eul_wid: kjq-ae

Praises of Theon the Gymnasiarch
Ἐγκώμια Θεῶνος τοῦ Γυμνασιάρχου

Epic Work Anonymous Praises of Theon the Gymnasiarch PDF

unit_1 Αὐτός μοι τεὸν ἀεῖσαι ὑποφήτορα παῖδα, Ἑρμεία, σπεύσειας, ἀοιδοπόλῳ δ’ ἐπαρήγοις ἑπτάτονον χείρεσσι λύρην πολυηχέα κρούων, τὴν αὐτὸς τὰ πρῶτα κάμες παρὰ ποσσὶ τεκούσης ἄρτι πεσών, λύτρον δὲ βοῶν πόρες Ἀπόλλωνι· τούνεκα μουσοπόλον σε νέοι κλείουσι〈ν〉 ἀοιδοί, ἀγρονόμοι δὲ θεὸν νόμιον κλῄζουσι βοτῆρες, Ἑρμῆν δ’ ἐν σταδίοις ἐναγώνιον ἀθλητῆρες, γυμνασίων δὲ πόληες ἐπίσκοπον ἀείδουσιν.
unit_2 ἔνθα σε καὶ παῖς οὗτος, ἄναξ, ἱερῷ ἐνὶ δήμῳ πίδακ’ ἐ[λ]αιόρυτον προχέων ἀστοῖσι γεραίρει. οὐ γάρ σε πρώτιστα, Θέων, μετὰ παισὶν ἑταίροις ἀρχεύοντα νέον γινώσκομεν, ἀλλ’ ἔτι τηλοῦ ἠμὲν ἐλαιοχύτοισιν ἀλειφόμενοι κοτύλῃσιν ἠδὲ καὶ αἰνύμενοι δώρων Δημήτερος ἁγνῆς. κεῖνα μὲν ἐσθλὰ φίλος δήμῳ πόρες, ἐσθλὰ δ’ ἐπ’ ἐσθλοῖς ἐνθάδε νῦν παίδεσσι διδοῖς καὶ ἀμείνονα ταῦτα· ἦτοι μὲν γὰρ κεῖνα καὶ ἀφνειὸς πόροι ἀνήρ, πλούτου γὰρ κενεοῖο πέλει κενεαυχέα δῶρα, ταῦτα δὲ Μουσάων σοφίης δεδαημένος ἀνήρ· τῷ ς’ ἐπὶ τοῖσι μάλιστα γεραίρομεν ἤ περ ἐκείνοις,
unit_3 οὕνεκα κεῖνα πατήρ σε διδάξατο, ταῦτα δὲ Μοῦσαι.