eul_wid: mje-ab
DOI 10.5281/zenodo.20418549

Parodist Anonymous Battle of Frogs and Mice in Greek

The Batrachomyomachia, or Battle of Frogs and Mice, is an anonymous comic epic from ancient Greece. Composed in the dactylic hexameter of Homeric poetry, it parodies the conventions of the heroic epic by narrating a full-scale war between two animal tribes. The conflict begins when the frog king Physignathos, offering a ride across a pond to the mouse prince Psicharpax, accidentally drowns his passenger. The ensuing war is treated with mock solemnity, complete with heroic epithets, formal speeches, arming scenes, and divine councils. The mice gain the upper hand until Zeus, pitying the frogs, commands the gods to intervene; they send an army of crabs to the battlefield, which routs the mouse forces and ends the war.

Scholarly consensus dates the poem to between the late sixth and fifth centuries BCE, though its precise origins remain uncertain. In antiquity, its skillful imitation of Homeric style led to its occasional, though erroneous, attribution to Homer himself. The work presupposes an audience intimately familiar with the epic tradition, using its absurd premise to gently satirize the grandiose rhetoric and often trivial catalysts of heroic warfare. The poem survived through the medieval manuscript tradition, where it was frequently included as part of the Homeric corpus and served as a popular educational text due to its accessible language and engaging subject matter.

1 Ἀρχόμενος πρώτης σελίδος χορὸν ἐξ Ἑλικῶνος
2 ἐλθεῖν εἰς ἐμὸν ἦτορ ἐπεύχομαι εἵνεκ’ ἀοιδῆς,
3 ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,
4 δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,
5 εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βαλέσθαι
6 πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,
7 γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων,
8 ὡς λόγος ἐν θνητοῖσιν ἔην· τοίην δ’ ἔχεν ἀρχήν.
9 [para]Μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας,
10 πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον,
11 ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδε
12 λιμνόχαρις πολύφημος, ἔπος δ’ ἐφθέγξατο τοῖον·
13 [para]Ξεῖνε τίς εἶ; πόθεν ἦλθες ἐπ’ ἠϊόνας; τίς ὁ φύσας;
14 πάντα δ’ ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω.
15 εἰ γάρ σε γνοίην φίλον ἄξιον ἐς δόμον ἄξω·
16 δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά.
17 εἰμὶ δ’ ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνην
18 τιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα·
19 καί με πατὴρ Πηλεὺς ἀνεθρέψατο, Ὑδρομεδούσῃ
20 μιχθεὶς ἐν φιλότητι παρ’ ὄχθας Ἠριδανοῖο.
21 καὶ σὲ δ’ ὁρῶ καλόν τε καὶ ἄλκιμον ἔξοχον ἄλλων,
22 σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισι μαχητὴν
23 ἔμμεναι· ἀλλ’ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.
24 [para]Τὸν δ’ αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέν τε·
25 τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δ’ ἐν ἅπασιν
26 ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηνοῖς.
27 Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦρος
28 Τρωξάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ
29 Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.
30 γείνατο δ’ ἐν καλύβῃ με καὶ ἐξεθρέψατο βρωτοῖς,
31 σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν.
32 πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον;
33 σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν· αὐτὰρ ἔμοιγε
34 ὅσσα παρ’ ἀνθρώποις τρώγειν ἔθος· οὐδέ με λήθει
35 ἄρτος τρισκοπάνιστος ἀπ’ εὐκύκλου κανέοιο,
36 οὐδὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,
37 οὐ τόμος ἐκ πτέρνης, οὐχ ἥπατα λευκοχίτωνα,
38 οὐ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος,
39 οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν,
40 οὐδ’ ὅσα πρὸς θοίνας μερόπων τεύχουσι μάγειροι,
41 κοσμοῦντες χύτρας ἀρτύμασι παντοδαποῖσιν.
42 οὐ τρώγω ῥαφάνους, οὐ κράμβας, οὐ κολοκύντας,
43 οὐ σεύτλοις χλωροῖς ἐπιβόσκομαι, οὐδὲ σελίνοις·
44 ταῦτα γὰρ ὑμέτερ’ ἐστὶν ἐδέσματα τῶν κατὰ λίμνην.
45 [para]Πρὸς τάδε μειδήσας Φυσίγναθος ἀντίον ηὔδα·
46 ξεῖνε λίην αὐχεῖς ἐπὶ γαστέρι· ἔστι καὶ ἡμῖν
47 πολλὰ μάλ’ ἐν λίμνῃ καὶ ἐπὶ χθονὶ θαύματ’ ἰδέσθαι.
48 ἀμφίβιον γὰρ ἔδωκε νομὴν βατράχοισι Κρονίων,
49 σκιρτῆσαι κατὰ γαῖαν, ἐν ὕδασι σῶμα καλύψαι,
50 στοιχείοις διττοῖς μεμερισμένα δώματα ναίειν.
51 εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι εὐχερές ἐστι·
52 βαῖνέ μοι ἐν νώτοισι, κράτει δέ με μήποτ’ ὀλίσθῃς,
53 ὅππως γηθόσυνος τὸν ἐμὸν δόμον εἰσαφίκηαι.
54 Ὣς ἄρ’ ἔφη καὶ νῶτ’ ἐδίδου· ὁ δ’ ἔβαινε τάχιστα
55 χεῖρας ἔχων τρυφεροῖο κατ’ αὐχένος ἅμματι κούφῳ.
56 καὶ τὸ πρῶτον ἔχαιρεν ὅτ’ ἔβλεπε γείτονας ὅρμους,
57 νήξει τερπόμενος Φυσιγνάθου· ἀλλ’ ὅτε δή ῥα
58 κύμασι πορφυρέοισιν ἐκλύζετο πολλὰ δακρύων
59 ἄχρηστον μετάνοιαν ἐμέμφετο, τίλλε δὲ χαίτας,
60 καὶ πόδας ἔσφιγγεν κατὰ γαστέρος, ἐν δέ οἱ ἦτορ
61 πάλλετ’ ἀηθείῃ καὶ ἐπὶ χθόνα βούλεθ’ ἱκέσθαι·
62 δεινὰ δ’ ὑπεστενάχιζε φόβου κρυόεντος ἀνάγκῃ.
63 οὐρὴν μὲν πρῶτ’ ἔπλας’ ἐφ’ ὕδασιν ἠΰτε κώπην
64 σύρων, εὐχόμενος δὲ θεοῖς ἐπὶ γαῖαν ἱκέσθαι
65 ὕδασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δ’ ἐβώστρει·
66 καὶ τοῖον φάτο μῦθον ἀπὸ στόματός τ’ ἀγόρευσεν·
67 [para]Οὐχ οὕτω νώτοισιν ἐβάστασε φόρτον ἔρωτος
68 ταῦρος ὅτ’ Εὐρώπην διὰ κύματος ἦγ’ ἐπὶ Κρήτην
69 ὡς μῦν ἁπλώσας ἐπινώτιον ἦγεν ἐς οἶκον
70 βάτραχος ὑψώσας ὠχρὸν δέμας ὕδατι λευκῷ.
71 Ὕδρος δ’ ἐξαίφνης ἀνεφαίνετο, πικρὸν ὅραμα
72 ἀμφοτέροις· ὀρθὸν δ’ ὑπὲρ ὕδατος εἶχε τράχηλον.
73 τοῦτον ἰδὼν κατέδυ Φυσίγναθος, οὔ τι νοήσας
74 οἷον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλείπειν.
75 δῦ δὲ βάθος λίμνης καὶ ἀλεύατο κῆρα μέλαιναν.
76 κεῖνος δ’ ὡς ἀφέθη, πέσεν ὕπτιος εὐθὺς ἐφ’ ὕδωρ,
77 καὶ χεῖρας ἔσφιγγε καὶ ὀλλύμενος κατέτριζε.
78 πολλάκι μὲν κατέδυνεν ὑφ’ ὕδατι, πολλάκι δ’ αὖτε
79 λακτίζων ἀνέδυνε· μόρον δ’ οὐκ ἦν ὑπαλύξαι.
80 δευόμεναι δὲ τρίχες πλεῖον βάρος εἷλκον ἐπ’ αὐτῷ·
81 ὕδασι δ’ ὀλλύμενος τοίους ἐφθέγξατο μύθους·
82 [para]Οὐ λήσεις δολίως Φυσίγναθε ταῦτα ποιήσας,
83 ναυηγὸν ῥίψας ἀπὸ σώματος ὡς ἀπὸ πέτρης.
84 οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα κάκιστε
85 παγκρατίῳ τε πάλῃ τε καὶ εἰς δρόμον· ἀλλὰ πλανήσας
86 εἰς ὕδωρ μ’ ἔρριψας. ἔχει θεὸς ἔκδικον ὄμμα.
87 Ὣς εἰπὼν ἀπέπνευσεν ἐν ὕδασι· τὸν δὲ κατεῖδεν
88 Λειχοπίναξ ὄχθῃσιν ἐφεζόμενος μαλακῇσιν·
89 δεινὸν δ’ ἐξολόλυξε, δραμὼν δ’ ἤγγειλε μύεσσιν.
90 ὡς δ’ ἔμαθον τὴν μοῖραν ἔδυ χόλος αἰνὸς ἅπαντας.
91 καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευσαν ὑπ’ ὄρθρον
92 κηρύσσειν ἀγορήνδ’ ἐς δώματα Τρωξάρταο,
93 πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην
94 ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐδὲ παρ’ ὄχθαις
95 ἦν ἤδη τλήμων, μέσσῳ δ’ ἐπενήχετο πόντῳ.
96 ὡς δ’ ἦλθον σπεύδοντες ἅμ’ ἠοῖ, πρῶτος ἀνέστη
97 Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον·
98 Ὦ φίλοι εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα
99 ἐκ βατράχων, ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται.
100 εἰμὶ δ’ ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα.
101 καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα
102 ἔχθιστος γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα.
103 τὸν δ’ ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον εἷλξαν
104 καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες,
105 ὃ τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ,
106 τοῦτον ἀπέπνιξεν Φυσίγναθος ἐς βυθὸν ἄξας.
107 ἀλλ’ ἄγεθ’ ὁπλίζεσθε καὶ ἐξέλθωμεν ἐπ’ αὐτοὺς
108 σώματα κοσμήσαντες ἐν ἔντεσι δαιδαλέοισιν.
109 [para]Ταῦτ’ εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας.
110 καὶ τοὺς μέν ῥ’ ἐκόρυσσεν Ἄρης πολέμοιο μεμηλώς·
111 κνημῖδας μὲν πρῶτον ἐφήρμοσαν εἰς δύο μηρούς,
112 ῥήξαντες κυάμους χλωρούς, εὖ δ’ ἀσκήσαντες,
113 οὓς αὐτοὶ διὰ νυκτὸς ἐπιστάντες κατέτρωξαν.
114 θώρηκας δ’ εἶχον καλαμοστεφέων ἀπὸ βυρσῶν,
115 οὓς γαλέην δείραντες ἐπισταμένως ἐποίησαν.
116 ἀσπὶς δ’ ἦν λύχνου τὸ μεσόμφαλον· ἡ δέ νυ λόγχη
117 εὐμήκης βελόνη, παγχάλκεον ἔργον Ἄρηος·
118 ἡ δὲ κόρυς τὸ λέπυρον ἐπὶ κροτάφοις ἐρεβίνθου.
119 [para]Οὕτω μὲν μύες ἦσαν ἔνοπλοι· ὡς δ’ ἐνόησαν
120 βάτραχοι ἐξανέδυσαν ἀφ’ ὕδατος, ἐς δ’ ἕνα χῶρον
121 ἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο.
122 σκεπτομένων δ’ αὐτῶν πόθεν ἡ στάσις ἢ τίς ὁ θρύλλος,
123 κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν,
124 Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος,
125 ἀγγέλλων πολέμοιο κακὴν φάτιν, εἶπέ τε τοῖα·
126 [para]Ὦ βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες ἔπεμψαν
127 εἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε.
128 εἶδον γὰρ καθ’ ὕδωρ Ψιχάρπαγα ὅν περ ἔπεφνεν
129 ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε
130 οἵ τινες ἐν βατράχοισιν ἀριστῆες γεγάατε.
131 [para]Ὣς εἰπὼν ἀπέφηνε· λόγος δ’ εἰς οὔατα πάντων
132 εἰσελθὼν ἐτάραξε φρένας βατράχων ἀγερώχων·
133 μεμφομένων δ’ αὐτῶν Φυσίγναθος εἶπεν ἀναστάς·
134 [para]Ὦ φίλοι οὐκ ἔκτεινον ἐγὼ μῦν, οὐδὲ κατεῖδον
135 ὀλλύμενον· πάντως δ’ ἐπνίγη παίζων παρὰ λίμνην,
136 νήξεις τὰς βατράχων μιμούμενος· οἱ δὲ κάκιστοι
137 νῦν ἐμὲ μέμφονται τὸν ἀναίτιον· ἀλλ’ ἄγε βουλὴν
138 ζητήσωμεν ὅπως δολίους μύας ἐξολέσωμεν.
139 τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
140 σώματα κοσμήσαντες ἐν ὅπλοις στῶμεν ἅπαντες
141 ἄκροις πὰρ χείλεσσιν, ὅπου κατάκρημνος ὁ χῶρος·
142 ἡνίκα δ’ ὁρμηθέντες ἐφ’ ἡμέας ἐξέλθωσι,
143 δραξάμενοι κορύθων, ὅς τις σχεδὸν ἀντίος ἔλθῃ,
144 ἐς λίμνην αὐτοὺς σὺν ἐκείναις εὐθὺ βάλωμεν.
145 οὕτω γὰρ πνίξαντες ἐν ὕδασι τοὺς ἀκολύμβους
146 στήσομεν εὐθύμως τὸ μυοκτόνον ὧδε τρόπαιον.
147 Ὣς εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας.
148 φύλλοις μὲν μαλαχῶν κνήμας ἑὰς ἀμφεκάλυψαν,
149 θώρηκας δ’ εἶχον καλῶν χλοερῶν ἀπὸ σεύτλων,
150 φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας εὖ ἤσκησαν,
151 ἔγχος δ’ ὀξύσχοινος ἑκάστῳ μακρὸς ἀρήρει,
152 καί ῥα κέρα κοχλιῶν λεπτῶν ἐκάλυπτε κάρηνα.
153 φραξάμενοι δ’ ἔστησαν ἐπ’ ὄχθαις ὑψηλαῖσι
154 σείοντες λόγχας, θυμοῦ δ’ ἔμπλητο ἕκαστος.
155 [para]Ζεὺς δὲ θεοὺς καλέσας εἰς οὐρανὸν ἀστερόεντα,
156 καὶ πολέμου πληθὺν δείξας κρατερούς τε μαχητάς,
157 πολλοὺς καὶ μεγάλους ἠδ’ ἔγχεα μακρὰ φέροντας,
158 οἷος Κενταύρων στρατὸς ἔρχεται ἠὲ Γιγάντων,
159 ἡδὺ γελῶν ἐρέεινε· τίνες βατράχοισιν ἀρωγοὶ
160 ἢ μυσὶν ἀθανάτων; καὶ Ἀθηναίην προσέειπεν·
161 [para]Ὦ θύγατερ μυσὶν ἦ ῥα βοηθήσουσα πορεύσῃ;
162 καὶ γὰρ σοῦ κατὰ νηὸν ἀεὶ σκιρτῶσιν ἅπαντες
163 κνίσῃ τερπόμενοι καὶ ἐδέσμασι παντοδαποῖσιν.
164 [para]Ὣς ἄρ’ ἔφη Κρονίδης· τὸν δὲ προσέειπεν Ἀθήνη·
165 ὦ πάτερ οὐκ ἄν πώ ποτ’ ἐγὼ μυσὶ τειρομένοισιν
166 ἐλθοίμην ἐπαρωγός, ἐπεὶ κακὰ πολλά μ’ ἔοργαν
167 στέμματα βλάπτοντες καὶ λύχνους εἵνεκ’ ἐλαίου.
168 τοῦτο δέ μοι λίην ἔδακε φρένας οἷον ἔρεξαν.
169 πέπλον μου κατέτρωξαν ὃν ἐξύφηνα καμοῦσα
170 ἐκ ῥοδάνης λεπτῆς καὶ στήμονα μακρὸν ἔνησα,
171 τρώγλας τ’ ἐμποίησαν· ὁ δ’ ἠπητής μοι ἐπέστη
172 καὶ πράσσει με τόκον· τὸ δὲ ῥίγιον ἀθανάτοισιν.
173 χρησαμένη γὰρ ἔνησα καὶ οὐκ ἔχω ἀνταποδοῦναι.
174 ἀλλ’ οὐδ’ ὣς βατράχοισιν ἀρηγέμεναι βουλήσω.
175 εἰσὶ γὰρ οὐδ’ αὐτοὶ φρένας ἔμπεδοι, ἀλλά με πρῴην
176 ἐκ πολέμου ἀνιοῦσαν ἐπεὶ λίην ἐκοπώθην,
177 ὕπνου δευομένην οὐκ εἴασαν θορυβοῦντες
178 οὐδ’ ὀλίγον καταμῦσαι· ἐγὼ δ’ ἄϋπνος κατεκείμην·
179 τὴν κεφαλὴν ἀλγοῦσαν, ἕως ἐβόησεν ἀλέκτωρ.
180 ἀλλ’ ἄγε παυσώμεσθα θεοὶ τούτοισιν ἀρήγειν,
181 μή κέ τις ὑμείων τρωθῇ βέλει ὀξυόεντι·
182 εἰσὶ γὰρ ἀγχέμαχοι, εἰ καὶ θεὸς ἀντίον ἔλθοι·
183 πάντες δ’ οὐρανόθεν τερπώμεθα δῆριν ὁρῶντες.
184 [para]Ὣς ἄρ’ ἔφη· καὶ τῇ γε θεοὶ ἐπεπείθοντ’ ἄλλοι,
185 πάντες δ’ αὖτ’ εἰσῆλθον ἀολλέες εἰς ἕνα χῶρον.
186 καὶ τότε κώνωπες μεγάλας σάλπιγγας ἔχοντες
187 δεινὸν ἐσάλπιγξαν πολέμου κτύπον· οὐρανόθεν δὲ
188 Ζεὺς Κρονίδης βρόντησε, τέρας πολέμοιο κακοῖο.
189 [para]Πρῶτος δ’ Ὑψιβόας Λειχήνορα οὔτασε δουρὶ
190 ἑσταότ’ ἐν προμάχοις κατὰ γαστέρα ἐς μέσον ἧπαρ·
191 κὰδ δ’ ἔπεσεν πρηνής, ἁπαλὰς δ’ ἐκόνισεν ἐθείρας.
192 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
193 Τρωγλοδύτης δὲ μετ’ αὐτὸν ἀκόντισε Πηλείωνος,
194 πῆξεν δ’ ἐν στέρνῳ στιβαρὸν δόρυ· τὸν δὲ πεσόντα
195 εἷλε μέλας θάνατος, ψυχὴ δ’ ἐκ σώματος ἔπτη.
196 Σευτλαῖον δ’ ἂρ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρος,
197 Τυροφάγον δ’ αὐτῇσιν ἐπ’ ὄχθαις ἐξενάριξεν.
198 Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν,
199 ἥλατο δ’ ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας.
200 Λιτραῖον δ’ ἀρ’ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,
201 χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ
202 ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δ’ αἵματι γαῖα.
203 Λειχοπίναξ δ’ ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην,
204 ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
205 Πρασσαῖος δὲ ἰδὼν ποδὸς εἵλκυσε νεκρὸν ἐόντα,
206 ἐν λίμνῃ δ’ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.
207 Ψιχάρπαξ δ’ ἤμυν’ ἑτάρου περὶ τεθνειῶτος
208 καὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ,
209 πῖπτε δέ οἱ πρόσθεν, ψυχὴ δ’ Ἀϊδόσδε βεβήκει.
210 Κραμβοβάτης δὲ ἰδὼν πηλοῦ δράκα ῥίψεν ἐπ’ αὐτόν,
211 καὶ τὸ μέτωπον ἔχρισε καὶ ἐξετύφλου παρὰ μικρόν.
212 ὠργίσθη δ’ ἄρ’ ἐκεῖνος, ἑλὼν δ’ ἄρα χειρὶ παχείῃ
213 κείμενον ἐν δαπέδῳ λίθον ὄβριμον, ἄχθος ἀρούρης,
214 τῷ βάλε Κραμβοβάτην ὑπὸ γούνατα· πᾶσα δ’ ἐκλάσθη
215 κνήμη δεξιτερή, πέσε δ’ ὕπτιος ἐν κονίῃσι.
216 Κραυγασίδης δ’ ἤμυνε καὶ αὖθις βαῖνεν ἐπ’ αὐτόν,
217 τύψε δέ οἱ μέσσην κατὰ γαστέρα· πᾶς δέ οἱ εἴσω
218 ὀξύσχοινος ἔδυνε, χαμαὶ δ’ ἔκχυντο ἅπαντα
219 ἔγκατ’ ἐφελκομένῳ ὑπὸ δούρατι χειρὶ παχείῃ·
220 Τρωγλοδύτης δ’ ὡς εἶδεν ἐπ’ ὄχθῃσιν ποταμοῖο,
221 σκάζων ἐκ πολέμου ἀνεχάζετο, τείρετο δ’ αἰνῶς·
222 ἥλατο δ’ ἐς τάφρους, ὅππως φύγῃ αἰπὺν ὄλεθρον.
223 Τρωξάρτης δ’ ἔβαλεν Φυσίγναθον ἐς ποδὸς ἄκρον.
224 Πρασσαῖος δ’ ὡς εἶδεν ἔθ’ ἡμίπνουν προπεσόντα,
225 ἦλθε διὰ προμάχων καὶ ἀκόντισεν ὀξύσχοινον·
226 οὐδ’ ἔρρηξε σάκος, σχέτο δ’ αὐτοῦ δουρὸς ἀκωκή·
227 οὐδ’ ἔβαλε τρυφάλειαν ἀμύμονα καὶ τετράχυτρον
228 δῖος Ὀριγανίων, μιμούμενος αὐτὸν Ἄρηα,
229 ὃς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθ’ ὅμιλον·
230 ὥρμησεν δ’ ἄρ’ ἐπ’ αὐτόν· ὁ δ’ ὡς ἴδεν οὐχ ὑπέμεινεν.
231 Ἦν δέ τις ἐν μυσὶ παῖς Μεριδάρπαξ ἔξοχος ἄλλων,
232 Κναίσωνος φίλος υἱὸς ἀμύμονος ἀρτεπιβούλου·
233 οἴκαδ’ ἴεν, πολέμου δὲ μετασχεῖν παῖδ’ ἐκέλευεν·
234 οὗτος ἀναρπάξαι βατράχων γενεὴν ἐπαπείλει·
235 ἀγχοῦ δ’ ἕστηκεν μενεαίνων ἶφι μάχεσθαι
236 καὶ ῥήξας καρύοιο μέσην ῥάχιν εἰς δύο μοίρας
237 φράγδην ἀμφοτέροισι κενώμασι χεῖρας ἔθηκεν·
238 οἱ δὲ τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην·
239 καί νύ κεν ἐξετέλεσσεν ἐπεὶ μέγα οἱ σθένος ἦεν,
240 εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
241 καὶ τότ’ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων,
242 κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν·
243 Ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι·
244 Ἅρπαξ ἐν βατράχοισιν ἀμείβεται· ἀλλὰ τάχιστα
245 Παλλάδα πέμψωμεν πολεμόκλονον ἢ καὶ Ἄρηα,
246 οἵ μιν ἐπισχήσουσι μάχης κρατερόν περ ἐόντα.
247 [para]Ὣς ἄρ’ ἔφη Κρονίδης· Ἄρης δ’ ἀπαμείβετο μύθῳ·
248 οὔτ’ ἄρ’ Ἀθηναίης Κρονίδη σθένος οὔτε Ἄρηος
249 ἰσχύει βατράχοισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
250 ἀλλ’ ἄγε πάντες ἴωμεν ἀρηγόνες· ἢ τὸ σὸν ὅπλον
251 κινείσθω· οὕτω γὰρ ἁλώσεται ὅς τις ἄριστος,
252 ὥς ποτε καὶ Καπανῆα κατέκτανες ὄβριμον ἄνδρα
253 καὶ μέγαν Ἐγκελάδοντα καὶ ἄγρια φῦλα Γιγάντων.
254 Ὣς ἄρ’ ἔφη· Κρονίδης δὲ βαλὼν ἀργῆτα κεραυνὸν
255 πρῶτα μὲν ἐβρόντησε, μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον.
256 πάντας μέν ῥ’ ἐφόβησε βαλὼν βατράχους τε μύας τε·
257 ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μυῶν στρατός, ἀλλ’ ἔτι μᾶλλον
258 ἔλπετο πορθήσειν βατράχων γένος αἰχμητάων,
259 εἰ μὴ ἀπ’ Οὐλύμπου βατράχους ἐλέησε Κρονίων,
260 ὅς ῥα τότ’ ἐν βατράχοισιν ἀρωγοὺς εὐθὺς ἔπεμψεν.
261 [para]Ἦλθον δ’ ἐξαίφνης νωτάκμονες, ἀγκυλοχεῖλαι,
262 λοξοβάται, στρεβλοί, ψαλιδόστομοι, ὀστρακόδερμοι,
263 ὀστοφυεῖς, πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοις,
264 βλαισοί, χειλοτένοντες, ἀπὸ στέρνων ἐσορῶντες,
265 ὀκτάποδες, δικάρηνοι, ἀχειρέες, οἱ δὲ καλεῦνται
266 καρκίνοι, οἵ ῥα μυῶν οὐρὰς στομάτεσσιν ἔκοπτον
267 ἠδὲ πόδας καὶ χεῖρας· ἀνεγνάμπτοντο δὲ λόγχαι.
268 τοὺς δὴ ὑπέδεισαν δειλοὶ μύες οὐδ’ ἔτ’ ἔμειναν,
269 ἐς δὲ φυγὴν ἐτράποντο· ἐδύετο δ’ ἥλιος ἤδη,
270 καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη.