eul_wid: cbm-at

Φαέθων
Phaethon

Euripides Phaethon PDF

t ΦΑΕΘΩΝ
1 Μέροπι τῆσδ’ ἄνακτι γῆς, ἣν ἐκ τεθρίππων ἁρμάτων πρώτην χθόνα Ἥλιος ἀνίσχων χρυσέαι βάλλει φλογί. καλοῦσι δ’ αὐτὴν γείτονες μελάμβροτοι
5 Ἕω φαεννὰς Ἡλίου θ’ ἱπποστάσεις. . . .
6 θερμὴ δ’ ἄνακτος φλὸξ ὑπερτέλλουσα γῆς . . . . . . . .
7 καίει τὰ πόρσω τἀγγύθεν δ’ εὔκρατ’ ἔχει. . . .
8 αγ̣α̣ς̣ θεῶν κ̣πέμπων πατήρ ⁚
10 εις λ̣έ̣χο̣ς̣ . α̣ιλ̣οσε̣υς̣ .... α̣ . α̣ς̣ ... ₍ . ₎ ω̣ν̣ λ̣έχη ⁚ ν̣ο̣σ̣μ̣ε̣ν̣η̣ι̣
15 ε̣γω̣ .... ₍ . ₎₍ . ₎
unknown νονθ’ ὁρῶ ω̣μ̣ενο̣ν ⁚ ₍ ...... ₎ μ̣ηλίους
20 δ̣εν πατρί ...... ₍ . ₎ ν . ₍ . ₎ πατήρ ⁚ ε̣υ̣π̣εφ̣υς̣ η̣ θ̣ε̣ᾶ̣ς̣ λέχη
25 ἀ̣εὶ λέγ̣εις̣ ν̣ θ̣ε̣ο̣ύς̣ λ̣π̣ίσιν̣ ... ₍ . ₎ ερον ε̣λ̣η̣μ̣ε̣θ̣α̣
30 .. υ̣γμ̣αι̣ φι̣λ̣ε̣ῖ̣ α̣τ̣η̣ς̣ γ̣ά̣μοι . ευσα . ε̣ ₍ . ₎ ω̣ ς̣ . α̣ι̣ π̣ι̣κ̣ρ̣α̣ι̣ . ω̣μ̣ε̣νο̣υ ₍ . ₎
35 θων̣ ὅτου .... φυ̣ . ⁚ ₍ ...... ₎ ν̣έπουσά μοι λησ̣ω πατρός
40 ₍ ...... ₎ . ο̣ν̣ φίλον ⁚ ὰ φίλτατα· ε̣υ̣δ̣η̣ . ι̣θ̣ε̣ις̣
unknown ο̣τ̣α̣ν φαν .
45 (desunt versus quattuor)
45 μνησθεὶς ὅ μοί ποτ’ εἶφ’ ὅτ’ ηὐνάσθη θεὸς αἰτοῦ τί χρήιζεις ἕν· πέρα γὰρ οὐ θέμις λαβεῖν σε· κἂν μὲν τυγχάνηις 〈ὅπερ θέλεισ〉 θεοῦ πέφυκας· εἰ δὲ μή, ψευδὴς ἐγώ.
unknown πῶς οὖν πρόσειμι δῶμα θερμὸν Ἡλίου;
unknown (50)
unknown εἴπερ πατὴρ πέφυκεν, οὐ κακῶς λέγεις.
unknown σάφ’ ἴσθι· πεύσηι δ’ αὐτὸ τῶι χρόνωι σαφῶς.
unknown ἀρκεῖ· πέποιθα γάρ σε μὴ ψευδῆ λέγειν. ἀλλ’ ἕρπ’ ἐς οἴκους· καὶ γὰρ αἵδ’ ἔξω δόμων
55 δμωιαὶ περῶσιν, αἳ πατρὸς κατὰ σταθμὰ σαίρουσι δῶμα καὶ δόμων κειμήλια καθ’ ἡμέραν φοιβῶσι κἀπιχωρίοις ὀσμαῖσι θυμιῶσιν εἰσόδους δόμων. ὅταν δ’ ὕπνον γεραιὸς ἐκλιπὼν πατὴρ
60 πύλας ἀμείψηι καὶ λόγους γάμων πέρι λέξηι πρὸς ἡμᾶς, Ἡλίου μολὼν δόμους τοὺς σοὺς ἐλέγξω, μῆτερ, εἰ σαφεῖς λόγοι.
63 ἤ̣δ̣η̣ μὲν ἀρτιφανὴς
unknown Ἀὼς ἱ̣ κατὰ γᾶν,
65 ὑπὲρ δ’ ἐμᾶς κεφαλᾶς Πλειά, μέλπει δὲ δένδρεσι λεπτ‐ ὰν ἀηδὼν ἁρμονίαν ὀρθρευομένα γόοις
70 Ἴτυν Ἴτυν πολύθρηνον. σύριγγας δ’ οὐριβάται κινοῦσιν ποιμνᾶν ἐλάται, ἔγρονται δ’ εἰς βοτάναν ξανθᾶν πώλων συζυγίαι·
75 ἤδη δ’ εἰς ἔργα κυνα‐ γοὶ στείχουσιν θηροφόνοι, παγαῖς τ’ ἐπ’ Ὠκεανοῦ μελιβόας κύκνος ἀχεῖ. ἄκατοι δ’ ἀνάγονται ὑπ’ εἰρεσίαις
80 ἀνέμων τ’ εὐαέσσιν ῥοθίοις, ἀνὰ̣ δ̣’ ἱ̣σ̣τ̣ί̣α̣ ν̣ ἀειράμενοι ἰαχοῦσιν π̣ό̣τνι’ αὔρ
unknown ἀκύμονι πομπᾶι σιγώντων ἀνέμων
85 τε καὶ φιλίας ἀλόχους· σινδὼν δὲ πρότ̣ονον ἐπὶ μέσον πελάζει. τὰ μὲν οὖν ἑτέροισι μέριμνα π̣έλει, κόσμον δ’ ὑμεναίων δεσποσύνων ἐμὲ καὶ τὸ δίκαιον ἄγει καὶ ἔρως
90 ὑμνεῖν· δμωσὶν γὰρ ἀνάκτων εὐαμερίαι προσιοῦσαι μολπᾶι θάρσος ἄγους’ ἐπιχάρματά τ’· εἰ δὲ τύχα τι τέκοι βαρὺν βαρεῖα φόβον ἔπεμψεν οἴκοις.
95 ὁρίζεται δὲ τόδε φάος γάμων τέλει, τὸ δή ποτ’ εὐχαῖς ἐγὼ λισσομένα προσέβαν ὑμέναιον ἀεῖσαι φίλον φίλων δεσποτᾶν· θεὸς ἔδωκε, χρόνος ἔκρανε
unknown (100)
unknown ἀλλ’ ὅδε γὰρ δὴ βασιλεὺς πρὸ δόμων κῆρύξ θ’ ἱερὸς καὶ παῖς Φαέθων βαίνουσι τριπλοῦν ζεῦγος, ἔχειν χρὴ
105 στόμ’ ἐν ἡσυχίαι· περὶ γὰρ μεγάλων γνώμας δείξει παῖδ’ ὑμεναίοις ὁσίοισι θέλων ζεῦξαι νύμφης τε λεπάδνοις.
109 Ὠκεανοῦ πεδίων οἰκήτορες,
110 εὐφαμεῖτ’ ὦ, ἐκτόπιοί τε δόμων ἀπαείρετε· ὦ ἴτε λαοί. κηρύσσω †δ’ ὁσίαν βασιλήϊον αὐτῶι δ’ αὐδὰν†
115 εὐτεκνίαν τε γάμοις, ὧν ἔξοδος ἅδ’ ἕνεχ’ ἥκει, παιδὸς πατρός τε τῆιδ’ ἐν ἡμέραι λέχη κρᾶναι θελόντων· ἀλλὰ σῖγ’ ἔστω λεώς.
119 . . . . . . .
120 . . . . εἰ γὰρ εὖ λέγω (desunt versus quinque)
121 ὧν δ’ υ[ ε . ο̣ι̣μ̣ . [ ἐν σοι ν̣[
unknown ναῦν τοι μί’ ἄγκυρ’ οὐχ ὁμῶς σώιζειν φιλεῖ
125 τῶι τρεῖς ἀφέντι· προστάτης θ’ ἁπλοῦς πόλει σφαλερός, ὑπὼν δὲ κἄλλος οὐ κακὸν πέλει. ἰσχὺ̣ν ν̣[ γήμας̣ . [ γάμ̣ο̣ι̣σ̣[
130 ἄλλος̣ . [ δώσει . [ νέος δ̣ . [ ἥβης .. [ ουχε̣ι̣χ . [
135 παι̣ ... ₍ . ₎ [ γέρων . [ νέαι . υ̣[ τοσῶιδ[ε δεινὸν[
140 σπουδ[ κανδ̣ι̣[ πεσὼν[ ἔχων δ̣[ κλέψ̣ει̣[
145 πολεμ̣[ κῆδο̣σ̣[ δεδοικ[ ἕξε̣ι̣ς̣ δ̣’ α̣[ ὅταν τ̣ε[
unknown (150)
155 π̣ᾶ̣σ̣ι̣ν̣ σ̣[ εισοψε̣[
unknown αγνω . [ . . .
158 ἐλεύθερος δ’ ὢν δοῦλός ἐστι τοῦ λέχους, πεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων.
160 . . .
160 ἐν τοῖσι μώροις τοῦτ’ ἐγὼ κρίνω βροτῶν, ὅστις πατρῶια παισὶ μὴ φρονοῦσιν εὖ ἢ καὶ πολίταις παραδίδως’ ἐξουσίαν. . . .
163 ὡς πανταχοῦ γε πατρὶς ἡ βόσκουσα γῆ. . . .
164 δεινόν γε, τοῖς πλουτοῦσι τοῦτο δ’ ἔμφυτον
165 σκαιοῖσιν εἶναι· τί ποτε τοῦδ’ ἐπαίτιον; ἆρ’ ὄλβος αὐτοῖς ὅτι τυφλὸς συνηρετεῖ τυφλὰς ἔχουσι τὰς φρένας †καὶ τῆς τύχης†; . . .
168 ἔλα δὲ μήτε Λιβυκὸν αἰθέρ’ εἰσβαλών·
170 κρᾶσιν γὰρ ὑγρὰν οὐκ ἔχων ἁψῖδα σὴν καίων διοίσει . . . .
170 . . . . . . .
170 . . . . . . . ἵει δ’ ἐφ’ ἑπτὰ Πλειάδων ἔχων δρόμον. τοσαῦτ’ ἀκούσας παῖς ἔμαρψεν ἡνίας· κρούσας δὲ πλευρὰ πτεροφόρων ὀχημάτων μεθῆκεν, αἱ δ’ ἔπταντ’ ἐπ’ αἰθέρος πτυχάς.
175 πατὴρ δ’ ὄπισθε νῶτα Σειρίου βεβὼς ἵππευε παῖδα νουθετῶν· Ἐκεῖς’ ἔλα, τῆιδε στρέφ’ ἅρμα, τῆιδε. . . .
178 ι̣ προθυμίαι ω̣ψ̣ο̣υ̣ο̣
180 . κ̣ι̣ο̣λ̣τ̣υ̣χ̣α̣ι̣ δυστ̣υχεῖς̣ γ̣ὰ̣ρ̣ λ̣ί̣π̣ω̣ ε̣ς̣ . ₍ . ₎ χθονός πλοῦτον δ’ ἐμῶι
185 ι̣σ̣ο̣υσαγ̣η̣ . οησεκ̣ω ων ἴ̣χνος ς ἅπ̣αντ̣’ ἐρ̣ῶ̣ χ̣θονὸς σκότου
190 π̣ό̣λει ραννίδι α̣ . ω̣ν̣μ̣ε̣ . ₍ . ₎ ο̣υ̣ λ̣εύθεροι̣ ₍ . ₎ ον πλούσ̣ιον̣
195 ν̣η πόλι̣ς̣ μη νόμος ς ἐπήινεσα
unknown . ₍ . ₎ η̣ν σοφή ράγματα
unknown (200)
205 . ιτοις κακοῖς σ̣κ̣ό̣τωι π̣οίωι τάφωι̣ . η̣σεται ν δι’ ἄστεως
210 ειμήλιον ς νεκροί̣ . ι̣τας τύχας ο̣ς̣ π̣ειρα̣τ̣έ̣ο̣ ₍ . ₎ (desunt versus sex)
214 †πυροσθ† Ἐρινὺς ἐν †νεκρο̣ι̣ς̣ θ̣ . ρ̣ . ₍ . ₎ ν̣υ̣αι̣†
215 ζώσης δ’ ἀνίης’ ἀτμὸν ἐμφανῆ 〈φλογόσ〉. ἀπωλόμην· οὐκ οἴσετ’ εἰς δόμους νέκυν; πόσις πόσις μοι πλησίον γαμηλίους μολπὰς ἀϋτεῖ παρθένοις ἡγούμενος. οὐ θᾶσσον; οὐ σταλαγμὸν ἐξομόρξετε,
220 εἴ πού τίς ἐστιν αἵματος χαμαὶ πεσών; ἐπείγετ’ ἤδη δμωΐδες· κρύψω δέ νιν
unknown ξεστοῖσι θαλάμοις, ἔνθ’ ἐμῶι κεῖται πόσει χρυσός, μόνη δὲ κλῆιθρ’ ἐγὼ σφραγίζομαι. ὦ καλλιφεγγὲς Ἥλι’, ὥς μ’ ἀπώλεσας
225 καὶ τόνδ’· Ἀπόλλων δ’ ἐν βροτοῖς ὀρθῶς καλῆι, ὅστις τὰ σιγῶντ’ ὀνόματ’ οἶδε δαιμόνων.
227 Ὑμὴν Ὑμήν. τὰν Διὸς οὐρανίαν ἀείδομεν, τὰν ἐρώτων πότνιαν, τὰν παρθένοις
230 γαμήλιον Ἀφροδίταν. πότνια, σοὶ τάδ’ ἐγὼ νυμφεῖ’ ἀείδω, Κύπρι θεῶν καλλίστα, τῶι τε νεόζυγι σῶι πώλωι τὸν ἐν αἰθέρι κρύπτεις,
235 σῶν γάμων γένναν· ἃ τὸν μέγαν τᾶσδε πόλεως βασιλῆ νυμφεύεαι ἀστερωποῖσιν δόμοισι χρυσέοις
unknown ἀρχὸν φίλον Ἀφροδίτα·
240 ὦ μάκαρ, ὦ βασιλεὺς μείζων ἔτ’ ὄλβον, ὃς θεὰν κηδεύσεις καὶ μόνος ἀθανάτων γαμβρὸς δι’ ἀπείρονα γαῖαν θνατὸς ὑμνήσηι.
245 χώρει σὺ καὶ τάσδ’ εἰς δόμους ἄγων κόρας γυναῖκ’ ἄνωχθι πᾶσι τοῖς κατὰ σταθμὰ θεοῖς χορεῦσαι κἀγκυκλώσασθαι δόμοις σεμνοῖσιν ὑμεναίοισιν, Ἑστίας θ’ ἕδος, ἀφ’ ἧς γε σώφρων πᾶς τις ἄρχεται θεοῖς
unknown (250)
251 θεᾶς προσελθεῖν τέμενος ἐξ ἐμῶν δόμων.
252 ὦ δέσποτ’, ἔστρεψ’ ἐκ δόμων ταχὺν πόδα. οὗ γὰρ σὺ σώιζηι σεμνὰ θησαυρίσματα χρυσοῦ, δι’ ἁρμῶν ἐξαμείβεται πύλης
255 καπνοῦ μέλαιν’ ἄησις ἔνδοθεν στέγης. προσθεὶς πρόσωπον φλόγα μὲν οὐχ ὁρῶ πυρός, γέμοντα δ’ οἶκον μέλανος ἔνδοθεν καπνοῦ.
unknown ἀλλ’ ἔσιθ’ ἐς οἶκον, μή τιν’ Ἥφαιστος χόλον δόμοις ἐπεισφρεὶς μέλαθρα συμφλέξηι πυρὶ
260 ἐν τοῖσιν ἡδίστοισι Φαέθοντος γάμοις.
unknown πῶς φήις; ὅρα μὴ θυμάτων πυρουμένων κατ’ οἶκον ἀτμὸν κεῖς’ ἀποσταλέντ’ ἴδηις.
unknown ἅπαντα ταῦτ’ ἤθρης’· ἀκαπνώτως ἔχει.
unknown οἶδεν δ’ ἐμὴ τάδ’ ἢ οὐκ ἐπίσταται δάμαρ;
265 θυηπολοῦσα θεοῖς ἐκεῖς’ ἔχει φρένας.
unknown ἀλλ’ εἶμ’, ἐπεί τοι καὶ φιλεῖ τὰ τοιάδε ληφθέντα φαύλως ἐς μέγαν χειμῶν’ ἄγειν. σὺ δ’ ὦ πυρὸς δέσποινα Δήμητρος κόρη Ἥφαιστέ τ’ εἴητ’ εὐμενεῖς δόμοις ἐμοῖς.
270 τάλαιν’ ἐγὼ τάλαινα ποῖ πόδα πτερόεντα καταστάσω ἀν’ αἰθέρ’, ἢ γᾶς ὑπὸ κεῦθος ἄφαν‐ τον ἐξαμαυρωθῶ; ἰώ μοί μοι.
275 κακὰ φανήσεται· βασίλεια τάλαινα παῖς τ’ ἔσω κρυφαῖος νέκυς, ὀτοτοτοῖ, κεραύνιαί τ’ ἐκ Διὸς πυριβόλοι πλαγαὶ λέχεά θ’ Ἁλίου.
280 ὦ δυστάλαινα τῶν ἀμετρήτων κακῶν· Ὠκεανοῦ κόρα, †πατρὸς ἴθι πρόσπεσε γόνυ λιταῖς σφαγὰς
unknown σφαγὰς οἰκτρὰς ἀρκέσαι σᾶς δειρᾶς†.
unknown (ἔσωθεν)
284 ἰώ μοί μοι.
285 ἠκούσατ’ ἀρχὰς δεσπότου στεναγμάτων;
unknown (ἔσωθεν)
286 ἰὼ τέκνον.
unknown κ̣α̣λ̣ε̣ῖ̣ τ̣ὸ̣ν̣ οὐ κλύοντα δυστυχῆ γόνον. ά̣τ̣ων ὁρᾶν σαφῆ. (desunt versus tres)
289 α̣ια[
290 ὃς ὑμεν[αι‐ εὐκελαδ̣[ ὡς ουρα[ σὺ δὲ παρ̣[ δα̣[
295 ουκει̣θ̣ . [ ὑμεναι[ ολ̣[ β̣ο̣[ δα[
unknown (300)
305 ς . [ κα̣[ λι̣[ καλεῖτε[ ὃ̣ς̣ ἐμαν̣[
310 κακὰ δε[
unknown ὅδ’ ἐκ δό[μων παιδὸς . [
unknown εἶἑν· θ̣υ̣ρ̣[ ὡς εἰσο̣[
315 ο̣ . α̣νεκ̣[ θεᾶς δε̣[
317 ὤμοι ⁚ [
unknown στέναζ[ε
unknown αἰαῖ ⁚ [
320 δ̣ι̣π̣λᾶ δ̣[
unknown τ̣ί̣ γ̣ὰρ̣ λ̣ε̣[
unknown τίς παιδ[
unknown εἰδὼ̣ς α[
unknown ἵν’ ἀντα̣[
325 σμικρο̣[
unknown κρεισσ̣[
unknown ὃς σεθ̣[