eul_wid: vrw-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Gnomic Poetry Fragments by Alphabetical Commentary

The work titled Gnomic Poetry Fragments by Alphabetical Commentary is not attested within standard reference works for ancient Greek literature. Later catalogues describe it as a grammatical treatise comprising nine passages. The title implies a scholarly compilation that collected and commented on gnomic verse fragments, arranged alphabetically, a common organizational method in Hellenistic and later scholarship for lexica and collections of sayings.

The proposed content would involve ethical maxims from earlier gnomic poets, such as Theognis or Solon, accompanied by explanatory commentary. Its classification within the domain of "Grammar" suggests it was likely an educational or illustrative text used to exemplify poetic usage and interpretation.

There is no record of this specific treatise in accounts of textual transmission. Its existence and described structure are known only from later catalogues.

If genuine, such a work would exemplify the Alexandrian scholarly tradition of cataloging and analysing poetic fragments, highlighting the grammatical and exegetical practices applied to gnomic literature in antiquity.

[]κεφαλὴ στεφανω[
[]ν μετὰ τοῦ μέλαν[ος
[]κω καὶ κλωνία [
[]ω μετʼ ἐμοῦ δύο κ[
[]οις φανερῷ γὰρ ε.[
[].οι καὶ σ〈ε〉ίσατε τω[
[]κ̣ων ἀνέμων ι̣.[
[]ς περὶ δάκτυλον[
[π]λοκαμοὺς λευκ[οὺς
[]θ̣ανεῖν ὅτι πα[
[]ε γούνατα ν.[
[ ]σ̣σ̣οθε[
[ ].[
[ ]ν
[ ]
[ ]ν̣ω
[ ]υς. αὔλ〈ε〉ι μο[ι
[ ]ω[....]ου
[].[......]
[ ]εσας
[ ]η̣ς̣. αὔλ〈ε〉ι μο[ι
Θ.......
μηδʼ ἀδικεῖν ζήτει, μηδʼ ἂν ἀδικῇ προσερίσῃς,
φεῦγε φόνους καὶ φεῦγε μάχας, φεῖσαι διαφρονεῖν,
εἰς δʼ ὀλίγον πονέσεις, καὶ δεύτερον οὐ μεταμέλῃ.
αὔλει μοι.
εἾδες ἔαρ, χειμῶνα, θέρος· ταῦτʼ ἐστὶ διόλου·
ἥλιος αὐτὸς ἔδυ, καὶ νὺξ τὰ τεταγμένʼ ἀπέχει·
μὴ κοπία ζητεῖν πόθεν ἥλιος ἢ πόθεν ὕδωρ,
ἀλλὰ πόθεν τὸ μύρον καὶ τοὺς στεφάνους ἀγοράσῃς.
αὔλει μοι.
Κρήνας αὐτορύτους μέλιτος τρεῖς ἤθελον ἔχειν,
πέντε γαλακτορύτους, οἴνου δέκα, δώδεκα μύρου,
καὶ δύο πηγαίων ὑδάτων, καὶ τρεῖς χιονέων·
παῖδα κατὰ κρήνην καὶ παρθένον ἤθελον ἔχειν.
αὔλει μοι.
Λύδιος αὐλὸς ἐμοὶ τά τε Λύδια παίγματα λύρας
καὶ Φρύγιος κάλαμος, τὰ δὲ ταύρεα τύμπανα πονεῖ·
ταῦτα ζῶν ᾆσαί τʼ ἔραμαι, καὶ ὅταν ἀποθάνω
αὐλὸν ὑπὲρ κεφαλῆς θέτε μοι, παρὰ ποσσὶ δὲ λύρην.
αὔλει μοι.
Μέτρα τίς ἀν πλούτου, τίς ἀνεύρατο μέτρα πενίας,
ἢ τίς ἐν ἀνθρώποις χρυσοῦ πάλιν εὕρατο μέτρον;
νῦν γὰρ ὁ χρήματʼ ἔχων ἔτι πλείονα χρήματα θέλει,
πλούσιος ὢν δʼ ὁ τάλας βασανίζεται ὥσπερ ὁ πένης.
αὔλει μοι.
Νεκρὸν ἐάν ποθʼ ἴδῃς καὶ μνήματα κωφὰ παράγῃς,
κοινὸν ἔσοπτρον ὁρᾷς· ὁ θανὼν οὕτως προσεδόκα.
ὁ χρόνος ἐστὶ δάνος, τὸ ζῆν πικρός ἐσθʼ ὁ δανίσας,
κἂν τότʼ ἀπαιτῆσαί σε θέλει, κλαίων ἀποδιδοῖς.
αὔλει μοι.
Ξέρξης ἦν βασιλεὺς ὁ λέγων Διὶ πάντα μερίσαι,
ὃς δυσὶ πηδαλίοις μόνος ἔσχισε Λήμνιον ὕδωρ·
ὄλβιος ἦν ὁ Μίδας, τρὶς δʼ ὄλβιος ἦν ὁ Κινύρας·
ἀλλὰ τίς εἰς Ἀίδα ὀβολοῦ πλέον ἤλυθεν ἔχων;
αὔλει μοι.