
παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω
χθονὸς πατρώιας, κεἰ δόμους ἀπώλεσα.
ξυνάρμοσον δὲ βλέφαρά μου τῆι σῆι χερί,
μῆτερ—τίθησι δʼ αὐτὸς ὀμμάτων ἔπι—
καὶ χαίρετʼ· ἤδη γάρ με περιβάλλει σκότος.
ἄμφω δʼ ἅμʼ ἐξέπνευσαν ἄθλιον βίον.
μήτηρ δʼ, ὅπως ἐσεῖδε τήνδε συμφοράν,
ὑπερπαθήσασʼ ἥρπασʼ ἐκ νεκρῶν ξίφος
κἄπραξε δεινά· διὰ μέσου γὰρ αὐχένος
ὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοις
θανοῦσα κεῖται περιβαλοῦσʼ ἀμφοῖν χέρας.
ἀνῆιξε δʼ ὀρθὸς λαὸς εἰς ἔριν λόγων,
ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν,
οἱ δʼ ὡς ἐκεῖνον· ἦν δʼ ἔρις στρατηλάταις.
οἱ δʼ εἰς ὅπλʼ ἦισσον· εὖ δέ πως προμηθίαι
καθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι,
κἄφθημεν οὔπω τεύχεσιν πεφαργμένον
Ἀργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν.
κοὐδεὶς ὑπέστη, πεδία δʼ ἐξεπίμπλασαν
φεύγοντες, ἔρρει δʼ αἷμα μυρίον νεκρῶν
λόγχαις πιτνόντων. ὡς δʼ ἐνικῶμεν μάχηι,
οἱ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας,
οἱ δʼ ἀσπίδας συλῶντες Ἀργείων νεκρῶν
σκυλεύματʼ εἴσω τειχέων ἐπέμπομεν.
ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτα
νεκροὺς φέρουσιν ἐνθάδʼ οἰκτίσαι φίλοις.
πόλει δʼ ἀγῶνες οἱ μὲν εὐτυχέστατοι
τῆιδʼ ἐξέβησαν, οἱ δὲ δυστυχέστατοι.
Χορός οὐκ εἰς ἀκοὰς ἔτι δυστυχία
δώματος ἥκει· παρὰ γὰρ λεύσσειν
πτώματα νεκρῶν τρισσῶν ἤδη
τάδε πρὸς μελάθροις κοινῶι θανάτωι
σκοτίαν αἰῶνα λαχόντων.
Ἀντιγόνη οὐ προκαλυπτομένα βοτρυώδεος ἁβρὰ παρῆιδος
οὐδʼ ὑπὸ παρθενίας τὸν ὑπὸ βλεφά-
ροις φοίνικʼ, ἐρύθημα προσώπου,
αἰδομένα φέρομαι βάκχα νεκύ-
ων, κράδεμνα δικοῦσα κόμας ἀπʼ ἐ-
μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν,
ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι.
ὦ Πολύνεικες, ἔφυς ἄρʼ ἐπώνυμος. ὤμοι Θῆβαι.
σὰ δʼ ἔρις—οὐκ ἔρις ἀλλὰ φόνωι φόνος—
Οἰδιπόδα δόμον
ὤλεσε κρανθεῖσʼ αἵματι δεινῶι,
αἵματι λυγρῶι.
τίνα προσωιδὸν
ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ
δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος,
ἀγκαλέσωμαι,
τρισσὰ φέρουσα τάδε σώματα σύγγονα,
ματέρα καὶ τέκνα, χάρματʼ Ἐρινύος;
ἃ δόμον Οἰδιπόδα πρόπαρ ὤλεσε,
τᾶς ἀγρίας ὅτε
δυσξύνετον ξυνετὸς μέλος ἔγνω
Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας.
ἰώ μοί μοι·
τίς Ἑλλὰς ἢ βάρβαρος ἢ
τῶν προπάροιθʼ εὐγενετᾶν
ἕτερος ἔτλα κακῶν τοσῶνδʼ
αἵματος ἁμερίου
τοιάδʼ ἄχεα φανερά,
τάλαινʼ ὡς ἐλελίζει;
τίς ἄρʼ ὄρνις δρυὸς ἢ
ἐλάτας ἀκροκόμοις ἂμ πετάλοις
μονομάτορσιν ὀδυρμοῖς
ἐμοῖς ἄχεσι συνωιδός;
αἴλινον αἰάγμασιν ἃ τούσδε προκλαί-
ω μονάδʼ αἰῶνα διάξουσα τὸν αἰ-
εὶ χρόνον ἐν λειβομένοισιν δάκρυσιν.
τίνʼ ἐπὶ πρῶτον ἀπὸ χαίτας σπαραγ-
μοῖς ἀπαρχὰς βάλω;
ματρὸς ἐμᾶς ἢ διδύμοις
ἀγαλάκτοις παρὰ μαστοῖς
ἢ πρὸς ἀδελφῶν
οὐλόμενʼ ἀικίσματα νεκρῶν;
ὀτοτοτοῖ, λεῖπε σοὺς
δόμους, ἀλαὸν ὄμμα φέρων,
πάτερ γεραιέ, δεῖξον,
Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἔτι
δώμασιν ἀέριον σκότον ὄμμασι
σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν.
κλύεις, ὦ κατʼ αὐλὰν ἀλαίνων γεραιὸν
πόδʼ ἢ δεμνίοις
δύστανος ἰαύων;
Οἰδίπους τί μʼ, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ
ποδὸς ἐξάγαγες ἐς φῶς
λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ-
τροτάτοισιν δακρύοισιν,
πολιὸν αἰθεροφαὲς εἴδωλον ἢ
νέκυν ἔνερθεν ἢ
πτανὸν ὄνειρον;
Ἀντιγόνη δυστυχὲς ἀγγελίας ἔπος εἴσηι,
πάτερ· οὐκέτι σοι τέκνα λεύσσει
φάος οὐδʼ ἄλοχος, παραβάκτροις
ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει,
ὦ πάτερ, ὤμοι.
Οἰδίπους ὤμοι ἐγὼ παθέων· πάρα γὰρ στενάχειν τάδʼ ἀυτεῖν.
τρισσαὶ ψυχαὶ ποίαι μοίραι
πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα.
Ἀντιγόνη οὐκ ἐπʼ ὀνείδεσιν οὐδʼ ἐπιχάρμασιν
ἀλλʼ ὀδύναισι λέγω· σὸς ἀλάστωρ
ξίφεσιν βρίθων
καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς,
ὦ πάτερ, ὤμοι.
Οἰδίπους αἰαῖ. Ἀντιγόνη τί τόδε καταστένεις;
Οἰδίπους τέκνα. Ἀντιγόνη διʼ ὀδύνας ἔβας·
εἰ δὲ τέθριππά γʼ ἔθʼ ἅρματα λεύσσων
ἀελίου τάδε σώματα νεκρῶν
ὄμματος αὐγαῖς σαῖς ἐπενώμας;
Οἰδίπους τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν·
ἁ δὲ τάλαινʼ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίραι;
Ἀντιγόνη δάκρυα γοερὰ
φανερὰ πᾶσι τιθεμένα,
τέκεσι μαστὸν ἔφερεν ἔφερεν
ἱκέτις ἱκέτιν ὀρομένα.
χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω
σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσʼ ἀμφὶ νεκροῖσιν.
πάντα δʼ ἐν ἄματι τῶιδε συνάγαγεν,
ὦ πάτερ, ἁμετέροισιν ἄχη
μελάθροις θεὸς ὃς τάδʼ ἐκτελευτᾶι.