Ἐννέπετε, Κρονίδαο Διὸς μεγάλοιο θύγατρες
ἔστι τις ἠνεμόεις ὀλίγος λόφος …
οὕνεκά οἱ Κρονίδης ὅστε μέγα πᾶσιν ἀνάσσει
ἄντρον ἐνὶ σκιόεν τευμήσατο, τόφρα κεν εἴη
Φοίνικος κούρη κεκυθημένη, ὥς ῥά ἑ μή τις
μηδὲ θεῶν ἄλλος γε παρὲξ φράσσαιτό κεν αὐτοῦ
Τευμησόνδε
ἀρπεδόεσσα δʼ ἐλαυνέμεναι καὶ πρόχνυ τέτυκται
Τύδης τʼ Οἰνείδης …
τὸν καὶ φωνήσας προσέφης, Οἰνήιε Τύδη
σφωιτέρην οἰζύν
ἀσπασίως τέ σφωʼ ἄγεν οἴκαδε …
… οἷοι ἔσαν βασιλεύτορες Αἰγιαλήων
Ἄιδον δέ
… τὸ καί σφω γείνατο μήτηρ
ἄλλοι δὲ κρητῆρα πανάργυρον ἠδὲ δέπαστρα
οἰσόντων χρύσεια, τά τʼ ἐν μεγάροισιν ἐμοῖσι
κείαται
πάντα μάλʼ, ὅσσʼ Ἄδρηστος ἐποιχομένους ἐκέλευσε
ῥεξέμεν· ἐν μὲν ὕδωρ, ἐν δʼ ἀσκηθὲς μέλι χεῦαν
ἀργυρέωι κρητῆρι, περιφραδέως κερόωντες·
νώμησαν δὲ δέπαστρα θοῶς βασιλεῦσιν Ἀχαιῶν
ἐνσχερὼ ἑστηῶσι, καὶ ἐς λοιβὴν χέον εἶθαρ
χρυσείηι προχόωι
κήρυκʼ ἀθανάτοισι φέρειν μέλανος οἴνοιο
ἀσκὸν ἐνίπλειον κελέβειόν θʼ ὅττι φέριστον
οἷσιν ἐνὶ μεγάροις κεῖται μέλιτος πεπληθός
πᾶσιν δʼ ἡγεμόνεσσιν ἐποιχόμενοι κήρυκες
χρύσεα καλὰ κύπελλα τετυγμένα νωμήσαντο.
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθὲς κελέβειον
ἔμπλειον μέλιτος, τὸ ῥά οἱ προφερέστερον εἴη
… ἀτὰρ ἀμφίθετον κελέβειον ἑλόντες
ἔμπλειον μέλιτος, τὸ ῥά οἱ προφερέστερον ἦεν
… πλῆσεν δʼ ἄρʼ ἐπιστέψασα δέπαστρον
ὡς ἐπαπειλήτην ὥσπερ Καυκωνίδα Δύμην
ἐπραθέτην παίδεσσιν Ἐπειῶν ἀρχεύοντες
ἐν δέ νυ τοῖσι μάλα πρόφρων ἐπίκουρος ἀμορβέων
ὡμίλησʼ, εἵως διεπέρσατε Δύμιον ἄστυ.
θέρεος σταθεροῖο
Ἄδρηστος Ταλαῶʼ υἱὸς Κρηθηιάδαο
πρώτιστος Δαναῶν εὐαινέτω ἤλασεν ἵππω
Καιρόν τε κραιπνὸν καὶ Ἀρίονα Θελπουσαῖον
τόν ῥά τʼ Ἀπόλλωνος σχεδὸν ἄλσεος Ὀγκαίοιο
αὐτὴ Γαῖʼ ἀνέδωκε, σέβας θνητοῖσιν ἰδέσθαι.
ὅς ῥα τότʼ Ἀδρήστωι τριτάτωι δέδμηθʼ ὑπʼ ἄνακτι
ἐγγύθι δὲ προχοαὶ ποταμοῦ Λάδωνος ἔασιν
Δήμητρος τόθι φασὶν Ἐρινύος εἶναι ἔδεθλον
πατρί τε κυανοχαῖτα Ποσειδάωνι πεποιθώς
Δεῖμός τʼ ἠδὲ Φόβος, πόδας αἰνετώ, υἷε Θυέλλης
τὼ δʼ αὖτʼ ἀμφὶ κονισάλεον πεπονήατο δίφρον
φλοίουσαν ὀπώραις
λαῶν οἷσιν ἄνασσον ἐκαρτύναντο φάλαγγας
ὥς ῥα τότʼ Ἀργείων κολώιει στρατός …
λέχρις δὲ δρεπάνωι τέμνων ἄπο μήδεα πατρός
Οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο.
γηγενέας τε θεοὺς προτερηγενέας τε Τιτῆνας
Ἡφαίστου φλογὶ εἴκελον, ἥν ῥα τιτύσκει
δαίμων ἀκροτάτηις ὄρεος κορυφῆισι Μοσύχλου
οὐδʼ ἔτι δηρόν
θυμὸν ἀναπνείων χολάδας δέρτροισι καλύψεις.
πωρητὺν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος
θέντο
βοῦς ὀστρίμου ἐξήλασσεν.
ἔδρακε νῶε μολοῦσα
αὐτίκα δʼ ἠθείοισιν ἀναπτύσσων φάτο μῦθον
ἔστι δέ τις Νέμεσις μεγάλη θεός, ἣ τάδε πάντα
πρὸς μακάρων ἔλαχεν· βωμὸν δέ οἱ εἵσατο πρῶτος
Ἄδρηστος ποταμοῖο παρὰ ῥόον Αἰσήποιο,
ἔνθα τετίμηταί τε καὶ Ἀδρήστεια καλεῖται.
σφωίτερον μῦθον
ἐν δʼ ἱστὸν θῆκεν, λαίφεσι δὲ λινέοις
οὖσα ἐτίθει παντοῖα θεά, πόδας ἠδὲ κάλωας,
ἐν δʼ ὑπέρας στρεπτὰς ὅπλα τε πάντα νεώς.
τότε δὴ χρυσέωι ἐν δέπαϊ
Ἠέλιον πόμπευεν ἀγακλυμένη Ἐρύθεια.
ἔνθα Καβαρνους θῆκεν ἀγακλέας ὀργειῶνας.
εἶπε δὲ φωνήσας· Πόλυβε, θρεπτήρια τάσδε
ἵππους τοι δώσω δυσμενέων ἐλάσας.
ἠύτε τις καύηξ δύπτηι
ἁλμυρὸν ἐς πέλαγος
φεύγοντας γαίης ἔκτοθι Δωτιάδος
οἷον τῶν μεγάλων ἕρκτορές εἰσι κακῶν
ΔΕΛΤΟΙ
ἐλθὼν Εὐλεῖος πηγὰς ἔπι δινήεντος
ΑΡΤΕΜΙΣ
ΙΑΧΙΝΗ
τοὶ δʼ ἄρα οἱ ἀβολήτορες ἄνδρες ἔασιν
Ἴδεώ θʼ ὃς κάρτιστος ἐπιχθονίων ἦν ἀνδρῶν
Ἴδαντος κούρη
τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Διομήδης.
καὶ ἀσταχύων τέμνου …
ῥίμφα δʼ ἀπʼ ἠπείροιο μελαίνης ὑψόσʼ ἀερθείς
Πηλείδης ἀνόρουσεν ἐλαφρῶς ἠύτε κίρκος·
τοῦ δʼ ἔμπροσθε ποδῶν κρήνη γένετʼ ἀενάουσα.
κισσοῦ τε κλυμένοιο καὶ ἀμπελίνης
πολλὰ δὲ μῆλα, τά περ ἀφνήμονας ἄνδρας
ἀφνειέστατος ἔσκεν
κοίας ἐκ χειρῶν σκόπελον μέτα ῥιπτάζουσι.
μεμυζότε μυδαλέω τε
πάντες δʼ ἐν χείρεσσι καλαύροπας οὐατοέσσας
εἷλον
Τήνου τʼ ὀφιοέσσης
ἐπεί ῥά οἱ ἥδυμος ἐλθών
Δήμητρός τοι Ἐλευσινίης ἱερὴ ὄψ
Ἄιδος ἐκπρολιποῦσα θοὸν δόμον
καδδε Πύδην τε ῥέοντα
Πύδητος κούρη τηλεκλειτοῦ ποταμοῖο
λαχμὸν δʼ οὐ δείδιεν ἵππων.
οἱ δὲ πάροιθε πόνοιο νενεύκασιν ἄλλος ἐπʼ ἄλλωι
τοῖσιν δʼ ὑλήεντα διὰ πλόον ἐρχομένοισιν
τό ῥά οἱ ἀγχιλεχὲς κρέματο περὶ πάσσαλον αἰεί
ὡς εἴ τε κλόνιος τεθορυίης σφονδυλίων ἔξ
ἐν δʼ ἀδόροισι χέειν εὐήλατον ἄλφι
εὐνείκεστα δʼ ἔσαν λόγια
μετὰ δʼ εὐνεικὲς κρῖνον
… ληχμὸν δʼ ἐμπάζεσθαι ἀλεείνων
ἀμορφύνειν ἐθέλωσιν
λῖες μέν τοι λίεσσι
οὐδὲ σπιδόθεν προνοῆσαι
ἀνακυπῶσαι
Γαιηίδα Φοίβην
ἑανηφόρος
φόλυες κύνες
ἀεὶ φάρεος χατεύουσιν ἔχων
η οἰκέτην θέσκε κάρηαρ
φὴ γέρον οἶσον
ἀκαχύνω.
ἀκαχυνέμεν
ἄργειτε
τερέντερον
Τίπτε, μόθων ἄτλητος, Ἐνυαλίοιο λέλογχας,
Κύπρι; τίς ὁ ψεύστας στυγνὰ καθᾶψε μάτην
ἔντεα; σοὶ γὰρ Ἔρωτες ἐφίμεροι ἅ τε κατʼ εὐνάν
τέρψις καὶ κροτάλων θηλυμανεῖς ὄτοβοι.
δούρατα δʼ αἱματόεντα κάθες· Τριτωνίδι δίαι
ταῦτα· σὺ δʼ εὐχαίταν εἰς Ὑμέναιον ἴθι.
[ ] .[.].α[..]α̣λ̣.[.].[
[–⏑⏑ –⏑⏑ ] ἥ τε καὶ ἐς Ταλαῶο δ[ ⏑ –⏑
[–⏑⏑ – Στ]ύμφηλον ἀποπρολ[ιποῦσα ⏑ –⏑
[ ἧι ἔνι ναιετ]άασκε· πάροιθε δέ ὁι̣[ ⏑⏑ –⏑
[–⏑⏑ –⏑⏑ ]σων ἀλαβώδεος ε̣νδο̣[ ⏑ –⏑
[–⏑⏑ – ..]η ἡ μήτηρ θάλαμον δὲ μο̣[λοῦσα
[–⏑⏑ –⏑⏑ ]ητι̣ καταδράθοι ὡς τὸ πά̣[ρος περ
[–⏑⏑ –⏑⏑ ]αι̣σι πελέσκετο ἔργου ον̣[ –⏑
Ἄδραστον δὲ μόνον ἵππος διέσωσεν Ἀρίων
ἔστιν μοι Μάγνης ἐννεάμυκλος ὄνος
οἱ δὲ τὸν αἰνοτάλαντα κατέστεψαν
αἰνοδρυφὴς δὲ τάλαινα τεοῦ κάτα τυμβοχόησα
ἢ ὕκην ἢ ἵππον ἢ ὃν κίχλην καλέουσιν
πιπὼ παιπαλέη τῆι τε πτερὰ … ασι
[ ]εφανη.[
[ ]π̣τερὰ ἠιωροῦντο .[
[ ] ἐνεσείσατο δέ σφιν
δε [...].α̣.[