eul_wid: pmi-ae
ἘπιγράμματαEpigrams
Fronto the Rhetorician Epigrams PDF
| 12.174.(p1) | ΦΡΟΝΤΩΝΟΣ Μέχρι τίνος πολεμεῖς μ’, ὦ φίλτατε Κῦρε; τί ποιεῖς; τὸν σὸν Καμβύσην οὐκ ἐλεεῖς; λέγε μοι. μὴ γίνου Μῆδος· Σάκας γὰρ ἔσῃ μετὰ μικρόν, καί σε ποιήσουσιν αἱ τρίχες Ἀστυάγην. |
| 12.233.(p1) | ΦΡΟΝΤΩΝΟΣ Τὴν ἀκμὴν „Θησαυρὸν“ ἔχειν, κωμῳδέ, νομίζεις οὐκ εἰδὼς αὐτὴν „Φάσματοσ“ ὀξυτέρην. ποιήσει ς’ ὁ χρόνος „Μισούμενον“, εἶτα „Γεωργόν“, καὶ τότε μαστεύσεις τὴν „Περικειρομένην“. |