eul_wid: sac-aa

On Beginnings, Epitome
Περὶ καταρχῶν

Maximus of Ephesus On Beginnings, Epitome PDF

On Beginnings, Epitome is a philosophical treatise by the 4th-century CE Neoplatonist thinker and theurgist Maximus of Ephesus. Written in Attic Greek, the work is known only through fragments and later references, as the full text is lost. It was structured in fifteen passages and is described as an epitome, indicating it was likely a summary or handbook. As the title suggests, its subject was first principles or origins, a core topic in Neoplatonism concerning the divine foundations of reality. The work blended metaphysical speculation with ritual theory, explaining how specific rites, also termed katarchai, could align the human soul with higher celestial powers. It is a product of the late Roman philosophical milieu, particularly the school of Iamblichus, which emphasized ritual practice, or theurgy, as essential for spiritual ascent. The treatise appears to have been written for an audience of pagan philosophers interested in the practical application of Platonic doctrines. It survives only through quotations by later philosophers, most notably Proclus in the 5th century, whose texts preserved these fragments after the suppression of pagan intellectual traditions.

t Μαξίμου περὶ καταρχῶν μεταφρασθὲν πεζῇ λέξει ἐκ τῶν ἡρωικῶν μέτρων. Εἰ δ’ ἄγε μοι κούρη Πιμπληιὰς ἔννεπε Μοῦσα Μήνην ἠερόφοιτον, ὅπως ἄνδρεσσιν ἕκαστα σημαίνει σκολιωπὸν ἐπιστείχουσα κέλευθον.
1 (t) [15] Περὶ γενέσεως. Πῶς ὁ τεχθεὶς ἄνθρωπος αὐξιφωτούσης τῆς Σελήνης ἔμπρακτος ἔσται καὶ κατορθωτικὸς ὧν μεταχειρίζεται πάντων; ἐὰν παρατηρῆται ἐν ταῖς καταρχαῖς τῶν ἑαυτοῦ ἔργων τὴν Σελήνην συνοδεύουσαν ἤτοι τῷ Διὶ ἢ τῇ Ἀφροδίτῃ ἢ τῷ Ἑρμ ῇ · ἐὰν δὲ συνοδεύῃ ἡ Σελήνη τῷ Κρόνῳ ἢ τῷ Ἄρε ι , μὴ καταρχέσθω ἔργου· ἀπραξία γὰρ καὶ βλάβη ἐπακολουθήσει. ἡ Σελήνη ἀποκαταστατικὴ καὶ ἀνταποκαταστατικὴ καὶ εἰς τὰ ἑαυτῆς τετράγωνα τὰ κατὰ γένεσιν ἐλθοῦσα ἄπρακτος καὶ ἐπιβλαβὴς γίνεται. ἐάν τινος γένεσιν θεάσῃ καὶ βούλῃ αἰτήσασθαι παρ’ ἐκείνου χάριν, σκεψάμενος τὴν Σελήνην αὐτοῦ ἀνταποκαταστατικὴν οὖσαν, τοῦτ’ ἔστιν ἑαυτῇ διαμετρήσασαν, αἴτησαι τὴν χάριν, καὶ οὐ μὴ ἀστοχήσῃς τῆς αἰτήσεως. Περὶ κτήσεως δούλων.
2 (t) [20] Σελήνης ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις, Διδύμοι ς , Παρθέν ῳ , Ζυγ ῷ , Τοξότ ῃ , Ὑδροχό ῳ , οὔσης ἐὰν βούλῃ διακόνους εἰς τὸ ἴδιον δῶμά σου ἀγοράζειν, ἀγαθὸν καὶ ἔμπρακτον καὶ ἐπικερδές. Σελήνης [ἐν τῷ] Ζυγῷ [ἢ ἐν τῷ] Σκορπίῳ οὔσης γεωργὸν δοῦλον ἀγόραζε. Σελήνης οὔσης [ἐν τῷ] Κριῷ [ἢ ἐν τῷ] Λέοντι [ἢ ἐν τῷ] Τοξότῃ ταῖς ἐσχάταις μοίραις καὶ [ἐν τῷ] Αἰγόκερῳ ταῖς πρώταις ποιμένα ἀγόραζε. Σελήνης οὔσης [ἐν τοῖς] Ἰχθύσιν [ἢ ἐν τῷ] Ὑδροχόῳ [ἢ ἐν τῷ] Καρκίνῳ [ἢ ἐν τῷ] Αἰγόκερῳ ταῖς ἐσχάταις μοίραις ναύτην δοῦλον καὶ ἁλιέα καὶ τὸν τοὺς χιτῶνας πλύνοντα ἀγόραζε, καὶ ἁπλῶς τὸν μεθ’ ὕδατος ἐργαζόμενον. Σελήνης [ἐν τῷ] Κριῷ οὔσης κναφεῖς δούλους καὶ ὑφάντας ἀγόραζε. Σελήνης [ἐν τῇ] Παρθένῳ οὔσης σιτοποιοὺς καὶ ἀρτοκόπους δούλους ἀγόραζε. Σελήνης [ἐν τῷ] Ταύρῳ οὔσης μαγείρους δούλους ἀγόραζε. Σελήνης [ἐν τῷ] Ζυγῷ [ἢ ἐν τοῖς] Διδύμοις οὔσης καπήλους δούλους καὶ ἐμπόρους ἀγόραζε. Περὶ πλοῦ καὶ ἐμπορίας.
3 (t) [15] Σελήνης ἐν τοῖς ἀνθρωποειδέσιν οὔσης ζῳδίοις μετὰ ἀγαθοποιοῦ Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμο ῦ , ἐμπορεύου, ἀγόραζε, πόρθμευε, ὁδοῦ καὶ πλοῦ κατάρχου. Σελήνης ἐν τοῖς καθύγροις ζῳδίοις οὔσης, Καρκίν ῳ , Αἰγόκερ ῳ , Ἰχθύσι ν , ἀκακώτου, τὴν σὴν ναῦν πληρώσας τῶν ἀγωγίμων φόρτων καὶ χρημάτων, κατάρχου τῆς ἐμπορίας· ὁ γὰρ πλοῦς ἀγαθὸς γίνεται, καὶ ἐπικερδὴς ὁ φόρτος. Σελήνης οὔσης μετὰ Κρόνου ἢ μετὰ Ἄρεως μὴ κατάρξῃ πλοῦ μήτε φόρτου μήτε ἐμπορίας· ἀλλ’ ὅμως ἐπιβλαβέστερος ὁ Κρόνος τοῖς ναυτίλοις ἤπερ ὁ Ἄρης· ὁ μὲν γὰρ Ἄρης πολλάκις ῥύεται τοὺς ναύτας ἐκ τοῦ τῆς θαλάσσης κινδύνου· ὁ δὲ Κρόνος χαλεπώτατος μάλιστα τοῖς ναύταις γίνεται. Περὶ ὁδοιπορίας.
4 (t) [40] Σελήνης Κρι ῷ · ὁ ἀποδημήσας ταχέως ὑποστρέψει. Σελήνης Ταύρ ῳ · ὁ ἀποδημήσας ἀβλαβῶς καὶ μετὰ κέρδους ὑποστρέψει. Σελήνης Διδύμοι ς · ὁ ἀποδημήσας ἐπὶ πολὺν χρόνον ἐν τῇ ξένῃ διατρίψει. Σελήνης Καρκίν ῳ · ὁ ἀποδημήσας χρονίσει μὲν ἐν τῇ ξένῃ, χαίρων δὲ καὶ ἐνδόξως ὑποστρέψει πράξας εὐτυχῶς. Σελήνης Λέοντ ι · ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ οὐ δεῖ ἀποδημεῖν· βλάβαι γὰρ καὶ φόβοι ἐξ ἀνδρῶν κακῶν ὑπαντήσουσιν· ἐν δὲ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν μὲν νυκτὶ οὐ δεῖ ἀποδημεῖν· ἔτι δὲ ἡμέρας οὔσης ὁ ἀποδημήσας [οὐ] πάνυ βλάπτεται (vs. 1—7). Σελήνης Παρθέν ῳ · ὁ ἀποδημήσας χρονίσει μὲν ἐν τῇ ξένῃ, ἀβλαβῶς δὲ ὑποστρέψει (8—10). Σελήνης Ζυγ ῷ · ὁ ἀποδημήσας εἰ μὲν ἐπὶ δικαίᾳ προαιρέσει, συμφέρει· εἰ δὲ ἐπὶ ἀδίκῳ, οὐ συμφέρει (11—17). Σελήνης Σκορπί ῳ · ὁ ἀποδημήσας ὠφεληθήσεται καὶ κερδήσει ἐν τῇ ξένῃ· ὁ δὲ ἀρξάμενος ὑποστρέφειν οἴκαδε, ὠφεληθήσεται καὶ ταχέως τὴν ὁδὸν ἀνύσει, λαθραίως καὶ μετὰ σιγῆς ὑποστρέφων (18—24). Σελήνης Τοξότ ῃ · ὁ ἀποδημήσας μακρὰν ὁδὸν ἀνύσει καὶ πολὺν χρόνον διατρίψει βραδύνων ἐν τῇ ξένῃ· ὁ δὲ ἀρξάμενος ὑποστρέφειν Σελήνης Τοξότῃ οὔσης χαίρων ταχέως ἥξει (25—34). Σελήνης Αἰγόκερ ῳ · οὐ δεῖ ἀποδημεῖν· καὶ γὰρ ἡ ὁδὸς μακρὰ καὶ ἄπρακτος ἡ ὁρμὴ γίνεται καὶ λυπηρά. ὁ δὲ ἀρξάμενος ὑποστρέφειν Σελήνης οὔσης Αἰγόκερῳ πραεῖαν καὶ ἀβλαβῆ τὴν ὁδὸν ἕξει (35—41). Σελήνης Ὑδροχό ῳ · ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ οὐ δεῖ ἀποδημεῖν, ἐν δὲ τῇ δευτέρᾳ δεῖ, ὠφέλιμον γάρ (42—44). Σελήνης Ἰχθύσι ν · ἐπὶ στρατιὰν καὶ ἐπὶ πόλεμον καὶ ἐπὶ κυνηγεσίαν καὶ ἐπὶ ἁλιείαν δεῖ ἀποδημεῖν· ἔμπρακτον γὰρ γίνεται (45—48). Σελήνη ὑπὸ ἀγαθοποιῶν μαρτυρουμένη τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος καλὴν τὴν ἀποδημίαν σημαίνει· ὑπὸ δὲ κακοποιῶν μαρτυρηθεῖσα τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος κακήν (49—58). Περὶ γάμου.
5 (t) [35] Σελήνης Τοξότ ῃ , Ἰχθύσι ν , Ὑδροχό ῳ · ὁ γήμας ὠφεληθήσεται· ἔσται γὰρ ἡ γυνὴ πραεῖα καὶ φρονίμη (59—71). Σελήνης Κρι ῷ · ὁ γήμας βλαβήσεται· ἔσται γὰρ ἡ γυνὴ ἀκατάστατος, παλίμβουλος, ἄστοργος, τὸν ἄνδρα καταλείπουσα (72—81). Σελήνης Ταύρ ῳ · ὁ γήμας βλαβήσεται· ἔσται γὰρ ἡ γυνὴ μοιχαλίς, πολύκοινος, ῥυπαρά (82—95). Σελήνης Διδύμοι ς · ὁ γήμας ἐν τῇ βʹ ἡμέρᾳ χαρήσεται· ἔσται γὰρ ἡ γυνὴ οἰκουρός (96—98). Σελήνης Καρκίν ῳ · οὐ δεῖ γαμεῖν· ἡ γὰρ γυνὴ ταχέως τὸν ἄνδρα καταλείψει ὑβρίζουσα (99—101). Σελήνης Λέοντ ι · οὐ δεῖ γαμεῖν· ἔσται γὰρ ἡ γυνὴ ὑπερήφανος, ὀργιζομένη τὸν ἄνδρα, ἀναιδής, μήτε λόγῳ μήτε ἔργῳ πειθομένη τῷ ἀνδρί, ἀλλὰ λοιδοροῦσα καὶ ὀνειδίζουσα αὐτόν, πολλάκις δὲ καὶ τύπτουσα αὐτὸν καὶ τῶν τριχῶν αὐτοῦ δρασσομένη (102—112). Σελήνης Παρθέν ῳ · χήραν γῆμαι δεῖ, παρθένον δὲ οὐ δεῖ (113—117). Σελήνης Ζυγῷ οὔσης· ἐλευθέραν μὲν οὐ δεῖ γῆμαι, ἀλλὰ δούλην παλλακίδα μᾶλλον δεῖ· καὶ γὰρ ὁ Ζυγὸς μοιχείαν ἐπιφέρει· καὶ διὰ τοῦτο εὐαπάλλακτος μὲν γίνεται ἡ παλλακίς, δυσαπάλλακτος δὲ ἡ ἐλευθέρα, ὡς τὸ εἰκός (118—122). Σελήνης Σκορπί ῳ · ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ παρθένον δεῖ γῆμαι· ἔσται γὰρ πραεῖα καὶ φρονίμη. ἐν δὲ τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ ἡμέρᾳ οὐ δεῖ γῆμαι ὅλως· μοιχευθήσεται γὰρ καὶ ὑπὸ δούλων ἡ γυνή (123—128). Σελήνης Αἰγόκερ ῳ · τὸν πρωτόγαμον ἄνδρα οὐ δεῖ γῆμαι, τὸν δὲ δευτερογαμοῦντα δεῖ, καὶ μάλιστα ἐὰν ᾖ γυνὴ χήρα (129—132). Σελήνης συνοδευούσης Ἡλίῳ ἢ πανσεληνιαζούσης οὐ δεῖ γῆμαι (133—135). Σελήνη μετὰ ἀγαθοποιῶν Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ ἀγαθὸν καὶ ὠφέλιμον ποιεῖ τὸν γάμον (136—140). Περὶ νόσων.
6 (t) [45] Σελήνης Κρι ῷ · ὁ κατακλιθεὶς οὐ τελευτήσει, ἀλλ’ ἀκινδύνως σωθήσεται, πλὴν τοῖς κεφαλαλγικοῖς ἀπαίσιος ὁ Κριός. εἰ δὲ γυνὴ μέλλοι ἐκτιτρώσκειν, ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ κίνδυνος ἐπακολουθήσει θανατώδης, ἐν δὲ τῇ βʹ ἀκινδύνως ἀπαλλαγεῖσα σωθήσεται (141—161). Σελήνης Ταύρ ῳ · ὁ κατακλιθεὶς πάρεσιν ὑπομείνας καὶ παρακόψας σωθήσεται ταχέως. εἰ δὲ περὶ τὸν τράχηλον συναγχικὸν πάθος ᾖ, ὀλέθριον γίνεται. εἰ δὲ γυνὴ ἐκτιτρώσκοι, ἐν μὲν τῇ αʹ ἡμέρᾳ τοῦ Ταύρου κινδυνεύσει εἰς θάνατον, ἐν δὲ τῇ βʹ ἐλαφρότερον τὸ κακόν (162—174). Σελήνης Διδύμοι ς · ἐν μὲν τῇ αʹ ἡμέρᾳ ὁ κατακλιθεὶς χρονίως ταλαιπωρήσει τῇ νόσῳ, ἐν δὲ τῇ βʹ εἴσω γʹ ἡμερῶν ῥαΐσει. οἱ δὲ ἰσχιαδικοὶ ἢ οἱ τὰ νεῦρα ἀλγοῦντες ἐπισφαλῶς νοσήσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει, εἰ μή τις ἀστὴρ ἀγαθοποιὸς τῇ Σελήνῃ μαρτυρήσειεν (175—189). Σελήνης Καρκίν ῳ · ὁ κατακλιθεὶς ἀβλαβῶς ἀπαλλάξει καὶ ταχέως, πλὴν οἱ τὸ στῆθος ἀλγοῦντες ἢ τοὺς πόδας πληγέντες· ἐπικινδύνως γὰρ ἕξουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ καλῶς ἀπαλλάξει (190—199). Σελήνης Λέοντ ι · σφαλερὸν τὸ κατάρξασθαι νόσου· δεῖ οὖν κενῶσαι τὴν γαστέρα ταχέως. ταῖς δὲ ἐκτιτρωσκούσαις γυναιξὶν ἐπισφαλέστατον καὶ κινδυνῶδες (200—207). Σελήνης Παρθέν ῳ · ἡ νόσος χρονία μέν, ἀλλ’ ἐλαφρὰ καὶ ἀκίνδυνος, πλὴν στομαχικοῖς καὶ πλευριτικοῖς καὶ αἱμορροϊκοῖς οὐκ ἀκίνδυνος. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ ἐπισφαλῶς ἕξει καὶ ἐπικινδύνως, ἡ δὲ τίκτουσα εὐτοκήσει (208—219). Σελήνης Ζυγ ῷ · ὁ κατακλιθεὶς ἢ ταχέως σωθήσεται ἢ τελευτήσει, ἐὰν χρονία γένηται ἡ νόσος. ἡ δ’ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει (220—228). Σελήνης Σκορπί ῳ · ὁ κατακλιθεὶς ἐν μὲν τῇ αʹ ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει, ἐν δὲ τῇ δευτέρᾳ ἐπικινδύνως νοσήσει (229—231). Σελήνης Τοξότ ῃ · ὁ κατακλιθεὶς καὶ εὐφόρως νοσήσει καὶ ἐλαφρῶς καὶ ἀκινδύνως, καὶ ταχέως σωθεὶς ἐγερθήσεται (232—234). Σελήνης Αἰγόκερ ῳ · ὁ κατακλιθεὶς ταχέως ὑγιανεῖ, πλὴν οἱ πλευριτικοὶ καὶ ἰσχιαδικοὶ χρονίσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ ἐν μὲν τῇ αʹ ἡμέρᾳ ἀκινδύνως ἀπαλλάξει, ἐν δὲ τῇ βʹ ἡμέρᾳ ἐπικινδύνως (235—245). Σελήνης Ὑδροχό ῳ · αἱ μὲν ἄλλαι νόσοι ἀβλαβεῖς γίνονται, μόνος δὲ ὁ ὕδερος ἐπισφαλής. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ ἐν μὲν τῇ αʹ ἡμέρᾳ κινδυνεύσει χαλεπῶς, ἐν δὲ τῇ βʹ ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει (246 —254).
6 (50) [60] Σελήνης Ἰχθύσι ν · αἱ μὲν ἄλλαι νόσοι εὐαπάλλακτοι γίνονται, αἱ δὲ κοιλιακαὶ καὶ αἱ ποδαγρικαὶ ἐπισφαλεῖς καθίστανται (255—259). Σελήνη μετὰ Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ καὶ ἐπικουφίζει τὰς νόσους καὶ ταχείας τὰς ἰάσεις ἐπιφέρει, μετὰ δὲ Κρόνου ἢ Ἄρεως καὶ ἐπιτείνει τὰς νόσους καὶ βραδείας τὰς ἀναλήψεις ποιεῖται (260—269). Σελήνη μετὰ οἱουδήποτε τῶν εʹ πλανωμένων βλάπτει τὰς ἐκτιτρωσκούσας γυναῖκας· διὸ ἄμεινον ἐν τοῖς τοιούτοις ἄνευ ἀστέρος εἶναι τὴν Σελήνην καθ’ αὑτήν (270—275). Περὶ τομῆς καὶ χειρουργίας.
7 (t) [20] Ὁ ὡροσκόπος ἢ ἡ Σελήνη ἐν Ταύρῳ ἢ Αἰγόκερῳ ἢ ἐν Παρθένῳ βλάπτουσι τοὺς χειρουργουμένους· διὸ ἄμεινον τότε ἡσυχίαν ἔχειν μηδὲ χειρουργεῖν (276—292). Σελήνης ἐν τοῖς τροπικοῖς ζῳδίοις οὔσης οὐ δεῖ χειρουργεῖν (293—295). Σελήνης συνοδευούσης Ἡλίῳ ἢ πανσεληνιαζούσης οὐ δεῖ χειρουργεῖν (295—299). Ἄρης ὡροσκοπῶν ἢ συνοδεύων τῇ Σελήνῃ βλάπτει τοὺς χειρουργουμένους· ἢ γὰρ ἐκ δευτέρου πάλιν τομὴ γενήσεται ἢ αἵματος ῥεῦσις πολλοῦ (300—304). Σελήνη συνοδεύουσα Κρόνῳ βλάπτει τὰς χειρουργίας· πολυχρονίως γὰρ ταλαιπωρήσει τῇ τομῇ καὶ εἰς κακὸν τέλος καταντήσει (305—308). Σελήνη μετὰ Διὸς ἢ Ἀφροδίτης λειψιφωτοῦσα καὶ μᾶλλον μετὰ τὴν δευτέραν διχότομον καλὴν τὴν χειρουργίαν ποιεῖ (309—315). Ζεὺς καὶ Ἀφροδίτη ὡροσκοποῦντες ἀγαθὴν τὴν χειρουργίαν ποιοῦσιν. —τὰ δὲ εἰρημένα πάντα κοινῶς δεῖ συνυπακούειν ἐπὶ πάσης χειρουργίας (316—319). Περὶ δραπετῶν.
8 (t) [45] Σελήνης Κρι ῷ · ὁ φυγὼν ταχέως εὑρεθήσεται ἢ καὶ αὐτὸς ἑκὼν ἐπανήξει (320—331). Σελήνης Ταύρ ῳ · ὁ φυγὼν ἐν οἴκῳ πλουσίου ἀνδρὸς κρύπτεται καὶ δυσκόλως εὑρεθήσεται (332—336). Σελήνης Διδύμοι ς · εἴσω εʹ ἡμερῶν ληφθήσεται ὁ φυγών. εἰ δὲ τὰς εʹ ἡμέρας ὑπερβῇ, μετὰ τρεῖς μῆνας εὑρεθήσεται (337—340). Σελήνης Καρκίν ῳ · ὁ φυγὼν εἰς ἱερὸν ἢ εἰς τέμενος κρύπτεται, καὶ ἐν τῇ βʹ ἡμέρᾳ ἐκ τοῦ ἱεροῦ ὑπόσπονδος ἀχθήσεται, ὥστε μηδὲν κακὸν παθεῖν (341—345). Σελήνης Λέοντ ι · ὁ φυγὼν ἐν μὲν τῇ αʹ ἡμέρᾳ οὐχ εὑρεθήσεται, ἐν δὲ τῇ βʹ ἡμέρᾳ οὐ μὴ τελειώσῃ ὅσα βούλεται ἐν τῇ φυγῇ, εὑρεθήσεται δὲ ἐν οἴκῳ ἀνδρὸς πλουσίου. ζήτει δὲ αὐτὸν ἐν ἀγρῷ ἢ ἐν κήπῳ (346—353). Σελήνης Παρθέν ῳ · ὁ φυγὼν πολλὰς ἡμέρας κρυβήσεται λανθάνων ἐν ἀμφιλαφεῖ καὶ δασεῖ τόπῳ (354—359). Σελήνης Ζυγ ῷ · ὁ φυγὼν αὐτὸς ἑκὼν ὑποστρέψει δικαιολογούμενος πρὸς τὸν δεσπότην (360—363). Σελήνης Σκορπί ῳ · ὁ φυγὼν ἐν ἱερῷ τόπω κρύπτεται καὶ αὐτὸς ἑκὼν ὑποστρέψει (364—366). Σελήνης Τοξότ ῃ · ὁ φυγὼν ἢ ἕως ἡμερῶν εʹ εὑρεθήσεται ἢ ὑπερβὰς τὰς εʹ ἡμέρας χρόνον πλεῖστον ἀφανισθήσεται (367—372). Σελήνης Αἰγόκερ ῳ · ὁ φυγὼν ζωγρηθεὶς ἐν τῇ ξένῃ ταχέως ἀνάγεται (373—374). Σελήνης Ὑδροχό ῳ · ὁ φυγὼν ἀκουσθήσεται ὅτι ἐν χώρα ξένῃ διάγει παρ’ ἀνδρὶ δημαγωγῷ ἢ στρατιώτῃ (375—381). Σελήνης Ἰχθύσι ν · ὁ φυγὼν ἐν μὲν τῇ αʹ ἡμέρᾳ κινδυνεύσει, ὥστε καὶ ἐγγὺς γενέσθαι θανάτου· ἐν δὲ τῇ βʹ ἡμέρᾳ πολλὰ κακοπαθήσας πάλιν εἰς τὸν ἴδιον ἐπανήξει δεσπότην (382—387). Σελήνη χωρίς τινος ἀστέρος πλανωμένου οὖσα κα θ ’ ἑαυτὴν δηλοῖ, ὅτι οὐ δύναται μακρὰν ἀπελθεῖν ὁ φυγών, ἀλλὰ πλησίον τῆς οἰκίας τοῦ ἰδίου δεσπότου πλανᾶται (388—392). ἐὰν δὲ συνοδεύῃ τινὶ πλανωμένῳ ἡ Σελήνη, μακρὰν ὁ φυγὼν ἀπελεύσεται (393—396). ἀλλ’ εἰ μὲν μετὰ Ἄρεως ἢ μετὰ Κρόνου συνοδεύῃ ἡ Σελήνη, κομίζει μὲν πόρρω τὸν φυγόντα, ποιεῖ δὲ αὐτὸν δεσμώτην κρατηθῆναι (397—401). ἐὰν δὲ μετὰ Διὸς ἢ Ἀφροδίτης συνοδεύῃ ἡ Σελήνη, ἀφανισθήσεται ὁ φυγὼν καὶ οὐ μὴ εὑρεθῇ (402—424). εἰ δὲ συνοδεύῃ τῷ Ἑρμῇ ἡ Σελήνη, εὐθέως εὑρεθήσεται ὁ φυγών· φήμη γὰρ περὶ αὐτοῦ εὐθέως ἔρχεται μηνύουσα αὐτόν (425—428).
8 (50) [55] Σελήνη συνοδεύουσα τῷ Ἡλίῳ ἢ πανσεληνιάζουσα ἐκτοπίζει τὸν φυγόντα (429—432). Σελήνη συνοδεύουσα Κρόνῳ ποιεῖ τὸν φυγόντα ὑπό τινων ἐν τῇ ὁδῷ κακούργων ἐπιβουλευθῆναι καὶ ὅσα βαστάζει ἀφαιρεθῆναι (433—438). Περὶ τεχνῶν διδασκαλίας.
9 (t) [5] Σελήνη Κρι ῷ , Παρθέν ῳ , Καρκίνῳ ὑπὸ Διὸς ἢ Ἀφροδίτης μαρτυρουμένη τρίγωνος ἢ τετράγωνος ἢ διάμετρος ποιεῖ τὸν τέχνης τινὸς καταρξάμενον κατορθῶσαι αὐτήν. παρατηροῦ δέ, ἵνα μὴ ἐν τοῖς προκειμένοις οὖσα ζωδίοις ἡ Σελήνη συνοδεύσῃ τῷ Ἡλίῳ ἢ διαμετρῇ (439—455). Περὶ γεωργίας.
10 (t) [35] Σελήνης Κρι ῷ · συμφέρει φυτεύειν, σπείρειν, σηκοὺς κατασκευάζειν, γῆν ἀργὴν βωλοστροφεῖν καὶ ἐξημεροῦν· ἔσται γὰρ ταχέως κάρπιμος (456—470). Σελήνης Ταύρ ῳ · συμφέρει γεωργικὰ πράγματα πάντα ἁπλῶς πράττειν· ἐργολαβίας δὲ ἢ μισθώσεως γεωργικῆς ἐπιλαβέσθαι οὐ συμφέρει (471—475). Σελήνης Διδύμοι ς · κάλλιστον πάντα γεωργικὰ πράττειν, σπείρειν τε καὶ φυτεύειν (476—480). Σελήνης Καρκίν ῳ · συμφέρει κήπους ἐργάζεσθαι. κατωρυγιάζειν, ἀργὴν γῆν ἡμεροῦν (481—483). Σελήνης Λέοντ ι · συμφέρει σπείρειν σῖτον καὶ κριθὰς μόνον, ἄλλο δὲ μηδέν (484—487). Σελήνης Παρθέν ῳ · συμφέρει σπείρειν παντοῖα εἴδη καὶ φυτεύειν παντοῖα φυτὰ πλὴν ἀμπέλου (488 —496). Σελήνης Ζυγ ῷ · συμφέρει γεωτομεῖν, σπείρειν, φυτεύειν πᾶν φυτόν (497—502). Σελήνης Σκορπί ῳ · συμφέρει σπείρειν· ἔσται γὰρ πολυκαρπία. συμφέρει δὲ καὶ γεωμετρεῖν (503—508). Σελήνης Τοξότ ῃ · οὐ δεῖ σπείρειν τὸ οἱονοῦν σπέρμα, συμφέρει δὲ μάνδρας καὶ σηκοὺς κατασκευάζειν, ἔτι δὲ καὶ ἀχυρμιὰς ποιεῖν καὶ χορτοκοπεῖν καὶ τὰ τοιαῦτα (509—517). Σελήνης Αἰγόκερ ῳ · συμφέρει πᾶσαν ἀγέλην κτηνῶν εἰς ἕτερον τόπον μεθιστάνειν, οἷα γίνεται πολλάκις διαχειμάδια καὶ διάψυχρα ὕδατα ἐν θέρει (518 —522). Σελήνης Ὑδροχό ῳ · συμφέρει ἀροτριᾶν, γεωμετρεῖν, φυτεύειν (523—526). Σελήνης Ἰχθύσ ι · συμφέρει γεωργεῖν καὶ ἀμπελουργεῖν (527—529). Σελήνη μετὰ μὲν Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ τὰ μὲν ἀγαθὰ πάντα τὰ εἰρημένα ἐπὶ ἑκάστου τῶν ζῳδίων πολλαπλασιάζει, τὰ δὲ κακὰ μειοῖ· μετὰ δὲ Κρόνου ἢ Ἄρεως ἔμπαλιν τὰ μὲν ἀγαθὰ σμικρύνει καὶ ἀμαυροῖ, τὰ δὲ κακὰ ἐπαύξει (530—543). Περὶ τῶν ἐν δεσμοῖς.
11 (t) [10] Σελήνης Κρι ῷ , Διδύμοι ς , Καρκίν ῳ , Λέοντ ι · ὁ δεθεὶς πολὺν χρόνον ἔσται δεδεμένος (544—550). Σελήνης Σκορπί ῳ , Τοξότ ῃ , Ταύρ ῳ , Ζυγ ῷ , Παρθέν ῳ · ὁ δεθεὶς ταχέως λυθήσεται (551—555). Σελήνης Ἰχθύσι ν · ὁ δεθεὶς σχεδὸν οὐδέποτε λυθήσεται, ἀλλ’ ἐν τοῖς δεσμοῖς τελευτήσει ἢ μετὰ χρόνον πάνυ πολὺν λυθήσεται (556—560). Σελήνη μετὰ τῶν ἀγαθοποιῶν Διό ς , Ἀφροδίτη ς , Ἑρμοῦ ταχέως τῶν δεσμῶν λύει, μετὰ δὲ [ Κρόνου ἢ ] Ἄρεως βραδέως λύει τὸν δεσμώτην ἢ καὶ μέχρι θανάτου κατέχει ἐν δεσμοῖς (561—566). Περὶ κλοπῆς.
12 (t) [30] Σελήνης Κρι ῷ · τὸ κλαπὲν εὑρεθήσεται (567—569). Σελήνης Ταύρ ῳ · ἕως μὲν τῆς ιʹ μοίρας τὸ κλαπὲν πρός τινα δυνάστην ἀπελθὸν δυσκόλως εὑρεθήσεται· αἱ δὲ λοιπαὶ κʹ μοῖραι τοῦ Ταύρου εὕρεσιν ὑποφαίνουσι τοῦ κλαπέντος, πλὴν εἰ μὴ Ἄρης συμπαρῇ τῇ Σελήνῃ (570—577). Σελήνης Διδύμοι ς · τὸ κλαπὲν εὑρεθήσεται, πλὴν μετά τινος μικρᾶς βλάβης (578—579). Σελήνης Καρκίν ῳ · τὸ κλαπὲν εἰ μὲν χρυσὸς ἢ ἄργυρος εἴη εὑρεθήσεται, εἰ δέ τι ἄλλο κτῆμα οὐχ εὑρεθήσεται (580—583). Σελήνης Λέοντ ι · τὸ κλαπὲν ἀμφισβητήσιμόν ἐστι πότερον εὑρεθήσεται ἢ οὔ (584—586). Σελήνης Παρθέν ῳ · τὸ κλαπὲν χρόνῳ καὶ οὐ παραυτίκα εὑρεθήσεται (586—588). Σελήνης Ζυγ ῷ · τὸ κλαπὲν εὑρεθήσεται (589). Σελήνης Σκορπί ῳ · τὸ κλαπὲν εὑρεθήσεται (590 —591). Σελήνης Τοξότ ῃ · τὸ κλαπὲν οὐδέποτε εὑρεθήσεται (591—592). Σελήνης Αἰγόκερ ῳ · τὸ κλαπὲν χρόνῳ καὶ βραδέως εὑρεθήσεται (593—595). Σελήνης Ὑδροχό ῳ · τὸ κλαπὲν ἀμφίβολόν ἐστιν, εἰ ἄρα εὑρεθῇ ἢ οὔ (595—597). Σελήνης Ἰχθύσ ι · τὸ κλαπὲν μόλις εὑρεθήσεται, πλὴν φῆμαι ψευδεῖς πολλαὶ ἐλεύσονται μηνύουσαι μάτην περὶ τῆς εὑρέσεως αὐτοῦ (598—602). Σελήνη μετὰ τῶν κακοποιῶν Κρόνου [καὶ] Ἄρεως εὕρεσιν ποιεῖ τοῦ κλαπέντος (603—604). Σελήνη μετὰ τῶν ἀγαθοποιῶν Διό ς , Ἀφροδίτη ς , Ἑρμοῦ ἀνεύρετον ποιεῖ τὸ ἀπολόμενον (604—610).