---
title: Phaethon
title_greek: Φαέθων
author: Euripides
eul_wid: cbm-at
eul_aid: cbm
canonical: "https://eulogikon.org/works/euripides-phaethon-cbm-at"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Phaethon

*Φαέθων*

**Author:** Euripides

**eul_wid:** `cbm-at` · [HTML page](https://eulogikon.org/works/euripides-phaethon-cbm-at)

## Text

## ΦΑΕΘΩΝ

### 1

Μέροπι τῆσδ’ ἄνακτι γῆς, ἣν ἐκ τεθρίππων ἁρμάτων πρώτην χθόνα Ἥλιος ἀνίσχων χρυσέαι βάλλει φλογί. καλοῦσι δ’ αὐτὴν γείτονες μελάμβροτοι

### 5

Ἕω φαεννὰς Ἡλίου θ’ ἱπποστάσεις. . . .

### 6

θερμὴ δ’ ἄνακτος φλὸξ ὑπερτέλλουσα γῆς . . . . . . . .

### 7

καίει τὰ πόρσω τἀγγύθεν δ’ εὔκρατ’ ἔχει. . . .

### 8

αγας θεῶν κπέμπων πατήρ ⁚

### 10

εις λέχος . αιλοσευς .... α . ας ... ₍ . ₎ ων λέχη ⁚ νοσμενηι

### 15

εγω .... ₍ . ₎₍ . ₎

### unknown

νονθ’ ὁρῶ ωμενον ⁚ ₍ ...... ₎ μηλίους

### 20

δεν πατρί ...... ₍ . ₎ ν . ₍ . ₎ πατήρ ⁚ ευπεφυς η θεᾶς λέχη

### 25

ἀεὶ λέγεις ν θεούς λπίσιν ... ₍ . ₎ ερον ελημεθα

### 30

.. υγμαι φιλεῖ ατης γάμοι . ευσα . ε ₍ . ₎ ω ς . αι πικραι . ωμενου ₍ . ₎

### 35

θων ὅτου .... φυ . ⁚ ₍ ...... ₎ νέπουσά μοι λησω πατρός

### 40

₍ ...... ₎ . ον φίλον ⁚ ὰ φίλτατα· ευδη . ιθεις

### unknown

οταν φαν .

### 45

(desunt versus quattuor)

### 45

μνησθεὶς ὅ μοί ποτ’ εἶφ’ ὅτ’ ηὐνάσθη θεὸς αἰτοῦ τί χρήιζεις ἕν· πέρα γὰρ οὐ θέμις λαβεῖν σε· κἂν μὲν τυγχάνηις 〈ὅπερ θέλεισ〉 θεοῦ πέφυκας· εἰ δὲ μή, ψευδὴς ἐγώ.

### unknown

πῶς οὖν πρόσειμι δῶμα θερμὸν Ἡλίου;

### unknown

(50)

### unknown

εἴπερ πατὴρ πέφυκεν, οὐ κακῶς λέγεις.

### unknown

σάφ’ ἴσθι· πεύσηι δ’ αὐτὸ τῶι χρόνωι σαφῶς.

### unknown

ἀρκεῖ· πέποιθα γάρ σε μὴ ψευδῆ λέγειν. ἀλλ’ ἕρπ’ ἐς οἴκους· καὶ γὰρ αἵδ’ ἔξω δόμων

### 55

δμωιαὶ περῶσιν, αἳ πατρὸς κατὰ σταθμὰ σαίρουσι δῶμα καὶ δόμων κειμήλια καθ’ ἡμέραν φοιβῶσι κἀπιχωρίοις ὀσμαῖσι θυμιῶσιν εἰσόδους δόμων. ὅταν δ’ ὕπνον γεραιὸς ἐκλιπὼν πατὴρ

### 60

πύλας ἀμείψηι καὶ λόγους γάμων πέρι λέξηι πρὸς ἡμᾶς, Ἡλίου μολὼν δόμους τοὺς σοὺς ἐλέγξω, μῆτερ, εἰ σαφεῖς λόγοι.

### 63

ἤδη μὲν ἀρτιφανὴς

### unknown

Ἀὼς ἱ κατὰ γᾶν,

### 65

ὑπὲρ δ’ ἐμᾶς κεφαλᾶς Πλειά, μέλπει δὲ δένδρεσι λεπτ‐ ὰν ἀηδὼν ἁρμονίαν ὀρθρευομένα γόοις

### 70

Ἴτυν Ἴτυν πολύθρηνον. σύριγγας δ’ οὐριβάται κινοῦσιν ποιμνᾶν ἐλάται, ἔγρονται δ’ εἰς βοτάναν ξανθᾶν πώλων συζυγίαι·

### 75

ἤδη δ’ εἰς ἔργα κυνα‐ γοὶ στείχουσιν θηροφόνοι, παγαῖς τ’ ἐπ’ Ὠκεανοῦ μελιβόας κύκνος ἀχεῖ. ἄκατοι δ’ ἀνάγονται ὑπ’ εἰρεσίαις

### 80

ἀνέμων τ’ εὐαέσσιν ῥοθίοις, ἀνὰ δ’ ἱστία ν ἀειράμενοι ἰαχοῦσιν πότνι’ αὔρ

### unknown

ἀκύμονι πομπᾶι σιγώντων ἀνέμων

### 85

τε καὶ φιλίας ἀλόχους· σινδὼν δὲ πρότονον ἐπὶ μέσον πελάζει. τὰ μὲν οὖν ἑτέροισι μέριμνα πέλει, κόσμον δ’ ὑμεναίων δεσποσύνων ἐμὲ καὶ τὸ δίκαιον ἄγει καὶ ἔρως

### 90

ὑμνεῖν· δμωσὶν γὰρ ἀνάκτων εὐαμερίαι προσιοῦσαι μολπᾶι θάρσος ἄγους’ ἐπιχάρματά τ’· εἰ δὲ τύχα τι τέκοι βαρὺν βαρεῖα φόβον ἔπεμψεν οἴκοις.

### 95

ὁρίζεται δὲ τόδε φάος γάμων τέλει, τὸ δή ποτ’ εὐχαῖς ἐγὼ λισσομένα προσέβαν ὑμέναιον ἀεῖσαι φίλον φίλων δεσποτᾶν· θεὸς ἔδωκε, χρόνος ἔκρανε

### unknown

(100)

### unknown

ἀλλ’ ὅδε γὰρ δὴ βασιλεὺς πρὸ δόμων κῆρύξ θ’ ἱερὸς καὶ παῖς Φαέθων βαίνουσι τριπλοῦν ζεῦγος, ἔχειν χρὴ

### 105

στόμ’ ἐν ἡσυχίαι· περὶ γὰρ μεγάλων γνώμας δείξει παῖδ’ ὑμεναίοις ὁσίοισι θέλων ζεῦξαι νύμφης τε λεπάδνοις.

### 109

Ὠκεανοῦ πεδίων οἰκήτορες,

### 110

εὐφαμεῖτ’ ὦ, ἐκτόπιοί τε δόμων ἀπαείρετε· ὦ ἴτε λαοί. κηρύσσω δ’ ὁσίαν βασιλήϊον αὐτῶι δ’ αὐδὰν

### 115

εὐτεκνίαν τε γάμοις, ὧν ἔξοδος ἅδ’ ἕνεχ’ ἥκει, παιδὸς πατρός τε τῆιδ’ ἐν ἡμέραι λέχη κρᾶναι θελόντων· ἀλλὰ σῖγ’ ἔστω λεώς.

### 119

. . . . . . .

### 120

. . . . εἰ γὰρ εὖ λέγω (desunt versus quinque)

### 121

ὧν δ’ υ[ ε . οιμ . [ ἐν σοι ν[

### unknown

ναῦν τοι μί’ ἄγκυρ’ οὐχ ὁμῶς σώιζειν φιλεῖ

### 125

τῶι τρεῖς ἀφέντι· προστάτης θ’ ἁπλοῦς πόλει σφαλερός, ὑπὼν δὲ κἄλλος οὐ κακὸν πέλει. ἰσχὺν ν[ γήμας . [ γάμοισ[

### 130

ἄλλος . [ δώσει . [ νέος δ . [ ἥβης .. [ ουχειχ . [

### 135

παι ... ₍ . ₎ [ γέρων . [ νέαι . υ[ τοσῶιδ[ε δεινὸν[

### 140

σπουδ[ κανδι[ πεσὼν[ ἔχων δ[ κλέψει[

### 145

πολεμ[ κῆδοσ[ δεδοικ[ ἕξεις δ’ α[ ὅταν τε[

### unknown

(150)

### 155

πᾶσιν σ[ εισοψε[

### unknown

αγνω . [ . . .

### 158

ἐλεύθερος δ’ ὢν δοῦλός ἐστι τοῦ λέχους, πεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων.

### 160

. . .

### 160

ἐν τοῖσι μώροις τοῦτ’ ἐγὼ κρίνω βροτῶν, ὅστις πατρῶια παισὶ μὴ φρονοῦσιν εὖ ἢ καὶ πολίταις παραδίδως’ ἐξουσίαν. . . .

### 163

ὡς πανταχοῦ γε πατρὶς ἡ βόσκουσα γῆ. . . .

### 164

δεινόν γε, τοῖς πλουτοῦσι τοῦτο δ’ ἔμφυτον

### 165

σκαιοῖσιν εἶναι· τί ποτε τοῦδ’ ἐπαίτιον; ἆρ’ ὄλβος αὐτοῖς ὅτι τυφλὸς συνηρετεῖ τυφλὰς ἔχουσι τὰς φρένας καὶ τῆς τύχης; . . .

### 168

ἔλα δὲ μήτε Λιβυκὸν αἰθέρ’ εἰσβαλών·

### 170

κρᾶσιν γὰρ ὑγρὰν οὐκ ἔχων ἁψῖδα σὴν καίων διοίσει . . . .

### 170

. . . . . . .

### 170

. . . . . . . ἵει δ’ ἐφ’ ἑπτὰ Πλειάδων ἔχων δρόμον. τοσαῦτ’ ἀκούσας παῖς ἔμαρψεν ἡνίας· κρούσας δὲ πλευρὰ πτεροφόρων ὀχημάτων μεθῆκεν, αἱ δ’ ἔπταντ’ ἐπ’ αἰθέρος πτυχάς.

### 175

πατὴρ δ’ ὄπισθε νῶτα Σειρίου βεβὼς ἵππευε παῖδα νουθετῶν· Ἐκεῖς’ ἔλα, τῆιδε στρέφ’ ἅρμα, τῆιδε. . . .

### 178

ι προθυμίαι ωψουο

### 180

. κιολτυχαι δυστυχεῖς γὰρ λίπω ες . ₍ . ₎ χθονός πλοῦτον δ’ ἐμῶι

### 185

ισουσαγη . οησεκω ων ἴχνος ς ἅπαντ’ ἐρῶ χθονὸς σκότου

### 190

πόλει ραννίδι α . ωνμε . ₍ . ₎ ου λεύθεροι ₍ . ₎ ον πλούσιον

### 195

νη πόλις μη νόμος ς ἐπήινεσα

### unknown

. ₍ . ₎ ην σοφή ράγματα

### unknown

(200)

### 205

. ιτοις κακοῖς σκότωι ποίωι τάφωι . ησεται ν δι’ ἄστεως

### 210

ειμήλιον ς νεκροί . ιτας τύχας ος πειρατέο ₍ . ₎ (desunt versus sex)

### 214

πυροσθ Ἐρινὺς ἐν νεκροις θ . ρ . ₍ . ₎ νυαι

### 215

ζώσης δ’ ἀνίης’ ἀτμὸν ἐμφανῆ 〈φλογόσ〉. ἀπωλόμην· οὐκ οἴσετ’ εἰς δόμους νέκυν; πόσις πόσις μοι πλησίον γαμηλίους μολπὰς ἀϋτεῖ παρθένοις ἡγούμενος. οὐ θᾶσσον; οὐ σταλαγμὸν ἐξομόρξετε,

### 220

εἴ πού τίς ἐστιν αἵματος χαμαὶ πεσών; ἐπείγετ’ ἤδη δμωΐδες· κρύψω δέ νιν

### unknown

ξεστοῖσι θαλάμοις, ἔνθ’ ἐμῶι κεῖται πόσει χρυσός, μόνη δὲ κλῆιθρ’ ἐγὼ σφραγίζομαι. ὦ καλλιφεγγὲς Ἥλι’, ὥς μ’ ἀπώλεσας

### 225

καὶ τόνδ’· Ἀπόλλων δ’ ἐν βροτοῖς ὀρθῶς καλῆι, ὅστις τὰ σιγῶντ’ ὀνόματ’ οἶδε δαιμόνων.

### 227

Ὑμὴν Ὑμήν. τὰν Διὸς οὐρανίαν ἀείδομεν, τὰν ἐρώτων πότνιαν, τὰν παρθένοις

### 230

γαμήλιον Ἀφροδίταν. πότνια, σοὶ τάδ’ ἐγὼ νυμφεῖ’ ἀείδω, Κύπρι θεῶν καλλίστα, τῶι τε νεόζυγι σῶι πώλωι τὸν ἐν αἰθέρι κρύπτεις,

### 235

σῶν γάμων γένναν· ἃ τὸν μέγαν τᾶσδε πόλεως βασιλῆ νυμφεύεαι ἀστερωποῖσιν δόμοισι χρυσέοις

### unknown

ἀρχὸν φίλον Ἀφροδίτα·

### 240

ὦ μάκαρ, ὦ βασιλεὺς μείζων ἔτ’ ὄλβον, ὃς θεὰν κηδεύσεις καὶ μόνος ἀθανάτων γαμβρὸς δι’ ἀπείρονα γαῖαν θνατὸς ὑμνήσηι.

### 245

χώρει σὺ καὶ τάσδ’ εἰς δόμους ἄγων κόρας γυναῖκ’ ἄνωχθι πᾶσι τοῖς κατὰ σταθμὰ θεοῖς χορεῦσαι κἀγκυκλώσασθαι δόμοις σεμνοῖσιν ὑμεναίοισιν, Ἑστίας θ’ ἕδος, ἀφ’ ἧς γε σώφρων πᾶς τις ἄρχεται θεοῖς

### unknown

(250)

### 251

θεᾶς προσελθεῖν τέμενος ἐξ ἐμῶν δόμων.

### 252

ὦ δέσποτ’, ἔστρεψ’ ἐκ δόμων ταχὺν πόδα. οὗ γὰρ σὺ σώιζηι σεμνὰ θησαυρίσματα χρυσοῦ, δι’ ἁρμῶν ἐξαμείβεται πύλης

### 255

καπνοῦ μέλαιν’ ἄησις ἔνδοθεν στέγης. προσθεὶς πρόσωπον φλόγα μὲν οὐχ ὁρῶ πυρός, γέμοντα δ’ οἶκον μέλανος ἔνδοθεν καπνοῦ.

### unknown

ἀλλ’ ἔσιθ’ ἐς οἶκον, μή τιν’ Ἥφαιστος χόλον δόμοις ἐπεισφρεὶς μέλαθρα συμφλέξηι πυρὶ

### 260

ἐν τοῖσιν ἡδίστοισι Φαέθοντος γάμοις.

### unknown

πῶς φήις; ὅρα μὴ θυμάτων πυρουμένων κατ’ οἶκον ἀτμὸν κεῖς’ ἀποσταλέντ’ ἴδηις.

### unknown

ἅπαντα ταῦτ’ ἤθρης’· ἀκαπνώτως ἔχει.

### unknown

οἶδεν δ’ ἐμὴ τάδ’ ἢ οὐκ ἐπίσταται δάμαρ;

### 265

θυηπολοῦσα θεοῖς ἐκεῖς’ ἔχει φρένας.

### unknown

ἀλλ’ εἶμ’, ἐπεί τοι καὶ φιλεῖ τὰ τοιάδε ληφθέντα φαύλως ἐς μέγαν χειμῶν’ ἄγειν. σὺ δ’ ὦ πυρὸς δέσποινα Δήμητρος κόρη Ἥφαιστέ τ’ εἴητ’ εὐμενεῖς δόμοις ἐμοῖς.

### 270

τάλαιν’ ἐγὼ τάλαινα ποῖ πόδα πτερόεντα καταστάσω ἀν’ αἰθέρ’, ἢ γᾶς ὑπὸ κεῦθος ἄφαν‐ τον ἐξαμαυρωθῶ; ἰώ μοί μοι.

### 275

κακὰ φανήσεται· βασίλεια τάλαινα παῖς τ’ ἔσω κρυφαῖος νέκυς, ὀτοτοτοῖ, κεραύνιαί τ’ ἐκ Διὸς πυριβόλοι πλαγαὶ λέχεά θ’ Ἁλίου.

### 280

ὦ δυστάλαινα τῶν ἀμετρήτων κακῶν· Ὠκεανοῦ κόρα, πατρὸς ἴθι πρόσπεσε γόνυ λιταῖς σφαγὰς

### unknown

σφαγὰς οἰκτρὰς ἀρκέσαι σᾶς δειρᾶς.

### unknown

(ἔσωθεν)

### 284

ἰώ μοί μοι.

### 285

ἠκούσατ’ ἀρχὰς δεσπότου στεναγμάτων;

### unknown

(ἔσωθεν)

### 286

ἰὼ τέκνον.

### unknown

καλεῖ τὸν οὐ κλύοντα δυστυχῆ γόνον. άτων ὁρᾶν σαφῆ. (desunt versus tres)

### 289

αια[

### 290

ὃς ὑμεν[αι‐ εὐκελαδ[ ὡς ουρα[ σὺ δὲ παρ[ δα[

### 295

ουκειθ . [ ὑμεναι[ ολ[ βο[ δα[

### unknown

(300)

### 305

ς . [ κα[ λι[ καλεῖτε[ ὃς ἐμαν[

### 310

κακὰ δε[

### unknown

ὅδ’ ἐκ δό[μων παιδὸς . [

### unknown

εἶἑν· θυρ[ ὡς εἰσο[

### 315

ο . ανεκ[ θεᾶς δε[

### 317

ὤμοι ⁚ [

### unknown

στέναζ[ε

### unknown

αἰαῖ ⁚ [

### 320

διπλᾶ δ[

### unknown

τί γὰρ λε[

### unknown

τίς παιδ[

### unknown

εἰδὼς α[

### unknown

ἵν’ ἀντα[

### 325

σμικρο[

### unknown

κρεισσ[

### unknown

ὃς σεθ[

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cbm-at`.
