eul_wid: joc-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Paean to Apollo and Asclepius by Macedonius the Lyric Poet

The Paean to Apollo and Asclepius is a Greek hymn attributed to Macedonius the Lyric Poet. As a formal song of praise intended for performance, it jointly addresses Apollo and his son Asclepius, the god of medicine, indicating a context related to healing or thanksgiving. The work survives only in two fragmentary passages. Its themes involve the direct praise and invocation of the two deities, supplication for or thanksgiving regarding health and salvation from illness, and the celebration of their divine kinship and shared function in healing. The poem is absent from major textual catalogues and is not attested for any known Macedonius in standard references. Its survival in two passages suggests fragmentary preservation, likely through indirect transmission such as quotation in later grammatical or anthological works, rather than a continuous manuscript tradition. This paean represents the enduring composition of traditional pagan hymnody, possibly in the late antique period. Its primary significance lies in its contribution to the corpus of Greek religious poetry dedicated to healing deities.

Μακεδόνιος ἐποίησεν
Δήλιον εὐφαρέτραν ἑκατηβόλον εὔφρονι θυμῷ
εὐφημεῖτε, φέροντες, ἰὴ ἰέ, ὢ ἰὲ Παιάν,
ἱκτῆρα κλάδον ἐν παλάμαις, Διὸς ἀγλαὸν ἔρνος,
κοῦροι Ἀθηναίων, ἰὴ ἰέ, ὢ ἰὲ Παιάν,
… υ … αμε … ος ὕμνος ἀείδ …
κλυτόν, ἤπιον υ …
ἰὴ Παιάν,
ἐπιτάρροθον ὅν ποτε γείνατο νούσων
μήτηρ ἠδὲ δύης Ἀσκληπιὸν εὔφρονα κοῦρον,
ἰὴ Παιάν.
Τὸν δʼ ἀνὰ Πηλιάδας κορυφὰς ἐδίδαξε τέχνην τε
καὶ σοφίαν Κένταυρος ἀλεξίπονον μερόπεσσιν,
ἰὴ Παιάν,
παῖδα Κορωνίδος, ἤπιον ἀνδράσι,
δαίμονα σεμνότατον.
ἰὴ Παιάν·
Τοῦ δʼ ἐγένοντο κόροι Ποδαλείριος ἠδὲ Μαχάων,
Ἕλλησιν κοσμήτορε λόγχης,
ἰὴ Παιάν,
ἠδʼ Ἰασὼ Ἀκεσώ τε καὶ Αἴγλη καὶ Πανάκεια,
Ἠπιόνης θύγατρες σὺν ἀριπρέπτῳ Ὑγιείᾳ,
ἰὴ Παιάν.
Χαῖρε, βροτοῖς μέγʼ ὄνειαρ,
δαῖμον κλεινότατε, ὢ ἰὲ Παιάν,
Ἀσκληπιέ, σὴν δὲ δίδου σοφίαν ὑμνοῦντας ἐς αἰεὶ
θάλλειν ἐν βιοτῇ σὺν τερπνοτάτῃ Ὑγιείᾳ,
ἰὴ Παιάν·
σῴζοις δʼ Ἀτθίδα Κεκροπίαν πόλιν
αἰὲν ἐπερχόμενος,
ἰὲ Παιάν.
Ἤπιος ἔσσο, μάκαρ, στυγερὰς δʼ ἀπερύκεο νούσους,
ἰὴ ἰέ, ὢ ἰὲ Παιάν.