eul_wid: mlw-ar
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Clouds by Aristophanes Scholia

The Scholia to Aristophanes' Clouds is a corpus of ancient and Byzantine explanatory annotations on the Athenian comic playwright's work. Compiled over many centuries, from the Hellenistic period to the Middle Ages, these notes represent a layered tradition of scholarship rather than a unified composition by a single author. Transmitted in the margins and between the lines of medieval manuscripts of the play, the scholia comprise thousands of individual glosses that address the linguistic, historical, and cultural challenges posed by Old Comedy. Their content is diverse, encompassing lexical explanations of obscure terms, commentary on Athenian legal and social institutions, identifications of contemporary figures such as Socrates, notes on mythological references, and records of variant readings from different textual traditions. This compilation served a fundamentally pedagogical function, aiming to elucidate a complex and historically distant literary work for students and readers in later periods. The scholia survive in a fragmentary state, having been copied, abbreviated, and sometimes corrupted through successive generations of scribes. The most significant source for the tradition is the 10th-century Ravenna manuscript. As a repository of ancient exegetical activity, the scholia are a resource for understanding classical Athenian society, the history of textual criticism, and the reception of Aristophanes' comedy across antiquity.

προλογίζει ὁ Στρεψιάδης.

τὸ «ἰοὺ ἰού» κῶλόν ἐστι μονόμετρον ... ἀκατάληκτον· ἐφεξῆς δὲ στίχοι ... ἀκατάληκτοι σξʹ, ὧν αʹ μὲν «Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον», τελευταῖος δὲ ... γενήσομαι.»

δυσφορῶν ... σχετλιάζων ταῦτα βοᾷ. ἀπέρατον μὲν ... ἐπὶ ἔργων. καὶ ὁ Στρεψιάδης οὖν ἐνταῦθα ὡς ἀγρυπνῶν ὑπὸ φροντίδος τινὸς μεγάλην οἴεται τὴν νύκτα καὶ σχεδὸν ἀπέραντον.

δυσχεραίνων δὲ τοῦτό φησιν· ἔστι τὸ προοίμιον ... πράγματος

δυσχερῶν Στρεψιάδης ... ταῦτά φησι καὶ σχετλιάζων βοᾷ «ἰοὺ ἰού»

ταῦτα σχετλιάζων ὑπὸ τῆς φροντίδος φησίν

παρεπιγραφή

ἰοὺ ἰού φεῦ φεῦ

οὐ πρᾶγμά τί φησιν, ἀλλὰ αὗται αἱ νύκτες κατὰ τὴν ἀττικὴν περίφρασιν

ἀττική ἐστι περίφρασις, ἤγουν αὗται αἱ νύκτες· δοκεῖ δὲ ἐκ τοῦ δυσχεραίνειν βαρύ τι καὶ μέγα ἡγεῖσθαι τὰς νύκτας διάστημα

τὸ χρῆμα τὸ διάστημα

ὅσον θαυμαστικόν ὁπόσον· ἤγουν μεγάλαι

ὡς λίαν

ἀπέραντον ἀπλήρωτον οὗ πέρας οὐκ ἔστιν πέρας μὴ ἔχουσαι, μὴ τέλος ἔχουσαι μὴ ἔχον τέλος ἀτελεύτητον· ἀπὸ τοῦ περαιόω.

ἀπέρατον ἤγουν τὸ μὴ ἔχον πέρας· ἀπέραντον δὲ τὸ μὴ περαινόμενον καὶ τὸ ὅπερ μὴ δύναιτό τις ἐξελθεῖν.

γρ. δὲ καὶ μετὰ τοῦ ν· ἤγουν ἀτελείωτον

γενήσεται μέλλει ὑπάρξειν

«οὐδέποτε γενήσεται ἡ ἡμέρα;» ἔνιοι ἀποφαντικῶς ἀναγινώσκουσιν

καὶ μὴν τολοιπόν.

πάλαι πρὸ ὥρας

ἀλεκτρυόνος τῆς φωνῆς τοῦ τούτου ... φωνὴ ἡμέραν ἐγγίζειν φασίν

ἀλεκτρυὼν ἀττικόν, ἀλέκτωρ παρὰ Ἀλεξανδρεῦσιν, ἀλεκτορὶς δὲ ἀλεκτορίδος ἐπὶ τῆς θηλείας, ὅθεν καὶ «ᾠὰ ἀλεκτόρεια».

οἰκέται δοῦλοι οἱ ἐν τῷ οἴκῳ πάντες ἢ οἱ δοῦλοι

ῥέγκουσιν βαθέως ... ῥοχαλίζουσιν, ὃ καὶ ῥέγχειν λέγεται ῥέγχουσιν

ἤτοι βαθέως ὑπνώττουσιν. «ῥέγχουσι» δέ ἐστι καὶ τροπῇ τοῦ χ εἰς κ γίνεται «ῥέγκουσιν». ἔστι δὲ ἰωνικόν, καὶ ἐκ τούτου φασὶ καὶ οἱ Ἀττικοὶ τὸ «ῥέγκουσιν»· οἱ γὰρ Ἴωνες ἀεὶ τὰ ψιλὰ εἰς δασέα τρέπουσιν, οἷον «πανδοκεῖον», «ῥέγκουσι», «δέκομαι», «ὅκως» καὶ τὰ τοιαῦτα.

ἔστι δὲ ἀττικόν, ἐπεὶ καὶ «ῥέγχουσι» γράφεται. τὸ δὲ «ῥέγκουσιν» ἀπὸ τῶν Ἰώνων λέγουσι λαβόντες, οἵτινες

πρὸ τοῦ ἔρεγχον δηλονότι, πρὸ τοῦ γενέσθαι τὸν πόλεμον

οὐκ ... τοῦ οὐδαμῶς δηλονότι πρὸ τοῦ τὸν πόλεμον μετὰ τῶν Λακεδαιμονίων συμβῆναι

ὅρα, πῶς δαιμονίως καθάπτεται τῶν Ἀθηναίων Ἀριστοφάνης, ὡς τὴν ἔχθραν καὶ τὸν πόλεμον τὸν μετὰ τῶν Λακεδαιμονίων μᾶλλον φιλοῦντας, προτρέπει δὲ αὐτοὺς εἰρηνεύειν μᾶλλον, ἐν σχήματι περιλήψεως ἐπάγων, ὅσα εἰσὶν ἐκ τοῦ πολέμου δυσχερῆ καὶ ὅτι οὐδὲ τοὺς οἰκέτας ἔξεστι κολάζειν· ἤν τις γὰρ αὐτοὺς τιμωρήσῃ, ῥᾷστα ἂν πρὸς τοὺς Λακεδαιμονίους ἐχθροὺς ὄντας αὐτομολήσειαν.

ἀποστροφὴ πρὸς τὸν πόλεμον τὸν αἴτιον τοῦ ῥέγκειν τοὺς δούλους

δῆτʼ ἀληθῶς.

πολλῶν κακῶν

οὕνεκα χάριν

φασὶν ... ναυμαχήσαντες ... τοῖς ναυμαχοῦσι ... οὕτω λέγουσι ... κολάζειν ἐν τοῖς πταίσμασιν ... αὐτομολήσωσιν.

ὅτʼ ὅτι, ἐπεί εἴπερ.

κολάσʼ ἀγανακτῆσαι τιμωρῆσαι … .

ἔξεστί δυνατὸν ὑπάρχει

κολάσαι γʼ ἔστι γρ. ἔξεστι

οἰκέτας δούλους

χρηστὸς εἰρωνικόν κατʼ εἰρωνείαν ἢ ὁ μωρός

νεανίας ὁ ἐμὸς υἱὸς δηλονότι

ἁρμοδιώτατα εἰρήκει ἐνταῦθα ὁ ποιητὴς τὸ «ἐξεγείρεται»· κυρίως γὰρ ὅταν ἐκ τοῦ ὕπνου ἀναστῶμεν, τότε προσφορώτερόν ἐστιν εἰπεῖν «ἐγείρομαι». καὶ τὸ μὲν ἐγείρομαι παθητικῶς ἐκφερόμενον σημαίνει τὸ «ἀνίσταμαι αὐτὸς ἐγώ», τὸ δὲ ἐγείρω τὸ ἐνεργητικὸν τὸ «ἀνίστημι ἕτερον», ὡς καὶ τὸ «τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξήγειράς με, Κύριε».

ἐγείρεται ἀνίσταται

τῆς νυκτὸς κατὰ τὸν καιρὸν.

πέρδεται πέρδει ἀεὶ παθητικῶς γράφεται.

ἐν πέντε ἐν πολλαῖς

σισύρη τὸ παχὺ ... δερμάτων

ἐγκεκορδυλημένος ἔτι γὰρ Κύπριοι ... κεφαλῆς, καὶ ἀπὸ τούτου ῥῆμα κορδυλέω, κορδυλῶ.

ἐγκεκορδυλημένος περικεκαλυμμένος συνεσφιγμένος τοῖς ἐπιβλήμασιν.

κεκορδυλημένος, οἱονεὶ κεκονδυλημένος· τοῦτο δὲ παράγεται ἀπὸ τοῦ κονδύλου, ὃς ὁ κοινῶς «γρόνθος» λέγεται. τὰ δὲ ἐπιβλήματα σισύραι εἰσί· σισύραι δὲ δέρματα κατειργασμένα.

δοκεῖ φαίνεται ἀνεκτόν· ἢ ἐπιτήδειον

ῥέγκωμεν νοητέον, ὅτι ἔπεσεν ὑπνώττειν ὅρα ἵνα ῥωγχαλίζομεν δεῦρο καὶ ἡμεῖς … .

ἐγκεκαλυμμένοι κατεσκεπασμένοι.

ἀλλʼ οὐ παρεπιγραφή

δύναμαι ἰσχύω

δείλαιος ὁ ἄθλιος

εὕδειν κοιμᾶσθαι.

δακνόμενος πιεζόμενος.

δακνόμενος ὑπὸ τῆς φροντίδος τοῦ χρέους. ἐπεὶ δὲ τὰ χρέα κατεδαπανῶντο ἐν ταῖς τῶν ἵππων φάτναις, ἔφη «ὑπὸ τῆς φάτνης δάκνομαι»

ἐκ ... περιεχόμενον· περιέχεται γὰρ ἡ φάτνη, περιέχονται δὲ οἱ ἵπποι

δαπάνης ἀναλωμάτων

φάτνης ἵππων

τῶν χρεῶν ἃ ὀφείλω

κόμην ἔχων ἦσαν γὰρ οἱ ἵπποι κόμην τρέφοντες

κόμη μὲν λέγεται ἡ θρὶξ τῆς κεφαλῆς, ἀφʼ οὗ καὶ τὸ κομᾶν καὶ τὸ «καρηκομόωντες Ἀχαιοί» παρʼ Ὁμήρῳ· κόμην δὲ ἐνταῦθά φησιν οὐ μόνον τὴν τῆς κεφαλῆς τρίχα ἀλλὰ καὶ ἃς ἐτίθουν ἐν τοῖς κράνεσιν· ὅθεν καὶ «καρηκομώωντας» φησὶν Ὅμηρος «ἱππάζεται» δὲ ἀντὶ τοῦ ἐπὶ ἑνὸς ἵππου ὀχεῖται· «ξυνωρικεύεται» δὲ ἤγουν ἐφʼ ἅρματος ὀχεῖται, ὃ εἷλκον δύο ἵπποι ξυνωρὶς δὲ λέγεται συζυγία δύο τινῶν ἀνθρώπων δηλονότι ἢ ἵππων ἢ ἄλλων ζῴων ἢ πραγμάτων τινῶν

κόμην πλῆθος τριχῶν

ἔχων κεκτημένος

ἱππάζεται ἔφιππος γίνεται ἑνὶ ἵππῳ ἐν ἵππῳ ὀχεῖται κέλλητι ἵππῳ χρῆται.

ξυνωρικεύεται ἐπὶ ξυνωρίδος ἅρματος ὀχεῖται ξυνωρίδι χρῆται, διφρεύεται ἐν ξυνωρίδι ἵππων ἐπὶ δίφρου φέρεται ἐφʼ ἅρματος ὀχεῖται ἐπὶ δίφρου ὀχεῖται ἤτοι ἅρματος ἔχοντος δύο ἵππους … .

τὸ μὲν «ἱππάζεται» ἀντὶ τοῦ ἐπὶ ἑνὸς ἵππου ὀχεῖται, τὸ δὲ «ξυνωρικεύεται» ἀντὶ τοῦ ἐφʼ ἅρματος ὀχεῖται, ὃ εἷλκον ἵπποι δύο.

ὀνειροπολεῖν μέν ἐστι τὸ ἐν ὀνείροις φαντάζεσθαι περί τινος ἁπλῶς, ὀνειρώττειν δὲ τὸ κοιμώμενόν τινα αὐτομάτως προϊέναι τὴν γονὴν δοκοῦντα συνουσιάζειν γυναικὶ ἢ πολλάκις καὶ δίχα φαντασίας συνουσιασμοῦ.

ὀνειροπολεῖν τὸ φαντάζεσθαι, ὀνειρώττειν δὲ τὸ καθʼ ὕπνους συνουσιάζειν.

ὀνειροπολεῖ ἐν τοῖς ὀνείροις φαντάζεται.

ἴσθι, ὅτι τὸ ὄλλω πέντε θέματα ἔχει· καὶ πρῶτον μέν ἐστι τὸ ὄλλω, ἐκ τούτου δὲ καὶ μέλλων ὀλλῶ, ἐκ δὲ τοῦ μέλλοντος τούτου γίνεται ἕτερον θέμα ὀλέω, ὀλῶ· καὶ ὄλλω ποιεῖται θέμα ὀλλύω, καὶ ὄλλυμι ἀπὸ τοῦ πρώτου θέματος τοῦ ὄλλω

ἤγουν εἰς ... ἡμέραις κθʹ καὶ μικρόν τι πλείοσιν· ἀπὸ γοῦν τῆς κʹ φθίνειν φασὶ τὸν σεληνιακὸν μῆνα. ἐπεὶ οὖν οἱ τόκοι τῶν χρεῶν πληρουμένου τοῦ μηνὸς ἐδίδοντο, ὡς ἤδη ἀπὸ τῆς κʹ φθίνοντος τὴν τῶν τόκων ἀπόδοσιν ἀναλογιζόμενος δυσχεραίνει. εἴρηκε δὲ εἰκάδας πληθυντικῶς τὰς μετὰ τὴν κʹ ἐφεξῆς ἡμέρας ὡς μάλιστα φθίνειν ποιούσας τὸν μῆνα, ἢ αὐτὴν τὴν κʹ.

ἄγουσαν φέρουσαν

εἰκάδας πολλὰς διαφοράς.

εἰκάδας ἔθος ἦν κατὰ εἴκοσιν ἡμέρας … τόκους …

γὰρ καί

τόκοι κάματοι.

χωροῦσιν ἔρχονται.

κἄκφερε ἔξω φέρε

τὸ γραμματεῖον τὸ κατάστιχον τῶν χρεῶν τὸν χάρτην εἰς ὃν τὰ χρέα γράφουσιν τὸν τὸ χρέος ἔχοντα γεγραμμένον.

γραμματεῖον ὁ χάρτης, ἐν ᾧ σημειούμεθα τόδε τι.

ἀναγνῶ μάθω.

ὁπόσοις ἀνθρώποις

ὀφείλω χρεωστῶ

λογίσωμαι λογαριάσωμαι

τόκους καμάτους

ὅτι ... ἐστι δραχμαὶ βʹ, ὃ καλεῖται κοδράντης ... ιηʹ· τὸ δὲ ... ϛʹ.

φέρʼ παρεπιγραφή

ὀφείλω χρεωστῶ

τοῦ ὑπὲρ τίνος ἕνεκεν τίνος πράγματος.

μνᾶς λίτρας

τί εἰς τί

ἐχρησάμην ἐδανεισάμην

συνῆχʼ ἐνόησα, ἐγνώρισα.

ἐπριάμην ὠνησάμην

τὸ κ στοιχεῖον κόππα ἐλέγετο κατὰ διάλεκτον, ὅθεν καὶ κοππατίας ὁ ἔχων ἐντετυπωμένον τῷ μηρῷ κ, ὥσπερ καὶ σαπφόρας ὁ τὸ σ ἔχων. ἔνιοι δὲ κοππατίας ἵππους νοοῦσι τοὺς γαύρους καὶ ταῖς ὁπλαῖς τὸ ἔδαφος κόπτοντας.

κοππατίαν φρυαγματίαν τὸν κ χάραγμα καὶ σημεῖον ἔχοντα τὸν ἔχοντα κ εἰς τὸν μηρόν τὸν ἵππον τὸν καλούμενον κοππατίαν

τάλας ἄθλιος ὑπάρχω

εἴθʼ ἄμποτε

ἐναλλάττουσιν οἱ Ἀττικοὶ τὴν συνήθειαν. ἐπὶ μὲν ὀφθαλμῶν ἀττικισταὶ τιθέασιν «ἐξεκόπην» ἐπὶ χειρῶν μᾶλλον ὀφείλοντος λέγεσθαι, ἐπὶ δὲ τῶν χειρῶν τὸ «ἐπηρούμην», ὅπερ ἐπὶ ὀφθαλμῶν ὤφειλε λέγεσθαι.

τὸ «ἐξεκόπην» κυρίως ἐπὶ χειρὸς ἢ καὶ ἐπὶ ποδὸς εἴη ἂν ἁρμόδιον λεχθῆναι, ἐπὶ δὲ τῶν ὀφθαλμῶν «πήρωσιν». ταῦτα δὲ οἱ Ἀττικοὶ ἐναντία φασί· τὴν μὲν γὰρ πήρωσιν ἐπὶ στερήσεως χειρῶν τε καὶ ποδῶν λέγουσι, τὴν δὲ ἐκκοπὴν ἐπὶ τῶν ὀφθαλμῶν.

«ἀνεκόπην τὸν ὀφθαλμόν», ὅταν ἀμβλυωπῇ· «ἐξεκόπην» δέ, ὅταν παντελῶς ἐξέλθῃ ὁ ὀφθαλμὸς τῆς καθέδρας

ἐξεκόπην ἐξεβλήθην

πρότερον πρὸ τοῦ δανεισθῆναι

τὸν ὀφθαλμὸν τοὺς ὀφθαλμούς

λίθῳ ἐν

Φίλων ὄνομα κύριον ὦ σὺ ἀπὸ τῶν ὦ οὗτος ὁ ὢν ἐκ τῶν φίλων ἢ Φίλων ὄνομα κύριον.

ἀδικεῖς ἐμέ

ἔλαυνε διέρχου ἢ τρέχε

ἔλαυνε ... δρόμον ἐπʼ εὐθείας ποίει τὸν δρόμον σου.

ἐλάω, ἐλῶ κοινόν, ἐλαύω ἰωνικόν, ἐλαύνω ἀττικόν. ἴσθι δέ, ὅτι τὸ ἐλαύνω ἐπὶ τεσσάρων τινῶν λαμβάνεται, ἤγουν ἐλαύνω ἐπὶ τῆς μίξεως τῶν ἀλόγων ζῴων, ὡσαύτως καὶ ἐπὶ δρόμου ἵππων καὶ ἐπὶ τοίχων καὶ ἐπὶ σιδήρου

τὸν πρός

τοῦτʼ κτλ. τὸ λαλεῖν σε ἐν ὕπνῳ τὸ «Φίλων ἀδικεῖς» τοῦτο ἐστὶ τὸ κακόν, ὅτι ἀεὶ φαντάζεται τὴν ἱππικήν τὸ τοὺς ἵππους φαντάζεσθαι.

ἀπολώλεκεν: τὸ θέμα ὀλέω, ὀλῶ, ὁ παρατατικὸς ὤλεκα καὶ ἀττικῶς ὀλώλεκα, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπολώλεκα

ἀπολώλεκεν ἔφθειρεν

ὀνειροπολεῖ διὰ ὀνείρων ἔρχεται

τοῦτο δηλοῖ τὸ «καθεύδων», ὅτι οὐ μόνον, ὅτʼ ἐστὶν ἔξυπνος, ἔχεται τῆς ἱππικῆς, ἀλλὰ καὶ καθεύδων φανταζόμενος ἐν τῷ ὕπνῳ φησὶ τοῦτο. εἶτα ἐπιστρέφεται καὶ ὁρᾷ πρὸς τὸ γραμματεῖον

ἱππικήν τὴν ὁδὸν τῶν ἵππων

ἱππικὸς ὁ δύναμιν ἔχων χρῆσθαι τοῖς ἵπποις καὶ τεχνικὸς ὁ δύναμιν ἔχων χρῆσθαι τέχνῃ τινί· ἱππικὴ δὲ ἡ ἐπιστήμη καὶ ἕξις ἡ ἐνοῦσα τῇ ψυχῇ. ἐνταῦθα δὲ «ἱππικὴν ὀνειροπολεῖ» ἀντὶ τοῦ ἱππάζειν

ἐλᾷ ἐλαύνει περιέρχεται εἰς τὸν ἀγῶνα ἐλαυνόμενος.

τὰ ἁμιλλητήρια ἅρματα ὤφειλεν εἰπεῖν· ὁ δὲ ὑπὸ τοῦ ὕπνου ὥσπερ τοῦ ὀρθοῦ ἐκπίπτων τὰ πολεμιστήριά φησι. πολεμιστήρια μὲν γὰρ ἅρματα λέγονται τὰ τοῖς πολέμοις ἁρμόδια, ἁμιλλητήρια δὲ τὰ ἐν ταῖς ἁμίλλαις συνεργοῦντα, ἀγωνιστήρια δὲ τὰ ἐν τοῖς ἀγῶσι

πολεμιστήρια τὰ ἁμιλλητήρια ὤφειλεν εἰπεῖν, καὶ εἶπε τὰ πολεμιστήρια, παραφορούσης τῆς γλώττης τοῦ ὑπνώττοντος

δέον εἰπεῖν τὰ ἁμιλλαντήρια ὡς πρὸς τὸ «ἔλαυνε τὸν σαυτοῦ δρόμον», ὁ δὲ πολεμιστήρια εἶπεν ὡς ἐκ τοῦ ὕπνου δηλονότι συγκεχυμένος ὤν

ὡς μὴ γινώσκων, ἅ φησι, διὰ τὸ καθʼ ὕπνους λέγειν αὐτά οὕτω συγκεχυμένος ὡς ἐν ὕπνῳ

ὅτι τρεῖς δρόμοι μάλιστα ἦσαν πεζῶν ὁπλίτων, ὁ δίαυλος ... μέχρι νόμου ... τὰς καμπτηρίας ἐποίουν.

τὰ πολεμιστήρια τὰ ἀγωνιστήρια

ἅμιλλα ὁ ἀγών, καὶ ἁμιλλητήριον ὁ τόπος, ἐν ᾧ ἀγωνίζονται.

ἐλαύνεις διώκεις

ἐλαύνει ὁ χαλκεὺς τὸν σίδηρον σφυρηλατῶν, καὶ ὁ οἰκοδόμος ἀπὸ μεταφορᾶς τούτου τεῖχος, ἀντὶ τοῦ ἐπίμηκες ποιεῖ· καὶ ἐλαύνει ἵππον, ἀντὶ τοῦ ἐπʼ εὐθείας ποιεῖ φέρεσθαι καὶ ἐκτείνεσθαι.

στρέφεσθαί με ποιεῖς, ἤγουν πολλὰς στροφὰς φροντίδων διεγείρεις· ἢ ἀντὶ τοῦ «ποιεῖς» «ἐλαύνεις»

δρόμους μερίμνας ἢ ὁδούς.

ἔβα μετέλαβε ἔβα με εἰς.

μετὰ τὸν Πασίαν μετὰ τοῦ δανείσασθαί με τὰ ἀπὸ τοῦ Πασίου ὑπὸ τοῦ Πασίου μετὰ τί χρέος τοῦ Πασία μετὰ τὸ χρέος τοῦ Πασία

μναῖ ὀφείλω τῷ Ἀμυνίᾳ χρέους ἐπῆλθον ἢ ὀφείλονται.

δίφρος καλεῖται τὸ σκεῦος, ἐν ᾧ οἱ ἡνίοχοι ἐφεστῶτες ἐλαύνουσιν· ὑποκοριστικῶς δὲ εἶπε «διφρίσκου» διὰ τὸ μικροὺς εἶναι καὶ κούφους τοῖς ἀγωνιζομένοις πρὸς τοὺς ἀγωνιστηρίους.

διφρίσκου ἕνεκα τοῦ μικροῦ δίφρου ἤγουν ἅρματος

πρός τινα δοῦλον· ἐῴκει γὰρ ἀφʼ ἵππου ἀποβῆναι, καί φησιν· «ἄπαγε τὸν ἵππον οἴκαδε».

ἢ ἀντὶ τοῦ κυλισθῆναι ποιήσας· ἁλίζειν γὰρ ἔλεγον τὸ ἐν κόνει κυλίεσθαι· ἦν γὰρ κόνις τις ἐξαίρετος τοῖς ἀγωνιζομένοις· ἢ ἐκβαλὼν τῆς ἁμίλλης, ἀπὸ τῆς ἐξ προθέσεως τῆς δηλούσης τὸ ἔξω καὶ τοῦ ἁλίζω τὸ συναθροίζω.

ἄπαγε εἰς τοὐπίσω κόμιζε.

ἐξαλίσας κυλίσας

ἔτι καθεύδων ὁ Φειδιππίδης καὶ τοῦτό φησιν· οἴεται γὰρ πεπληρωκέναι τὸν δρόμον, ὃν ἔτρεχε, καὶ οἱονεὶ κελεύει τινὰ πρὸς κόνεως κυλίστρας τόπον ἐξενεγκεῖν τὸν ἵππον ὥστε κυλισθῆναι, ὅπερ ἥδεται ὁ ἵππος ποιῶν.

οἴκαδε εἰς τὸν οἶκον εἰς τὴν οἰκίαν.

ἀλλʼ ὦ μέλεε: ἀπὸ τοῦ ἀπαγορευτικοῦ ἐπιρρήματος καὶ τοῦ ἐλέους.

μέλεʼ ἄθλιε

ἐξήληκας ἐξήλασας

δίκας κρίσεις

δίκη ἡ παρὰ τοῖς Ἕλλησι σωματοειδὴς θεά· δίκη καὶ ἡ τιμωρία καὶ ἡ κόλασις, δίκη καὶ ἡ δικαιοσύνη, δίκη καὶ τὸ δικαστήριον καὶ ἡ κρίσις.

ὤφληκα ἐχρεώστησα

χʼἅτεροι καὶ ἄλλοι καὶ οἱ ἕτεροι καὶ οἱ ἄλλοι

τόκου χάριν.

τόκος σημαίνει τρία· τόκος αὐτὴ ἡ γέννα καὶ τόκος τὸ τεχθὲν παιδίον, καὶ τόκος ἡ ὠφέλεια

οὐ γὰρ μόνον δικάζεσθαι, φησί, μέλλω ὑπὲρ ὧν ἐδανεισάμην χρημάτων ἕνεκεν σοῦ ὥστε ἀποδοῦναι αὐτά, ἀλλὰ εἰσὶ καὶ ἕτεροι, οἵτινες ζητοῦσι νῦν τούτων παρʼ ἐμοῦ λαβεῖν ἐνέχυρα ἕνεκεν σοῦ

ἐνεχυράσασθαι: τὸ θέμα ἐνεχυράζω, ὁ ἀόριστος ἐνεχύρασα, ὁ μέσος ἠνεχυρασάμην, ἠνεχυράσω, ἠνεχυράσατο, καὶ τὸ ἀπαρέμφατον ἐνεχυράσασθαι.

ἐνεχυράσασθαί ἐνέχυρα λαβεῖν

ἐτεόν κατʼ ἀλήθειαν.

δυσκολαίνεις φροντίζων ἀγανακτεῖς βαρέως ἔχεις.

στρέφῃ περιστρεφῇ

δέον ... δάκνουσί με κόρεις οἱ ἐν ... ὄντες· οὗτοι γάρ εἰσιν οἱ τοὺς ... δάκνοντες, ὁ δὲ ... δοῦκα, ᾧ σύνηθες ἐνεχυράζειν ... χρεωστούντων.

τοῦτο παρʼ ὑπόνοιάν ἐστιν· ἀντὶ γὰρ τοῦ εἰπεῖν «κόρις δάκνει» φησὶ «δήμαρχος», ὃν ἰδιωτικῶς προληψιμαῖον λέγουσιν.

δάκνει λυπεῖ

δήμαρχος ἐνεχυραστής ἢ φροντὶς τῶν χρεῶν

ἔασον παραχώρησον

δαιμόνιε δυστυχέστατε

δρῶ τὸ κοιμῶμαι, καὶ κατὰ παραγωγὴν δρήθω· ὁ βʹ ἀόριστος ἔδραθον καὶ κατὰ μετάθεσιν τῶν γραμμάτων ἔδαρθον, καὶ τὸ ἀπαρέμφατον δαρθεῖν καὶ καταδαρθεῖν. κυρίως δὲ καταδαρθεῖν λέγεται τὸ ἐπὶ δερμάτων κοιμηθῆναι

καταδαρθεῖν: τὸ θέμα δέρθω, ὁ βʹ ἀόριστος ἔδαρθον καὶ τὸ ἀπαρέμφατον δαρθεῖν, καὶ μετὰ τῆς κατὰ προθέσεως καταδαρθεῖν

ἀπὸ τοῦ θῶ τὸ τίθημι καὶ τοῦ δέρας τὸ δέρμα

καταδαρθεῖν κοιμηθῆναι ὑπνῶσαι.

οὖν λοιπόν· ἢ ἀργόν

κάθευδε κοιμοῦ καθεύδω, ὁ μέλλων καθεδοῦμαι

ἅπαντα ὅλα

εἰς τὴν κεφαλὴν κατὰ τῆς σῆς κεφάλης.

τρέψεται τραπήσεται

τὸ «τρέπομαι», τὸ «τραπήσομαι» καὶ τὸ «τραπήσεσθαι» γράφεται· τὸ δὲ «ἐτράπη» μετὰ τοῦ ἵνα· ὡσαύτως καὶ τὸ «ἐξετραπόμην» μετὰ τῆς ἐξ προθέσεως.

τρέψεται: οὕτως καὶ «δυνήσεται, δυνηθήσεται» καὶ «ζημιώσεται» ἀντὶ τοῦ «ζημιωθήσεται»

φεῦ τί πρᾶγμα ἔπαθον

ἐν μνήμῃ ... τοῦ ... αὐτοῦ βίου καὶ τῶν χρεῶν καὶ τῆς ἐνδείας, ἃ συνέβησαν αὐτῷ μετὰ τοὺς γάμους, ἀναβοᾶται τὸ «φεῦ» καὶ τῇ προμνηστρίᾳ ἤτοι τῇ προξένῳ τῶν γάμων ἀρᾶται.

εἴθʼ ἄν ποτε

ὤφελʼ ἔπρεπε

ἴσθι τὸ «ὤφελεν» μὴ «ὤφειλεν» εἶναι· ὅταν γὰρ μετὰ τοῦ εἴθε ἢ τοῦ μή συμπλέκεται, μεγαθύνεται, οἷον «μὴ ὤφειλεν» καὶ «εἴθʼ ὤφειλεν»· ἐνταῦθα δὲ συστέλλεται διὰ τὸ μέτρον.

γῆμʼ ἐπῆρε καὶ εἰς γάμον λαβεῖν παρεκίνησε νόμιμον γυναῖκα

γῆμʼ εἰς γυναῖκα.

ἐπῆρε ἔπεισε

ἄγροικος ... ἀλληνάλλως ... οἰκῶν.

ἄγροικος ὁ ἐν τῷ ἀγρῷ οἰκῶν, ἀγροῖκος δὲ ὁ ἀπαίδευτος.

ἄγροικος ἐν ἀγροῖς διατρίβων ἐν τῷ ἀγρῷ … .

ἄγροικος ... βίος ἡ ἐν τοῖς ἀγροῖς διαγωγή

ἥδιστος εὐφραντός

βίος ζωή

τὸ εὐρωτιῶν ἰδία ὀσμὴ ἐπὶ προβάτων καὶ ἐρίων καὶ δερμάτων καὶ τῶν τοιούτων

εὐρωτιῶν διὰ τὴν ὑγρότητα σεσηπώς.

κορέω, κορέσω τὸ χορτάζω, κορῶ κορήσω τὸ καλλωπίζομαι

ἀκόριτος ἀκόσμητος

εἰκῇ ἐπίρρημα· ἀντὶ τοῦ ἀπολελειμμένως καὶ ἀπρονοήτως

εἰκῇ κείμενος ματαίως ὅπου τύχῃ ὑπῆρχον ἐγώ ὡς ἔτυχεν ὤν

βρύων πληθυνόμενος

τὸ βρύω εἰ μὲν τὸ θάλλω, δοτικῇ, εἰ δὲ τὸ χέω, αἰτιατικῇ

θάλλει τὸ δένδρον καρποῖς· οὕτω καὶ «βρύων μελίτταις»· τοῦ ἀγροῦ γάρ ἐστι τὸ ἔχειν πλῆθος μελιττῶν

στεμφύλοις στέμφυλα ... ἀποπτίσματα ... ἐλαιῶν ἐλαιοστέγοις· ἐν ὀπώραις πιέσμασι τῶν ἐλαιῶν καὶ τῶν οἴνων, τῶν ἐλαῶν κόκκοις.

ἔγημα εἰς γυναῖκα ἔλαβον.

ἀδελφιδὴν: ἀδελφοῦ ἢ ἀδελφῆς θυγατέρα ἤτοι ἀνεψιάν· ἰδίως δὲ ἀνεψιοὶ οἱ τοῦ ἀδελφοῦ παῖδες.

ἡ ἀδελφιδὴ ἀδελφοῦ ἢ ἀδελφῆς θυγάτηρ ἐστίν, ἣν καὶ ἀνεψιὰν καλοῦσιν· ἀνεψιὸς γὰρ μόνον καὶ ἀνεψιὰ οἱ παῖδες τοῦ ἀδελφοῦ λέγονται·

ἄγροικος ἐν τοῖς ἀγροῖς οἰκῶν ἐν τῷ ἀγρῷ οἰκῶν

ἐξ ἄστεως ἐκ πόλεως; ἐξ ἄστεος ἔξω τῆς πόλεως

ἔγημα ἐκείνην ἀστυκὴν οὖσαν

σεμνήν κοσμίαν.

τρυφῶσαν σπαταλῶσαν

ἐγκεκοισυρωμένην τὰ τῆς Κοισύρας ποιοῦσαν

Κοισύρα γυνὴ ἦν διαβεβοημένη ἐπὶ τρυφῇ καὶ σπατάλῃ

ἐγάμουν εἰς γυναῖκα ἐλάμβανον εἰς γάμον ἠγαγόμην.

γαμεῖν οὐ μόνον τὸ λαμβάνειν γυναῖκα, ἀλλὰ καὶ τὸ τὴν ἡμέραν τῶν γάμων ἑορτάζειν, ἐν ᾗ τὴν γυναῖκα ἔλαβεν

συγκατεκλινόμην συγκατεκείμην μετʼ αὐτῆς ἐγώ ἐκοιταζόμην μετʼ ἐκείνης ἐν τῇ κλίνῃ ἐπὶ τῆς αὐτῆς κλίνης ἐκείμην.

ὄζων πνέων

τρυγός ἢ νέου οἴνου ἢ λούνης

ἡ ... σανὶς ἦν ... σύκα ἐταρίχευον ... γινομένην.

τρασιὰ τόπος, ἔνθα θερσαίνουσιν ἢ σῦκα ἢ σταφυλὰς ἢ ἄλλα τινὰ ἢ τυρούς.

τρασιᾶς ξύλου, ἐν ᾧ τὰς ὀπώρας ἐξήραινον σανίδος, ἐν ᾗ ἥπλουν τὰς βότρυς πᾶν τὸ ἀποψύγον πρᾶγμα.

ἐρίων μαλλίων

περιουσίας πλήθους

μύρου ῥοδοστάγματος

κρόκου ζαφορᾶ

καταγλωττισμάτων καταφιλημάτων ὁμιλίας λόγων ἐρωτικῶν

καταγλωττίσματα τὰ ἐπὶ συνουσίᾳ φιλήματα, καὶ καταγλωττίζομαι παθητικῶς γραφόμενον· ἐπιγλωττίζομαι δὲ τὸ ἐπιγελῶ καὶ διαπαίζω.

δαπάνης ἀναλώσεως ἣν ἔμελλε δαπανᾶν, ἀναλώματος.

δαπάνης ἤγουν ἀναλώματος ἐπὶ πραγμάτων τινῶν. λαφύσσω δὲ ἐπὶ τῆς πόσεως τοῦ οἴνου, καὶ λάπτω τὸ αὐτό· ἢ λαφύσσω τὸ ἐκκενῶ.

λαφυγμοῦ λαφυγμὸν καλοῦσιν ἀντὶ τοῦ ἀπλήστως ἐσθίειν περὶ τὰ ἐδέσματα πολυτελείας τῆς πολυτελείας τῆς ἑαυτῆς πορνικῆς ὁμιλίας ἐξ ἀφροδισίων κενώσεως πραγμάτων.

Κωλιὰς ... Γενετυλὶς ... ὡς τῆς γενέσεως ἔφορος.

Κωλιάδος, Γενετυλλίδος ἐπίθετα καὶ ἀμφότερα Ἀφροδίτης τῆς Ἀφροδίτης πορνικὰ ἐπίθετα

Κωλιάδος τῶν ἐκ τῆς Ἀφροδίτης· ἤγουν ἔργα ἀφροδίσια Ἀφροδίτης· τῶν ἔργων τῆς Ἀφροδίτης.

Γενετυλλίδος ἀφροδισίων συνουσίας.

ἀργὸς ὡς τὸ «κλυτὸς Ἱπποδάμεια»

τὸ σπαθᾶν ἀπὸ ... ἐργάζεσθαι εἴληπται· ἀπὸ τοῦ συντόμως κινεῖν ... σπάθας.

σπαθᾶν λέγεται τὸ λίαν τρυφᾶν καὶ σπαταλᾶν, ἀπὸ μεταφορᾶς τῶν ... ἐν τῷ ἐργάζεσθαι. σπαθᾶν γὰρ κυρίως τὸ συντόνως κινεῖν τὰς ὑφαντικὰς σπάθας ἐν τῷ ἐργάζεσθαι.

ἐσπάθα: ἀντὶ τοῦ κατέκοπτεν, ἐκ μεταφορᾶς τοῦ ξίφους, ἢ ἀπὸ μεταφορᾶς τοῦ ἐργαλείου, διʼ οὗ τὴν κρόκην οἱ ὑφανταὶ συντιθέασιν· εὑρίσκεται γὰρ καὶ ἀντὶ τοῦ συντίθεται, ὡς ὁ Δημοσθένης «ταῦτʼ ἤδη ἐσπαθᾶτο καὶ ἐδημηγορεῖτο».

ἐσπάθα ἐσπατάλα.

ἂν ἴσως

πρόφασιν εἰς πενίας ἐκ τούτου ἔχων ἀφορμὴν λόγου αἰτίαν τοῦ λόγου

ἔφασκον εὕρισκον

σπαθᾷς τρυφᾷς σπαθᾶν τὸ ἀφειδῶς καταναλίσκειν

ἡμῖν ἡμῶν

μοι περισσόν

τὸν πότην τὸν πίνοντα τὸ ἔλαιον τὸν λίαν πίνοντα πήλινος γὰρ ἦν ὁ λύχνος ἢ τὸν ἔλαιον συντόμως ἀναλίσκοντα τὸν φθείροντα λίαν τὸ ἔλαιον μεγάλας θρυαλίδας ἔχοντα.

τὸν πότην: ποτὸν τὸ πινόμενον, πότης ὁ πίνων, συμπότης ὁ συμπίνων

δεῦρʼ ἐλθέ

ἔλθʼ πρόσελθε.

ἵνα ὅπως

κλάῃς κλαύσῃς.

δῆτα νῦν

κλαύσομαι θρηνήσω.

τῶν παχειῶν μίαν θρυαλλίδα, ἐκ τῶν μεγάλων

θρυαλλὶς κυρίως ἡ ἔξαψις τοῦ κατὰ τὸν λύχνον φωτός· νῦν δὲ καταχρηστικῶς τὸ κοινῶς λεγόμενον φιτύλιον.

θρυαλίδων: θρυαλὶς κυρίως λέγεται ὁ ἐκ τοῦ φωτελλίου σπινθήρ τοῦ πυρός· ἐνταῦθα δὲ ἐνταῦθα καταχρηστικῶς αὐτὸ τὸ φωτέλλιον λέγει

τὸ ἐλλύχνιον ἤγουν τὸ φωτήλιον λέγεται

θρυαλλὶς τὸ κοινῶς λεγόμενον φυτίλιον· γίνεται δὲ ἀπὸ τοῦ «φῶς τέλειον»

θρυαλλὶς τὸ κοινῶς λεγόμενον φυτύλλιον, ὃ καὶ ἐλλύχνιον λέγεται. εἴρηται δὲ ἀπὸ τοῦ θρύου, ὃ εἶδος βοτάνης ἐστίν.

θρυαλλίδων φωτιλλίων, φυτιλλίων … .

μετὰ ταῦτʼ μετὰ τὸ λαβεῖν τὴν γυναῖκα, μετὰ τὴν ἁρμονίαν τοῦ γάμου.

νῷν ἡμῖν.

ἐγένεθʼ ἐγεννήθη εἰς ὕπαρξιν ἦλθεν.

ἐμοί λέγω

τᾐγαθῇ τῇ ὡραίᾳ.

δῆτʼ ἀληθῶς

ἐλοιδορούμεθα ἐφιλονεικοῦμεν μεθʼ ὕβρεως.

ἐφιλονεικοῦμεν, ἐμαχόμεθα τοσοῦτον δηλαδή, ὥστε καὶ εἰς ὕβρεις καὶ εἰς λοιδορίαν ἐμπεσεῖν· ἀπὸ τοῦ ὑστέρου νοητέον τὸ πρῶτον.

προσετίθει προσεκόλλα

τίθεμαι ἐπὶ ὀνόματος παθητικῶς, ἐξ οὗ καὶ ὀνοματοθέτης· τίθεμαι καὶ τὸ κυρῶ καὶ βεβαιῶ, ἐξ οὗ καὶ ὁ νομοθέτης. τίθεμαι τῷ δόγματι ἀντὶ τοῦ προσέχω τὸν νοῦν τῷ δόγματι.

Ξάνθιππον ὃς ἦν πατὴρ τοῦ Περικλέους

τιθέμην ὠνόμαζον

Φειδωνίδην ἀκριβῆ, φειδωλόν ἀπὸ τοῦ «φείδομαι» τὸ ἀκριβολογοῦμαι καὶ τοῦ «ἡδύς» ὁ εὐφραντός

Φειδωνίδην: διὰ τί οὐ γράφεται διὰ διφθόγγου, ὡς Πηλείδης; διότι ἐκεῖνο μὲν καὶ τὰ ὅμοια πατρωνυμικὰ ἔχουσι τὴν εὐθείαν τῶν ὀνομάτων, ἀφʼ ὧν γίνονται, εἰς ευς λήγουσαν, οἷον τὸ Πηλείδης καὶ Νηλείδης· «ὁ Πηλεύς» γὰρ καὶ «ὁ Νηλεύς» φαμέν· τὸ δὲ Φειδωνίδης καὶ Αἰακίδης καὶ τὰ ὅμοια οὔ

τέως ἔν τινι καιρῷ πρόσκαιρον.

ἐκρινόμεθʼ διεχωριζόμεθα, ἀμφεβάλλομεν ἀμφισβητοῦμεν, ἐκπριζόμεθα.

τῷ χρόνῳ διὰ τοῦ χρόνου τοῦ χρόνου παραρρυέντος.

κοινῇ γνώμῃ, σκέψει.

ξυνέβημεν ἐσυμφωνήσαμεν

κἀθέμεθα ὠνομάσαμεν τὸ ὄνομα αὐτοῦ

Φειδιππίδην ἐξ ἀμφοῖν

ἐκ τοῦ φείδομαι τὸ ἀκριβολογοῦμαι, ὡς ἀπὸ τοῦ Φείδωνος τοῦ πάππου, καὶ τοῦ ἵππος, ὃ ἐκ τοῦ μητρικοῦ μέρους συντέθειται

τοῦτον ἐπανάληψις

λαμβάνουσʼ κρατοῦσα

ἐκορίζετο ἐκολάκευε λέγουσα ἐκαλλώπιζε ἡ μήτηρ λέγουσα ὑπεκορίζετο.

ἐκορίζετο: κορίζομαι καὶ ὑποκορίζομαι γράφεται ἀεὶ παθητικῶς, τὸ κολακεύω. ὑποκορίζομαι καὶ τὸ ὑποκοριστικῶς λέγω· ἰδίως δὲ παρὰ τῷ Δημοσθένει ἀντὶ τοῦ «εὐφήμως ὀνομάζω», καὶ παρὰ τῷ Ἀριστείδῃ «ὑποκοριζόμενοι τὴν ἑαυτῶν φαυλότητα».

τινὲς ἐνταῦθα λαμβάνουσιν ἔξωθεν τὸ «πότε ἔσται καιρός», εἶτα συνάπτουσι τὸ «ὅταν σὺ»· ἀλλὰ σὺ μὴ λάβῃς τοῦτο· ἔστι γὰρ ἐπιφώνημα συνήθως ἡμῖν οὕτω λεγόμενον, ὅταν ... ἐκπληττόμενοι.

ὅταν κτλ. λέγουσα δηλονότι «πότε ἔσται ὁ καιρὸς ἐκεινοσί;» λέγουσα «ἔσται» ἡ μήτηρ λέγουσα ἔξωθεν «χαρήσομαι» ὅταν γενήσῃ μέγας

ὅταν πότε.

ὢν ἅρμʼ ἔσται καιρός

ἐλαύνῃς καθῇς διώκεις κινεῖς

πρὸς πόλιν εἰσερχόμενος

ξυστίδʼ ἔχων: ξύστις ξύστιδος προπαροξυτόνως καὶ κλίνεται ξύστιδος εἶδος ἀκοντίου· ξυστὶς δὲ ξυστίδος ὀξύτονον καὶ κλίνεται ξυστίδος εἶδος ἱματίου.

ξυστίδʼ ἱμάτιον ἢ ἀκόντιον κοντάριον ἅρμα τὸ λαμπρὸν ἱμάτιον

ἔχων κρατῶν φορῶν

ἐγὼ δʼ γρ. ξυστίδα

ὅταν ἔσται καιρός ὑπάρχεις μέγας μᾶλλον σὺ μέγας ὤν πότε γένῃ … μέγας, ἐλάσεις.

αἶγας ἄγῃς δηλονότι ἐξάγειν ἐλαύνεις

αἶγας κτλ. «χαρήσομαι» ἀπὸ κοινοῦ, ὅταν σὺ μέγας ὢν ἐξελαύνῃς

Φελλέως ὄρος ... Ἀττικῇ τραχὺ καὶ δύσβατον ὄνομα ὄρους τοῦ ὄρους τοῦ

ὁ Φελλεὺς παρὰ τοῖς Ἀττικοῖς τὰ τραχέα καὶ ὀρεινά

Φελεὺς ἦν τις τόπος ἦν τις ἐν Ἀθήναις, ἀλλὰ καὶ τοῦ Διονύσου ἦν τις ἑορτὴ Φελλὸς ἐτελεῖτο. ὁ δὲ τόπος ὁ Φελεὺς ἦν πετρώδης καὶ τραχύς πάνυ· καλοῦσι δὲ οἱ Δωριεῖς τοὺς τραχυτάτους τόπους φελέατα καλοῦσιν· αἱ δὲ αἶγες τοὺς τοιούτους τόπους νεμόμεναι μάλιστα χαίρουσιν.

ἐνημμένος ἀπὸ τοῦ ἐνάπτω· ὁ παθητικὸς παρακείμενος ἐνῆμμαι.

ἐπείθετο καταπειθὴς ἐγίνετο κατεπείθετο

ἐπείθετο ἡ γυνή ἐμοὶ παραινοῦντι τοιάδε.

ἵππερόν γέλωτα, καταμωκισμόν ἱππικὴν ἐπιθυμίαν ἐπιθυμίαν ἱππικῶν ἀντὶ τοῦ «ἰκτερόν» λέγει «ἵπτερον» παίζων, γυμνότητα ἀφανισμὸν διὰ τὴν ἱππικήν ἐκ τῆς ἱππικῆς· ἢ ἱππικὸν ἔρωτα φθοράν ἵππερος λέγεται ὁ ἱππικὸς ἔρως ἔρωτα ἀφανιστικὸν ἵππων

ἵππερον: τουτέστι τῷ ἱππικῷ ἔρωτι ἐδαπάνα τὰ ἐμὰ χρήματα· τοῦτο γάρ ἐστι τὸ «καταχέειν ἱππικὸν ἔρωτα τῶν χρημάτων», ὥς φαμεν «καταχέω σου λοιδορίας» καὶ «καταχέω σου ὄνειδος» ἀντὶ τοῦ «δαψιλῶς ὑβρίζω σε». οὕτως καὶ «καταχέω σου τῶν χρημάτων ἵππερον» ἀντὶ τοῦ «καταναλίσκω αὐτὰ διὰ τοῦ ἱππικοῦ ἔρωτος».

γρ. ἀλλʼ ἵππερόν μου κατέχειν.

κατέχεεν ἐποίησεν

τῶν ἐπί

χρημάτων γρ. ῥημάτων

χρημάτων διὰ τῆς ἱππικῆς

εἰ δὲ γράφεις ... αὐτοῖς τὸ ἐρᾶν ἱππικῆς. ἔπαιξε τὴν λέξιν παρὰ ... νόσημα ξανθῆς χολῆς παρὰ τὴν τοῦ δέρματος ἐπιφάνειαν περιχεομένου, διὸ ... λόγον ἐπέφερεν.

φροντίζων φροντίδα ἔχων βουλῆς μετελθών σκοπῶν σκεπτόμενος

μίαν μόλις δηλονότι

εὗρον ἐπενόησα

ἀτραπὸν μέθοδον

δαιμονίως θαυμασίως εὐτυχῶς ἐν τοῖς λίαν εὐτάκτως ἐπιτηδείως

ὑπερφυᾶ ἐπιτήδειον ἐξῃρημένην ὑπέρκαλον μεγάλην ἁρμοδίαν τῷ ἐμῷ σκοπῷ ἀρίστην ἁρμοδιωτάτην.

ἣν καθʼ ἣν ἐφʼ τὴν ὁδόν εἰς αὐτὴν τὴν ὁδόν εἰς ἥντινα

τουτονί τὸν Φειδιππίδην ὁδεῦσαι διελθεῖν

σωθήσομαι ἀπαλλαγήσομαι τῶν χρεῶν

ἐξεγεῖραι διεγεῖραι, ἀφυπνίσαι

δεδιώς, μήποτε, ὅτι τῇ ἱππικῇ προσεῖχεν ὁ Φειδιππίδης, ὀκνήσῃ τοὺς λόγους αὐτοῦ δέξασθαι ὥστε εἰς τὸ φροντιστήριον ἀπελθεῖν, ἢ καὶ ἄλλως δυσχερανεῖ παρὰ τοῦ πατρὸς ἐγειρόμενος, ὅπερ ποιοῦσιν οἱ νέοι, τοῦτό φησιν … «πῶς δῆτα ἂν αὐτὸν ἥδιστα ἐπεγείραιμι;»

πῶς δῆτʼ κτλ. πῶς ἐστι δυνατὸν ἐγεῖραί με αὐτὸν μεθʼ ἡσυχίας;

δῆτʼ κατὰ ἀλήθειαν ἀληθῶς

ἥδιστʼ εὐφραντικώτατα γλυκύτατα λίαν ἡδέως

ἐπεγείραιμι ἐξυπνίσω ἀναστήσαιμι

πῶς κύκλος τὸ σχῆμα

Φειδιππίδιον ὑποκοριστικῶς

τί ἐστιν θέλεις δῆλον φής λέγεις

εἰς πίστωσιν καὶ βεβαίωσιν, ὧν σοι μέλλω εἰπεῖν.

κύει ἀντὶ τοῦ φιλεῖ, καὶ κύει ἡ γυνή. ἑκατέρου τούτου ὁ μέλλων διάφορος· κύω γὰρ τὸ φιλῶ, ὁ μέλλων κύσω· κύω τὸ κατὰ γαστρὸς ἔχω, ὁ μέλλων κυήσω, ἐξ οὗ καὶ κύησις ἡ μετὰ τὴν σύλληψιν μεχρὶ τῆς γέννας.

βεβαιωτικὸν δοκεῖ εἶναι τὸ παρὸν ἐπίρρημα· φιλήσας γὰρ αὐτὸν καὶ τὴν δεξιὰν δοὺς τὴν δεξιάν φησιν· ἰδοὺ ἐποίησα, ἃ εἶπας. καλεῖται δὲ καὶ τὸ παρὸν σχῆμα παρεπιγραφή· μὴ γὰρ ποιήσας ταῦτα ὁ Φειδιππίδης, ὅτι ταῦτα πεποίηκα ἐπῆξε τὸ «ἰδοὺ» δηλῶν, ὅτι οἱονεὶ πεποίηκεν αὐτό.

ἰδοὺ τί ἐστιν ποιῶ ὃ λέγεις δῆλον ἐποίησα ὃ λέγεις ἐφίλησά σε, ὅπερ λέγεις ἐποίησα τοῦτο

α τὸν ἵππιον τὸν θρασύν, τὸν κέλητα τὸν ἔφορον τῆς καβάλας τὸν ἱππικόν τὸν καβαλάριον

ἐπίθετα Ποσειδῶνος ταῦτα, ἵππιος καὶ θαλάσσιος· ἔφορος δὲ τῶν ὑδάτων ὁ Ποσειδῶν, τὰ δὲ ὕδατα ταχύτατα, ὅθεν καὶ ἵππους αὐτῷ ἀνετίθουν· ὁ γὰρ ἵππος ταχύτατον.

μοί γε λέγε ὄμνυε

αἴτιός πρόξενος

τῶν κακῶν τῶν δυστυχημάτων τῶν χρεῶν ὧν ἔπαθον διὰ τοὺς ἵππους ὧν ἐγὼ πάσχω

ἐκ τῆς καρδίας ἐκ ψυχῆς γνησίως

ὄντως ἀληθῶς κατὰ ἀλήθειαν

πίθομαι πειθοῦμαι

πιθοῦμαι πειθοῦμαι πεισθήσομαι βούλει ἵνα πεισθῶ ὑπακούω, πεισθῶ ἀκούσαιμι

ἔκστρεψον μετάλλαξον

ἔκστρεψον: ἤγουν μετάβαλε· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν παλαιὰ ἱμάτια ἐνδεδυμένων καὶ τὰ πρὸς τῇ σαρκὶ ἐκτὸς ποιούντων εἶναι τοὺς ... τρόπους τὰ ἤθη

ἐλθὼν παραγενόμενος ἀπελθών

ἃν σε, σοι.

παραινέσω διδάξω συμβουλεύσω δείξω

τὸ παραινῶ μόνον δοτικῇ συντάσσεται, τὸ δὲ νουθετῶ καὶ δοτικῇ καὶ αἰτιατικῇ

κελεύεις ὁρίζεις προστάσσεις

καί τι πείσῃ γρ. σύ τι πείσῃ

ὀμνύει ὁ Φειδιππίδης τὸν Διόνυσον, ἐπεὶ οὐκ ἠνέσχετο ὁ πατὴρ αὐτοῦ τὸ ὀμνύειν τὸν ἵππιον Ποσειδῶ· ἢ διὰ τὸ εἶναι τότε τὴν ἑορτὴν τοῦ Διονύσου.

τὸν Διόνυσον τὸν ἔφορον τοῦ οἴνου

παρεπιγραφή, ὅτι ἐξήκει καὶ δεικνύει αὐτῷ τὸ τοῦ Σωκράτους οἴκημα

τὸ «δεῦρο» ... τοῖς λοιποῖς ἅπασι παλαιοῖς ... λαμβάνεται· οἱ δὲ νεώτεροι ... πολλάκις λαμβάνουσιν.

δεῦρο ἐλθέ ἄγε ἐνταῦθα.

τὸ ἀποβλέπω οὐχ, ὥς τινες λέγουσιν, ἡ ἀπό ἀργῄ, ἀλλʼ ἀποβλέπω τὸ μακρόθεν βλέπω, ὥσπερ καὶ τὸ ἀποπτόμενον τὸ μακρόθεν ὀπτόμενον

τὸ θύριον γρ. καὶ «τὸ θυρίδιον»

τὸ θύριον τὸ πορτόπουλον τὴν θύραν τὴν μικράν

τᾠκίδιον τὸ ὀσπητόπουλον τὴν οἰκίαν ταύτην δηλονότι

τὸ οἰκίδιον συνίζησις

ἐτεὸν κατὰ ἀλήθειαν ἀληθῶς ἀληθές ἐν ἀληθείᾳ

τὸ «ψυχῶν σοφῶν» ἢ θηλυκὸν ἔστω τὸ σοφῶν πρὸς τὸ ψυχῶν, ἢ ἀρσενικὸν καὶ συντασσέσθω οὕτω· τοῦτο φροντιστήριον ὑπάρχει ψυχῶν σοφῶν ἀνδρῶν.

ψυχῶν σοφῶν τὸ σχῆμα ἀμφιβολία.

φροντιστήριόν ἐστί, φησί, τοῦτο καὶ κατοικία ψυχῶν σοφῶν ἤτοι ἀνδρῶν σοφῶν καὶ λογίων ἐν ᾧ δηλονότι καθήμενοι φροντίζουσι φιλοσοφοῦντες καὶ θεωροῦντες περὶ θείων καὶ μεγάλων πραγμάτων.

ψυχῶν ἀνδρῶν

σοφῶν φρονίμων ἀρτίων, ἐπιστημόνων

φροντιστήριον ἀσκητήριον παιδευτήριον σχολεῖον διδασκαλεῖον ἐπιμελητήριον φροντίζειν τὸ τὰ θεῖα μελετᾶν

φροντιστήριον ἡ τῶν φιλοσόφων σχολὴ καὶ τὰ κοινῶς λεγόμενα μοναστήρια.

ἐνταῦθʼ ἐκεῖ ἐκεῖσε εἰς τὸ οἰκίδιον ἐντὸς τοῦ οἰκιδίου

ἐνοικοῦσʼ ἐνδιατρίβουσι κατοικοῦσι μένουσι

οὐρανὸν διά ἀντὶ τοῦ διαλεγόμενοι περὶ τὸν οὐρανόν

πνιγεὺς ὁ φοῦρνος, οὐχὶ πᾶς, ἀλλὰ τὸ στόμα, ἔνθα ἡ ἀνθρακιὰ συνάγεται.

πνιγεύς: πνίγω τὸ διʼ ὕδατος νεκρῶ τινα, καὶ πνῖγος τὸ καῦμα καὶ ἀπʼ αὐτοῦ πνιγεὺς ὁ λεγόμενος φοῦρνος.

περὶ ἡμᾶς ἐπάνω κύκλῳ ἡμῶν ἄνω κατὰ κύκλον ἡμῶν

ἡμεῖς δʼ ἄθρακες ἐντὸς αὐτοῦ δηλονότι

ἄνθρακες ὥσπερ καρβώνια τὸ κοινῶς κάρβουνα

τοῦτο ψεῦδός ἐστι· διαβάλλων γὰρ εἴρηκεν, ἐπεὶ οὐδεὶς μισθὸν ... τῷ Σωκράτει φάσκοντι μηδὲν ... ἐκρίθη. ἐν τούτῳ γὰρ ἔκρινε σοφὸν εἶναι τοῦτον, ἐν τῷ λέγειν, ὅτι ... ἂν οὖν ... ψεῦδος περιφανῶς τὸ εἰρημένον.

ἐνταῦθα ἡ κακοήθεια καὶ ὁ διαβολικὸς τρόπος τοῦ Ἀριστοφάνους ἐμφαίνεται κατὰ Σωκράτους δείκνυται οὐδεὶς γὰρ τῶν παλαιῶν ἐπὶ μισθῷ ἐδίδασκεν ἢ ἔγραφεν

διδάσκουσʼ λέγουσι παιδεύουσιν ἢ ζητοῦσιν

λέγοντα δημηγοροῦντα ῥητορεύοντα

μεριμνοφροντισταὶ οὕτως ἔλεγον τοὺς φιλοσόφους ἐκάλουν ἐφευρεταί εἰσι λεπτῶν νοημάτων διδάσκαλοι μελετηταί, μερίμνων φροντίζοντες μεριμνοῦντες καὶ φροντίζοντες μεγάλα τινὰ εὑρίσκειν εἰσίν ὧν ὁ βίος καὶ ἡ τριβὴ μέριμναι καλοῦνται καὶ φροντίδες.

φροντισταὶ καὶ σχολασταὶ οἱ φιλόσοφοι, σπουδασταὶ δὲ καὶ σπουδαῖοι οἱ ἐνάρετοι

καλοί καλοῦνται τὴν ὄψιν

αἰβοῖ ἐπίρρημα εἰρωνικόν

πόνηροί σκολιοί, δόλιοι.

ἀλαζόνας τερατολόγους ψεύστας οἵτινες ἀπαγγέλλονται ἃ οὐκ οἴδασι, κενοδόξους ὑπερηφάνους ἐπηρμένους

ἀλαζονεία προσποίησις μείζων, οὗ γινώσκει

ἀλαζόνας «λέγεις» ἀπὸ κοινοῦ

ὠχριῶντας κιτριναρίους κιτρίνους, ὠχροὺς ὄντας ὠχρὸν χρῶμα ἔχοντας

ἀνυποδήτους ἐξυπολύτους, μὴ ἔχοντας ὑποδήματα ἀπερίττους

ὧν ὑπάρχει ἢ προηγοῦνται ἀφʼ ὧν εἷς

κακοδαίμων κακότυχος ἄθλιος δυστυχής

τὸν Χαιρεφῶντα ἔλεγον καὶ νυκτερίδα διʼ αἰτίας τρεῖς· διὰ τὸ μέλαν, διὰ τὸ σφηκῶδες καὶ τὸ ἰσχνόφωνον.

ὁ Σωκράτης … καὶ τοῦ λιθοξόου Ἀλωπεκῆθεν … λιθοξόος τὴν τέχνην ὁμοίως τὸ πρῶτον· ἔπειτα φιλοσοφίαν ποθήσας καὶ ἐν αὐτῷ διατρίψας ἱκανῶς πολλοὺς … ὠχρὸς καὶ ἰσχνόφωνος.

ἢ ἢ ἐπίρρημα ἐπιτιμητικόν ἐπιπληκτικόν ἐπίρρημα ἐφεκτικόν ἐπίρρημά ἐστιν ὥσπερ καὶ τὸ ἆ

ἦ ἦ ἆ ἆ

νήπιον ἀνόητον, ἀπαίδευτον ἀσύνετον μωρὸν λόγον

κήδει γρ. φείδει

κήδῃ φροντίδα ἔχεις

πατρῴων ἀλφίτων πατρικοῦ βίου πατρῴας πατρικῆς περιουσίας πατρικῶν ἀλεύρων ὧν ἐσθίεις

ἤγουν πάντων πραγμάτων τοῦ πατρός· συνεκδοχὴ τὸ σχῆμα, ἀπὸ μέρους τὸ ὅλον.

γενοῦ περιγενοῦ

μοι ἀργόν ἕνεκεν ἐμοῦ

σχασάμενος ἀπορρίψας σχολάσας ἀπὸ τοῦ χάζω τὸ ὑποχωρῶ, ἤτοι ἀφείς, καταλείψας ἀποσεισάμενος.

τὸ σχάζειν κυρίως ἐπὶ τῶν κωπηλατούντων λέγεται, ὅταν ἀφῶσι τὸ κωπηλατεῖν. λέγομεν γὰρ «ἔσχασαν τὰς κώπας», ὡς καὶ ... κώπην ... σχάσαι.

«σχασάμενος» ἐκ μεταφορᾶς τῶν ὑδατοφόρων ἀγγείων, ἅτινα ἐν τῷ διαρραγῆναι αὐτὰ ἐκχεῖται τὸ ὕδωρ

τὸ «σχασάμενος» ἐκ μεταφορᾶς τῶν τοξοτῶν γίνεται, οἵτινες ἐξογκοῦσι τὸ τόξον· εἶτα σχάζει αὐτὸ καὶ πέμπει τὸ βέλος. γίνεται δὲ ἀπὸ τοῦ χάζω τὸ ὑποχωρῶ· οἱονεὶ γὰρ χάζει τὸ βέλος ἀπὸ τόξου. ἔστιν οὖν χάζω καὶ ὥσπερ «μικρόν» «σμικρόν», «τέγος» «στέγος»· οὕτω καὶ «χάζω» «σχάζω», ἐξ οὗ καὶ τὸ σχασάμενος.

ἱππικήν καβαλαρικήν ἐπιστήμην

οὐκ ἂν ποιήσω τοῦτο, ἢ τὸ μανθάνειν ἢ τὸ σχάσασθαι τὴν ἱππικήν περιγένωμαι τούτων μηδαμῶς γενοίμην οὐδαμῶς βούλομαι

μὰ τὸν Διόνυσον εἰκότως τὸν ... ὀμνύει, ὅτι ... ἠγωνίζετο

τὸν Διόνυσον τὸν ἔφορον τοῦ οἴνου

φασιανοὺς ὀνόματα ἵππων ἀρίστων ἢ τοὺς ἵππους ἢ αὐτὰ τὰ ὄρνεα ἢ τοὺς κολχικοὺς ἵππους ἵππους τοὺς ἵππους τοὺς καλουμένους ἀπὸ ποταμοῦ Φάσιδος καλουμένου

φασιανούς … ὄρνεις· φασιανοὶ ... λέγονται ἀπὸ τοῦ τὸν ποταμὸν Φάσιν ἀφʼ οὗ οἱ ἵπποι ἐπωνομάζοντο, παραρρεῖν τὴν Κολχίδα.

«τοὺς φασιανοὺς» ἢ τοὺς ἵππους ἢ τὰ ὄρνεα. φασιανοὺς δέ φασιν ἢ τὰ ὄρνεα, ἀπὸ Φάσιδος ποταμοῦ, ἢ τοὺς ἵππους ἔχοντας ἐν τῷ μηρῷ αὐτῶν ὥσπερ τι σημεῖον φασιανὸν τὸ ὄρνεον.

Φάσις νῆσος καὶ ὄνομα ποταμοῦ

Ἀθήναιος «καὶ τὸ ... οἱ πολλαὶ ... Περιαλγεῖ»

ἴθʼ εἰπέ ἄγε ἐλθέ

φίλτατʼ προσφιλέστατε ἠγαπημένε

διδάσκου μάνθανε

σοι παρέλκον ἀττικῶς, ὥσπερ καὶ τὸ «ἐμοί,» καὶ τὸ «σοί» ἀντὶ τοῦ ἕνεκα σοῦ χάριν σοῦ

μαθήσομαι διδαχθῶ

παρʼ αὐτοῖς ἐν τοῖς ἀνδράσι τοῖς διδασκάλοις τοῖς σοφοῖς

ψεύδεται ... κωμικὸς λέγων παρὰ Σωκράτει εἶναι τὸν ἄδικον λόγον. οὐ γὰρ Σωκράτης, ἀλλὰ Πρωταγόρας ὁ Αὐδηρίτης ἐφεῦρεν αὐτὸν καὶ ἐδίδασκεν ἐπὶ μισθῷ

τὸν κρείττονʼ τὸν καλλίονα τὸν ἴσχυρον

ἐκ τοῦ εἰπεῖν «ὅστις ἐστί» δείκνυσιν, ὅτι οὐ ποιεῖται φροντίδα τοῦ κρείττονος λόγου ἤγουν τοῦ δικαίου, ἀλλὰ τοῦ ἀδίκου.

τὸν ἕτερον τὸν ἕνα

τὸν ἥττονα τὸν ἄδικον τὸν ψευδῆ λέγω

τὸν ἕτερον τούτοιν τοῖν λόγοιν φασὶ τὸν ἥττονα λέγοντα νικᾶν τὸν κρείττονα ἤγουν τὸν δίκαιον μεταχειριζόμενον τὰ ἀδικώτερα

φασὶ δὲ οὗτοι δηλονότι ἐκ τούτων τῶν λόγων τὸν ἕτερον ἤγουν τὸν ἥττονα καὶ ἄδικον λέγοντα εἰς τὰ ἀδικώτερα νικᾶν

λέγοντά δημηγοροῦντα τοῦτόν τινα τινά

φασι λέγουσιν οἱ ἄνθρωποι λέγουσιν οὗτοι

τἀδικώτατα ῥήματα δηλονότι

μοι ἀργόν χάριν ἐμοῦ ἕνεκεν ἐμοῦ

ὀφείλω χρεωστῶ

οὐκ ... οὐδʼ τὸ «οὐκ ἂν» καὶ τὸ «οὐδʼ ἂν» τὰ δύο ἄν οὐδαμῶς ἐκ παραλλήλου

ἀποδοίην ἀπεκβάλοιμι

δίδωμι τὸ ἁπλῶς δίδωμι, ἀποδίδωμι δὲ τὸ κεχρεωστημένον

ὀβολὸν τουρέσιον

οὐδενί ἀνθρώπῳ δανειστῇ χρεωφειλέτῃ

πιθοίμην καταπεισθείην πεισθήσομαι

οὐδαμῶς σοι πεισθήσομαι, ὦ πατέρ. εἰ γὰρ πεισθήσομαι, ἀποστήσομαι τῆς ἱππικῆς καὶ λοιπὸν προσέχων Σωκράτει, διαφθαρήσομαι τὸ χρῶμα ἤτοι τὴν ἐμὴν χροιὰν ἤγουν κατὰ τὴν χροιὰν ὑπὸ τῆς λύπης δηλονότι ὁρῶν τοὺς ἐμοὺς ἑταίρους ἱππεύοντας, ὅπερ οὐκ ἂν ὑπομείναιμι

ἐνταῦθα κατηγορεῖται Σωκράτους.

τοὺς ἱππέας τοὺς ἱππικούς

τὸ χρῶμα κατά τὴν ἐμὴν χροιάν

«διακεκναισμένος» ἔφη ἤτοι βεβλαμμένος καὶ κατωχριωμένος, καθάπερ καὶ οὗτοι δὴ οἱ φιλόσοφοι.

διακεκναισμένος ἠλλοιωμένος διεφθαρμένος ἐφθαρμένος κατακεκομμένος λελυπημένος ὠχρὸς ὤν

ἄρα λοιπόν

τὴν Δήμητρα τὴν παροχεύτριαν τὴν γῆν

ἐμῶν πραγμάτων κτημάτων ἢ τροφῶν κόπων

ἀντὶ τοῦ ἐδέσει· τὸν ἐνεστῶτα ἀντὶ τοῦ μέλλοντος

ἐσθίω, ὁ μέλλων ἔδομαι, ἔδῃ. τὸ «ἔδῃ» ὅτε ἀπὸ μέρους δηλοῖ, γενικῇ, οἷον «ἔδῃ τοῦ ἄρτου»· αἰτιατικῇ δέ, ὅτε τὸ ὅλον μέρος τοῦ ἄρτου δηλοῖ

ἔδοι μέλλεις φαγεῖν ἔδῃ φάγοις φάγεσαι φάγῃ

ζύγιοι μὲν ἐλέγοντο οἱ ... σαπφόραι ... κατὰ τὸν ... τετυπωμένον.

ὁ ζύγιος ὁ τοῦ ἅρματος ὁ ὑπὸ τὸν ζυγὸν ἐξαγόμενος ὁ ἐν τῷ ζυγῷ ἵππος. ὁ σαπφόρας ὃν ἔχεις ἐν τῷ κυνηγίῳ ὁ τὸ σ φέρων οἱ ἔχοντες σίγμα ὑπὸ τὸν μηρόν

ἐξελῶ ἐκβαλῶ ἐκδιώξω διώξω

«ἐξελῶ» κανόνισον· ἐκβάλλω, ὁ μέλλων ἐκβαλῶ, καὶ ἐξελῶ

περιόψεται καταφρονήσει

ἄνιππον χωρὶς ἵππου ἄνευ ἵππου ὄντα

εἴσειμι εἰσέρχομαι εἰσελεύσομαι πορεύσομαι πρὸς αὐτόν

φροντιῶ φροντίδα ποιήσομαι φροντίσω

ἀλλʼ οὐδʼ ἐγὼ ὅμως ἀθυμήσω, ὅτι οὐ πέπεικά σε, καὶ μενῶ οὕτω κείμενος, ἀλλὰ μαθήσομαι αὐτὸς ἐγὼ εὐξάμενος καὶ δεηθεὶς τῶν θεῶν καὶ ἀπερχόμενος εἰς τὸ φροντιστήριον ἀπερχόμενος

μέντοι ἀργόν ὅμως

πεσών κατακλιθείς καταπεσών

κείσομαι κατακείσομαι ἐνταῦθα

εὐξάμενος παρακαλέσας

εὐξάμενος ... θεοῖς εὐχὴν ποιήσας πρὸς τοὺς θεούς

διδάξομαι μαθήσομαι

βαδίζων πορευόμενος ἀπερχόμενος εἰσερχόμενος

φροντιστήριον σχολεῖον διδασκαλεῖον

τοῦτο καθʼ ἑαυτὸν ἀναλογιζόμενος λέγει, ὡς ἄπορον τοῖς γέρουσι τὸ μανθάνειν καὶ κατέχειν τὰ διδασκόμενα ψυχροῖς οὖσι καὶ ταχέως ὑπὸ τῆς λήθης ἀποβάλλουσιν, ὅ τι καὶ διδάξαιντο.

γέρων ὢν ἀσθενὴς ὑπάρχων

κἀπιλήσμων ταχέως ἐπιλανθανόμενος λήθαργος … .

βραδὺς ἀφυής ἐν τῷ ἀπέρχεσθαι αὐτὸν ἐκεῖσε ἀργός, παχύνους δύσκολος διὰ τὸ γῆρας δυσκόλως νοῶν

λόγων μαθημάτων μαθήσεων, ἀποδείξεων

ἀκριβῶν δυσκόλων ἰσχυρῶν.

σκινδαλαμὸς λέγεται ἡ ἀκριβολογία, ἐκ μεταφορᾶς τῶν καλάμων τῶν κοπτομένων λεπτῶς· τοιοῦτον γάρ ἐστι καὶ τὸ ἀκριβὲς νόημα

σκινδαλάμους: ἤγουν αἰτίας καὶ ζητήσεις λόγων ἀκριβῶν· εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν λεπτοτάτων ξυσμάτων τῶν ξύλων καὶ καλάμων. τοῦτο δὲ ἐπὶ μὲν τῆς εὐθείας ὀξύνεται, ἐπὶ δὲ τῶν πλαγίων παροξύνεται

σκινδαλάμους λεπτότητας λεπτούς λεπτὰς εἰδήσεις

μαθήσομαι μάθω δυνήσομαι μαθεῖν παιδευθήσομαι

ἰτητέον ἄξιόν ἐστιν ἀπελθεῖν

τί διὰ τί

ἔχων ἐνθυμούμενος διαλογιζόμενος

στραγγεύομαι ἀργῶν πιέζομαι, συνθλίβομαι

στράγξ ἐστιν ... σταλαγμός, καὶ κλίνεται στραγγός· ἀφʼ οὗ καὶ τὸ κατὰ στράγγα οὐρεῖν καὶ στραγγεύω ῥῆμα τὸ ἐκθλίβω ἤγουν τὸ κοινῶς στραγγίζω.

στραγγεύομαι: τί ἐστιν ἡ ἐμὴ προθυμία νωθρὰ καὶ ἀμβλεῖα καὶ τρόπον τινὰ κατὰ στράγγα; ἡ γὰρ μεταφορὰ ἀπὸ τῶν ἀγγείων τῶν κατʼ ὀλίγον σταζόντων.

στραγγεύομαι ῥᾳθυμῶ, χρονίζω σχολάζω πιέζομαι δυσχεραίνων θλίβομαι, διαλογίζομαι καταπιέζομαι βραδύνω ξέομαι ταῖς φροντίσι.

ἤτοι στρέφων ταῦτα ἐν ἐμαυτῷ καὶ διαλογιζόμενος κατὰ μικρὸν ἄχθομαι. ἔστι δὲ μεταφορικὸν ἀπὸ τοῦ πάθους τῆς στραγγουρίας· στρὰγξ γὰρ ἡ στραγγουρία· καὶ λέγεται, ὅταν τις κατʼ ὀλίγον οὐρῇ μετὰ σφοδρᾶς ὀδύνης.

τὴν θύραν τὴν πόρταν

βάλλʼ ἄπιθι

ἐς κόρακας εἰς ἀπώλειαν εἰς φθοράν

κόψας κρούσας

Κικυννόθεν ἀπὸ χώρας

ἀπὸ τῆς Κικύννης· Κίκυννα γὰρ τόπος τῆς Ἀττικῆς· ἀπὸ τούτου γοῦν οἱ εὑρισκόμενοι ἐκεῖσε καλοῦνται Κικυννόθεν.

Κικυννόθεν: ἤγουν ἀπὸ τῆς Κικύννης· Κικύνη δὲ ἦν χωρίον τῆς Ἀττικῆς ἐν ᾧ ἦν ἡ Ἀκαμαντὶς φυλή.

ἀμαθής ἀνόητος, μωρός, ἀγροῖκος.

ἀπεριμερίμνως ἀσυλλογίστως, ἀτάκτως ἀσκέπτως χωρὶς σκέψεως ἀλογίστως μωρῶς ἀμελῶς, ἀνεπιστημόνως ἀνοήτως.

λελάκτικας ὡς ὄνος ἔτυψας ὥσπερ λὰξ ἐντεινάμενος ἔκρουσας

καὶ φροντίδα: φροντὶς παρὰ τοῖς φιλοσόφοις ἡ θεωρία καὶ τὸ ἐξετάζειν περί τινων ἀπόρων, ὅθεν καὶ φροντιστήριον ἡ σχολὴ τῶν φιλοσόφων.

ἐξήμβλωκας ἐξέβαλες ἡμιτελῆ ἐποίησας διαφθείρας

ἡ μεταφορὰ ἀπὸ τῶν μὴ κατὰ χρόνον ὡρισμένον γεννωσῶν γυναικῶν

ἐξήμβλωκας ἀπὸ τοῦ ἀμελέω, ῶ ἀμελήσω, ἠμέληκα, καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν καὶ τοῦ μ εἰς β ἤμβλωκα.

ἔκτρωμα, ἄμβλωσις καὶ ἠλιτόμηνον ἀπότευγμα

ἐξευρημένην ἀποδεδειγμένην ἐπινοηθεῖσαν τὸ ἐπινοηθέν διαμεμελετημένην

σύγγνωθι συγγνώμης ἀξίωσον, συγχώρησον συμπάθησόν με συγγνώμην δός συγγνώσθητι

τηλοῦ μακράν

τῶν ἀγρῶν ἀπό

τὸ πρᾶγμα τὸ ἐνθύμημα τὸ θεώρημα τὴν πρᾶξιν τὸ νόημα

τοὐξημβλωμένον τὸ ἐκβεβλημένον

ἀμβλοῦν λέγεται τὸ τὸ ἔμβρυον ἐν τῇ γαστρὶ φθειρόμενον ἐξιέναι τῆς μήτρας μήπω τελεσιουργηθέν· ἀπὸ τούτου λέγεται καὶ τὸ ἀμβλωθρίδιον. ἐνταῦθα οὖν διὰ τῆς λέξεως ταύτης κωμῳδεῖ Σωκράτην λέγοντα «ἔχω μαιευτικήν, καὶ ... ἀποτίκτειν κυήματα τῆς ψυχῆς εὐγενῆ».

λέγεται δὲ ἡ μεταφορὰ ἀπὸ τῶν μὴ κατὰ χρόνον τὸν ὡρισμένον γεννωσῶν γυναικῶν. λέγεται γὰρ ἀμβλώματα καὶ ἀμβλωθρίδια καὶ ἐκτρώματα τὰ ἀτελῆ βρέφη τὰ ἐκπίπτοντα διὰ τῶν γυναικῶν διά τι πάθος ὡς αἱματῶδες κρέα καὶ ἄμορφον πολλάκις.

ἤτοι τὸ ὥσπερ ἡμιτελές, ὥσπερ φαμὲν καὶ ἀτελῆ τὰ νήπια τὰ ἀμβλωθρίδια.

ἐξήμβλωκα· ἀμβλόω, ἀμβλῶ τὸ «ἡμιτελὲς ποιῶ», ἐκ μεταφορᾶς τῶν ἀδιορθώτων καὶ ἡμιτελῶν βρεφῶν, ἃ λέγονται ἀμβλωθρίδια.

θέμις δίκαιον λέγειν παρὰ σοί λέγειν ἄλλοις ἐστὶ λέγειν ἡμᾶς πρέπον

λέγειν τοῖς πᾶσι δηλονότι

λέγε τὸ ἐνθύμημα αὐτό

νῦν λοιπόν

θαρρῶν μετὰ θάρρους ἔχων θάρρος

οὑτοσὶ δεικτικόν αὐτὸς ἐγώ

μαθητὴς γενόμενος γενέσθαι

φροντιστήριον σχολεῖον διδασκαλεῖον

ὡς κεκρυμμένα τοῖς πᾶσι· τὸ μὴ πᾶσι φανερὸν καλεῖται μυστήριον

εἰκότως ἔφη «μυστήρια». μαθὼν γὰρ παρʼ αὐτοῦ, ὅτι ἐκ τῶν ἄγρων ἦν Κικυνόθεν καὶ γνοὺς αὐτὸν ἄγροικον ὄντα γέροντά φησι· «χρὴ νομίσαι σὲ ταῦτα μυστήρια». ὥσπερ γὰρ τὰ μυστήρια οὐκ ἀποκαλύπτειν χρεὼν τοῖς ἀναξίοις, οὕτως οὐδὲ τὰ τῶν φιλοσόφων θεωρήματα καὶ ζητήματα ἀνδράσιν ἰδιώταις καὶ ἀμετόχοις λόγων· ἴσως δὲ καὶ ἵνα πρὸς περισσοτέραν ἔκπληξιν ἐμβάλῃ τὸν γέροντα, μυστήρια ταῦτα ἐκάλεσεν· ἢ ἴσως καὶ τῶν φιλοσόφων ὁ κωμῳδοποιὸς οὗτος μετʼ εἰρωνείας καθαπτόμενος

ἀναιροῦμαι τὸ βούλομαι, τὸ ἀναλαμβάνω καὶ τὸ φονεύομαι

ἄρτι πρὸ ὀλίγου

βουλόμενος γὰρ ὁ ποιητὴς περισύραι ἐνταῦθα τὸν Σωκράτην καὶ τὸν Χαιρεφῶντα, ὅτι ὁ μὲν εἶχε δασεῖαν ὀφρῦν ὁ Χαιρεφῶν, ὁ δὲ Σωκράτης φαλακρὸς ἦν, διαβάλλει δὲ καὶ τὸ θεώρημα αὐτῶν, ὅτι ἦν εὐτελέστατον.

διασύρων τὰ νοήματα τῶν σοφῶν ὡς λεπτὰ καὶ δύσληπτα τοῦτο εἴρηκεν· οὐδὲν γὰρ δυνατὸν ἦν, ὅ φησι γενέσθαι, μᾶλλον δὲ οὐδὲν λόγου ὅλως ἐχόμενόν ἐστι· χάριν δὲ γελοίου ὅμως τοῦτό φησιν.

ψύλλαν ἡ διά ἔξωθεν ἀττικῶς διά διὰ τήν περὶ τῆς ψύλλης

ὁπόσους ἔχουσα ἀντίπτωσις

τὸ «ἅλοιτο» ἀντὶ τοῦ ἐπήδησεν· ἔστι δὲ ἀττικὸν τὸν εὐκτικὸν ἐνεστῶτα ἀντὶ παρῳχημένου, ὡς καὶ τὸ ἀκούσαι ἀντὶ τοῦ ἤκουσεν.

ἅλλοιτο πηδήσειε πηδᾷ.

πόδας ἴχνη ποδάρια

πόδας: ποὺς τὸ μέρος τοῦ σώματος, διʼ οὗ βαδίζομεν· ποὺς καὶ ὁ τύπος τοῦ ποδὸς ἤγουν τὸ ἴχνος.

διὰ τὸν τύφον καὶ τὴν φιλοδοξίαν, ἣν ὁ Χαιρεφῶν εἶχε, φησὶ τοῦτο· τὴν δὲ κεφαλὴν τοῦ Σωκράτους διὰ τὸ ἁπλοϊκὸν καὶ εὔηθες τοῦ Σωκράτους, ὡς λέγεται.

σημείωσαι, ὅτι ὁ Χαιρεφῶν δασείας ἔχων τὰς ὀφρῦς ἦν, ὁ δὲ Σωκράτης φαλακρός· διασύρει δὲ αὐτοὺς ἀμφοτέρους.

τὴν ὀφρὺν τὸ μέτωπον

ὀφρὺς καὶ τὸ ὑπεράνω τοῦ ὀφθαλμοῦ κείμενον· ὀφρὺς καὶ ἡ ἀλαζονεία, καὶ ὠφρυωμένος ὁ ἀλαζών.

δῆτα λοιπόν ἢ ἀργόν ἢ ἀληθῶς ἀληθέστατα οὖν.

τοῦτο τὸ διάστημα

ἐμέτρησε διὰ μέσου διεμέτρησε

δεξιώτατα εὐφυέστατα λίαν ἐπιτηδείως λίαν συνετῶς

διατήξας διαλύσας μαλθακὸν καὶ χαῦνον ποιήσας

τήκω τὸ κατὰ μικρὸν ἀναλίσκω, ὃ λέγεται κυρίως ἐπὶ χιόνος καὶ κηροῦ· ἐνταῦθα δὲ ἀντὶ τοῦ «μαλθακὸν ποιήσας»

λαβὼν κρατήσας

ἐνέβαψεν ἐνέβαλεν ἔβαλεν ἐνετύπωσεν

γελοίου ... πάντα εἴρηται ... εἶπε τῆς ... ἡ γὰρ ψύλλα ἓξ ἔχει πόδας.

«τὼ πόδε», ὡς οὐκ ἔχει ἡ ψύλλα δύο πόδας, διὰ τί γράφεται ἐνταῦθα τὸ δυϊκόν; καί φαμεν, ὅτι παίζων φησὶ τοῦτο, ἢ κατὰ ζῆλον ὁμηρικόν· λέγει γάρ που ἐκεῖνος «ὦ Λύκιοι, πῶς ἐφεύγετον;»

ψυγείσῃ νεκρωθείσῃ μαρανθήσῃ.

περιέφυσαν διετυπώθησαν προσεκολλήθησαν ἐγενήθησαν ἐγένοντο ἐξ αὐτῆς ἐγεννήθησαν ἡπλώθησαν, τοῖς ποσὶν αὐτῆς

περιέφυσαν: ἐκ μεταφορᾶς τῶν φυομένων ἐν τοῖς δένδρεσιν ὀθνείων φυτῶν ἢ κλάδων ἢ καὶ βοτανῶν. ἐπήγαγε δὲ ἀδυνάτῳ ἀδύνατον· οὔτε γὰρ δυνατὸν ὑποδήματα τὴν ψύλλαν ὑποδήσασθαι οὔτε μετρῆσαι τῷ περιπλακέντι κηρῷ τὸ διάστημα.

περσικὴ εἶδος δένδρου, καὶ ὁ καρπὸς μῆλα περσικά, τὰ λεγόμενα βερίκοκκα· περσικὴ καὶ εἶδος ὑποδήματος· ὅθεν καὶ τὸ «περιέφυσαν» ἔθηκε, πρὸς δὲ τὸ «περσικαί» εἶδος ὑποδήματος τὸ «ὑπολύσας»· ὑπολύω γὰρ τὸ τοὺς πόδας τῶν ὑποδημάτων ἀπογυμνῶ.

ἰστέον, ὅτι ἔστι καὶ περσικαὶ εἶδος ὑποδημάτων, ἔστι δὲ καὶ εἶδος δένδρου, ἀφʼ οὗ φαμεν καὶ περσικὰ μῆλα τὰ δοράκινα. ἔπαιξε γοῦν ἐνταῦθα εἰπὼν τὸ «περιέφυσαν» ἐν τοῖς ὑποδήμασιν, ὅπερ οἰκεῖον δένδρεσιν.

περσικαί ὑποδήματα ἢ ἴχνη

ὑπολύσας διακόψας ἐκ τῶν ποδῶν κάτωθεν ἀφελών ἐκβαλών

τὸ χωρίον τὸ διάστημα τὸ ἀπὸ τῆς κεφαλῆς τοῦ Σωκράτους μέχρι τῆς ὀφρύος τοῦ Χαιρεφῶντος τὸν τόπον τῆς διαστάσεως

μετρῶ ἁπλῶς καὶ τὸ ἀριθμῶ, ἀναμετρῶ δὲ τὸ τὸ ἀπαριθμημένον αὖθις μετρῶ. μετρῶ δὲ καὶ ἀριθμῶ διαφέρει· μετρῶ μὲν γάρ ἐστι τὸ διά τινος μέτρου ἢ ἀγγείου ἢ πεποσωμένου τινὸς ἀριθμῶ, ἀριθμῶ δὲ τὸ μονάδας ἢ δεκάδας συντίθημι ἢ ἑκατοντάδας ἢ χιλιάδας ἢ μυριάδας

ὦ Ζεῦ θαυμαστικόν

τῆς βαβαί ἕνεκεν

τῆς λεπτότητος τὰ θαυμαστικὰ γὰρ γενικῇ συντάσσονται

ὥσπερ τὰ θρηνητικὰ ἐπιρρήματα, ὅταν τὰ αἴτια ἐμφαίνωσι, διὰ τί τοὺς θρήνους ποιοῦνταί τινες, ζητοῦσιν ἀεὶ γενικὰς καὶ τὸ «ἕνεκεν» ἔξωθεν, οὕτως καὶ τὰ ἐπὶ θαυμασμοῦ εἴτε ὀνόματα εἴτε ἐπιρρήματα λεγόμενα, οἷον «ᾤμοι παρανοίας», «φεῦ τῆς ἐμῆς συμφορᾶς» καὶ ὅσα τοιαῦτα. τοιοῦτον δὲ καὶ τὸ «ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν».

τῶν φρενῶν τῶν διανοιῶν αὐτοῦ τῆς διανοίας τοῦ Σωκράτους τῆς γνώσεως τῆς διανοίας καὶ γνώσεως αὐτοῦ

δῆτʼ ἀληθῶς λοιπόν

φρόντισμα διανόημα ἢ θεώρημα ἐννόημα, νόημα μελέτημα σόφισμα

φρόντισμα λέγεται τὸ θεώρημα τῶν φιλοσόφων, μελέτημα τὸ τῶν ῥητόρων, σχόλιον τὸ τῶν γραμματικῶν

ἀντιβολῶ δέομαι

κάτειπέ ἀργὴ ἡ κατά εἰπέ

τὸ κατειπεῖν ἀντὶ τοῦ κατά τινος εἰπεῖν καὶ κατηγορῆσαι λέγεται κυρίως τὸ κατά τινος εἰπεῖν

ὁ Σφήττιος ἤγουν ὁ πικρὸς καὶ ὀξὺς κατὰ θυμόν δῆμος τῶν Ἀθηναίων οἱ Σφήττιοι

ὁ Σφήτιος ἀπὸ τῆς Σφητοῦς ἀπὸ τόπου

ὁπότερα καθʼ ὁπότερον ὁποίως ὁποτέρως ὅπως πῶς εἰκῇ; ὁποτέραν ποίαν

τὴν γνώμην τὸν νοῦν τὴν διάνοιαν τὴν διάθεσιν τὴν γνῶσιν

τὴν γνώμην κατά

ἔχει κινεῖ διακεῖται

ὅπως ἔχει ἤτοι νοεῖ τὰς ἐμπίδας κατὰ τὴν ἑαυτοῦ γνώμην, ἢ ὅπως ἔχει ἤτοι κινεῖ τὴν ἑαυτοῦ γνώμην τὰς ἐμπίδας ἤγουν ἐπὶ τῇ ὑπολήψει τῶν ἐμπίδων

ἤγουν ὁποτέρως καὶ πῶς ἔχει κατὰ τὴν ἑαυτοῦ γνώμην, κατὰ τὸ στόμα ᾄδειν τὰς ἐμπίδας ἢ κατὰ τὸ ὀροπύγιον.

τουτέστιν, ὅπως ἔχει γνώμης ἤγουν τί νομίζει περὶ τῶν ἐμπίδων. ἐπεὶ δὲ ἦν ἄδηλον, περὶ τίνος ἤρετο πῶς ἔχει γνώμης, ἐπάγει «κατὰ τὸ στόμα ᾄδειν τὰς ἐμπίδας ἢ κατὰ τὸ ὀρροπύγιον». ὀρροπύγιον δέ ἐστι τὸ καὶ ὀρθοπύγιον λεγόμενον· τοῦτο δέ ἐστι τὸ ἐπάνω τοῦ πρωκτοῦ ἤγουν τοῦ κώλου ἱστάμενον τῶν ὀρνίθων, ἰδίως δὲ τῆς περιστερᾶς.

ἐμπίδας τινὲς τοὺς κώνωπάς φασιν· οὐχ οὕτως δὲ ἔχει, ἀλλʼ ἐμπίδες εἰσὶ τὰ κοινῶς λεγόμενα κανάρια. γίνεται δὲ ἐμπὶς ἀπὸ τοῦ ἐμπνεῖν ἤτοι ᾄδειν.

τὰς ἐμπίδας τὰ κανάρια διὰ τοὺς κώνωπας.

κατὰ τὸ στόμʼ ἀπὸ τοῦ στόματος

ᾄδειν ψάλλειν ἠχεῖν

ὀρροπύγιον κυρίως τὸ καὶ ὀρθοπύγιον, τὸ κοινῶς λεγόμενον κολουράδιον· ἐνταῦθα δὲ καταχρηστικῶς ἀντὶ τοῦ πρωκτοῦ εἴρηται.

κατὰ τοὐρροπύγιον ἀπὸ ἐκ τοῦ πρωκτοῦ

τοὐρροπύγιον τὸ κωλόκουρον, τὸ ὀρθοπύγιον τὸ ἐπάνω τοῦ πρωκτοῦ ἢ κατʼ αὐτὸν τὸν πρωκτόν

δῆτʼ λοιπόν ἢ ἀληθῶς

τῆς ἐμπίδος τοῦ καναρίου

διαλέπτου μετρίως λίαν διόλου λεπτοῦ

τὴν κατά

τὴν πνοὴν τὸν ἄνεμον.

βίᾳ ἀπὸ κοινοῦ μετὰ ἀνάγκης βιαίως βεβιασμένως ἀνάγκῃ ἀνάγκη ἐστί

εὐθὺ μέχρι κατʼ εὐθείαν κατʼ εὐθύ πρὸς εὐθείαν εὐθὺς κατὰ τὸ τοὐροπύγιον

τοὐρροπυγίου τοῦ πρωκτοῦ τοῦ κώλου τοῦ μέρους τοῦ πρωκτοῦ

κοῖλον εὐρύτερον βαθὺ πλάτος βαθύν πλατύν βαθύ ἔντερον

πρὸς πλησίον παρά

στενῷ τῷ μέρει τοῦ ἐντέρου πλησίον τοῦ στενοῦ

προσκείμενον πλησίως τοῦ στενοῦ ἐντέρου πλησίον ὑπάρχοντα ὄντα

τὸν πρωκτὸν τὸν κῶλον

ἠχεῖν ᾄδειν βοᾶν φωνὴν ἔπεμπον ἦχον ἀποτελεῖν πέμπειν «ἔφασκεν» ἀπὸ κοινοῦ.

βίας τῆς ἀνάγκης τῆς στενοχωρίας τῆς σφοδρότητος

πνεύματος ἀνέμου

ὑπὸ βίας πνεύματος ἠχεῖ ὁ πρωκτὸς πλησίον τοῦ στενοῦ κειμένου τοῦ κοίλου.

σάλπιγξ τρουμπέτα

ὁ πρῶκτος ὁ κῶλος ὁ πάτος

ἄρα λοιπόν ὡς ἔοικε

ἐμπίδων κωνώπων κώνωπος, καναρίων

τοιαύτη γὰρ ἡ σάλπιγξ κατὰ τὸ ἀνώτατον πρὸς τὸ ἄκρον ἤγουν κοίλη.

παίζει «διεντερεύματος» εἰπὼν δεικνύς, ὅτι τὰ ζητήματα αὐτῶν περί τινων εὐτελῶν καὶ μηδενὸς ἀξίων ἦσαν.

ὤφειλεν εἰπεῖν «ὦ μακάριος τοῦ σκέμματος, τοῦ ἐξευρήματος»· νῦν δὲ διαγελῶν ἔφη «τοῦ διεντερεύματος». διεντέρευμα δέ ἐστι τὸ διὰ τῶν ἐντέρων ἐξερχόμενον πνεῦμα.

τοῦ διεντερεύματος: ἤγουν τῆς καταλήψεως τοῦ ζητήματος τοῦ ἐντέρου τῆς ἐμπίδος. γελοίου δὲ χάριν εἴρηκεν αὐτό· ὡς γὰρ γελοῖον ζητεῖν, πόθεν ᾄδει ἡ ἐμπίς, οὕτω καὶ περὶ τοῦ ἐντέρου ταύτης φυσιολογεῖν

ὢ τρισμακάριος ἔκπληξις μετὰ εἰρωνείας

τρισμακάριος ὑπάρχει ὁ Σωκράτης λίαν μακαριστός ἐστίν τρισευδαίμων

τοῦ διεντερεύματος τοῦ διανοήματος τοῦ φυσικεύματος, τῆς ἑρμηνείας.

ἦ εἰρωνικόν

φεύγων εἰς δίκην ἑλκόμενος ἐγκαλούμενος

φεύγων κτλ. φεύγων καὶ διώκων κατήγορος καὶ συνήγορος· διώκων δὲ ὁ κατηγορούμενος

ἀποφύγοι ἀργόν

δίκην κρίσιν τιμωρίαν κατηγορίαν

δίοιδε λεπτῶς οἶδε διακρίνει ἀκριβῶς ἐπίσταται.

τῆς ἐμπίδος τοῦ καναρίου τοῦ κώνωπος

πρῴην πρότερον πρὸ ὀλίγου πρὸ τούτου

γνώμην ἔννοιαν θεωρίαν ἢ ἐνθύμημα νόημα σκέψιν

ἀφῃρέθη ἐστερήθη ἀφηρπάγη

ἀσκαλαβώτης ... μετέωρα. ἔστι δὲ ζῷον μυῒ ἐοικός.

ἀσκαλαβώτην καὶ γαλεώτην ἐνταῦθα τὸν αὐτόν φησιν, ἤγουν τὸν μῦν. ἄλλοι δὲ ἀσκαλαβώτην μὲν πᾶν ζῷόν φασι τὸ χωρὶς κλίμακός τινος ἀναβαῖνον ἐπὶ τὰ μετέωρα τῶν οἰκιῶν, γαλεώτην δὲ οἱ μὲν τὸν μῦν φασιν, οἱ δὲ τὴν κάταν, ἄλλοι δὲ τὴν νυμφίτζαν, ἣν καὶ μυγαλῆν φασιν.

μυγαλὴ ἀπὸ τοῦ ἁλίσκειν τοὺς μύας

λέγεται ἀσκαλαβώτης καὶ γαλεώτης ἢ μῦς ἢ ἡ κοινῶς λεγομένη νυμφίτζα, ἀπὸ τοῦ ἀσκαλῶς ἤτοι συντόμως βαίνειν διὰ τὸ ἀνεμπόδιστον. γαλῆ ἡ κοινῶς νυμφίτζα, μυγαλῆ δὲ ἡ κάτα· ἐτυμολογεῖται ἀπὸ τοῦ ἁλίσκειν τοὺς μῦς.

ἀσκαλαβώτης λέγεται πᾶν ζῷον, ὃ δύναται ἄνευ σκάλας διέρχεσθαι ἀνάντεις τόπους ἢ τοίχους ἢ δένδρα. ἐνταῦθα δὲ ζῷόν τί φασιν ὅμοιον μυΐ.

ἀσκαλαβώτης λέγεται τὸ ζῷον τὸ χωρὶς σκάλας βαῖνον τοὺς ἀνωφερεῖς τοίχους· κυρίως δὲ τὸ ζῷον τὸ ἐοικὸς σαύρᾳ ἤγουν σαμάμηξος.

ἀσκαλαβώτης καὶ γαλεώτης τὸ αὐτό. καὶ οἱ μὲν τὸν μῦν φασιν, Αἰλιανὸς δὲ ἕτερον ζῷον, ὥς πού φησι «τὸ γῆρας ὁ γαλεώτης φθονῶν ἀποκρύπτει ὡς τοῖς ἐπιληπτικοῖς χρήσιμον». γῆρας οὖν εἰπὼν ἔοικε νοεῖν κατὰ τοὺς ὄφεις εἶναι τὸ ζῷον, ἐπεὶ γὰρ τοῦτό φαμεν γῆρας, τὴν λεβηρίδα.

ἀσκαλαβώτου τῆς λεγομένης νυμφίτζης ἢ τῆς πυρρᾶς καὶ ἀγρίας γαλῆς ἢ τοῦ μυός αἰλούρου ποντικοῦ, ἄνευ σκάλης ἀσκαλαβώτης ἀπὸ τοῦ δίχα σκάλας βαίνειν

τρόπον τάξιν

κάτειπέ κατὰ τάξιν εἰπέ ἀργόν ἀργή

ζητοῦντος ἐρευνῶντος ἐξετάζοντος

τὰς ὁδοὺς τὰς κινήσεις περιόδους τὰς στράτας τοὺς κύκλους

τὰς περιφορὰς τὰς κύκλῳ ὁδεύσεις τὰς περιόδους τὰς μεταλλαγάς

ἄνω ἐν τῷ οὐρανῷ

κεχηνότος χαίνοντος

ὀροφῆς τέγης τέγους στέγης ὄροφος καὶ ὀροφή· ἔστι δὲ κάλαμος, ᾧ στεγάζουσιν

νύκτωρ κατὰ τὸν καιρὸν τῆς νυκτός

γαλεώτης μῦς νυμφίτζα γαλῆ

ἀνωτέρω μὲν ἔλεγεν ἀσκαλαβώτην, ἐνταῦθα δὲ γαλεώτην. ἔστι δὲ τοῦτο ζῷον μικρὸν ὅμοιον γαλῇ, καὶ ἐτυμολογεῖται ἀπὸ τοῦ γαλῆς ὦτα ἔχειν.

ὄροφος ὀρόφου ἀρσενικῶς, καὶ ὀροφὴ ὀροφῆς, ὡς ἐνταῦθα. γαλεώτην δέ φησι τὴν ἰδιωτικῶς λεγομένην νυμφίτζαν.

κατέχεσεν τὴν κεφαλὴν αὐτοῦ ἤγουν τοῦ Σωκράτους αὐτόν εἰς τὸ πρόσωπον αὐτοῦ

ἥσθην εὐφράνθην

ὅρα ἐνταῦθα τὸ τοῦ κωμικοῦ ἀστεῖον· ἐν γὰρ τῷ εἰπεῖν «νύκτωρ γαλεώτης κατέχεσεν» ἐπέφερε «δεῖπνον ἡμῖν οὐκ ἦν ἑσπέρας»

δεῖπνον ἐσθίαμα

ἑσπέρας ἐν τῷ καιρῷ κατὰ τὸν καιρὸν τῆς ἑσπέρας τῆς νυκτός ἀττικῶς κατὰ τὸ ἑσπέρας

εἶεν ἔστω ταῦτα οὕτως ἔστωσαν ταῦτα ταῦτα μὲν ἔχουσιν οὕτως ἔστω

τἄλφιτʼ τὰ ἄλευρα

παλάμη λέγεται ἐπὶ χειρός· καὶ ἡ τῶν δακτύλων ἔκτασις λέγεται παλάμη καὶ ἡ μηχανή· ἀπὸ τούτου καὶ παλαμῶμαι τὸ μηχανῶμαι.

ἐπαλαμήσατο ἐπανουργεύσατο εἰργάσατο

μεταφορικῶς ὡς εὐμηχάνου γεγονότος τοῦ Παλαμήδου.

καταπάσας ῥάνας καταχέας ἐπιχέας

τέφραν σποδιάν σποδόν παιπάλην κόνιν στάκτην

κάμψας καμπύλον ποιήσας καμπτὸν ποιήσας κλίνας

ὀβελίσκον σουβλίον σούβλαν ἀναβολέα

κάμψας ὀβελίσκον: ἤγουν καμπύλον αὐτὸν ποιήσας· ὀρθοὶ γὰρ οἱ ὀβελίσκοι. ἐπεὶ γάρ, φησίν, ἔδεσμα οὐκ ἦν, ὀρθὸν ὄντα, φησί, τὸν ὀβελίσκον ἔκαμψεν, ἵνα διʼ αὐτοῦ δυνηθῇ κλέψαι καὶ ἑλκύσαι τὸ ἱμάτιον.

διαβήτην τὴν κοινῶς περίγραν ὡς περίγραν κοντάκιον τὸν κοινῶς διαδέτην

ὁ διαδέτης ι, διαβήτης δὲ τὸ πάθος η

λαβὼν κρατήσας

παρὰ προσδοκίαν καὶ παρʼ ὑπόνοιαν διαβάλλει αὐτὸν εἰς παῖδας.

δέον ... ἐπελάθετο, ἐπειδὴ Σωκράτης ... ὀβελίσκον δὲ ... ἔμελλεν ἐρεῖν ... μηχανῶνται, καὶ μάλιστα ἐπὶ τῇ τῶν κλείδων ἀνοίξει.

ἐκ τῆς παλαίστρας ἐκ τοῦ διδασκαλείου

ὑφείλετο κρυφίως ἔλαβε λαθραίως ἔκλεψε λάθρᾳ ἔλαβε

δῆτʼ λοιπόν ἀληθῶς

ὁ Θαλῆς ... γὰρ Κροίσου ... θάτερον δὲ πρὸς τὰ ὄπισθεν μέρη τῆς στρατιᾶς· καὶ οὕτω σμικρυνθέντος τοῦ ῥείθρου ἡ στρατιὰ διέβη ῥᾳδίως τὸν ποταμόν. ἐποίησε ... περαιωθήσωνται.

οὗτος ὁ Θαλῆς εἷς ἦν τῶν ζʹ σοφῶν, μάντις, ὅστις διὰ τέχνης μαθηματικῆς ἐποίησεν εὑρεθῆναι εἰς τὸν Ἅλυν, μὴ δυνάμενον περάσαι ἐν τῷ ἑτέρῳ μέρει τοῦ ποταμοῦ τὸ φοσάτον.

οὐ μόνον ὁ Θαλῆς, ἀλλὰ καὶ ὁ Θάλης τοῦ Θάλητος. ὥσπερ γὰρ Ἑρμέας, Ἑρμῆς, οὕτω καὶ Θαλέας Θαλῆς, καὶ διὰ τοῦτο περισπᾶται.

ὁ Θαλῆς οὗτος ἦν εἷς τῶν ζʹ σοφῶν, Μιλήσιος ὤν· ἦν δὲ πρῶτος ἐν ἐκείνοις διδάξας τοῖς καιροῖς περὶ τῶν οὐρανίων· ἀλλὰ καὶ γεωμέτρης ἄριστος μηχανικὸς δὲ ἄκρος ἦν καὶ μηχανικὸς πάνυ.

οὗτος ὁ Θαλῆς Μιλήσιος ἦν, εἷς ὢν τῶν παλαιῶν ἑπτὰ σοφῶν, ὃς ἐδίδαξε πρῶτος τὰ μαθηματικά· ἦν δὲ καὶ ἄκρος μηχανικός.

τὸν Θαλῆν τὸν μετεωροσκόπον τὸν παλαιὸν γεωμέτρην ἤγουν τὸν φιλόσοφον τὸν σοφόν

θαυμάζομεν θαυμάζω τὸ ἐκπλήττομαι καὶ θαυμάζω τὸ μετὰ θαύματος δίδωμι διὰ θαύματος ἔχομεν ἐν θαύματι ἔχομεν

ἀνύσας διελθών

τὸ φροντιστήριον τὸ διδασκαλεῖον

τάχιστα συντομώτατα λίαν ταχέως ταχύτατα

μαθητιῶ ἐπιθυμῶ βούλομαι ἐφίεμαι μαθεῖν τὸ θέμα μαθητίζω

ἀλλʼ καί

τὴν θύραν τὴν πόρταν

παρεπιγραφή

Ἡράκλεις «Ἡράκλεις», «Πόσειδον» καὶ «Ἄπολλον» ἐπὶ θαυμασμοῦ ἐπιρρηματικῶς ἐκπληκτικόν ἐπὶ θαυμασμοῦ τοῦτο

ποδαπὰ ἀπὸ ποίου γένους ἀπὸ ποίου τόπου

ἐλθὼν ἔσω τοῦ φροντιστηρίου ὁ Στρεψιάδης καὶ ἰδὼν τοὺς μαθητὰς ὠχροὺς ὄντας ἐθαύμασε καί φησιν· «ὦ Ἡράκλεις, ποδαπά εἰσι ταῦτα τὰ θηρία ἤγουν οἱ μαθηταί;»

ἐθαύμασας ἐξεθαμβήθης ἐξεπλάγης

ἔοικεν ἀντὶ τοῦ φαίνεται καὶ ἀντὶ τοῦ ὅμως καὶ ἀντὶ τοῦ πρέπει

ἐοικέναι ὁμοιοῦσθαι ὡμοιῶσθαι ἐξομοιοῦσθαι

Πύλος ἐστὶ τόπος παρὰ θάλασσαν ἐν τῇ μεσσηνίᾳ χώρᾳ, ἐν ᾗ καὶ νῆσος ἡ καλουμένη Σφακτηρία. ἐν ταύτῃ ποτὲ Ἀθηναῖοι μετὰ Κλέωνος ἀπέκλεισαν Λακεδαιμονίων ἄνδρας ἐπισήμους καὶ εὐγενεῖς· ἀφʼ ἧς οὐ δυνάμενοι ἐξελθεῖν εἰργόμενοι ὑπὸ τῶν Ἀθηναίων νεῶν παρέδωκαν ἑαυτοὺς Ἀθηναίοις· οὓς παραλαβόντες ἀπήγαγον ἐν Ἀθήναις. ἦσαν δὲ ἐν φρουρᾷ· ἐπεὶ δὲ λιμοκτονούμενοι καὶ τἄλλα πάντα δεινὰ ὑπομένοντες, ὅσα εἰκός, ἐκ τούτου γεγόνασιν ὠχροί, καί φησὶν δὲ ὁ Στρεψιάδης· δοκοῦσιν ἐμοὶ οὗτοι ἐοικέναι τοῖς Λάκωσι, τοῖς ἐκ τῆς Πύλου ἐλθοῦσιν αἰχμαλώτοις.

Πύλος ἦν χωρίον τῆς Λακωνικῆς, ὃ καλοῦσι νῦν Ἀβαρῖνον. ἐν ταύτῃ οὖν τῇ Πύλῳ ὁ Κλέων στρατηγήσας ἔλαβεν αἰχμαλώτους τοὺς Λακεδαιμονίων ἄνδρας ἐπισήμους τʹ προανυσάντων τὸν πόλεμον Νικίου καὶ Δημοσθένους. εἰκὸς οὖν τούτους διὰ τὸν τοῦ αἰχμαλωτισμοῦ φόβον καὶ διὰ τὸ πολλαῖς ἡμέραις πεπολιορκῆσθαι ἐν ἐρήμῳ νήσῳ ἀσίτους, ὠχρούς τινας καὶ δυσώδεις εἶναι.

τοῖς ἐκ Πύλου τοῖς ἐκ τοῦ Ἀβαρίνου

ληφθεῖσι κρατηθεῖσι τοῖς ἐναποληφθεῖσιν ὑπὸ τῆς πολιορκίας

τί διὰ τί

ποτʼ ἆρα ἄρα

ζητοῦσιν ἐξετάζουσιν ἐρευνῶσιν

κατὰ γῆς τὰ κάτω ὑποκάτω τῆς γῆς.

βόλβους εἶδος βοτάνης ἀγριοκρόμμυα ὕδνα, φυτὰ κρομύοις ἐοικότα ὁ βολβὸς εἶδός ἐστι κρομίου

φροντίζετε τὸ φροντίζω ἐνταῦθα αἰτιατικῇ

φροντίζετε σκοπεῖτε διὰ φροντίδος ἔχετε μελετᾶτε, μεριμνᾶτε

γὰρ ἀργόν

ἐγκεκυφότες κύπτοντες κατὰ τῆς γῆς

ἐρεβοδιφῶσιν ἐν τῷ σκότει ψηλαφῶσιν σκοτοψηλαφοῦσι

ἐρεβοδιφῶσιν: ἐρευνῶσιν, ἐξετάζουσι τὸ ἔρεβος ἤγουν τὸ σκότος τὸ ὑπὸ τὸν Τάρταρον· Τάρταρος δέ ἐστι τὸ κατώτερον μέρος τῆς γῆς.

ὑπὸ τά ὄντα

δῆθʼ ἀληθῶς λοιπόν

ὁ πρωκτὸς ὁ πάτος ὁ κῶλος αὐτῶν

βλέπει ἀφορᾷ

αὐτὸς καθʼ αὑτὸν ἤγουν μεμονωμένος μόνος, ἀφʼ ἑαυτοῦ ἐν ἑαυτοῦ

ἀστρονομεῖν τὴν ἀστρονομίαν ἀστρονομίαν μεταχειρίζεσθαι

διδάσκεται μανθάνει παιδεύεται

εἴσιθʼ πρὸς τοὺς συμμαθητὰς λέγει

εἴσιθʼ εἴσελθε

ἐπιτύχῃ περιτύχῃ καταλάβῃ ἡμᾶς

ἀλλʼ εἴσιθι: ἤγουν εἴσιθι, ἵνα μὴ ἐκεῖνος ὁ Σωκράτης ἐπιτύχῃ ἡμῖν ἤτοι θεάσηται ἀργῶς διατρίβοντας ἐνταῦθα καὶ μηδὲν ἀνύοντας. ἰστέον δέ, ὅτι τὸ «ἐκεῖνος» κατʼ ἐξοχὴν εἴρηται.

πω ἀκμήν ἀκόμι

ἐπιμεινάντων καρτερησάτωσαν προσκαρτερησάντων ἐπιμεινάτωσαν ἡμῶν

ἴσθι, ὅτι οἱ Ἀττικοὶ τῶν ἐνεργητικῶν μετοχῶν τὰς γενικὰς τῶν πληθυντικῶν ἀντὶ τῶν τρίτων προστακτικῶν προσώπων λαμβάνουσιν, οἷόν ἐστι τὸ «λεγόντων» ἀντὶ τοῦ «λεγέτωσαν». πάλιν δὲ τῶν προστακτικῶν παθητικῶν τὰ τρίτα τῶν δυϊκῶν λαμβάνουσιν ἀντὶ τῶν τρίτων προσώπων τῆς αὐτῆς ἐγκλίσεως, οἷον «τυπτέσθων» ἀντὶ τοῦ «τυπτέσθωσαν» καὶ τὸ «ἐχέσθων» ἀντὶ τοῦ «ἐχέσθωσαν»

κοινώσω κοινὸν ποιήσω κοινολογήσω κοινοποιήσω δηλώσω

κοινοῦμαι, ὅπερ σημαίνει τὸ κοινολογοῦμαι, παθητικῶς ἀεὶ ἐκφέρεται, συντάσσεται δὲ ἀπὸ δοτικῆς εἰς αἰτιατικήν, ἐνταῦθα δὲ ἐνεργητικῶς λαμβάνει τοῦτο

οἷόν ἐνδεδόμενον δυνατόν ἐστι

εἰ ... Σωκράτης αὐτοὺς ἔξω, δυσχερανεῖ τὰ μέγιστα

διατρίβειν βραδύνειν ἀργεῖν περισπᾶσθαι διαμένειν ἀργῶς διάγειν

πρὸς ἕνεκα ἕνεκεν χάριν ἐπὶ ὅρκου

γὰρ δή δέ ἀργόν

τάδʼ πίνακα καὶ σφαῖραν

ἀστρονομία σφαῖραν δείκνυσιν ἡ ἐν τῇ βίβλῳ διαγραφή, ἢ ἡ βίβλος ὑπάρχει ἀστρονομία βιβλίον ἀστρονομικόν

πινακίδιά τινα καὶ διαγράμματα ἀστρονομικὰ ἤγουν ἔχοντα τέχνην καὶ μέθοδον ἀστρονομίας καὶ γεωμετρίας δείκνυσιν αὐτῷ.

αὑτηΐ δεικτικῶς· ἤγουν ἡ σφαῖρα

τοῦτʼ τὸ βιβλίον

οὖν περισσόν

χρήσιμον ἐπωφελές καλὸν καὶ ὠφέλιμον ἐπιτήδειον χρῆσθαι

ἀναμετρεῖσθαι θεωρεῖν, ἐξετάζειν

τὴν κληρουχικήν τὴν ἐκ κλήρου λαχοῦσαν γῆν εἰς ἕνα ἕκαστον κληρουμένην τὴν ἁρμόζουσαν κληρουχικοῖς ἀνθρώποις γῆν ἣν ἔχομεν ἐκ κληρονομίας ἆρα, φησίν, ἣν ἔλαβέ τις ἀπὸ κλήρου καὶ κληρονομίας;

φασίν, ὅτι ἐπὶ Θησέως, ἡνίκα συνῴκισαν Ἀθηναῖοι τὴν πόλιν σποράδες πρότερον τὴν Ἀττικὴν οἰκοῦντες, διεμερίσαντο καὶ ἣν εἶχεν ἕκαστος γῆν ἀπὸ κλήρου καὶ οὐχ ἁπλῶς, ὅσην τις ἠδυνήθη κατασχεῖν, ἵνα μὴ οἱ δυνατώτεροι τὴν πλείονα καὶ καλλίονα λαβόντες τὴν χείρω τοῖς ἄλλοις καταλίπωσι. διεμέτρησαν οὖν αὐτὴν μερίσαντες πρὸς ἀναλογίαν ἑκάστου· καὶ οὕτως ἐν ἑκάστῃ μοίρᾳ κλήρους θέμενοι διεμέρισαν, καὶ ὠνόμασαν ταύτην κληρουχικήν

φασὶ δέ, ὅτι, ἡνίκα μετὰ Θησέως τὸ παλαιὸν ἐκ τῆς Ἀττικῆς συνῴκισαν Ἀθηναῖοι τὴν πόλιν, συνελθόντες ἐμερίσαντο ἀπὸ κλήρου τὴν γῆν αὐτῶν, ἵνα μὴ οἱ μείζους καὶ δυνατώτεροι τὴν καλλίονα καταλαβόντες καὶ πλείονα τοὺς λοιποὺς ἐῶσιν ἔχειν τὴν χείρω καὶ ὀλιγωτέραν

ἀστεῖον πολιτικὸν ἢ χαρίεν χάριεν ὠφέλιμον, θαυμάσιον ἀγαθόν ὡραῖον καὶ καλόν φρόνιμον θαυμαστόν θαυμαστικόν

σόφισμα φρόντισμα ἐπιτήδευμα ἐφεύρεμα νόημα ἐπινόημα διανόημα ἡ ἐπιστήμη ἡ ἐπινοηθεῖσα

τὸ ... σόφισμα φησὶ δὲ τὸ διάγραμμα

δημοτικὸν κοινωνικόν ὠφέλιμον τῷ δήμῳ ὠφελοῦσα τὸν δῆμον πάντα ἀνῆκον τῷ δήμῳ σύμφορον τοῦ δήμου

χρήσιμον ἔνδοξον ὠφέλιμον

δέ σχετικόν

σοι ἀργόν χάριν σοῦ.

περίοδος τὸ διάγραμμα γεωγραφία διέλευσις τῆς περιμέτρου ἡ περίμετρος καταγραφή ὁ κύκλος διάγραμμα ἤγουν χωρογραφία περιφορά περιοχή

διήγησις, περιήγησις καὶ περίοδος· καὶ διήγησις μὲν λέγεται ἡ λεπτομερὴς ἑνός τινος πράγματος, περιήγησις δὲ ἡ πάντος τοῦ κόσμου ἀφήγησις, οὐχὶ δὲ λεπτομερής, ὡς καὶ περιηγητής· περίοδος δὲ ἡ λεπτομερὴς διήγησις χωρῶν, πόλεων καὶ ἄλλων πραγμάτων

περίοδός ἐστι περιφορά, γεωγραφία πάσης τῆς γῆς, ἔχουσα διαγράμματα τῆς ἠπείρου καὶ τῆς θαλάσσης.

δικαστὰς κρίτας

καθημένους ἐν τῷ δικαστηρίῳ

διασύρει τοὺς Ἀθηναίους ὡς φιλοδίκους καὶ μηδέποτε σιωπὴν ἄγοντας

ἐνταῦθα διαβάλλει τοὺς Ἀθηναίους διὰ τὸ εἶναι αὐτοὺς δικαστὰς καὶ τὸ αὐτοὺς ἀπιέναι καθʼ ἑκάστην εἰς τὰ δικαστήρια

ὡς ἴσθι ὅτι πίστευε ἢ γίνωσκε λίαν, ὄντως «ὡς» ἀντὶ τοῦ ὄντως

τοῦτʼ πέφυκεν δηλονότι

τὸ χωρίον ἤγουν αἱ Ἀθῆναι ἤγουν τὰ Κίκυνα ἤγουν ἡ Ἀττική ὁ τόπος

μέρος Ἀττικῆς αἱ Κικύναι καὶ Κικυνεὺς ὁ ἐξ αὐτῆς

Κικυνεῖς ὄνομα ἀπὸ τόπου οἱ ἐκ τῆς Κικύνης οἱ Κικυννεῖς

δημότης καὶ συνδημότης ὁ τοῦ αὐτοῦ δήμου ἤγουν ὁ κοινῶς συντοπίτης

δημόται συνδημόται ἀττικῶς συντοπῖται συμπολῖται οἱ τοῦ ἐμοῦ δήμου ἄνθρωποι συμπατριῶται

Εὔβοιʼ ἢ Εὔριπος ἢ Βοιωτία ἡ Βοιωτία ἤτοι ἡ Εὔριπος ἡ Εὔριπος νῆσος

ἣ ἥτις ἡδὶ ἥτις εὐρεῖα

παρατέταται ... πανύ τῷ ... ἀντὶ τοῦ στενὴ καὶ ἐπιμήκης ἐστίν

παρατέταται παράτασις καὶ ἐπὶ κακοῦ ἐδυναστεύθη

πόρρω πανύ ἐκ παραλλήλου

πάνυ ἐξετέτατο γὰρ ἐπὶ μακρῷ

παρετάθη τοῖς τέλεσι δηλονότι ἐβαρύνθη ὑπὸ τοῦ τέλους ἐξήπλωται ἡπλώθη ἐξηπλώθη ἐδυναστεύθη

εἰς φόρον ἐξετάθη πλείονα· ἢ διότι κατεκληρούχησαν αὐτὴν οἱ Ἀθηναῖοι καὶ πολυαρκεστέραν ἀπέφηναν.

ἐνταῦθα ἱστορίας παλαίας μέμνηται. ὡς γὰρ ἐκράτησαν οἱ Ἀθηναῖοι τῆς Εὐβοίας, κατέστησαν αὐτοὺς βαρυτελεῖς. διὰ τοῦτο γάρ φησιν ὁ Στρεψιάδης· οἶδα, ὅτι παρατέταται, ἐπεὶ πρώην ἐλεύθεροι ἦσαν· μικρὸν γάρ τι ἐτελοῦν

καὶ ἐνταῦθα αὖ καθάπτεται τῶν Ἀθηναίων, ὅτι ὑπὸ τὴν αὐτῶν εὔνοιαν καὶ συμμαχίαν τελούντων πρότερον Εὐβοέων Λακεδαιμόνιοι αὐτὴν τὴν Εὔβοιαν περιεποιήσαντο στρατηγοῦντος καὶ δημαγωγοῦντος Ἀθηναίων τοῦ Περικλέους.

στρατηγοῦντος γὰρ τῶν Ἀθηναίων Περικλέους μετέπεσεν ἡ Εὔβοια νῆσος ὑπὸ τὴν τῶν Λακεδαιμονίων εὔνοιαν, πρότερον τελοῦσα ὑπὸ τὴν τῶν Ἀθηναίων. καθάπτεται οὖν Περικλέους καὶ Ἀθηναίων ἐνταῦθα ὁ Ἀριστοφάνης κακῶς χρησαμένων τηνικαῦτα τοῖς πράγμασιν.

ὅπου ʼστιν ἐρωτᾷς

αὑτηί δεικτικῶς· ἐν τῷ διαγράμματι

ἐμάχοντο ἀεὶ μετὰ τῶν Ἀθηναίων. διὰ τοῦτό φησιν ὁ Στρεψιάδης τοῦτο διὰ τὸ ἐγγὺς τῷ διαγράμματι γεγράφθαι τοὺς Λακεδαιμονίους τῶν Ἀθηναίων.

φροντίζετε σκέπτεσθε διὰ φροντίδος ἔχετε διὰ μελέτης ἔχετε ζητεῖτε

ἀπαγαγεῖν ὥστε ἀποστῆσαι ἀπάξαι

οἰμώξεσθʼ κλαύσετε θρηνήσετε μέλλετε λοιπὸν θρηνήσειν

φέρε εἴα εἰπὲ δή

γὰρ περισσόν δέ

τῆς κρεμάθρας τοῦ καλαθίσκου

ἀποστροφὴ πρὸς τὸν μαθητήν τὸ «ἀναβόησον αὐτὸν τὸν Σωκράτην ἕνεκεν ἐμοῦ μεγάλως» φησὶν ὁ Στρεψιάδης πρὸς τὸν μαθητήν

ἴθʼ ἐλθέ ἄγε

οὗτος ὦ φίλε

ἀναβόησον εἰπέ κάλεσον ἀνακάλεσον κράζον

αὐτόν γρ. ἀντίον

μοι περισσόν ἀντʼ ἐμοῦ ἕνεκεν ἐμοῦ χάριν ἐμοῦ

μέγα πολύ μεγαλοφώνως μεγάλως

μὲν οὖν μᾶλλον οὖν

σὺ ἀργὸν διὰ καλλιφράδειαν

σχολή ἄδεια καὶ ἡσυχία ἄνεσις ἢ καιρὸς ἀργείας

ὦ Σώκρατες ἰαμβικὸν μονόμετρον ἀκατάληκτον

καλεῖς φωνεῖς λαλεῖς

ὑποκοριστικῶς ἐνταῦθα ὁ Στρεψιάδης τὸν Σωκράτην ἢ διὰ τὸ τῆς ἀγάπης πολύ—εἰώθαμεν γὰρ οὕτως καλεῖν τοὺς φιλουμένους—ἢ διὰ τὸ ὑπάρχειν μικρόσωμον.

ὦ γήϊνε καὶ φθαρτέ, καθόσον ὡς ἰδιώτης καὶ ἄγροικος ὢν ἀθανασίαν οὐκ οἶδας. οἱ γὰρ φιλόσοφοι ἀθανάτους ἑαυτοὺς οἴδασι περὶ ψυχῆς μόνον τὸν λόγον ποιούμενοι, ἣν ἀθάνατον εἶναί φασι. τὸ δὲ σχῆμα εἰρωνικόν.

ὡς ὑπερηφανῶν ὁ Σωκράτης, ὅτι τὰ μετέωρα καὶ θεῖα ἦν ἐξετάζων ἀφεὶς τὰ ἀνθρώπινα καὶ γήϊνα, ἐφήμερον οὖν λέγει αὐτόν.

ἦθος φιλοσόφων ἀπομιμούμενος τοῦτό φησιν, ὡς ἀποτεθεωμένος ἀπὸ φιλοσοφίας

ʼφήμερε φθαρτέ ὀλιγοήμερε ὁ ἐπὶ τῆς ἡμέρας ζῶν σημερινέ.

κάτειπέ μοι πᾶν κατὰ τάξιν δίδαξόν με ἀντὶ τοῦ εἰπέ κατὰ μέρος λέξον μοι

ἀεροβατῶ ἐν τῷ ἀέρι βαίνω ἐ. τ. ἀ. κατὰ διάνοιαν διατρίβω ἐπὶ τοῦ ἀέρος εἰς τὸν ἀέρα βαίνω

καὶ ... ἥλιον: ἤγουν περισκοπῶ καὶ περιεργάζομαι καὶ ἐξετάζω τὸν δρόμον αὐτοῦ.

περιφρονῶ σημαίνει τὸ ὑπερφρονῶ ἀττικῶς

ἔπειτʼ ἆρα

ταρός ἐστιν ὁ μικρὸς καλαθίσκος, ταλαρὸς δὲ ὁ μέγας καὶ γεωργικός.

ὑπερφρονεῖς περιφρονεῖς περιεργάζῃ καὶ ἐξετάζεις καὶ σκοπεῖς περισκοπεῖς

τοὺς θεοὺς ὑπερφρονεῖς: φρονεῖς ὑπὲρ τοὺς θεούς· μείζονα τῶν θεῶν, ἤγουν μείζονα ἑαυτόν, ἡγῇ

εἴπερ ἐξῆν καταφρονεῖν καταφρονητὴς τῶν θεῶν ἐβούλου γενέσθαι, τέως καταφρονεῖν ἔμελλες ἐβούλου τοῦτο σκοπεῖν αὐτούς βούλει τοῦτο ποιεῖν ἤθελες τοῦτο ἔξεστι περιφρονεῖν τοὺς θεοὺς δηλονότι εἴπερ, ἔδει καταφρονῆσαι ἐκείνους

ἄν τὸ ἄν καὶ τὸ εἰ ἐκ παραλλήλου

ἐξεῦρον ἐπενόησα ἐνόησα κατέλαβον

ὀρθῶς ἀσφαλῶς βεβαίως

τὰ μετέωρα τὰ ὑψηλότατα τὰ ὑψηλά καὶ οὐράνια ὅσα ὑπὸ τὴν σελήνην καὶ θεῖα

κρεμάσας ἐμαυτόν ὑψώσας ἑαυτὸν δηλονότι μετεωρίσας μετέωρον ποιήσας

τὸ νόημα τὰ νοήματα τὴν εἴδησιν τὸ λεπτότατον τοῦ νοός τὴν μελέτην τὸ ἐνθύμημα

τὴν φροντίδα τὴν σκέψιν τὸ νόημα

εἰ μὴ ἀερώδη καὶ λεπτὴν τὴν φροντίδα ποιήσας

καταμίξας ἀνακατώσας ἑνώσας

λεπτὴν καταμίξας ψυχρὰ ἡ κατὰ Σωκράτους ἀπόκρισις ἀναμίξας τὴν λεπτότητα

τὸν ... ἀέρα ἤτοι τὸν λεπτὸν ἐσκόπουν ἤγουν λεπτὸν ὄντα καὶ αὐτὸν τὸν λεπτόν λεπτὸν ὄντα

χάμαι κατὰ γῆς κάτω

τἄνω τὰ μετέωρα

κάτωθεν ἀποκάτω

ἐσκόπουν ἐξήταζον ἠρεύνων ἐλογιζόμην, περιειργαζόμην ἐσκεπτόμην ἐζήτουν

εἰς τὸ «εἰ μὴ κρεμάσας» ἢ κάτωθεν λάμβανε τὸ «ἐσκόπουν» λέγων οὕτως· εἰ μὴ ... τὸ σῶμα ... ἀέρα λεπτήν· ἢ λάμβανε ἔξωθεν τὸ «ἐμαυτὸν» λέγων οὕτως· εἰ μὴ ... φροντίδα λεπτὴν εἰς τὸν ὅμοιον ἀέρα· ὅμοιον δὲ ... ἀσώματον εἶναι.

εὗρον ἐπενόησα ἐνόησα τὴν ἀλήθειαν

γάρ· ἀλλʼ περισσόν· γάρ

τὸ «ἀλλὰ» ἀντὶ τοῦ «ὅτι»

βίᾳ βιαίως βιαστικῶς

ἕλκει σύρει ἐπισπᾶται ἀναγκάζει φέρει.

αὐτὴν τὰ γήϊνα

τὴν ἰκμάδα τὴν λεπτότητα τὸ νοητικὸν γόνιμον τὴν πιότητα τὴν αὔξησιν

τὸ πάσχειν οὐ μόνον ἐπὶ τῶν ὑφισταμένων τι πάθος λέγεται, ὅπερ ἀπὸ μὲν τοῦ ποιοῦντος λέγεται «δρᾶσις» ἢ «ποίησις» καὶ «ἐνέργεια», ἀπὸ δὲ τοῦ πάσχοντος «πάθος», ἀλλὰ καὶ ἐπὶ τῶν ποιούντων ἐνίοτε. ὁ γὰρ λουόμενος καὶ πάσχει καὶ ποιεῖ.

τὰ κάρδαμα θερμὰ γὰρ ὄντα ἕλκουσι τὴν ἰκμάδα τῶν λοιπῶν βοτανῶν

καταχρηστικῶς ἔοικε τῷ ὀνόματι τῆς βοτανῆς ταύτης εἰπεῖν· ὤφειλε γὰρ μᾶλλον τὴν σκάρφην εἰπεῖν. αὕτη γὰρ τοιαύτην ἔχουσα εὑρίσκεται δύναμιν καὶ οὐ τὰ κάρδαμα. αὕτη γάρ, ἡ σκάρφη δηλονότι, τῶν περὶ αὐτὴν φυομένων βοτανῶν τὴν πιότητα ἐπισπᾶται καὶ ταύτας ξηραίνεσθαι ποιεῖ.

δέον εἰπεῖν «ἡ γῆ ἕλκει», «ἡ φροντὶς» εἶπεν, ὡς ἰδιώτης συγχέας τὴν φράσιν.

ἡ φροντὶς ἡ σκέψις

ἕλκει σύρει φέρει.

τὴν ἰκμάδʼ τὴν ὑγρότητα τὸ ἐφεύρημα τὴν λεπτότητα τὴν πιότητα

ἴθι εἴα ἄγε ἐλθέ

Σωκρατίδιον ὑποκοριστικῶς

ἐκδιδάξῃς ἀργόν

κατὰ τί διὰ τί ἕνεκα τίνος τίνος ἕνεκεν τίνος χάριν διὰ ποίαν αἰτίαν κατὰ τίνα σκοπόν

λέγειν διαλέγεσθαι

τόκων ὠφελειῶν χρεῶν

χρήστης ... διαφέρει· δανειστὴς μὲν γάρ ἐστιν ὁ ... τόκων δανείζων χρήματα, χρήστης ... τινι ἱμάτια ἢ σκεύη ἀργυρᾶ ἢ τοιαῦτά ... ἀπολάβῃ ταῦτα συντόμως. ἐνταῦθα δὲ ὁ ποιητὴς κατὰ παράχρησιν χρήστας ... εἶπεν.

χρήστης λέγεται ὁ δανειστὴς καὶ ὁ δεδανεισμένος, ἀπὸ τοῦ χράω χρῶ τὸ δανείζω.

χρήστης ὁ δανείζων καὶ ὁ δανειζόμενος. ἐπὶ πλέον δὲ συνήθως λέγεται ὁ δανειζόμενος «χρήστης»· ὁ δὲ Ἀριστοφάνης τὸ ἐναντίον ἐνταῦθά φησιν.

χρήστης ὁ δανείζων· ἔστι δὲ ὅτε καὶ ἐπὶ τοῦ δανειζομένου

δυσκολωτάτων ὀργιλωτάτων ὀργίλων κακοτρόπων δυσχερῶν ἀνθρώπων δυσκόλων

μὴ λάβῃς ἔξωθεν τὸ «διά» εἰς «τὰ χρήματα», ἀλλʼ ἢ οὕτω ... τουτέστιν ἐνέχυρον διδοὺς ταῦτα λαμβάνω καὶ μὴ εὐπορῶν ἀποδοῦναι ἀπόλλυμαι. ἢ τὰ χρήματα μὴ νομίσῃς τὰ δανεισθέντα λέγειν, ἀλλʼ ... γὰρ οὐ μόνον τὰ νομίσματα λέγεται, ἀλλὰ καὶ τὰ πράγματα ... τὰ ἄλλα ... ἀρετῆς».

ἄγομαι ἀκουσίως σύρομαι ὀχλήσεις ἔχω πειράζομαι

φέρομαι ἄγομαι ἄκων πιέζομαι

τὰ χρήματʼ τὰ πράγματα

ἐνεχυράζομαι διδοὺς ἐνέχυρα λαμβάνω χρήματα ὡς ἐνέχυρα λαμβάνω ἐνέχυρά μου τίθεται τὰ χρήματά μου εἰς ἐνέχυρον ὑποτίθημι ἐνέχυρον τίθεμαι εἰς τὰς χεῖρας ἐκείνων δίδωμι ἐνέχυρα ἐνέχυρα ἀπαιτοῦμαι δίδωμι ἐνέχυρα τὰ ὑπὲρ τοῦ χρέους διδόμενα

πόθεν ἀπὸ ποίου τόπου ἀπὸ ποίας αἰτίας ἐκ ποίου τρόπου ἀπὸ ποίας ἀφορμῆς

ὑπόχρεως ὑπόχρεως λέγεται ὁ ὑπὸ χρεῶν ἤτοι ὁ ὀφειλέτης κατάχρεως ὑπόχρεως ὁ πολλῶν χρεῶν ἔμπλεως

ἔλαθες γενόμενος σημείωσαι τὸ λανθάνω αἰτιατικῇ ἀντὶ τοῦ ἐγένου

γενόμενος ὑπάρξας γεγονώς

νόσος ἀσθένεια

δεινὴ χαλεπή

φαγεῖν εἰς τό περιουσίαν βίου κατατρῖψαί τινα ἀφανίσαι τινὰ ἢ ἐκτρίψαι

ἐπειδὴ ὑπὸ τῆς νόσου μάλιστα πάσχομεν, ἡ δὲ ἱππικὴ ἐγένετο αἰτία τοῦ παθεῖν τὸν Στρεψιάδην, ἅ φησιν· ὅθεν καὶ εἰκότως ἐκάλεσεν αὐτὴν νόσον

τὸν ἕτερον τὸν ἄδικον τὸν ἕνα

τὸν ... ἀποδιδόντα ἤγουν τὸν διδάσκοντα μηδὲν ἀποδιδόναι ἀποδώσοντα λέγοντα μηδενὶ ἀποδοῦναι τὸν ἄδικον τοῖς δανεισταῖς

μισθὸν ἀπεκβολήν

πράττῃ ζητήσῃς ζητεῖ ἀπαιτήσεις ἀπαιτεῖς

πράττω τὸ ποιῶ καὶ ἐργάζομαί τι, ὅθεν καὶ πρᾶξις· πράττομαι δὲ παθητικῶς τὸ ἀπαιτῶ ἀττικῶς, ὅπερ εἰσπράττω φασὶν οἱ λογογράφοι

ὀμοῦμαί ὀμνύω

καταθήσειν ἀποδοῦναι δοῦναι καταβαλεῖν

ὀμεῖ τοὺς ὅρκους ποιεῖ ποιῆσαι ὀμώσεις ὀμήσεις

νόμισμʼ κτλ. νόμιμον ἔθος νενόμισται νενομισμένον ἐστὶν ἐν ἡμῖν τὸ θεοὺς σέβειν συνήθεια

νόμισμα δύο σημαίνει, τό ... ἢ ἀργυρίου ἢ χρυσοῦ ἐπὶ τοῦ κόμματος οὖν ἐνόησεν ὁ Στρεψιάδης τὸ νόμισμα· διὸ καὶ οὐ πρὸς τὴν ὑπὸ τοῦ Σωκράτους ῥηθεῖσαν ἀπήντησεν ἔννοιαν ὀμνύετε φαίνονται δὲ οἱ Βυζάντιοι λεπτῷ κεχρῆσθαι νομίσματι· τοῦτο γὰρ ἐνέφηνε διὰ τοῦ σιδηροῦν τοῦτο εἰπεῖν, ἢ ὅτι καὶ τῇ ἀληθείᾳ σιδηροῦν ἦν, ἢ ὡς φαῦλον κωμῳδῶν αὐτοὺς τοῦτο εἴρηκεν

νομίζω κυρίως τὸ νόμιμον ἡγοῦμαι τόδε τι, τουτέστιν ἀπὸ νόμου δίκαιον καὶ καλόν ἡγοῦμαι καὶ τὸ ἁπλῶς ὑπολαμβάνω· συντάσσονται δὲ ἀμφότερα αἰτιατικῇ. νομίζω δὲ καὶ τὸ πρόσκειμαι, οὗ καὶ τὰ ῥήματα πάντα καὶ τὰ ὀνόματα συντάσσονται μετὰ δοτικῆς, ὡς ἐνταῦθα.

τῷ ἔν τινι

ἐνταῦθα διασύρει τοὺς τῆς Κωνσταντινουπόλεως ἀνθρώπους, ὅτι ἐπίστευον εἰς σιδηροῦν νόμισμα

εἰς τὸ Βυζάντιον εἰκόνα νομισμάτων ἐσέβοντο. φησὶ γοῦν ἐνταῦθα ὁ Στρεψιάδης «ἢ σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ» μὴ νοήσας, ὅπερ ὁ Σωκράτης εἶπε· νόμισμα γὰρ καὶ νενομισμένον ἔφησεν ἐκεῖνος. τὸ βούλομαι ἀντὶ τοῦ αὐτὸς ἐγὼ βούλομαι, τὸ δὲ βουλεύομαι, ὅτε μετὰ πολλῶν

λοιδορεῖ τοὺς Βυζαντίους ὡς κούφους, ἐπεὶ ἐν τοῖς παρʼ αὐτοῖς νομίσμασι σιδηρέοις οὖσιν ὤμνυον

ἰστέον, ὅτι πρῶτον Βυζάντιοι ἐκ σιδήρου νόμισμα ἐχάραξαν.

ὅτι οἱ Βυζάντιοι ὡς φιλάργυροί τινες ἐν τοῖς αὐτῶν νομίσμασιν ὤμνυον καίπερ σιδηρέοις οὖσι· σιδήρεα δὲ ἦσαν ταῦτα σιδήρου αὐτόθι γινομένου

σαφῶς φανερῶς ἀσφαλῶς καθαρῶς

ὀρθῶς φανερῶς ἀληθῶς ὁμολογουμένως

ξυγγενέσθαι ὁμιλῆσαι καὶ ἐλθεῖν συνομιλῆσαι

νεφέλη ἐτυμολογεῖται παρὰ τὸ νᾶμα ἐφέλκειν ἐκ τῆς ἁλός, ἢ ἀπὸ τοῦ νε στερητικοῦ μορίου καὶ τοῦ φάος, τὸ φῶς, ἡ ἐστερημένη φωτός παρὰ τὸ … ἢ παρὰ τὸ νίφω τὸ βρέχω. τὸ δὲ νίφειν κυρίως ἐπὶ τῆς ἐκ νεφῶν καταφορᾶς τῶν ὑδάτων λέγεται· νείφω δὲ τὸ χιονίζω δίφθογγον καὶ ἀπὸ τούτου νιφετὸς διὰ τοῦ ι

λόγους ὁμιλίαν

δαίμοσιν θεοῖσιν θεαῖς ταῖς ... δαίμοσι μετὰ τῶν ἡμετέρων θεῶν

τοίνυν λοιπόν

οὐχ ὅτι ἱερὸν ἦν ἐκεῖσε, ὅπου ἦν ὁ σκίμπους, τοῦτό φησιν, ἀλλʼ ὅτι τοῖς διδασκομένοις μόνοις καθέζεσθαι ἐξῆν ἐπʼ αὐτοῦ

τὸν ἱερὸν τὸν σεβάσμιον, τὸν τεταμιευμένον τοῖς μαθηταῖς

σκιμπάζειν … πόδας σκαμβούς. σκίμπους καὶ ὁ δίφρος, ἐφʼ οὗ κάθηταί τις· φέρτρον δὲ λέγεται ἡ νεκροφόρος κλίνη.

σκίμπους τὸ ὑποπόδιον·

ἰστέον, ὅτι σκιμπάζειν ἐλέγετο παρὰ τοῖς παλαιοῖς τὸ χωλαίνειν

σκίμποδα τὸ ὑποπόδιον

ἰδοὺ ἀρτίως· ἐπίρρημα ἔστω τοῦτα

λαβὲ λάβε ὡς ἰδέ· ἀττικόν

ὅπως μὴ δέδοικα σκόπει μή πως ὅπως ἵνα

θύσετε θυσίαν ποιήσετε θυσιάσητε, σφάξετε

ὁ Ἀθάμας … Φρύξον … ζηλοτυπήσασα δὲ … πρὸς οὐρανὸν … ἡ οὖν Νεφέλη θέλουσα αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ ἀπολέσθαι πέπεικε δώροις τοὺς θεωροὺς ὡς οὐκ ἄλλως ... ἔχρησεν ὁ Ἀπόλλων ... τοὺς ἰδίους θύσειε παῖδας … ὁ Ἀθάμας … τοὺς ἰδίους παῖδας … ἐκλήθη Ἑλλήσποντος· Φρύξος … σῴζεται. Σοφοκλῆς οὖν ἐν δράματι αὐτοῦ Ἀθάμαντι καλουμένῳ εἰσάγει τὸν αὐτὸν Ἀθάμαντα ἐστεφανωμένον ὥσπερ ἱερεῖον δίκας ἀπαιτούμενον περὶ Φρύξου καὶ Ἕλλης τῶν αὐτοῦ παίδων.

ὁ Σοφοκλῆς ἐποίησε δρᾶμα Ἀθάμαντα καλούμενον, ἐν ᾧ εἰσάγει τὸν Ἀθάμαντα ἐστεφανωμένον, ὥσπερ ἱερεῖόν τι ὄντα, διὰ τὸ δίκας ἀπαιτεῖσθαι περὶ τοῦ υἱοῦ αὐτοῦ Φρίξου.

ὥσπερ τὸν Ἀθάμαντα: Ἀθάμας εἰς θυσίαν ἀγόμενος ὁλοκαυτωθῆναι στέφανον φορῶν ἀπήρχετο τυθησόμενος. ὑποσχεθεὶς γὰρ θῦσαι τοῖς θεοῖς τὸν Φρίξον καὶ τὴν Ἕλλην καὶ ἀποτυχὼν ἐκείνων ἀποφυγόντων ἑαυτὸν ἔμελλε θύσειν· ὃν ὁ Ἡρακλῆς ἐπιφανεὶς ἐρρύσατο. τούτου μέμνηται ὁ Στρεψιάδης, ὅτι στέφανον ἠναγκάζετο λαβεῖν.

τοὺς τελουμένους: ἤγουν τοὺς διδασκομένους φησί· τοῦτο δὲ ἐπὶ τῶν μυστηρίων ἔλεγον. παραβάλλει δὲ τὰ τῶν φιλοσόφων μαθήματα οἱονεὶ τοῖς μυστηρίοις, ἵνα μᾶλλον πείσῃ προσέχειν τὸν γέροντα ὡς θειοτέρῳ τῷ πράγματι.

τοὺς τελουμένους εἰς τοὺς μαθητάς.

τελεῖται ὁ δεῖνα ἀντὶ τοῦ μυεῖται

κερδανῶ ἤγουν τί πλέον ἔσται μοι ἐκ τούτου κερδήσω μέλλω κερδάναι

λέγειν ἐν τῷ δημηγορεῖν ῥητορεύειν

τρίμμα τετριμμένος

κρόταλον δεκτικός κροῦμα κρότον παρέχων

παιπάλη λεπτότατος ὥσπερ λεπτὸν ἄλευρον ὄργανον τοῦ λόγου, λάλος

κρόταλον: τουτέστιν εὐγλωττότατος, εὐστομώτατος, ἐκ μεταφορᾶς τοῦ κροτάλου. κρόταλος γὰρ κυρίως ὁ σχιζόμενος κάλαμος ἢ ξύλον πρὸς τὸ ἦχον ἀποτελεῖν, εἴ τις αὐτὸν δονοίη ταῖς χερσίν.

ἔχʼ ἄτρεμας ἡσύχαζε

ψεύσῃ γρ. ψεύδῃ

οὐ ψεύσῃει γέ με οὐ ψεύδη λέξεις ἐμοί, οὐ ποιήσεις ἐμὲ ψευσθῆναι οὐ ψεύσῃ λέγων ταῦτα πρὸς ἐμέ εἰς ἐμέ

ψεύσῃ ψεύδη λέγῃς· ἢ καὶ ψεύσῃ ἀντὶ τοῦ ἀπατήσῃς ἀπατήσεις

ἐκράτει γὰρ ὁ Σωκράτης ἐν ταῖς χερσὶν αὐτοῦ δύο τινὰς λίθους καὶ ἔτριβεν αὐτοὺς ἐπάνω τοῦ Στρεψιάδου. διὰ τοῦτο γοῦν φησί· «μὰ τὸν Δία, οὐ ψεύσῃ· γενήσομαι παιπάλη»

καταπαττόμενος γρ. πατούμενος, ὅπερ ἐστὶ κρεῖττον

καταπαττόμενος δροσιζόμενος

παιπάλη γενήσομαι εἰς λεπτὸν συντριβήσομαι ὥσπερ λεπτὸν ἄλευρον τοῦ ἀλεύρου κόνις πασπάλη ἔσομαι

παιπάλη λέγεται ἡ ἰδιωτικῶς πασπάλη· καὶ γίνεται ἀπὸ τοῦ πάλω τὸ κινῶ «πάλη» καὶ κατὰ ἀναδιπλασιασμὸν «παπάλη», καὶ πλεονασμῷ τοῦ ι «παιπάλη».

τελευταῖος τῶν τριμέτρων ἰάμβων

στίχοι ἀναπαιστικοὶ ... καταληκτικοὶ ιβʹ, ὧν ... ἐπακούσατε ... θυσίαν

εὐφημεῖν ἡσυχάζειν εὐφήμους λόγους λέγειν βοᾶν μετʼ εὐφημίας

ὑπακούειν εὐτάκτως ἀκούειν

εὐχὴ Σωκράτους

δέσποτʼ αὐθέντη

ἀμέτρητʼ ἀναρίθμητε ἀπλήρωτε πλεῖστε ὁ μὴ δυνάμενος μετρηθῆναι

ἔχεις κρατεῖς ἐπέχεις ἀρκεῖς, ἐμπεριέχεις περιέχεις

μετέωρον ὑψηλὴν καὶ μεγάλην οὖσαν μέσην

λαμπρός λαμπρέ

σεμναί σεβάσμιαι τίμιαι

βροντησικέραυνοι τῶν βροντῶν καὶ τῶν κεραυνῶν αἴτιαι αἱ μετὰ κεραυνοῦ βροντῶσαι αἱ πέμπουσαι κεραυνὸν ἐν τῷ βροντᾶν

βροντησικέραυνοι: ἤγουν αἱ ἐν τῷ βροντᾶν καὶ τοὺς κεραυνοὺς ἡμῖν ἐμφαίνουσαι.

ἄρθητε μετεωρίσθητε

φάνητε ὦ συνίζησις

φυσικωτέρως ἐχρήσατο ὁ Ἀριστοφάνης τούτῳ τῷ ῥήματι τούτῳ· ἤγουν ὑψώθητε, μετεωρίσθητε. κατὰ μικρὸν γὰρ ὑψοῦνται αἱ νεφέλαι αἰρόμεναι ἀπὸ τῆς γῆς καὶ τῆς θαλάσσης

φασὶ γὰρ κατὰ μικρὸν αἴρεσθαι καὶ ὑψοῦσθαι τὰς νεφέλας ἀπὸ τῆς γῆς ἢ τῆς θαλάσσης

δέσποιναι κυρίαι βασίλισσαι

τῷ φροντιστῇ ἢ ἐμοὶ ἢ τῷ Στρεψιάδῃ τῷ διδασκάλῳ τῷ μαθητῇ

μετέωροι ὑψηλαί

πω ἀκόμι

μήπω ... γε φανήτωσαν ἐλθέτωσαν

τουτὶ τὸ ἱμάτιον

πτύξωμαι σκεπασθῶ σκεπασθήσομαι περιβάλωμαι περικαλυφθήσομαι ἐνδύσωμαι καλυφθῶ ἤγουν καλύψωμαι, συσπάσωμαι

τοῦτο εἴρηται ἀπὸ τῶν πτυχῶν τῶν ἢ ... σκεπόντων. ζωόφυτα λέγεται καὶ τὰ κοινῶς ὀστρείδια.

τὸ πτύξασθαι ἀπὸ μεταφορᾶς εἴρηται τῶν ζωοφύτων, ἤγουν τῶν ὀστράκων, ἅπερ οἱονεὶ πτύχας ἤτοι πύλας τὰ ὄστρακα ἔχοντα καὶ ταῦτα συνάπτοντα ἑαυτοῖς περιποιοῦσι τὸ ἀσφαλές.

πτύσσω σημαίνει δύο, τὸ ἐνδύομαι καὶ τὸ σφαλίζω

καταβρεχθῶ καταβραχῶ μοσχευθῶ.

τοῦτο καθʼ ἑαυτόν «οὐ μωρὸν ἦν;» ἔξωθεν ἀττικώς οὐ κακὸν δηλονότι, οὐκ εὔηθες πῶς οὐ δεινόν; οὐκ ἦν μωρὸν καὶ ἀνόητον; ἄχρηστόν ἐστιν ἦν ἀχρεῖον ἔργον

κυνῆν καλυμαύχιον τῆς βροχῆς, σάπου

κακοδαίμονʼ κακότυχον ἄθλιον δυστυχῆ

ἔχοντα κρατοῦντα

δῆτʼ ἀργόν ἀληθῶς

πολυτίμητοι πολλῆς τιμῆς πολλαῖς τιμαῖς ἄξιαι

ἐπίδειξιν φανέρωσιν

εἴτʼ ἀντὶ τοῦ ἤ

Ὀλύμπου ἀνατολικοῦ

Ὄλυμποι ἕξ· Θεσσαλίας, Μακεδονίας, Μυσίας, Κιλικίας, ὄνομα ὄρους Ἤλιδος, Ἀρκαδίας.

ἱεραῖς τιμίαις

Ὠκεανοῦ τοῦ ποταμοῦ

κήποισιν παραδείσοις

ἱερὸν θεῖον τίμιον σεβάσμιον

ἱστᾶτε συνιστᾶτε

Νύμφαις μετὰ τῶν Νυμφῶν ἤγουν Νηρηΐδων ταῖς Νηρηΐσι, ἐν ταῖς Νύμφαις

ἄρα ἀργόν

προχοὴ ἡ τοῦ ὕδατος κίνησις, πρόχους δὲ τὸ λεγόμενον ξεστίον.

προχοαῖς ῥεύσεσι ῥεύμασι

ἀρύεσθε ἀντλεῖτε

πρόχουσιν ποτηρίοις ὡς τὸ βουσίν μέτροις, ἀγγείοις

Μαιῶτιν Ταταρία

ἔχετʼ κατοικεῖτε οἰκεῖτε ἔχω τὸ καταλαμβάνω

σκόπελον ἀκρωτήριον ὄνομα ὄρους· ἤγουν αὐτὸν τὸν ὑψηλὸν τόπον

νιφόεντα τὸν ἀεὶ νιφόμενον, χιονιζόμενον

Μίμας ὄρος ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ, ὥσπερ καὶ Ὄλυμποι δύο, ἀνατολικὸς καὶ εὐρωπαῖος.

Μίμαντος Ζαγο.

ἐπακούσατε ἐμοί ἐμοῦ καλοῦντος ἡμῖν ἡμῶν

δεξάμεναι ἐμοῦ παρʼ ἐμοῦ

ἱεροῖσι ὕμνοις τοῖς μύσταις τοῖς ἀφιερωμένοις ἀνδράσιν ἡμῖν

ἡ τοῦ παρόντος χοροῦ ᾠδὴ κώλων ἐστὶ ιδʹ, ὧν τὸ αʹ ἐλεγεῖόν ἐστι· τὸ δὲ ἐλεγεῖον σύγκειται ἐκ δύο δακτυλικῶν μονομέτρων ὑπερκαταλήκτων, τουτέστιν ἐκ βʹ ποδῶν καὶ συλλαβῆς καὶ πάλιν βʹ ποδῶν καὶ συλλαβῆς· τὸ βʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον συνιζήσεως γινομένης εἰς τὸ «εὐάγητον» τῆς α καὶ τῆς γη εἰς μακράν· τὸ γʹ δακτυλικὸν δίμετρον· τὸ δʹ ὅμοιον· τὸ εʹ δακτυλικὸν μονόμετρον· τὸ Ϟʹ ὅμοιον τῷ γʹ καὶ δʹ· τὸ ζʹ ὅμοιον τοῖς αὐτοῖς· τὸ ηʹ ὅμοιον· τὸ θʹ ὅμοιον· τὸ ιʹ δακτυλικὸν τρίμετρον· τὸ ιαʹ δακτυλικὸν δίμετρον βραχυκατάληκτον· τὸ ιβʹ δακτυλικὸν δίμετρον· τὸ ιγʹ ὅμοιον· τὸ ιδʹ ἀναπαιστικὸν δίμετρον καταληκτικόν. τούτοις κατὰ πάντα ὅμοιά εἰσι καὶ τὰ τῆς ἀντῳδῆς κῶλα ιδʹ ὄντα καὶ αὐτά.

μετὰ τὴν τοῦ Σωκράτους εὐχὴν αἱ Νεφέλαι οἱονεὶ παρακελεύονται δῆθεν ἀλλήλαις ὥστε πεισθείσας τῇ ἐπικλήσει τοῦ Σωκράτους καὶ συναθροισθῆναι καὶ οὕτως αὐτῷ φανῆναι τῷ Σωκράτει

πρὸς ἑαυτὰς λέγουσιν αἱ Νεφέλαι ταῦτα

ἀένναοι ἄπαυστοι· ἀπὸ τοῦ νάω καὶ ῥέω· οἱ ἀεὶ ῥέοντες, αἱ πανταχοῦ πορευόμεναι αἱ διόλου ὦ διαπαντὸς ναίουσαι καὶ βρέχουσαι ἀεὶ ῥέουσαι καὶ στάζουσαι

ἀρθῶμεν ὅρα ἵνα κινηθῶμεν ἄγετε ἵνα φέρε μετεωρισθῶμεν ἀνυψωθῶμεν.

δροσερὰν δρόσου πλέαν

φύσιν ἔχουσαι

εὐάγητον εὔρυτον πάντῃ φερομένην

ἀφεῖσαι ἤγουν καταλείψασαι τὸ ὕδωρ ὕειν, ἀλλὰ μόνον εἰς ἐπίδειξιν

βαρυαχέος μεγαλοκτύπου τοῦ βαρέως ἠχοῦντος

ὀρέων ὀρῶν ἤγουν βουνῶν

κορυφὰς ἐξοχάς κεφαλάς

ἵνα ὅθεν

δενδροκόμους ἢ τὰς κοπτομένας καὶ ἀφαιρουμένας τὰ δένδρα τὰς δένδρα κομώσας

ἀφʼ ὧν δηλονότι ἔστιν ἰδεῖν τὰ πόρρω· τοῖς γὰρ εἰς ὕψος οὖσι φαίνονται τὰ πόρρω σκοπιὰ δὲ λέγεται ὁ ὑψηλὸς τόπος· τοῖς γοῦν ἀφʼ ὑψηλοῦ τόπου ὁρῶσι συμβαίνει μάλιστα καὶ τὰ πόρρω ὁρᾶν

μὲν καὶ ἡ ἀπὸ ὕψους ὅρασις, λέγεται δὲ καὶ αὐτὸς ὁ ὑψηλὸς τόπος· ὅθεν καὶ σκοπιωρὸς ὁ ἀπὸ ὑψηλοῦ τόπου ὁρῶν πόρρω

σκοπιὰς τοὺς ὑψηλοὺς τόπους ὁράσεις βλέψεις

σκοπὸς τρία σημαίνει· ἡ ἔννοια, ὁ πρωτοφανὴς καρπὸς καὶ ὁ φύλαξ

ἀρδομέναν ποτιζομένην τοῖς κύμασι ποτίζουσαν, τρέφουσαν πιαινομένην ὑφʼ ἡμῶν

ἱερὰν τιμίαν

ζαθέων λίαν θεόντων ἄγαν θεόντων ἄγαν τρεχόντων ἤγουν ταχέων ἄγαν θείων θαυμαστῶν

κελαδήματα ἀπηχήματα ἠχήματα κρ … ν … τὰς βοάς

κελάδοντα ἠχητικόν

βαρύβρομον γρ. βαρύδινον

βαρύβρομον μεγαλόκτυπον τὴν μεγάλως ἠχοῦσαν, βαρέως καὶ μεγάλως βρόμον καὶ κτύπον τινὰ ἀποτελοῦντα τὸν μεγάλως βρέμοντα καὶ ἠχοῦντα μεγαλόψοφον

ὄμμα ... αἰθέρος τὸ φῶς τοῦ ἡλίου ἤγουν αὐτὸς ὁ αἰθὴρ ἢ ὁ ἥλιος περιφραστικῶς

ὄμμα ὀφθαλμόν

ὄμμα αἰθέρος τὸν ἥλιον ἔοικε λέγειν, ἐπεὶ καὶ οἱ τραγικοὶ εἰώθασιν οὕτως αὐτὸν καλεῖν, ὀφθαλμὸν δηλαδή ἔστι δὲ καὶ παρὰ τοῖς φιλοσόφοις τοιαύτη δόξα, ὥστε ὀφθαλμὸν τὸν ἥλιον καὶ ἡγεμόνα τοῦ οὐρανοῦ τὸν ἥλιον καλεῖν.

ἀκάματον ἀκαταπόνητον ἀκαταπαύστως τὸ ἀκατάπαυστον ὁ ἄκοπος

σελαγεῖται αὐγάζει

μαρμαρέαισιν λελαμπρυσμέναις λαμπροτάταις

ἀποσεισάμεναι ἀποτιναξάμεναι ἀποβαλοῦσαι ἀποβαλόμεναι

ἀποσείω τὸ ἀποτινάσσω καὶ τὸ ἀποσκευάζω· ἐκ μιᾶς ἐννοίας ἐξέβησαν ἤγουν ἐκ τοῦ βάρους

ὄμβριμον γρ. ὄμβριον, ἤγουν τὸ σκότασμα

ὄμβριον τὸ πλῆρες ὄμβρου ὅπερ ὁ ὄμβρος φέρει

ἀθανάταις ἀθανάτοις καθαραῖς

ἐπεὶ καὶ γυναικοειδεῖς εἰσιέναι μέλλουσι καὶ ἐν ἄλλοις διαφόροις ὁμοιώμασι, τοῦτό φασιν ἐμπαρασκευαζόμεναι εἰς τὴν εἴσοδον, ὡς ὅμοιαι μὲν τοῖς ἄλλοις θεοῖς οὖσαι, περικείμεναι δὲ τὴν φύσιν τῶν νεφῶν.

τηλεσκόπῳ καθαρὰν βλέποντι πόρρω ὁρῶντι

γαῖαν ἐπί

ἀναπαιστικοὶ τετράμετροι …

σεμναὶ τίμιαι σεβάσμιαι

φανερῶς ὁμολογουμένως

ἀποστροφὴ πρὸς τὸν Στρεψιάδην

ᾔσθου ἐνόησας ἤκουσας

μυκησαμένης ἠχησάσης δίκην βροντῆς

θεοσέπτου σεμνῆς τῆς ὡς θεοῦ σεπτῆς τῆς ὑπὸ θεῶν σεβομένης ἢ θείας τῆς τιμωμένης ὑπὸ τῶν θεῶν τῆς τιμίας

σέβομαί τιμῶ ὑμᾶς

πολυτίμητοι ἀεισέβαστοι πολλῆς τιμῆς πολλοῦ ἄξιαι

ἀνταποπαρδεῖν ἀντικλάσαι ἀντικτυπῆσαι, ἀντιβροντῆσαι ἐξ ἐναντίας ἀντηχεῖν ἀντηχῆσαι

ὁ μὲν Στρεψιάδης, ὡς εἰκὸς τῶν Νεφελῶν φανεισῶν καὶ βροντησασῶν, ὥσπερ ἐκπλαγεὶς δῆθεν νοῆσαί τε αὐτάς φησι καὶ σέβεσθαι καὶ φοβεῖσθαι· ὁ δὲ ποιητῆς οὗτος τὸ ἀνταποπαρδεῖν ἐπιτηδείως προσέθηκεν, ἵνα δοκῇ μὲν φόβου τε καὶ σχέσεως σημεῖον εἶναι πρὸς αὐτάς, τῇ δʼ ἀληθείᾳ ὑπάρχῃ παίγνιον καὶ καταφρόνησις αὐτῶν, ὡς μηδαμῶς ἀξίων οὐσῶν παρά τινος σέβεσθαι οὕτως

πρὸς τὰς βροντάς ἕνεκεν τιμῆς τῶν βροντῶν

τετρεμαίνω καὶ δειλιῶ τρέμω ποιητικῶς κατʼ εἰρωνείαν φοβοῦμαι

θέμις πρέπον δίκαιον

ἤδη ἀπάρτι

χεσείω ὀρέγομαι χεσεῖν· αἰολικῶς ἐπιθυμῶ χέσαι παίζω

χεσείω αἰολικὸν ἀντὶ τοῦ ἐπιθυμῶ χέσαι καὶ πλευσείω ἀντὶ τοῦ ἐπιθυμῶ πλεῦσαι.

σκώψῃς ὀνειδίσῃς λοιδορίαν εἴπῃς ὑβρίσῃς ἀτιμάσῃς

τρυγοδαίμονες τραγικοί οἱ κωμικοὶ ποιηταί οἱ ποιηταὶ ἢ κωμικοί οἱ διὰ τῆς τρυγὸς ἄσεμνα καὶ ἀναίσχυντα ποιοῦντες ἀναιδεῖς Ἐπικούρειοι

τρυγοδαίμονες οἱ ἔχοντες τὴν τύχην ἐκ τρυγός· ἢ οἱ τραγικοί, οἵτινες διὰ τὸ λέγειν αἰσχρά τινα, ἵνα ἀγνοοῖντο, ἠλείφοντο τρύγαν, ὥσπερ καὶ οἱ ἕτεροι κωμικοί, οἵτινες εἰσήγαγον ἐν ταῖς κωμῳδίαις αὐτῶν αἰσχρά.

τραγοδαίμονάς φησιν ὁ Σωκράτης τοὺς κωμικούς, ὡς εἰ ἔλεγε κακοδαίμονας, ἐξουθενίζων αὐτούς, ἐπεὶ πολλῇ τῇ αἰσχροποιΐᾳ ἐχρῶντο, παρʼ ὅσον ἀφέντες τὰ θεῖα καὶ σεμνὰ περὶ τὸ κωμῳδεῖν ἐτρέποντο. τινὲς δέ φασιν, ὅτι τραγικοὶ ἦσαν ποιηταὶ τραγῳδίαν μὲν ὑποκρινόμενοι, εἰς κωμῳδίαν δὲ ὅμως ἀποκλίνοντα τὰ δράματα εἰσάγοντες

τοὺς ἄλλους κωμικοὺς λέγει, διότι ἐχρίοντο τρύγα οἴνου καὶ ἐποίουν ἄσεμνά τινα.

εὐφήμει εὔφημα φώνει καλοὺς λόγους λέγε

εὐφημῶ τὸ εὔφημα λέγω, εὐφημῶ καὶ τὸ σιωπῶ· καὶ παρʼ Ὁμήρῳ εὐφημῶ καὶ ἐπευφήμησα τὸ μετʼ εὐφημίας ἐνθουσιαστικῶς εἶπον.

κινεῖται ἔρχεται

σμῆνος σμῆνος κυρίως τὸ τῶν μελισσῶν πλῆθος τῶν ἐν τῷ σίμβλῳ οὐσῶν πλῆθος δίκην μελισσῶν

ἀοιδαῖς ἕνεκεν τῶν εὐχῶν μελῳδίαις ἡμετέραις ἐν φωναῖς ἐν ᾠδαῖς καὶ ἤχοις μετὰ ᾠδῶν

ἀείδω καὶ ἐννέπω τὸ ποιητικῶς λέγω σημαίνουσι· καὶ ἐκ μὲν τοῦ ἀείδω πάλιν ἀοιδὴ ἡ ποίησις, ἀπὸ δὲ τοῦ ἐννέπω ἐννοπὴ ἡ μάχη

καὶ αὕτη ἡ τοῦ χοροῦ ἀντῳδὴ κώλων ἐστὶν ιδʹ ὁμοίων κατὰ πάντα τοῖς τῆς ἄνωθεν ᾠδῆς.

ὀμβροφόροι αἱ φέρουσαι τὸν ὄμβρον ἢ τὸν βρόχον

ὄμβρος ὁ ἀθρόος ὑετός, καὶ ὄμβριμον ὕδωρ τὸ ἐξ αὐτοῦ. ὄμβριμον δὲ παρʼ Ὁμήρῳ τὸ ἰσχυρόν

παρθένοι διὰ τὸ καθαρόν

ἔλθωμεν δεῦτε ἵνα ἄς ὅρα ἵνα ἄγε ἵνα ἄγετε ἵνα

λιπαρὰν πίονα, πλουσίαν εὔγεων παχεῖαν καὶ καλήν πλουσίαν καρποφόρον

λιπαρὰν χθόνα εἶπε τὰς Ἀθήνας ἢ διὰ τὸ ἔχειν δάσεα ἢ διὰ τὸ ἔχειν ἐλαίας.

ἐύανδρον τοὺς καλοὺς ἄνδρας τρέφουσαν τοὺς ἀρίστους ἄνδρας ἔχουσαν

γᾶν πεδίον

Κεκροπίδαι οἱ Ἀθηναῖοι ἀπὸ τοῦ Κέκροπος βασιλεύσαντος αὐτῶν· οὗτος καὶ διφυὴς ἐπωνόμαστο

πολυήρατον πολυεράσμιον πολυέραστον πολυεπιθύμητον τὴν πάνυ πολλὰ λίαν ἐπιθυμητήν περιμάχητον

σέβας τιμή

ἀρρήτων ἀπορρήτων κρυφίων

ἀρρήτων ἱερῶν τῶν μεγάλων μυστηρίων

ἱερῶν θυσιῶν ἑορτῶν

μυστοδόκος δῆμος γρ. δόμος. τοὺς μύστας δεχόμενος ναὸς ἤγουν ἡ Ἔλευσις.

τὴν Ἐλευσῖνα λέγει μυστικὴν καὶ ἱερὰν οἰκίαν καὶ τοὺς μύστας δεχομένην· ἐν αὐτῇ γὰρ τὰ μυστήρια τῆς Δημήτερος καὶ τῆς Κόρης ἐτελοῦντο.

μυστοδόκος δόμος ὁ δεχόμενος τοὺς μύστας οἶκος καὶ τιμῶν τοὺς μύστας καὶ μαθητάς

μυστηδόκος μυστήρια δεχόμενος

δόμος ἤγουν ὁ διδάσκαλος

τελεταῖς ἑορταῖς τῶν μυστηρίων

ἀναδείκνυται ἀναφαίνεται ἀποφαίνεται

δωρήματα ἀναθήματα χαρίσματα δωρεαί δῶρα

ὑψιρεφεῖς ὑψηλόστεγοι ὑψηλὴν ὀροφὴν ἔχοντες

ἀπὸ τοῦ ἐν τῷ ὕψει ῥέπειν, κατὰ τροπὴν τοῦ ψιλοῦ εἰς δασύ, ὥσπερ καὶ «συνηρεφές» καὶ «κατηρεφές»· «κατηρεφές» γὰρ καὶ «κατωρεπές» τὸ αὐτό, ἀπὸ τοῦ κάτω ῥέπειν.

ἀγάλματα εἴδωλα ἀναθήματα ξόανα

πρόσοδοι προσφοραί, αἱ εἰς τοὺς θεοὺς θυσίαι· εἰσφορὰ δὲ ἡ ἀπὸ τοῦ δήμου δαπάνη πρὸς συμφέρον τῆς πόλεως εἴσοδοι

εὔστεφανοί εὔκοσμοι αἱ καλοὺς ἔχουσαι στεφάνους

θαλίαι τρυφαῖ εὐωχίαι αἱ θάλλουσαι ὥσπερ ἄνθη πόσεις καὶ βρώσεις εὐδαιμονίαι ... εὐφροσύναι πανηγύρεις

θαλίαι αἱ εὐωχίαι, Θάλεια δὲ ὄνομα θεᾶς

ὥραις ἀγλαίαις καιροῖς

ἐν παντὶ τετελεσμέναι καιρῷ

ἀρχομένου τοῦ ἔαρος τὰ Διονύσια ἐτελοῦντο, ἐν ... οἱ κωμικοὶ καὶ οἱ τραγικοὶ ... λέγεται ὁ Διόνυσος ἢ ὅτι ... βρόμων ἤγουν ἤχων ... σὺν ταῖς Βάκχαις καὶ τοῖς Σατύροις καὶ τοῖς Σειληνοῖς ἐπόμπευεν, ἢ ... κεραυνῷ βληθεῖσα ἡ μήτηρ αὐτοῦ ἡ Σεμέλη ... ἀρχομένου δὲ ἔαρος.

ἦρί τʼ ἐπερχομένῳ: ὅτι κατὰ τὸ ἔαρ ἡ διονυσιακὴ ἑορτὴ ἐτελεῖτο.

βρομία χάρις: ἡ τοῦ Διονύσου ἑορτὴ οὕτως ἐκαλεῖτο· ἀρχομένου γὰρ τοῦ ἔαρος ἤρχοντο καὶ οἱ διονυσιακοὶ ἀγῶνες, ἐν οἷς ἦσαν αἱ ἅμιλλαι τῶν χορῶν.

βρομία ἡ μεγάλη καὶ ἠχητική ἡ τοῦ Διονύσου

χάρις ἡ γινομένη νηστεία τέρψις τε καὶ ἡδόνη

εὐκελάδων τῶν καλῶς καὶ ἐμμελῶς κελαδούντων καὶ ᾀδόντων

ἐρεθίσματα παροξύσματα καὶ αἱ τραγῳδίαι παρακινήσεις διεγέρσεις ἁμίλλαι

σάλπιγγες μὲν καὶ σύριγγες καὶ αὐλοὶ ἔμπνευστά εἰσιν ὄργανα, λύραι δὲ καὶ κιθάραι ἐντατά, κύμβαλα δὲ καὶ τύμπανα κρουστά.

μοῦσα ἡ μετὰ γνώσεως οὖσα

καὶ μοῦσα: μοῦσα ἡ γνῶσις καὶ ἡ ἐμμελὴς καὶ εὔρυθμος φωνή ὅθεν καὶ «ἔμμουσον φθέγμα»

βαρύβρομος μεγαλόκτυπος μεγάλη ἠχητική

ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ ρκεʹ.

ὡσπερεὶ ἐσχηματισμένας ἰδὼν ὁ Στρεψιάδης τὰς νεφέλας καὶ λόγῳ χρωμένας αὐτάς, ἀπορῶν ζητεῖ μαθεῖν παρὰ τοῦ Σωκράτους, τίνες εἰσίν· αἱ γὰρ νεφέλαι οὔτε σχῆμα ἀνθρώπινον ἔχουσιν οὔτε λόγῳ χρῶνται

πρὸς ἕνεκα ἕνεκεν

ἀντιβολῶ παρακαλῶ

φθεγξάμεναι εἰποῦσαι λαλήσασαι

τοῦτο τὸ μέλος τὸν λόγον τοὺς λόγους ἔπος λόγιον

σεμνόν τίμιον κοσμίους σεβάσμιον.

ἡρῷναί ἡμίθεοι

τὸ ... συνίζησις, ὡς ... «ᾔθεοι»

ἡρῷναι τρισυλλάβως τοῦ ι προσγεγραμμένου· τὸ ἐντελὲς δὲ «ἡρωΐναι».

εἰρῶναί γυναῖκες εἰρωνείαν ἔχουσαι εἰρωνευτικαί

εἰρῶνα, εἰρώνης·

γράφεται δὲ καὶ «ἡρώϊναι»· καὶ τοῦ μὲν πρώτου ἡ εὐθεῖα ἡ ἡρώνη,

ἡ εὐθεῖα τῶν πληθυντικῶν αἱ εἰρῶναι ἡρῶναι ἤγουν αἱ γυναῖκες τῶν ἡρώων. ἦσαν δὲ γυναῖκες παρεσχηματισμέναι ἐν τοῖς τῶν τραγοδαιμόνων δράμασιν, αἳ σεμνὰ μὲν καὶ αἰσχρά, ὅμως δὲ καί τινα σεμνὰ κατὰ τὸ φαινόμενον λέγουσαι. ἐκάλουν δὲ ἐκείνους τραγοδαίμονας, ὅτι τράγους εἰσέφερόν τινας θύοντες τοῖς θεοῖς

ἀνδράσιν ἀργοῖς τοῖς σοφοῖς ἡμῖν δηλονότι μηδὲν πράττουσι ἢ γινώσκουσι τοῖς φιλοσόφοις

τοῖς ... οὐδὲν ἄλλο τι μεταχειρίζονται ἢ τὸ περὶ λόγους σπουδάζειν.

διασύρει Σωκράτην καὶ τοὺς ὁμιλητὰς αὐτοῦ ὁ κωμικὸς ὡς ἀργοὺς μὲν ὄντας πάντων τῶν ἄλλων, περὶ δὲ τὰς νεφέλας ἐπτοημένας.

γνώμην συλλογιστικήν νόησιν

διάλεξιν διαλεκτικήν λόγον διαλεκτικόν

νοῦν ἀποδεικτικήν φρόνησιν διανόησιν

τερατείαν σοφιστικήν σημείωσιν τερατολογίαν λεπτολογίαν, ἀλαζονείαν

περίλεξιν διαλεκτικήν, συλλογισμοὺς καὶ καλλιφράδειαν περισσὴν λέξιν σύλλεξιν, τέχνην περίφρασιν φλυαρίαν

κροῦσιν ἀπήχησιν ἀπόκρουσιν λόγων, ἀντίκρουσιν τῶν διαλεγομένων ἀποδίωξιν ἀντίλεξιν

κατάληψιν ῥητορικήν γνῶσιν ἠκριβολογημένην κατανόησιν, νόησιν μάθησιν, εἴδησιν

τὸ φθέγμʼ τὴν λαλιάν τὴν φωνήν τὸν λόγον

πεπότηται κούφη γίνεται ἐκουφίσθη κρέμαται

λεπτολογεῖν ἐξετάζειν ἀδολεσχεῖν περὶ λεπτοτάτων ἀκριβῶς ἐρευνᾶν λεπτολογίας ζητεῖν

ζητεῖ φροντίζει θέλει ἐθέλει

καπνοῦ λεπτοῦ περὶ ἀναθυμιάσεως, περὶ μηδενός

στενολεσχεῖν λεπτολογεῖν ἐρωτᾶν καὶ ἰσχνομυθεῖν μικρολογεῖν φυσιολογεῖν, σκοπεῖν λόγους λέγειν ἢ αἰτίας ἐξετάζειν

στενολεσχεῖν: τῷ μὲν φαινομένῳ ἀντὶ τοῦ ἐξετάζειν καὶ σκοπεῖν, τῇ δʼ ἀληθείᾳ ἀντὶ τοῦ ὀλίγον τινὰ λόγον ποιεῖσθαι. παίζει δὲ πάλιν ὡς στενῶν καὶ ἀσθενῶν τινων ζητημάτων ὄντων τῶν φιλοσόφων τῶν ζητημάτων· στενὸς γὰρ καλεῖται καὶ ὁ καπνὸς καὶ ὁ ἀσθενής

γνωμιδίῳ νοήματι μικρῷ μικρᾷ τινι γνώμῃ τῷ ἐμῷ διʼ ἄλλου τινός

γνώμην τὴν ἐμήν τὴν αὐτῶν

νύξασʼ κρούσασα μίξασα

νύξασʼ γρ. μίξασα

ἀντιλογῆσαι ἀντιλογίας ποιήσασθαι εἰς ἀντιλογίαν ἐλθεῖν ἐναντιωθῆναι

ἤγουν μικρῷ νοήματι ἐμῷ νόημα ἑτέρου συγκρούσασα καὶ συνάψασα ἀντειπεῖν.

εἴ πως γρ. εἴπερ

ἐστίν δυνατόν ἔξεστιν ἔνεστιν τρόπος.

ἐπιθυμῶ ὀρέγομαι ἔχω ἐπιθυμίαν

Πάρνηθα. ἡ Πάρνης καὶ ὁ Ὑμητὸς ὄρη Ἀθηνῶν· ἡ εὐθεῖα ἡ Πάρνης, τῆς Πάρνηθος ὤφειλε δὲ κλίνεσθαι Πάρνητος, ὡς ἐσθὴς ἐσθῆτος· τὰ γὰρ εἰς ης θηλυκὰ μονογενῆ διὰ τοῦ τος κλίνονται· γέγονε δὲ τροπῇ τοῦ τ εἰς θ.

εἰκότως ἔφη «πρὸς τὸν Πάρνηθον». Πάρνηθος δέ ἐστιν ὄρος τῆς Ἀττικῆς ὑψηλόν, οὗ ἡ κορυφὴ συνεσκιασμένη ἦν ὑπὸ τῶν νεφῶν, ὥσπερ γίνεται καὶ ἐπὶ τῶν λοιπῶν ὑψηλῶν ὀρέων, ὅτι ἀεὶ τοιαῦτα φαίνονται

Πάρνηθʼ ὄρος ἐν Ἀθήναις ὅπου ἦν ὡς ἐπιτοπλεῖστον νεφελῶν πλῆθος

κατιούσας ἐκ τῆς κορυφῆς κατερχομένας εἰσερχομένας

ἥσυχα ἡσύχως ἡσύχως μετʼ εὐταξίας ἥσυχα μετὰ ἡσυχίας

ταύτας γρ. αὐτάς

φέρε εἰπέ παρέλκον τὸ φέρε ἄγε

χωροῦσʼ ὁρμῶσι ὁρμῶσαι ἔρχονται κινοῦνται πορεύονται δεικτικῶς

τῶν ... δασέων τῶν κοιλωμάτων καὶ τῶν καταδένδρων

τῶν κοίλων τῶν κοιλοτήτων τῶν κοιλωμάτων

τῶν δασέων τῶν δασέων ὀρῶν τῶν δασωμάτων τῶν δρυμόνων

τὸ χρῆμα τὸ αἴτιον

ὡς ἐπεί

τὴν εἴσοδον παραχρηστικῶς· τῆς εἰσόδου

μόλις βιαίως βραδέως

τοι κοινὴ συλλαβὴ τὸ τοι περισσόν

οἱ θέλοντες ... κολοκύνταις οὔ μοι δοκοῦσι καλῶς ποιεῖν. οὕτω γὰρ δεῖ λέγειν· εἰ μὴ ... οὕτω κἀνταῦθα δέον λέγειν· εἰ μὴ ... λήμαις· εἶπε δὲ κολοκύνταις ... διὰ τῆς λέξεως ... τῶν λημῶν.

παροιμία ἦν ἐπὶ τῶν μὴ δυναμένων ὁρᾶν τι λεγομένη, ὃ πολλάκις πρὸ ὀφθαλμῶν αὐτῶν ἐστιν.

παροιμία ἐστὶν ἐπὶ τῶν ἀμβλυωπούντων λεγομένη, ὃ πάσχουσιν οἱ γέροντες μάλιστα ἀσθενοῦντος ἤδη τοῦ ἐμφύτου θερμοῦ καὶ ὑγρότητος ἐπιπολαζούσης ὡς εἰκὸς τοῖς ὀφθαλμοῖς αὐτῶν, ὑφʼ οὗ ἐπιθολοῦται οἷον τὸ ὀπτικὸν πνεῦμα καὶ οὐκ ἀπαρτίζει τὴν οἰκείαν ἐνέργειαν.

λήμη ἐτυμολογεῖται ἀπὸ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τὸ μειῶ τὸ ἐλαττῶ· ἡ μειοῦσα τὸ βλέπειν.

κολοκύνταις δίκην κολοκύντων ὥσπερ τὰ κολόκυνθα

πολυτίμητοι πολλῆς τιμῆς ἄξιαι

κατέχουσι περιλαμβάνουσι κρατοῦσι καταλαμβάνουσι

ἰστέον δέ, ὅτι διαφέρει «οἶδα» καὶ «νομίζω»· νομίζω γάρ ἐστι καὶ ἐπὶ ἀμφιβολίας πολλάκις, τὸ δὲ οἶδα ἀεὶ ἐπὶ ὁμολογουμένου καὶ βεβαίου πράγματος

ὀμίχλην ἐντάραν.

δρόσον πάχνην

σκιὰν γρ. καπνὸν καπνὸν γρ. σκιὰν

οὐ γὰρ κτλ. ἀλλὰ μὴ οὕτως ἡγοῦ

ἴσθʼ γρ. οἶσθα οἶσθʼ γρ. ἴσθι

σοφιστάς σοφοὺς σοφοὺς διδασκάλους ῥήτορας φιλοσόφους

Θουριομάντεις ἐν τῷ Θουρίῳ ὄντας τοὺς μαντευομένους ἐν τῷ Θουρίῳ ἐκ τοῦ Θουρίου τοὺς πρὶν κεκλημένους Σιβαρίτας ὄνομα τόπου τὸ Θούριον, ἐν ᾧ καὶ μαντεῖον …

Θούριον πόλις Σικελίας. ἦσαν οὖν ἐν Ἀθήναις μάντεις τινὲς καὶ ἐμαντεύοντο, ὅτι οἱ Ἀθηναῖοι μέλλουσι κρατῆσαι αὐτῆς.

Θούριον πόλις Σικελίας, ἥτις πρώτως ἐκαλεῖτο Σύβαρις.

Θούριον ἢ Θουρία πόλις ἦν ὑπʼ Ἀθηναίων κτισθεῖσα, ἐν ᾗ ἦν κρήνη τις ἐξ ἧς ὕδωρ τινὲς πίνοντες ἐμαντεύοντο.

ἰατροτέχνας: τοῦτο λέγει ὅτι καὶ ἰατροί τινες, ὡς καὶ Γαληνός ἔγραψαν περὶ μετεώρων, ἐξ ὧν εἷς ἦν καὶ ὁ Γαληνός καὶ μάλιστα Ἱππόκτητός τις πρὸ ἐκείνου πολύ

ἰατροτέχνας ἐπιστήμονας τῆς τέχνης ἰατρούς γινώσκοντας τὴν ἰατρικήν

σφραγιδωνυχαργοκομήτας ἤγουν δακτυλίους ... κεφαλήν· ἢ διὰ τὸ ἀργοὺς εἶναι τῶν ὀνύχων ἐπιμελουμένους ἤγουν καθαίροντας καὶ περιτέμνοντας. τοῦτο ... διακειμένους.

σύγκειται ἡ λέξις ἐκ τριῶν, ἐκ τοῦ σφραγίς καὶ τοῦ ὄνυξ καὶ τοῦ κόμη

ἀπὸ τοῦ σφραγὶς τὸ δακτύλιον, ὄνυξ τὸ ὀνύχιον καὶ τοῦ ἀργὸς καὶ τοῦ κομῶ τὸ ἐπιμελοῦμαι.

τοῦτο ἐμπαίζων τινὰς τῶν σοφιστῶν συντίθησιν· ἤγουν δακτυλίοις χρυσοῖς κεκοσμημένους καὶ ξυσμῷ τοὺς ὄνυχας αὐτῶν λευκαίνοντας· τοῦτο γὰρ τὸ ὀνυχαργο· καὶ κομήτας ἤγουν κόμην πολλὴν καὶ καλὴν τρέφοντας καὶ ταύτης ἀμέτρως ἐπιμελουμένους καὶ περὶ ταύτην ἐπτοημένους, ὡς φιλοκόσμους· ἐφʼ οἷς καὶ ἡ παροιμία· οὐδεὶς κομήτης ὅστις οὐ ψηνίζεται.

τοὺς κόμῃ καὶ περιττοῖς ἤγουν πολλοῖς δακτυλίοις τοὺς δακτύλους κοσμουμένους μέχρι καὶ τῶν ὀνύχων, ὡς ὑπὸ τῶν δακτυλίων σκέπεσθαι τοὺς δακτύλους ἐπιμελουμένους τε καὶ διόλου ξύοντας τοὺς ὄνυχας, ἵνα λευκοὺς καὶ στίλβοντας ἀπεργάζωνται· οὓς καί τινες ἐλαίῳ ἀλείφοντες μαντείας τινὰς διὰ τοῦτο ἐποιοῦντο

σφραγιδονυχαργοκομήτας ἤγουν τοὺς ἐπιμελουμένους διὰ σφραγίδων τῶν ὀνύχων αὐτοὺς λευκαίνοντας τοὺς δακτυλίοις καὶ ὀνύχων ξυσμοῖς καὶ κόμης καλλωπισμῷ ἐναβρυνόμενοι ξεσμοῖς κοσμοῦντας τοὺς δακτύλους τοὺς ὄνυχας ποιοῦντας λευκοὺς ἐκ τοῦ ξέειν

κυκλίων ἤγουν τῶν κυκλικῶς ἱσταμένων κατὰ κύκλον στρεφομένων κυκλικῶν

ἰστέον, ὅτι οἱ μὲν τραγικοὶ τετραγώνως ἵσταντο, οἱ δὲ διθυραμβοποιοὶ κυκλικῶς

ᾀσματοκάμπτας τοὺς ποιοῦντας ᾄσματα σκολιά τοὺς διθυραμβοποιούς, ὧν τὰ ᾄσματα εἶχον καμπάς τοὺς καμπτομένους τῷ ᾄσματι ᾀσματῳδοὺς τὸ ᾆσμα κλίνοντας τὰ ᾄσματα κλίνοντας πρὸς ἀμοιβήν

ᾀσματοκάμπτας τούτους καλεῖ διὰ τὸ πολυσυνθέτοις κεχρῆσθαι ταῖς λέξεσι.

μετεωροφένακας τοὺς ἀπατῶντας διὰ περὶ τῶν μετεώρων ἤγουν τῶν οὐρανίων τοὺς περὶ τῶν μετεώρων ληροῦντας διδάσκοντας εἰς τὰ μετέωρα ἀπατῶντας τὰ μετέωρα φανταζομένους καὶ ἀπατῶντας τοὺς ἄλλους

ἀργῶς οὺς.

μουσοποιοῦσι ἐν Μούσαις λατρεύουσι τιμῶσι καὶ σέβονται ἐγκωμιάζουσι

ἐνταῦθα διασύρει τὸν Φιλόξενον· οὗτοι γὰρ οἱ στίχοι ἐκείνου εἰσίν.

ταῦτʼ κτλ. διασύρει τοὺς κωμικοὺς διὰ τὰς συνθέτους λέξεις

στρεπταίγλαν: ἡ ἀντανάκλασις, ἡ ὑποστροφὴ τῆς αἴγλης τοῦ ἡλίου πρὸς τὸν ἀέρα στρεπταίγλαν τὴν ἀντανάκλασιν τοῦ ἡλίου τὴν ἀντιστροφὴν τῆς αἴγλης τοῦ ἡλίου

ἡ ἀφανίζουσα τὴν τοῦ ἡλίου αἴγλην καὶ οἱονεὶ στρέφουσα στρεπταίγλαν τὴν ἔμπροσθεν οὖσαν τοῦ ἡλίου τῆς αἴγλης καὶ στρέφουσαν καὶ ἀφανίζουσαν τὴν αἴγλην αἴγλην λαμπρότητα στρεφομένην

δάϊον σύντομον πολεμικήν ἀφανιστικήν ταχεῖαν ταχυτάτην

δάϊον ὁρμὴν ἤγουν καυστικήν· φησὶ δὲ τὴν ἀστραπήν, ἥτις συγκρουομένων τῶν νεφελῶν γίνεται.

πλοκάμους τὰς ἀστραπὰς καὶ νεφέλας τοὺς κεραυνούς

αὕτη ἡ ἀστραπὴ ὥσπερ πλόκαμος οὕτω κατέρχεται

Τυφῶν ἡ ἐκ τῆς ἀναθυμιάσεως συστροφὴ πρὸ τοῦ ἐκπυρωθῆναι, ὡς Πλάτων ἐν Φαίδρῳ.

ὁ Τυφώς· οὗτος αἴτιός ἐστι τῶν ἀστραπῶν Τυφὼ τοῦ κεραυνοῦ τοῦ Τυφῶνος

Τυφῶ ἤγουν ἀνέμῳ

πρημαινούσας ὁρμητικάς ἰσχυρῶς πνεούσας

τὰς μανικῶς φυσώσας· ἀπὸ τοῦ πρῆσαι τοῦ φυσῆσαι καὶ τοῦ μαίνομαι.

πρημαίνουσα οὕτως ὠνομασμένη θύελλα

θυέλλας ἀνεμοζάλας, ἀνέμους συστροφὰς ἀνέμων

ἔστι συστροφὴ ἀνέμου θύελλα καλουμένη, ἣν οἱ κοινοὶ ἀνεμοζάλην φασίν. πρημαινούσας δέ φησιν ἀντὶ τοῦ μαινομένας καὶ λάβρως φυσσώσας· πρῆσαι γὰρ τὸ φυσσῆσαι.

ἀερίας ἐναερίους

γαμψοὺς ἐπικαμπεῖς ἔχοντας ὄνυχας σκολιονύχους κεκλιμένους πλαγίους

γαμψοὺς: ἤγουν τὰς καμπτούσας καὶ πλαγίους νεφέλας ἐν τῷ κλίνεσθαι.

οἰωνοὺς ὄρνεις

ἀερονηχεῖς τῷ ἀέρι πορευομένους πετομένους ἐν τῷ ἀέρι ἀερονυχεῖς ἐν τῷ ἀέρι ἡπλωμένους τοὺς ὄνυχας ἔχοντας.

ὅτι δίκην ὀρνέων περιίπτανται αἱ νεφέλαι.

ὄμβρους καταφοράς

δροσερᾶν ὑδατωδῶν

αὐτῆς γρ. αὐτῶν

αὐτῶν τῶν ᾀσμάτων ἢ τῶν λέξεων τῶν ποιηματίων τῶν ποιημάτων αὐτῶν τῶν τεράτων δηλονότι

κατέπινον μετὰ λαιμαργίας ἤσθιον ἐλάμβανον

τεμάχη τὸ τέμαχος τοῦ τεμάχωτος

μεγάλων ἄξια δηλονότι

ἀγαθῶν λιπαρῶν ἀγαθᾶν τιμίων

διαβάλλει τινὰ δράμα Νεφελῶν πεποιηκότα, ὃς σχηματίζει τὰς νεφέλας εἰς σχῆμα γυναικῶν καὶ παρεισάγει διαλεγομένας, οὐχ ὡς οὗτος ὁ Ἀριστοφάνης ποιεῖ τὰς νεφέλας ἀσχηματίστους εἰς ὁμοίωμα γυναικῶν, ἃς παρεισάγει διαλεγομένας Σωκράτει καὶ Στρεψιάδῃ.

δικαίως ἔλεγον ἢ ἐποίουν ταῦτα, πρεπόντως ὑπολαμβάνεις ταῦτα

ἤγουν οὐ δικαίως ἐποιοῦντο τοὺς τοιούτους σχηματισμοὺς ταῖς νεφέλαις ἐκεῖνοι ἐπάγοντες· οὐ γὰρ τοῦτο πάσχουσιν αἱ νεφέλαι, ἀλλʼ ὑπὸ τοῦ ἀέρος ὡδὶ ἢ ὡδὶ κινούμεναι.

νεφέλαι ... ἀληθῶς ἀθάναται ἀθάνατοι

«εἴξασι» μέσος παρακείμενός ἐστι καὶ οὐκ ἀόριστος, καὶ κανονίζεται οὕτως· εἴκω τὸ ὁμοιῶ, ὁ μέλλων εἴξω, ὁ μέσος παρακείμενος εἶκα καὶ τροπῇ τοῦ κ εἰς ξ εἶξα, τὸ γʹ τῶν πληθυντικῶν εἴξασιν.

«εἴξασι» κανόνισον· εἴκω τὸ ὁμοιῶ, ὁ μέλλων εἴξω, ὁ παρατατικὸς εἶχα, ὁ μέσος εἶκα, τὸ τρίτον τῶν πληθυντικῶν εἴκασι, πλεονασμῷ τοῦ σ καὶ κράσει τοῦ κ καὶ σ εἰς ξ εἴξασι· τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ σ σύγκειται.

εἴξασιν ἀντὶ τοῦ ἐοίκασιν· εἴκω, εἴξω, εἶχα, εἶκα, εἴκασι τὸ τρίτον τῶν πληθυντικῶν, καὶ τροπῇ βοιωτικῇ τοῦ κ εἰς ξ εἴξασιν.

τοιαῦται κατὰ τὴν αὐτῶν φύσιν οἷαι ἐφάνησαν

ποῖαι κτλ. εἰ οὐκ εἰσὶ θεαί, καθὼς σὺ λέγεις

πεπταμένοισιν ἐσκεδασμένοις ἐξασμένοις

ῥίνας μήτας.

εἰσεληλύθασιν οἱ χορευταὶ προσωπεῖα περικείμενοι, μεγάλας ἔχοντες ῥίνας πρὸς ἀσχημοσύνην καὶ γέλωτας.

ἀπόκριναι ἀποκρίθητι ἐμοὶ δή

ποτε ἐκ παραλλήλου

κενταύρῳ τῷ ζῴῳ ζῷον κένταυρος

δείκνυσιν ἐνταῦθα ὁ Σωκράτης, ὅτι ἐν ὅσῳ τις βλέπει τὰς νεφέλας τὸ τοιόνδε τι σχῆμα σῳζούσας μεταστραφεὶς ἀλλοίας ταύτας ὁρᾷ καὶ τοῦτό φησι καὶ δεικνύει πρὸς Στρεψιάδην, ὡς ἂν πρὸς πλείονα ἔκπληξιν αὐτὸν ἐμβάλλῃ.

«ποῖαι γάρ τινές εἰσι», λέγει, ἵνα μεταστραφεὶς ἀλλοίας αὐτὰς ἴδῃ καὶ θαυμάσῃ τὴν τούτων μεταβολήν.

κενταύρῳ ὁμοίαν: διὰ τὸ ῥᾳδίως μετασχηματίζεσθαι τὰς νεφέλας ἐκ τοῦδε εἰς τόδε ταῦτά φησιν

παρδάλει διὰ τὸ ποικίλον τῆς γνώμης

λύκῳ διὰ τὸ ἁρπακτικόν

κομήτην δασύτριχον κόμην ἔχοντα

ἄγριόν ἀκόλαστον, μανικόν

τῶν λασίων δασέων, τῶν πυκνὰς ἐχόντων τρίχας τῶν τὰς τρίχας πυκνῶν

υἱὸν τὸν Ἱερώνυμον τὸν διθυραμβοποιόν.

Ἱερομνήμων ἦν ὁ υἱὸς τοῦ Ξενοφάντου, διθυραμβοποιὸς ποιητής. ἦσαν δέ τινες ἄγαν ἐπτοημένοι πρὸς αὐτὸν αἰσχρῷ ἔρωτι. κενταύροις δέ φησιν ὅτι καὶ οἱ κένταυροι τοιοῦτοι ἦσαν, ὥστε καὶ ὁ πρὸς Λαπίθας πόλεμος διʼ ἀκρασίαν ἔρωτος αὐτοῖς συνέστη.

σκώπτουσαι ἐμπαίζουσαι λοιδοροῦσαι ὑβρίζουσαι δεικνύουσαι

μανίαν μωρίαν εἰς παῖδας ἀκρασίαν

γάρ περισσόν

ἅρπαγα κλέπτην

δημοσίων χρημάτων

ὁ Σίμων δημαγωγὸς ἦν Ἀθηναίων ἐχρημάτισεν ὃς ἐνοσφίσατο πολλὰ τῶν δημοσίων χρημάτων ἁρπάσας αὐτά εἰκότως οὖν ἔφη «λύκοι ἐγένοντο» διὰ τὸ ἅρπαγα λέγειν αὐτόν· τὸ γὰρ ἁρπακτικὸν τοῖς λύκοις καὶ κόραξιν ἁρμόζει.

τὴν φύσιν τὴν προαίρεσιν τὸ ἦθος

εἰκότως ἔφη «λύκοι» διὰ τὸ ἅρπαγα αὐτὸν εἶναι. ἁρπακτικὸν γὰρ καὶ τὸ ζῷον τοῦτο, σχεδὸν πάντων πλέον τῶν ἄλλων ζῴων, ὥσπερ καὶ οἱ κόρακες τῶν ὀρνέων.

λύκοι κτλ. ἤγουν εἰς λύκου εἶδος ἐσχηματίσθησαν

ἐξαίφνης παραυτίκα αἰφνιδίως εὐθέως

τὸν ῥίψασπιν τὸν δειλόν τὸν ῥίψαντα τὴν ἀσπίδα

Κλεώνυμον: διαβάλλει αὐτὸν ὡς πάνυ δειλόν· διὰ δὲ τοῦ εἰπεῖν «ἔλαφοι ἐγένοντο» ἐδήλωσε τὴν δειλίαν αὐτοῦ.

Κλεώνυμον τὸν ῥίψασπιν: λοιδορεῖ ἐνταῦθα αὐτὸν ὡς δειλόν, καὶ οὐκ Ἀριστοφάνης μόνον, ἀλλὰ καὶ Κρατῖνος.

ἔλαφοι ... ἐγένοντο ὁμοίωμα ἐλάφων ἀνελάβοντο

ὁ Κλεισθένης οὗτος ἦν θηλυμανής τοῦτʼ ἐγένοντο διασύρει αὐτὸν ὡς θηλυπρεπῆ

οὗτος ὁ Κλεισθένης θηλυδρίας ἦν ὁ κακοδαίμων καὶ γυναικιζόμενος.

τοίνυν τολοιπόν λοιπόν

χαίρετε ἀγάλλεσθε

ὦ δέσποιναι ὦ κυρίαι

ὦ δέσποιναι κτλ. τὸ «δέσποιναι» καὶ τὸ «παμβασίλειαι» ἐκ παραλλήλου

οὐρανομήκη ἤτοι οὐρανίαν καὶ μεγάλην ὑψηλοτάτην ὑψηλήν μέχρι τοῦ οὐρανοῦ φθάνουσαν

ῥήξατε μετὰ δυνάμεως δότε ἠχήσατε πέμψατε εἴπατε ἄφετε

φωνήν λαλιάν

παμβασίλειαι αἱ πάντων βασιλεύουσαι βασίλισσαι κυρίαι τοῦ παντός

παλαιγενές παλαιογενές

παλαιγενές πολυχρόνιε ὁ πάλαι καὶ ἐκ μακροῦ γεννηθείς πρὸ πολλῶν γενῶν παλαιὲ κατὰ τὴν γένεσιν ἐκ πολλοῦ γεγεννημένε

παλαιγενὲς: οὐκ ἐπὶ σεμνῆς προσηγορίας τοῦτο παρείληφεν, ἀλλʼ ἀνόητον τοῦτον δεῖξαι βουλόμενος. τοὺς γὰρ εὐηθεῖς καὶ ἀνοήτους ἀρχαίους καὶ παλαιοὺς ἔλεγον.

θηρευτὰ ἀνιχνευτά, ἐξεταστά θηρατὰ ἀγρευτά ἐξεταστά ἐρευνητά

φιλομούσων τῶν ὑπὸ τῆς Μούσης φιλουμένων οὓς φιλοῦσιν αἱ Μοῦσαι τῶν φιλούντων καὶ τιμώντων τὰς Μούσας

λεπτοτάτων ψιλῶν συνετωτάτων

λήρων λεπτολογιῶν ἐπινοιῶν φλυαρημάτων ζητήσεων ἢ φλυαριῶν ζητημάτων

ἱερεῦ ὑπηρέτα

φράζε λέγε

ὅ τι χρῄζεις τὸ χρῄζω γενικῇ· ἐνταῦθα δὲ αἰτιατικῇ ἀττικῶς

ὑπακούσωμεν γρ. ὑπακούσαιμεν

μετεωροσοφιστῶν τῶν τὰ μετέωρα ἐξεταζόντων ὑψηλῶν σοφῶν τῶν μετέωρα εἰδότων μεγάλων σοφιστῶν

γνώμης γνώσεως συνέσεως διακρίσεως

πλὴν τὸ «πλὴν» καὶ τὸ «ἢ» ἐκ παραλλήλου εἰ μὴ ἄνευ

τῷ μὲν σοφίας «καὶ σοὶ» ἔξωθεν

βρενθύῃ κτλ. μέγα φρονεῖς καὶ ἀλαζονεύῃ περιπατῶν ἀτάκτως περιπατεῖς ἀγριοῖς

ὁδοῖς βαδίσεσιν ταῖς τῶν ἀνθρώπων τριβαῖς τοῖς μετεώροις δηλονότι

τὠφθαλμὼ τὰς ὁράσεις

παραβάλλῃ τῇδε κἀκεῖσε στρέφεις ἐπιβλέπεις ἀγρίως παρασύρεις ἀγριαίνῃ πρὸς τὰς θεωρίας παρατίθεις εἰς ἡμᾶς δηλονότι μετάγεις

κἀνυπόδητος: διαβάλλει ἐνταῦθα τὸν Σωκράτην καὶ τοὺς σοφοὺς διὰ τὴν ἀπεριττότητα τοῦ βίου αὐτῶν· οὐ γὰρ ἀνυπόδητος ἦν ὁ Σωκράτης καὶ τοιοῦτος περιεπάτει, ἀλλʼ ὅτι περὶ ὑποδημάτων οὐδένα ἐποιεῖτο λόγον, κἂν πάνυ φαῦλα ἦσαν

ἀνέχῃ φέρεις ὑπομένεις ὑπομένῃ

τὸ ἀνέχομαι παθητικῶς, ὃ σημαίνει τὸ ὑπομένω, μετὰ γενικῆς· ἐνταῦθα δὲ ὁ Ἀριστοφάνης πρὸς αἰτιατικήν

σημείωσαι τὸ ἀνέχομαι καὶ μετὰ αἰτιατικῆς

κἀφʼ ἡμῖν χάριν ἡμῶν ἕνεκεν ἡμῶν ἐπὶ τῇ ἰσχύϊ ἡμῶν ἔμπροσθεν ἡμῶν

σεμνοπροσωπεῖς σεμνὸν καὶ ἔντιμον φαίνη ἔχων τὸ πρόσωπον σεμνὸν δεικνύεις τὸ πρόσωπον μέγα φρονεῖς καυχᾶσαι

σεμνοπροσωπεῖς: τουτέστιν ἀπαντᾷς σεμνὴν τὴν ὄψιν ἔχουσι τοῖς σοῖς ὀφθαλμοῖς· ἢ ὅτι σεμνοτάτην καὶ δουλικὴν διάθεσιν δεικνύεις ἡμῖν

τοῦ βαβαὶ ἕνεκα ἕνεκεν

τοῦ φθέγματος ταύτης τῆς φωνῆς

ἱερὸν τίμιον

σεμνόν ἔντιμον τίμιον

τερπνὸν χάριεν ἡδύ

τερατῶδες καταπληκτικόν ἐκπληκτικόν σημεῖον παρὰ φύσιν

ἐντεῦθεν σαφὲς ποιεῖ τὸ τῆς ἀθεΐας Σωκράτους ἔγκλημα. τὸ δὲ «μόναι» ἢ μόναι τῶν ἄλλων δηλονότι, ἢ μόναι, τουτέστι κυρίως καὶ ὁμολογουμένως. τινὲς δέ φασὶ δὲ τὸν Δία ἀλληγορεῖσθαι εἰς τὸ ὕδωρ τὸ ἐκ τῶν νεφελῶν, ὡς καὶ τοῦ ὀνόματος ἡ παραγωγή πως ἐμφαίνει. Ζεὺς γὰρ ἀπὸ τοῦ δεύω, ὃ δηλοῖ βρέχω· ὁ μέλλων δεύσω καὶ ἀφαιρέσει τοῦ ω δεὺς καὶ τροπῇ τοῦ δ εἰς ζ Ζεύς διὸ καὶ Ζῆν ὀνομάζεται ὁ αὐτός· οἱονεὶ γὰρ ζωογονοῦνται τὰ ἐπὶ γῆς τῷ ἐκ τῶν νεφελῶν ὕδατι τὰ ἐπὶ τῆς γῆς καὶ πρὸς εὐφορίαν κινεῖται ἡ γῆ τῷ τοιούτῳ ὕδατι ἀρδευομένη ἐγκαίρως. εἰκότως οὖν φησιν «οὐκ ἔστι Ζεύς»· εἰ γὰρ οὕτως ἔχει, ὡς ἡ ἀλληγορία φησίν, οὐκ ἂν εἴη ἕτερος Ζεὺς ἢ αὐτὸ τὸ ὄμβριμον ὕδωρ τὸ ζωογονοῦν τὰ ἐν τῇ γῇ.

μὰ Διʼ ἀλλὰ πάντα φλύαρος: τουτέστι πάντα δὲ τὰ ἄλλα τὰ περὶ θεῶν λεγόμενα ἤγουν οἱ λεγόμενοι ἄλλοι θεοί εἰσι φλύαροι.

φλύαρος φλυαρία ἀπάτη ματαιότης

φέρε παρέλκον εἰπέ ἄγε

ὑμῖν κτλ. οὐ νομίζεται παρʼ ὑμῶν θεός

ὀλύμπιος ὁ οὐράνιος

οὒ μὴ ὅρα ἵνα

οὔ· οὐδαμῶς

ληρήσῃς φλυαρήσῃς

ἀπόφηναι εἰπέ ἀπόδειξαι ἀπόδειξον

ὕει βρέχει

δήπου περισσόν ὁμολογουμένως

σημείοις ἀποδείξεσι

διδάξω νουθετήσω

φέρε εἴα εἰπέ ἄγε

πώποτʼ κτλ. τὸ «πώποτε» καὶ τὸ «ἤδη» ἐκ παραλλήλου

αἰθρίας εὐδίας οὔσης ἐν καιρῷ εὐδίας

ὕειν βρέχειν

ἀποδημεῖν μακρὰν εἶναι ἀναχωρῆσαι ἀπολείπειν ἀποπέμπειν πόρρω εἶναι

εἰ τὸ ὕειν, φησίν, ἔργον ἦν τοῦ Διός, ἔδει αὐτὸν ὕειν μηδαμοῦ τῶν νεφελῶν φαινομένων. ἴσως δὲ δοκεῖ τὸ λεχθὲν ἔχεσθαι τῆς κατὰ Μύσκελον ἱστορίας. ὁ Μύσκελος γὰρ χρησμὸν δεξάμενος κτίσαι πόλιν, ὅπου ἂν αὐτὸν ὑετὸς λάβοι καταλάβοι ἐξ αἰθρίας, ᾤετο μηδέποτε ἂν κτισθῆναι ὑπʼ αὐτοῦ πόλιν διὰ τὸ ἀδύνατον τοῦ χρησμοῦ. παραγενομένου δὲ αὐτοῦ περὶ τὴν Ἰταλίαν καὶ μηχανωμένου περὶ τὴν κτίσιν τῆς πόλεως παρακαθίσας τὴν παλακίδα δακρύουσαν καὶ ὀδυρομένην καὶ τέλος ὑπολαβὼν τὸν χρησμὸν εἰληφέναι, ἔκτισε τὴν πόλιν.

τῷ ... λόγῳ τῇ παρούσῃ ὑποθέσει

προσέφυσας ἥρμοσας.

προσέφησας εἶπας ἐδίδαξας.

ἀληθῶς κατὰ ἀλήθειαν ὁμολογουμένως

οὐρεῖν κατουρεῖν

τοῦθʼ ὅ με γρ. τοῦτό με

τετρεμαίνειν τρέμειν ἀπορεῖν φοβεῖσθαι

βροντῶσι ἠχοῦσι παταγοῦσι

κυλινδόμεναι κυλιόμεναι συστρεφόμεναι πρὸς ἀλλήλας φερόμεναι

τολμῶν λέγειν τολμηρέ τολμηρῶς λέγων ὁ ἐπιχειρῶν τολματίας ὤν

ἐμπλησθῶσʼ γεμισθῶσι γεμίσωσι πληρωθῶσι κορεσθῶσι ἐμφορηθῶσι

κἀναγκασθῶσι βιασθῶσι

φέρεσθαι κινεῖσθαι ὥστε κινεῖσθαι

κατακρημνάμεναι ὥσπερ κατὰ κρημνὸν ἐμπεσοῦσαι κᾆτα κρεμάμεναι καὶ εἶτα ἀναρτώμεναι, μετεωριζόμεναι

πληρεῖς πεπληρωμέναι γεμάτια

ὄμβρου ὕδατος ὑετοῦ

βαρεῖαι ἀντὶ τοῦ βαρέως σφοδρῶς οὖσαι μετὰ βάρους φορτικαί

ἐμπίπτουσαι μετὰ βάρους συγκρούουσαι προσκρούουσαι καταπίπτουσαι

παταγοῦσιν ἦχον ποιοῦσιν, ὅς ἐστιν ἡ βροντή κτυποῦσιν

πάταγος καὶ ψόφος διαφέρει· καὶ πάταγος ὁ γεγονὼς κτύπος ἔξωθεν τοῦ οἴκου, ψόφος δὲ ὁ ἐντὸς τῆς οἰκίας

ἀναγκάζων ὁ μετὰ βίας κινῶν αὐτάς ὁ ὠθῶν ὁ βιάζων

ὁ Ζεύς «ὑπάρχει» διὰ μέσου

φέρεσθαι κινεῖσθαι

εἰ μὴ ὁ Ζεὺς πάντων προνοούμενος καὶ πάντα κινῶν κινεῖ καὶ τὰς νεφέλας, τίς ἄλλος ὑπάρχει λοιπόν; φησὶ γοῦν· οὐδαμῶς, ἀλλὰ ἡ συστροφὴ τοῦ ἀέρος ἤτοι αὐτὸς ὁ ἀὴρ καταχρηστικῶς, ὃς περὶ τὴν συναφὴν ὢν τοῦ αἰθέρος κινεῖται κινουμένου τοῦ αἰθερίου τοῦ σώματος καὶ αὐτὸν συγκινοῦντος, κινούμενος δὲ ὁ ἀὴρ συγκινεῖ τὰς νεφέλας καὶ συναθροίζει καὶ καταπυκνοῖ, καὶ πάλιν ἀραιοῖ καὶ διαλύει.

ὁ μὲν οὖν Σωκράτης δῖνον εἶπε τὴν τοῦ οὐρανοῦ ἢ τοῦ ἀέρος συστροφὴν καὶ κίνησιν καὶ περιφοράν, ὁ δὲ Στρεψιάδης ποτήριόν τι ἐνόησε κεραμεοῦν «δῖνος» οὕτω καλούμενον παρʼ Ἀττικοῖς, τὸ λεγόμενον καυκίον. δῖνος κυρίως ὁ τόρνος, ἐνταῦθα δὲ ὁ τοῦ ἀέρος κίνησις, ἀφʼ οὗ δίνη ἡ συστροφὴ καὶ δινεῖν τὸ συστρέφειν

«δῖνος» ἐνταῦθα οὐχὶ τὴν αἰθέρος κίνησίν φησιν, ὡς ὁ Σωκράτης φησίν, ἀλλὰ κεραμεοῦν τι σκεῦος ὁ δῖνος ἦν στρογγύλον τε καὶ βαθὺ ἐν Ἀθήναις.

ἀλλʼ αἰθέριος δῖνος: καὶ τοῦτο ἐθρυλλεῖτο παρὰ τοῖς φυσικοῖς· ταῦτα δὲ ἐκ τῶν ἀναξαγορείων λαμβάνει· οὐχὶ τὴν αἰθερίαν δὲ δίνησιν ὑποβάλλων «δῖνος» εἶπεν, ἀλλὰ κεράμεόν ἐστι βαθὺ ποτήριον, ὃ καλεῖται δῆκος ἐν τῇ Ἀττικῇ. τὸ γὰρ ἐκ τούτου γελοῖον εἰς τὴν τοῦ Διὸς παρείληφε διάνοιαν.

αἰθέριος δῖνος ἡ συστροφὴ τοῦ αἰθέρος ἡ τοῦ ἀέρος συστροφή

καλλίων ἐστὶν ὁ δῖνος παρὸ ἡ δίνη· οὕτω καὶ ὁ φλήναφος παρὰ τὴν φληναφίαν καὶ ὁ λῆρος

βασιλεύων ἄρχων

οὐδέπω ἀκμήν οὔπω

πατάγου ἤχου κτύπου

πατάγου κτλ. ἄνοιαν καὶ ἐπιλησμοσύνην προσδιαβάλλει αὐτῷ

μεστὰς πεπληρωμένας πληρεῖς γεμάτας

ἐμπίπτουσας σφοδρῶς ἐπερχομένας προσκρουούσας

παταγεῖν ἠχεῖν κτυπεῖν κτυποῦσι

τὴν πυκνότητα τὴν συνέχειαν

τῷ πράγματι τεκμηρίῳ τρόπῳ, παραδείγματι σημείῳ διὰ τίνος διὰ ποίου σημείου λόγου

σαυτοῦ τῆς ἑαυτοῦ φύσεως τοῦ ἰδίου πάθους

τὰ Παναθήναια ἑορτὴ τῆς Ἀθηνᾶς ἦν πασῶν τῶν ἐν Ἀθήναις τελουμένων ἑορτῶν ἡ μεγίστη, ἐν ᾗ ... σφαττομένων ὡς πασῶν ... πεμπούσης ἑκάστης ἀνὰ ἕνα βοῦν ... ἱερεῖα, οἱ μὲν τῆς ... ζωμοὺς σὺν τμήματι ἄρτου βραχυτάτῳ.

τὰ Παναθήναια ἑορτὴ παρʼ Ἀθηναίοις μεγίστη ἦν. ἐπεὶ οὖν ἐν αὐτοῖς πᾶσαι αἱ ὑπὸ Ἀθηνῶν ἀποικισθεῖσαι πόλεις βοῦν τεθυσόμενον ἔπεμπον· νόμος γὰρ καὶ ἔθος ἦν τοῦτο, ὅθεν καὶ συνέβαινεν ἀφθονίαν εἶναι κρεῶν, ὥστε κορέννυσθαι πληρουμένους τοὺς βουλομένους ἀκωλύτως καὶ κρεάτων τε καὶ ζωμῶν.

ἐμπλησθεὶς πληρωθείς κορεσθείς γεμισθείς γεμίσας

εἶτʼ ἀργὸν ἀττικῶς περισσόν

τὴν γαστέρα τὴν σὴν κοιλίαν

κλόνος ταραχή πνεῦμα

διεκορκορύγησεν ποιὰ λέξις ἐτάραξεν διετάραξεν ἠχῆσαι ἐποίησεν

διεκορκορύγησεν κορκορυγὴ κυρίως ἐπὶ ἵππου διεκορκορύγησεν: μεταφορικῶς ἀπὸ τῶν ἵππων· ἡ κοινῶς γοργορική

κορκορυγὴ λέγεται ἡ τῶν ἐντέρων βοή

δεινὰ χαλεπά μεγάλως βαρέα

τὸ «δεινόν» σημαίνει τρία· δεινὸν τὸ κακόν, δεινὸν τὸ μέγα καὶ δεινὸν τὸ ἐπιτήδειον, ἐξ οὗ καὶ «δεινὸς ῥήτωρ».

τὸ ζωμίδιον παταγεῖ: καταχρηστικῶς τοῦτο· οὐ γὰρ τὸ ζωμίδιον ἐν τῇ γαστρὶ παταγεῖ, ἀλλὰ ταύτην ποιεῖ παταγεῖν ἤτοι ἦχόν τινα ἀποτελεῖν

παταγεῖ ἠχεῖ κτυπεῖ

δεινὰ χαλεπά χαλεπῶς φοβερά

κέκραγεν βοᾷ ἐβόησεν ἠχεῖ ἤχησεν

ἀτρέμας ἡσύχως

παππὰξ παππάξ πεποιημέναι φωναί ποιὰ φωνή

ἐπάγει ἐπιφέρει

χέζω ἀποπατῶ

βροντᾷ ἠχεῖ ὥσπερ βροντή

σκέψαι ἀναλογίσαι καὶ ἀναλογίζου ἐνθυμήθητι συλλογίσθητι ἴδε ἀναλογίσθητι σκόπησον θέασαι

τοίνυν λοιπόν

γαστριδίου κοιλιοπούλου μικρᾶς γαστρός κοιλίας

τυνουτουΐ σφίγξας ... δείκνυσι· τοῦτο πάνυ σμικρόν δεικτικῶς· ἤγουν σμικροῦ λίαν μικροῦ, πάνυ μικρᾶς, οὐδαμινοῦ

δοκεῖ ἐνταῦθα ὄγκον τινὰ τυχὸν πάνυ σμικρὸν αὐτῷ δεικνύναι συναγαγὼν τυχὸν τοὺς αὐτοῦ δακτύλους. τιννοῦτον γὰρ λέγεται τὸ μικρόν καὶ κλίνεται τιννούτου, καὶ κατὰ ἐπέκτασιν τοῦ ι διὰ πλείονα ἔνδειξιν τιννουτουΐ

παίζων ἀντὶ τοῦ εἰπεῖν «πέπονθας» «πέπορδας» εἶπεν ἀκολούθως τῇ πρὸ τούτου φλυαρίᾳ καὶ τοῖς μετὰ ταῦτα πάλιν ληρήμασιν

ἀπέραντον πάνυ λίαν μέγαν ἀπλήρωτον ἀτελείωτον

εἰκὸς ἐνδεχόμενον πρέπον

ὁμοίω ὡς δισύλλαβα πάρισα ἤγουν ἰσοκατάληκτα

πόθεν ἀπὸ ποίου τρόπου ἀπὸ ποίας αἰτίας

αὖ δή· περισσόν πάλιν

φέρεται κινεῖται ὁρμᾶται

λάμπων πυρί πυρώδης ὤν

λάμπων λαμπόμενος

ἕξ εἰσιν εἴδη κεραυνῶν· ψολόεντες, πυρόεντες, σκηπτοί, ἑλικίαι, ἀργῆτες καὶ καταιβάται, ὧν οἱ μὲν φρύγουσι καὶ ἀποτεφροῦσι βάλλοντες, οἱ δὲ περιφλύουσι καὶ ἀσβολοῦσιν ἤτοι μελαίνουσιν, ἄλλοι δὲ ἡμιφλέκτους δρῶσι τοὺς βαλλομένους.

θέλει γοῦν ἵνα μάθῃ ἐνταῦθα τὰ εἴδη τῶν κεραυνῶν. κεραυνὸς βαῦνος καὶ πῦρ, κείρων καὶ κόπτων.

καταφρύγει διόλου τελείως καίει κατακαίει περικαίει βάλλει ἀφανίζει φθείρει

βάλλων πλήττων

ἡμᾶς τοὺς πένητας τοὺς ἀνθρώπους

τοὺς δὲ ζῶντας τοὺς μὴ ἀποθανόντας

περιφλύει ἀμαυροῖ ἐπὶ πολὺ καίει περιφλέγει περιφλέγει κύκλῳ μετρίως καίει φλέγει τὸ λεγόμενον τζουρουφαίζει

καταφρύγει τοὺς πένητας, διότι εἰσὶν ἄστεγοι· οἱ δὲ πλούσιοι ἐπεὶ κέκτηνται οἴκους, περιφλύει αὐτούς

φλέω τὸ ὁρμῶ, περιφλέω τὸ περικυκλῶ· ἐξ οὗ καὶ φλυὸς ὁ τοῦ δένδρου τροπῇ τοῦ ε ψιλοῦ εἰς υ ψιλόν.

φανερῶς ὁμολογουμένως ἐναργῶς

μῶρε ἀνόητε μωρέ

Κρονίων ὄζων μωριῶν ἀποπνέων μωρίας βρωμῶν παλαιῶν μωριῶν μωρίας παλαιᾶς ὀσμὴν ἀποπέμπων παλαιότητος

Σατούρνια καὶ Πατούρνια ἑορτὴ τοῦ Κρόνου ῥωμαϊκῶς.

κρονίων ὄζων: οἷον ἀρχαϊκῆς εὐηθείας καὶ μωρίας ὀσμὴν ἀποπέμπων, παρόσον ὁ Κρόνος ἀρχαῖος. ἔστι δὲ καὶ Κρόνια ἑορτὴ παρʼ Ἕλλησι, τὰ καλούμενα Ἀπατούρια.

βεκκεσέληνε ἀφρονέστατε ἀρχαιότατε ἀρχαϊκέ ἀρχαῖε παλαιέ νήπιε μωρέ μωρότατε γενικῶς μωρέ ἀναίσθητε

διπλῆ ἐστιν ἡ τοῦ βεκκεσελήνου ἱστορία, μία μὲν περὶ τοῦ βέκ, ὅτι ἐπὶ ... Φρύγες φιλονεικοῦντες ... δὲ προστάξας δύο παιδία εὑρεθῆναι ἀρτιγέννητα, καὶ εὑρεθέντα προσέταξε ταῖς μητράσιν αὐτῶν θηλάζειν αὐτὰ σιωπηρῶς, ἔχειν δὲ αὐτὰς παρʼ αὐτοῦ καὶ τοὺς παῖδας ἄφθονα τὰ χρειώδη. οὐ μὴν ἐγλωττοτόμησεν αὐτὰς ... τοῦτο καὶ θηριῶδες. τρίτῳ δὲ ἢ δευτέρῳ ἐκ ... ἐνιαυτῷ τὰ ... τοῦ οἴκου, ἐν ᾧ ἦσαν συγκεκλεισμένα, ὑφαπλοῦντα τὰς χεῖρας βὲκ ἔλεγον συνεχῶς. γνωσθέντος δὲ τοῦ βὲκ ἄρτον σημαίνειν φρυγιστὶ διέγνω ἀρχαιοτέρους πάντων εἶναι τοὺς Φρύγας. ἡ δὲ ἑτέρα, ὅτι τοὺς προσελεῖν ... ὅτι ἔλεγον οἱ Ἀρκάδες, ὥς φασιν, ἑαυτοὺς καὶ πρὸ τῆς σελήνης εἶναι, ἢ ὡς μεγαλαυχοῦντες, ἢ ὅτι πρῶτοι πάντων ἀνθρώπων αὐξομειώσεις ... σελήνης παρετήρησαν. ταύτας οὖν τὰς δύο μίξας ἱστορίας τὸ «βεκκεσέληνος» συνέθηκεν.

Ψαμμίτιχος ὁ βασιλεὺς Αἰγύπτου ἐθέλησε ἠθέλησε γνῶναι τοὺς ἀρχαιοτέρους τῶν ἀνθρώπων· καὶ τροφόν τινα γλωσσοτομήσας ἀπέκλεισεν ἐν οἴκῳ μετὰ βρέφους. ἤδη δὲ τοῦ παιδὸς αὐξηθέντος καὶ βοῶντος «βέκ» ἔγνω ἐκ τούτου ὁ βασιλεύς, ὅτι ἀρχαιότεροι πάντων ἀνθρώπων ἦσαν οἱ Παφλαγόνες· παρʼ αὐτοῖς γὰρ ὁ ἄρτος βὲκ λέγεται. ὁ δὲ Σωκράτης ἐνταῦθα συνθέτως δὲ εἶπε τὴν λέξιν καὶ οὕτως δηλοῦσαν τὴν ἀρχαιότητα.

βάλλει πλήττει καίει τιτρώσκει κρούει

δῆτʼ ἀληθῶς λοιπόν

ἐνέπρησεν κατέκαυσεν ἔκαυσεν

βάλλει καίει πλήττει τιτρώσκει φθείρει

τὰς δρῦς τὰ δένδρα τὸ δένδρον

δῆθʼ ἀληθῶς κατὰ ἀλήθειαν λοιπόν

ὁ κεραυνός ἡ φύσις τοῦ κεραυνοῦ

μετεωρισθεὶς ἀναχθείς· ἀπὸ γὰρ τῶν κάτω ἀνέρχεται εἰς τὰ ἄνω

κατακλείσθῃ περιληφθῇ ἀσφαλισθῇ ἐντὸς αὐτῶν κλεισθῇ

κύστιν κοιλίαν φούσκαν

φυσσᾷ ποιῇ κατʼ ἐξογκείαν ἐξογκοῦται ὀγκοῖ

ἀνάγκης βίας

σοβαρὸς ὁρμητικός ὀξύς ἐπηρμένος, σφοδρός αὐθάδης, ὑπερήφανος

τὴν πυκνότητα τὴν συνέχειαν τὸ εἶναι καταπεπυκασμένος

ῥοῖβδος ὁ ῥοῖζός ἐστι κατὰ διάλυσιν τοῦ ζ εἰς σ καὶ δ, εἶτα τροπὴν τοῦ σ εἰς β. ἔστι δὲ ῥοῖζος ποιὰ φωνὴ κυρίως ἐπὶ ὕδατος καὶ πυρὸς λεγόμενος

ῥοίβδου πυκνότητος ψόφου κτύπος ἐπὶ ὕδατος καὶ ἐπὶ πυρός

τῆς ῥύμης τῆς ὀξείας φορᾶς βίας κινήσεως

κατακαίων ἐκπυρῶν ἀνάπτων φθείρων διαφθείρων

αὐτὸς ἑαυτὸν κατακαίων: ἤτοι ὅλος διόλου ὢν καυστικὸς καὶ ἀφανιστικός

Διασίοισιν: ὅτι καὶ τὰ Διάσια ἑορτὴ ἦν τοῦ Διὸς τοῦ Μειλιχίου ἐν Ἀθήναις μηνὸς ἀνθεστηριῶνος φθίνοντος τελουμένη. ὁ Ἀχαρνεὺς δὲ Ἀπολλώνιος διακρίνει τὰ Διάσια ἀπὸ τῆς τοῦ Διὸς Μειλιχίου ἑορτῆς. συνήρχοντο οὖν ἔξω τοῦ τείχους οἱ Ἀθηναῖοι πανδημεὶ ἑορτάζοντες.

ἀτεχνῶς ἀληθῶς ἀμέλως, ἀμαθῶς

ὤπτουν ὀπτὴν ἐποίουν ὀπτηθῆναι ἐποίουν

γαστέρα κοιλίαν προβάτου ζῴου δῆλον

τοῖς συγγένεσι ν τοῖς φίλοις τοῖς ἐμοῖς χάριν ἕνεκεν τῶν συγγενῶν

ἔσχων ἔσχαζον ἤγουν ἔσχιζον ἔσχον ἔσχιζον

ἐφυσσᾶτʼ ὠγκοῦτο ἐξωγκοῦτο ὑπὸ τοῦ πνεύματος

διαλακήσασα διασχισθεῖσα κτυπήσασα ἠχήσασα διασπάσασα

προσετίλησεν τὸ κοινῶς ἐτζύλησεν καὶ ἐξηκόντισεν προσεράντισεν, προσετζίλησεν τὸ λεγόμενον ἐτζύλησεν μετὰ σφοδρότητος ἔφθειρεν, βιαίως ἦλθεν ἐσκόρπισεν

προσετίλησε: κυρίως ἐπὶ τῶν σφοδρῶν καὶ βιαίως παχύ τι καὶ συνεστηκὸς ὑγρὸν ἐσκορπισμένον ἀθρόως ἔξω ῥιπτόντων

μεγάλης ἰσχυρᾶς πολλῆς θαυμαστῆς ὑψηλῆς

σοφίας γνώσεως

μεγάλης σοφίας: ἀντιδιαστέλλει ταύτην ἀπὸ τῆς μικρᾶς· σοφία γάρ ἐστιν ἡ τῶν θείων γνῶσις καὶ πάντων τῶν ὄντων ὡς οἷόν τε καὶ ἡ γνῶσις ἁπλῶς. ἐπεὶ οὖν καταγίνεται περὶ μεγάλα καὶ μικρὰ αὕτη, διʼ αὐτὸ τὴν ἀντιδιαστολὴν ἐποιήσατο.

παρʼ ἡμῶν λαβεῖν αὐτήν, τὴν σοφίαν

ὡς ἴσθι ὅτι γίνωσκε λίαν

μνήμων μνημονευτικός μνημονικός

φροντιστὴς μεριμνευτικός σκεπτικός ἐξεταστής ἐπιμελητής φροντίζων

τὸ ταλαίπωρον τὸ καρτερικόν τὸ ὑπομένειν τλητικόν

καὶ τὸ ταλαίπωρον: δείκνυσι διὰ τούτων πάντων τὸν τῶν φιλοσόφων βίον, ὅτι ἀπέριττος ἦν

καὶ τὸ ταλαίπωρον: ἤγουν εἴπερ ὑπάρχεις ὑπομονητικὸς καὶ γενναῖος πρὸς τὰ δυσχερῆ ἀνθιστάμενος

κάμνῃς ἀπαγορεύῃς, κοπιᾷς ἀδημονεῖς κακοπαθεῖς ἀπελπίσῃς δυσχεραίνῃς κοπιᾷς ἀκηδιᾷς.

βαδίζων περιπατῶν

ἐν γὰρ μόνῳ τῷ τρίβωνι ἐχείμαζον οἱ φιλόσοφοι

ῥιγῶν ψυχραινόμενος

ῥιγώω ῥιγῶ ἐπὶ σώματος, ῥιγέω δὲ ῥιγῶ ἐπὶ ψυχῆς.

ἄχθειῃ λυπεῖ σε λυπῇ λυπῆσαι λύπην ἔχεις ἀγανακτεῖ βαρῆσαι

ἀριστᾶν εὐωχεῖσθαι γευματίζειν ἐσθίειν

ἄριστον τὸ γεῦμα καὶ ἄριστον τὸ λαμπρόν· καὶ ἀπὸ τοῦ ἄριστον τὸ γεῦμα γίνεται ἀριστάω, ἀριστῶ, ἀπὸ δὲ τοῦ ἄριστον τὸ λαμπρόν ἀριστεύω, τροπαιουχῶ.

ἀπέχῃ ἀφίστασαι μακρὰν ὑπάρχῃς ὑπάρχεις ἀποχὴν ποιεῖς

γυμνασίων ἄθλων καὶ παιγνίων

ἀνοήτων τῶν ἀφροδισίων λέγει· τὸ γὰρ ἀνοηταίνειν μωραίνειν διὰ τὸ ἀφροδισιάζειν ἔλεγον παιγνίων ἃ οἱ τρυφηλοὶ μετέρχονται μωρῶν καὶ ἀσυνέτων ἐπιθυμιῶν

εἰκὸς ἐνδεχόμενον πρέπον

δεξιὸν ἀγαθὸν καὶ εὐφυῆ εὐφυῆ καὶ ἐπιτήδειον ἐπιτήδειον, φρόνιμον

πράττων μοχθῶν ἐνεργῶν ποιῶν ὥστε ἐν τῷ πράττειν

βουλεύων συμβουλεύων συμβουλευόμενος διαλογιζόμενος τοῖς ἐρωτῶσι ἐν τῷ βουλεύεσθαι

τῇ ... πολεμίζων διαλεγόμενος κατατροπῶν τοὺς δανειστάς διὰ τῶν λόγων καὶ ἐπιχειρημάτων αὐτοῦ μαχόμενος

στερρᾶς καρτερικῆς ὑπομονητικῆς ἀνδρείας ἰσχυρᾶς γενναίας

δυσκολοκοίτου δυσκολῶς κοιμᾶσθαι ποιούσης τῆς ποιούσης δυσκολαίνειν τὴν κοίτην δυσχερεστάτης δυσκόλου κοίτης δυσχερῶς ἐχούσης κοιτάζεσθαι δυσχεροῦς

μερίμνης φροντίδος

φειδωλοῦ ἐγκρατοῦς ἀκριβοῦς ἀκριβολογουμένης

φειδωλοῦ κτλ. ἤγουν ἐγκρατείας

τρυσιβίου παρὰ τὸ τρύχω ἐπιπόνου τρυχούσης τὴν ζωήν ὑπὸ ἐνδείας θρυπτομένης ἀφανιζούσης τρυχούσης καὶ φθειρούσης τὸν βίον ἀφανιστικῆς τῆς τρυφῆς

τῆς τρυχούσης καὶ ἀφανιζούσης τὸν βίον διὰ τὴν ἀδδηφαγίαν τρυσιβίου τρύσις, νόσος, πόνος

θύμβρη, ἡ καὶ θύμβρον οὐδετέρως λέγεται βοτάνη τίς ἐστιν ἐλαχίστη ... οἱ κοινοὶ καλοῦσι θρύμπην ... φειδωλὸν καλοῦσι θυμβρεπίδειπνον λέγομεν

θυμβρεπιδείπνου φειδωλῆς, εὐτελοῦς περὶ τὰς τροφάς δειπνούσης θρύμβου τοῦ λαχάνου, εὐτελῶς δειπνούσης, θρύμβον θρύμβους δειπνούσης τῆς φαγούσης θρύμβον πρὸς δεῖπνον, ἐλάχιστον κρόμμυον

γαστρὸς κοιλίας

θρύμβος εὐτελὲς λάχανον καὶ δεῖπνον ἡ τροφή. τὸ γοῦν «θρυμβεπίδειπνος» σκῶμμα τῶν φιλοσόφων, ὅτι εὐτελῆ τινα ἤσθιον.

ἀμέλει ἀργόν ἀφροντίστει ἀφροντίστως ἔχε μὴ φρόντιζε

θαρρῶν θάρρος ἔχων θάρρει μετὰ θάρρους

ἐπιχαλκεύειν τὸ ἐμὸν σῶμα

ἐπιχαλκεύειν: ἐκ μεταφορᾶς τοῦ ἄκμωνος. ὡς γὰρ ἐπάνω τοῦ ἄκμωνος οἱ χαλκεῖς τὰ χαλκευόμενα χαλκεύουσιν, οὕτω καὶ ὑμεῖς ἐπάνω τοῦ ἐμοῦ σώματος οἱονεὶ χαλκεύετε ἤτοι ποιήσατε, ἣν ἂν βούλοισθε διδασκαλίαν.

εἶναι γρ. ἤδη.

ἀλλὰ σκόπει, φησίν, ὅτι οὐδένα νομιεῖς εἶναι ἄλλον θεὸν οὐδένα δῆτα. τὸ δὲ «δῆτα» ἔμφασιν ἔχει, οἷον· εἰ καὶ νομίζεις καὶ ἄλλον τινὰ θεὸν ἄνευ ὧν νομίζομεν ἡμεῖς, οὐκ ἀληθῶς καὶ ὀρθῶς νομίσεις αὐτόν.

τὸ Χάος ἤγουν τὸν ἀέρα, παρὰ τὸ κεχύσθαι τὴν τοῦ ἀέρος χύσιν

τὴν γλῶτταν εἰς τὸ στρέφεσθαι τὴν διάλεκτον, καθʼ ἣν διαλεγόμεθα

διαλεχθείην ὁμιλήσαιμι χαιρετίσω

ἀτεχνῶς παντελῶς φανερῶς προδήλως

θύσαιμʼ θυσίαν ποιήσαιμι θυσιάσαιμι

σπείσαιμʼ σπονδὴν ποιήσαιμι προσάξω σπονδὰς προσάξαιμι θύσαιμι διʼ ὑγρῶν

θυσία σπονδῆς διαφέρει· ἐπὶ πλέον γάρ ἐστι τῆς σπονδῆς ἡ θυσία, διότι σπονδή ἐστιν ἡ ἐπὶ διαλλαγῆς ἐχθρῶν τινων θυσία καὶ ἐπὶ διαλλαγῇ ὅρκοι θυσία δὲ καὶ ἡ ἁπλῶς τελουμένη

ἐπιθείην θυσιάσαιμι, δώσοιμι θήσω

θαρρῶν μετὰ θάρρους

οὐκ ἀτυχήσεις οὐκ ἀποτεύξῃ ὧν θέλεις τῆς προσδοκίας καὶ τοῦ ἐφετοῦ οὐκ ἀποτυχήσεις οὐκ ἀποτύχῃς ἐπιτυχεῖν οὐδαμῶς ἀποτυχεῖν μέλλεις οὐκ ἀστοχήσεις, δυστυχήσεις ἀλλʼ εὐτυχήσεις

ἀτυχῶ παρὰ μὲν τοῖς λογοποιοῖς τὸ δυστυχῶ, παρὰ δὲ τοῖς ποιηταῖς τὸ ἀποτυγχάνω, ὡς ἐνταῦθα.

τιμῶν σεβόμενος

θαυμάζων ἐπαινῶν διὰ θαύματος ἄγων ἐκπληττόμενος

ζητῶν βουλόμενος θέλων

δεξιὸς σοφός· ἀλλαχοῦ δὲ εὐφυής πεπαιδευμένος ἀγαθός ἐπιτήδειος φρόνιμος συνετός

δέσποιναι κυρίαι κύριαι

δέομαι δέησιν ποιῶ ἀξιῶ, ἱκετεύω παρακαλῶ

τοίνυν λοιπόν

ὦ δέσποιναι, τοίνυν δέομαι ὑμῶν τοιοῦτον δηλονότι γενέσθαι με, ὥστε εἶναί με ἄριστον τῶν Ἑλλήνων ἐν τῷ λέγειν ἐν ἑκατὸν σταδίοις, ἤγουν πάνυ μικρὸν πάνυ τοῦτο ὄν, ἀντὶ τοῦ μικροῦ ὄντος

δέομαι ὑμῶν, ὦ δέσποιναι, —λιπὸν κατά—τοῦτο πάνυ σμικρόν, ὑπάρχον δηλονότι, εἶναί με ἄριστον ἀπὸ τῶν Ἑλλήνων, ἤγουν γενέσθαι καὶ φαίνεσθαι, ἐν τῷ λέγειν καὶ δημηγορεῖν ἑκατὸν σταδίοις ἤγουν διὰ ἑκατὸν σταδίων.

λέγειν ἐν τῷ δημηγορεῖν εἰς τὸ ῥητορεύειν

εἶναί με λέγειν, ἤγουν νὰ δοξάζωμαι παρʼ ἀνθρώπων· τὸ δὲ ἄριστον ἑκατὸν σταδίοισιν, τουτέστιν ἵνα ὑπερέχω ρʹ στάδια τῶν Ἑλλήνων

ἄριστον κρείττονα κρείττω ἐξῃρημένον

τοῦδε τοῦ καιροῦ δηλονότι τοῦ νῦν, ἀπὸ ταύτης τῆς ὥρας.

δήμῳ πλήθει τῶν Ἀθηναίων

γνώμας εἰς βουλάς βουλάς ἐνθυμήσεις λόγους ἀποφάσεις ζητήματα

νικήσει εὐδοκιμήσει λέγων

γνώμας βουλάς συμβουλάς

μεγάλας συνετάς ὑψηλάς

ὅσʼ ὅσα λυσιτελήσει ἐμοὶ πρὸς τό δυνατὸν ἔσεται, συντείνουσι τό καθʼ ὅσον τοσάδε τε ὅσον ἔσται ἀρκοῦν ἱκανά

ἐμαυτῷ χάριν ἐμαυτοῦ.

στρεψοδικῆσαι διαστρέφειν τὰς δίκας διαβαλεῖν ἀντιστρέψαι καὶ ἀποκρούσασθαι στρέψαι καὶ μεταβαλεῖν τὰς δίκας τὴν δίκην

στρεψοδικῆσαι: ἤγουν στρέψαι καὶ μεταβαλεῖν τὰς δίκας ἤγουν τὰς δικαιοσύνας ἐν τοῖς δικαστηρίοις εἰς ἀδικίας, καὶ ἐκ τούτου δυνηθῆναι ἐκφυγεῖν τοὺς δανειστάς.

τοίνυν λοιπόν

προπόλοισιν τοῖς μαθηταῖς δούλοις ὑπηρέταις τοῖς πιστεύουσιν ἐν ἡμᾶς ἱερεῦσι ἤγουν τῷ Σωκράτει καὶ Χαιρεφῶντι καὶ τοῖς αὐτοῦ νεωκόροις

τοῦθʼ γρ. ταῦτα ταῦθʼ γρ. τοῦθʼ

πιστεύσας θαρρήσας ἐλπίσας

ὑμῖν πιστεύσας ἐξ ὑμῶν πίστιν λαβών

πιέζει βιάζεται βιάζει θλίβει συνθλίβει ἀναγκάζει κατεπείγει

τελευταῖος ... ἀναπαιστικῶν

γάμον συζυγίαν

ἐπέτριψεν ἠφάνισεν, ἐδάμασεν

σύστημα ἐκ κώλων ιηʹ· τὸ αʹ ἀναπαιστικὸν τρίμετρον βραχυκατάληκτον· τὸ βʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· τὸ γʹ ὅμοιον τῷ βʹ· τὸ δʹ σπονδειακὸν δίμετρον ἀκατάληκτον· τὸ εʹ ὅμοιον τῷ βʹ καὶ γʹ· τὸ Ϟʹ ὅμοιον τῷ δʹ· τὸ ζʹ ὅμοιον τῷ βʹ καὶ γʹ· τὸ ηʹ ὅμοιον· τὸ θʹ ὅμοιον· τὸ ιʹ ὅμοιον· τὸ ιαʹ ὅμοιον· τὸ ιβʹ ἀναπαιστικὸν μονόμετρον· τὸ ιγʹ ὅμοιον τοῖς προτέροις· τὸ ιδʹ ὅμοιον· τὸ ιεʹ ὅμοιον· τὸ ιϞʹ ὅμοιον τῷ δʹ· τὸ ιζʹ σπονδειακὸν μονόμετρον· τὸ ιηʹ ἀναπαιστικὸν δίμετρον καταληκτικόν.

ἀτεχνῶς φανερῶς προδήλως

β. ἀτεχνῶς γρ. ἀληθῶς

βούλονται γρ. βούλοιντο

βούλονται οἱ μέλλοντες διδάσκειν οἱ διδάσκαλοι

ἐμφαίνει διὰ τούτων πάντων, ὅτι οἱ ἄδικοι ἑτοίμως ἔχουσι πάντα ὑπομένειν, ὅπως ἀδικῶσι καὶ ἐν τούτῳ τοὺς ἐγκαλοῦντας δύνωνται ἀποκρούεσθαι

αὐχμεῖν ξηραίνεσθαι ἀλουτιᾶν, κατάξηρον εἶναι ξηρότητι κατέχεσθαι κατέχειν

ῥιγοῦν γυμνητεύειν ψυχραίνεσθαι κρύος φέρειν

ἀσκὸν δέρειν ποιῆσαι ὥστε

ἀσκὸν οἷα ὡς παρασκευάζειν ὥσπερ

δέρειν τύπτεσθαι

δαίρω τὸ ἐκδαίρω δίφθογγον, δέρω δὲ τὸ τύπτω ψιλόν. ὁ δὲ κύρος Μανουὴλ ὁ τοῦ Κρήτης ἀμφότερα διὰ τοῦ ε ψιλοῦ γράφει ἔν τινι ἐπιγράμματι. ἔδειρα δὲ καὶ ἐπὶ τῶν δύο διὰ διφθόγγου.

θρασύς εὔτολμος αὐθάδης ἀνδρεῖος ἀλαζών

εὔγλωττος εὔστροφος κατὰ γλῶτταν στωμύλος εὐκόλως στρέφων ἤγουν κινῶν τὴν γλῶτταν ἐν τῷ λέγειν εὔστροφον γλῶτταν ἔχων λάλος

τολμηρός θαρραλέος ἀναιδής θρασύς τόλμην ἔχων

ἴτης ὁρμητικὸς εἰς πάντα ἄγριος· ἤγουν πτωχὸς ἀναίσχυντος θρασύς, ἰσχυρός

ταῦτα πάντα εἰρωνευόμενος καὶ διασύρων τοὺς περὶ Σωκράτους φιλοσόφους ὁ Ἀριστοφάνης λέγει, ὅτι δηλονότι τοιοῦτοί εἰσι καὶ αὐτοὶ καὶ τοιοῦτον μαθητὴν ἀποτελέσουσι τὸν Στρεψιάδην

βδελυρός πόρνος, μισητός μυσαρός συχαντός μεμισημένος διὰ τὸ πείθειν.

ψευδῶν ψευσμάτων

ψευδῶν συγκολλητής ψεύστης λόγων· ἤγουν πιθανολόγος πτωχὸς ἀναίσχυντος συμπλέκων τὰ ψεύδη συνάπτων καὶ συγκολλῶν καὶ λέγων τὰ ψεύδη καλῶς δυνάμενος συναρμόζειν καὶ συμβιβάζειν τοὺς ψευδεῖς λόγους ἐν ταῖς ἀντιλογίαις

συγκολλητής συρραφεύς ἐφευρετής συναρμοστής συνθετής

εὑρησιεπής εὑρεσιλόγος εὑρεσιολόγος ἐφευρετὴς λόγων ψευδῶν πολύλογος ἑτοιμολόγος λόγους ἐφευρίσκων εὑρίσκων καὶ ἀπολογίαν καινοὺς λόγους εὑρίσκων.

περίτριμμα ἐντριβὴς ἄκρον ἀφανισμός ἀποκρυπτής

περίτριμμα δικῶν κατατετριμμένος ἐν ταῖς δίκαις

κύρβεις ἀρσενικῶς στῆλαί τινες, ἐν αἷς ἦσαν οἱ νόμοι γεγραμμένοι.

κύρβις γνώστης νόμων μνήμων μνημονικός νόμιμος, λάλημα, νομομαθής μηδαμῶς πίπτων ἐν τῷ διαλέγεσθαι, λάλημα

κρόταλον εὔηχος κωδώνιον

κίναδος δὲ καλεῖται μὲν κυρίως ἡ ἀλώπηξ, καὶ ἀπὸ ταύτης ὁ πανοῦργος· πανουργότατον γὰρ τὸ ζῷον.

κίναδος ὁ πανοῦργος, παρὰ τὸ κινῶ, ὁ κινούμενος ἄδδην καὶ δαψιλῶς· κύνοιδος ὁ ἀναίσχυντος, ὁ ὅμοιος κυνί· κίναιδος δὲ ὁ πόρνος, ἀπὸ τοῦ κινεῖν τὰ αἰδοῖα.

κίναιδος καὶ κίναδος ... ἰδίως δέ φασιν οἱ ποιηταὶ τὴν ἀλώπεκα, ἀπὸ τοῦ κινεῖν τὰ αἰδοῖα.

κίναδος ἀναιδής πεπονηρευμένος

τρύμη τρυπάνη δυνάμενος τρύχειν καὶ δαμάζειν

μάσθλης πολυγνώμων μάστιξ, μεμαλαγμένος, ἔμπειρος εἰς ἀντιλογίαν εὐμετάβολος

εἴρων φιλόκακος εἰρωνευτής παίζων πάντα ὑποκριτής εἰρωνικός

γλοιός εὐφραντικός ἡ τρὺξ καὶ ὁ ῥύπος τοῦ ἐλαίου

ἀλαζών ἀναιδής κενόδοξος ὑπερήφανος

ἀλαζών ἐπηρμένος· ἀπὸ τοῦ οἴεσθαι τοῦτον ἄλλην ζωὴν ζῆν ἤγουν οὐ μετέχειν τῆς κοινῆς φύσεως.

κέντρων τιτρώσκων δίκην κέντρου πλήκτης πλήττειν δυνάμενος οἱονεὶ διὰ κέντρου πλήττων

μιαρός κακός φθονούμενος, χαλεπός μεμιασμένος

στρόφις εὔστροφος στρεπτολόγος στρεπτικὸς λόγων δυνάμενος στρέφειν ὧδε κἀκεῖσε τὴν γλῶτταν τοῖς λόγοις στρέφων τὰ πράγματα

στρόφις ἀντὶ τοῦ στρόφιγγος· ἡ μεταφορὰ δὲ οἷον εὔστροφος καὶ εὐκίνητος ἐν τοῖς πράγμασι. λέγεται δὲ στρόφιγξ τὸ τοῖς σωλῆσιν ἐμβαλλόμενον, ὥστε τὴν τοῦ ὕδατος ἐπέχειν ὁρμήν, ὅταν τις θελήσῃ, καὶ αὖ πάλιν ἀνιέναι, ὃ κοινῶς πετύνιον λέγεται.

ἀργαλέος λυπηρός.

ματιωλοιχὸς δὲ ὁ ὑπʼ ἄκρας φειδωλίας τὸν ἑαυτοῦ σίαλον περιλείχων.

μάτιον ἔλεγον οἱ παλαιοὶ τὸ νόμισμα. ἐκ τοῦ λείχω· οἱ γὰρ ἀκριβεῖς σχεδὸν λείχουσι τὰ νομίσματα.

ματιολοιχός μυκτηριστής

ματτιολοιχός ἐκ μεταφορᾶς τῶν μασσώντων παρὰ τὸ μάτην καὶ τὸ λοίχος ὁ ὄλεθρος

λέγουσιν γρ. καλοῦσιν

καλοῦσʼ γρ. λέγουσι

ἀπαντῶντες συναντῶντες οἱ μαθηταί οἱ ἄνθρωποι ἐμοί

δρώντων ποιήτωσαν οἱ διδάσκαλοι

τῇ γενικῇ τῶν πληθυντικῶν τῶν μετοχῶν χρῆσθαι ἀντὶ τρίτων προσώπων τῶν δυϊκῶν προστακτικῶν ῥημάτων, ὡς ἐνταῦθα τὸ «δρώντων» καὶ ἀλλαχοῦ «λεγόντων» ἀντὶ τοῦ «δράτωσαν» καὶ «λεγέτωσαν»

ἀτεχνῶς προδήλως φανερῶς σαφῶς

τὴν Δήμητρʼ τὴν γῆν

χορδὴν ἔντερον

ἐπειδὴ τὰς ὄπισθεν ὀνομασίας ἤρα ὥστε καλεῖσθαι, ἐμφαίνει τρόπον τινά, ὅτι πάντα, ἃ δύνανται ποιεῖν οἱ ταύτας καλούμενοι, καὶ αὐτὸς ἠδύνατο· φησὶν οὖν, ὅτι παρατέθωσαν τοῖς σοφισταῖς ἤγουν διδασκάλοις χορδὴν ἐξ ἐμοῦ, ἤγουν λόγον τινὰ περιπεπλεγμένον ταῖς πανουργίαις, ἵνα αὐτὸν δοκιμάσωσιν. οἱ δὲ οὐ τὸν νοῦν αὐτὸν λέγουσιν, ἀλλά φασι παίζοντα τὸν Στρεψιάδην εἰπεῖν τὸ κοπροδόχον αὐτοῦ ἔντερον προθεῖναι. τοῖς σοφισταῖς

παραθέντων τραπεζωσάτωσαν οἱ μαθηταὶ παρατέθωσαν

ἕτερον σύστημα ἐκ κώλων κʹ· τὸ αʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον ἀρχιλόχειον καλούμενον· τὸ βʹ ὅμοιον· τὸ γʹ δακτυλικὸν δίμετρον καταληκτικόν· τὸ δʹ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον· τὸ εʹ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλλικόν· τὸ Ϟʹ ἰαμβικὴ βάσις ἤτοι μονόμετρον ἀκατάληκτον· τὸ ζʹ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον· τὸ ηʹ ὅμοιον· τὸ θʹ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον, ὃ καὶ πενθημιμερὲς καλεῖται· τὸ ιʹ δακτυλικὸν μονόμετρον ὑπερκατάληκτον καὶ αὐτὸ πενθημιμερὲς καλούμενον· τὸ ιαʹ ἰαμβικὸν μονόμετρον ἀκατάληκτον· τὸ ιβʹ χοριαμβικὸν μονόμετρον ἐκ χοριάμβου καὶ σπονδείου· τὸ ιγʹ ἀναπαιστικὸν μονόμετρον ἀκατάληκτον· τὸ ιδʹ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον· τὸ ιεʹ δακτυλικὸν δίμετρον καταληκτικόν, ὃ καὶ ἑφθημιμερὲς καὶ ἀλκμάνειον καλεῖται· τὸ ιϞʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον· τὸ ιζʹ δακτυλικὸν μονόμετρον ὑπερκατάληκτον· τὸ ιηʹ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον· τὸ ιθʹ δακτυλικὸν μονόμετρον ἀκατάληκτον· τὸ κʹ δακτυλικὸν δίμετρον καταληκτικόν.

λῆμα ἀξίωμα

ἄτολμον δειλὸν καὶ ἄνανδρον χαῦνον μὴ ἔχον τόλμην ἄνευ τόλμης

ἕτοιμον θαρραλέον τολμηρόν πρόχειρον εὔκολον

ταῦτα ἅπερ ζητεῖς τὸν κρείττονα λόγον καὶ τὸν ἐλάττονα

μαθὼν διδαχθείς τὸν κρείττονα λόγον καὶ τὸν ἐλάττονα

κλέος φήμην δόξαν

οὐρανόμηκες μέγα μεγίστην ὑψηλόν μέχρι οὐρανοῦ φθάνον ἀνιοῦσαν

τί κλέος

τί πείσομαι ὑποβολιμαῖον τὸ σχῆμα

ἕξεις βίον πάνυ ζηλωτὸν διὰ τὸν χρόνον πάντα, ὃν διάξεις μετʼ ἐμοῦ

τὸν ... χρόνον ἀεί τῆς σῆς ζωῆς

ζηλότατον εὐδαιμονέστατον ζηλωτότατον λίαν ζηλωτόν λίαν πάνυ μακαριστόν

βίον διαγωγήν ζωήν

διάξεις διαβιβάσεις διατελέσεις ζήσεις

ἄρʼ περισσόν

τοῦτο τὸ ζῆσαι βίον τοιοῦτον

ὄψομαι θεάσομαι ἐν ἐμοί ἴδω

ὥστε κτλ. ναὶ τοιοῦτον βίον διάξεις ναὶ ὄψει τοῦτο δηλονότι, ὥστε πολλοὺς θεάσῃ βουλομένους ἢ καὶ βουλευομένους ἀεὶ καθῆσθαι κτλ.

σου συμβήσαντος

ἀνακοινοῦσθαι συμβουλεύεσθαι κοινὰ ποιεῖν τὰ ἑαυτῶν βουλεύματα δηλοποιεῖν σοι

κοινῶ καὶ κοινωνῶ διαφέρει· καὶ κοινῶ μὲν λέγεται τὸ κοινόν τι ποιῶ, καὶ συντάσσεται ἀπὸ δοτικῆς εἰς αἰτιατικήν· κοινωνῶ δὲ τὸ μετέχω, καὶ συντάσσεται ἀπὸ δοτικῆς εἰς γενικήν

ὁμιλίας ὁμιλίαν σοὶ δηλονότι

ἐς ... ἐλθεῖν ὁμιλῆσαι

πράγματα διακρίσεις «καὶ ἀνακοινοῦσθαι» ἀπὸ κοινοῦ ὑποθέσεις

κἀντιγραφὰς ἀντιλογίας εἰς τὸ παρακρούεσθαι τοὺς δανειστάς θέσεις ὑποθέσεις, δίκας ἐναντιότητας

γραφὴ ἀττικῶς ἡ κατηγορία, ᾗ καὶ οἱ ῥήτορες χρῶνται ἀντιγραφὴ οὖν ἐκ τούτου ἡ ἐκ τοῦ ἐναντίου κατηγορία ἢ ἐκ τοῦ ἴσου

φρενί γνώσει διανοίᾳ καρδίᾳ

ἀναπαιστικοὶ ... βʹ

ἐγχειρῶ τῷ ἔργῳ, ἐπιχειρῶ τὴν πρᾶξιν· ἐνταῦθα δὲ ἀπρόσωπον τὸ «ἐγχείρει», καὶ ἔχει οὕτως· ἀλλὰ ἐγχείρει ἤγουν ἐπιχείρει διδάσκειν δηλονότι τὸν πρεσβύτην, ὅπερ μέλλεις διδάξειν αὐτόν

οὕτως· ἀλλά, ὦ Σώκρατες, ἐγχείρει ἐκείνῳ δηλαδὴ τῷ μαθήματι, ὃ μέλλεις προδιδάσκειν τὸν πρεσβύτην, καὶ διακίνει τὸν νοῦν αὐτοῦ. ἄλλοι δέ φασιν· ἀπτώτως τὸ ἐγχειρεῖν ἐνταῦθα, ἀποδίδοσθαι δὲ πρὸς τὸ προδιδάσκειν

ἐγχείρει ἐπιχείρει ἀρχὴν ποίει ποιοῦ εἰς χεῖρας ἐπίβαλε.

τὸ διδάσκω ἀπὸ αἰτιατικῆς εἰς γενικήν

προδιδάσκειν περιττὴ ἡ πρό πρόθεσις

διακίνει ὀξὺν ποίει ἐρεύνα ἐξέταζε στρέφε διαβίβαζε

τὸν νοῦν τὴν διάνοιαν

γνώμης γνώσεως διανοίας

ἀποπειρῶ εἴτε εὐφυής ἐστιν εἴτε οὐχί εἴτε ἀφυής δοκιμὴν λάμβανε δοκίμαζε δοκίμασον ἀπόπειραν καὶ δοκιμὴν ποιοῦ πεῖραν λάμβανε

ἰαμβικοὶ ... κυπτάζεις».

τρόπον συνήθειαν σκοπόν, γνώμην βουλὴν καὶ φύσιν

εἰδὼς νοήσας γινώσκων γνούς

μηχανὰς μεθόδους τρόπους, ἐπιχειρήσεις ἐπινοήσεις κατασκευὰς μαθημάτων εὑρέσεις

μηχανὰς ... τούτοις: δείκνυσι διὰ τούτου, ὅτι ἰσχυρὸς ἦν ὁ Στρεψιάδης ἐν τῇ ἀγροικίᾳ καὶ παχύτητι

καινὰς νέας παραδόξους

προσφέρω προσάξω κομίσω

ἐντεῦθεν ... ὄργανα· ἐξεπίτηδες δὲ ὁ ποιητὴς ταῦτα ποιῶν διλημμάτους τίθησι λέξεις.

ἐπιλαμβάνεται τοῦ «μηχανὰς» καὶ παραλογίζεται αὐτὸν λέγων «τί δὲ τειχομαχεῖν», ἀντὶ τοῦ «διδάξεις με τειχομαχικὰ» ἤγουν τὰ τρυμπουκέντα ποιοῦντα.

ὢν καὶ ἰδιώτης παντελῶς ὁ Στρεψιάδης ἐπὶ μόνης τῆς τειχομαχίας ἐκλαμβάνει τὰς μηχανάς.

δαὶ δὲ

τειχομαχεῖν δίκην τείχους μάχεσθαι ἐμοί ὥσπερ τεῖχος μάχεσθαι καστροπολεμεῖν τειχομαχίαν ἐπάξαι μοι, μάχεσθαι ὥσπερ οἱ τὰς πόλεις βουλόμενοι πορθεῖν

διανοεῖ ἐπινοεῖς διανοῇ σκέπτῃ ἐνθυμεῖ ἐνθυμῆσαι θέλεις βούλῃ εἰς νοῦν βάλλεις.

μνημονικὸς ἐνθυμητικός οὐκ ἐπιλήσμων.

δύο τρόπω: ἤτοι δύο τρόποι καὶ θελήσεις καὶ βουλαί εἰσι παρʼ ἐμοί, ὥστε ἑκὼν κέκτημαι ἀμφότερον

μνήμων ἐνθυμητικός μνημονευτικός μνημονικός

σχέτλιος βραδύς ἐλεεινός δυστυχής ἄθλιος

ἔχεις ἀπὸ φύσεως τὸ λέγειν καὶ ῥητορεύειν

λέγειν τὸ εὐστομεῖν τὸ εἶναι εὔγλωττος ῥητορεύειν

ἐν τῇ φύσει ἐκ φύσεως

λέγειν διαλέγεσθαι ῥητορεύειν

ἀποστερεῖν ἁρπάζειν ἀπάξαι, ἀδικεῖν κλέπτειν ἄλλον ἄλλου τῶν αὐτοῦ πραγμάτων τὰ ἑαυτοῦ τὰ αὐτοῦ πράγματα

στερῶ ἐνεργητικῶς καὶ στερέω, στερῶ, ὅπερ καὶ ὡραῖον μετὰ τῆς ἀπό προθέσεως, καὶ στερίσκω

ἐπεὶ ἑαυτὸν ᾔδει μηδὲν εἰδότα λέγειν ὡς ἰδιώτην ὄντα, φησίν· οὐκ ἔχω μὲν τὸ λέγειν, τὸ δὲ ἀποστερεῖν τὰ χρήματα τοὺς ἄλλους ἔνι, ἤγουν ἑτοίμως ἔχω τοῦτο ποιεῖν. ἐνόμισε δὲ μέγα συμβάλλεσθαι τοῦτο πρὸς τὸ δυνηθῆναι μαθεῖν

ἀμέλει ἀργόν λίαν μὴ φρόντιζε

προβάλλωμαι προτείνω προθήσω

σοφὸν φρόνημα δεξιόν λεπτὸν ἐρώτημα ἢ νόημα συνετὸν θεώρημα ζήτημα σοφόν

μετεώρων ὑψηλοτάτων ὑψηλῶν πραγμάτων περὶ τῶν θείων ἢ οὐρανίων τῶν ὑψηλῶν

εὐθέως ἑτοίμως παρευθύς

ὑφαρπάσῃς νοήσῃς συντόμως ὀξέως λάβῃς

δαί ἐρωτηματικόν

κυνηδὸν ... σιτήσομαι κατὰ τὸ ἔθος καὶ τὸν τρόπον σκύλακος φαγοῦμαι

σιτήσομαι τραφήσομαι φάγω καταφαγοῦμαι φαγοῦμαι

εἰκότως φησὶ τοῦτο πρὸς τὸ ὄπισθεν, τὸ «ὑφαρπάσῃς» διασύρει δὲ μάλιστα τοὺς κυνικοὺς φιλοσόφους· ἐπʼ ἐκείνων γὰρ μάλιστα ἁρμόζει τὸ ἁρπάζειν, ἐπεὶ καὶ τὸ δάκνειν ὥσπερ κύνες εἴρηται ἐπʼ αὐτῶν· τὸ δὲ ἁρπάζειν κυρίως ἐπὶ λύκων λέγεται καὶ κυνῶν καὶ κοράκων.

ἀμαθὴς ἀπαίδευτος ἄγνωστος

βάρβαρος ἄτακτος ἄγροικος παχύς ἀπαίδευτος

σʼ περὶ σοῦ

φέρʼ ἄγε ἵνα

τύπτομαι δέρομαι δαίρομαι.

ἐπισχὼν καρτερήσας ὑπομείνας ἐμαυτὸν δηλονότι

ἐπιμαρτύρομαι μάρτυρας ἄγω μάρτυρα καλοῦμαι ἐκ μαρτύρων ποιῶ τοῦτο μάρτυρας προβάλλομαι μάρτυρά σοι καλῶ μάρτυρας μαρτυρίας ἀπὸ τῶν θεωμένων τίθεμαι μάρτυρας ποιοῦμαι μαρτυρίαν ποιῶ.

ἀκαρῆ βραχύ ὀλίγον ὡς ἐν ὀλίγῳ χρόνῳ.

ἀκαρὴς χρόνος ὁ βραχὺς καὶ ὀλίγος, καὶ ἀκαριαῖον ἐκ τούτου τὸ πάνυ βραχύτατον τμῆμα τοῦ χρόνου, ἀφʼ οὗ φασιν οἱ φιλόσοφοι τὸ νῦν τὸ ἀκαριαῖον νῦν ἤτοι τὸ πάνυ βραχύτατον ἐνεστὸς τμῆμα τοῦ χρόνου, οὗ μηδέν ἐστι βραχύτερον ἐπινοῆσαι

διαλιπὼν ἀφέμενος καρτερήσας αὐτὸν τὸ πρᾶγμα ἀφείς ὑπομείνας.

δικάζομαι ἐγκαλῶ εἰς κριτήριον εἰς δικαστήριον ἀπέρχομαι ἔρχομαι ἐγκλητεύομαι κρίνομαι κρίσιν ἐπάγω

κατάθου ἀπόδυσαι ἀπόδυθι κατάβαλε κάτω θές

ἔθος ἦν τοῖς τότε φιλοσόφοις, ἵνα χιτώνιον μόνον ἐνδεδυμένοι καὶ ἡμίγυμνοι ἐφιδρυμένοι φιλοσοφῶσιν. κατὰ τοῦτο οὖν τὸ ἔθος «κατάθου τὸ ἱμάτιον» ὁ Σωκράτης εἶπε τῷ Στρεψιάδῃ «τὸ ἱμάτιον», ἤγουν ἀπόδυσαι ὁ Στρεψιάδης δὲ ὑπολαβών, ὅτι ἀποδύσασθαι τοῦτον κελεύει ἢ ἵνα τὸ ἱμάτιον τοῦτο δῆθεν ἀφέληται ἢ γυμνωθέντα τοῦτον ἱμάσι τύψῃ, διὸ καὶ «ἠδίκηκά τι», φησί, «καὶ διὰ τοῦτο βούλει ἀφαιρεῖσθαί μου τὸ ἱμάτιον καὶ τύψαι με;» καὶ ὁ Σωκράτης «οὐχί», φησίν, ἤτοι οὐ διὰ τοῦτο, «ἀλλὰ νομίζεται ἤτοι νόμιμόν ἐστι φιλοσόφοις γυμνοὺς εἰς τὸ φροντιστήριον εἰσιέναι»

ἴθι νῦν καταθοῦ: ὅπερ ἐποίουν ἐπὶ τῶν μυουμένων τὰ μυστήρια· ἀποδῦσαι δὲ αὐτὸν βούλεται. ὡς μέλλων δὲ ἐκεῖνος τύπτεσθαί φησιν· «ἠδίκηκά τι;» ὁ δὲ τερατευόμενος ὡς ἐπὶ τῶν μυστηρίων γυμνὸν εἰσφέρει αὐτόν.

θοιμάτιον: τὸ ἱμάτιον, καὶ κατὰ συναλοιφὴν θοιμάτιον· τρέπεται γὰρ τὸ ψιλὸν εἰς δασύ

νομίζεται νενομισμένον ὑπάρχει νενομοθετημένον ἐστίν

φωράσων κτλ. κλέψων, ἵνα δηλονότι τοῖς βουλομένοις κρατῆσαί με δυσκράτητος ὦ

εἰσέρχομαι καὶ δεῖ με ἐντεῦθεν γυμνὸν εἰσιέναι, μήπως κρατηθῶ

φωράσων κλέψων καὶ ἐρευνήσων

πρὸς τὸ ἔθος· οἱ γὰρ εἰσιόντες ἐπὶ τὸ ἐρευνῆσαι γυμνοὶ εἰσίεσαν, ἵνα μή τι ὑπὸ τὰ ἱμάτια κρύψωσιν· ἢ ἵνα μὴ πολλάκις ἐχθροὶ ὄντες καὶ μὴ ἔχοντες ἀπόδειξιν αὐτοὶ παρεισενεγκόντες τὸ ζητούμενον ὑποβάλλωσιν· ἢ μέλλοντες εἰσιέναι, ἵνα ἐπιθεάσωνται χρήματα τῶν δημοσίων ἢ κατʼ ἔρευναν, γυμνοὶ εἰσίεσαν, ἵνα μή τι ἀποκρύψωνται.

κλέπτοντα τινὰ καταλαμβάνω· ἐκ τούτου δὲ καταχρηστικῶς ἐνταῦθα φωράζω τὸ κλέπτω, ὡς ἐνταῦθα

νῦν ἀρτίως.

ἐπιμελὴς σπουδαῖος

ἐπιμελὴς ὦ σπουδαῖος ὑπάρχω ἐπιμελῶμαι

διοίσεις παραλλάξεις

διοίσεις ... φύσιν διαφορὰν ἕξεις ἀπὸ τῆς φύσεως τοῦ Χαιρεφῶντος.

τὴν φύσιν κατὰ τὴν εὐφυΐαν

κακοδαίμων δυστυχής ἀτυχής ὁ κακότυχος ἄθλιος εἰμί

ἡμιθνὴς ἡμιθανὴς καὶ κατὰ συγκοπὴν ἡμιθνής

ἡμιθνής ἐξ ἡμισείας τεθανατωμένος ἡμιμαθής

ἡμιθνὴς ὁ ἐξ ἡμισείας ζῶν, ἡμίθνητος δὲ ὁ μίαν ἡμέραν ζῶν καὶ ἑτέραν θνῄσκων

ὤφειλεν εἰπεῖν «ἡμιμαθής», ἐπειδὴ περὶ μαθήσεως ὁ λόγος· ἀλλʼ ἐπειδὴ τὸ μὲν τελείως μαθεῖν ᾤετο ὁ Στρεψιάδης οἷον ζωὴν αὐτῷ διὰ τὸ ἐκ τούτου δυνήσεσθαι ἀντειπεῖν καὶ τοὺς δανειστὰς ἀποκρούσασθαι, τὸ δὲ μηδόλως μαθεῖν οἱονεὶ θάνατον διὰ τὸ μέλλειν ἀποδοῦναι τὰ χρέα ἀντὶ τοῦ εἰπεῖν «ἡμιμαθής» «ἡμιθνὴς» ἔφη. καθάπτεται δὲ ὁ κωμικὸς τοῦ Χαιρεφῶντος ὡς μὴ ἐντελεστάτου

ἀκολουθήσεις ἀντὶ τοῦ ἀκολούθησον

τὸ «ἀκολουθήσεις» καὶ τὸ «ἀνύσας» ἐναντίως τίθενται. οὕτως γὰρ ὤφειλεν· «ἄνυσον ἀκολουθήσας». τοιοῦτον γάρ ἐστι καὶ τὸ «ἄνοιγε ἀνύσας»· οὕτως γὰρ ὤφειλεν· «ἄνυσον ἀνοίξας».

θᾶττον ταχέως συντόμως

μελιτοῦταν κηρόμελι μουστόπιτταν ἀπόθερμον, πόπανον ἐκ μέλιτος, γλύκωμα

μάζαν τῷ μέλιτι δεδευμένην· ἔφερον δέ, ὡς ἐδόκουν, τοῖς ὄφεσιν.

οἰνοῦττα μέν ἐστιν ἡ κοινῶς λεγομένη μουστόπιττα, μελιτοῦττα δὲ τὸ ἐκ τοῦ μέλιτος κατασκευαζόμενον ὅπερ ἰδιωτικῶς φασιν ἀπόθερμον.

ὁ Τροφώνιος οὗτος Λιβαδίᾳ δαιμόνιον τὰς οὖν οἱ ταῖς χερσὶ δυσχερὲς πάσχωσιν ἐκεῖ τοῦ λοιποῦ ἐγέλα διὰ ... ἔκπληξιν· ὅθεν ἡ παροιμία ...... λεγομένη ἐπὶ τῶν σκυθρωπαζόντων καὶ κατηφῶν ἀεί λεγομένη

ὁ Τροφώνιος οὗτος ἀνὴρ ἦν πάνυ Λιβαδίᾳ ὑπόγαιον ἐμαντεύετο ἐμφιλοχωρήσαντος δαίμονός τινος ἐκεῖσε, διʼ οὗ καὶ τὰς μαντείας ἐποιεῖτο· ἀπέθανε δὲ ὑπὸ τοῦ λιμοῦ. εἰσήρχοντο οὖν ἐν αὐτῷ τινες χρησόμενοι ἔχοντες ἐν ταῖς χερσὶν αὐτῶν πόπανα, ἵνα τοῖς ἐκεῖσε ἐμφωλεύουσιν ὄφεσι διδόντες μὴ βλάπτωνται ὑπʼ αὐτῶν. οἱ γοῦν εἰσιόντες οὐκ ἐγέλων συστελλόμενοι ὑπὸ τοῦ φόβου τῶν ὄφεων, ἐξήρχοντο δὲ καὶ ὠχροὶ ἐκεῖθεν καὶ κατηφεῖς· διὸ καὶ ἐπεκράτησε παροιμία ... ἐπὶ τῶν ὠχρῶν καὶ σκυθρωπῶν ἀνθρώπων.

καὶ ... ἐν ταῖς χερσὶ πόπανα ... διδόντες μέρος ὑπʼ αὐτῶν δυσχερὲς μὴ πάσχωσιν· ὁ δὲ εἰσιὼν οὔκετι ... ὅθεν καὶ παροιμία ... λεγομένη.

Τροφώνιος ἐγένετο λιθοξόος ἄριστος, ὃς κατεσκεύασεν ἱερὸν ἐντὸς Λεβαδίας τῆς Βοιωτίας ὑπὸ γῆν· καὶ καλεῖται Τροφωνίου. ἐκεὶ οὖν οἱ μυούμενοι καθέζονται ἐπὶ τοῦ στόματος γυμνοὶ καὶ ἁρπάζονται ὑπό τινων πνευμάτων καὶ φέρονται ὑπὸ τὴν γῆν. ἐπεὶ δὲ.

Τροφωνίου μαντεῖον τὸν ναόν, τὸ σπήλαιον δηλονότι

χώρει πορεύου εἴσελθε πρόβαινε ἀπέρχου

κυπτάζεις διατρίβεις χρονίζεις κύπτεις ἐπιτηρεῖς

ἔχων ἀργόν βραδύνων πάσχων κάμνων δυσχεραίνων

κυπτάζεις ἔχων κύπτων προσέχεις· ἀττικόν ὤφειλε «τί κυπτάζων ἔχεις»

ἔχων ... θύραν ἀργὴ ἡ περί ἀττικῶς

τὸ συστημάτιον τόδε ἐκ κώλων συνίσταται ηʹ· τὸ αʹ χοριαμβικὸν δίμετρον ἐκ χοριάμβου, σπονδείου καὶ ἀμφιμάκρου· τὸ βʹ δακτυλικὸν μονόμετρον· τὸ γʹ χοριαμβικὸν μονόμετρον ἐκ χοριάμβου καὶ βακχείου· τὸ δʹ ὅμοιον τῷ γʹ· τὸ εʹ ἐκ βʹ χοριάμβων· τὸ Ϟʹ ἐκ διιάμβου, χοριάμβου καὶ συλλαβῆς· τὸ ζʹ ἐκ χοριάμβου καὶ ἀμφιμάκρου· τὸ ηʹ ἐκ χοριάμβου καὶ βακχείου. εἶτα ἡ παράβασις ἐκ τροχαϊκῶν τετραμέτρων καταληκτικῶν μεʹ συνισταμένη, ὧν τελευταῖος ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε. λέγεται δὲ τὸ τροχαϊκὸν τοῦτο τὸ μέτρον οὐχ ὅτι μόνον τροχαίους ἔχει, ἀλλʼ ἐκ τοῦ πλεονάζοντος, καὶ μάλισθʼ ὅτι ἐκ παντὸς τὸν ζʹ πόδα τὸν πρὸ τῆς καταληκτικῆς συλλαβῆς τροχαῖον ἔχει. παράβασις δὲ λέγεται τοῦτο τὸ σύστημα, ὅτι οἱ ποιηταὶ ὡς ἐκ στόματος τοῦ χοροῦ ἐξέφαινον πρὸς τοὺς θεατάς, ἃ ἐβούλοντο γενέσθαι τοῖς χοροῖς ... ποιεῖ διʼ αἰτίαν τοιαύτην· νόμος ... μήπω τινὰ ἐτῶν λʹ γεγονότα μήτε δρᾶμα ἀναγινώσκειν ἐν θεάτρῳ μήτε δημηγορεῖν· τούτῳ μὴ τριακονταετὴς ἔτι ὑπάρχειν, ποιῶν δράματα ... Καλλιστράτου ἀνεγίνωσκεν ... θέατρον· ὧν ἓν ἦν τὸ τῶν Δαιταλέων λεγόμενον, ἐν ᾧ δύο ... μειράκια διαλεγόμενα, σῶφρόν τε καὶ αἰσχρόν. καὶ ... θεατῶν ἐπῃνέθη, οὐ μέντοι ... ποιητής. ἐπιβὰς δὲ ἤδη τοῦ λʹ ἔτους καὶ τοῦτο δὴ τὸ τῶν Νεφελῶν δρᾶμα ποιήσας διʼ διδάσκει καὶ αἰτεῖ παρὰ τῶν θεατῶν, ἃ δεῖ γενέσθαι αὐτῷ ἤτοι τὸ νικῆσαι τῷ δράματι.

ἴθι πορεύου, ἐλθέ ἄπελθε

χαίρων μετὰ χαρᾶς ἀγαλλόμενος

ἀνδρείας προθυμίας καρτερίας ὁρμῆς

εὐτυχία γένοιτʼ καθʼ ἑαυτόν φησι τοῦτο ὁ χορός

προήκων ἐλθών προελθών προερχόμενος ἐλάσας

ἐς ... ἡλικίας εἰς πολὺ μέγα γῆρας εἰς ἔσχατον γήρως εἰς βαθεῖαν τὴν ἡλικίαν

ἡλικίας γήρως

τὸ «βαθύ» καὶ τὸ «λιπαρόν» ἐπὶ γήρως λαμβάνεται

νεωτέροις νέοις ἁρμόζουσι τὰ τοῖς νέοις νεωτερικοῖς

νεώτερα πράγματα τὰ τοῖς νέοις ἁρμόζοντα. «χρωτίζεται» δὲ ἀντὶ τοῦ συνάπτει, ἑνοῖ, ὅπερ Ὅμηρος «ἐπιχρᾷ» φησιν, ὡς ἐν ἐκείνῳ «μνηστῆρες ἐμοὶ μητρὶ ἐπέχραον οὐκ ἐθελούσῃ», ἀντὶ τοῦ ἐπλησίασαν.

νεωτερίζει ὁ δεῖνα ἀντὶ τοῦ «μωρά τινα ποιεῖ», καὶ νεωτερίζει ἀντὶ τοῦ «καινά τινα ποιεῖ».

χρωτίζεται χρωματίζει ὁμοίαν ποιεῖ δοκιμάζει καλλωπίζεται μετασχηματίζει.

ἐπασκεῖ ἐκπαιδεύεται παιδεύεται μετέρχεται

παράβασις.

παράβασις ἐκλήθη ἢ διὰ τὸ τὸν χορὸν ἀπὸ ἑτέρας στάσεως ἀπὸ τῆς σκηνῆς πλινθίου σχήματι προβαίνειν κατὰ παράταξιν λοχιζόμενον εἰς τὸ μέσον ἤ, ὡς ἔνιοι λέγουσι, διὰ τὸ ... πρόσωπον.

ἴσθι, ὅτι ἡ τελεία παράβασις εἴδη ἑπτά τινα ἔχει· κόμμα, μακρόν, πνῖγος, παράβασιν, ἐπίρρημα, ἀντεπίρρημα, στροφήν, ἀντιστροφήν. παράβασις δὲ λέγεται, διότι παραβαίνει ὁ ποιητὴς καὶ ἀπὸ τῆς δραματουργίας αὐτοῦ καὶ ἀπὸ τοῦ τόπου.

παράβασις λέγεται ἐνταῦθα, ὅτι ὁ ποιητὴς παραβαίνει ἐνταῦθα τὴν τάξιν τοῦ δράματος αὐτοπροσώπως τοὺς λόγους ποιούμενος καὶ ὑπὲρ ἑαυτοῦ τούτους λέγων.

παράβασις λέγεται τὸ παρόν, ἐπειδὴ ἐνταῦθα παραβαίνει ὁ κωμικὸς τὴν ὑπόθεσιν τοῦ δράματος καὶ εἰς οἰκείαν ὑπόθεσιν μεταφέρει, ὥσπερ δὲ πρός τινας θεατὰς καὶ ἀκροωμένους αὐτοῦ τὸν λόγον ποιεῖται.

ὦ ... κατερῶ τοῦτο ἐκ προσώπου τοῦ ποιητοῦ

θεώμενοι ἡ μετοχὴ ἐνταῦθα ἀντὶ ὀνόματος ἀκροαταί

κατερῶ ἀργόν περισσὴ ἡ κατά

κατερῶ ἐρῶ λέξω εἴπω.

ἐλευθέρως ἀνυποστόλως πεπαρρησιασμένως ἁπλῶς, ἀφόβως μετὰ ἐλευθερίας μετὰ περιχαρίας

διότι εἰσήγοντο τὰ δράματα αὐτοῦ ἐν τῇ ἑορτῇ τοῦ Διονύσου καὶ ἀνεγινώσκοντο, διὰ τοῦτο τὸν Διόνυσον ἐνταῦθα εἰς ὅρκον προβάλλεται καὶ λέγει ὑπʼ αὐτοῦ ἐκτραφῆναι

καλῶς εἶπε τὸν Διόνυσον, ὅτι ἐξέθρεψεν αὐτόν· καὶ γὰρ ἐποίει δράματά τινα εἰς τὸν Διόνυσον καὶ ἐκ τούτων ἐπορίζετό τι εἰς ζωάρκειαν αὐτοῦ

Διόνυσον συνίζησις

ἐκθρέψαντά με ἤτοι ἐκπαιδεύσαντά με ἐν κωμῳδίᾳ τὸν διὰ τροφῆς αὐξήσαντά με τὸν ἀναθρέψαντά με

νικήσαιμʼ νικητὴς φανείην εὐδοκιμήσαιμι ἐν τοῖς ποιήμασιν τοὺς ἄλλους κωμικούς τοὺς ἐμὲ ἀπεχθανοῦντας μέλλω νικῆσαι.

νομιζοίμην ὑπολαμβανοίμην καὶ μέλλω φαίνεσθαι.

ὡς ἐπειδή ὥσπερ, ἐπεί

θεατὰς ἐρευνητάς, θεωρούς.

θεωρός, θεατής καὶ θεώμενος τὸ αὐτό, ἰδίως δὲ ἐπὶ τῶν ἐν τοῖς θεάτροις θεωρούντων

δεξιοὺς σοφούς ἐπιτηδείους ἀγαθούς φρονίμους

ταύτην ἐκείνην τὴν πεσοῦσαν τὴν τῶν Νεφελῶν κωμῳδίαν τοῦτο τὸ δρᾶμα τῶν Νεφελῶν τὴν πεσοῦσαν κωμῳδίαν τὴν ἐμὴν κωμῳδίαν

κωμῳδιῶν ποιημάτων

καὶ ταύτην τὴν κωμῳδίαν τὴν ἐμὴν τὴν δοκοῦσαν σοφωτάτην εἶναι τῶν ἄλλων ἠξίωσα πρὸς ὑμᾶς πρώτους ἀναγνῶναι

ἣ ... μοι ἡ προτέρα κωμῳδία

ἠξίωσʼ ἄξιον ἔκρινα ἀξίους ἔκρινα

ἀναγεῦσʼ φαγεῖν ἤτοι ἀναγνῶναι διδάξαι· τὸ ἀναγεῦσαι κυρίως ἐπὶ τῶν βαιούλων τούτου· δεῖξαι ὑμῖν ταύτην

ἀναγεῦσαι ὑμᾶς συνίζησις

παρέσχε προεξένησε προεξένει ἔδωκε δέδωκε

ἔργον πόνον ὡς ἐν ταῖς προλαβούσαις κωμῳδίαις ἐν τῷ ποιεῖν τοῦτο ἐπὶ τῶν πρώτων Νεφελῶν τῶν κριτῶν δυσκολίαν κόπον δυσχέρειαν

ὁ Ἀριστοφάνης ἐποίησε δράμα τῶν Δαιταλέων καλούμενον, ἐν ᾧ ὁ ὑποκριτὴς αὐτοῦ ἡττήθη ὑπαγορεύσας αὐτό

ἔοικεν ἐν ἄλλῳ αὐτοῦ δράματι ἡττηθῆναι καί φησιν ἀναξίως τοῦτο παθεῖν

ἔργον ἡ πρᾶξις, ἡ δυσχέρεια, ἡ χρεία καὶ τὸ παρανάλωμα, οἷον «ἔργον ἐγένετο ἡ πόλις λιμοῦ» ἢ «οἰκία πυρός»

ἀνεχώρουν ὑπέστρεφον

ἀνδρῶν φορτικῶν βασκάνων κριτῶν βιαίων μάχεσθαι καὶ ἐρίζειν θελόντων

ἡττηθεὶς κριθείς, ὅτι ἐνικήθην

ταῦτʼ διὰ ταῦτα ἀττικόν κατά

μέμφομαι κατηγορῶ.

σοφοῖς κριταῖς

ταῦτʼ τὸ εὐδοκιμῆσαι τὰ ποιήματα

ἐπραγματευόμην μετεχειριζόμην καὶ ἔγραφον ταῦτα ἔπραττον ἐποίουν ἐποιούμην ἐνήργουν ἐζήτουν, ἤθελον ἔσπευδον εἰργαζόμην

ὑμῶν ὑμῖν

ἑκὼν μετὰ οἰκείου θελήματος οἰκειοθελής ἐθελουσίως

προδώσω ἀφήσω ὥστε μὴ διδάσκειν τὰ ὠφελοῦντα καταλείψω καταφρονήσω

δεξιούς σοφούς ἀγαθούς, χρησίμους ἐπιτηδείους φρονίμους

ἐξ ὅτου κτλ. τὸ «ἐξ ὅτου» εἰς τὸ «ἐκ τούτου» ἀποδίδοται

ἐνθάδʼ ἐν τῷ θεάτρῳ

ἡδὺ εὔφραντον ἡδέα γλυκύ

λέγειν διαλεγόντων

ἡδὺ οἷς τὸ ἐμὲ ἐπιδείκνυσθαι ἡδύ ἐστιν ὡς ἐλλογίμοις· ἢ ἡδὺ ὑπῆρχε τὸ λέγειν ἐκείνοις.

ἐξ ἐκείνου τοῦ καιροῦ, ὅτε τὴν κωμῳδίαν τοὺς Δαιταλεῖς πεποίηκα νέος ὤν, ἣν δὴ κωμῳδίαν ἕτερός τις ἀναλαβὼν καὶ ἐφʼ ὑμῶν ἀναγνούς, ὑμεῖς δὲ ταύτην τοῖς ἐπαίνοις ἐθρέψατε καὶ ὑψώσατε, ἐκ τούτου ἄκρως εἰς ἡμᾶς βεβαιοῦσθε.

σώφρων εὔτακτος

καταπύγων ἀσελγὴς καὶ αἰσχρός εὐτελής ἀναίσχυντος κίναιδοι, ἀσελγής δά...νος … μαλακός

ὁ ... καταπύγων δράματα ἦσαν τοῦ Ἀριστοφάνους, τὸ ἐμὸν δηλονότι δράμα τῶν Δαιταλέων

ἐν τῷ εἰρημένῳ δράματι τῶν Δαιταλέων

ὁ Ἀριστοφάνης ἐποίησε δράμα τῶν Δαιταλέων καλούμενον, ἐν ᾧ

παρείσηξε δύο πρόσωπα Ἀριστοφάνης μειρακίων, τὸ μὲν σῶφρον, τὸ δὲ αἰσχρόν· καλεῖται δὲ τὸ μὲν σώφρονα καλῶν τὸ δὲ καταπείγωνα ἤτοι ἀναίσχυντον

ὁ σώφρων τὸ δράμα περιφραστικῶς, ὅπερ ἐμπεριεῖχε τὸν σώφρονα καὶ τὸν κατεπείγωνα· ἐποίησε δὲ τοῦτο αὐτὸς ὁ Ἀριστοφάνης.

ἠκουσάτην ἠκούσθησαν

ἄδειαν μὴ ἔχων ἀναγνῶναι τὰ ἐμὰ ποιήματα ἐν τῷ θεάτρῳ πρὸ ἐτῶν λʹ

ὥσπερ αἱ παρθένοι οὐ δύνανται τεκεῖν, μέχρι οὗ ἔλθωσιν εἰς τὸν καιρόν, ὃν ἔδωκεν αὐταῖς ἡ φύσις τεκεῖν, οὕτως οὐδὲ ἐγὼ ἠδυνάμην

νόμος ἦν τοὺς τὰ ποιήματα δημοσίᾳ ἐμφανίζοντας, εἰ μὴ ὑπερβαῖεν τὰ τεσσαράκοντα ἔτη, μὴ ταῦτα δεικνύειν. ποιεῖν τοῦτο.

παρθένος ... ἦν νέος ἦν ἀμύητος μήπω φθάσας τὸν καιρόν, καθʼ ὃν ἔξεστι ἐκφέρειν τὰ ποιήματα

τεκεῖν διδάξαι γεννῆσαι γράψαι τὴν κωμῳδίαν ἤγουν ἐκθεῖναι τὸ ποίημα σύγγραμμα γεννῆσαι ἤγουν ἐκδοῦναι

πω ἀκόμι ἀκμήν

ἔοικεν Ἀριστοφάνης πρὸ τοῦ προσήκοντος καιροῦ συνθεῖναι τὸ δρᾶμα ἐκεῖνο τὸ ἐμπεριέχον τὸν σώφρονα καὶ τὸν ἐπείγονα. διὰ τοῦτο οὐ κατὰ τὸν νόμον τῶν ποιητῶν «ἐξέδωκεν», ἀλλὰ «ἐξέθηκε» φησίν, ἀπὸ μεταφορᾶς τῶν γυναικῶν τῶν ἐκτιθεμένων τὰ ἑαυτῶν βρέφη λαθραίως. «ἐξέθηκα» δὲ ἀντὶ τοῦ κρυφίως ἔδωκα αὐτὸ καὶ οὐ φανερῶς κατὰ τῶν ποιητῶν τὸν νόμον.

ἐξέθηκα ἔκθετον ἐποιησάμην ἐκ μεταφορᾶς τῶν ἐκριπτούντων τὰ ἴδια γεννήματα ἔξω τῆς τάξεως ἔδωκα ὅμως ἐγέννησα ἤγουν κρυφίως ἐξέδωκα

παῖς δʼ ἑτέρα τουτέστιν ἕτερος ὑποκριτής ὑμεῖς τὶς σοφὸς ἄλλος

λαβοῦσʼ ἡ μετοχὴ ἀργὴ ἀττικῶς τὴν ἐμὴν κωμῳδίαν

ἀνείλετο ἀνέγνω ἀνελάβετο ἀνέλαβε ἀνέθρεψε ἐβάστασε

ἐξεθρέψατε ἐπαιδεύσατε ἐπῃνέσατε ἀνεθρέψατε ἐκ μεταφορᾶς τῶν τρεφόντων τὰ παιδία

γενναίως ἀρίστως μεγάλως ἐλευθέρως, εὐγενῶς καλῶς.

κἀπαιδεύσατε ἐπῃνέσατε εἰς παίδευσιν ἠγάγετε

ἐκ τούτου ἐξ ἐκείνου τοῦ καιροῦ ἢ τοῦ χρόνου τοῦ ἔργου

πιστὰ κτλ. θάρρος βέβαιον

πιστὰ βέβαια

γνώμης προαιρέσεως διαθέσεως

ὅρκια βεβαίωσις βεβαιώσεις τὰ προτεινόμενα ἐπὶ βεβαιώσει πιστά δεσμοί, τεκμήρια, πίστεις

ἡ Χρυσόθεμις ... ἀπελθοῦσα καὶ ἰδοῦσα Ὀρέστου, ὡς Αἰσχύλος ἔν τινι τῶν ἑαυτοῦ δραμάτων φησίν, εἰ καὶ ὁ Σοφοκλῆς οὐ λέγει τοῦτο οὕτω λέγει οὖν ὁ Ἀριστοφάνης ἐνταῦθα, ὅτι ... διαγνώσεται ... τὴν αὐτῆς ἀδελφὴν πάλαι ἐπαινέσαντες.

ὤφειλεν οὖν εἰπεῖν «Χρυσόθεμιν κατʼ ἐκείνην»· ἡ γὰρ Χρυσόθεμις ἀπελθοῦσα εἰς τὸν τάφον τοῦ πατρὸς αὐτῆς μετὰ ἐνταφίων θυμάτων εὗρε τὸν πλόκαμον Ὀρέστου κεκομμένον καὶ κείμενον ἐν τῷ τάφῳ· καὶ γνωρίσασα αὐτὸν ὑπέστρεψεν ἐκεῖθεν Ἠλέκτρᾳ διηγουμένη. τινὲς ὅτι καὶ Ἠλέκτρα ἀκούσασα τοῦτο παρὰ τῆς Χρυσοθέμιδος ἀπῆλθε καὶ εἶδεν αὐτὸν καὶ ἐγνώρισε τὸν πλόκαμον τοῦ Ὀρέστου, εἰ καὶ μὴ ὁ Σοφοκλῆς εἴρηκε τοῦτο.

ἡ νῦν κωμῳδία ἦλθε ζητοῦσα θεατὰς φρονίμους. τὸ δὲ «γνώσεται τὸν πλόκαμον τῆς ἀδελφῆς, ὡς ἡ Ἠλέκτρα», τουτέστιν εἰ εὕροι ἔπαινον παρὰ τῶν θεατῶν, γνωρίσει, ὅτι τοῦτον τὸν ἔπαινον ἔσχε καὶ ἡ πρὸ αὐτῆς κωμῳδία

Ἠλέκτραν κτλ. ὡς τὴν Ἠλέκτραν τὴν τοῦ Ὀρέστου ἡγεῖται

κωμῳδία ποίησις ποίημα.

ʼπιτύχῃ ἐντύχῃ εὕρῃ καταλάβῃ

σημείωσαι τὸ ἐπιτυγχάνω δοτικῇ συντασσόμενον, ὅπερ γενικῇ ὤφειλε συντάσσεσθαι, ὥσπερ καὶ τὸ περιτυγχάνω γενικῇ, ὡς τὸ «ὅταν λύκοι μεγάλης περιτύχωσι θήρας».

θεαταῖς κριταῖς θεωροῖς

οὕτω σοφοῖς ὡς ὑπάρχετε ὑμεῖς ὥσπερ ἐκείνοις τοῖς ἐπιτηδείοις ὡς ἡ πρώτη

σοφοῖς ἀγαθοῖς φρονίμοις συνετοῖς

γνώσεται γνωρίσῃ διακρίνῃ νοήσει καταλήψει

ἴδῃ θεάσηται θεάσῃ πεύσῃ.

τὸν βόστρυχον τὸν ἔπαινον παρὰ τῶν θεατῶν τὸν πλόκαμον

κατασκευὴ ὡς ἐν ὕλῃ

ὡς δὴ σώφρων: ὁ Ἕρμιππος ἦν κωμικὸς ποιητής, ὃς πάντα, ἃ παρακατιών φησιν, εἰσῆξέ τινας ἀσέμνως ποιοῦντας ἔν τινι αὐτοῦ δράματι καὶ σκώπτοντας τοὺς φαλακρούς.

σώφρων ἐπαινετή εὔτακτος κοσμία

σκέψασθʼ ἴδετε μάθετε διακρίνατε σκοπήσαντες συλλογίσασθε

ῥαψαμένη περιθεῖσα ῥάψασα

σκύτινον δερμάτινον ἱμάτιον ... καθώς τινες ἕτεροι ... ποιοῦσιν

σκύτινον δέρμα αἰδοῖον δερμάτινον δερμάτιον

σκύτιον δερμάτιον.

σκύτιον δερμάτινον ἱμάτιον

καθειμένον χαλασμένον κεχαλασμένον ἀπὸ τοῦ καθίημι τὸ καταχαλῶ κατεχαλασμένον κρεμμάμενον ἐκκρεμάμενον

τοῦτό φησι διὰ τὸν Ἕρμιππον καὶ τὸν Σιμέρμωνα τὸν τούτου ὑποκριτήν.

ἔρυθρον κόκκινον βεβαμμένον κοκκίνῳ

τοῖς παιδίοις τοῖς θεαταῖς τοῖς νέοις

γέλως, μειδίαμα καὶ καγχασμὸς διαφέρει

ἔσκωψε ἐλοιδόρησε ὠνείδισε ὕβρισε

οὐδʼ ἔσκωψε τοὺς φαλακρούς: Ἕρμιππός τις ἦν κωμικὸς ποιητής· εἰσῆξε δὲ ἔν τινι δράματι αὐτοῦ τινας πάντα ταῦτα ποιοῦντας καὶ σκώπτοντας τοὺς φαλακρούς.

τοῦτο διὰ τὸν Εὔπολιν.

κόρδαξ εἶδος ὀρχήσεως, ᾗτινι ἐχρῶντο οἱ κωμικοί. γράφεται ἀρσενικῶς ὁ κόρδαξ, καὶ κορδακίζω ῥῆμα τὸ ἀσέμνως ὀρχοῦμαι· Συνέσιος «τοῦ καθάρματος κορδακίσαντος». ἐμμέλεια δὲ ὄρχησις τῶν τραγικῶν.

εἵλκυσεν ἀσέμνως ὠρχήσατο παρέτεινεν ἔσυρεν παρέσυρεν, παρεκίνησεν εἰσῆξεν

οὐδὲ πρεσβύτης ἔστιν ἐν τῷ ἐμῷ δράματι ἐποίησεν ἡ ἐμὴ κωμῳδία ὥσπερ ὁ Σιμέρμνων ὡς ὁ Μερίμνων ὡς ὁ Μέρμνων

πρεσβύτης τις ἕτερος κωμικὸς Σιμέρμνων εἰσῆξε πρεσβύτην τινὰ ἔν τινι αὐτοῦ δράματι ἄσεμνά τινα διηγήματα διηγούμενον καὶ βακτηρίαν κρατοῦντα καὶ οἱονεὶ τοὺς παρατυχόντας τύπτοντα καὶ σκώπτοντα

ἔχοντα, ὃς δὴ τάχα σεμνολογῶν τοὺς παρατυχόντας ἐκώλυεν ὥστε μὴ αἰσχρολογεῖν

τἄπη τοὺς λόγους

ἔθος ἦν τοῖς ὑποκριταῖς δεικνύειν ἐν τῷ γελᾶν ... ἑστῶτας καὶ τύπτειν τῇ βακτηρίᾳ.

τὸν παρόντʼ τὸν πλησίον ὄντα

ἀφανίζων ἐπικρύπτων ἐπικαλύπτων συγκαλύπτων, συσκιάζων φθείρων

ἐκτὸς ἑαυτοῦ ποιῶν τὰ πονηρὰ σκώμματα τούτοις τοῖς γελοίοις χρῆται. ἤγουν ἀφιεὶς τὰ τοῦ λαοῦ πταίσματα ἢ περικαλύπτων τῷ γέλωτι τὰς εἰκῇ ἐσκεμμένας αὐτοῦ κωμῳδίας.

πονηρὰ τὰ ἄτεχνα, τὰ μὴ κατὰ τέχνην ὄντα φαῦλα

πονηρὰ σκώμματα τὰ πλημμελῆ κωμῳδήματα τὴν φαυλότητα τῶν ἐπῶν κακὰς λοιδορίας

σκώμματα λοιδορίας σκώμματα αἱ μετὰ χάριτος παιδιαὶ καὶ σκώπτω τὸ μετὰ χάριτος ὑβρίζω

εἰσῇξε, ῆξε εἰσῆλθεν ἡ κωμῳδία εἰσεπήδησεν εἰσέφερεν ἑαυτήν

δᾷδας Ἐρινύν, λαμπάδας

ἰοὺ ἰοὺ βοᾷ ὥσπερ αἱ Ἐριννεῖς φεῦ φεῦ

ἔχουσʼ κατέχουσα κρατοῦσα δεικνύουσα κεκτημένη

αὑτῇ τῇ αὐτῆς εὐτεχνίᾳ

τοῖς ἔπεσι τοῖς οἰκείοις λόγοις ἐν τοῖς ἐμμέτροις· τοῖς μέτροις κοινῶς τοῖς ἑαυτοῦ τοῖς ἐμοῖς ὁποῖα ἔχει

πιστεύουσʼ ἀρκουμένη

εἰσελήλυθεν εἰς τὸ θέατρον

κομῶ ἐκ μεταφορᾶς τῶν ἐχόντων μαλλούς τρυφῶ, καυχῶμαι, γαυροῦμαι, θάλλω

ζητῶ θέλω

ʼξαπατᾶν πλανᾶν

«δὶς καὶ τρὶς εἰσάγων ταῦτα», ὥσπερ ἐποίησαν οἱ ἕτεροι κωμικοί.

εἰσάγων εἰσφέρων λέγων

πολλὰ καὶ ἄλλα ἔπαθεν ὁ Ἀριστοφάνης ἐκ πολλῶν, ὧν πάντων εἷς ἦν καὶ ὁ Κλέων. κατεκρίθη γὰρ ὑπʼ αὐτοῦ ὁ Ἀριστοφάνης μὴ ὢν Ἀθηναῖος, οὐ μόνως δέ, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις· πολιτευθεὶς δὲ ὑπʼ αὐτοῦ ἔπαυσε τοῦ λαλεῖν. ἐκ πρώτης γὰρ κωμῳδίας αὐτοῦ ἐκπυρήνισεν αὐτόν.

αἰνίττεται Εὔπολιν καὶ Ἕρμιππον κωμικοὺς ὄντας καὶ διαβάλλει ὡς τὰ αὐτὰ λέγοντας ἐν τοῖς αὐτῶν ποιήμασιν.

καινὰς νεοφανεῖς

ἰδέας θεωρίας κωμῳδιῶν καὶ ὑποθέσεων τρόπους διηγήσεις ποιήσεων λόγων

εἰσφέρων φερνῶν

σοφίζομαι σοφόν τι ποιῶ

οὐδὲν ἄρσις

πάσας δεξιάς θέσις

δεξιάς σοφάς, ἐντέχνους ἐπιτηδείας ἀρίστας φρονίμους συνετάς

ἔπαισα ἐν τοῖς Ἱππεῦσιν αὐτόν τὸ μὲν «ἔπαισα» κυρίως σημαίνει τὸ «ἔτρωσα», ἐνταῦθα δὲ καταχρηστικῶς ἀντὶ τοῦ «ἐκωμῴδησα»

μέγιστον δυνατόν τίμιον

ἔπαισʼ ἔπληξα ἐκωμῴδησα

τὴν γαστέρα τὴν κοιλίαν

ἠρκέσθην ἐν τῇ αʹ κωμῳδίᾳ.

κειμένῳ κωμῳδηθέντα τυπτομένῳ

λαβὴν αἰτίαν ἀφορμὴν κωμῳδίας

δείλαιον ἄθλιον

κολετρῶσʼ κατὰ τοῦ κόλου τύπτουσι λοιδοροῦσι, κωμῳδοῦσι ὑβρίζουσι τζαλαπατοῦσι.

τὴν μητέρα ὡς κατὰ τὴν κοιλίαν

Μαρικᾶν δρᾶμα κατὰ τοῦ Ὑπερβόλου ποίημα

ὁ Εὔπολις οὗτος κωμικὸς ἦν ποιητής· ἐποίησε δὲ δράμα, ὅπερ ἐκάλεσε Μαρικᾶν, ἐν ᾧ διακωμῳδεῖ τὸν Ὑπέρβολον καὶ κατακωμῳδεῖ αὐτόν καθάπτεται δὲ αὐτοῦ ὁ Ἀριστοφάνης, ὅτι τὰ πλείω ἐξέλαβεν ἀπὸ τοῦ δράματος τῶν Ἱππέων, ὅπερ ἦν τοῦ Ἀριστοφάνους

παρείλκυσεν εἰς τὸ μέσον ἤγαγεν ἔσυρεν εἰσέφερεν εἰσῆξεν εἰς τὸ θέατρον παρεισήγαγεν

ἐκτρέψας μεταποιήσας

προσθεὶς προσβαλών

αὐτῷ τῷ ἡμετέρῳ δράματι τῷ Μαρικᾷ τῷ ποιήματι.

γραῦν μεθύσην τὴν μητέρα Ὑπερβόλου

«μεθύουσαν» ἦν, καὶ κατὰ συγκοπὴν «μεθύσαν», καὶ τρόπῃ τοῦ α εἰς η «μεθύσην»

τοῦ κόρδακος τοῦ γέλωτος τῆς ὀρχήσεως εἶδος ὀρχήσεως τοῦ ὀρχίσματος

ἣν γραῦν

Φρύνιχος ὁ κωμικὸς ποιητής ἕτερος ποιητὴς κωμικός

πεποίηχʼ ἐν τῇ ποιήσει αὐτοῦ ἔγραψεν ἐν τῷ δράματι αὐτοῦ ἐν ἄλλῳ δράματι

τὸ κῆτος ὁ ἰχθύς εἶδος ἰχθύος

ἤσθιεν τρώγουσα ἦν ἔτρωγεν

Ἕρμιππος ὁ ὑποκριτής καὶ οὗτος κωμικὸς ἦν ποιητής ἕτερος ποιητὴς κωμικός

πεποίηκεν δρᾶμα ἐποίησεν ἐν τῷ αὐτοῦ δράματι ποιητικῶς ἔγραψεν

ἄλλοι ἄλλοι κωμικοί

ἤδη πρώην

ἐρείδουσιν ἐπιστηρίζουσιν ἑαυτούς τὰ ἑαυτῶν δράματα στηρίζουσιν στηρίζονται ἑδραιοῦσι τὰς ἑαυτῶν κωμῳδίας κωμῳδοῦσιν λέγουσιν

εἰς Ὑπέρβολον καὶ γὰρ Πλάτων ὅλον δρᾶμα ἔγραψεν εἰς Ὑπέρβολον

λέγει γὰρ «εἰκοὺς ἐγχέλεων» ὁ Ἀριστοφάνης, ὅτι οἱ μέλλοντες ἐγχέλεις θηρεύσειν, εἰ μὴ ταράξαιεν ἐν τῷ ὑδρῶνι, λαβεῖν αὐτὰς οὐκ ἰσχύουσιν.

ἐν τῷ δράματι τῶν Ἐγχέλεων φησὶν ὁ Ἀριστοφάνης, ὅτι αἱ ἐγχέλυες βουλόμεναι ὕδωρ πιεῖν πρῶτον ταράττουσιν τὸ ὕδωρ καὶ οὕτως πίνουσι. φησὶ γοῦν, ὅτι κἀκεῖνοι οὕτως ἐποίησαν εἰς ἐμέ· ταράξαντες γὰρ τὰ ἐμὰ ποιήματα πρῶτον οὕτως ἔκλεψαν τὰς ἐμὰς διανοίας.

τὰς εἰκοὺς ἔδει δὲ εἰπεῖν «τῶν λόγων τῶν Ἱππέων»

τὰς ἐμὰς γρ. τῶν ἐμῶν

«τῶν ἐμῶν» ὤφειλε πρὸς «τῶν ἐγχέλεων»· ἀττικῶς δὲ πρὸς αἰτιατικήν. ἔτρεψε δὲ τὴν σύνταξιν πρὸς τὸ «τὰς εἰκοὺς»

ἐγχέλεων ὄνομα δράματος τοῦ Ἀριστοφάνους τοῦ δράματος τοῦ ἐμοῦ τοῦτο δρᾶμα τοῦ Ἀριστοφάνους

ὅστις κτλ. εἰ ἐκείνοις τέρπεται καὶ ἡδέως ἀκούει, τοῖς ἐμοῖς μὴ προσίτω

τούτοισι τοῖς κωμικοῖς ποιηταῖς τοῖς δράμασι τῶν ἄλλων ἐν τοῖς ποιήμασι τῶν ἄλλων ποιητῶν

γελᾷ χαίρει

εὐφραίνησθʼ εὐφροσύνην ἔχητε ἀγάλλεσθε

εὑρήμασιν νοήμασι καὶ ποιήμασιν καλοῖς ῥήμασιν ἐπινοήμασιν διανοήμασιν νοήμασιν

ὥρας καιρούς

ἐς ... ἑτέρας τὰς ἕξης ἡνίκα καλῶς γνώσεσθε τὰ ἐμὰ οἷά εἰσιν εἰς τοὺς μετὰ ταῦτα ἐνιαυτούς

δοκήσετε νομίσητε νομισθήσεσθε νομισθείητε δόξετε φανήσεσθε δοκήσεται φανήσεται

εὖ ... δοκήσετε οὐ κωμῳδηθήσεσθε ὑπʼ ἐμοῦ, ἀλλὰ ἐπαινεθήσεσθε ὑπʼ ἐμοῦ

ἡ ᾠδὴ τοῦ χοροῦ κώλων ἐστὶ ιγʹ· τὸ αʹ χοριαμβικὸν δίμετρον ἐκ χοριάμβου καὶ διιάμβου· τὸ βʹ ὅμοιον τῷ αʹ· τὸ γʹ χοριαμβικὸν δίμετρον ἐκ χοριάμβου καὶ βακχείου· τὸ δʹ χοριαμβικὸν τρίμετρον ἐκ χοριάμβου, διιάμβου καὶ πάλιν χοριάμβου· τὸ εʹ δίμετρον ἐκ χοριάμβου καὶ διιάμβου· τὸ Ϟʹ δίμετρον ἐκ χοριάμβου καὶ βακχείου· τὸ ζʹ ἐκ χοριάμβου καὶ δύο ἀναπαίστων· τὸ ηʹ ἀναπαιστικὸν ἐκ τριῶν ἀναπαίστων· τὸ θʹ δίμετρον ἐκ βακχείου καὶ ἰωνικοῦ ἀπʼ ἐλάσσονος· τὸ ιʹ δίμετρον ἐκ τρίτου ἐπιτρίτου καὶ παίωνος πρώτου· τὸ ιαʹ δακτυλικὸν ἑφθημιμερὲς ἤγουν ἐκ βʹ σπονδείων, δακτύλου καὶ συλλαβῆς· τὸ ιβʹ ἀντισπαστικὸν δίμετρον τὸ καλούμενον γλυκώνειον, ἐκ διτροχαίου καὶ διιάμβου· τὸ ιγʹ ἀντισπαστικὸν δίμετρον καλούμενον φερεκράτειον, ἐξ ἐπιτρίτου τετάρτου καὶ βακχείου· καὶ ἐφεξῆς στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ κʹ, ὧν τελευταῖος ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει ξυνοίσεται.

μέλος χοροῦ ἔχει δὲ καὶ μέρος τι παραβάσεως

ᾤδη μὲν λέγεται, διότι ἔνι ὕμνος πρὸς τὸς Δία, στροφὴ δέ, ὅτι στρέφεται πρὸς τοὺς θεατὰς καὶ ἀποτείνει τὸν λόγον αὐτοῦ.

ἴσθι, ὅτι ὁ χορὸς ἐνταῦθα τέσσαράς τινας θεοὺς ἐπικαλεῖται· τὸν Δία διὰ τὸ εἶναι αὐτὸν «πατέρα ἀνδρῶν τε θεῶν τε», τὸν Ποσειδῶνα, διότι αἴτιός ἐστι τοῦ ποιεῖν τὰς νεφέλας βρέχειν, τὸν Αἰθέρα, ἐπεὶ καὶ οὗτος συμφορώτατός ἐστι, καὶ τὸν Ἥλιον διὰ τὸ ἀνιμᾶσθαι αὐτὸν τὴν ὑγρότητα.

τύραννον βασιλέα ἀρχηγόν αὐθέντην

ἐς χορὸν εἰς ἡμᾶς ἐλθεῖν

κικλήσκω ἐπικαλοῦμαι ἐλθεῖν ἐπικαλέσομαι προσκαλοῦμαι

κικλήσκω: ἀπὸ τοῦ καλέω, καλῶ γίνεται ἕτερον παράγωγον ῥῆμα τὸ κικλήσκω

κικλήσκω ἀπὸ τοῦ κλῶ ... ὁ μέλλων καὶ ... τιτρώσκω

μεγασθενῆ ἰσχυρόν

τριαίνης κάμακος τοῦ ζωτικοῦ πνεύματος

τρίαινα ἡ κάμαξ· καὶ ἐκ τούτου μεταφορικῶς τρίαινα λέγεται τὸ ζωτικὸν πνεῦμα τὸ διὰ πάσης οὐσίας ἐμψύχου διῆκον.

ταμίαν διοικητήν

ἄγριον μέγαν ἰσχυρότατον ἰσχυρόν βίαιον

μοχλευτήν παράκτην ταρακτήν κινητήν ἤγουν τὸν Ποσειδῶνα

μεγαλώνυμον ἔνδοξον τὸν μέγα ὄνομα ἔχοντα μεγαλόδοξον

Αἰθέρα τὸν ἀέρα ἀλληγορικῶς

σεμνότατον τὸν ἔντιμον λίαν

βιοθρέμμονα τὸν ἀέρα ἐκάλεσεν, ὡς τοῦ βίου καὶ τῆς ζωῆς πᾶσι τοῖς ἐμψύχοις παρεκτικὸν ἤγουν ... ζωοφύτων.

βιοθρέμμονα πάντων τὸν θρεπτικὸν πάντων τὸν τρέφοντα τὴν ζωὴν πάντων τὸν διδόντα τροφὴν ἐν τῷ βίῳ πᾶσι τοῖς ζῴοις

ἱππονώμαν κικλήσκω κατὰ κοινοῦ· τὸν διφρηλάτην Ἥλιον τὸν κινοῦντα τρέφοντα νέμοντα τοὺς ἵππους καὶ ζωογονοῦντα

ἱππονώμαν: τὸν νωμῶντα καὶ ἡνιοχοῦντα τοὺς ἵππους. μυθολογοῦσι γὰρ οἱ Ἕλληνες, ὅτι τέσσαρσιν ἵπποις ὁ Ἥλιος ἐποχεῖται, οἶμαι διὰ τὸ ταχὺ καὶ εὐκίνητον καὶ θερμὸν τοῦ ἡλίου.

κατέχει κρατεῖ συγκρατεῖ αὐγάζει καταλαμβάνει

πέδον ἔδαφος δάπεδον

γῆς πέδον πᾶσαν τὴν γῆν περιφραστικῶς

θεοῖς τουτέστι στοιχείοις

δαίμων θεός ἐστὶν οὗτος δηλονότι μέγας

ὦ σοφώτατοι πάλιν παράβασις ἐπιρρηματικῶς ἀποστροφὴ τὸ σχῆμα ἀντῳδή

μετὰ τὴν ᾠδὴν ἤτοι τὴν εὐχὴν ... λέγει ταῦτα ὡς ἐκ προσώπου τοῦ ποιητοῦ.

τοῦτο ἐκ προσώπου τοῦ ποιητοῦ καὶ ἐκ προσώπου τῶν Νεφελῶν δύναται νοηθῆναι

θεαταί θεωροί

θεαταί: ὁρῶ καὶ βλέπω, ὅτε ἁπλῶς ἀντιλαμβάνομαι τῶν ὁράτων, οἷον· βλέπω καὶ ὁρῶ ἄνθρωπον ἐρχόμενον. θεῶμαι δέ, ὅπερ ἀεὶ παθητικῶς γράφεται—τὸ γὰρ ἐνεργητικὸν ἄχρηστον—, ἀεὶ ἐπὶ θεάτρου λέγεται, οἷον· θεῶμαι, τουτέστι τοὺς συνειλεγμένους καὶ καθημένους ἐν θεάτρῳ, ὁρῶ· καὶ θεατὴς ὁ ἐν θεάτρῳ καθήμενος. διὰ τοῦτο καὶ ὁ Ἀριστοφάνης «θεωμένους» προειπὼν νῦν «θεατάς» φησιν, ὡς ἐπὶ θεάτρου τὴν λέξιν τάττων.

δεῦρο κτλ. εἰς ἃ λέγω εἰς τὰ λεγόμενα ὑπʼ ἐμοῦ ἐν ἡμῖν τοῖς λεχθησομένοις ὑφʼ ἡμῶν

ἐπὶ τόπου, ἐπὶ χρόνου καὶ ἐπὶ πράγματος λαμβάνεται τὸ δεῦρο, ὡς ἐνταῦθα

ἠδικημέναι ἄδικα παθοῦσαι

μεμφόμεσθʼ κατηγοροῦμεν

ἐναντίον παρρησίᾳ ἔμπροσθεν κατὰ πρόσωπον

πλεῖστα πλέον μάλιστα περισσοτέρως πάνυ λίαν πολλά ἀπὸ τῶν θεῶν

τὸ «ὠφελούσαις» σύναπτε μετὰ τοῦ «ἡμῖν»

θύετʼ σφάζετε θυσίαν ποιεῖτε θυσιάζετε

σπένδετε οἶνον ἐπιχεῖτε σπονδὰς ποιεῖτε

ἔξοδος ἐξέλευσις στρατείας στρατοῦ

μηδενὶ ξὺν νῷ σὺν οὐδεμίᾳ σκέψει, ἀλλʼ ἀπερισκέπτως

νῷ λογισμῷ γνώσει καὶ σκέψει

νοῦς οὐ μόνον ἡ διανοητικὴ δύναμις τῆς λογικῆς ψυχῆς, ἀλλὰ καταχρηστικῶς καὶ ἡ μετὰ εὐβουλίας καὶ καλῆς σκέψεως ἐπιχείρησίς τινος πράγματος, ὡς ἐνταῦθα

ψεκάζομεν ὕομεν ὑετίζομεν καὶ δρόσον ὕδατος ἐπάγομεν λεπτῶς βρέχομεν ὕομεν κατʼ ὀλίγον κατὰ μικρόν

θεοῖσιν ἐχθρὸν μεμισημένον.

βυρσοδέψην ἔοικεν ἀπὸ πατρὸς ἔχειν τοῦτο· ἐργαστὴν δερμάτων τὸν τὰς βύρσας ἐργαζόμενον σκυτοτόμον τὸν τὰς βύρσας θεραπεύοντα καὶ μαλάξοντα καὶ ἐμβρέχοντα

Παφλαγόνα τὸν Κλέωνα

καὶ πάλιν διὰ τοῦ τὰς ὀφρῦς συνάγειν δῆλον ἐποίησαν, ὡς ἐδυσχέραναν τῇ τοῦ Κλέωνος ἀρχαιρεσίᾳ.

τὰς ... συνήγομεν συνηρεφεῖς ἐγινόμεθα, κατηρεφεῖς ὑπάρχομεν ἐχολοῦμεν

ἐπεὶ καὶ ὁ Κλέων τοιοῦτος· εἶπε δὲ ἀνωτέρω, ὅτι πάντα μιμοῦνται.

δεινά χαλεπά σημεῖα

ἐρράγη ἤχησε μετὰ κραυγῆς ἠκούσθη ἀπὸ μεταφορᾶς τῶν μετὰ βίας φθεγγομένων ἐσχίσθη.

διʼ μετά

ἀστράπης ἐναντίως· ἐρράγη δὲ ἡ ἀστραπὴ διὰ τῆς βροντῆς.

ἐξέλιπε τὰς ὁδούς ὑποσκίασιν ἔπαθεν ὑπεσκιάσθη ἀφῆκε τὰς κινήσεις αὐτῆς τὰς περιόδους τοὺς δρόμους κατέλιπε

τὴν θρυαλλίδʼ τὸ παπύριον … .

ξυνελκύσας συστείλας, περισυνάξας σφίξας

φαίνω τὸ δεικνύω καὶ τὸ λάμπω

ἐνταῦθα ἱστορίας παλαιᾶς μέμνηται ὁ ποιητής. φασὶ γάρ, ὅτε ποτὲ ἐφιλονείκησαν ἡ Ἀθηνᾶ καὶ ὁ Ἀπόλλων, τίνι τῶν δύο κληρωθήσονται αἱ Ἀθῆναι. ὡς γοῦν ἐμάχοντο, μὴ ἔχοντες, ὅ τι καὶ δράσωσιν, ἔθεντο διὰ σπουδῆς, ὅστις σημεῖόν τι δείξει, καὶ ἔκτοτε κληρωθῆναι αὐτῷ τὴν πόλιν. ὡς δὲ καὶ ἡ ἐλαία ἀνεδόθη αὐτοφυῶς ἐν τῇ ἀκροπόλει παρὰ τῆς Ἀθηνᾶς, διὰ τοῦτο τῇ Ἀθηνᾷ ἡ πόλις ἀφώρισται. διά τοι τοῦτό φασιν τὸν Ἀπόλλωνα ἀποτυχόντα τῆς πόλεως ἐνσκῆψαι αὐτῇ τὸ κακῶς βουλεύεσθαι, τοὺς δὲ θεοὺς τὴν κακοβουλίαν εἰς τὸ καλῶς ἀποβαίνειν ποιεῖν.

ὁ Ποσειδῶν ... ἐνέβαλε τοῖς Ἀθηναίοις, ἣν

τῇ πόλει, ἀφʼ ἧς οἱ Ἀθηναῖοι πολλὰ προσέπταιον κακῶς βουλευόμενοι· ἀλλʼ ἡ Ἀθηνᾶ πάλιν πρὸς ... μεταβάλλει μετέβαλε· δυσβουλίαν δέ φησιν ἤτοι δυσχέρειαν περὶ τὸ ὀρθῶς βουλεύεσθαι.

φασίν, ὅτι Ποσειδῶνα καὶ Ἀθηνᾶν πρὸς ἀλλήλους ἐρίσαντας περὶ τῆς πόλεως τῶν Ἀθηναίων ἐνίκησεν ἡ Ἀθηνᾶ· καὶ φθονήσας ὁ Ποσειδῶν περιέτρεψε τὴν τῶν Ἀθηναίων βουλὴν ἐπὶ τὸ χεῖρον, ἡ δʼ Ἀθηνᾶ τὴν κακὴν βουλὴν ἐπὶ τὸ βέλτιον ἄγει· ὅθεν παροιμία «τῶν Ἀθηναίων δυσβουλία» ἐπὶ τῶν κακῶς βουλευομένων καὶ εὐπραγούντων.

εἵλεσθε προετιμήσατε

δυσβουλίαν κακοβουλίαν κακὴν βουλήν

τοὺς θεοὺς παρακαλοῦμεν δηλονότι

ἐξαμάρτητʼ ἐπταίσατε ἀστοχήσατε σφάλητε σφάλοισθε σφάλοιτε.

τρέπειν ἄγειν μεταβάλλειν μεταφέρειν ὑμᾶς ποιοῦμεν

τοῦτο τὸ ἐξιλεώσεσθαι ἡμῖν τὰς Νεφέλας

ξυνοίσει συνδραμεῖται ὠφελήσει

λάρον ἅρπαγον ἁρπακτικόν κοῦφον μωρὸν ὥσπερ λάρον πολύλαλον.

δώρων ἕνεκα ἕνεκεν δωροδοκίας

ἑλόντες ἐγκλήματι δῆλον λαβόντες

εἶτα περισσόν

φιμώσητε δεσμεύσητε χαλινώσητε συστείλητε προσαρμόσητε

ξύλῳ φούρκᾳ τῷ τιμωρητικῷ

ἐς τἀρχαῖον ἤγουν ἐπὶ τὰς ἀρχαιρεσίας πρὸ τῆς αἱρέσεως κατὰ τὴν ἀρχαίαν συνήθειαν ἀξίωμα καταρχήν τὸ πρῶτον

κἠξημάρτετε ἡμαρτημένον ἐπράξατε ἐσφήλατε

κἠξημάρτηται ἔσφαλται ὑφʼ ὑμῶν ἠστόχηται ἔπταισται

ξυνοίσεται ὠφελήσει τραπήσεται μετατραπήσεται, ἐλεύσεται συνέλθῃ ἀπὸ τοῦ οἴω τὸ κομίζω

ἡ ἀντῳδὴ αὕτη, ἥτις καὶ ἀντιστροφὴ λέγεται, ὁμοία ἐστὶ τῇ ἄνωθεν ᾠδῇ ἤτοι τῇ στροφῇ, κώλων οὖσα καὶ αὐτὴ ιγʹ, ὥσπερ ἐκείνη. καὶ τὰ κῶλα δὲ ὅμοια ἐκείνοις πλὴν τοῦ ιβʹ μόνου· οὐ γὰρ ἐκ διτροχαίου τὴν ἀρχὴν ἔχει, ὥσπερ ἐκεῖνο, ἀλλʼ ἐκ δισπονδείου. μετὰ δὲ τὴν ἀντῳδὴν πάλιν στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοί.

ἀντεπίρρημα πρὸς τοὺς θεούς

ἀντίστροφος ἀντῳδή

ὡμοίωται δὲ τὸ ἐπίρρημα ἀντεπιρρήματι.

λάμβανε τὸ «ἔσο» ... θεὸς» ἐφʼ ἑκάστῳ τῶν θεῶν· πρὸς δὲ ... λάμβανε.

ἀμφί μοι παρʼ ἐμοὶ ἵστασο καὶ βοήθει μοι δηλονότι κύκλῳ ἐμοῦ ἵστασο ἐν ἐμοὶ περὶ ἐμὲ ἐλθέ μετʼ ἐμοῦ γενοῦ ἔλθετε δηλονότι

Φοῖβʼ ἄναξ καθαρέ λαμπρὲ βασιλεῦ Ἄπολλον

Δήλιε ἀπὸ τῆς Δήλου ἐκ τῆς Δήλου ὁ ὢν ἐν τῇ Δήλῳ

ἔχων οἰκῶν κατοικῶν κρατῶν

ἀντὶ τοῦ τὴν ὑψηλήν· περιφραστικῶς ἀντὶ τοῦ τὴν Κύνθον αὐτήν· «τὴν ὑψικέρατα» ἀντὶ τοῦ «τὴν ὑψικέρατον» κατὰ μεταπλασμόν.

ὑψικέρατα μεταπλασμός ἐστι τὸ ὑψικέρατα

ὑψικέρατα τὴν ἔχουσαν εἰς ὕψος τὰ ἄκρα ἰσχυράν, μεγάλην

πέτραν ὄρος

ἐν Ἐφέσῳ ἦν ναὸς τῆς Ἀρτέμιδος ἀξιοθέατος, ὃν οἱ Ἐφέσιοι κατελάμβανον ἑορτάζοντες πανδημεί. ἐσέβοντο δὲ καὶ ἐτίμων Ἄρτεμιν Ἐφέσιοι διαφερόντως αὐτήν τῶν ἄλλων φησι διὰ τὸ κεκαλλωπισμένον εἶναι χρυσῷ. γειτονιᾷ δὲ ἡ Λυδία τῇ Ἐφέσῳ· διό φησιν· «ἐν ᾧ ναῷ τιμῶσί σε μεγάλως αἱ κόραι τῶν Λυδῶν ἤγουν αἱ νέαι παρθένοι θυγατέρες αὐτῶν

πάγχρυσον πολύχρυσον ὁλόχρυσον

οἶκον ναόν

ἔχεις οἰκεῖς κατοικεῖς κατέχεις

κόραι θυγατέρες παρθένοι

Λυδῶν Περσῶν

μεγάλως μεγαλοπρεπῶς

ἐπειδὴ ἡ Ἀθηνᾶ τὸ κρεῖττον δῶρον ἐδωρήσατο τῇ πόλει καὶ σημεῖον νίκης ἔδωκε τὸν θαλλὸν κατὰ τὰς παλαιὰς ἱστορίας καὶ ἡ πόλις ἀνειμένη ἦν αὐτῇ, εἰκότως φησὶν “ἡ ἐπιχώριος”, ὥσπερ καὶ “πολιοῦχος”.

ἔστω καὶ παρʼ ἐμοὶ καὶ ἡ ἐπιχώριος θεὸς ἡμετέρα ἤγουν ἡ Ἀθηνᾶ

ἐπιχώριος ἐντόπιος συνήθης τοπική

τὸ “θεὸς” ἀντὶ τοῦ “θεά” ἐστὶν ἀττικῶς, ὡς καὶ τὸ “σοφός” καὶ τὸ “καλός” ἀντὶ τοῦ “σοφή” καὶ “καλή”

ἤτοι ἡ περιστρέφουσα ... αἰγίδα· ἤτοι ἡ συνέχουσα καὶ οἰκοῦσα τὴν πόλιν. κατὰ κοινοῦ “ἀμφί μοι” ἤτοι παρίστασο καὶ βοήθει μοι.

παρὰ τὸ ὁμηρικὸν “αἰγίδʼ ἔχουσʼ ἐν χειρί”.

αἰγίδος προνοίας

ἡνίοχος κυβερνήτρια κυβερνῆτις κυβερνητική καθεκτική διοικητής ἄγουσα

πολιοῦχος ἡ τὴν πόλιν συνέχουσα ἔχουσα συνάγουσα καὶ ἐφορῶσα ἡ φυλακτικὴ τῆς πόλεως ἡ ἔχουσα καὶ τηροῦσα

ἔστω δὲ παρʼ ἐμοὶ καὶ ὁ Διόνυσος ὁ κωμαστὴς καὶ τὰς ἑξῆς

Παρνασίαν κατέχων Ποσειδῶν

κατέχων οἰκῶν κατοικῶν κρατῶν

πέτραν ὄρος

πέτραν σὺν πεύκαις παρὰ τὸ “καθαπτὸς ἐν πεύκαισι”.

σὺν πεύκαις μετὰ πευκίνων λαμπάδων

ἰστέον, ὅτι ἐκ τῶν πευκῶν ποιοῦσι λαμπάδας ξυλίνας· ἔχει γὰρ ἡ πεύκη λιπαρώτατον ξύλον, ὅθεν καὶ ἡ ῥητίνη ἐκρέει

σελαγεῖ λάμπει καταλάμπει φῶς πέμπει σελαγεῖς καταλάμπεις λάμπεις

Βάκχας: ἦσαν αὗται γυναῖκες ἦσαν τῷ Διονύσῳ μετὰ μέθης καὶ ἀσέμνως ᾄδουσαι. ἦσαν δὲ ἀνατεθειμέναι αὐτῷ

γράφεται δὲ καὶ οὕτως· κείμενον “παρνασίαν θʼ ὃς κατέχων πέτραν σὺν πεύκαις σελαγεῖς Βάκχε Δελφοῖσιν ἐμπρέπων κωμαστὴς Διόνυσος”

Βάκχαις γυναιξὶν ἀσελγέσιν

δελφοῖσιν δελφικαῖς

ἐμπρέπων διαπρεπὴς καὶ λαμπρός διαφανὴς ὑπάρχων τιμώμενος διαπρέπων τίμιος ὤν.

ἐκτρέπων ἐκτρέπεσθαι μαίνεσθαι ποιῶν μετατρέπων ἐκ τοῦδε εἰς τόδε

κωμαστὴς ὁ τοὺς κώμους καὶ τὰ συμπόσια ποιῶν μέθυσος παραδιαβαστής ἔφορος τῆς μέθης τρυφῶν μετʼ ᾠδῆς

ὁ Διόνυσος ἔφορος ἦν τοῦ οἴνου καὶ τῆς μέθης, ὥσπερ ὁ Πὰν τῶν θρεμμάτων καὶ τῶν ὀρχήσεων

Διόνυσος καὶ ὦ Διόνυσε κωμαστὰ ἤγουν μεθυστά, ὃς κατέχων τὴν παρνασίαν πέτραν σελαγεῖς μετὰ πευκίνων λαμπάδων, ποιῶν ἐκτρέπεσθαι τὰς Βάκχας ἐν τοῖς Δελφοῖς.

ὁ δὲ νοῦς τοιοῦτός ἐστιν· ὦ Βάκχε Διόνυσε κωμαστά, ὃς κατέχων καὶ οἰκῶν τὴν παρνασίαν πέτραν ἤγουν ὄρος σελαγεῖς καὶ λάμπεις σὺν πεύκαις ἤγουν μετὰ δᾴδων ἐμπρέπων ἐν τοῖς Δελφοῖς. Παρνασσὸς δὲ καὶ Δελφοὶ πλησίον εἰσίν.

τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ κʹ, ὧν τελευταῖος κατὰ σελήνην ὡς ἄγειν χρή.

τὸ ἀντεπίρρημα ὅμοιόν ἐστι τῷ ἐπιρρήματι.

ἀφορμᾶσθαι πορεύεσθαι ἔρχεσθαι ἐλθεῖν

παρεσκευάσμεθα ἡτοιμάσμεθα ᾠκονομούμεθα οἰκονομήθημεν ᾠκονομίσμεθα εὐτρεπίσθημεν ηὐτρεπίσμεθα

συντυχοῦσʼ κατὰ τύχην φανεῖσα καὶ συναντήσασα ἐντυχοῦσα ἐπιτυχοῦσα

ἐπέστειλε ἐμήνυσε παρήγγειλε ἐπέτειλε

φράσαι ὑμῖν τοῖς Ἀθηναίοις δηλονότι

ξυμμάχοις βοηθοῖς τοῖς φίλοις

θυμοῦμαι καὶ θυμαίνω τὸ ὀργίζομαι

δεινὰ δύσκολα ἐναντία, κακά χαλεπά ἀνάξια

ἐμφανῶς φανερῶς ἤτοι ἔργοις ἐν ἔργοις διὰ ἔργων προδήλως ὁμολογουμένως.

δραχμήν ὑπέρπυρον

ἰστέον, ὅτι ὅτε ἂν ᾖ τὸ φῶς τῆς σελήνης ἐπιτήδειον καὶ φαίνῃ ἡμῖν κατὰ τὸν καιρὸν τῆς νυκτός, καὶ δυνάμεθα ἐργάζεσθαι ἔργον ὁτιοῦν, περισσόν ἐστιν ἀγοράζειν λαμπάδας ὥστε φαίνειν· ὅθεν, φησί, ἔδιδε κέρδος ἡ σελήνη ἑνὶ ἑκάστῳ ἐπὶ ἑκάστου μηνὸς πλέον παρὸ μίαν δραχμὴν εἰς ἀγορασίαν λαμπάδων.

ἅπαντας Ἀθηναίους ὑμᾶς τοὺς ἀνθρώπους

ἑσπέρας οὔσης ἐν καιρῷ κατὰ τὸν καιρὸν τῆς εἰς τό

πρίῃ ἀγοράσῃς ἢ “σχίζε”, ἐὰν πρίῃ», ἢ «ἀγόρασον», ἐὰν «πρίω»

πρίῃ καὶ πρίω καλόν ἐστι· καὶ εἰ μὲν ἔνι «πρίῃ» ἤγουν μὴ σχίζε, κανονίζεται οὕτως· πρίω καὶ τὸ παθητικὸν πρίομαι πρίῃ. εἰ δέ ἐστι «πρίω» ἤγουν μὴ ἀγόρασον προστακτικόν, κανονίζεται οὕτως· πρίω καὶ ῥῆμα εἰς μι πρίημι, καὶ τὸ παθητικὸν πρίαμαι καὶ ὁ παρατατικὸς ἐπριάμην, ἐπρίασο, ἐπρίω, καὶ τὸ προστακτικὸν πρίασο, πρίαο, πρίω.

Ἀττικῶν ἐστιν κτητικὰ λαμβάνειν ἀντὶ πρωτοτύπων, ὡς καὶ «παρθενική» ἡ παρθένος.

καλόν ὡραῖον, ἀρκετόν

εὖ δρᾶν εὐεργετεῖν καλῶς ποιεῖν

ὑμᾶς πρός.

κοὐκ ἄγειν τὸ «οὐκ ἄγειν» καὶ τὸ «οὐδὲν» ἐκ παραλλήλου

ἄγειν φέρειν τιμᾶν

ὀρθῶς εὐτάκτως ὑγιῶς, ἀκριβῶς ἴσως

ἐν μὲν τῇ ... ἦν θύειν τῷ Διί, ἐν δὲ ... τῷ Ποσειδῶνι, ἐν δὲ τῇ τρίτῃ ἄλλῳ, καὶ ἁπλῶς ἐν τάξει ἑκάστῳ. συγχύσεως δὲ καὶ ἀταξίας Ἀθηναίοις γενομένης καὶ αἱ πρὸς θεοὺς θυσίαι ἀτάκτως καὶ συγκεχυμένως ἐτελοῦντο ὑπʼ αὐτῶν, καὶ οὐ κατὰ λόγον τῶν ἡμερῶν, ὥς φησιν

κυδοιδοπᾶν συγχέειν τὴν τάξιν αὐτάς συνταράσσειν, ἀνατρέπειν αὐτάς

ἀπειλεῖν ὀργίζεσθαι ἐκφοβεῖν

ἑκάστοτε πάντοτε διηνεκῶς διὰ παντός

ψευσθῶσι ἀστοχήσωσι

δείπνου θυσίας τροφῆς κατὰ καιρὸν τοῦ

οἴκαδε ἄθυτοι

μὴ τυχόντες μὴ λαχόντες οὐκ ἐπιτυχόντες, ἐὰν ἀποτύχωσι μὴ ἀπολαύσαντες

κατὰ λόγον κατὰ τὴν ἀναλογίαν

ἐν αἷς ἡμέραις τελοῦσι τὰ δεῖπνα

θύειν θυσιάζειν

στρεβλοῦτε κατακρίνετε τιμωρεῖσθε εῖτε ἐν στρεβλότητι διάγετε

δικάζετε κρίνετε δίκας ἄγετε

πολλάκις ἐν πολλαῖς φοραῖς

ἀγόντων ἐχόντων φερόντων τηρούντων τελούντων

ἀπαστίαν ἀφαγίαν

ἀπαστία ἀπὸ τοῦ α στερητικοῦ μορίου γίνεται καὶ τοῦ πάω, πῶ τὸ κτῶμαι, οὗ ὁ μέλλων πάσω, ἀφʼ οὗ καὶ πάσασθαι τὸ φαγεῖν παρὰ ποιηταῖς

πενθῶμεν κλαίωμεν

ὁ Σαρπηδὼν οὗτος παῖς ἦν τοῦ Διός· τῶν δὲ Τρώων ἐχόντων πόλεμον μετὰ τῶν Ἑλλήνων, ἐδεήθησαν οἱ Τρῶες τοῦ Σαρπηδόνος, ὅπως αὐτοῖς βοηθῆσαι. ὡς δὲ καὶ τοῦτο ἐγένετο, μαχεσάμενος μετὰ Πατρόκλου καὶ φονευθεὶς ὑπʼ αὐτοῦ, ἄγουσιν οἱ θεοὶ ἔκτοτε θρήνους, καθʼ ἣν ἡμέραν τοῦτο συνέβη, τιμῶντες αὐτὸν ὡς Διὸς υἱόν.

ὁ Μέμνων καὶ ὁ Σαρπηδὼν ἀδελφοὶ ἦσαν, υἱοὶ δὲ τοῦ Διός, ὥς φασιν· ἀπέθανον δὲ ἐν τῇ Τροίᾳ ὑπὸ Ἀχιλλέως· οὕτω δὲ αὐτοὺς ἐτίμησεν ὁ Ζεύς οὕτως ὥστε τὴν ἡμέραν ἐκείνην καθʼ ἣν ἀπέθανον, ἄγειν τοὺς θεοὺς κατʼ ἔτος ἐν νηστείᾳ καὶ πένθει.

σπένδεθʼ σπονδὰς καὶ θυσίας ποιεῖτε θύετε θυσιάζετε πανηγυρίζετε

λαχών κληρωθείς κληρωσάμενος

τῆτες πρὸ μικροῦ πρὸ ὀλίγου, τούτῳ ἔτει, κατὰ τὸ παρὸν ἔτος χθές προχθές πρὸ ἡμέρας ἐν τῷδε ... θεριζομένους

ἱερομνημονεῖν ἐπιστατεῖν τῶν ἱερῶν ἡμερῶν ἱερομνήμων εἶναι

πυλαγόραι ... Ἀμφικτυόνων

τὸν στέφανον τῆς ἱερομνημοσύνης δηλονότι τὸ σημεῖον τοῦ ἱερομνημονεῖν ὃν ἐθήκατε ἐπὶ τῆς κεφαλῆς ἐπάνω αὐτοῦ τὸ ἀξίωμα, τὸ ὀφφίκιον

ἀφῃρέθη ἀπεβάλλετο ἐστερήθη

μᾶλλον περισσοτέρως

εἴσεται ὁ Ὑπέρβολος ἕκαστος

κατὰ σελήνην ἁρμοδίως τῇ σελήνῃ κατὰ μῆνα τῆς σελήνης κατὰ τὴν τάξιν

ἄγειν διαβιβάζειν, φέρειν τηρεῖν ποιεῖν.

οὐ «τὰς ἡμέρας» ἀνακτέον πρὸς τὸ «βίου», ἀλλὰ οὕτως· μᾶλλον γὰρ οὕτως γνώσεται ὁ Ὑπέρβολος διὰ παντὸς τοῦ βίου αὐτοῦ, πῶς χρὴ ἄγειν τὰς ἡμέρας τῶν θεῶν κατὰ σελήνην

τοῦ βίου διὰ παντὸς τοῦ αὐτοῦ βίου

ὥσπερ ἀπόπειραν τινὰ ποιησάμενος Στρεψιάδους ἐντὸς ὁ Σωκράτης τοῦ γέροντος καὶ γνοὺς τὴν αὐτοῦ παχύτητα δυσχεραίνων οἱονεὶ καὶ ταῦτά φησιν.

πλαγίως διαβάλλει τὸν Σωκράτη ἐπὶ ἀμαθίᾳ

τὴν Ἀναπνοήν τὸ μέρος τοῦ ἀέρος, ᾧ εἰς ἀναπνοὴν χρώμεθα τὴν ὑγρὰν ἀναθυμίασιν

τὸ Χάος τὸν τοῦ ἀέρος τόπον

τὸν Ἀέρα τὸ ὅλον στοιχεῖον

ἃ ἐνόμιζε θεούς, ταῦτα καὶ καλεῖ ἐνταῦθα. λέγει δὲ ἀναπνοὴν μὲν αὐτὸν τὸν ἀέρα, ὃν ἀναπνέουσι πάντα τὰ ζῶντα, χάος ... αὐτόν, ἐν ᾧ ἐστιν ὁ ἀήρ

οὐκ εἶδον οὐκ οἶδα.

ἄγροικον ἀνόητον ἀπαίδευτον βραδύν ἰδιώτην

ἄγροικον ἄγροικον τὸν ἀμαθῆ καλοῦσιν, ἄγροικον καὶ τὸν ἀγροικικὸν βίον

ἄπορον μὴ ἔχοντά τινα πόρον δυσνόητον παχύν δυσχερῆ βραδύν ἀνεπιτήδειον

ἐπιλήσμονα ἀμνήμονα ἀμαθῆ ἐπιλανθανόμενον

σκαλαθυρμάτιά τινες νοοῦσι τὰ παρὰ τῶν χειροτεχνῶν ὡς περιττὰ καὶ εὐτελῆ καὶ ἀχρεῖα ἔξω ῥιπτόμενα· καὶ γίνεται παρὰ τὸ σκαλεύω καὶ τὸ ἄθυρμα τὸ παίγνιον.

«ἄττα» καὶ «τινά» ψιλοῦται, «ἅττα» δὲ καὶ «ἅτινα» δασύνεται.

τὸ δὲ «ἅττα» ὅτε μὲν σημαίνει τὸ «ἅτινα», δασύνεται, ὅτε δὲ τὸ «τινά», ψιλοῦται, ὡς ἐνταῦθα.

μικρά τινα καὶ εὐτελῆ μαθήματα καὶ οἱονεὶ παίγνια, ἀπὸ τοῦ ἀθύρω τὸ παίζω.

διὰ τούτου διαβάλλει τὸν Σωκράτη ... λόγου ἢ μαθήσεως· καὶ φλυαρίαι καὶ γέλως καὶ ὅσα τοιαῦτα.

σκαλαθυρμάτιʼ μικρὰ καὶ εὐτελῆ τινα παίγνια καὶ μαθήματα

δευρὶ ἐλθέ ἐνταῦθα δεῦρο

ἔξει ἔξιθι.

τὸν ἀσκάντην τὸν κοινῶς σκάμνον τὸ σκαμνίον διφρίσκον

ἐῶσί ἀφίουσι ιᾶσι ιῶσι συγχωροῦσι

ἐξενεγκεῖν τὸν ἀσκάντην ἐκβαλεῖν ἐξελθεῖν ἔξω κομίσαι τὸν σκάμνον

ἔχει γὰρ ὁ σκάμνος ἀμετρήτους κόρεις καὶ ἐδειλία ὁ Στρεψιάδης αὐτόν.

κατάθου ἐπίθες κάτω θές

πρόσεχε τὸν νοῦν τοῖς λεγομένοις ἐμοί

πρόσεχε ἀκριβῶς ἔχε

τὸν νοῦν τὴν διδασκαλίαν

ἰδού ἀκούω ἐποίησα οὕτως ἐγὼ γὰρ τίθημι οὕτω ποιῶ

νυνὶ πρὸς τὸ παρόν ἀρτίως.

οὐδέν κτλ. τὸ «οὐκ» καὶ τὸ «οὐδέν» ἐκ παραλλήλου

μέτρα μὲν καλεῖται πάντα τὰ εἴδη ... δὲ ἰδίως μόνα τὰ ἡρωϊκά. ῥυθμὸς δέ ... εὐρυθμία ἤτοι ἡ τοῦ λόγου ἀρίστη φάσις καὶ ... δίαρμα, τουτέστι τὸ ὕψος

ῥυθμὸς δέ ἐστιν ... κρότος. ἔστι δὲ ἐντεῦθεν ... τὰ ἄλλα ... οἱ πάλαι ... ποιηταὶ μιμούμενοι ... τὸν ἑαυτῶν λόγον ἐρρύθμισαν ... πολλὰ τῶν ποιητικῶν στίχων παραφθαρέντα τῷ χρόνῳ διορθοῦν ἔχοι τις.

ἐπειδὴ πᾶς λόγος ἢ ἔμμετρός ἐστιν ἢ ἄμετρος, καὶ ἢ ἐρρυθμισμένος ἢ ἀρρύθμιστος—ἢ γὰρ ποιητικός ἐστιν, ὃς λέγεται καὶ ἔπος καὶ ἐρρυθμισμένος, ἢ ῥητορικός, ὃς λέγεται ἐρρυθμισμένος μόνον—, φησί· «περὶ ποίου λόγου βούλει ποιήσασθαι τὴν μάθησιν;» ἐμπαίζει δὲ ὅμως τοὺς φιλοσόφους ὡς καταφρονητικῶς ἔχοντας τῶν μέτρων. ὁ μέντοι Στρεψιάδης μὴ δυνάμενος συνιδεῖν τὸ λεγόμενον «περὶ μέτρων» φησὶ νομίζων, ὅτι, εἰ μετρεῖν μαθήσεται, καὶ διὰ τούτου τοὺς δανειστὰς ἀποκρούσεται.

ἐμπαίζει τοὺς φιλοσόφους περὶ τῶν μέτρων βούλεσθαι μαθεῖν λέγων, καθόσον ἐκεῖνοι οὐκ οἴδασι ταῦτα καταφρονητικῶς αὐτῶν ἔχοντες.

ῥυθμός· τάξις ... σύγκρισις. πατὴρ ... διδασκαλία.

μέτρων ἀριθμῶν μέτρου ἡρωϊκοῦ λόγων ἐμμέτρων ἢ συνθηκῶν λόγων εὐαρμόστων, στίχων

ῥυθμῶν τάξεων ἐμμελῶν τὴν εὐταξίαν τοῦ λόγου, ἐμμέτρων καὶ ἐρρυθμισμένων λόγων τάξεων τῆς ποιητικῆς

ἔναγχος πρὸ μικροῦ πρὸ ὀλίγου νεωστί

ἀλφιταμοιβοῦ μάγγιπος μάγκιπος … , ψωμοπωλίδος ἀρτοποιοῦ ἀλφιτομέτρου

ἀλφιταμοιβὸς ὁ τὰ ἄλφιτα τῇ διαπράσει εἰς ἀργύριον ἀνταλλάσσων.

ἀλφιταμοιβός ἐστιν ὁ ἄλφιτα λαμβάνων, ὥστε ἄρτους ποιῆσαι αὐτά

ἀλφιταμοιβός ἐστιν ὁ ἀρτοποιός, ὁ λαμβάνων ἄλφιτα καὶ ἄρτους κατασκευάζων.

παρεκόπην ἐκλάπην παρεκλάπην ἐζημιώθην

διχοινίκῳ κατὰ δύο χοίνικας διὰ διχοινίκου ἐν εἰκοστοτετάρτῳ μεδίμνου πινακοτῇ

διχοινίκῳ εἶδος ἀγγείου διχοίνικος ἡ πινακοτή

μέτρου μέτρων

τὸ τρίμετρον τὸ ἓξ ἔχον πόδας ὡς τὸ ἡρωϊκόν

τὸ τετράμετρον τὸ ἔχον ὀκτώ ὡς τὸ τῶν τραγικῶν

τρίμετρον ... τετράμετρον εἴδη μέτρων εἰσὶ ταῦτα

τὸ διθυραμβεῖον μέτρον ἐλέγετο δὶς τρίς, τὸ δὲ διθυραμβικὸν δίς· διὰ τοῦτο τὸ μὲν οὖν ἰαμβικὸν τρίμετρόν φησι, τὸ δὲ διθυραμβικὸν τετράμετρον.

πρότερον προτιμότερον κρεῖττον

ἡμιεκτέου τῶν τεσσάρων χοινίκων τοῦ χωροῦντος δʹ χοίνικας ἤγουν τὰ τέσσαρα τοῦ ἔχοντος τὰ ὀκτώ

ἰστέον, ὅτι ὁ μέδιμνος ἐχώρει χοίνικας σαρανταοκτώ. τὸ ἕκτον γοῦν τοῦ μεδίμνου ὀκτὼ χοίνικες· ἑξάκις γὰρ ὀκτὼ σαρανταοκτώ. τὸ γὰρ ἡμίεκτον τέσσαρες χοίνικες.

ἡμιεκτέον φησὶν ὁ Στρεψιάδης τὸ ἡμίεκτον, ὅ ἐστι τὸ ἥμισυ τοῦ ἕκτου τοῦ μεδίμνου ἤτοι τὸ ἔχον τέτταρας χωροῦν χοίνικας

ἤγουν ὁ ὀκτὼ ἀριθμός· ὁ γὰρ μέδιμνος τεσσαράκοντα ὀκτὼ χωρεῖ. ὅρα οὖν, φησίν, εἰ μή ἐστι τὸ τετράμετρον ἥμισυ τοῦ ἡμιεκτέου, ἤγουν ὁ τέσσαρα τοῦ ὀκτώ

περιδοῦ κτλ. τὸ κοινῶς «θὲς στοίχημα» συνθήκην δὸς περὶ ... πρόστιμον ἤγουν ὑπόδεσμον συνθήκας παρ … κατάθου σκόπησον ἄθρησον τὸ «ἄθροισον» ἀντὶ τοῦ «σουμμάρησον» κατὰ Λατίνους, ἕνεκεν χάριν ἐμοῦ περισκόπησον

τὸ «περιδοῦ» προστακτικόν ἐστι καὶ κανονίζεται οὕτω· δέω, δῶ τὸ δεσμῶ· δέομαι, δοῦμαι· ἐδεόμην, ἐδούμην· ἐδέου, ἐδοῦ· καὶ τὸ προστακτικὸν δέου, δοῦ, καὶ μετὰ τῆς περί προθέσεως περιδοῦ, τουτέστι συνδέθητι μετʼ ἐμοῦ εἰς συμφωνίαν

δόω, δῶ, καὶ ἀπὸ τούτου ῥῆμα εἰς μι δῆμι καὶ κατὰ παραγωγὴν δίδημι· ὁ μέλλων δήσω, ὁ βʹ ἀόριστος ἔδην, ὁ μέσος ἐδήμην, ἔδου, καὶ τὸ προστακτικὸν δοῦ, καὶ μετὰ τῆς περί περιδοῦ.

τετράμετρον οἱ τέτταρες χοίνικες δʹ χοινίκων ἐστίν τὸ δυσχερέστατον μέτρον

ἡμιεκτέον τὸ ἥμισυ τῶν ὀκτώ τὸ ἥμισυ τοῦ ἕκτου, ὡς τοῦ ἕκτου ηʹ χοινίκων ὄντος

ἡμιεκτέου χεῖρον ἧττον εὐχερές τοῦ κρεῖττον ἔλαττον

ἐς κόρακας εἰς ἀφανισμὸν ἄπιθι ἄπελθε

ἄγροικος ἀπαίδευτος ἀνόητος

δυσμαθής ἀργός, δυσκίνητος δυσκόλως μανθάνειν δυνάμενος δύσκολος μανθάνειν ἀφυής

ῥυθμῶν εὐρυθμίας εὐταξίας λόγων εὐαρμόστων λόγων

ῥυθμοὶ κρότοι

τἄλφιτα τὰ ἄλευρα ἀντὶ τοῦ «πρὸς τὸ ἔχειν ἄρτους» τὴν τροφήν τὸ τρέφεσθαι ἐπὶ τῇ τῶν ἀλφίτων χρείᾳ

πρῶτον μὲν ὠφελήσουσί σε ποιήσουσί σε

κομψὸν σοφόν ἀστεῖον χαρίεντα λάλον, πανοῦργον.

συνουσίᾳ συντυχίᾳ συνομιλίᾳ καὶ διαλέξει

«κομψὸν ἐν συνουσίᾳ» φησὶν ἤγουν ἐν συνομιλίᾳ. συνουσία γὰρ ἡ συνομιλία καὶ ἡ κοινὴ συναναστροφὴ καὶ δίαιτα, καὶ συνουσία ἐπὶ ἀνδρὸς καὶ γυναικὸς ἡ συνάφεια.

ἐπαΐειν διακρίνειν γινώσκειν νοεῖν εἰδέναι θέλε ἐπιγινώσκειν ἀκούειν

ῥυθμῶν ἐμμέτρων λόγων συνθέσεων

ἐνόπλιος ἀριθμὸς ἤτοι στίχος ἦν συγκείμενος ἐκ δύο δακτύλων καὶ σπονδείου, ὃ μέτρον καὶ πυρριχαϊκὸν ἐλέγετο, ἀπὸ Πύρρου τινὸς οὕτω κληθέν. ἔλεγον δὲ τοῦτο σὺν ὅπλοις κινούμενοι. κατὰ δάκτυλον δὲ τὸ ἡρωϊκόν.

ἐνόπλιον ἐστὶν εἶδος μέτρου, ὃ φασὶ πυρρίχιον· ἔστι δὲ ὁ πυρρίχιος ποὺς σύγκειται ἐκ δύο συλλαβῶν βραχειῶν συγκείμενος οἷον νέον, ὅλον.

κατʼ ἐνόπλιον μουσικῆς εἶδος τὸ ἐνόπλιον εἶδος μέτρου ὅπερ ἐξεφώνουν οἱ ποιηταὶ εἰς τὴν ἔνοπλον ὄρχησιν

κατʼ ἐνόπλιον ... δάκτυλον εἴδη μέτρων ἐστὶ ταῦτα

κατὰ δάκτυλον τὸ μέτρον τὸ δακτυλικόν

κατὰ δάκτυλον εἰδέναι ἐμέ λέγεις ποῖός ἐστι κατὰ δάκτυλον

ἐνταῦθά φησιν ὁ ἐξηγητής, ὅτι ὁ Στρεψιάδης φανερῶς πως ἀνέσυρε τὰ ἱμάτια αὐτοῦ καὶ ἀναιδῶς ἔδειξε τὴν αἰδῶ αὐτοῦ.

τοῦ δακτύλου τῆς πόσθης

καὶ γεγηρακότος δηλονότι πάλιν ὁ αὐτός ἐστιν

ἐπʼ ἐμοῦ ἔτʼ ἐμοῦ

οὑτοσί μικρὸς δηλονότι οὗτος ἦν μικρός

ἀγρεῖος ἀγροῖκος

ἀχρεῖος ἄχρηστος

σκαιός λίαν ἀπαίδευτος

ὦʼζυρέ δυστυχέστατε ἄθλιε

ἀπὸ τοῦ οἴ, ὃ σημαίνει τὸ φεῦ, κατὰ παραγωγὴν οἰζυρὸς καὶ κατὰ διάλυσιν ὀϊζυρός.

ὀζυρὸς καὶ ὀϊζυρὸς ὁ ταλαίπωρος καὶ ἄθλιος, καὶ ὀϊζὺς ἡ ταλαιπωρία

ἐπιθυμῶ ὀρέγομαι ἐθέλω

ἐκεῖνʼ ἐκεῖνο ἀνάμνησιν καὶ ἀναφορὰν τοῦ προεγνωσμένου δηλοῖ ἐνταῦθα τὸ «ἐκεῖνο ἐκεῖνο» ὃ καταρχὰς εἶπον δηλονότι ἀναφορικόν θέλω βούλομαι μαθεῖν τὸν ... λόγον.

ἐκεῖνο τὸ μάθημα

οἱονεὶ δακτυλοδεικτεῖ λέγων «ἐκεῖνο ἐκεῖνο» καὶ ἐκλαμβάνει πραγματικῶς, ὅ φησι· διὸ καὶ οἱονεὶ ἐπεξηγούμενός φησι «τὸν ἀδικώτατον λόγον»

τετραπόδων ζῴων

ὀρθῶς ἀληθῶς ἀπταίστως

μαίνομαι ταράττομαι ἔξω φρενῶν εἰμι ἄφρων εἰμί μαινόμενος ὑπάρχω παραφρονῶ

κύων σκύλος

ἔπαιξε ... συγκαταριθμήσας τοῖς ἄλλοις καὶ τὰς ... Πλάτων δὲ ... πολλὰ ... ὑπεναίμια ... ᾠά.

πάσχεις ἁμαρτάνεις

θήλειαν ὄρνιν

φέρε εἰπέ

πῶς οὕτως

νὴ τὸν Ποσειδῶ οὕτως ἔλεγον οὕτως ἔχει οὕτω καλῶ καλῶς λέγεις

εὖ γε καλῶς ἔχει εἶπας λέγεις

τοῦ διδάγματος τῆς διδασκαλίας

διαλφιτώσω ἀλφίτων πληρώσω μετὰ ἀλεύρου γεμίσω περικυκλώσω ἀλφίτων ἀλευρώσω ἀλφίτων μεστὴν ποιήσω κύκλῳ ἐμπλήσω ἀλφίτων ἀλεύρων

ἰδοὺ ἀπάρτι

μάλʼ αὖθις περισσοτέρως

ἕτερον ἁμάρτημα ἥμαρτες σοί ἐστι κακόν ἀτόπημα σφάλμα ἐπισφαλῶς κακῶς εἶπες

πῶς τίνι τρόπῳ πῶς δὴ καλέσω εἰκὸς ὑπάρχει καλεῖν καλῶ ἐγώ

Κλεώνυμον τοῦτο λέγει διὰ τὴν εἰς ος κατάληξιν

διαβάλλει τοῦτον εὐφυῶς πως ὡς θηλυδρίαν καὶ γυναικώδη, καὶ φειδωλὸν δέ

διαβάλλει αὐτὸν ἐνταῦθα

ἐνταῦθα δὲ τὸν Κλεώνυμον αὖ διασύρει

ὡς πάνυ φειδωλόν ὄντα καὶ οἱονεὶ μηδὲ καρδόπην ἔχοντα προλαβὼν δὲ ἐκωμῴδησεν αὐτὸν καὶ ὡς θηλυδρίαν, ἡνίκα ἔφη «Κλεώνυμον τὸν ῥίψασπιν».

διὰ τὴν ἄκραν φειδωλίαν.

εἰ μὲν στίξεις πρὸς τὸ ..., τὸ ἑξῆς ... ἀνάγνωθι· εἰ δὲ μὴ στίξεις, τὸ ὅλον ὡς ἓν λέγε, μὴ μέντοι κατʼ ἐρώτησιν.

ταὐτὸν δύναταί τὴν αὐτὴν κατάληξιν ἔχει ἐν τῇ κλίσει τὴν αὐτὴν ἀναλογίαν ἔχει ὑπάρχει.

κάρδοπος Κλεονύμῳ διὰ τὸ ὁμοιοκατάληκτον δηλονότι

οὐδʼ ἦν ἴστω

θυείᾳ ἄγγειον ... λειοῦμεν ἴγδῃ ἰγδίῳ

ἀνεμάττετο ἐζύμου ἐφύρα τὰ ἄλευρα τὰ ἄλφιτα

ὅπως πάλιν

πάλιν σκώπτει ὁ ποιητὴς ἐνταῦθα· καὶ γὰρ «ὁ Σώστρατος» ἐστὶν ἡ εὐθεῖα. διότι δὲ ἦν ἀσελγής, θηλύκως ὑποφέρει τὸ ὄνομα.

κἀνταῦθα Σώστρατόν τινα θηλυδρίαν ἐμπαίζει

καὶ Σωστράτην τινὰ κατακόρως κωμῳδεῖ ὡς πάνυ θηλυπρεπῆ ὄντα καὶ μηδὲν ἄλλο ἢ σχῆμα ἀνδρὸς διασῴζοντα.

τολοιπὸν εἰς τὸ ἑξῆς

θήλειαν ὀνόματι θηλυκῷ

ὀρθότερον ὑγιέστερον ὀρθοτέρως κρειττόνως κρεῖττον

ἦν ἄν κάλλιον δηλονότι ταὐτόν

ὃ προείπομεν πρότερον, τὴν αὐτὴν κατάληξιν ἔχει

μαθεῖν ἐκδιδάσκεσθαι γνῶναι

τὸ ἅττα διὰ δύο ττ γραφόμενον καὶ δασυνόμενον δηλοῖ τὸ ἅτινα, ψιλούμενον δὲ καὶ διὰ ἑνὸς τ δηλοῖ τὸ τινά καὶ ἔνια

εἰπὲ δή ταῦτα λοιπόν

καὶ τούτους πάντας ὡς γυναικώδεις διαβάλλει

μυρία πολλά ἀναρίθμητα

Μελησίας κτλ. οὗτοι ἐπʼ ἀσελγείᾳ ἐκωμῳδοῦντο Φιλόξενος, Μελησίας, Ἀμυνίας: καὶ οὗτοι τῆς κωμῳδίας ἀπολελαύκασιν ὡς δειλοί τινες καὶ ἄνανδρες

πόνηρε ἐπίπονε καὶ μοχθηρέ ἐλεεινέ ἄγροικε γεωργέ χωριάτα

ἐν ... ἐστίν νομίζετε ὑμεῖς ἄρρενα ἐν ὑμῖν εἰσι ταῦτα νομιζόμενα

ὑμῖν τοῖς φιλοσόφοις

καλέσειας φωνήσειας αὐτόν ὀνομάσειας ὀνομάσεις καλέσεις

ἐντυχὼν συναντήσας ὁμιλήσας

ὅπως ἐρωτᾷς

δεῦρο ἐλθέ

δεῦρο δεῦρʼ ἐλθέ

δεῦρʼ ὧδε ἐνταῦθα

γυναῖκα ... καλεῖς ἀντὶ τοῦ γυναικεῖον ὄνομα καλεῖς καὶ τοῦτον ὡς γυναικώδη διαβάλλων ὀνομάζεις ἄρρενα ὄντα

Ἀμυνίαν τινὰ πάνυ δειλότατον κωμῳδεῖ τε καὶ λοιδορεῖ, ὡς ἀδόκιμον ὄντα ἐν στρατείᾳ καὶ μηδέποτε ἐν πολέμῳ ἐξελθόντα

τὴν γρ. τὸν

Ἀμυνίαν διὰ τὴν εἰς α κατάληξιν, ὡς μαῖα καὶ ὦ μαῖα

οὐκοῦν τὸ λοιπόν λοιπόν διὰ τοῦτο

πάντες ὅλοι

οὐδέν γινώσκεις οἶδας ἄλλο ποιήσεις

κατακλινεὶς κατακλιθείς κατακλινεῖς κατακλίθητι καταπέσῃς σεαυτὸν καταθήσεις κατάκλινε σαυτόν

τὸ μέντοι «κατακλινεὶς» ἀττικόν ἐστιν· κοινῶς γὰρ «κατακλιθείς» λέγεται, ἰωνικῶς δὲ «κατακλινθείς».

κατακλίνω ἕτερον ἤτοι κατακλίνεσθαι ποιῶ, κατακλίνομαι δὲ ἐγώ. ἐνταῦθα οὖν τὸ «κατακλινεῖς» ζητεῖ ἔξωθεν τὸ «σεαυτόν»· οὐ γάρ, ὥς τινες ἐξέλαβον, τὸ ἐνεργητικὸν ἀντὶ παθητικοῦ ληπτέον, ἀλλὰ κατακλινεῖς ἤτοι κατακλιθῆναι ποιήσεις σεαυτόν. ὥσπερ γὰρ δύο ἐμφαίνονται πρόσωπα, τό τε δρῶν καὶ τὸ πρὸς ὃ δρᾷ, καὶ ἔστιν ὡραῖον.

δευρὶ εἰς τὸν κράβατον δηλονότι

τὸ «τί δρῶ» διὰ μέσου· ὑπὸ τῆς ἀγροικίας οὐκ εἴασεν ὁ Στρεψιάδης τὸν Σωκράτη ν ἐκτελέσαι τὸν λόγον, ἀλλʼ ἐκκόπτει αὐτὸν τὸν Σωκράτη ν διὰ μέσου, καί φησι «τί δρῶ»· σὺ δὲ σύναψον τὸ «κατακλινεὶς» πρὸς τὸ «ἐκφρόντισον». ἔστι δὲ τὸ κατακλινείς μετοχὴ τοῦ παθητικοῦ δευτέρου ἀορίστου· κλίνω, κλινῶ, ἔκλινα, ἔκλινον, ὁ παθητικὸς βʹ ἀόριστος ἐκλίνην, καὶ ἡ μετοχὴ ὁ κλινείς, καὶ μετὰ τῆς κατά προθέσεως κατακλινείς.

ἐκφρόντισόν σκέψαι φροντίδα, σκέψιν ποίησον μελέτησον καλῶς φρόντισον

τῶν περί ὑπέρ

πραγμάτων μαθημάτων

πιεσθεὶς ὁ Στρεψιάδης ὑπὸ τῶν κόρεων καὶ ἀγανακτήσας, ὡς ἔλεγε, φησί·

μὴ ἐπιτρέψῃς μηδαμῶς ἐμὲ ἐκφροντίσαι ταῦτα ἐνθάδε, ἀλλὰ ἔασον ἐκφροντίσαι ταῦτα χαμαί, εἴπερ ὅλως χρή φροντίσαι ταῦτα· χαμαὶ γὰρ κόρεις οὐκ εἰσίν

ὡς ἐκεῖ δηλονότι μὴ οὐσῶν κόρεων.

ἱκετεύω παρακαλῶ παρακαλέσω

μὴ ... ἱκετεύω προστάξῃς ἐμοὶ φροντίσαι

ἐνθάδʼ ἐν τῷ ἀσκάντῃ ἐν τῷ σκίμποδι κατακλινοῦμαι

εἴπερ γε ὅλως

χαμαί ἐπὶ τῆς γῆς κάτω ἐν τῇ γῇ

ταῦτʼ ἃ ἔμαθον

ἐκφροντίσαι μελετῆσαι μελετᾶν

φροντίσαι σκέψασθαι

οὐκ ... ἄλλα οὐ δυνατόν ἐστιν ἄλλο γενέσθαι παρὰ ταῦτα, ἃ λέγω, ἀλλὰ ποιῆσαι παρὰ τὸ δοκοῦν ἐμοὶ οὐκ ἔστι γενέσθαι οὐκ ἄλλοθι ἐκφροντίσεις αὐτὰ ἢ ἐν τῷ σκάμνῳ

κακοδαίμων δυστυχής εἰμί ἄθλιος εἰμί ὁ κακότυχος

τελευταῖος ... ἰάμβων

οἵαν μεγάλην ὁποίαν ποταπήν

τοῖς κόρεσι ἀπὸ τῶν κόρεων ὑπὸ τῶν κόρεων τοῖς κορίοις

ὁ κόρυς τοῦ κόρεος, ὡς ὁ πῆχυς τοῦ πήχεος

τήμερον σήμερον

τὸ παρὸν σύστημα ἐκ κώλων συνέστηκεν κʹ, ὧν τὸ αʹ χοριαμβικὸν δίμετρον ἐκ σπονδείου, ἰάμβου καὶ χοριάμβου, τῶν μὲν βʹ δισυλλάβων ποδῶν ἀντὶ ἑνὸς μέτρου λογιζομένων, τοῦ δὲ τετρασυλλάβου ἑνός· τὸ βʹ ἐκ σπονδείου καὶ ἰάμβου καὶ βακχείου· τὸ γʹ μονόμετρον ἐξ ἰάμβου καὶ βακχείου· τὸ δʹ χοριαμβικὸν ἐκ διιάμβου, χοριάμβου καὶ ἰάμβου· τὸ εʹ δίμετρον ἐξ ἰάμβου καὶ βακχείου καὶ ἰάμβου καὶ δακτύλου· τὸ Ϟʹ τρίμετρον ἐκ διιάμβου, χοριάμβου καὶ διιάμβου· τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ηʹ μονόμετρον ἐκ δύο βακχείων· τὸ θʹ ἰαμβικὸν τρίμετρον· τὸ ιʹ ὅμοιον· τὸ ιαʹ δίμετρον ἐκ βʹ δισπονδείων· τὸ ιβʹ ὅμοιον· τὸ ιγʹ ὅμοιον· τὸ ιδʹ δίμετρον ἐκ δύο σπονδείων, ἀναπαίστου καὶ σπονδείου· τὸ ιεʹ δακτυλικὸν μονόμετρον ἐκ δακτύλου καὶ σπονδείου· τὸ ιϞʹ ἀναπαιστικὸν δίμετρον ἐκ σπονδείου, ἀναπαίστου, σπονδείου καὶ ἰάμβου· τὸ ιζʹ ἰωνικὸν τετράμετρον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου, ἰωνικοῦ ἀπʼ ἐλάσσονος καὶ σπονδείου· τὸ ιηʹ δίμετρον ἐκ βʹ δισπονδείων· τὸ ιθʹ δίμετρον ἐκ δύο σπονδείων, ἀναπαίστου καὶ ἀμφιμάκρου· τὸ κʹ τρίμετρον ἐκ βʹ σπονδείων, ἀναίστου, σπονδείου καὶ παίωνος τρίτου· καὶ ἐφεξῆς ἰαμβικοὶ στίχοι τρίμετροι παʹ, ὧν τελευταῖος ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον εἰσελθὼν χρόνον.

καθάπτεται δὲ τοῦ Σωκράτους καὶ αὐτοῦ ἐπὶ ζητήσεσι τοῦτο ποιοῦντος.

φρόντιζε ἐξέταζε σκέπτου μελέτα σκόπει διαλογίζου

διάθρει θεώρει

πάντα τρόπον παντοιοτρόπως κατά

στρόβει στρέφε καὶ μετακίνει κίνει ἐν τοῖς νοήμασι

πυκνώσας συνάξας, σφίξας καταπυκνώσας πεπυκνωμένον πεπυκασμένον ποιήσας

ταχὺς ταχέως συντόμως

ἄπορον δύσκολον ἀπορίαν τινὰ δυσνόητον δυσνόητον θεώρημα

πέσῃς ἐμπέσῃς ἔλθῃς

πήδα μετάβαινε κατάβαινε

φρενός λογισμοῦ διανοίας

ἀπέστω μακρὰν ἔστω ὑπαρχέτω πορρὼ ὑπαρχέτω χωριζέσθω

εἰμὶ τὸ ὑπάρχω καὶ ὁ παρατατικὸς εἴν, ἡ μετοχὴ εἴς, ἔντος, καὶ τὸ προστακτικὸν ἔθι καὶ πλεονασμῷ τοῦ σ καὶ τροπῇ τοῦ ε εἰς ι ἴσθι, τὸ τρίτον ἴστω· καὶ ἵνα μὴ συνεμπέσῃ μετὰ τοῦ ἴστω καὶ γινωσκέτω, ἐτράπη τὸ ι εἰς ε· ἢ διὰ τὸ ἵνα ἀναφαίνηται λείψανον τοῦ πρωτοτύπου ἐκείνου καὶ ἐγένετο ἔστω.

ἔω τὸ ὑπάρχω, ὁ μέλλων ἔσω, ὁ παρακείμενος εἶκα, ὁ παθητικὸς εἶμαι ἄχρηστοι· ὁ ὑπερσυντελικὸς ἤμην, ἦσο, καὶ τὸ προστακτικὸν ἔσο, τὸ γʹ ἔστω, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπέστω

γλυκύθυμος γλυκαίνων τὸν θυμόν τὴν ψυχήν εὐφραίνων τὴν ψυχήν γλυκύς τῇ ψυχῇ

γλυκύθυμος ὀμμάτων κατὰ ψυχὴν ἡδέων

ἰατταταὶ ἰατταταί φεῦ φεῦ· θρηνητικόν

πάσχεις ἀδημονεῖς πιέζῃ

κάμνεις κακοπαθεῖς κοπιᾷς.

σκίμποδος σκάμνου

δάκνουσί λυποῦσι ἐσθίουσι

ἐξέρποντες σύροντες

οἱ Κορίνθιοι ἀντὶ τοῦ εἰπεῖν οἱ κόρεις

δέον «οἱ ... εἶπεν ἐκ τῆς παρηχήσεως τῆς φωνῆς πρὸς ἐκείνους τρέψας τὴν λέξιν, καὶ ὅτι οἱ ... ἐδῄουν.

τὸ σχῆμα παρʼ ὑπόνοιαν διὰ τὸ ἔχειν τοὺς Ἀθηναίους μάχην μετὰ τῶν Κορινθίων ἀεί

οἱ Κορίνθιοι ἀντὶ τοῦ εἰπεῖν «οἱ κόρεις» «οἱ Κορίνθιοι» παίζων εἶπεν, ὅτι κατʼ ἐκεῖνον τὸν καιρὸν ἐλυμαίνοντο τὰ τῶν Ἀθηναίων οἱ Κορίνθιοι ἐξερχόμενοι καὶ σκυλεύοντες.

δέον «οἱ κόρεις» εἰπεῖν «οἱ Κορίνθιοι» εἶπεν, ἅμα μὲν παίζων, ἅμα δὲ καὶ ὅτι πρὸς Κορινθίους πόλεμος ἦν Ἀθηναίοις, οἳ μετὰ Λακεδαιμονίων ἐκστρατεύοντες κακῶς ἐποίουν τὴν χώραν αὐτῶν.

δαρδάπτουσι ν ἐσθίουσι σπαράττουσι

ἰστέον, ὅτι ... ἐστὶ κοινὴ τῶν τε ἀνθρώπων, τῶν ἀλόγων ζῴων καὶ τῶν φυτῶν· τὸ αἷμα, ὅπερ ἐστὶ ... λογικήν, ἥτις ἐστὶ μόνων τῶν ἀνθρώπων.

ἰστέον, ὅτι τρεῖς φασιν εἶναι τὰς ψυχάς, τὴν αὐξητικήν, ἥτις ἐστὶ καὶ ἐπὶ τῶν φυτῶν, τὴν θρεπτικήν, ἥτις ἐστὶ καὶ ἐπὶ πάντων τῶν ζῴων, καὶ τὴν λογικήν, ἥτις ἐστὶ μόνῳ τῷ ἀνθρώπῳ.

ὅρα, πῶς καθάπτεται τῶν φιλοσόφων, οἳ τὴν ψυχὴν αἷμα εἶναι ἀποφαίνονται.

ψυχὴν ἐνταῦθα τὸ αἷμά φησι· καθάπτεται δὲ τῶν φιλοσόφων τῶν ἀποφαινομένων ψυχὴν εἶναι τῶν ἀνθρώπων τὸ γένος.

ἐκπίνουσιν διόλου ῥοφοῦσι τελέως διόλου πίνουσι

ἐξέλκουσιν ἐκβάλλουσι ἐκσύρουσι δάκνοντες σύρουσι σύρουσι καὶ καταβιβάζουσι.

τὸν πρωκτὸν τὸν κῶλον τὸν τράμιτον

διορύττουσιν διόλου ἐξορύττουσι σκάπτουσι τρυπῶσι

βαρέως ἰσχύρως σφοδρῶς μεγάλως

ἄλγει λυποῦ

καὶ πῶς οὐ μὴ λίαν βαρέως ἀλγῶ δηλονότι οὐκ ἂν ἀλγῶ οὐ λυπήσομαι

ὅτε ἐπειδὴ ἐγένοντο ἐπεί

φροῦδα ἠφανισμένα φρούδη ἠφανισμένη

χροία ὄψις χρῶμα

φρούδη ἐφθαρμένη φρούδη ἠφανισμένη

ψυχή ἡ ζωή

ἐμβάς τὸ καλύγιον τὸ καλύκιον καλύγα τὰ καλίγια τὸ καλίγιον.

οὐκ εἶπεν ὄπισθεν ... ὑπελύσατο ὁ Στρεψιάδης, ὅτε εἰσῄει τὸ ὑπὸ ἐξεδύσατο τὸ ἱμάτιον ... θαυμαστόν, εἰ γεγονὸς μὲν τότε παρῆκε, νῦν δὲ λέγει, τουτέστι τὸ ὑπολύσασθαι τὰς ... εἶπεν, ἤγουν τὸ ἀποδύσασθαι τὸ ... λέγει.

φρουρᾶς ἐπί ὥσπερ ἐπὶ φυλακῆς

φρουρὰς καί φυλακῆς

φρουρᾶς ᾄδων ἀγρυπνῶν καθὰ φύλαξ καθήμενος.

ᾄδων μανθάνων ἐντός οἷον

τὸ «φρουρᾶς ᾄδειν» παροιμία ἐστὶν ἐπὶ ... καταμαλακισθέντες ... ἐφρόντιζεν. ἀστείως δὲ πάνυ καὶ τὸ «φροῦδος» εἴρηκεν ὁ ποιητὴς ἐκ τῆς τῶν δύο λέξεων συνθήκης, τῆς «φρουρᾶς» καὶ τοῦ «ᾄδων», σχηματίσας αὐτό.

οἱ γὰρ φρουροῦντες ἐν τῷ παραμυθεῖσθαι αὐτῶν ἀγρυπνίαν ᾖδον· καὶ οὕτως ἦν λεγόμενον ἐπὶ τῶν ἀγρυπνούντων «φρουρᾶς ᾄδων.»

φρουρᾶς ᾄδων: ἤγουν ἐπὶ φρουρᾶς. ἔστι δὲ παροιμία τὸ «φρουρᾶς ᾄδειν», ἐπεὶ εἰώθασιν οἱ φρουροῦντες καθήμενοι ᾄδειν ὡς ἐπὶ τὸ πλεῖστον.

ὀλίγον σχεδόν παρʼ ὀλίγον

φροντίζεις φροντίδα ἔχεις μελετᾷς σκοπεῖς σκέπτῃ, κατὰ νοῦν στρέφεις.

δῆτʼ ἀληθῶς

ἐφρόντισας ἐμερίμνησας ἐσκέψω ἐμελέτησας

ὑπὸ τῶν κόρεων ἐσκεψάμην ἐφρόντισα

τι μέρος

περιλειφθήσεται ἐναπολειφθήσεται καταλειφθήσεται ἐναπομείνῃ ἐναπομενεῖ ἄβρωτον ἐνυπομενεῖ

ἀπολῇ μαστιγωθήσῃ

ἀρτίως πρὸ ὀλίγου ἤδη

οὐ πρέπον ἐστὶ μαλθακίζεσθαι καὶ χαυνοῦσθαί σε, ὅτι φὴς τοὺς κόρεις σε δάκνειν, ἀλλὰ τούτων περιφρονοῦντα καλύπτεσθαι κατακείμενον ἢ τοῖς ἱματίοις ἢ τοῖς νοημάσιν

μαλθακιστέʼ δεῖ μαλθακίζεσθαι ἄξιον μαλθακίζεσθαι

μαλθακιστέα ἀντὶ τοῦ μαλθακιστέον· τὸ πληθυντικὸν ἀντὶ τοῦ ἑνικοῦ

περικαλυπτέα δεῖ περικαλύπτεσθαι ἄξιον περικαλύπτεσθαι.

μαλθακιστέʼ μαλθακιστέον περικαλυπτέα περικαλυπτέον

ἐξευρητέος ὁ δυνάμενος ἐξευρεῖν ἐπινοηματικός ἐφευρητικός δυνάμενος ἐξευρίσκειν νοήματα

ἀποστερητικὸς τῶν δανείων δηλονότι δυνάμενος ἀποστερῆσαι ἀποστερεῖν διʼ ὃν ἐκφύγω τὰ χρέα δίκαια ἀπʼ ἀδίκων

ὁ νοῦς ὁ ἐξευρητέος ἤγουν ὁ δυνάμενος εὑρίσκειν νοήματα ἔστιν ἀποστερητικός, τουτέστι δύναται ἀποστερῆσαι τοὺς δανειστὰς τῶν δανείων, ἃ δεῖ λαβεῖν ἐκ τῶν ὀφειλετῶν. ἔστι δὲ καὶ ἀπαιόλημα ἤγουν ἀπάτη.

κἀπαιόλημʼ παραλογισμός δυνάμενος ἀπατῆσαι ἀπατὴ πρὸς τὸν προσδιαλεγόμενον λημα αἴολος ποικίλος ... κινεῖν

δῆτʼ ἀληθῶς λοιπόν

ἐπιβάλοι παράσχῃ ἐνδώσῃ ἐπιθήσει ἐπιθήσοι, ἐνδύσοι ἐμοί ἐπιθοίη ἐμοί μοι σκέπασμα ἐνδεῖ

ἐξαρνακίδων ἐκ δερμάτων ἀρνῶν ἐκ τῆς δωρᾶς τῶν ἀρνῶν, ἥτις στρῶμα ἐκ τῶν ἀρνῶν ἀρνικῶν δερμάτων ἐξ ἀρνῶν νέων ἐκ γουνῶν ἀρνήσεων ἀρνητικήν ἀπὸ ἀρνήσεως δυναμένην ἀρνεῖσθαι.

ἀρνακίς, ἀρνακίδος τὸ δέρμα τοῦ ἀρνός· ἐνταῦθα δὲ «ἐξ ἀρνακίδων» φησίν ἤγουν τῶν ἀρνῶν

ἀρνακίς, καὶ κλίνεται ἀρνακίδος· ἔστι δὲ τὸ δέρμα τοῦ ἀρνός. ἤγουν, ὅτι γέρων ἦν καὶ βραδύς, ζητεῖ γνώμην ὡς ἀρνακίδων ἤτοι νέον νοῦν καὶ δεκτικὸν τῶν μαθημάτων, ἢ ἐξ ἀρνακίδων, τουτέστιν ἔμπειρον ἀρνήσεων, ὥστε δυνηθῆναι τοὺς δανειστὰς ἀποκρούσασθαι

γνώμην βουλήν, γνῶσιν διάνοιαν

σισύραν ὤφειλεν εἰπεῖν· ὡς δὲ κωμικὸς παίζων φησὶν «γνώμην ἀποστερητίδα».

ἀποστερητίδα ἀρνητικὴν καὶ ἀποστερητικὴν τῶν χρεῶν δυναμένην ἀποστερεῖν τὰ χρέα

γνώμην ἀποστερητίδα δύναμιν ἀποστερῆσαι

ἀθρήσω θεάσομαι ἵνα ἴδω ἵνα σκοπῶ

οὗτος φίλε

καθεύδεις κοιμᾶσαι κοιμᾷ κοιμῇ ὑπνώττεις

ἔχεις κρατεῖς ἐφρόντισας ζήτημα δηλονότι τὸ ἔχω δηλοῖ καὶ τὸ κρατῶ, δηλοῖ καὶ τὸ νοῶ

ἔγωγʼ ἔχω καὶ κρατῶ ἐφρόντισα ἔχω

οὐδὲν πάνυ νενόηκας δηλονότι οὐδʼ ὅλως ἔχεις τι

οὐδέν γʼ ἔχω δηλονότι οὐδὲν ἄλλο ἔχω

πλὴν ἢ τὸ «πλὴν» καὶ τὸ «ἢ» ἐκ παραλλήλου

πλὴν εἰ μή παρό

πλὴν ἢ πλὴν παρό

τὸ πέος κατέχω δηλονότι

ἐγκαλυψάμενος σκεπάσματι χρησάμενος σκεπασθείς σκεπάσας ἑαυτόν σκεπασάμενος.

φροντιεῖς σκοπήσεις μέλλεις φροντίσειν φροντίσεις τι φροντίζεις

διαβάλλει ἐνταῦθα Σωκράτην ὡς μὴ παρέχοντά τι εὕρημα τοῖς μαθηταῖς.

αὐτὸς σύ

ἐξευρεῖν νοῆσαι ἐπινοῆσαι φροντίσαι μαθεῖν

μυριάκις πολλάκις

περὶ τῶν τόκων μαθεῖν δηλονότι ἐξευρεῖν

τόκων καμάτων χρεῶν

ἀποδῶ τι ἐξ αὐτῶν ἀπεκβάλω ἀποδώσω

ἴθι ἄγε ἐλθέ πορεύου ἦ.

καλύπτου σκεπάζου

σχάσας παύσας καταπαύσας

σχάζω τὸ ἀφίημι, ὡς ἔχει καὶ τὸ «σχασάμενος τὴν ἱππικήν»· κυρίως δὲ τὸ τέμνω τινὰ φλέβα ὡς Ξενοφῶν· «σχάζει τὴν παρὰ τῷ σφυρῷ φλέβα» παρὰ Ξενοφῶντι

τὴν φροντίδα τὸ νόημα

λεπτὴν τὴν ἀκριβῆ οὖσαν

περιφρόνει σκόπει

ὀρθῶς καλῶς καὶ ἀπταίστως κατὰ φύσιν ἀληθῶς

διαιρῶν διαμερίζων μερίζων διαχωρίζων

σκοπῶν λογιζόμενος στοχαζόμενος, ἐξετάζων

οἴμοι τάλας διὰ μέσου

τάλας ὁ ἄθλιος ἄθλιος ὑπάρχω

σημείωσαι· καλῶς

ἔχʼ διάκεισο

ἀτρέμας ἠρέμα

ἰστέον ... συμφώνου καὶ ... τοῖς πάλαι σοφοῖς πεπονημέναις ... συμφώνου μὲν ... μετὰ τοῦ ν γράφουσι, πολλάκις δὲ καὶ φωνήεντος ἐπιφερομένου δίχα τοῦ ν· τοιοῦτον οἷον τὸ «πρόσθεν» ... τὸ «οὕτως» ... σκοπῶν.

νοημάτων διαλογισμῶν σκεμμάτων.

ἀπορῇς ἄπορον ἔχῃς ἀπορίαν ἔχῃς ἀγνοῇς

ἀφεὶς καταλιπών καταλείψας αὐτό ἐκεῖνο τὰ ἀπορηθέντα

ἄπελθε μετάβηθι εἰς ἕτερον ἤγουν εὑρὲ ἕτερον μετέρχου ἐπὶ ἄλλο

τὴν γνώμην διὰ τῆς κατὰ τὴν προτέραν γνώμην τὸν νοῦν τὴν σκέψιν.

πάλαι πάλιν

κίνησον ἕλκυσον ἅπλωσον

αὖθις τὸ «πάλιν» καὶ τὸ «αὖθις» ἐκ παραλλήλου

ζυγώθρησον ζυγώθρισον

ζυγώθρισον ἐξέτασον, ἐρεύνησον σύναξον· ἀπὸ μεταφορᾶς τῶν βοῶν σκόπησον μετὰ σταθμοῦ

τὸ «ζυγώθρισον» ἀπὸ τοῦ ζυγός, τὸ κοινῶς ζύγιν γίνεται καὶ τοῦ ἀθερίζω, τὸ ἀποδοκιμάζω· ζυγοαθέρισον, καὶ κατὰ συγκοπὴν τοῦ ε καὶ κρᾶσιν τοῦ ο καὶ α εἰς ω μέγα· ζυγώθρισον.

ζυγός ἐστι μὲν καὶ ᾧ ὑπόκεινται οἱ βόες, καὶ διʼ ἐκείνου τὴν ἅμαξαν ἕλκουσι· λέγεται δὲ καὶ οὗ ἐν τοῖς ἄκροις αἰωροῦνται αἱ πλάστιγγες. ζυγόθρισον οὖν, ἤγουν ζυγοστάτησον

ταῖς σταθμαῖς ταῖς τοῦ σοῦ νοὸς πλάστιγξιν ζυγοστάτησον

φίλτατον πάνυ λίαν ἠγαπημένον προσφιλέστατον

τί ἐστίν φῄς λέγεις ζητεῖς

ἔχω κρατῶ εὗρον

τόκου καμάτου χρέους

γνώμην μέθοδον φροντίδα βούλευμα, ἐνθύμημα τρόπον βουλήν

ἀποστερητικήν δυναμένην ἀποστερῆσαι ἀποστερεῖν τόκον

ἐπίδειξον εἰπὲ καὶ φανέρωσον εἰς τὸ φανερὸν δεῖξον

τὸ τί ὑπάρχει ἡ γνώμη σου τοδί τοῦτο

φαρμακίδʼ γοητεύτριαν μάγισσαν γόησσαν

πριάμενος ἀγοράσας ἢ μισθωσάμενος ἐὰν ἀγοράσῃς

αἱ ἐκ Θετταλίας γυναῖκες λίαν ἦσαν γοήτων καὶ μάγων ἔργα ἐπιτελοῦσαι, καὶ μὴ μόνον αἱ γυναῖκες, ἀλλὰ καὶ οἱ ἄνδρες. φασὶ γὰρ Ἰάσωνος ... ἑαυτῆς βαλάντιον ... ἀπώλεσεν· ᾧ περιτυχόντες οἱ Θετταλοὶ ἐξ αὐτοῦ πάσης φαρμακευτικῆς καὶ γοητικῆς ἀνεπλήσθησαν τέχνης.

ἐνταῦθα διαβάλλει τὰς θετταλὰς γυναῖκας ὡς διαβεβοημένας οὔσας ἐπὶ ταῖς φαρμακίαις

ὅτι ἦσαν αὗται διαβεβοημέναι ἐπὶ μαγείας

καθέλοιμι μεταβιβάσαιμι

καθείρξαιμʼ ἐγκλείσαιμι ἀποκλείσας κατακλείσαιμι ἀποκλείσαιμι

λοφεῖον λέγεται τὸ στρογγύλον τοῦ ἐσόπτρου δοχεῖον καὶ ... περικεφαλαίας.

λόφος πᾶν τὸ ἀνεστηκὸς καὶ ἐξέχον, καὶ γήλοφος τὸ αὐτό, ἤγουν ὁ ἐπὶ τῇ γῇ λόφος. ἐκ τούτου δὲ λοφεῖον ἤγουν ἀγγεῖον πάντοθεν ἀνεστηκὸς καὶ ἐξέχον, ὅπερ ἂν εἴη τὸ στρογγύλον.

λοφεῖον κασσύδιον κασσίδιον

κάτοπτρον καθρέπτην

τηρέω, τηρῶ, καὶ ἡ μετοχὴ ὁ τηρέων, ὁ τηρῶν, τοῦ τηρέοντος, τοῦ τηροῦντος· καὶ τὸ εὐκτικὸν τηρέοιμι, τηροῖμι, καὶ κατὰ μεταπλασμὸν τηροίην· τὸ τέλος γὰρ τοῦ εὐκτικοῦ τούτου πρώτου προσώπου μετεπλάσθη εἰς τέλος ἑτέρου εὐκτικοῦ

ἔχων «οὐκ ἂν ἀποδοίην τὰ χρέα» ἔξωθεν ἀντὶ τοῦ «δοκεῖ σοι καλὰ ἐπινοήσασθαι»

ἔχων ἐγὼ ἐκείνην αὐτήν κρατῶν

δῆτα ἀληθῶς

ὠφελήσειέ ἵνα ὠφελήσει

ὅ τι; γράφεται καὶ κατʼ ἀπόφασιν «ὅτι»

ἀντέλλοι ἀντὶ τοῦ ἀνατέλλοι εἰς πλήρωμα

τελουμένης γὰρ τῆς σελήνης οἱ τόκοι ἐδίδοντο· εἰ γοῦν οὐκ ἀνατέλλοι ... τοὺς τόκους.

ἐκ τούτου δῆλον, ὅτι καὶ οἱ Ἀθηναῖοι τοὺς σεληνιακοὺς μῆνας ἐκέκτηντο, παρὰ Αἰγυπτίων τοῦτο λαβόντες

ἀποδοίην μέλλοιμι ἀποδώσειν ἵνα ἀποδώσω ἀποδώσαιμι

τοὺς τόκους τὴν ὠφέλειαν τοὺς καμάτους τὰ χρέη

ὁτιὴ διὰ τί

διὰ τί γενήσεται τί γίνεται ἐκ ταύτης τῆς ἐννοίας τί πῶς

ὁτιὴ ὅτι διότι

τʼ ἀργύρια γρ. τʼ ἀργύριον

δανείζεται ὡς δάνειον ἀπαιτεῖται τὸ δάνειον δίδοται, αὔξεται ἡ ὠφέλεια ἕνεκα τοῦ δανείου δίδοται

ἐπειδὴ ... τῶν τόκων διδομένων ὡσανεὶ ἐξ ἀρχῆς πάλιν τὸ δανεῖον δίδοται

εὖ γʼ καλῶς τοῦτο ἐσκόπησας ἐνεθυμήθης ἔχει ἐνόησας λέγεις εἶπας.

προβαλῶ ἐρωτήσω

δεξιόν σοφόν ἐπιτηδεῖον φρόνιμον λεπτόν κρεῖττον

σοι κατὰ σοῦ

γράφοιτο κατηγόροιτο κατηγοροῖ

πεντετάλαντός ὅτι ὀφείλεις πρός τινα πέντε τάλαντα πέντε ταλάντων· τὸ τάλαντον ἔχει λίτρας ρκεʹ καὶ λεπτὰ Ϟʹ

τάλαντον πᾶς ὁλκὸς καὶ αὐτὸς ὁ σταθμός

δίκη κατηγορία κλῆσις ἔγκλησις

δίκη ἡ δικαιοσύνη καὶ ἡ κρίσις καὶ ἡ τιμωρία

ἀφανίσειας ἐκφύγοις ἵνα ἀφανίσεις ἐξαλείψειας ἀφανίσεις φθείρειας

ζητητέον σκοπητέον δεῖ ζητήσεως ἄξιον ὑπάρχει ζητῆσαι ἐρευνητέον.

ζητητέον: ὅταν τὰ θετικὰ ἐπιρρήματα μετὰ πτώσεως εὑρίσκωνται ἢ κειμένης ἢ ἀπὸ τῶν ἐκτὸς νοουμένης, αἱ τοιαῦται πτώσεις αἰτιατικαί εἰσιν, οἷον «ποιητέον τὸ πρᾶγμα», «ζητητέον τὸν λόγον», ἄνευ τινῶν σεσημειωμένων.

νῦν περισσόν

εἷλε σύστελλε σύστρεφε, σφίγγε λάμβανε

εἱλέω, εἱλῶ τὸ στρέφω παρὰ τοῖς κοινοῖς περισπωμένως, εἵλω δὲ βαρυτόνως παρὰ τοῖς ποιηταῖς.

εἷλε γρ. καὶ ἴλλε

γνώμην διάνοιαν νοῦν τρόπον

ἀποχάλα ἐνδίδου ἀπόλυε ὑποδίδου ἄφες καταβίβαζε.

ἀποχάλα ... ἀέρα ἤγουν εἰς διάλυσιν δίδου σαυτόν.

ἀλλʼ ὑποχάλα: ὥσπερ ἀπὸ ὕψους τινὸς καταβίβαζε. ἐπεὶ γὰρ καὶ ἀνωτέρω τοῦ ἀέρος ἄνεισιν ὁ ἡμέτερος νοῦς καὶ φροντίζει περὶ τῶν θείων, φησίν· εἰ ἄνεισιν ὁ σὸς νοῦς ἐπὶ μεγάλα τινὰ ζητήματα καὶ φροντίζει περὶ αὐτῶν, καὶ οὐ δύναται καταλαμβάνειν αὐτὰ ὡς ὑψηλὰ καὶ μεγάλα, καταλίμπανε ταῦτα καὶ μετάβαινε ἐπὶ τὰ εὐληπτότερα καὶ μετριώτερα ζητήματα.

φροντίδʼ νόημα διάνοιαν σκέψιν μέριμναν

μηλολόνθην: ἀπὸ τοῦ «μήλῳ ... ἤτοι τὴν κόπρον, τουτέστι σφαιροειδῆ· ὄνθος δέ ἐστιν ἡ κόπρος· ἢ μῆλον, τὸ ... ὄνθος, ἡ κόπρος, ἤγουν ἡ ... τὴν τ. πρ. ὄνθον σφαιρίαν ἤγουν στρογγυλοειδῆ.

μηλολόνθην τὴν κοινῶς ζίτζιρον ζίναν

τοῦ ἀπό ἐκ

εὕρηκʼ ἐνόησα ἐπενόησα ἐξεύρηκα εὗρον ἐμηχανησάμην

ἀφάνισιν ἀποφυγήν ἀφανισμόν στέρησιν, ἐξάλειψιν φθοράν ἀποτροπήν

δίκης κατηγορίας κρίσεως τιμωρίας.

σοφωτάτην φρονιμωτάτην λίαν σοφήν

ὁμολογεῖν συνομολογεῖν

ἤδη πάλαι ποτέ

φαρμακοπώλαις γυναιξί

φαρμακοπῶλαι ... τά γε λυσιτελοῦντα ... παρὰ τοῖς παλαιοῖς δὲ ... τιμαλφεῖς τουτέστι πολυτίμους ... φαρμακοπῶλαι ἐλέγοντο ... καινοτέραν δύναμιν.

τὴν λίθον τὴν κρύσταλον ἢ τὴν ὕαλον τὴν σπέκλον.

ἑώρας ἀντὶ τοῦ ἑώρασας κατὰ συγκοπήν

διαφανῆ λαμπράν στιλπνήν.

διαφανὲς λέγεται τὸ λαμπρὸν καὶ καθαρόν, διʼ οὗ διέρχεται ἡ διαύγεια τοῦ φωτός

ἀφʼ ... ἅπτουσι ἤγουν τὴν κρύσταλον

ἅπτουσι ἀνακαίουσι ἀνάπτουσι

τὴν ὕαλον τὴν ὑέλινον.

ὕαλον ἡμεῖς μὲν ἀρτίως τὸ ἐκ βοτάνης τινὸς καιομένης καὶ διὰ πυρὸς τηκόμενον εἰς κατασκευὴν ἀγγείων τινῶν λέγομεν· οἱ παλαιοὶ δὲ τὴν διαφανῆ λίθον αὐτόν, τὸν ἰδιωτικῶς λεγόμενον κρύον, ἐοικότα δὲ ὑάλῳ.

τί δῆτʼ ἂν ὠφελήσειέ σε δηλονότι ὠφελήσει σε ποιήσεις διʼ αὐτῆς ἐκ ταύτης ποιήσῃς

λαβὼν κρατήσας

γράφοιτο ἀντὶ τοῦ γράφει γράψει

δίκην κατηγορίαν κρίσιν τὴν δίκην τὴν πεντετάλαντον

γραμματεὺς κυρίως ὁ τοῦ δήμου ὁ κοινῶς ταβουλάριος· ὑπογραφεὺς ὁ τοῦ βουλευτηρίου καὶ τῶν κριτῶν· γραμματιστὴς δὲ ὁ χαμαιδιδάσκαλος ἤτοι ὁ τὰ στοιχεῖα καὶ τὴν λοιπὴν προπαίδειαν παραδιδούς.

γραμματεύς ὃς καὶ ἐκσκέπτωρ καλεῖται ὁ γραφεὺς τῶν δικῶν ὁ γραμματικός

ἀπωτέρω πόρρω πορρωτέρω κατʼ ἐναντίας μακράν που ἀντικρύ μακρόθεν.

ἀποτέρω: ἀπὸ τοῦ ἄπο ἐπιρρήματος γίνεται, ὃ μόνον τῶν ἄλλων τοπικῶν ἐπιρρημάτων γράφεται διὰ τοῦ ο μικροῦ, ὡς τῆς ἀπο προθέσεως μεταβεβλημένου τοῦ τόνου τὸ τοιοῦτον ἀποτελούσης ἐπίρρημα.

ὡς μεταβεβλημένου τοῦ τόνου τῆς ἀπὸ προθέσεως εἰς ἀναβιβασμόν, ἀφʼ ἧς γίνεται τὸ ἐπίρρημα.

πρὸς ἀντικρύ

ἐκτήξαιμι κατακαύσαιμι διαλύσαιμι

τήκω τὸ φθείρω καὶ ἀφανίζω· κυρίως δὲ λέγεται ἐπὶ κηροῦ καὶ χιόνος

δίκης κατηγορίας κρίσεως

σοφῶς ἀστείως λέγεις φρονίμως ἐπενόησας τοῦτο συνετῶς ἐποίησας εἶπας

οἴμʼ ἐπὶ χαρᾶς “οἴμοι” ἐπὶ χαρᾶς καὶ ἐπὶ λύπης λέγεται φεῦ

τῷ μὲν ... ἀρεσκόμενος ... τοῦ χάρτου ... δὲ τοῦ ... καθάπτεται ὁ ποιητὴς κωμῳδῶν ... τοίχῳ.

σημείωσαι “διαγέγραπται” ἠφάνισταί μοι.

ἄγε εἴα φέρε

ξυνάρπασον ὀξέως λάβε νόησον κατάλαβε

τὸ τί ποῖον

τὸ περισσόν

ἀποστρέψῃς ἀποφύγῃς ἀποφεύξῃς ἐκφύγοις ἄν

ἀντιδικῶν ἐναντιούμενος ἀντικρίσεων ἀντιλέγων τοῖς δικαίοις, ἀντιδικαζόμενος

ὅπως ἀποστρέψαις: ὅπως ἤγουν πῶς καὶ τίνι τρόπῳ ἀποστρέψαις ἤτοι ἐκφύγοις ἂν δίκην ἀντιδικῶν ἤγουν ἀντιλέγων τοῖς δικαίοις μὴ παρόντων σοι μαρτύρων ἐν τούτῳ μέλλων ὀφλήσειν δίκην δηλονότι ἤτοι μέλλων δικάσασθαι.

ὀφλήσειν καταδικασθῆναι χρεωστήσειν δίκην δηλονότι δοῦναι ταὐτόν

παρόντων παρέλκον

μαρτύρων συνηγορησόντων σοι

φαυλότατα εὐκολώτατα λίαν εὐκόλως διὰ μικρᾶς τινος ἐπινοίας εὐτελέστατα κακότατα

ῥᾷστʼ συντόμως πάνυ εὐκόλως εὐκολώτατα

ἐνεστώσης ἱσταμένης ἐνισταμένης ἐγηγερμένης, κρινομένης ὑπαρχούσης

δίκης κρίσεως

ἤγουν πρότερον ἔτι μιᾶς δίκης ἐνεστώσης πρὸ τοῦ καλεῖσθαι τὴν ἐμὴν δίκην δηλονότι τρέχων ἀπαγξαίμην ἤγουν πνιγοίην

ἀπαγξαίμην ἀποπνιγοίην πνιγοίην ἄν πνιγῆναι

ἔγωγʼ καλῶς λέγω δηλονότι ἀληθῶς λέγω ἐγὼ λέγω ναί

θείνω, θενῶ, καὶ ῥῆμα εἰς μι θνῆμι· ὁ μέλλων θνήσω, ὁ παρακείμενος τέθνεικα, καὶ ἐκβολῇ τοῦ κ τέθνεια καὶ ἐκλείψει τοῦ ι τέθνεα, ἡ μετοχὴ ὁ τεθνεώς

δίκην κατηγορίαν κρίσιν

ὑθλεῖς ὕθλος ... ληρότης, φληναφία

ἄπελθʼ ἄπαγε φθείρου

ἄπερρʼ ἀποφθείρου ... φθορᾶς

ἄπερρε: ῥῶ τὸ φθείρω, καὶ κατὰ προσθήκην τοῦ ε ἔρρω καὶ ἐκ τούτου ἄπερε

ὁτιὴ τί διὰ τί οὐ διδάξεις ἐμέ

εὐθὺς ἐκ τοῦ παραυτίκα εὐθέως

ἐπιλήθῃ ἐπιλανθάνῃ λανθάνῃ τούτων ἐπιλανθάνεται ἐπιλήσμων εἶ

ἄμεινον ἀπὸ τῶν ἐκτὸς ζητεῖν γενικήν, πρὸς ἣν ἂν ἀποδοθείη τὸ “ἐπιλήθῃ”, οἷον· ἀλλʼ εὐθὺς ἐπιλανθάνῃ σὺ ἐκείνων, ἅτινα καὶ μάθοις ἄν. τὸ γὰρ ἐπιλανθάνομαι μετὰ γενικῆς συντάσσεται μάλιστα.

καὶ παρέλκον

ἐδιδάσκου γρ. ἐδιδάχθης

φέρʼ ἴδω ἄγε ἵνα ἴδω

καθʼ ἑαυτὸν τοῦτο λέγει φησί

μέντοι ἀργόν ὅμως

ματτόμεθα ἐφυρῶμεν ἐζυμόναμεν ἐζυμοῦμεν, ζυμοῦμεν ζυμῶμεν ζυμούμεθα

μέντοι ἀργόν ὅμως

τἄλφιτα τὰ ἄλευρα

τίς ἦν πῶς ὠνομάζετο

ἐς κόρακας εἰς ἀπώλειαν ἄπιθι εἰς τὸν τόπον τῶν κακουργῶν

ἀποφθερῇ μετὰ φθορᾶς ἀπελεύσῃ μεταφθείρῃ ἀφανίζεσαι ἀφανισθήσῃ ἀπελθὼν φθαρήσῃ διαφθάρῃς

ἐπιλησμότατον ἀναίσθητον λήθης ἔμπλεων μεστόν λίαν ἐπιλανθανόμενον λήθαργον … .

σκαιότατον ἀπαίδευτον ἀπαιδευτότατον ματαιότατον

δῆθʼ ἀργόν ἀληθῶς

ἀπὸ ... ὀλοῦμαι ἡ ἀπό καθʼ ὑπερβασίαν συντάσσεται

γλωττοστροφεῖν συστρέφειν τὴν γλῶτταν στρέφειν ἤγουν ἀποκρούεσθαι τοὺς λόγους τὴν γλῶτταν ἐν τῷ διαλέγεσθαι ἤγουν κινεῖν τὴν γλῶτταν κατὰ τῶν ἀντιδίκων ψεύδεσθαι ἢ λέγων τὰ ἄδικα νικᾶν

χρηστόν ὠφέλιμον ἀγαθόν συμφέρον

συμβουλεύσατε μετὰ συμβουλῆς δότε μοι ἀγαθόν τι τί δεῖ με ποιεῖν

ἐκτεθραμμένος ἐνήλικος εἰς τελείαν ἡλικίαν ἀπὸ βρέφους ἡλικίας ὑπάρχων σοί ἀνατεθραμμένος

μανθάνειν ὥστε μανθάνειν εἰς τὸ μανθάνειν ἤγουν τὴν παίδευσιν

καλός εὔμορφος τῷ σώματι ὡραῖος

ἀλλʼ ἀλλὰ τί πάθω ἐγώ περισσός

γὰρ τὸ “γὰρ” καθʼ ὑπέρβατον

μανθάνειν διδάσκεσθαι

τί γρ. τί δʼ

τί ... πάθω ἵνα πάθω ἀντὶ τοῦ “τί ἵνα ποιήσω” τί ποιήσω ἵνα ποιήσω

ἐπιτρέπεις παραχωρεῖς μὴ μανθάνειν αὐτόν ἄδειαν δίδως παρακινεῖς βούλει μαθεῖν ἐκεῖνον συγχωρεῖς τοῦτον μανθάνειν μαθεῖν

ἐπιτρέπω καὶ προτρέπω τὸ ἐνδίδωμι, ἀποτρέπω δὲ τὸ ἐναντίον· μετατρέπω δὲ καὶ ἐκτρέπω τὸ μεταποιῶ καὶ μεταβάλλω ἐκ τούτου εἰς τοῦτο.

εὐσωματεῖ ἰσχυρός ἐστιν γενναῖον σῶμα πιαίνει τὸ σῶμα ἐπιμελεῖται τοῦ σώματος

σφριγᾷ ἀνθεῖ, σφαδάζει ἐπαίρεται νεάζει βλακεύεται, ὀργοῦται

τὸ σφριγᾶν καὶ σφαδάζειν κυρίως λέγεται ἐπὶ ἀνθρώπων καὶ ζῴων ὅταν ἐν ἀκμῇ σώματος ὢν ὁ ἄνθρωπος ἢ τὸ ζῷον ὁρμὴν καὶ κίνησιν ἐνδείκνυταί τις γενναίαν καὶ οἱονεὶ δυσκάθεκτον, ὃ λέγεται καὶ σφαδάζειν

ἐν τῇ τῆς ἡλικίας ἀκμῇ ὄντα δυσκάθεκτον ὁρμὴν ἔχωσιν, ἐφʼ ὃ ἂν βούλωνται ἐλθεῖν.

εὐπτέρων ἐνδόξων ἐπηρμένων

τῶν καταγομένων

τῶν Κοισύρας γυνὴ ἀττικὴ ὑπερήφανος καὶ καλλωπίσμασι πολλοῖς χαίρουσα τοῦ καλλωπισμοῦ

ἐκ ταύτης τῆς Κοισύρας ἡ ... κατήγετο δηλονότι, καὶ διὰ τοῦτο εὐγενίζει ἑαυτὴν διʼ αἰτίαν τοιαύτην.

μέτειμί ἀντὶ τοῦ εἰς ... πορεύσομαι μεταχειρίζομαι μετελεύσομαι ἐν μεταχειρίσει ἀποπορεύσομαι εἶμι δὲ πρὸς αὐτὸν τὸν Φειδιππίδην· ἡ μετά ἀντὶ τοῦ πρός

θέλῃ μανθάνειν ἐλθεῖν

ἢν ... θέλῃ εἴπερ δυνηθῶ πεῖσαι

ἔσθʼ τρόπος

ὅπως ἀλλʼ ὅτι

ἐξελῶ ἀποδιώξω διώξω ἐκδιώξω ἐξολοθρεύσω ἐκβαλῶ ἐξελάσω

ἀλλʼ πρὸς τὸν Σωκράτην

ἐπανάμεινόν προσκαρτέρησον καρτέρησον πρόσμεινον

εἰσελθὼν εἰς τὴν οἰκίαν εἰς τὸ φροντιστήριον ἐν τῷ φροντιστηρίῳ

τελευταῖος τῶν τριμέτρων ἰάμβων.

τοῦ παρόντος χοροῦ τὰ κῶλα Ϟʹ εἰσί· καὶ ἔστι τὸ μὲν πρῶτον ἰωνικὸν τετράμετρον ἐκ διτροχαίου, ἰωνικῶν βʹ ἀπὸ μείζονος καὶ ἐπιτρίτου βʹ· τὸ βʹ τρίμετρον ἐκ διιάμβου, διτροχαίου καὶ βακχείου· τὸ γʹ δίμετρον ὑπερκατάληκτον ἐκ διιάμβων βʹ καὶ μιᾶς συλλαβῆς· τὸ δʹ τετράμετρον ἐκ δύο διιάμβων, χοριάμβου, καὶ πάλιν διιάμβου· τὸ εʹ χοριαμβικὸν τρίμετρον ἐκ τριῶν χοριάμβων· τὸ Ϟʹ παιωνικὸν τετράμετρον ἐκ παίωνος τρίτου, ἐπιτρίτου δʹ, ἰωνικοῦ ἀπὸ μείζονος καὶ ἐπιτρίτου βʹ· καὶ ἐφεξῆς ἰαμβικοὶ στίχοι τρίμετροι οζʹ, ὧν τελευταῖος πρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται.

πρὸς τὸν Σωκράτην ταῦτά φησιν ὁ χορός.

ἆρά γʼ αἰσθάνῃ: ὁ λόγος πρὸς τὸν Στρεψιάδην ἐκ τῶν Νεφελῶν, ὥς φασί τινες· οἱ δὲ πρὸς τὸν Σωκράτην.

ἆρά γʼ αἰσθάνῃ: πρὸς τὸν Σωκράτην ἔοικεν εἶναι ὁ λόγος ἐκ τῶν Νεφελῶν.

αἰσθάνῃ νοεῖς ἐννοεῖς γινώσκεις αἴσθησιν λαμβάνεις

διʼ ἡμᾶς ἀφʼ ἡμῶν ἕνεκεν ἡμῶν.

αὐτίχʼ συντόμως μετʼ ὀλίγον τηνικαῦτα νῦν, ἤδη

ὅδʼ οὗτος ὁ Στρεψιάδης ἢ ὁ Φειδιππίδης, ὁ μέλλων ἐλθεῖν ἐνταῦθα

ἕτοιμος πρόχειρος

πάντα γρ. ἅπαντα

κελεύῃς ὁρίζῃς προστάσσῃς προστάττεις.

ἐκπεπληγμένου ἐκκρεμαμένου ἐβροντημένου ἐκμανοῦς ἔκπληξιν καὶ θαῦμα ἔχοντος ἐκπληττομένου τῷ θαύματι μαινομένου ἐκπλήκτου καὶ μὴ φρονοῦντος καὶ ἐπαινοῦντός σε

ἐπηρμένου ἀλαζόνος ἐπαιρομένου τῇ ἐλπίδι μετεώρου ὄντος ὑπερηφάνου, ἰδιώτου

γνοὺς οὕτως ἔχοντα αὐτὸν νοήσας καταγνούς ἤγουν καταφρονήσας κατανοήσας

οἱ λέγοντες “γνοὺς” ... συντάξωσι τὴν γενικήν, οὐ καλῶς λέγουσιν· ἔστι γὰρ αὕτη οὕτως ... ἀπολάψεις, ἀντὶ τοῦ ἀποκέρδησον, ταχέως ... ἐπάξεις ... ἐπιτάττουσιν.

ἀπολάψεις ῥοφήσῃς ἐκροφήσεις ὡς κύων ἐμφορηθῇς.

ἀπολαύσεις αὐτοῦ τρυφήσει ἀποσπάσεις

δύνασαι ἰσχύεις δυνατὸς ὑπάρχεις δύναμιν ἔχεις

φιλεῖ εἰώθασι εἴωθε συνήθειαν ἔχει ἀγαπᾷ

φιλεῖ γὰρ: ἀντὶ τοῦ ἔθος ἔχει ὥστε ἄλλως ἀποβαίνειν ἢ προσδοκᾷ τις· ἀντὶ τοῦ εὐμετάβλητοί εἰσιν οἱ ἐξ ἐπιθυμίας ἀλόγου τινὶ συμβαλόντες· εὐμετάβλητοι γὰρ αἱ τῶν τοιούτων ἀνδρῶν γνῶμαι.

γνωμικόν

ἑτέρᾳ ἑτέρως.

ἑτέρως ἄλλως μάτην ἀλλοτρόπως ἐναντίως

τρέπεσθαι μεταβάλλεσθαι εἰς ἄλλο μεταπίπτειν ἀποβαίνειν

οὔκουν οὐδαμῶς

οὔτοι περισσόν οὐδαμῶς

ἐπεὶ καὶ ἡ ὀμίχλη ἐκ τῶν νεφελῶν δοκεῖ τὴν σύστασιν ἔχειν, εἰκότως αὐτὴν εἰς ὅρκον παρέλαβεν.

ἐνταυθοῖ ἐνταῦθα ἐν τῷ ὁμοίῳ βίῳ

ἔσθιʼ ναὶ τρῶγε κατάτρωγε

ἐλθὼν ἀπελθών

Μεγακλέους τοῦ σοῦ θείου

ἐντεῦθεν δῆλον ... ἵστατο ὁ οἶκος αὐτοῦ. δείκνυται ... μόνοι τούτου ἐναπελείφθησαν ... καταναλωθέντων παρʼ αὐτοῦ.

ὁ Μεγακλῆς πρόγονος ἦν Φειδιππίδου, οὗ τοὺς οἴκους εἶχεν ὁ Στρεψιάδης. ἐπεὶ δὲ πάντα διὰ τὸν Φειδιππίδην ἀπώλεσεν ὁ Στρεψιάδης καὶ μηδὲν ἄλλο εἶναι ἐν τῇ οἰκίᾳ συνέβαινεν ἢ τοὺς κίονας, φησίν· “ἔσθιε ἐλθὼν τοὺς κίονας” ἤγουν ἢ πείσθητί μοι ἢ εἰ τρωκτοί εἰσιν οἱ κίονες, ἔσθιε αὐτούς· ἐγὼ γὰρ οὐκ ἔχω σοι δοῦναι οὐδέν.

δαιμόνιε δυστυχέστατε κακότυχε ἄθλιε ἢ καὶ εὐτυχέστατε

χρῆμα πρᾶγμα

πάσχεις ἀντὶ τοῦ ἔπαθες

Ὀλύμπιος ὁ ἐν Ὀλυμπίᾳ τιμώμενος, καὶ Πύθιος Ἀπόλλων ὁ ἐν Πυθοῖ

ὀλύμπιον οὐράνιον

ὀλύμπιον ὤμοσε ὤμοσας ὀμνύς ὀμνύει ὀμνύεις εἶπες

τῆς μωρίας φεῦ ἕνεκα ἴδιόν ἐστιν ἀγνωσίας

μωρία καὶ μωρὸς ἀπὸ τοῦ “μή” στερητικοῦ μορίου καὶ τοῦ “ὥρα” τὸ ἔγκαιρον ἤ πρέπον. τὸ γὰρ πρέπον καὶ ἔγκαιρον μακρὰν τοῦ μωροῦ καὶ ἀσυνέτου ὑπάρχει.

γελαστικῶς τοῦτο λέγει ὁ Στρεψιάδης

νομίζεις ὑπολαμβάνεις.

ὄντα ἀντὶ τοῦ εἶναι

ὄντα τηλικουτονί: οἷος, τοῖος, ὁποῖος, τοιοῦτος, ἡλίκος, πηλίκος, ὅσος, τόσος, τοσοῦτος πάντα εἰσὶν ἀναφορικά· τὸ δὲ τηλικοῦτος οὐκ ἀναφέρεται πρός τι ἄλλο κυρίως. εἰ δὲ ἐνίοτε καὶ πρὸς τὸ ἥλικος, ἀλλʼ οὐ κυρίως· ἄλλο γὰρ ζητεῖ κυριώτερον καὶ οἰκειότερον. διὰ τοῦτο ἐνταῦθα ἐπὶ θαυμασμοῦ εἴληπται

τηλικουτονί τοιοῦτον τοσοῦτον ἤγουν ὀλύμπιον

τοῦτʼ διὰ τοῦτο κατά.

ἐγέλασας ἐμειδίασας

ἐτεόν ἀληθῶς κατὰ ἀλήθειαν εἰπέ ἀληθές.

παιδάριον μέγας

φρονεῖς νοεῖς

ἀρχαϊκά ἀσύνετα

ἀρχαῖοι οἱ ... ἀρχαίων καὶ ἀπραγμόνων ἀνδρῶν.

πρόσελθʼ πρὸς ἐμὲ ἐλθέ πρόσελθε ἐμοί πείσθητι.

πρόσιθʼ ἵνʼ εἰδῇς: οὐ μᾶλλον τοπικόν τι διάστημα ἐκ τούτου ἐμφαίνει ἢ συμφωνίαν καὶ συγκατάθεσιν, ὧν ἐβούλετο ὁ Στρεψιάδης. “πρόσιθι” οὖν φησιν ἤγουν συμφώνησον ἐμοὶ καὶ πείσθητι, οἷς πρὸς σὲ λέξω ἵνα μάθῃς πλείονα, ὧν εἶπόν σοι.

εἰδῇς μάθῃς γνῷς νοήσῃς

εἰδέω, εἰδῶ τὸ γινώσκω, καὶ ῥῆμα εἰς μι εἴδημι· καὶ ὁ παρατατικὸς εἴδην, ἡ μετοχὴ εἰδείς, εἰδέντος, καὶ τὸ ὑποτακτικὸν ἐὰν εἰδῶ, ἐὰν εἰδῇς

πλείονα περισσότερα

πρᾶγμʼ πρᾶξιν

ἀνὴρ ἔσῃ τέλειος κατὰ γνῶσιν, τουτέστιν ἔλθῃς εἰς φρόνησιν ἀνδρικήν κυρίως ἄνθρωπος ἐντελὴς κατὰ τὴν φρόνησιν τελείῳ φρονήματι φρόνιμος τέλειος γενήσῃ

οὐ τὴν ἀνδρικὴν ἡλικίαν ἐμφαίνει διὰ τούτου· οὐ γὰρ μειράκιον τυχὸν ὢν ὁ Φειδιππίδης οὕτω διʼ ὀλίγου ἔμελλε γενέσθαι ἀνήρ, ἀλλὰ ἐν τελείῳ καὶ ἀνδρικῷ, φησί, φρονήματι ἔσῃ καὶ γενήσῃ

διὰ τοῦτο τηρεῖ ... αὐτὸν πρότερον ὁ μαθητὴς Σωκράτους

διδάξῃς εἴπῃς, φανερώσῃς

ἰδού ἐγὼ δηλονότι ὑπακούω

οὖν λοιπόν

ἀγαθὸν καλόν ἐπωφελές

μανθάνειν ἐκδιδάσκεσθαι διδάσκεσθαι

δῖνος ἡ συστροφὴ τοῦ αἰθέρος ἤγουν αὐτὸς ὁ αἰθὴρ περιφραστικῶς

δῖνος τὸ ὀστράκινον ποτήριον ἡ συστροφὴ τοῦ αἰθέρος

βασιλεύει ἄρχει

ἐξεληλακώς ἐξελάσας ἐκδιώξας

αἰβοῖ θαυμαστικόν εἰρωνικῶς

ληρεῖς φλυαρεῖς

οὕτως τοιουτοτρόπως

ἔχον διακείμενον

τίς κτλ. Ἀρισταγόρου Μηλίου μαθητὴς ὁ Σωκράτης

ὁ Μήλιος ὁ ἀσεβὴς ὁ ἀπὸ Μήλου ὤν ὁ ἄθεος· ἄθεοι γὰρ οἱ Μήλιοι

ἴχνη τοὺς πόδας

τοσοῦτο τῶν μανιῶν εἰς τοσαύτην μανίαν

τοσοῦτον πλῆθος ἔργον μέρος δῆλον

μανιῶν κακιῶν μωριῶν ἀφροσυνῶν

πείθειν πείθεσθαι

πείθῃ πιστεύεις καταπείθῃ.

γράφεται καὶ “πείθειν”· καὶ ἔστιν ἡ σύνταξις οὕτως· σὺ χολῶσι προσελθὼν δηλονότι, ὥστε ... τῆς μανίας αὐτῶν μετέχεις, ... ματαίων.

εὐστόμει ἀγαθὰ εὔστομα καλῶς καλοὺς λόγους εὔφημα λέγε εὐφήμει

“εὐφήμει” φαμέν, οὐκ “εὐστόμει”. ἐπειδὴ ἡ εὐφημία διὰ τοῦ στόματος γίνεται, “εὐστόμει” εἶπε καταχρηστικῶς

φλαῦρον φλύαρον κακόν ἀπαίδευτον ἀνόητον αἰσχρόν ἄσχημον ἀπρεπές

ἄνδρας εἰς ὑβρίζων λοιδορῶν

δεξιοὺς ἀγαθούς σοφούς ἐπιτηδείους καὶ φρονίμους

“λέγω σοι κακόν”· οἱ δὲ Ἀττικοὶ οὐχ οὕτως, ἀλλὰ “λέγω σε κακῶς” καὶ “λέγω σε κακόν” ἤτοι κακολογῶ σε

νοῦν ἔχοντας φρονίμους φρονιμωτάτους καὶ σοφούς νουνεχεῖς ὄντας

νοῦν φρόνησιν

ὑπὸ τῆς φειδωλίας ἀντὶ τοῦ εἰπεῖν ὑπὸ τῆς ἀρετῆς παρʼ ὑπόνοιαν τὸ σχῆμα· “καρτερίας” ὤφειλεν εἰπεῖν ἀκριβείας

ὑπὲρ τῆς φειδωλίας διὰ τὴν ἀκρίβειαν φειδωλίαν ἀκριβολογίας ἕνεκεν τῆς φειδωλίας.

ὧν ... φειδωλίας ἅπερ οὗτοι ποιοῦσι ... φειδωλίαν καλοῦσιν

ἀπεκείρατʼ ἔκειρε τὰς κόμας ἀπέκοψε τὰς τρίχας τὴν τρίχα· ἤγουν ἔκοψε

ἠλείψατο ἐλαίῳ τὴν κεφαλήν ἄλειμμά τι μύρον

βαλανεῖον λουτρόν λοετρόν λουετρόν

θνῄσκω, ὁ μέλλων θνήξω, ὁ παρακείμενος τέθνηχα ἄχρηστος, ὁ μέσος τέθνηκα, καὶ ἰωνικῶς τέθνεα· ὅταν γὰρ ἀποβάλλωσι τὸ σύμφωνον τοῦ παρακειμένου οἱ Ἴωνες, συστέλλουσι καὶ τὴν παραλήγουσαν. καὶ ἡ μετοχὴ τεθνεώς, καὶ κλίνεται τεθνεῶτος διὰ τοῦ ω μεγάλου. οὕτω καὶ βέβηκα, ἰωνικῶς δὲ βέβαα, ἡ μετοχὴ βεβαώς, βεβαῶτος

καταλούῃ ἀναλίσκεις καταχέεις φθείρεις

βίον ζωήν περιουσίαν

καταλούῃ: ἐκ μεταφορᾶς τῶν λουομένων, ὅτι καταχέοντες τὸ ὕδωρ, ᾧ λούονται, διαφθείρουσιν αὐτό.

ἐπεὶ ὡς ἐπὶ τὸ πλεῖστον τῶν γονέων ἀποθνῃσκόντων οἱ παῖδες αὐτῶν καταναλίσκουσι τὴν κληρονομίαν ἔν τε σπατάλαις καὶ λουτροῖς, ἀδεῶς τούτου ἕνεκα τὸ “καταλούῃ” εἴρηκε, τουτέστιν οὕτω διέφθειρας τὴν ἐμὴν περιουσίαν διὰ τῆς ἱππικῆς, ὥσπερ εἰ ἐγὼ ἦν τεθνεώς.

ὡς τάχιστʼ λίαν συντόμως ταχέως

ὡς ὅσον περισσόν

ἐλθὼν ἀπελθών

ὑπὲρ βοηθείας ἕνεκεν

ἐκείνων τῶν σοφῶν τοῦ Σωκράτους καὶ Χαιρεφῶντος

καὶ παρέλκον

ἄληθες ἀληθὲς ἀληθῶς λέγεις εἰρωνικῶς εἰρωνικόν· τὸ ἄληθες

σοφά δεξιά φρόνιμα

ὡς πῶς ὅπως ὅτι ἐπεί

ἀμαθὴς παχύς ἀπαίδευτος

παχύς ἀνόητος ἄγροικος ἀπαίδευτος βάρβαρος

ἐπανάμεινόν καρτέρησον προσκαρτέρησον περίμεινον

ἐνταυθοῖ ἐκεῖσε εἰς τὸ φροντιστήριον

ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον χρόνον ἐνταῦθα: τοῦτο λέγει ὁ Στρεψιάδης τῷ Φειδιππίδῃ, ὅτι βούλεται ἀπελθεῖν εἰς τὸν οἶκον λαβεῖν ἀλέκτορα καὶ ἀλεκτρύαιναν δεῖξαι τῷ Φειδιππίδῃ καὶ ἐρωτῆσαι αὐτόν, πῶς ταῦτα καλεῖ, ὡς προϊὼν ὁ λόγος δηλώσει.

εἰσελθόντος τοῦ Στρεψιάδου εἰς τὴν οἰκίαν εἰς τὸ ἐξελεῖν τὸν ἀλέκτορα λέγει τοῦτο ὁ υἱὸς αὐτοῦ

δράσω ἵνα ποιήσω μέλλω πράξειν

παραφρονοῦντος μωραίνοντος ἀνοηταίνοντος παρατετραμμένου ὄντος τὸν νοῦν μαινομένου

παρανοίας ἕνεκα τῆς ἀγνωσίας μωρίας ἀναισθησίας ἕνεκεν παραφροσύνης ἀφροσύνης

εἰσαγαγὼν εἰσαγγείλας εἰς τὸ δικαστήριον εἰσάξας

ἕλκω κινήσω

ἕλω διώξω ἐπικρατήσω νικήσω κατάσχω.

ἆρα ἑλὼν αὐτὸν εἰσαγάγω ἔνδον τοῦ οἴκου ἕνεκεν τῆς παρανοίας, ἢ φράσω τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ; τὸ δὲ σχῆμα τοῦτο καλεῖται μεθυπαλλαγή, ἤγουν λαμβάνειν τὴν μετοχὴν ἀντὶ ῥήματος, τὸ δὲ ῥῆμα ἀντὶ μετοχῆς

σοροπηγὸς δὲ ὁ τὰς σοροὺς ἤτοι τὰς θήκας τῶν νεκρῶν κατασκευάζων· ὃ ἀπὸ τοῦ σορρὸς καὶ τοῦ πηγή· πηγάζει γὰρ τὰς σορρούς· ἢ ἀπὸ τοῦ σορρὸς καὶ τοῦ πήσσω τὸ κατασκευάζω.

τοῖς σοροπηγοῖς τοῖς κοινῶς νεκροθάπταις ἐνταφιασταῖς τοῖς ἐργαζομένοις κατασκευάζουσι τοὺς τάφους τοῖς τῶν τάφων κατασκευασταῖς τοῖς πηγνύουσι τοὺς σορούς.

ἐπεὶ γέρων ἦν καὶ διὰ τοῦτο ἐγγὺς τοῦ θανάτου ὡς ἐπὶ τὸ πλεῖστον, ἐδόκει τῷ Φειδιππίδῃ καὶ μαίνεσθαι καὶ ἔτι πλέον ἐγγὺς ἐφαίνετο εἶναι τοῦ θανάτου. διὰ τοῦτό φησιν· “ἢ τοῖς σοροπηγοῖς φράσω τὴν μανίαν αὐτοῦ”, ὥστε καὶ αὐτῷ σορὸν ἤτοι τάφον κατασκευάσαι. ἀπὸ τοῦ σορὸς δὲ καὶ τοῦ πηγνύω, ὥσπερ καὶ ναυπηγός

ὥσπερ ναυπηγός, οὕτω καὶ σοροπηγός, ἀπὸ τοῦ σορὸς ὁ τάφος καὶ τοῦ πηγνύω· τὸ δὲ πηγνύω ἀντὶ τοῦ κατασκευάζω. σοροπηγοῖς οὖν, φησίν, ἤγουν τοῖς δημιουργοῖς τῶν σορῶν. φαίνεται δέ τινας εἶναι τοὺς προκατασκευάζοντας σοροὺς λιθίνους, ὥστε ἔχειν ὠνεῖσθαι τὸν βουλόμενον εὐκόλως, ἡνίκα ἂν βούλοιτο

ὁ νοῦς τοιοῦτος· πότερον εἰσαγαγὼν τὸν πατέρα τὸν ἐμὸν τοῖς δικασταῖς ἕλω τὴν βουλὴν αὐτῶν, τί ἂν βούλονται περὶ αὐτοῦ, ἕνεκεν τῆς παρανοίας καὶ παραφροσύνης τῆς συμβάσης αὐτῷ, ἢ φράσω καὶ εἴπω τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ, ἵνα κατασκευάσωσιν αὐτῷ τάφον, ὅτι οὐκέτι ἐστὶ πρέπον ζῆν αὐτόν.

μανίαν κακίαν μωρίαν

τοῦτον γρ. τοῦτο

καλῶς εἶπας κατʼ εἰρωνείαν νομίζεις λέγεις

ἄμφω τὰ δύο ἀμφότερα

ταὐτό ἕν ὄνομα; τόν ἓν νομίζεις λέξεις ὅμοιον ὄνομα

καταγέλαστος ἄξιος γέλωτος

καλεῖν μάθε κάλει

τουτονὶ γρ. τὸν δʼ ἕτερον

ἀλεκτρύαιναν χρὴ καλεῖν λέγεις καλεῖν καλεῖς αὐτήν λέγεις αὐτήν

δεξιὰ σοφά λεπτά, ἀγαθά, ἐπιτήδεια συνετά καὶ φρόνιμα

παρὰ τοὺς γηγενεῖς παρὰ τοῖς φιλοσόφοις. γηγενεῖς δὲ τούτους εἴρηκεν ἢ διὰ τὸ δίκην μυρμήκων ἐν καταγαίοις εἶναι ἢ διὰ τὸ νεκροῖς ἐοικέναι κατὰ τὴν χροιάν. ὅμοιοι γὰρ νεκροῖς οἱ περὶ Σωκράτην.

διασύρει πάλιν διὰ τούτου τοὺς σοφούς, ὅτι ἐκ τῆς γῆς γεγενημένοι καὶ θνητοὶ ὄντες ἀθανάτους ἐνόμιζον ἑαυτούς

εἰρωνευόμενός φησιν αὐτοὺς γηγενεῖς, ὅτι πάντες ἄνθρωποι γηγενεῖς εἰσιν, ὡς ἐκ τῆς γῆς γεννηθέντες, οἱ δὲ φιλόσοφοι καίτοι γηγενεῖς ἑαυτοὺς ἐπιστάμενοι ὅμως τῶν γηΐνων καταφρονοῦσι καὶ τῶν οὐρανίων ἐν θεωρίᾳ ἅπτονται

τοὺς γηγενεῖς διὰ τὸ ὠχρόν τοὺς ἀληθῶς τοὺς ἐκ τῆς γῆς γεννηθέντας τοὺς σοφούς

μάθοιμʼ ἔμαθον ἐμάνθανον

ἑκάστοτε διηνεκῶς πάντοτε ἀεί διαπαντός

ἐπελανθανόμην τούτου ἐκείνου ἐπιλήσμων ὑπῆρχον ἐγενόμην εἰς λήθην ἠρχόμην ἐλησμόνησα

ὑπὸ ... ἐτῶν ὑπὸ τοῦ εἶναί με πολλῶν ἐτῶν διὰ τὸ εἶναί με γέροντα ὑπὸ τοῦ γήρως

ταῦτα ὅτι εἶ ἐπιλήσμων τοῦτο ταῦτα τὰ μαθήματα

ἀπώλεσας ἔφθειρας ἐχάωσας

ἀλλʼ περισσόν

καταπεφρόντικα τοῖς φροντισταῖς καὶ τοῖς διδασκάλοις κατέλιπον εἰς διδασκαλίαν δέδωκα ἐν τῷ διδασκαλίῳ κατηνάλωσα ἀνήλωσα εἰς τοὺς φροντιστάς εἰς τὸ φροντιστήριον τοῖς φροντισταῖς ἀφῆκα κατέλιπον

τὰς περί

ἐμβάδας τὰ καλύγια

τέτροφας παρέτρεψας, κατεδαπάνησας ἐδαπάνησας ἔθρεψας ἔφθειρας ἐτράφης

ʼνόητε ἄγνωστε ἔξω φρενῶν μωρέ

ὁ Περικλῆς ... οὐκ ὀλίγων λειπόντων καὶ ... εἰς τὸ δέον ἔφη ... παροιμίαν.

ὁ Περικλῆς οὗτος εἷς ἦν τῶν περιδόξων. ἐδέησε δέ ποτε ῥογεῦσαι λαὸν εἰς βοήθειαν τῆς πόλεως· ἀπὸ γοῦν τοῦ κοινοῦ βεστιαρίου ἐδόθη τῷ Περικλεῖ, ἐφʼ ᾧ ὑπηρετήσειε τὴν τοιαύτην χρείαν. ἐπεὶ δὲ ἐποίησεν οὕτως, ἔπειτα δὲ ἐλογαριάσθη καὶ ἐναπελείφθη ἀπὸ τοῦ πράγματος, ἐρωτώμενος δὴ ἔλεγεν “εἰς τὸ δέον ἀπώλεσα”

ἀπώλεσα κλεανδρικῶς καὶ … στάνακτι

ὁ Περικλῆς στρατηγὸς ἦν Ἀθηναίων καὶ δημαγωγὸς καὶ ... ἐπιμελητής, μέγας γενέσθαι δόξας, καθʼ ὃν καιρὸν Λακεδαιμόνιοι Ἀθηναίοις ἐπολέμουν. καταστὰς δὲ εἰς ἐξέτασιν τῶν τοιούτων δημοσιακῶν χρημάτων καὶ τῆς αὐτῶν διοικήσεως οὐκ ὀλίγα τάλαντα ἐφάνη ἀνηλωκώς. καὶ ... ἔλεγεν· “εἰς τὸ δέον ἀπώλεσα”, ἤγουν ... ἀπῄτει· διὸ καὶ ἐπεκράτησεν εἰς παροιμίαν λέγεσθαι τοῦτο

ἀνήλωσα». φασὶ δέ, ὅτι τοῖς Λακεδαιμονίοις δέδωκε χρήματα, ἵνα ἐκ τῆς Ἀττικῆς ἐξέλθωσι μετὰ Ἀρχιδάμου βασιλέως ἐπελθόντων κατὰ Ἀθηναίων

εἰς δέον, φησὶν ὁ Στρεψιάδης, ἀπώλεσα διὰ καὶ τὸ τὸν Περικλέα ὑπʼ Ἀθηναίων ἐρωτώμενον «ποῦ τὰ χρήματʼ ἀνήλωκας;» ἀποκρίνασθαι εἰς δέον ἀνηλωκέναι. ἐκ τούτου δʼ ἐπεκράτησε καὶ ἡ παροιμία.

Περικλέης ἔλεγε τοῖς Ἀθηναίοις ὁ στρατηγὸς τῶν Ἀθηναίων

δέον πρέπον

ἀπώλεσα ἔφαγον ἠνάλωσα ἔφθειρα

ἴθι εἴα ἄγε ἄπιθι ἀπέρχου πορεύου

βάδιζʼ πορεύου παραγένου

ἐξάμαρτε ἁμαρτίαν ποίησον σφάλλε σφάλλου

κἀγώ τοί «γάρ» ἔξωθεν

τραυλίσαντι ἄναρθρα παρακεκομμένα εἰπόντι

ἀπὸ τοῦ «Ἡλιαία» τοῦ ἐν ταῖς Ἀθήναις δικαστηρίου, καὶ ἡλιαστικὸς ὀβολὸς ὁ τῷ ἐκεῖσε λαχόντι κρίνειν διδόμενος

ἰστέον δέ, ὅτι δέκα δικαστήρια ἦσαν ἐν Ἀθήναις, ἐπεὶ καὶ δέκα φυλαί· τούτων δὲ μία ἦν καὶ ἡ Ἡλιαία. ἡλιαστικὸν δέ φησιν ὀβολὸν τὸν ἐν αὐτῇ τῇ Ἡλιαίᾳ διδόμενον τοῖς ὑπερβᾶσι τὸν τῶν δικαζόντων χρόνον, ὡς προερρέθη.

ὀβολὸν φόλιν.

ἡλιαστικόν ἐν τῇ Ἡλιαίᾳ διδόμενον ἐν τῇ ἑορτῇ τοῦ Ἡλίου ἢ ἐν τῷ δικαστηρίῳ τῆς Ἡλιαίας

τούτου ἕνεκα τοῦ ὀβολοῦ ἕνεκεν

πριάμην ἠγόρασα

ἁμαξίδα ὑποκοριστικόν ὑποκοριστικῶς ἤγουν οἷον οἱ παῖδες παίζουσιν μικρὰν ἅμαξαν

προαναφωνεῖ ἐνταῦθα ὁ Φειδιππίδης τῷ Στρεψιάδῃ, ὅσα μέλλει ποιῆσαι εἰς αὐτὸν λυπηρά· διὰ τοῦτο γὰρ καὶ τὸ «ἀχθέσῃ» προστίθησιν.

ἦ ὄντως

ἦ μὴν προαναφώνημα

τούτοις ἃ μέλλω ποιῆσαι οἷς νῦν πράττεις διὰ τούτων ἐν τούτοις τοῖς μαθήμασιν, ἃ μέλλω μαθεῖν

ἀχθέσει ἀχθεσθήσῃ μεταμελήσῃ ποτέ, ἂν μάθω

εὖ γʼ καλῶς γένοιτό σοι ἔχει

ὅτʼ ἐπεί, ἐπειδή

ἐπείσθης ἐμοί εἰσήκουσάς μοι ὑπήκουσας κατεπείσθης

ἄγω φέρω προσέφερον

νηπύτιος λίαν μωρός νηπιώδης ἀνόητος

νηπύτιος τὸ «νηπύτιος» βαρβαρόν ἐστιν· εἰς ἐκφόβησιν δὲ καὶ κατάπληξιν τοῦ Φειδιππίδου τοῦτό φησιν

νήπιος ὁ μωρός, ἀπὸ μεταφορᾶς τοῦ νηπίου βρέφους· νηπίτιος δὲ ὁ ἐπιπλέον ἀσύνετος τοῦ νηπίου· ἔστι δὲ ὑποκοριστικόν

νηπήτιος: τουτέστι λίαν μωρὸς καὶ ἀσύνετος, ἅτε τοῖς νέοις καὶ τῇ ἱππικῇ προσέχων τὸν νοῦν.

κρεμαθρῶν ἀναβαθμῶν τῶν ἐνταῦθα διατριβῶν σκληροτήτων

τρίβων εἰδήμων δυνάμενος διατρίβειν συνήθης

τρίβων παρὰ τοῖς ποιηταῖς ὁ ἔμπειρος, ἀφʼ οὗ τριβωνευόμενοι οἱ τεχνάζοντες. ἐπεί, φησί, νηπύτιός ἐστιν, οὐκ ἂν εἴη ἔμπειρος τῆς ἡμετέρας ἐνταῦθα διατριβῆς.

αὐτὸς σὺ γρ. ἀλλʼ αὐτὸς σὺ

τρίβων ἔμπειρος τῶν κρεμαθρῶν τριβόμενος καὶ ἠφανισμένος κατατετριμμένος

εἰ εἴπερ ἐπεί

ἐς κόρακας ἀπελεύσῃ ἀπέλθῃς εἰς τὴν ἀπώλειαν φθαρῇ

ἰδοὺ ἀπὸ τοῦ νῦν

κρέμαιό γʼ εἶπε

τὸν τοῦ Φειδιππίδου λόγον, ὃν εἶπε πρὸς τὸν Σωκράτην, ἀναλαβὼν αὖθις ὁ Σωκράτης παίζων καὶ λοιδορῶν τὸν Φειδιππίδην οὑτωσὶ λέγει· «ἰδοὺ κρέμαιό γʼ». λέγει δηλονότι ὁ Φειδιππίδης· «λίαν μωρὸν λόγον εἶπε.»

ἠλίθιον ἀνόητον λόγον μωρόν τινα λόγον τι

διαρρυηκόσιν ἀνειμένοις κεχαλασμένοις κεχαυνωμένοις διακεχυμένοις, ὅτι δηλονότι ἐχασμῴδησεν διισταμένοις ἠνεῳγμένοις χαίνουσι

ἠλίθιον ἐφθέγξατο καὶ ... οὐ συνεστραμμένοις.

ἀπόφευξιν ἀποδίωξιν

δίκης τιμωρίας, κρίσεως ἢ τιμωρίας

κλῆσιν ἐγκλήτευσιν ἔγκλησιν ἔγκλημα δίκης πρόσκλησιν κατηγορίαν ἢ μαρτυρίαν

χαύνωσιν κτλ. ἤτοι ὥστε χαυνοῦν ... πιθανολογίαις τὸν ἀντίδικον

κλῆσιν μὲν καὶ ὀνομάσας δίκην φησίν· πολλὰ γὰρ τὰ ... ὀνόματα, ὡς τὰ ... διασύρει

χαύνωσιν ἀναπειστηρίαν φησίν, ὅταν τοῦ ἀντιδίκου προβαλλομένου τινὰ εἶναι ὑπὲρ ἑαυτοῦ καὶ τοῦ ἰδίου συμφέροντος ἡμεῖς διʼ ἄλλων ἐπιχειρημάτων ἀνατρέπωμεν αὐτὰ καὶ χαῦνα ἐκεῖνα καὶ ἀσθενῆ ἀποδεικνύωμεν.

χαύνωσιν κτλ. ὥστε χαυνῶσαι καὶ ἀναπεῖσαι τοὺς ἀντιδίκους λύσιν τῶν δικῶν καταπειστικήν, τὴν ἀναπείθουσαν τοὺς ἀκροατάς

χαύνωσιν ἔκλυσιν λύσιν τῶν δικῶν

ἀναπειστηρίαν καταπείθουσαν δυναμένην καταπείσειν κατάπεισιν

διασύρει ἐνταῦθα τὸν Ὑπέρβολον ὡς διδόντα δῶρα ῥήτορσιν ἐπὶ τῷ μαθεῖν ἀντιλέγειν ταῖς διαλέξεσιν

ταλάντου ἕνεκα τιμῆς

ἀμέλει ἀργόν ἄφροντις ἀφρόντιστος ἔσο ἀφροντίστως ἔχε μὴ φρόντιζε διὰ τοῦτο

ἀμέλει: εὑρίσκεται τοῦτο καὶ ἐπίρρημα ὄν, ἀντὶ τοῦ «διὰ τοῦτο» λαμβανόμενον

θυμόσοφος ὁ ἀφʼ ἑαυτοῦ σοφός· τουτέστιν ὁ ὀξυμαθὴς καὶ ὁ εὐφυής.

θυμόσοφός ὀξύνους κατὰ τὸν θυμὸν σοφὸς ἐκ φύσεως λίαν ὀξύς εὐφυής ἐξ ἑαυτοῦ σοφός

τυννουτοῒ λίαν μικρόν πάνυ μικρόν

τηνουτονὶ: γρ. καὶ «τηνουτοῒ», ὅπερ ἐστὶν ἀττικόν· οἱ γὰρ Ἀττικοὶ «τοιοῦτο» καὶ «τοσοῦτο» φασὶ κατὰ ἀφαίρεσιν τοῦ ν

τυννουτοῒ: γρ. καὶ «τυννουτονὶ», ὥσπερ καὶ «τοσουτὸν» καὶ «τοσουτονὶ»· ἔστι δὲ ἀττικόν

ἔγλυφεν κατεσκεύαζεν γλύφων ἐποίει

ναῦς τʼ ἔγλυφεν καὶ νῆας γλυπτὰς ἐποίει

ἁμαξίδας ἁμάξας

τῶν σιδίων τῶν φλοιῶν τῶν ῥοιῶν ῥοῶν ἀνθέων

ἐποίει κατεσκεύαζε

πῶς δοκεῖς ἐπιτηδείως δῆλον

τὸν κρείττονʼ τὸν δίκαιον

εἰκότως προσέθηκεν «ὅστις ἐστί», ὁ κρείττων δηλονότι· ὅσον γὰρ πρὸς τὸ οἰκεῖον ἀφορῶν συμφέρον ὁ Στρεψιάδης τὸν ἥττονα ἤτοι τὸν ἄδικον ἐνόμιζε κρείττονα.

τὸν ἥττονα τὸν ἄδικον τὸν ἐλάττονα

ὃς ... λέγων ὁ ἥττων λόγος

ἀνατρέπει νικᾷ ἀνασκευάζει ἀφανίζει

τὸν κρείττονα τὸν καλλιώτερον τὸν δίκαιον

ἐὰν δὲ μὴ δυνατόν ἐστι μαθεῖν καὶ τοὺς δύο δυνατὸν ἀμφοτέρους μαθεῖν δυνηθῆται μαθεῖν καὶ τὸν δίκαιον καὶ ἀμφοτέρους μάθῃ

πάσῃ τέχνῃ παντὶ τρόπῳ μετὰ παντὸς τρόπου πάσῃ μηχανῇ σπουδῇ

ἀπόφασις τοῦτο τοῦ Σωκράτους

παρʼ ... λόγοιν ἀκούσας αὐτῶν ἀντιλεγόντων ὑπʼ αὐτῶν τοῦ ἀδίκου καὶ τοῦ δικαίου

παρʼ αὐτοῖν γρ. παρʼ ἀμφοῖν

ἀπέσομαι πόρρω ἔσομαι γενήσομαι ἀπελεύσομαι μακρὰν ἀπελεύσομαι γενήσομαι ἀποδημήσω

γοῦν γρ. δʼ οὖν

μέμνησʼ ἐνθυμήθητι ἐνθυμοῦ

τελευταῖος τῶν τριμέτρων ἰάμβων

δυνήσεται ἰσχύσει δύναμιν ἕξει

ἐπιγραφὴ δὲ ἐντεῦθεν ... μέντοι.

τὸ παρὸν σύστημα ἐκ κώλων συνέστηκε μονομέτρων, διμέτρων καὶ τριμέτρων οβʹ· εἰσὶ δὲ ἀναπαιστικὰ ἔχοντα μεμιγμένους δακτύλους τε καὶ σπονδείους· τὸ αʹ ἐκ δʹ σπονδείων· τὸ βʹ ἐκ σπονδείου, ἀναπαίστου, σπονδείου καὶ ἀναπαίστου· τὸ γʹ ἐξ ἀναπαίστου, σπονδείου, ἀναπαίστου καὶ σπονδείου· τὸ δʹ ἐκ βʹ σπονδείων καὶ βʹ ἀναπαίστων· τὸ εʹ ἐκ βʹ ἀναπαίστων· τὸ Ϟʹ ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ ζʹ ὅμοιον· τὸ ηʹ ἐξ ἀναπαίστου καὶ γʹ σπονδείων· τὸ θʹ ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ ιʹ ἐκ βʹ σπονδείων, ἰάμβου καὶ σπονδείου· τὸ ιαʹ ἐκ δακτύλου καὶ σπονδείου· τὸ ιβʹ ἐξ ἀναπαίστου, σπονδείου, δακτύλου καὶ σπονδείου· τὸ ιγʹ ἐκ σπονδείου καὶ ἀναπαίστου· τὸ ιδʹ ἐκ βʹ ἀναπαίστων· τὸ ιεʹ ἐκ δακτύλου καὶ σπονδείου· τὸ ιϞʹ ἐκ δύο ἀναπαίστων· τὸ ιζʹ ἐκ δακτύλου, σπονδείων βʹ καὶ ἀναπαίστου· τὸ ιηʹ ἐκ δακτύλου, σπονδείου καὶ βʹ ἀναπαίστων· τὸ ιθʹ ἐκ βʹ σπονδείων· τὸ κʹ ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ καʹ ἐκ βʹ ἀναπαίστων· τὸ κβʹ ἐκ σπονδείου, ἀναπαίστου καὶ βʹ σπονδείων· τὸ κγʹ τρίμετρον βραχυκατάληκτον ἐκ δακτύλου, σπονδείου, δακτύλου καὶ βʹ σπονδείων· τὸ κδʹ ὅμοιον ἐκ δʹ σπονδείων καὶ ἀναπαίστου· τὸ κεʹ ἐκ βʹ ἀναπαίστων· τὸ κϞʹ ἐκ δακτύλου καὶ γʹ σπονδείων· τὸ κζʹ ἐξ ἀναπαίστου καὶ γʹ σπονδείων· τὸ κηʹ ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ κθʹ ἐκ σπονδείου καὶ ἀναπαίστου· τὸ λʹ ἐκ δύο ἀναπαίστων· τὸ λαʹ ἐκ δακτύλου καὶ σπονδείου· τὸ λβʹ ἐκ δʹ σπονδείων· τὸ λγʹ ἐκ σπονδείου, ἀναπαίστου, δακτύλου καὶ σπονδείου· τὸ λδʹ ἐκ δακτύλου, σπονδείων βʹ καὶ ἰάμβου· τὸ λεʹ ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ λϞʹ ὅμοιον· τὸ λζʹ δίμετρον ἐκ παίωνος δʹ καὶ σπονδείου· τὸ ληʹ κῶλον ἐκ σπονδείου, ἀναπαίστου καὶ αὖθις τῶν αὐτῶν· τὸ λθʹ καταληκτικὸν ἐκ σπονδείου, δακτύλου, σπονδείου καὶ συλλαβῆς· τὸ μʹ ἐκ δακτύλου, σπονδείου, δακτύλου καὶ σπονδείου· τὸ μαʹ ἐκ βʹ σπονδείων· τὸ μβʹ ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ μγʹ ἐκ σπονδείου, ἀναπαίστου καὶ βʹ σπονδείων· τὸ μδʹ ἐκ δακτύλου καὶ γʹ σπονδείων· τὸ μεʹ ἐκ σπονδείου καὶ ἀναπαίστου· τὸ μϞʹ ἐκ σπονδείων βʹ, δακτύλου καὶ σπονδείου· τὸ μζʹ ἐκ σπονδείου, ἀναπαίστου καὶ βʹ σπονδείων· τὸ μηʹ ἐκ σπονδείου, ἀναπαίστου καὶ αὖ τῶν αὐτῶν· τὸ μθʹ ἐκ σπονδείου καὶ ἀναπαίστου· τὸ νʹ ἐκ σπονδείου καὶ ἀναπαίστου καὶ αὖ τῶν αὐτῶν· τὸ ναʹ ἐκ δακτύλου, βʹ σπονδείων καὶ ἀναπαίστου· τὸ νβʹ ἐκ δʹ σπονδείων· τὸ νγʹ ἐκ σπονδείου, ἀναπαίστων βʹ καὶ σπονδείου· τὸ νδʹ ἐκ δακτύλου, σπονδείου, ἀναπαίστου καὶ σπονδείου· τὸ νεʹ ἐκ βʹ σπονδείων, δακτύλου καὶ σπονδείου· τὸ νϞʹ ἐκ σπονδείου, ἀναπαίστου καὶ αὖ τῶν αὐτῶν· τὸ νζʹ ἐκ δακτύλου καὶ σπονδείου· τὸ νηʹ ἐκ βʹ ἀναπαίστων, δακτύλου καὶ σπονδείου· τὸ νθʹ ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ ξʹ ἐκ σπονδείου, ἀναπαίστων βʹ, καὶ σπονδείου· τὸ ξαʹ ἐκ δακτύλου καὶ γʹ σπονδείων· τὸ ξβʹ ἐκ σπονδείου καὶ ἀναπαίστου· τὸ ξγʹ ὅμοιον· τὸ ξδʹ ἐξ ἀναπαίστου, σπονδείου, δακτύλου καὶ ἀναπαίστου· τὸ ξεʹ ἐκ βʹ σπονδείων· τὸ ξϞʹ ἐκ δʹ σπονδείων· τὸ ξζʹ ἐκ δακτύλου καὶ γʹ σπονδείων· τὸ ξηʹ ἐκ βʹ σπονδείων, ἀναπαίστου καὶ σπονδείου· τὸ ξθʹ ἐξ ἀναπαίστου, σπονδείου, δακτύλου καὶ σπονδείου· τὸ οʹ ἐκ βʹ ἀναπαίστων καὶ βʹ σπονδείων· τὸ οαʹ ἐκ σπονδείου, ἀναπαίστων βʹ καὶ σπονδείου· τὸ οβʹ καταληκτικὸν ἐξ ἀναπαίστου, σπονδείου, ἀναπαίστου καὶ συλλαβῆς.

σχηματίζει ἐνταῦθα ὁ ποιητής, ὅτι εἰσελθὼν ὁ Φειδιππίδης ἐν τῷ φροντιστηρίῳ εὗρεν ἐκεῖ τόν τε δίκαιον λόγον καὶ τὸν ἄδικον, καὶ διαλέγονται ἕκαστος πρὸς ἀλλήλους βουλόμενος προτρέψαι Φειδιππίδην αἱρήσασθαι αὐτόν.

ὑποχωρήσαντος Στρεψιάδου εἰσάγονται δίκαιος καὶ ἄδικος λόγος διαλεξόμενοι, ἵνʼ ὁποῖος αὐτῶν νικήσει, ἀναλάβηται τὸν παῖδα διδάξων.

ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ λέγει πρὸς τὸν ἄδικον

ὁ δίκαιος λόγος πρὸς τὸν ἄδικον· καλεῖ δὲ αὐτὸν εἰς μέσον τοῦ θεάτρου

χώρει ὅρμα πορεύου ἔρχου ἐλθέ ἀπέρχου

δευρί ὧδε ἐνταῦθα

δεῖξον φανέρωσον

καίπερ λίαν ὅμως ἐναντιωματικόν

θρασὺς τολμηρός ἀλαζών αὐθάδης

εἴπερ ἡ σωφροσύνη ἕπεται τῷ ἀδίκῳ, δῆλον ὅτι καὶ ἡ ἀναίδεια καὶ θρασύτης τῷ ἀδίκῳ

χρῄζεις θέλεις ἐθέλεις

μᾶλλον περισσοτέρως

ἐν τοῖς πολλοῖς ἐνώπιον πολλῶν παρόντων ἀνθρώποις· ἢ ἐν τοῖς ἀνοήτοις ἔμπροσθεν τῶν πολλῶν ἀνθρώπων

εἰ γάρ τις ὁ λέγων παρόντων τινῶν καὶ ὑπό τινος νικηθῇ, μετριωτέραν αἰσχύνην ὑποστήσεται ἢ πολλῶν παρόντων.

λέγων ἀντιλέγων

ἥττων ἄδικος ἐλάττων

νικῶ νικήσω ἥττων ὤν

κρείττω καλλιώτερον καλλίονα

σοφὸν ἐπιτήδειον λεπτόν, φρόνιμον συνετόν

γνώμας ἐνθυμήματα ἀφορμάς ἐφευρέσεις λόγους, τρόπους

καινὰς καινότερα ἀσυνήθεις νέας

ἐξευρίσκων ἐπιτηδευόμενος ἐπινοῶν

διαβάλλει ἐνταῦθα τοὺς Ἀθηναίους, ὅτι ἦσαν ἀνόητοι καὶ ἄδικοι.

ταῦτα ... ἀνθεῖ ναὶ ἐφευρίσκεις καινὰς γνώμας

ταῦτα αἱ εὑρεσιλόγιαι τὰ κακά

ἢ ταῦτα, ἃ λέγεις, ἤτοι τὸ δύνασθαι λέγειν γνώμας καινάς, ἀκμάζει διὰ τὸ εἶναι ἀνοήτους τοὺς ἀκροωμένους καὶ μηδένα λόγον ποιεῖσθαι τοῦ δικαίου, ἢ τὸ ταῦτα πραγματικῶς ἤγουν ἃς λέγεις εἶναι γνώμας

ἀνθεῖ αὔξει αὐξάνει, ἀκμάζει ἀκμάζουσι

σημείωσαι· ἡ «διά» ἀντὶ τῆς «εἰς»

τοὺς ἀνοήτους: ἤγουν τοὺς προτιμῶντας τὸν ἄδικον λόγον καὶ ἀποδεχομένους τὰς καινὰς εὑρεσιλογίας

ἀνοήτους ἄφρονας μωροὺς καὶ ἀσυνέτους Ἀθηναίους

σοφούς διὰ τοὺς φρονίμους σοφούς

ἀνατρέψω ἀνασκευάζω καταβαλῶ διασείσω μεταβαλῶ καταλύσω

ἀντιστρέψω ἀντιλέγω.

ἀντιλέγων ἐναντιούμενος σοί

λοιδορεῖ ἐνταῦθα τοὺς Ἀθηναίους ὡς ἀδίκους τε καὶ ἅρπαγας.

φημὶ ἀποφαίνομαι

φέρε εἴα ἄγε ναί

δῆτα λοιπόν ἀληθῶς

δίκης δικαιοσύνης

ὁ Κρόνος πατὴρ ὣν τοῦ Διὸς κατὰ τὰς μυθικὰς ἱστορίας τοὺς ἐξ αὐτοῦ γεννωμένους παῖδας φονεύων κατήσθιεν, ὡς ἂν μήτις αὐτῷ ἐπίθηταί ποτε τῆς ἀρχῆς ἕνεκα. γεννήσασα οὖν τὸν Δία ἐξ αὐτοῦ ἡ Ῥέα, ἐπεὶ ᾔδει καὶ αὐτὸν ζητήσοντα ἀποκτεῖναι, λαθοῦσα τὸν Δία κατέθετο ἐν τῇ Κρήτῃ ὑπό τι σπήλαιον ἀνατρέφεσθαι, λίθον δὲ σπαργανώσασα παρέθετο ἑαυτῇ, ὃν ὁ Κρόνος νομίσας εἶναι τὸν Δία καταπέποκεν. ἐπεὶ δὲ εἰς ἡλικίαν ὁ Ζεὺς ἔφθασεν, εἰς οὐρανοὺς ἀνελθὼν καὶ τὸ τοῦ πατρὸς πάθος καὶ τὴν ἐν τοῖς τέκνοις μανίαν αὐτοῦ καταμαθὼν ἄλλην μέν τινα τιμωρίαν οὐδεμίαν ἐπῆξεν αὐτῷ, τοὺς δὲ ὄρχεις ὑποτεμὼν εἰς τὴν θάλασσαν ἔρριψεν, ἀφʼ ὧν ἡ Ἀφροδίτη ἐγεννήθη ἔφορος οὖσα τῶν πορνικῶν ἔργων.

φασὶ τὸν Κρόνον μισότεκνον ὄντα διαφθεῖραι τὰ ἐξ αὐτοῦ γεννώμενα τέκνα· ὅθεν ἡ μήτηρ κλέψασα τὸν Δία γεννηθέντα εἰς τὴν Κρήτην ἀπέθετο. ἐκεῖ δὲ ἀνατραφεὶς ἀνέλαβε τὴν ἀρχήν. οὐκοῦν οὐκ ἔφθειρε τὸν πατέρα καθὰ δίκαιον ὄν, ἀλλὰ δήσας αὐτὸν τῆς ἀρχῆς μόνον ἀπεστέρησεν.

ἀπόλωλεν διέφθειρε ἔφθειρε

δήσας δεσμεύσας δεσμήσας

αἰβοῖ σχετλιαστικόν εἰρωνικόν

χωρεῖ προκόπτει ὥρμησεν ἢ αὐξάνει· ἢ μέχρι τού φησιν ἐφθάνει προβαίνει αὐξάνει

δότε μοι λεκάνην ὡς τεταραγμένος δηλονότι τῇ ἐναντιολογίᾳ τῶν λόγων ἵνα ... δηλονότι· φησὶ δὲ τοῦτο τῇ τῶν λόγων ταραχθεὶς ἀηδίᾳ

ἐμέσω ἰδιωτικῶς ξεράσω

τυφογέρων ματαιογέρων ἀλαζὼν γέρων· ἢ κατάξηρος, ἀπὸ τοῦ τύφω τὸ καίω τετυφωμένος γέρων μωρός γέρων ἐπηρμένος μάταιος κενόδοξος γέρων.

κἀνάρμοστος ἄρρυθμος, ἄμουσος, ἀνεπιτήδειος μάταιος εἰς τὸ ἀνεπιτήδειος διαλέγεσθαι ἄκαιρος ἄδοξος

καταπύγων πορνευόμενος φλύαρος μιαρός

κἀναίσχυντος ἀναιδής

ῥόδα μʼ εἴρηκας ἐπῄνεσάς με ἃ λέγεις κατʼ ἐμοῦ, ταῦτʼ ἐγὼ ὡς ῥόδα ἡγοῦμαι ἐμοὶ εἶπας ἔχειν.

βωμολόχος πανοῦργος μασκαρᾶς ἅρπαξ, ἀπατεών ὑβριστής κλέπτης

καὶ βωμολόχος: ἤγουν ὁ ἐν τοῖς βωμοῖς ἐνεδρεύων καὶ ἐκ τῶν προσαγομένων ἐν αὐτοῖς θυμάτων κλέπτων ἐλέγετο κυρίως βωμολόχος.

οἱ ἐν ... τὰς θυσίας ἁρπάζοντες καὶ ... μάλιστα καὶ ἐπὶ ... βωμολοχίαν φλυαρίαν ... σημαίνειν, παρόσον ... ἐχρῶντο.

κρίνεσι στεφανοῖς ὑπερβαλλόντως τιμᾷς

κρίνεσι κρίνοις ἐν διὰ κρίνων

κρίνον κοινῶς· κρίνος ἀττικῶς, καὶ κλίνεται τοῦ κρίνεος καὶ κρίνους· ἡ δοτικὴ τῶν πληθυντικῶν κρίνεσιν

στεφανοῖς τιμᾷς

πατραλοίας τὸν πατέρα τύπτων ἐμέ ἐμὲ διαφθείρων πατροτύπτης

πάττων κοσμῶν ῥαίνων ῥαντίζων

πρὸ τοῦ χρυσῷ ἔπαττον κατεπάττουν κοσμήσω χρυσῷ ἐπάττου ἐν χρυσῷ πρότερον τούτου

μολίβδῳ ἀτιμίᾳ περιβαλῶ ἔπαττες δῆλον διὰ μολίβδου σε ἔπαττον.

κόσμος καλλωπισμός δόξα εὐπρέπεια

τοῦτʼ τὸ ἀκούειν

θρασὺς ἀλαζών

πολλοῦ μέχρι πρὸ ... χρόνου λίαν

ἀρχαῖος παλαιὸς ἤγουν μωρὸς καὶ παλαιός

φοιτᾶν φοιτητὴς ἔρχεσθαι παραγίνεσθαι ἀπέρχεσθαι βαδίζειν εἰς τὸ διδασκαλεῖον

μειρακίων νέων παίδων

καὶ καίπερ

γνωσθήσῃ νοηθήσῃ δῆλος ὑπάρξεις γνωστὸς ἔσῃ

καὶ ... ποτὲ τοῖς Ἀθηναίοις ... ἀνοήτους: ταῦτα λέγει ὁ δίκαιος λόγος ἐπαπειλῶν τῷ ἀδίκῳ λόγῳ

οἷα ἤγουν ἀσεβῆ

ἀνοήτους μωρούς Ἀθηναίους

αὐχμεῖς κατάξηρος εἶ ξηρότητι κατέχῃ τῇ πενίᾳ ἐστερημένος ῥερυπωμένος καὶ ξηρὸς ὑπάρχεις

αἰσχρῶς ἀτίμως κακῶς

εὖ πράττεις εὐτυχεῖς καλῶς ποιεῖς

ἐπτώχευες ὑστέρησιν εἶχες πτωχὸς ἦσθα ὑπῆρχες

Τήλεφος βασιλεὺς τῆς Μυσίας ὥσπερ ὁ

Μυσὸς ἀπὸ ἐκ τῆς Μυσίας Μουσίας Βούλγαρος

ὁ Τήλεφος ... αὐτῶν ... ἔτρωσεν· δυστυχήσαντα ... Πανδέλετος. ἐπανάληψις: ὃς τρωθεὶς παρὰ τοῦ Ἀχιλλέως καὶ μὴ ... αὐτοῦ.

ὁ Τήλεφος ... ἐδῄουν ... καὶ ἰάσεται ... ἔτυχε θεραπείας ... τοῦτον δυστυχήσαντα ὕστερον ... προσαιτοῦντα. ἀντὶ τοῦ εἰπεῖν ... διεβεβόητο ὁ Πανδέλετος πένης μὲν ὤν, ἐκ συκοφαντίας δὲ διατρεφόμενος.

διαβάλλει Εὐριπίδην ὡς πτωχὸν εἰσενεγκόντα τὸν Τήλεφον· τοῦτον γὰρ Εὐριπίδης πτωχὸν εἰσήγαγε, περὶ οὗ καὶ κωμῳδεῖται. γνώμας τρώγων: ἀντὶ τοῦ εἰπεῖν «ἄρτους» καθαροὺς ἢ ξηροὺς εἶπε «γνώμας». ὁ δὲ Πανδέλετος συκοφάντης καὶ φιλοδίκαιος ἦν, λέγων γνώμας ἐν τῷ δικαστηρίῳ κἀντεῦθεν τροφὴν ποριζόμενος.

ὁ Τήλεφος οὗτος Μυσίας ἦν βασιλεύς· … ἀπήρχοντο, καὶ προσχόντες τῇ Μυσίᾳ ἐδῄουν τὸν τόπον αὐτοῦ αὐτῆς

ἐδῄουν τούτου προσβάλλοντες τὴν γῆν

νομίζοντες ταύτην εἶναι τὴν Τροίαν. … τραύματος ἀπελθὼν εἰς τὸ μαντεῖον ἤκουσεν ὅτι «ὁ τρώσας καὶ ἰάσεται.» καὶ παραγενόμενος εἰς τὸν Ἀχιλλέα παρευθὺς εὗρε τὴν θεραπείαν ἐπὶ τῷ ἡγήσασθαι μέντοι τοῖς Ἕλλησι καὶ δεῖξαι αὐτοῖς τὴν Τροίαν

ἐφʼ ᾧ μέντοι ὑποδεῖξαι αὐτοῖς τὴν Τροίαν

ὕστερον δὲ δυστυχήσας εἰς τοιαύτην κατέστη ἔνδειαν ὥστε πήραν ἔχων περιῄει ζητῶν καὶ διαβάλλων ἑαυτὸν ὡς ἄτιμον καὶ πανοῦργον, ἐπεὶ καὶ διαβεβοημένος ἦν ἐπὶ πανουργίᾳ

πηριδίου σακουλίου σακκουλίου

γνώμας παρʼ ὑπόνοιαν ἀντὶ τοῦ εἰπεῖν ἄρτους

τρώγων ὥσπερ ἄρτον

ἐσθίων τρώγων φθείρων.

πανδελετίους δυστρόπους κακούς εὐωχίας μεγίστας παντοίας ἐν τῷ λέγειν τὰ ἄδικα μεγάλας

ὁ Πανδέλετος συκοφάντης ἦν φιλόδικος, γράφων ψηφίσματα, καὶ ἦν εἷς τῶν περὶ τὰ δικαστήρια διατριβόντων.

γνώμας ἐσθίων πανδελετίους: πανδελετίους ἔφη, ὡς ἀπὸ Πανδελέτου τινός, ὃς ἦν ζῶν ἐκ συκοφαντίας.

ὤ μοι τὸ «ὤ» ἐνταῦθα ἐπὶ χαρᾶς

σοφίας ἕνεκα

τρέφει τιμᾷ

λυμαινόμενον βλάβην ἐμποιοῦντα τὸν ἐμβάλλοντα λύμην βλάπτοντα διαφθείροντα φθείροντα φθορὰν προσάγοντα ποιοῦντα

διδάξεις νουθετήσεις

τοῦτον τὸν Φειδιππίδην

Κρόνος ἀρχαῖος λίαν παλαιός παλαιὸς καὶ μωρός μωρός, ἀφυής

σωθῆναι φυλαχθῆναι

χρὴ πρέπει ἀπόκειται μέλλει

λαλιὰν πολυλογίαν φωνήν ῥητορικήν

λαλιὰ ἡ ἁπλῶς φωνὴ καὶ λαλιὰ εἶδος λόγου ῥητορικοῦ, ὥσπερ καὶ τὸ ἐπιφώνημα

ἀσκῆσαι ἐπιτηδεῦσαι διδαχθῆναι παιδευθῆναι

δεῦρʼ ὧδε πρὸς ἐμέ ἐνταῦθα

μαίνεσθαι ὥστε ταράττεσθαι μαινόμενον γενέσθαι ὥστε μωρὸν εἶναι

κλαύσῃ θρηνήσῃ θρηνήσεις μέλλεις κλαῦσαι

ἐπιβάλλῃς ἐγγίσῃς ἐπʼ αὐτὸν θήσεις ἐπιθήσεις αὐτῷ.

λοιδορίας ὕβρεως ὕβρεος

ἐπίδειξαι παράστησον δήλωσον φανέρωσον δεῖξον

προτέρους παλαιοὺς ἀνθρώπους παλαιοτέρους

ἐδίδασκες ἐπαίδευες ἐμάνθανες

καινὴν παράδοξον τὴν νῦν πολιτευομένην

παίδευσιν μάθησιν

σφῶϊν ὑμῖν ἀντὶ ἑνὸς τοὺς δύο

ἵνα φοιτᾷ ἤγουν ἀπέλθῃ, τουτέστι προκρίνῃ, ὃν ἂν ἐθελήσοι, ἀκούσας ἀντιλεγόντων ὑμῶν ἀλλήλοις.

ἀντιλεγόντοιν ἀλλήλοις φιλονεικούντων

κρίνας ἕνα ὑμῶν

φοιτᾷ παρʼ αὐτῷ παραγίνεται ἢ φοιτήσοι ἔρχεται φοιτητὴς γενήσεται παραγένηται ἀπέρχηται παραγίνεται, ἀπέρχεται

τούτῳ τῷ δικαίῳ

δώσω παραχωρήσω ἐνδώσω

ῥηματίοισι λόγοις ὀλίγοις λόγοις.

καινοῖς νέοις παραδόξοις

διανοίαις γνώμαις «καιναῖς» ἀπὸ κοινοῦ ἐπιθυμήμασι νοήμασι

κατατοξεύσω ἀνατρέψω καταπλήξω πλήξω κατατρώσω

τὸ τελευταῖον ὕστερον

ἀναγρύξῃ ποσῶς ὅλως φθέγξηται

ἅπαν ὅλον

κεντούμενος καταπληττόμενος κατακεντούμενος τιτρωσκόμενος

ἀνθρῆνας ... οἱ δὲ ... σφηξίν· κυρίως δὲ ἀνθρήν τὸ κοινῶς κανάριον λέγουσιν εἶναι παρὰ τὸ ἀναθορεῖν ἤτοι ἀναπηδᾶν.

«ἡ ἀνθρήνη, τῆς ἀνθρήνης» ἡ μέλισσα· ἄλλοι δὲ «ἀνθρήν, ἀνθρῆνος» φασίν.

«ἡ ἀνθρήν, τῆς ἀνθρῆνος» ἡ μέλισσα· ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ἐρᾶν τῶν ἀνθέων.

ἀνθρήνων εἶδος μελίσσης μελισσῶν σφηκῶν

τῶν γνωμῶν τῶν ἐμῶν νοημάτων ὧν μέλλω εἰπεῖν

ὑπὸ τῶν γνωμῶν τὰ δύο «ὑπό» ἐκ παραλλήλου

τοῦ παρόντος χοροῦ, ὃς καὶ λόγον ἔχει στροφῆς—ἔχει γὰρ καὶ ἀντιστροφήν, τὸ «ὦ καλλίπυργον σοφίαν», τὰ κῶλά εἰσι ιʹ, ὧν τὸ αʹ χοριαμβικὸν δίμετρον ἐκ σπονδείου καὶ ἰάμβου καὶ χοριάμβου· τὸ βʹ δίμετρον καταληκτικὸν ἐκ χοριάμβου, ἰάμβου καὶ συλλαβῆς· τὸ γʹ ἐκ διιάμβου καὶ χοριάμβου· τὸ δʹ καταληκτικὸν ἐκ χοριάμβου, ἰάμβου καὶ συλλαβῆς· τὸ εʹ ἐκ προκελευσματικοῦ, σπονδείου καὶ ἰάμβου· τὸ Ϟʹ δίμετρον ἐξ ἀντισπάστου καὶ διιάμβου· τὸ ζʹ τρίμετρον βραχυκατάληκτον ἐκ βʹ χοριάμβων καὶ σπονδείου· τὸ ηʹ δίμετρον βραχυκατάληκτον ἐξ ἰάμβου καὶ χοριάμβου· τὸ θʹ δίμετρον ἐκ χοριάμβου καὶ διιάμβου· τὸ ιʹ δίμετρον καταληκτικὸν ἐκ χοριάμβου, ἰάμβου καὶ μιᾶς συλλαβῆς. ἐφεξῆς στίχοι ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ μθʹ, ὧν τελευταῖος «ἦρος ἐν ὥρᾳ χαίρων».

χορός· ἔστι δὲ στροφή

καθʼ ἑαυτόν

δείξετον δείξουσιν οἱ δύο λόγοι δείξετε ἃ βούλεσθε ἑαυτούς δείξατε.

τὼ πισύνω οἱ θαρροῦντες

πίσυνος παρὰ τοῖς ποιηταῖς ὁ θαρρῶν. νῦν φησι· «δείξετε ἕκαστος ὑμῶν ἑαυτόν, ὑμεῖς λέγω οἱ πίσυνοι ἤγουν οἱ θαρροῦντες νικῆσαι ἐν τῷ λέγειν». ἑκάτερος γὰρ θαρρεῖ νικῆσαι ἑκάτερον προσδοκᾷ καὶ ἀμείνων φανῆναι τὸν ἕτερον

πίσυνος ὁ ἐπὶ τῷ εἶναι σύννους οἱονεὶ θαρρῶν· ἐκ τούτου δὲ καταχρηστικῶς λέγεται καὶ πᾶς ὁ θαρρῶν παρὰ τοῖς ποιηταῖς.

περιδεξίοισι φρονίμοις λεπτοῖς

φροντίσι ἐννοίαις

γνωμοτύποις μερίμναις ταῖς ἐν ταῖς γνώμαις ὑμῶν φροντίσι τετυπωμέναις ταῖς ὑπὸ τῶν γνωμῶν τυπουμέναις

μερίμναις ἐννοίαις ἐξετάσεσι φροντίσι

ὁπότερος ὁποῖος ἤγουν ὑμῶν ἐξ ὑμῶν τῶν δύο ποῖος

λέγων δικαιολογούμενος ἀντιλέγων ῥητορεύων

φανήσεται μέλλει φανῆναι γενήσεται

κίνδυνος ὑποψία ἐνταῦθα κίνδυνον τὸν ἀγῶνα λέγει

ἀνεῖται ἐπικρέμαται κρέμαται κεῖται

ἵημι τὸ ἀφίημι καὶ ἐνδίδωμι· καὶ τὸ παθητικὸν ἵεμαι, ἵεσαι, ἵεται, καὶ κατὰ μετάθεσιν καὶ συναίρεσιν εἷται καὶ ἀνεῖται

σοφίας γνώσεως

τοῖς ... φίλοις ὑμῖν τοῖς λόγοις τοῖς λόγοις τῷ τε δικαίῳ καὶ τῷ ἀδίκῳ τῷ δικαίῳ λόγῳ καὶ τῷ ἀδίκῳ

ἀγὼν ἐπιμέλεια κόπος σπουδή

ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ μθʹ, ὧν τελευταῖος «ἦρος ἐν ὥρᾳ χαίρων».

ἤθεσι τρόποις

χρηστοῖς ἀγαθοῖς κοσμίοις

ῥῆξον ὀξέως πέμψον εἰπέ πέμψον ἄφες

ῥῆξον φωνὴν μετὰ παρρησίας βόησον

χαίρεις πρόσκεισαι ἀγάλλῃ

φύσιν τρόπον

εἰπέ δήλωσον

ἐντεῦθεν δῆλον, ὅτι κατηγορεῖ Ἀθηναίων ὁ ποιητὴς λέγων καὶ ἀποδεικνὺς αὐτοὺς εἰς πολλά τινα καινότερα ἤθη μετατραπέντας καὶ τὰ παλαιὰ καταλείψαντας, ἃ ἡνίκα μετῄεσαν, εὐδοκίμουν ἐν πάσᾳ ἀρετῇ

τοίνυν λοιπὸν τολοιπόν καὶ διὰ τοῦτο

τὴν ... παιδείαν ἤγουν τὴν παιδείαν τῶν ἀρχαίων τὴν ἐν τοῖς ἀρχαίοις.

παιδείαν παίδευσιν

ὡς διέκειτο ποταπὴ ἦν καθὰ ἦν πῶς ὑπῆρχεν

διέκειτο ὑπῆρχεν ἐπολιτεύετο

νενόμιστο ἐπολιτεύετο ὥσπερ ἀπὸ νόμου ἐθαυμάζετο ἀπὸ νόμου ὑπῆρχε ἦν εἰθισμένη ὥσπερ ἐκ νόμου

ἐνταῦθα ὑπεμφαίνει, ὅτι σιωπὴν ἐδίδασκεν

ἔδει εὐτάκτους ὄντας νόμιμον ἦν χρεία ἦν ἢ πρέπον ἔπρεπε

παιδὸς μωροῦ καὶ εἰς παιδικὴν ἡλικίαν ὄντος ἀνθρώπου.

γρύξαντος τὸ τυχὸν εἰπόντος μουγγρίσαντος φωνήσαντος ποσῶς λαλήσαντος φθεγξαμένου τι ἀπρεπές

διὰ τοὺς ἀσκουμένους νέους τὴν μουσικὴν ταῦτά φησιν

βαδίζειν περιπατεῖν ἀπέρχεσθαι

εἰς κιθαριστοῦ εἰς τὸν ... τῆς κιθάρας διδασκάλου ... μουσικῆς Ἀθηναῖοι εἰς τὴν οἰκίαν τοῦ κρούοντος τὴν κιθάραν.

τρία εἴδη τῶν ὀργάνων· κρουστά, πνευστὰ καὶ ἔντατα

ὁδοῖς στράταις

εὐτάκτως κοσμίως

ὅτι κωμίτας ... διὸ καὶ ἐπισημείουνται ... χ.

κωμίτας: ἀλλαχοῦ μὲν τοὺς ἀπὸ τῆς αὐτῆς χώρας λέγει, νῦν δὲ τοὺς πολίτας.

τοὺς κωμήτας χωρίτας τοὺς πολίτας τοὺς παῖδας τοὺς ἀναθρεμμένους αὐτοῦ· τοὺς Ἀθηναίους.

τοὺς κομήτας τοὺς ἔχοντας κόμην παῖδας τοὺς πολίτας

γυμνοὺς ἐστηρημένους πάσης κακίας ἢ ποικίλων ἱματίων

ἀθρόους συνηγμένους

τὸ ἀθρόως ὅτε ἐστὶν ἀντὶ τοῦ ἐξαίφνης, ψιλοῦται· ὅτε δὲ ἀντὶ τοῦ ὁμοῦ, δασύνεται.

κριμνώδη γρ. κρυμώδη.

γράφεται καὶ «κριμνώδη» καὶ «κρυμώδη»· καὶ κριμνώδη μὲν ἤγουν μέγιστα ... δίκην κρίμνων ἤγουν κριθῶν. οἱ δὲ ... τὰ γὰρ παχύτερα ... καὶ πιτυρώδη καὶ κριθώδη. εἰ δὲ γράφεται «κρυμώδη», ἀντὶ τοῦ «ψυχρότατα.»

κρυμὸς τὸ μετὰ χιόνος ὑπερβάλλον τῆς ψυχρότητος. γράφεται δὲ «κεἰ κριμνώδη κατανίφοι», καὶ εἴρηται ἀπὸ μεταφορᾶς τῆς κρίμνης· κρίμνη γὰρ τὰ παχέα τῶν ἀλεύρων.

κρίμνα τὰ ἁδρομερῆ τοῦ σίτου ἤγουν τὰ τμήματα αὐτοῦ τὰ μεγάλα

κριμνώδη παχεῖα μεγάλα καὶ παχέα

κρυμώδη λίαν σφοδρῶς μετὰ ψυχρότητος πλείστης

κατανίφοι ἔνιφε χιονίζοι χιονίζει

προμαθεῖν ἤγουν πρὸ τοῦ νὰ μάθωσι τὸ ᾆσμα

ᾆσμʼ τὸ μέλος ὕμνον τὸ τῆς κιθάρας.

ἐδίδασκεν ὁ τῆς μουσικῆς διδάσκαλος ὁ αὐλητής ὁ κιθαρῳδός.

ξυνέχοντας συσφίγγοντας ὡς συνθλίβειν τὰ μόρια ἐπάνω κειμένους

ᾆσμα Λαμπροκλέους· διασύρει δὲ αὐτόν· «Παλλάδα περσέπτολιν κληΐζω πολεμοδόκων ἁγνὸν παῖδα Διὸς μεγάλην δαμάσιππον.»

Παλλάδα περσέπτολιν: Κύδοιπός τις ποιητὴς εἰσῆξέ τινα λέγοντα ἐν τῷ ἑαυτοῦ ποιήματι τὸ παρὸν ᾆσμα μεθʼ ὕμνου· ὁ δὲ εἰρωνεύεται αὐτόν.

Παλλάδα ᾆσμα ἦν τοῦτο εἰς Ἀθηνᾶν τὴν Ἀθηνᾶν

περσέπτολιν πολιορκητικήν τὴν πορθοῦσαν τὰς πόλεις

δεινάν ἐπιτηδείαν φοβεράν

τοῦτο δὲ ἦν μέλος τινὸς ποιητοῦ ἀρχαίου

τηλέπορόν μεγαλόφωνον μακρόν μακρόθεν ἀκουόμενον

βόαμα βοήν φωνή

ἐντειναμένους γρ. ἐντειλαμένους

ἐντειναμένους ἐντεταμένως ᾄδοντας ἀναβαλλομένους ἁπλοῦντας ἰσχυρὰν ποιήσαντας ἐκτείναντας

ἁρμονίαν εὐρυθμίαν τοῦ μέλους τὴν συνθήκην τῶν ἐπὶ σωφροσύνης μελῶν

παρέδωκαν ἐκ παλαιοῦ αὐτοῖς

βωμολοχεύσαιτʼ ἀπατήσειεν, παίζειεν κλέψειέ τι τοῦ μέλους βωμολόχος, δόλιος φανείη κλέπτων φανείη

βωμολόχος ὁ φλύαρος, ἐκ μεταφορᾶς τῶν κολοιῶν, οἳ ἐμφωλεύοντες ἐν τοῖς βωμοῖς ποιοῦσι θόρυβον· ἀπὸ τοῦ βωμὸς καὶ τοῦ λοχεύω τὸ ἐνεδρεύω.

κάμψειέν κεκλασμένῃ ... ἐπιφέροι κλίνοι κλίνειε εἴποι

καμπήν στροφήν μέλους ᾄσματος

κάμψειέ ... καμπήν ᾠδὴν προενέγκοιτο

ὅταν ὁ ᾄδων ἀπὸ μετρίας φωνῆς ἀρξάμενος εἰς ὀξυτέραν προέρχηται, τότε λέγεται «ἄνεισι πρὸς εὐθεῖαν», ὅταν δὲ ἀπὸ τῆς ὀξείας εἰς τὴν ἀμβλεῖαν καὶ μετρίαν κατέρχηται, τότε «κάμπτει» λέγεται

κάμψειέ τινα καμπήν: ἔγκακον θήσοιτο. κεκλασμένῃ ... προενέγκοιτο· οἷον κατῄσχυνε τῷ μαλακῷ τῆς φωνῆς. ὅταν γὰρ ψάλλει τις τὴν ἁρμονίαν καὶ ἡ φωνὴ αὐτοῦ ὀξέως καὶ λιγυρῶς ἀνέρχεται, εὐθεῖα φωνὴ λέγεται καὶ οὐ χαλῶσα τὸν τόνον τῆς εὐρύθμου ἁρμονίας· ὅταν δʼ ἡ φωνὴ χαυνωθῇ καὶ ὑπενδώσει τοῦ ὀξέως μέλους καὶ χαλάσῃ τὸν τόνον αὐτῆς καὶ ἔκλυτος γένηται, τότε λέγεται «κάμπτειν τὴν φωνὴν» ἐγχαλᾶν καὶ ἐνδιδόναι.

οἱ νῦν ᾄδουσιν ᾠδάς.

ὁ Φρῦνις ... ἀρχαίαν κωμῳδίαν ... ψυχρός.

Φρῦνις κιθαρῳδὸς Μιτυληναῖος· οὗτος δὲ πρῶτος δοκήσοι κιθαρῳδικῇ νικῆσαι Παναθήναια ἐπὶ Καλλίου ἄρχοντος. ἦν δὲ Ἀριστοκλείτου μαθητής.

ὁ Φρῆνις οὗτος ποιητὴς ἦν· οἱ δέ φασι κιθαρῳδὸς ἦν Μυτηληναῖος κωμῳδηθείς, ὅτι τὴν ἀρχαίαν ἁρμονίαν πρῶτος αὐτὸς παρέφθειρε μετατρέψας ἐπὶ καὶ πάνυ ... ψυχρός.

ὁ Φρῆνις παλαιὸς ἦν μουσικὸς πάνυ ἀφελὴς καὶ ἀδόκιμος περὶ τὴν μουσικήν. ἄλλοι δέ φασιν, ὅτι πολλὰ τῶν παλαιοτέρων παρέφθειρε καὶ μετέβαλεν.

τὰς κατὰ Φρύνιν ὁμοίας ταῖς ᾠδαῖς τοῦ Φρύνιδος.

Φρύνη γυνή, Φρῦνις ἀνήρ

δυσκολοκάμπτους δυσκινήτους δυσκόλους οὔσας περὶ τὸ κάμπτεσθαι περὶ τοῦτο

ἐπετρίβετο ἐμαστίζετο ἠφανίζετο συνετρίβετο.

τυπτόμενος δαιρόμενος

πολλὰς πληγὰς μεγίστας.

τὰς Μούσας τὴν μουσικὴν τέχνην τὰς μετὰ παραδόσεως γνώσεις τὰς μετὰ γνώσεως παραδόσεις τὴν ἐμμέλειαν

ἀφανίζων φθείρων διαφθείρων συσκιάζων.

καθίζοντας ἑαυτοὺς παῖδας ἐκείνους αὐτούς ἢ καθημένους, τοὺς νέους τοὺς κομήτας, τοὺς παῖδας

προβαλέσθαι προτείνασθαι προθεῖναι προτιθέναι ἐνδεδυμένον καὶ μὴ γυμνὸν δηλονότι εἰς τὸ ἔμπροσθεν θεῖναι ἐνδύσθαι, περιβαλέσθαι.

ἔξωθεν ἀπέξω ἐρχομένοις ἐπερχομένοις

ἀπηνές ἀπαίδευτον σκληρόν ἀπρεπές.

πάλιν αὖθις ἐκ παραλλήλου

ἀνισταμένους διεγειρομένους ἐγερθέντας

συμψῆσαι ἀποψῆσαι συστεῖλαι περιστῆναι ὁμαλίσαι σπογγίσαι.

ψῶ τὸ λεπτύνω, συμψῶ τὸ συγχέω, καταψῶ τὸ ὁμαλίζω

προνοῆσαι προμηθεύσασθαι προμηθεῖσθαι λεπτῶς σκέψασθαι πρόνοιαν ποιήσασθαι φροντίσαι.

εἴδωλον τύπωμα

ἐρασταῖς παιδερασταῖς τοῖς ἐρῶσιν αὐτῶν

τῆς ἥβης τῆς ἡλικίας αὐτοῦ αὐτῶν

καταλείπειν ἀφιέναι ἀφεῖναι

ἠλείψατο ἠλείφθη ἄλειμμά τι ἐδέξατο

ὅτι τὸ παλαιὸν ἄλειμμά τι ἠλείφοντο

ὅτι τὸ παλαιὸν ἠλείφοντο μύρα, ὥσπερ λίπα οἱ παλαίοντες

τὸ παλαιὸν ἠλείφοντο μύροις εὐώδεσιν. ἐπεὶ δὲ τοῦτο πρὸς βλακίαν καὶ ἀνανδρίαν μάλιστα ἀφορᾷ, φησίν· οὐδεὶς παῖς ἠλείφετο ἐκείνοις τοῖς ἀλείμμασι τῇ ἐμῇ παιδεύσει προσέχων, ἵνα μὴ ἄναδρος καὶ βλὰξ γένηται.

αἰδοίοισι διδύμοις

δρόσος ὑγρότης τις

χνοῦς φυσικός χνοῦς ... ἀχύρων καὶ λέγεται τοῦ γενειᾶν ἀρξαμένου

μήλοισιν προβάτοις κυδωνίοις

ἐπήνθει ηὔξανε ἤκμαζε

μαλακὴν φυρασάμενος γυναικώδη ποιήσας

μαλακὴν χαλαράν χαύνην ἡπλωμένην

φυρασάμενος ἐπιτηδεύσας ἀναμίξας μηκύνας τῇ μεταβολῇ κεράσας μαλάξας μολύνας

φύρω τὸ μιγνύω καὶ μολύνω, φυράω δέ, φυρῶ, τὸ κοινῶς ζυμῶ, ὅθεν καὶ φύραμα. φησὶ γοῦν· οὐδὲ ἐβάδιζεν ὁ νέος φυρασάμενος τὴν φωνὴν αὐτοῦ ἤγουν οἱονεὶ μολύνας ἢ μίξας ταῖς μεταβολαῖς ταῖς πρὸς τὸ γυναικῶδες καὶ αἰσχρότερον, προαγωγεύων ἤτοι μαστροπεύων αὐτὸς ἑαυτὸν πρὸς τὸν ἐραστὴν αὐτοῦ διὰ τῶν ὀφθαλμῶν αὐτοῦ.

φύρω τὸ ταράττω καὶ μιγνύω· καὶ φυράω, φυρῶ, τὸ μιγνύω τὸ ἄλευρον, καὶ φύραμα τὸ κοινῶς προζύμιον

ἐκδιδοὺς ἑαυτὸν εἰς λαγνείαν καὶ προαγωγὸν καὶ μαυλίστριαν ποιῶν τοὺς ὀφθαλμοὺς διὰ σχημάτων τινῶν.

ἐβάδιζεν διήρχετο ἐπορεύετο

δειπνοῦντʼ μετὰ τῶν πρεσβυτέρων ἐσθίοντα

ἐξῆν ἐκδεδομένον ἦν ἄδεια ἦν

κεφάλαιον τὸ πρὸς τοῖς φύλλοις μέρος μετὰ τῶν φύλλων τὸ ἄκρον τὸ ἡνωμένον μετὰ τῶν φύλλων τὴν κεφαλήν

ῥαφανὶς ἀπὸ τοῦ ῥᾷον φαίνεσθαι ἐκ τῆς γῆς ἀνερχομένη.

ῥάφανον ἡ ῥεπάνις, ῥαφανὶς δὲ ἡ κράμβη· διὰ τὸ ῥᾷον φαίνεσθαι.

ἄνηθον ἀπὸ τοῦ «ἄνω ἀνθεῖν» τὴν προεδρίαν ἀλληγορικῶς

τῶν πρό

πρεσβυτέρων γερόντων γηραιοτέρων

ὀψοφαγεῖν ὄψα ποικίλα ὀψώνια ἐσθίειν ἐπὶ ἡδυπαθείας ὄψα καὶ ἐδέσματα ἐσθίειν, τρυφᾶν

κιχλίζειν γελᾶν ἢ τρυφᾶν

ἴσχειν κρατεῖν ἔχειν

ἐναλλάξ ἐνηλλαγμένως, ἐνηλλαγμένους συνεστραμμένως

ἀρχαῖά ἀνόητα πεπολιωμένα

Διιπόλια ἑορτὴ ἦν τοῦ Διός, ἥτις ἐτελεῖτο πρὸ τῶν Διασίων· γίνεται δὲ ἀπὸ τοῦ Ζεύς, Διός, καὶ τοῦ πωλῶ τὸ ἀναστρέφομαι.

τεττίγων φωνῶν περιττῶν φλυαριῶν

τὸ «τεττίγων ἀνάμεστα» οὕτως ἐλέχθη, ὅτι οἱ παλαιοὶ ἐδέσμευον τοὺς τέττιγας καὶ ἀπέλυον εἰς τὰ ἀέρια.

ἐπειδὴ οἱ παλαιοὶ κατὰ τῆς ἀναπλοκῆς τῶν τριχῶν χρυσῷ ἐχρῶντο τέττιγι· τεκμήριον, ὅτι αὐτόχθονες ἦσαν οἱ Ἀθηναῖοι.

ἀνάμεστα πλήρη πεπληρωμένα γεγεμισμένα ἔμπλεα

καὶ ... Βουφονίων ἅπαντα φλυαρίαι εἰσίν

ὁ Κηκείδης οὗτος διαβάλλεται εἰς μωρίαν, ὥσπερ καὶ ὁ Μελιτίδης καὶ ὁ Κόρυβος καὶ ὁ Μαμάκουθος καὶ ὁ Ἰαπετὸς καὶ ὁ Βλιτομάμας.

τὰ δὲ Βουφόνια ἐτελοῦντο μετὰ τὰ μυστήρια· εἰς ἃ ἔθυον καὶ βοῦν.

δείκνυσι διὰ ... εἰσιν παντελῶς καὶ περιττά ἃ ... λέγει, καὶ τεττίγων τερετίσματα. ὁ δὲ Κυκείδης παλαιὸς ἦν ποιητὴς ἀφελὴς καὶ ἄχαρις οὕτω παρωνομάσθησαν τὰ Βουφώνια· θυσίαν ποτέ τινος ἐπιτελοῦντος βοῦς ποθεν ἐπελθὼν ἁρπάζει πλακοῦντα·

παρωνόμασται δὲ τὰ Βουφώνια οὕτω· θύοντός ποτέ τινός ποθεν βοῦς ἁρπάζει πλακοῦντα·

ὁ δὲ τὴν θυσίαν ἐκτελῶν ἐπὶ κακῷ τῆς θυσίας τὸ γεγονὸς οἰωνισάμενος ἀναιρεῖ τῇ ἀξίνῃ τὸν βοῦν· ὅθεν ἔσχεν ἐκείνη ἡ ἑορτὴ τὴν ἐπωνυμίαν Βουφώνια

καθʼ ... ἡ ἑορτὴ τελουμένη ἐξ ἐκείνου τὴν ἐπωνυμίαν ταύτην ἔλαβεν

οὕτω φασὶν ὀνομασθῆναι τὰ Βουφόνεια· τινὸς φονητίου ποτὲ θύοντος καὶ πόπανα προθέντος βοῦς ἐξαίφνης εἰσελθὼν ἐγεύσατο τῶν θυμάτων· εἰσελθὼν ... ὁ ἄνθρωπος ἀνεῖλεν ... τὰ Βουφόνεια.

ἀλλʼ ... ἐκεῖνα ἀεὶ λέγεις, ὅτι εἰσὶ τοιοῦτοι

Μαραθών, Μαραθῶνος τόπος τῆς Ἀττικῆς, καὶ οἱ ἐκεῖσε μαχησάμενοι ἐκλήθησαν Μαραθωνομάχαι.

μαραθωνομάχους τοὺς ἐν τῷ Μαραθῶνι μαχεσαμένους ἀγωνισαμένους μαχομένους ἤγουν ἀνδρείους.

τοὺς νῦν τοὺς νέους ὄντας δηλονότι ἀπὸ πρώτης ἡλικίας τοὺς νῦν ὄντας ἀνθρώπους ἅμα τῇ γεννήσει.

διδάσκεις νουθετεῖς ἐξ ἀρχῆς παιδεύεις

ἐντετυλίχθαι ἐγκεκαλύφθαι καὶ βλακεῦσαι

ὥστε ἐπέρχεται μοι συμβαίνῃ

ἀπάγχεσθʼ πνίγεσθαι ἀποπνίγεσθαι ὑπὸ τῆς λύπης τότε δηλονότι

ὀρχεῖσθαι χορεύειν

δέον δέοντος πρέπον ὄν, χρείας οὔσης πρέποντος ὄντος ἐστὶ χρεία πρέπον

ὥστε ἐμὲ πνίγεσθαι, ὅταν δέον ὀρχεῖσθαι αὐτοὺς ἐν Παναθηναίοις προέχων τις τὴν ἀσπίδα τῆς γαστρὸς ἀμελῇ τῆς παναθηναϊκῆς πυρρίχης, τουτέστιν ἀμελῶς ἔχει τῆς ὀρχήσεως. ὠρχοῦντο ἐν ὅπλοις οἱ παῖδες· διὰ δὲ τὸ ἀπρεπὲς προέχοντες ... τὴν ἀσπίδα

ὤρχουντο ἐν ὅπλοις ἐν τ. Π. ... διὰ τὸ ἀπρεπές ... τὴν ἀσπίδα. στενοτάτων γὰρ τῶν ἱματίων ὄντων ἀνάγκη προέχεσθαι τῶν ἱματίων τὸ μόριον, οὗπερ ἐσκεπασμένου τῇ ἀσπίδι διὰ τὸ μὴ φαίνεσθαι. «καὶ ὅταν ἀμεληθῇ τὸ μόριον μὴ σκεπασθέν, πνίγομαι».

ἐκράτουν γὰρ ἐν τῇ ὀρχήσει αὐτῶν ἀσπίδα διὰ … τὴν ἀσπίδα αὐτῶν

προέχων προτείνων

προέχοντας ἔμπροσθεν ἔχοντας; προέχων προέχωντας γρ. προέχοντας

κωλῆς πρὸ τοῦ μηροῦ ἐντέρου.

ἀμελεῖ καταφρονεῖ

ἀμελῆ ἀμελῶς καὶ οὐ προσηκόντως

ἀμελῆ κτλ. ᾄσματα λέγοντας τῆς πυρρίχης τῆς Ἀθηνᾶς

Τριττογενείας τῆς ἐνοπλίου παναθηναϊκῆς ὀρχήσεως τῶν ἐπʼ ἀρετῇ ᾀσμάτων Ἀθηνᾶς τῆς παναθηναϊκῆς πυρρίχης ἐνόπλιος ὀνομαζομένης

σημείωσαι ... Τριτογένειά ... Τριτογένεια ... τριτὼ ... κεφαλὴ κατὰ διάλεκτον αἰολικήν· φασὶ γὰρ τὴν Ἀθηνᾶν ... Διὸς γεννηθῆναι. ἐτέλουν ... πρόσθεν μὲν ... τῶν ποδῶν.

Τριτογένεια λέγεται ἡ Ἀθηνᾶ ὡς γεννηθεῖσα ἐκ τριτοῦς ἤγουν τῆς κεφαλῆς τοῦ Διός. τριτὼ δὲ ἡ κεφαλὴ λέγεται διὰ τὸ εἶναι ἐν αὐτῇ τρία τινά· φανταστικόν, λογιστικὸν καὶ μνημονευτικόν. καὶ τὸ μὲν φανταστικὸν ἵδρυται ἐν τῷ μετώπῳ, τὸ δὲ λογιστικὸν ἐν τῷ μέσῳ τῆς κεφαλῆς, τὸ δὲ μνημονευτικὸν ἐν τῷ ἐγκεφάλῳ.

πυρρίχη ἦν εἶδος ὀρχήσεως, ἥτις ἐτελεῖτο ἐπὶ τιμῇ τῆς Ἀθηνᾶς. Τριτογένειαν δὲ λέγουσιν αὐτήν, ἐπεὶ κατὰ τὸν μῦθον ἐκ τῆς κεφαλῆς ἐγεννήθη τοῦ Διός, ἥτις κατά τινα διάλεκτον ἤγουν κατὰ τοὺς Αἰολεῖς λέγεται τριτώ, καὶ ἐκ τούτου Τριτογένεια ἡ Ἀθηνᾶ.

πρὸς διά

ὦ μειράκιον ὦ Φειδιππίδιον ὦ νέε Φειδιππίδη

θαρρῶν μετὰ θάρρους ἔχων θάρρος

κἀπιστήσῃ γνώσῃ μέλλεις διορίσειν

τὸ «ἐπιστήσει» οὕτω κανονίζεται· ἵσημι τὸ γινώσκω, καὶ πλεονασμῷ τοῦ τ ἵστημι· ὁ μέλλων στήσω καὶ ὁ μέσος μέλλων αʹ στήσομαι, στήσῃ καὶ ἐπιστήσῃ.

μισεῖν ἀποστρέφεσθαι κακίζειν

ἀγορὰν δικαστήριον τὴν μέσην δημηγορίαν καὶ λαλιὰν καὶ ταραχήν

μισεῖν ἀγορὰν: οἱ γὰρ συνεχῶς περὶ τὴν ἀγορὰν ἀναστρεφόμενοι φαῦλοί εἰσι καὶ ἀναίσχυντοι

βαλανείων λοετρῶν λουτρῶν

ἀπέχεσθαι μακρὰν εἶναι

οὐ γὰρ ... ἀκουσμάτων καὶ λοιδοριῶν

αἰσχύνεσθαι ἐντρέπεσθαι

σκώπτῃ ὀνειδίζῃ

φλέγεσθαι ὑπὸ τῆς αἰδοῦς καίεσθαι αἰσχύνεσθαι ἐρυθριῶντα, αἰδεῖσθαι, καίεσθαι

θώκων καθέδρας καθεδρῶν θρόνων

θώκων γρ. θάκων.

τοῖς πρεσβυτέροις τῶν πρεσβυτέρων σοῦ

πρεσβυτέροις γέρουσι γηραιοτέροις.

ὑπανίστασθαι ὑπεξίστασθαι μετρίως ἀνίστασθαι.

τοῖς πρεσβυτέροις: ἀντίπτωσις ἐνταῦθα· ὑπεκχωρεῖν τῶν θρόνων προσερχομένων τῶν πρεσβυτέρων, ὅπερ ὑπάρχει σώφρονος ἀνδρὸς καὶ μετρίου

προσιοῦσι προσερχομένοις προσερχομένων ἐρχομένοις

προϊοῦσι προερχομένοις.

σκαιουργεῖν κακουργεῖν

κακουργεῖν κακοτροπεῖν σκαιωρεῖν κακόν τι ἐργάζεσθαι κακοτροπεῖν κακότροπος εἶναι

ἄλλο ἐπιστήσεις μὴ θέλε

αἰσχρὸν ἄτοπον κακόν ἄτιμον ἀπρεπές ἀναίσχυντον ἄσχημον ἀναιδές, αἰσχύνης ἄξιον.

αἰδοῦς εὐλαβείας εὐσεβείας, ἐντροπῆς σεμνότητος

ἄγαλμʼ ὁμοίωμα τύπωμα τίμια, ἔνδοξα.

ἀναπλάσειν γρ. ἀναπλήσειν

ἀναπλάσειν πληρώσειν σεαυτόν

ἀναπλάσσειν ποιήσειν τύπωσιν τυποῦν ἐν σεαυτῷ ἐργάζεσθαι ποιεῖν ἐν τῇ σῇ διανοίᾳ

ὀρχιστρίς, καὶ κλίνεται ὀρχιστρίδος, ἡ καὶ ὀρχίστρια καλεῖται, ἤγουν ἡ ἐπιστήμην ἔχουσα τῆς ὀρχήσεως. φησὶ γοῦν· καὶ ἐπιστήσῃ μὴ εἰς οἶκον εἰσέρχεσθαι γυναικὸς ὀρχιστρίδος ἤγουν μαινάδος καὶ ὀρχεῖσθαι ἐπισταμένης, ἵνα μὴ πρὸς αὐτὴν καὶ πρὸς τὴν αὐτῆς ὄρχησιν ἔχων τὸν νοῦν καὶ ἀφορῶν, τρωθεὶς ὑπό τινος ἔρωτος αὐτῆς ἀποτύχῃς τῆς εὐδοξίας, ἥτις ἔμελλέ σοι ἐπελθεῖν ἐκ τῆς σωφροσύνης.

εἰσιέναι γρ. εἰσᾴττειν

εἰσάγειν ἔνδον εἰσέρχεσθαι εἰσάγεσθαι· τὸ ἐνεργητικὸν ἀντὶ παθητικοῦ εἰσιέναι.

εἰσιέναι εἰσελθεῖν, σεαυτόν

κεχηνὼς ἐνασχολούμενος χάσκων ἐκπληττόμενος ἀφορῶν προσέχων

χαίνω, χανῶ· κέχηκα ἄχρηστος, ὁ μέσος κέχηνα, ἡ μετοχὴ ὁ κεχηνώς

μήλῳ ἔρωτι πόρνης

βληθεὶς ἄλλο τι παθών τρωθείς

εὐκλείας δόξης εὐδοξίας

θραύω τὸ συντρίβω καὶ ἀφανίζω· ἐνταῦθα δὲ μεταφορικῶς παρείληπται

ἀντειπεῖν ἀντιλογηθῆναι ἐναντιωθῆναι.

μηδὲν ἀντὶ ἑνὸς τὰ δύο «μή»

Ἰαπετὸν ὑπέργηρων μωρὸν γέροντα

πάνυ ἀρχαιότατος ἦν θεὸς ὁ Ἰαπετός· πατὴρ γὰρ ἦν Οὐρανοῦ, ὃς ἦν πατὴρ τοῦ Κρόνου

μνησικακῆσαι κακίσαι εἰς μνησικακίαν ἐμβαλεῖν

μνησικακήσῃς ἔχθραν ποιήσας ἢ μισήσας μισήσῃς.

ἐνεοττοτροφήθης ἀνετράφης δίκην νεοττῶν νέος ὡς νεοττὸς ἐτράφης ἀνετράφης ἢ ἐγεννήθης ἀνετράφης εἰς μέτρον ἡλικίας.

οἱ τοῦ Ἱπποκράτους ... διεβάλλοντο εἰς ἁπλότητα καὶ φρενῶν ἐλαφρίαν, ὡς καὶ ... τινες.

τοῖς Ἱπποκράτους υἱέσι: οὗτοι δέ εἰσι Τελέσιππος, Δημοφῶν, Περικλῆς, διαβαλλόμενοι εἰς ὑωδίαν.

Κόροιβος ὁ μωρός, ἐξ οὗ καὶ παροιμία «Κοροίβου ἠλιθιώτερος».

τοῖς ... υἱέσιν τοῖς λίαν μωροῖς Τελεσίππῳ καὶ Περικλεῖ

εἴξεις ὁμοιωθῇς, ὁμοιώσεις σεαυτόν

καλοῦσι ὀνομάζουσιν οἱ ἄνθρωποι μέλλουσι καλεῖν

βλιτομάμας ... ἀπὸ τοῦ ... καὶ τοῦ μαμᾶν, ὃ σημαίνει βρεφικῶς τὸν ἄρτον.

Βλιττομάμας τις ἦν πάνυ ἀρχαῖος καὶ κοῦφος καὶ μαλακὸς καὶ ἠλίθιος ἄνθρωπος ἐν Ἀθήναις.

βλιττομάμαν ἀρχαῖον χαῦνον περὶ τὴν αἴθησιν μοχθηρόν, μαλακόν ἀνόητον

λιπαρός ὡς ἠλειμμένος ἐλαίῳ ταῖς ἀρεταῖς κεχρισμένος ἐλαίῳ ὡραῖος

εὐανθὴς θάλλων ἐν ταῖς σαρξίν καλόχρους εὔμορφος

γυμνασίοις παλαίστραις

γυμνάσιον ἐλέγετο ὁ τόπος, ἔνθα ἠγωνίζοντο

διατρίψεις διατελέσεις

στωμύλλων πολυλογῶν ποικιλολογῶν ὑθλῶν στωμύλος καὶ πολυλόγος φαινόμενος ἀεὶ λέγων

τὸ «στωμύλων» μετοχή ἐστιν ἐνεστῶτος.

τὴν ἀγορὰν τὴν μέσην

τριβολεκτράπελʼ γελοιώδη ἀπαίδευτα μηδενὸς ἄξια εὐτελῆ, φαῦλα οὐδαμινά, φευκτά.

καὶ ὁποῖα ἔπη οἱ νῦν ἄνθρωποι ὄντες πολυλογοῦσιν

ἑλκόμενος συρόμενος φιλονικεῖν φιλονεικῶν διαμαχόμενος κινούμενος

πραγματίου εὐτελοῦς πράγματος μικροῦ τινος πράγματος πραγματίου ὑποθέσεως

ἕνεκεν μικροῦ πράγματος μέλλεις συντριβήσεσθαι

γλισχραντιλογεξεπιτρίπτου εὐτελοῦς μὲν καὶ οὐδαμινοῦ διὰ λόγων δʼ ἀπατηλῶν παρά τινος ἰδιοποιουμένου ἐκ τοῦ γλίσχρου καὶ ἀντιλόγου πεποιημένου ἀπρεποῦς καὶ εὐτελοῦς μικροῦ τινος καὶ διʼ ὀλίγων λόγων δυναμένου ἀφανισθῆναι μικροῦ, φαύλου καὶ οὐδενὸς ἀξίου καὶ εὐκόλως ἀντιλέγεσθαι δυναμένου γλισχροῦ καὶ ἀντιλογίαν ἔχοντος κατατετριμμένην, οὐδαμινοῦ

τὸ Λύκειον, ἡ Ἀκαδημία καὶ ἡ Στοὰ τόποι ἀφιερωμένοι τοῖς φιλοσόφοις

Ἀκαδημίαν ἔνθα διέτριβον οἱ φιλόσοφοι ἐν τῷ γυμνασίῳ

ἀπὸ τοῦ Ἀκαδήμου τινὸς καταλείψαντος τὴν κτῆσιν αὐτοῦ πρὸς ἐπισκευὴν τοῦ τόπου.

ἡ σχολὴ τοῦ Πλάτωνος ἐκαλεῖτο Ἀκαδημία, ἐν ᾗ τοὺς λόγους καὶ τὰ μαθήματα πρὸς τοὺς ὁμιλητὰς διεξῄει.

ἀπό τινος Ἀκαδδήμου τὴν ἐπωνυμίαν προσειληφυῖα· ἐν ταύτῃ γὰρ τὰς περὶ τοὺς λόγους ἐποιοῦντο διατριβάς. ἐκαλοῦντο δὲ καὶ ἐκ ταύτης Ἀκαδδημαϊκοὶ φιλόσοφοι.

Ἀκαδημία ἐλέγετο ἡ σχολὴ τοῦ Πλάτωνος. ἔσχε δὲ τὴν ἐπωνυμίαν ἀπό τινος Ἀκαδήμου, ὃς … ἦν τὸ ἐν τοῖς Παναθηναίοις ἀναλισκόμενον ἔλαιον … ἐκρίθησαν. ἄλλοι δέ φασιν, ὅτι ὁ Ποσειδῶν ἤρισε μετὰ Ἀθηνᾶς περὶ τῆς ἐλαίας περὶ τῇ εὑρέσει αὐτῆς· καὶ ἡττηθεὶς ἔπεμψε ... ἐκτεμεῖν αὐτήν· καὶ ὃς ἐκτείνας ... τῆς μὲν ἥμαρτε, τὸν δὲ ... πλήξας ἀπέτεμεν.

μορίαις ἐλαίαι ἱεραὶ τῆς Ἀθηνᾶς

ἡττηθεὶς τῆς Ἀθηνᾷ ... αὐτοῦ Ἁλιρρόθιον ... δὲ πόδα αὐτοῦ ... καὶ ἐλαία ... ἐλαίᾳ ... κατάσκιον.

μορίαι ἱεραὶ ἐλαίαι τῆς Ἀθηνᾶς ἐν τῇ ἀκροπόλει, ἃς ἠβουλήθη ὁ Ἁλιρρόθιος, υἱὸς Ποσειδῶνος, ἐκκόψαι διὰ τὸ ἀναδοθῆναι αὐτὰς καὶ κριθῆναι τὴν πόλιν τῆς Ἀθηνᾶς· καὶ ἀποτυχὼν ἀπέκτεινεν αὐτόν, καὶ διὰ τοῦτο μορίαι ἐκλήθησαν.

φασὶν ἐρίζοντα Ποσειδῶνα μετὰ τῆς Ἀθηνᾶς ἐπὶ τῇ τῆς ἐλαίας εὑρέσει καὶ ἐπιδείξει καὶ ἡττηθέντα πέμψαι τὸν υἱὸν αὐτοῦ Ἁλιρρόθιον ταύτην ἐκτεμεῖν. ὁ δὲ ἀνατείνας τὸν πέλεκυν καὶ ταύτης ἀποτυχὼν τὸν ἴδιον πόδα ἀπέτεμε, καὶ ἀπὸ τότε μωρία ἡ ἐλαία ἐκλήθη.

ὑποθρέξεις ὑποδράμοις διάξεις

στεφανωσάμενος στεφανωθείς ἑαυτόν

τὸ θέμα μέλας. διὰ τὸ ἀπέριττον καὶ ἀπερίεργον· διὸ καὶ οἱ Διόσκουροι καλάμῳ ἐστεφανοῦντο.

λευκῷ περικαλλεῖ καὶ ὡραίῳ

σώφρονος κοσμίου

ἡλικιώτου συμπαίστορος τῆς αὐτῆς ὄντος ἡλικίας συνηλικιώτου μειρακίου ὁμήλικός σοι ὁμοδιαίτου

σμίλακος εἶδός ἐστι βοτάνης εὐώδους

ὄζων μυρίζων ὀδμὴν ὀσμὴν ἀποπέμπων πέμπων

ἀπραγμοσύνης εἶδος φυτοῦ· ἢ ἡ ἀμεριμνία ἀγροικικῆς ἁπλότητος ἀπεριττότητος αὐταρκείας ἀντὶ τοῦ πολυπραγμοσύνης· τὸ α ἐνταῦθα τὸ «πολύ» σημαίνει

φυλλοβολούσης φύλλα φερούσης φυλλορροούσης

βαλλούσης καὶ προτεινούσης τὰ φύλλα· καὶ δῆλον ἀπὸ τοῦ «ἐν ὥρᾳ ἦρος», οὐ βαλλούσης καὶ ῥιπτούσης τὰ φύλλα, ὅταν μέτριος ἄνεμος διαιρεῖ τὰ φύλλα, καὶ μάλιστα, ὅταν πυκνὰ ὦσιν.

τὰ δένδρα τριχῶς ὀνομάζονται· τὰ μὲν γὰρ αὐτῶν λέγονται φυλλοβόλα, τὰ δὲ ἀειθαλῆ, τὰ δὲ κρυψίφυλλα. καὶ φυλλοβόλα μέν, ὅσα ἀπορρίπτει τὰ φύλλα, οἷον συκή, καρύα, ῥοιὰ καὶ τὰ ὅμοια, ἀειθαλῆ δέ, οἷον μυρσίνη, δάφνη καὶ τὰ τοιαῦτα, κρυψίφυλλα δέ, οἷον ἐλαία, κυπάρισσος καὶ τὰ ὅμοια.

τελευταῖος ... ἀναπαιστικῶν

ὥρᾳ καιρῷ

χαίρων ἀγαλλιώμενος εὐφραινόμενος ἡδόμενος ἔχων χαράν

ψιθυρίζῃ λεπτῶς διαλέγεται ἠχῇ ἡσύχως ὑπὸ τοῦ ἀνέμου ἠχῇ ἠπίως συριγμὸς λέγεται καὶ «ψιθυρίζῃ»

ἀναπαιστικὰ δίμετρα κῶλα ιεʹ σύνθετα μετὰ σπονδείων πλὴν τοῦ παρατελεύτου ἤγουν τοῦ ιδʹ· τοῦτο γὰρ μονόμετρόν ἐστιν. τούτων τελευταῖον· «καταπυγοσύνης ἀναπλήσει».

πρὸς ἀργὸν ἡ πρός ἐν

νοῦν σύνεσιν

ἕξεις μέλλεις ἔχειν εὑρήσεις

λιπαρόν ἀγωνιστικόν φανερόν στερρὸν ἢ ἔντιμον

οἱ γὰρ ἀθληταὶ ἐν ἀγῶσιν ἀεὶ διάγοντες τὸ στῆθος ἐλαίῳ ἐχρίοντο, ὡς διολισθαίνοιεν τοὺς ἀντιμάχους.

ἢ ὅτι θέλεις ἀλείφεσθαι ἐν ἐλαίῳ, ἢ διὰ τὸ ἐξέρχεσθαι τὰ νοήματα ἀπὸ τοῦ στήθους

χροιὰν ὄψιν θεωρίαν χρῶμα εἶδος

λαμπράν ὡραίαν στίλβον

βαίαν ἔσῃ ὀλιγολόγος ὀλίγην

πυγὴν τὰ ἐπὶ τῆς ἕδρας μέλη κῶλον πρωκτόν πυγὴ ὁ πρωκτὸς ἤγουν ὁ κῶλος.

τοῦ γέλωτος χάριν

πόστην ψωλήν ὄρχιν

πόσθης τὸ αἰδοῖον ἤγουν ἡ ψωλή πόσθην μόριον· πόσθη τὸ αἰδοῖον τοῦ ἀνδρός.

μικράν διὰ τὸ μὴ ἐκτείνεσθαι εἰς ἀκολασίαν

ἐπιτηδεύῃς ἐνεργῇς μεταχειρίζῃ τηρῇς ἀσκῇς

ἕξεις μέλλεις λαβεῖν ἔχειν

χροιὰν θεωρίαν χρῶμα

ὠχράν κίτρινον κιτρίνην

οἱ ἄδικοι ... ἐν τοῖς προαστείοις ... ὅντινα ἂν συκοφαντήσωσι ... ἁρπάσωσι· διὸ ... ταῦτα καταλέγει ἐνταῦθα, ἃ ἔχουσιν.

μεγάλην ὥστε εἶναί σε λάλον

πυγὴν πρωκτόν κῶλον

κωλὴν ψωλήν αἰδοῖον ἔντερον, γαστέρα μηρόν.

κῶλον κυρίως τὸ τοῦ μηροῦ ὀστοῦν, ὃ οἱ κοινοὶ κώκαλον λέγουσιν ἐξ οὗ καὶ κωλικὴ νόσος ἡ τοῖς νεφροῖς ἐπιγινομένη· καὶ ἀπὸ τούτου καταχρηστικῶς πᾶν ὀστοῦν κῶλον λέγεται.

μεγάλην ὡς ἀκόλαστος

ψήφισμα νόμου διαφέρει, καθότι τὸ μὲν ψήφισμα πρόσκαιρόν ἐστι καὶ κατὰ μόνην κρατεῖ καὶ ἐνεργεῖ τὴν ἀμφισβήτησιν, ἐφʼ ᾗ ἂν τεθῇ καὶ ὅταν τεθῇ· εἶτα ἀπρακτεῖ καὶ ἀκυροῦται καὶ εἰς τὸ μηδὲν περιίσταται. ὁ δὲ νόμος ἀεὶ καὶ ἐπὶ τῶν ὁμοίων πάντων τὴν ἰσχὺν καὶ τὴν ἐνέργειαν ἔχει.

ἀπὸ μέρους τὸ ὅλον, ἐπεὶ καὶ τὸ ψήφισμα μέρος ἐστὶ λόγου. φησὶ γὰρ «ψήφισμα μακρόν», τουτέστιν ἔσῃ μακρολόγος ἢ καὶ πολυλόγος.

ψήφισμα μακρόν πολυλογίαν ἐν κρίσει εἰς μακρὸν ἐκτεινόμενον λόγους μακρούς

ψήφισμα δικορραφίαν

αἰσχρὸν ἄτοπον κακόν ἀναιδές ἄσχημον

καλὸν τίμιον

καλὸν πρᾶγμα τὸ σκολιόν

πρὸς σύν

ὁ Ἀντίμαχος οὗτος ἱστοριογράφος ἦν, ὥς φασι, ποιητής, ὡραίαν ἔχων μορφήν. ἐνταῦθα δὲ κωμῳδεῖται ὡς ἀκόλαστος.

οὗτος ὁ Ἀντίμαχος πόρνος ἦν λίαν καὶ φαύλου βίου ἄνθρωπος καὶ ἀναίσχυντος.

ὁ Ἀντίμαχος οὗτος διαβεβοημένος ἦν ἐπὶ πορνείᾳ καὶ ἀσελγείᾳ

τελευταῖον τῶν διμέτρων ἀναπαιστικῶν

καταπυγοσύνης βδελυρίας πορνικῆς διαθέσεως ἀναισχυντίας λαγνείας

ἀναπλήσει ἔμπλεων ποιήσει ἐμπληροῖ

ὁ παρὼν χορὸς ἀντιστροφή ἐστι πρὸς τὸν ὄπισθεν τὸν «νῦν δείξετον τὼ πισύνω»· εἰσὶ γὰρ καὶ τούτου τὰ κῶλα ιʹ, ὥσπερ ἐκείνου, καὶ ὅμοια ἐκείνοις, πλὴν τοῦ γʹ καὶ εʹ· τούτων γὰρ τὸ μὲν γʹ ἐξ ἐπιτρίτου τρίτου συνέστηκε καὶ χοριάμβου, τὸ δὲ εʹ ἐξ ἐπιτρίτου καὶ διιάμβου. ἐφεξῆς δὲ στίχοι ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ ναʹ, ὧν τελευταῖος· ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι. καλεῖται δὲ τὸ τοιοῦτον μέτρον ἱπποκράτειον, διὰ τὸ κατακόρως αὐτὸν τούτῳ χρήσασθαι.

ὦ δίκαιε λόγε

καλλίπυργον ἰσχυράν ὑψηλοτάτην καλοὺς πύργους ἔχουσαν ἤγουν καλῶς ὀχυρωμένην ἐχυράν.

καλίπυργον: ἐκ μεταφορᾶς τῶν πόλεων τῶν καλοῖς πύργοις ὠχυρωμένων καὶ κοσμουμένων.

ἐπασκῶν ἀσκῶν παιδεύων μεταχειριζόμενος

σῶφρον ἐπαινετόν φρόνιμον, εὔτακτον σεμνόν κόσμιον

ἄνθος χρῶμα εὐπρέπεια, κάλλος λαμπρότης καλλωπισμός

εὐδαίμονες εὐτυχεῖς μακάριοι

ἡνίκʼ ἦς γρ. «ἐπὶ τῶν προτέρων» μόνον

τῶν προτέρων ἀνθρώπων κατὰ τὸν καιρόν τῶν πάλαι χρόνων τῶν παλαιοτέρων

ἀντιστροφὴ τοῦ χοροῦ πρὸς τὸν ἄδικον λόγον· ἤγουν πρὸς τάδε, ὦ ἄδικε λόγε, ὁ κομψοπρεπῆ μοῦσαν ἔχων, δεῖ σε λέγειν τι καινόν, ἐπεί.

κομψοπρεπῆ ἀστείαν κομψήν κομψότητι κοσμουμένην

μοῦσαν γνῶσιν

δεῖ χρεία ἐστί πρέπει πρέπον ἐστί

καινόν νέον μέγα παράδοξον

εὐδοκίμηκεν ἄριστος δόκιμος ἐφάνη, εὐδοκίμησεν

δεινῶν ἰσχυρῶν μεγάλων εὐφυῶν ἐπιτηδείων φρονίμων

ἔοικε πρέπει ὡς φαίνεται

βουλευμάτων σκέψεων

δεῖν χρείαν ἔχειν

ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ ναʹ

βάλλω, βαλῶ, καὶ ὁ μέσος μέλλων αʹ βαλοῦμαι, βαλῇ καὶ ὑπερβαλῇ

γέλωτʼ κωμῳδίαν εἰρωνείαν

καὶ μὴν ὡς νικηθεὶς δῆλον τολοιπόν

πάλʼ γρ. πάλαι

πάλαι πρὸ ὥρας πρὸ μακροῦ καιροῦ ἐκ πρὸ πολλοῦ ἔκπαλαι

ἐπνιγόμην τὰ σπλάγχνα: ἤγουν ἐφλεγόμην καὶ ἀκρατῶς εἶχον, ὥστε συνταράξαι πάντα, ἅπερ οὗτος εἶπεν, γνώμαις ἐναντίαις

ἐπνιγόμην ἔπασχον

τὰ σπλάγχνα τὴν καρδίαν κατά τὰ ἔνδον τὰ ἐμά

ἅπαντα ταῦτʼ τοὺς τούτους λόγους τὰ ὑπʼ αὐτοῦ εἰρημένα ἃ ἅπερ εἶπεν ὁ δίκαιος

ἐναντίαις γνώμαις ἀντιλογίαις ἐν.

γνώμαις λόγοις

συνταράξαι συγχέαι διαφθεῖραι

ὅτι ὁ ... ἑαυτοῦ ... καὶ διὰ τοῦτο ὁ ἄδικος λόγος ... ἐκλήθη ὡς ἀντιλέγων κρείττονι.

λόγος ὑπάρχων

τοῦτʼ τὸ νικᾶν

φροντισταῖσιν διδασκάλοις

πρώτιστος πρῶτος πρῶτος πάντων

ἐπενόησα ἐφεῦρον

τοῖσι νόμοις ἐν

ταῖς δίκαις ταῖς κρίσεσιν ἢ τοῖς δικαίοις τοῖς δικαίοις λόγοις ἐν

ἀντιλέξαι ἀντειπεῖν λέγειν.

οὐδέποτε οἱ Ἀττικοὶ τὸ πλεῖν ἀντὶ τοῦ πλέον μόνον ἐκφέρουσιν, εἰ μὴ παραθήσουσι καὶ τὸ ἤ ἀντὶ τοῦ παρό

μυρίων πολλῶν λίαν

ὁ στατήρ, τοῦ στατῆρος νόμισμα ἦν ἀργυροῦν.

αἱρούμενον προκρίνοντα λέγειν

ἥττονας ψευδεῖς

ἔπειτα ἀργόν ἀττικῶς εἶτα

νικᾶν νικητὴν γίνεσθαι τοὺς τὰ δίκαια λέγοντας τοὺς κρείττονας τοὺς δικαίους.

σκέψαι συλλογίσθητι θέασαι νόει

δὲ περισσόν

παίδευσιν μάθησιν ἄσκησιν

ᾗ ἐφʼ ἧ ἐν ᾗ ᾗτινι

ἐλέγξω ἀπελέγξω εἰς φῶς ἄξω

ὅστις ὁ δίκαιος

θερμῷ ὕδατι διὰ θερμοῦ λουτροῦ

λούεται καὶ λούεσθαι κοινά, λοῦται δὲ καὶ λοῦσθαι καὶ λούμενος ἀττικά.

γνώμην διάνοιαν βουλήν γνῶσιν πρόκρισιν

ἔχων κεκτημένος

ψέγεις κατηγορεῖς

δειλὸν ἀσθενῆ ἔκλυτον καὶ χαῦνον ἀκάρδιον

τὸν ἄνδρα τὸν οὕτω λουόμενον

ἐπίσχες σαυτὸν δηλονότι ἤτοι καρτέρησον ἀνάμεινον κράτησον τὸν σὸν λόγον πρόσμεινον

σχέω, σχῶ καὶ ῥῆμα εἰς μι σχῆμι· ὁ βʹ ἀόριστος ἔσχην, ἡ μετοχὴ ὁ σχείς, τοῦ σχέντος, καὶ τὸ προστακτικὸν σχέθι καὶ κατʼ ἀποκοπὴν τῆς θι συλλαβῆς σχές

μέσον κατὰ τὸ μέσον

ἔχω κρατῶ

ἄφυκτον οὐ φυγεῖν δυνάμενον μὴ δυνάμενον με φυγεῖν ἀνεγλύτωτον

ἀπὸ τοῦ γʹ προσώπου τοῦ παθητικοῦ παρακειμένου, ὅπερ ἐστὶν ἄχρηστον, γίνεται φευκτός καὶ φευκτόν, καὶ μετὰ τοῦ στερητικοῦ α ἄφευκτον καὶ κατὰ ἀφαίρεσιν τοῦ ε ἄφυκτον.

ἄφυκτος δὲ ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ φευκτός κατὰ ἀφαίρεσιν τοῦ ε ἀττικῶς, ὃ γίνεται ἀπὸ τοῦ τρίτου προσώπου τοῦ παθητικοῦ παρακειμένου, οὗ τὸ θέμα φεύγω. εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν παλαιόντων, οἵτινες ἀλλήλους ἐκ τῆς μέσης λαμβάνουσι καὶ κατέχουσιν.

ἄριστον κράτιστον γενναῖον εὔψυχον

ψυχὴν κατὰ τὸ μεγαλόψυχον

πόνους κόπους ἄθλους

πονῆσαι κοπιᾶσαι ἐνεργῆσαι τελέσαι

ἐνταῦθα πρὸς μετοχὴν ὤφειλεν ἀποδοῦναι τὴν σύνταξιν· οὗτος δὲ κατὰ ἀττικὴν συνήθειαν πρὸς ἀπαρέμφατον ἀποδέδωκεν

κρίνω ἡγοῦμαι ἀποφαίνομαι διακρίνω νομίζω

δῆτα λοιπόν ἀληθῶς

εἶδες ἐθεάσω τεθέασαι ἔγνως

ἐν τῇ ... δὲ ταῦτα ἀναδοθῆναι ἡ δὲ ταῦτα θερμά, ὡς καὶ Πίνδαρος φησίν τῷ δʼ ἐν ποίει ... λοετρὰ παραὶ ... θαλάσσης.

δύο ἦσαν Ἡρακλέους λουτρά, ἐν τῇ Ἀττικῇ καὶ ἐν ταῖς Θερμοπύλαις, ἃ πεποίηκεν ἡ Ἀθηνᾶ τῷ Ἡρακλεῖ δεξιωσαμένη αὐτὸν ἕνεκα τῶν ἄθλων αὐτοῦ. ἐκαλοῦντο δὲ τὰ μὲν ἐν τῇ Ἀττικῇ ἡράκλεια λουτρά τὰ δὲ ἐν ταῖς Θερμοπύλαις θερμὰ ἡράκλεια λουτρά τῷ δʼ ἐν Θερμοπύλαις θεὰ γλαυκῶπις Ἀθήνη ποίησε θερμὰ λουτρὰ παρὰ ῥηγμῖνι θαλάσσης.

ψυχρὰ κρυά

καίτοι καὶ εἶτα

λέγουσι ... ὁ Ἡρακλῆς ὁ ... καὶ μὴ ἡμεῖς; ὁ γὰρ Ἡρακλῆς διὰ πόνους ... ἢ καὶ νόσῳ ... ἢ καὶ δὶς ἐφάνη ... θερμοῖς λουτροῖς.

ἀνδρειότερος ἰσχυρότερος γενναιότερος

ταῦτʼ ἀλλά

διʼ ἡμέρας διὰ πάσης τῆς ἡμέρας διʼ ὅλης καθʼ ἑκάστην ἡμέραν

λαλούντων λεγόντων καλούντων

πλῆρες πεπληρωμένον γεγεμισμένον μεστόν

βαλανεῖον λοετρόν λουτρόν

κενὰς ματαίους ματαίας εὔκερας

παλαίστρας γυμνάσια

ἀγορᾷ δικαστηρίῳ

διατριβὴν ἀναστροφήν διαγωγήν

ψέγεις μέμφεσαι κατηγορεῖς

ἐπαινῶ θαυμάζω

πονηρὸν κακόν ἡ ἀγορὰ δηλονότι χρῆμα ἦν ἡ ἀγορά ἡ ἐν τῇ ἀγορᾷ διατριβή

πονηρὸν ἦν «πονηρὰ» ὤφειλεν· ἀττικῶς δὲ λέγει «πονηρὸν»

ἐποίει ἐν τῇ ἑαυτοῦ ποιήσει αὐτοῦ ἔλεγεν ἐν τοῖς ἔπεσιν

ἀγορητὴν κριτήν, δημηγοροῦντα

ἂν τὰ δύο «ἄν» ἐκ παραλλήλου

σοφοὺς φρονίμους τῶν Ἑλλήνων

ἅπαντας ὅλους ἐποίει δηλονότι ἀγορητάς

ἄνειμι ἀνέρχομαι ἀπέρχομαι ἀπελεύσομαι μετελεύσομαι ἀνελεύσομαι.

ἐντεῦθεν ἀπὸ τούτου ἀπὸ τούτων ἐκ τούτου ἀπὸ τῆς ἀγορᾶς

γλῶτταν στωμυλίαν διάλεκτον πολυλογίαν.

εἰς τὴν γλῶτταν: τουτέστιν εἰς τὸ πολυλογεῖν λέγοντα τὰ ἄδικα, ὥστε νικᾶν τὰ δίκαια

χρῆναι δέον εἶναι χρεὼν ὑπάρχειν πρέπον εἶναι

χρῆμι καὶ ὁ παρατατικὸς ἐχρῆν, ἡ μετοχὴ ὁ χράς, τοῦ χράντος, καὶ τὸ ἀπαρέμφατον χρᾶναι καὶ τροπῇ τοῦ α εἰς η χρῆναι

ἀσκεῖν μετέρχεσθαι μεταχειρίζεσθαι.

φημι δεῖν εἶναι ἀσκεῖν ἀσκεῖν πρέπον εἶναι χρῆναι

σωφρονεῖν μὴ λάγνον εἶναι σώφρονας εἶναι τοὺς νέους σεμνοὺς γίνεσθαι

δύο, φησί, μέγιστα κακά εἰσιν, ἅπερ λέγει οὗτος, τὸ στωμύλον εἶναι καὶ πολυλόγον, καὶ τὸ ἀσκεῖν σωφροσύνην.

τὸ «πώποτε» καὶ τὸ «ἤδη» ἐκ παραλλήλου

γενόμενον ἐπελθόν

ἐξέλεγξον ἀργόν, κατηγόρησον φανερῶς ἔλεγξον δεῖξον ἁμαρτίαν εἶναι

πολλοῖς εἶδον γενόμενον ἀγαθὸν ἀνθρώποις ἀνθρώποις οἶδα γενόμενον

ὁ Πηλεὺς ἐγένετο σωφρονέστατος· καί ποτε Ἱππολύτης τῆς γαμετῆς Ἀκάστου ἐρασθείσης αὐτοῦ καὶ μὴ δυνηθείσης πεῖσαι, ἀλλὰ διαβολῇ χρησαμένης, ὡς ὅτι ἐπεχείρισε βιάσασθαι αὐτήν, ὁ Ἄκαστος δὲ μαθὼν καὶ λαβὼν αὐτὸν εἰς ἐρημίαν καὶ τῶν ὅπλων γυμνώσας ἀφῆκεν αὐτὸν καὶ ἀνεχώρησεν εἰπών· «εἰ δίκαιος εἶ, σωθήσῃ.» ὡς δὲ ἔμελλεν ὑπὸ θηρίων διαφθείρεσθαι, οἱ θεοὶ μάχαιραν αὐτῷ ἐχαρίσαντο ἡφαιστότευκτον διʼ Ἑρμοῦ, καὶ οὕτως ἔφυγε τὸν κίνδυνον.

σώφρων ... Ἀστυδαμείας γὰρ ... γαμετῆς θυγατρὸς ... καταπεῖσαι αὐτὸν ζηλοτυπία ἐντεῦθεν ἐτέχθη. διαβολῇ γὰρ κατʼ αὐτοῦ χρησαμένη πρὸς Ἄκαστον, τὸν ἄνδρα αὐτῆς πρὸς ὄλεθρον τοῦ Πηλέως τοῦτον δὲ ἠρέθιζεν· μαθὼν γὰρ οὗτος ταῦτα μαθὼν ὁ Ἄκαστος ταῦτα εἰς ἐρημίαν αὐτὸν ἀνάγει καὶ γυμνώσας αὐτὸν παντὸς ... ἐχαρίσαντο … ἠξιώθη δὲ καὶ διὰ τὴν σωφροσύνην αὐτοῦ καὶ τὰς λοιπὰς ἀρετὰς ἠξιώθη μιγῆναι θνητὸς ὢν τῇ Θέτιδι θεᾷ οὔσῃ

… ἠξίωται δὲ καὶ διʼ ἀρετῆς τρόπων θεᾷ συμμιγῆναι θνητὸς ὢν τῇ Θέτιδι

ὑφʼ ἧς οὐδέν τι πέπονθεν ὑπὸ τῶν θηρίων· … διὰ δὲ τὴν αὐτοῦ ἀρετὴν ἠξιώθη καὶ τὴν Θέτιν γυναῖκα λαβεῖν θεὰν οὖσαν, θνητὸς ὢν αὐτός

ἡ τοῦ Ἀκάστου γυνὴ ἤρα τοῦ Πηλέως, διέβαλε δὲ αὐτόν. μαθὼν δὲ τοῦτο ὁ Ἄκαστος γυμνὸν ὅπλων παντοίων καὶ ἱματίων τοῦτον τῷ ὄρει ἀφίησιν· ὁ δὲ ἔλαβε τὴν παρὰ τῶν θεῶν μάχαιραν

εἰρωνευόμενος ὁ ἄδικος λόγος τὸν δίκαιόν φησιν, ὅτι ἀστεῖον κέρδος ἔλαβεν ὁ Πηλεὺς τὴν μάχαιραν, καὶ παρεισάγει τὸν Ὑπέρβολον τὸν χρώμενον τῇ ἀδικίᾳ, ὅτι ἐστὶ κρείττων καὶ ὅτι ἐκ τῶν λύχνων ἐσυνήγετο ἀπὸ τοῦ κοινοῦ δήμου ἔλαιον καὶ κηρίον. εἶχον δὲ τοῦτο εἰς χρείαν οἴκου, ὅπου ἐβούλοντο, καὶ ἔλεγον ἐκεῖνο λύχνους.

μάχαιραν εἰρωνικῶς

ἀστεῖον θαυμαστόν χάριεν καλόν μέγα

κέρδος ὠφέλειαν

κακοδαίμων δυστυχής κακότυχος ἄθλιος

πλεῖν ἢ περισσότερον, περισσότερα τῶν πολλῶν

ἢ παρό

τὴν Θέτιν τὴν θεάν

ἔγημε εἰς γυναῖκα ἔλαβε εἰς γάμον ἤγαγε

φασίν ... παῖδας ἐκ ... λαβοῦσα ... Ἀχιλέα ... βουλόμενος διαβαλεῖν ... ᾤχετο.

φασίν ... γεννωμένους παῖδας ἐκ Πηλέως καὶ Θέτιδος συνθέτους ὄντας ἐκ θεοῦ καὶ ἀνθρώπου ἡ ... αὐτῶν μέρος, ἵνα τὸ ἀθάνατον μένον καὶ τὸ ἐλλεῖπον ἀναπληροῖ καὶ ποιῇ αὐτοὺς τελείους ἀθανάτους. ἐπεὶ οὖν καὶ τὸν Ἀχιλλέα τεκοῦσα τοῦτο ποιεῖν καὶ εἰς αὐτὸν ἐβούλετο, γνοὺς ὁ Πηλεὺς ἀπεῖρξεν ἐκείνην τοῦ ἐγχειρήματος. ἡ δὲ ὀργισθεῖσα τὴν μετὰ τοῦ Πηλέως συμβίωσιν ἀπέστερξεν. ἐνταῦθα δὲ ὁ ποιητὴς βουλόμενος κωμῳδῆσαι τὴν Θέτιν ὡς πορνικήν φησιν, ὅτι διὰ τὸ μὴ εἶναι ὑβριστὴν τὸν Πηλέα ἤγουν κατάφορον πρὸς τὰ ἀφροδίσια τοῦτον κατέλιπεν.

ἀπολιποῦσά ἀφεῖσα ἐάσασα

ὑβριστὴς ἀκόλαστος κατάφορος πρὸς τὰ ἀφροδίσια γαμέας λάγνος

ἡδὺς ... στρώμασιν ἡδονὴν ἐπάγων καὶ κατωφερὴς ὢν πρὸς ἀφροδισίαν

ἡδὺς γλυκύς ἐπιτήδειος δεινός εὐφραντός.

στρώμασι κλίνῃ κραββάτοις

παννυχίζειν διʼ ὁλῆς τῆς νυκτὸς ἐπιτελεῖν ἀφροδίσια διανυκτερεύειν ἐν τῷ λαγνεύειν ὅλην τὴν νύκτα διάγειν ἀναλοῦν διενεργεῖν ἀφροδίσια

τὸ «δὲ» ἀντὶ τοῦ «γάρ» λαμβάνεται ἐνταῦθα

συναμωρουμένη συνεχῶς ἀνδρὶ συνουσιαζομένη σύνος ... αἰδοῖον, ἀφʼ οὗ καὶ τοῦ «μωρός» γίνεται ῥῆμα συναμωρῶ

συνάμωρος ὁ πόρνος, ἀπὸ τοῦ σῖνος τὸ αἰδοῖον.

χαίρει ἀγάλλεται ἥδεται

κρόνιππος μέγας λίαν μωρός ἀνόητος

τὸ Κρόνος γὰρ παρείληπται ἀντὶ τοῦ «μωρός», τὸ δὲ ἵππος ἐπὶ τοῦ μεγάλου λαμβάνεται ὡς καὶ παρὰ Σοφοκλεῖ «ἱππομανὴς Αἴας» ὁ μεγάλως μανείς

σκέψαι κτλ. ἀποστροφὴ πρὸς τὸν νέον

σκέψαι νόησον συλλογίσθητι σκόπησον ἴδε

μειράκιον νέε Φειδιππίδη

ἅπαντα τὰ κακά τὰ ἀγαθά ὅλα

ἅ ʼνεστιν γρ. ἅ ἐστιν

ʼνεστιν δυνατὸν ὑπάρχει ἅτινα ὑπάρχουσιν εἰσίν.

ἡδονῶν εὐφροσυνῶν

ἀποστερεῖσθαι ζημιοῦσθαι στερηθῆναι

κοττάβων φωνῶν ἐμμελῶν

ὄψων ὀψωνίων γλυκυσμάτων διαφόρων βρωμάτων

πότων συμποσίων

κιχλισμῶν γελώτων ἀκράτων γελώτων μετὰ τρυφῆς

τί κατά

ἄξιον δίκαιον πρέπον

ἀπόθεσις τῶν εἰρημένων καὶ ἔναρξις τῶν ῥηθησομένων τὸ σχῆμα ἀπόθεσις

εἶεν ἔστω ταῦτα

πάρειμʼ πορεύσομαι παρελεύσομαι ἐμβαίνω μετέρχομαι.

ἐντεῦθεν ἀπὸ τούτου ἀπὸ τούτων ἐκ τούτου παραυτίκα

ἀνάγκας τὰ ἀπαραίτητα τὰς ἀπαραιτήτους χρείας τὰς δυναστείας ἅπερ ὑπὸ τῆς φυσικῆς ἀνάγκης ποιοῦσιν οἱ ἄνθρωποι

ἥμαρτες ἁμαρτίαν ἐποίησας πεποίηκας ἔπταισας

ἠράσθης ἐπεθύμησας τινός

ἐμοίχευσας ἐφωράθης μοιχός ἐπόρνευσας εἰς γυναῖκά τινος

τί δέ πέπονθας ὑπό τινος τί τέλος δηλονότι

κατελήφθης κατεκρατήθης

ἀπόλωλας ἀπωλέσθης ἐφθάρης

ἀδύνατος ἀνίσχυρος

λέγειν ἀντιλέγειν

ἐμοὶ δʼ ὁμιλῶν ὑπʼ ἐμοῦ διδασκόμενος τοὺς ἐμοὺς ἔχων λόγους

ὁμιλῶν συνδιάγων συνών

χρῶ τῇ φύσει πλήρου τὰς τῆς φύσεως ἀνάγκας

σκίρτα ἀγάλλου χόρευε

γέλα μειδία εὐφραίνου εὐθύμει

νόμιζε λογίζου ὑπολάμβανε

αἰσχρόν αἰσχύνης πρόξενον ἄσχημον εἶναι δηλονότι

τύχῃς ἁλούς ἁλῷς

ἁλούς κρατηθείς

αὐτόν τὸν ἔχοντα τὴν γυναῖκα καὶ κατασχόντα σε τὸν κρατήσαντα σέ τὸν μέλλοντα φήσειν

ἠδίκηκας ἠδίκησας τινά αὐτόν

ἐπανενεγκεῖν χρή σε θέλησον θέλε ἀνάξαι τὸν σὸν λόγον τὸ πρᾶγμα τὸ ἔγκλημα τὴν αἰτίαν

ὡς λέγοντα δηλονότι

διὰ Λήδαν καὶ Πασιφάην καὶ Δανάην, ὧν ἠράσθη ὁ Ζεύς, ταῦτά φησιν

αἰνίττεται τὰ περὶ τοῦ Διὸς ἱστορούμενα, ὅτι ἠράσθη Λήδας, Ἰοῦς, Πασιφάης, Σεμέλης καὶ πολλῶν ἄλλων

δύναιο γρ. καὶ «δύνῃ»

μεῖζον ἂν δύναιο μεγαλώτερος ἰσχύροις ἂν γενέσθαι μειζόνων δύναμιν ἔχοις

ὅτε ... ἑάλω, πρῶτα μὲν ἀνεσπᾶτο τὰς ὑπογαστρίους ... τρίχας, εἶτα τέφραν ... ἦν.

ἐὰν ἑάλω τις μοιχεύων, ἔβαλον εἰς τὸν πρωκτὸν αὐτοῦ ῥαφανίδα καὶ τέφραν χλιαρὰν καὶ ἐπαρέτιλλον αὐτόν.

νόμος ἦν Ἀθηναίοις τὸν ἁλόντα μοιχὸν οὕτω τιμωρεῖσθαι,

φασὶ παρʼ Ἀθηναίοις εἴ τις ἑάλω μοιχός, τοὺς αὐτὸν ἑλόντας

τὰς τοῦ πρωκτοῦ αὐτοῦ τρίχας καὶ τοῦ ὑπογαστρίου ἀνασπᾶν εἰς τὴν τιμωρίαν αὐτοῦ καὶ ἔπειτα τέφρᾳ ζεούσῃ τὸν τόπον ἐκεῖνον πάττειν, καὶ ξύλον τι ἐοικὸς ῥαφανίδι εἰς τὸν πρωκτὸν αὐτοῦ βιαίως ὠθεῖν.

οὐ μόνον τοῦ ἁλόντος μοιχοῦ τὰς τρίχας τίλλοντες ζέουσαν τέφραν ἔπαττον, ἀλλὰ καὶ ξύλον ... ῥαφανίδι ὤθουν βιαίως εἰς τὸν πρωκτὸν αὐτοῦ.

ῥαφανιδωθῇ ἀφαιρεθῇ τῶν τριχῶν τοῦ πρωκτοῦ αὐτοῦ κατὰ τὴν συνήθειαν τῶν ἀρχαίων

πειθόμενος πεισθείς καταπειθόμενος

τέφρα ἡ στάκτη ἰδιωτικῶς πεπελᾶ

τέφρᾳ διὰ τέφρας κόνει κόνι, ἐκθέρμῳ

τιλθῇ α. ἐπιτεθῇ ἂν αὐτή

ἀφαιρεθῇ τὰς τρίχας πασθῇ ἀνασπασθεὶς τὰς τρίχας καταπασθῇ κοπῇ

ἕξει λάβῃ λήψεται μέλλει εὑρεῖν εὑρήσει

γνώμην ἀντιλογίαν νόημα λόγον

μὴ εὐρύπρωκτος συνίζησις

εὐρύπρωκτος πλατύκωλος

τελευταῖος τῶν τετραμέτρων ἰάμβων.

ἰαμβικοὶ τρίμετροι τέσσαρες στίχοι.

πείσεται ὑπομενεῖ μέλλει ὑπομείνειν πάθῃ πάθοι μέλλει παθεῖν

τούτου τοῦ εὐρύπρωκτος εἶναι

ὅτε ὁ δίκαιος καὶ ὁ ἄδικος λόγος ἡμιλλῶντο, ἵστατο ἐκεῖσε καὶ ὁ Στρεψιάδης καὶ ὁ Φειδιππίδης

τί λοιπὸν λέξεις, ἐὰν νικηθῇς ὑπʼ ἐμοῦ κατὰ τοῦτο, ὅτι οὐδὲν κακὸν πείσεται, εἰ καὶ γενήσεται εὐρύπρωκτος;

δῆτʼ λοιπόν ἀληθῶς

τοῦτο κατά

ἐμοῦ ὑπʼ

σιγήσομαι μέλλω σιγήσειν ἀλλὰ σιωπήσω

ἄλλο ποιήσω μέλλω πράξειν

σύστημα ἐκ κώλων ιηʹ, ὧν τὸ αʹ, τὸ βʹ, τὸ γʹ, τὸ δʹ, τὸ εʹ, τὸ Ϟʹ καὶ τὸ ζʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα· τὸ ηʹ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον· τὸ θʹ καὶ τὸ ιʹ ὅμοιον τῷ αʹ καὶ τοῖς λοιποῖς· τὸ ιαʹ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον· τὸ ιβʹ τρίμετρον ἀκατάληκτον· τὸ ιγʹ, τὸ ιεʹ καὶ τὸ ιϞʹ ὅμοια τῷ αʹ καὶ τοῖς λοιποῖς· τὸ ιδʹ καὶ τὸ ιζʹ μονόμετρα ἀκατάληκτα· τὸ ιηʹ δίμετρον καταληκτικόν. εἶτʼ ἐφεξῆς ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι στίχοι ηʹ, μεθʼ οὓς ἰαμβικοὶ δίμετροι καταληκτικοὶ βʹ· ἔστι δὲ τοῦ βʹ, ἤγουν τοῦ «σοὶ ταῦτα μεταμελήσειν», ὁ βʹ ποὺς χορεῖος.

συνηγοροῦσιν συνήγοροι γίνονται ἐντολεύουσιν τὰς συμβουλὰς ἔχουσιν οἱ Ἀθηναῖοι ἐν τῇ βουλῇ συμβουλεύουσιν εἰσὶν οἱ συνήγοροι ἤγουν οἱ σύμβουλοι

εὐρυπρώκτων ἐξηκωλωμένων

διαβάλλει πάντας ὡς παιδεραστάς

ἐνταῦθα διαβάλλει τοὺς Ἀθηναίους, ὅτι ἦσαν ἀρρενοκοῖται, μοιχοί, πόρνοι

ὅρα, πῶς διασύρει τοὺς Ἀθηναίους, ὡς φαύλου βίου ὄντας καὶ τοῖς παιδικοῖς χρωμένους ἀναιδῶς.

ἐκ τίνων εἰσί, φησίν, οἱ συνήγοροι καὶ βουλευταὶ Ἀθηναίοις; ἔτι δὲ καὶ οἱ τραγῳδοί, ὁ δέ φησιν, ἐκ τῶν εὐρυπρώκτων ἤγουν τῶν ἠσελγημένων. ἐνταῦθα δὲ κωμῳδεῖ καὶ λοιδορεῖ τοὺς Ἀθηναίους ὡς προσέχοντας τῇ ἀρρενομανίᾳ.

πείθομαι ὑπακούσω πιστεύω καταπείθομαι

τραγῳδοῦσʼ ἤτοι τραγῳδοὶ γίνονται ἢ τὰ τῶν ... ὑποκρίνονται τραγῳδίας ποιοῦσιν, εἰσὶν οἱ τραγῳδοί

δημαγωγοῦσʼ ἐκ γρ. δημαγωγοὺς ἐκ

δημαγωγοῦσʼ ἄρχοντες καὶ ἡγεμόνες εἰσὶ καὶ τὰ τοῦ δήμου διοικοῦσιν δημαγωγοί εἰσιν γίνονται

ἐκ τίνων ποιοῦσι δῆλον

δῆτʼ ἀληθῶς

ἔγνωκας ἐνόησας καταλαμβάνεις

οὐδὲν λέγεις φλυαρεῖς αἰσχρὸν ἢ ἄτιμον

θεατῶν βλεπόντων θεωμένων

πλείους περισσότεροι πλείονες

σκόπει ὅρα λόγισαι στοχάζου

σκοπῶ βλέπω λογίζομαι κατὰ νοῦν θεωρῶ ὁρῶ

δῆθʼ λοιπόν ἀληθῶς

πλείονας περισσοτέρους πλείους

τουτονὶ τὸν Σωκράτην

κἀκεινονὶ καὶ ἐκεῖνον τὸν Χαιρεφῶντα.

τὸν κομήτην πολύμαλλον πολύτριχον τὸν τὴν κόμην τρέφοντα τὸν κόμην ἔχοντα τὸν Χαιρεφῶντα

καὶ ... τουτονί πάντας εὑρυπρώκτους ὄντας

καὶ τὸν κομήτην τουτονί: περὶ Σωκράτους καὶ Χαιρεφῶντος τοῦτό φησιν.

καὶ τουτονὶ κἀκεινονί: ταῦτά φησι κοινῶς διὰ Σωκράτην καὶ Χαιρεφῶντα, τὸ δὲ «καὶ τὸν κομήτην τουτονί» ἰδίως εἴρηκε διὰ τὸν Χαιρεφῶντα.

ἡττήμεθʼ λέξω ὅτι ἐνικήθημεν νενικήμεθα.

κινούμενοι πασχητίαι εὐρύπρωκτοι φιλούμενοι ἠσελγημένοι χορευταί

ὁ Φειδιππίδης πρὸς τοὺς λόγους τοῦ ἀδίκου λόγου «ὦ κινούμενοι», φησί, «δέξασθέ μου θοιμάτιον», διότι ἀπεδύθη τὸ ἱμάτιον αὐτοῦ εἰς τὸ ἐλθεῖν εἰς τὸ φροντιστήριον διὰ τὸ ἔχειν αὐτὸ τὴν εἴσοδον στενοτάτην.

πρὸς ἕνεκα ἕνεκεν χάριν

δέξασθέ λάβετε

θοιμάτιον «ἐμέ» περιφραστικῶς

ἐξαυτομολῶ ἐξ οἰκείας προαιρέσεως πρὸς ὑμᾶς παραγίνομαι μετὰ προθυμίας ἄκων αὐτόκλητος αὐτομόλος αὐτόμολος ἔρχομαι

ἐπάγεσθαι λαβεῖν κομίσασθαι φέρειν

τοῦτον ... λαβὼν ἀπελθεῖν σε μετὰ τοῦ υἱοῦ σου

διδάσκω ἵνα διδάσκω αὐτόν οὔ παιδεύω διδάξω αὐτόν

σοι χάριν σοῦ ἕνεκεν σοῦ ἕνεκα σοῦ

λέγειν τὴν ῥητορικήν ὥστε λέγειν αὐτῷ δηλονότι

κόλαζε παίδευε αὐτόν τύπτε σχετλίαζε δέρε τιμώρει

μέμνησʼ ἐνθυμοῦ

ὅπως ἵνα

μοι χάριν ἐμοῦ παρέλκον ἕνεκεν ἐμοῦ

στομώσῃς παιδεύσῃς διδάξῃς βάψῃς

θάτεραν γρ. καὶ θατέραν

θάτερα τὴν μίαν γνάθον, τοιαύτην δηλονότι τὸ ἓν μέρος τὰ ἕτερα τῆς γνάθου ἢ τουτέστι τὴν μίαν σιαγόνα τὴν μίαν αὐτοῦ γνάθον τὰ ἀρίστερα μέρη αὐτοῦ γνάθου

οἵαν ἱκανὸν εἶναι δυνατὴν στομῶσαι ἐπιτηδείαν εἶναι θαυμαστήν

δικιδίοις ἐπί ἐν

δικίδιον καλεῖ τὴν μικρὰν δίκην, τὴν ἐπὶ μικραῖς τισιν ὑποθέσεσιν. φησὶ δέ· «ἐπὶ μὲν θάτερα» ἤγουν τὴν μὲν μίαν αὐτοῦ γνάθον «στόμωσον» ὥστε εἶναι δυνατὴν ἐν ταῖς μικραῖς δίκαις, «τὴν δὲ ἑτέραν αὐτοῦ γνάθον στόμωσον» ὥστε εἶναι δυνατὴν εἰς τὰς μεγάλας δίκας. αἰνίττεται δὲ τὰς ὑποθέσεις τῶν ἰδίων χρεῶν, ἤγουν δυνατὸν εἶναι ἀποκρούσασθαι ἐν τῷ δικαστηρίῳ τοὺς δικαστάς.

ἤγουν τὴν μὲν μίαν αὐτοῦ γνάθον στόμωσον ὥστε εἶναι δυνατὴν ἐν ταῖς μικραῖς δίκαις—δικίδιον δὲ οὐδετέρως καὶ ὑποκοριστικῶς εἶπε τὴν μικρὰν δίκην—, τὴν δὲ ἑτέραν αὐτοῦ γνάθον στόμωσον ὥστε εἶναι δυνατὴν εἰς τὰ μείζω πράγματα.

ἑτέραν δεξιάν γνάθον

στόμωσον δίδαξον βάψον

οἵαν εἶναι ἱκανόν ἐπιτηδείαν θαυμαστήν

μείζω πράγματα μείζους δίκας

μείζω μέγιστα μεγαλότερα

ἀμέλει ἀργόν ἔσο ἄφροντις ἀφροντίστως ἔχε

κομιῇ ἐμοί

σοφιστὴν ἀπατεῶνα σοφόν

δεξιόν ἀγαθόν φρόνιμον

τοῦτο ὁ Φειδιππίδης πρὸς τὸν πατέρα Στρεψιάδην

ὠχρόν δυσθεώρητον κίτρινον

κακοδαίμονα δυστυχῆ κακότυχον, ἀσθενῆ ἄθλιον

χώρει πρὸς τὸν πατέρα ἀπέρχου ὅρμα πορεύου

τὸ «μεταμέλω» ἀπὸ δοτικῆς εἰς αἰτιατικήν

μεταμελήσειν διὰ φροντίδος ἔσεσθαι ἀντὶ τοῦ μεταμεληθῆναι ἐν μεταμελείᾳ γενέσθαι ἔσεσθαι μετανοηθῆναι

ἡ παράβασις αὕτη τοῦ χοροῦ ἐκ κώλων συνέστηκε ιϞʹ· εἰσὶ δὲ τροχαϊκὰ τετράμετρα καταληκτικὰ μεμιγμένα σπονδείοις, ἰάμβοις, δακτύλοις καὶ ἀναπαίστοις, ὧν τελευταῖος «κἂν ἐν Αἰγύπτῳ τυχεῖν».

τοὺς κριτὰς ἀντὶ τοῦ «οἱ κριταί» ἀττικῶς οἱ κριταὶ δηλονότι ἐρχόμεθα πρὸς ὑμᾶς

τοὺς κριτὰς κτλ. τὴν αἰτιατικὴν ἀντʼ εὐθείας, ὡς καὶ Ὅμηρος «μητέρα δʼ ἤτοι θυμὸς ἐποτρύνει διὰ τοὺς κριτάς

ἃ ἅτινα ἀγαθά πόσα καὶ ποῖα

τόνδε τὸν χορὸν τὸν ποιητὴν ἐμέ τόδε τὸ δρᾶμα ἡμᾶς ἢ τὸν Σωκράτην καὶ τοὺς σὺν αὐτῷ ἐμὲ τὸν χορὸν τῶν Νεφελῶν

ὠφελῶσʼ ἐπαινέσωσιν ἢν ὀρθῶς κρίνειαν

ἐκ τῶν δικαίων ἀπὸ δικαίου τρόπου ἐκ τῆς δικαίας κρίσεως ἐκ τῶν δικαίων ἔργων

ὑμῖν τοῖς θεαταῖς τοῖς ἀκροαταῖς

ἐν ὥρᾳ ἐν τῷ καιρῷ τῷ προσήκοντι τοῦ νεασμοῦ ἐν καιρῷ πρέποντι ἐν τῷ ἁρμοδίῳ καιρῷ

τοὺς ἀγρούς τὰ χωράφια

ὕσομεν μέλλομεν βρέξειν

πρωτοῖσιν ὑμῖν ὡς ἡμετέροις

τεκούσας καρποφορησάσας κυησάσας γεννησάσας ἐγκάρπους οὔσας

αὐχμὸν τὴν αἰτιατικὴν ἀντʼ εὐθείας

αὐχμὸν ξηρασίαν ξηρότητα ἀνομβρίαν ἀνυδρίαν ὁ αὐχμός

αὐχμὸς ἐτυμολογεῖται ἀπὸ τοῦ αὔειν ἤγουν ξηρότητα χέειν.

πιέζειν βλάπτειν, συντρίβειν

ἄγαν τὴν πολλήν τὴν λίαν

ἐπομβρίαν ὑετόν ὑδατοφορίαν ἡ ἐπομβρία

ἐπομβρία λέγεται, ὅταν ἐπάλληλοι ὄμβροι γίνωνται· οὗ ἐναντίον ἡ ἀνομβρία.

ἀτιμάσῃ ὑβρίσῃ

προσεχέτω τὸν νοῦν τοῖς λόγοις ἡμῶν σκοπησάτω προσκολλάτω τοῖς λεγομένοις ἡμῖν

τὸν κατά

πρὸς παρʼ ἀφʼ

πείσεται μέλλει ὑπομείνειν παθεῖν

χωρίου χωραφίου τόπου ἀγροῦ

λαμβάνων κτώμενος

γὰρ ἄν

αὐξάνουσι αὐξάνωσι ἀρχὴν ποιοῦσι βλαστάνειν καρπὸν ποιῶσι

ἀποκεκόψονται ἐκκοπίσονται ἀφαιρεθήσονται διὰ χαλάζης τοὺς καρπούς τοὺς βλαστούς ἀποτμηθήσονται ἀφʼ ἡμῶν.

σφενδόναις εἶπεν, ὅτι ἡ χάλαζα ὡς λίθος ἐστίν· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν λίθων καὶ τῶν σφενδονῶν ἐστιν. θέλει εἰπεῖν τὴν χιόνα· οὐκ ἀκαίρως δὲ τὸ “παιήσομεν”, ἐπειδὴ ἀνθούντων τῶν καρπῶν ἡ χιὼν καταφέρεται.

παιήσομεν φθείρομεν βαλοῦμεν συντρίψομεν αὐτάς

παίω τὸ τύπτω· ὁ μέλλων παίσω καὶ ἀττικῶς παιήσω κατὰ προσθήκην τοῦ η

πλινθεύοντʼ πλίνθους ἐν ἡλίῳ ξηραίνοντα πλίνθους ποιοῦντα ἐργαζόμενον τὸν ἀτιμήσαντα

ὕσομεν βρέξομεν

τοῦ τέγους τοῦ στέγους τοῦ ποιητοῦ τῆς οἰκίας τοῦ ὀρόφου

τοῦ τέγους τὸν κέραμον ἀντὶ τοῦ τὰς ἐν τῷ στέγει κεραμίδας

τὸν κέραμον τοὺς κεράμους

συντρίψομεν ἀφανίσομεν

γαμῇ εἰς γάμον ἐστί γυναῖκα λάβῃ

τῶν τὶς

τῆς Αἰγύπτου μέμνηται ἐνταῦθα ἢ ὅτι οὐδαμῶς ὕει ἐκεῖσε ἢ ὅτι κατὰ λόγον κατάρας εὔξεται τυχεῖν ἐκεῖσε· ἐλέγετο γὰρ ἡ Αἴγυπτος λῃστεύεσθαι.

φασὶν ἐν τῇ Αἰγύπτῳ μὴ ὕειν, ἀλλὰ τῷ τοῦ Νείλου ὕδατι ἀρδομένην τὴν χώραν τοὺς καρποὺς ἀποδιδόναι καὶ οὕτω ζῆν Αἰγυπτίους.

ὢν ἀργόν ὑπάρχων

μᾶλλον ὕσομεν περισσοτέρως

κακῶς ἀδίκως

ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι κϞʹ, ὧν τελευταῖος πολλῷ γε μᾶλλον, κἂν πάρωσι χίλιοι.

οἱ Ἀττικοὶ ... βʹ ἱσταμένου, γʹ ἱσταμένου ἄχρι τῆς ιʹ ... καθεξῆς τὸ “φθίνοντος” προστιθέντες μεχρὶ καὶ τῶν λʹ· ἕνην δὲ καὶ νέαν τὴν ἀρχὴν τοῦ ἐφεξῆς μηνὸς ἐκάλουν.

ἐξέρχεται ὁ Στρεψιάδης ἀριθμῶν τὰς ἡμέρας. οὕτω δὲ ἠρίθμησεν, ἐπεὶ οἱ Ἀττικοὶ τὰς ἡμέρας ἀπὸ νουμηνίας ὁμοίως ἡμῖν ἀριθμοῦσιν· αʹ, βʹ, γʹ, δʹ, εʹ, Ϟʹ, ζʹ, ηʹ, θʹ, ιʹ· εἶτα ιαʹ, ιβʹ, γʹ ἐπὶ δέκα, δʹ ἐπὶ δέκα· ἣν δὲ ἡμεῖς κβʹ, ἐνάτην φθίνοντος καὶ ηʹ λέγουσιν. εἶτα κατὰ τάξιν οὕτως ἕως ἔννης τε καὶ νέας.

οἱ Ἀττικοὶ ... λέγοντες ἀπὸ τῆς ἀρχῆς εὐθὺς τοῦ μηνὸς μετὰ τὴν νουμηνίαν· πρώτη ἱσταμένου, δευτέρα ἱσταμένου τρίτη ἱσταμένου μέχρι καὶ τῶν ... ἔλεγον μία ἐπὶ δέκα δύο ἐπὶ δέκα μέχρι τῆς ιθʹ· τὴν δὲ ἀριθμὸν οὕτως ἔλεγον· τὴν μὲν ... δεκάτην ἔλεγον φθίνοντος, τὴν δὲ κβʹ θʹ φθίνοντος τὴν δὲ κγʹ ὀγδόην φθίνοντος τὴν δὲ κδʹ ἑβδόμην φθίνοντος τὴν δὲ κεʹ ἕκτην φθίνοντος τὴν δὲ κϞʹ πέμπτην καὶ ἐφεξῆς μέχρι τῶν τριάκοντα, ἐν ἑκάστῃ δηλονότι ἡμέρᾳ ἀεὶ προστιθέντες τὸ “φθίνοντος”. εἶτα ... ἕνην τέλος καὶ ... ὁ ἐκ τῆς σελήνης ἀριθμούμενος μὴν κατʼ αὐτοὺς ἐλάμβανεν.

εἶθʼ ἐστίν ὑπάρχει

μάλιστα περισσοτέρως λίαν μᾶλλον

πέφρικα τρέμω φρίττω

βδελύττομαι ἀποστρέφομαι

εὐθὺς μετὰ ἐπανάληψις

ἕνη τε καὶ νέα ἡ τελευταία ἡμέρα ἡ ὑστέρα τοῦ μηνός

ὀμνύς γρ. ὄμνυσι

ὀφείλων τυγχάνω ὀφείλω ἀττικῶς χρεωστῶν ὑπάρχω εἰμί ὀφείλων ὑπάρχω

θείς βαλών

πρυτανεῖʼ τὰς κοινῶς ἐκταγάς ἐγκλήσεις ἐγκλητεύσεις

κἀξολεῖν ἐξολοθρεῦσαι

αἰτουμένῳ αὐτῶν δηλονότι, πρὸς οὓς ὀφείλω αἰτοῦντος· τὸ παθητικὸν ἀντὶ ἐνεργητικοῦ ζητοῦντος καὶ λέγοντος πρὸς τὸν δανειστήν

ὦ δαιμόνιε λέγοντος πρὸς τὸν δανειστήν

δαιμόνιε δανειστά κακότυχε εὐτυχέστατε ἢ ἄθλιε

τὸ μέν τι τὸ μέρος τοῦτο

νυνὶ ἀρτίως κατὰ τὸ παρόν

τὸ δʼ πλεονέκτημα

ἀναβαλοῦ ὑπέρθου ἀνάμεινον εἰς ἀναβολὴν θές ποίησον

τὸ δʼ τὴν ἐκταγήν

φασίν οἱ δανεισταί διισχυρίζονται

οὕτως τοιουτοτρόπως κατὰ τοῦτον τὸν τρόπον

ἀπολήψεσθʼ γρ. ἀπολείψεσθʼ

“ἀπολήψεσθαι” γρ. καὶ δίφθογγον· καὶ εἰ οὕτως, νοεῖται ἀντὶ τοῦ “οὐκ ἀπολιπεῖν,” μὴ ἀπαγαγεῖν με εἰς δικαστήριον

ἀπολήψεσθʼ τὰ ἑαυτοῦ χρέη ἀπολαβεῖν τὸ χρέος

ὥσπερ ἀποτίω καὶ ἀποδίδωμι τὸ τὸ ὀφειλόμενον δίδωμι οὕτω καὶ ἀπολαμβάνω ἐπὶ χρέους τὸ τὸ ὀφειλόμενόν μοι λαμβάνω

λοιδοροῦσί ὑβρίζουσι

οὖν λοιπόν

δικάζεσθαί εἰς δικαστήριον ἀπάγειν, κρίνεσθαι

δικάσασθαί ἔγκλησιν ποιήσασθαι ἀντικριθῆναι κριθῆναι μετʼ ἐμοῦ εἰς δίκην ἀπαγαγεῖν δίκην ἐπαγαγεῖν εἰς κρίσιν ἐλθεῖν

δικαζέσθων δικαζέσθωσαν ἤτοι ἐγκαλείτωσαν κατὰ ἀποκοπήν κρινέσθωσαν κρινέτωσαν

δικασάσθων δικασάσθωσαν δικασθήτωσαν κριτήθωσαν, εἰς τὸ δικαστήριον ἀπαξάσθωσαν ἐμέ

ὀλίγον οὐδαμῶς

μοι μέλει μοι φροντίς ἐστι ὑπάρχει φροντὶς ἡμῖν διὰ φροντίδος ἐστί μοι

εἴπερ ἐάνπερ ἐάν ἄν ἐπεί ἐπειδή

λέγειν ἀντιλέγειν ῥητορεύειν

τάχα ἴσως ταχέως

εἴσομαι προσμαθήσομαι

φροντιστήριον σχολεῖον τὴν θύραν τοῦ διδασκαλείου διδασκαλεῖον

ἠμί φημί, ἐνίημι

παῖ καλῶ σε

ἀσπάζομαι φιλῶ χαιρετῶ

ἔοικέ τι δωρεῖσθαι τῷ Σωκράτει ὁ Στρεψιάδης μισθοῦ χάριν·

ἔοικε δεξιοῦσθαι τὸν Σωκράτην ὁ Στρεψιάδης καὶ δωρεῖσθαι αὐτῷ τι· δῆλον δὲ καὶ ἐκ τοῦ λέγειν “χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον”·

τυχὸν δὲ θύλαξ ἦν μεστὸς ἀλφίτων.

τουτονὶ σάκκον τὸν πλακοῦντα.

γὰρ καὶ

ἐπιθαυμάζειν μετὰ θαύματος δεξιοῦσθαι δωρεῖσθαι ἡμᾶς

τὸν πρός

τὸν διδάσκαλον τῷ διδασκάλῳ

μοι ἐμοῦ

τὸν υἱόν διὰ τὸν υἱόν ἢ ὁ υἱός

ἐκεῖνον τὸν ἥττονα τὸν ἄδικον

εἶφʼ δήλωσον

ἀρτίως πρὸ μικροῦ νῦν πρὸ ὀλίγου

εἰσήγαγες εἰς τὸ φροντιστήριον καὶ ἐπιδεικτικῶς ἠγωνίσατο πρὸς τὸν δίκαιον λόγον εἰσῆξες εἰς τὸ διδασκαλεῖον εἰσέφερες

ἐπεὶ ὁ τὰ ἄδικα λέγων ἐν τῷ δικαστηρίῳ καὶ νικῶν ἀπατᾷ τοὺς δικαστάς, οἷς λέγει, καὶ τὸ δίκαιον παρακρούεται, φησίν· ὦ ἀπάτη ἡ πάντων βασιλεύουσα, τῶν ἀπατωμένων δηλονότι, καλῶς ἔχει τὰ ἐμά, ἐπεὶ ὁ Φειδιππίδης μεμάθηκεν.

ἤγουν καλῶς ἔχει τὰ περὶ τοῦ Φειδιππίδου ἢ τὰ περὶ ἐμοῦ, ὦ ἀπάτη πάντων τῶν ἀπατωμένων δηλονότι βασίλισσα, ᾗ χρώμενος ὁ ἄδικος λόγος νικᾷ. “πάντων” δέ φησιν αὐτὴν “βασίλισσαν” διὰ τὸ δύνασθαι πολλάκις καὶ περιγίνεσθαι τῆς ἀληθείας ἀπατωμένων τῶν δικαίων

εὖ γʼ καλῶς ἔχει τὰ ἐμά

παμβασίλειʼ πάντων βασιλεύουσα ἰσχύουσα βασίλισσα τοῦ παντός

ἡ βασίλεια, ἡ βασιλίς καὶ ἡ βασίλισσα

ἀπαιόλη σοφιστικὴ δύναμις καὶ παραλογιστική

τὸ “ὥστε” ... σύναπτε· τὸ γὰρ ... μέσου κεῖται

δίκην τιμωρίαν κρίσιν

παρῆσαν πλησίον ἐκεῖσε ὑπῆρχον παρόντες ἦσαν

ἐδανειζόμην ἀποφύγοιμι ἂν τὴν δίκην τὰ χρήματα

παρῶσι παρατύχωσι ἕτεροι παρόντες ὑπάρχωσι παρόντες ὦσι

χίλιοι πλεῖστοι δῆλον

τελευταῖος ... ἰάμβων

τὸ παρὸν σύστημα ἐκ κώλων συνέστηκεν ιηʹ, ὧν τὸ αʹ καὶ τὸ βʹ παιωνικὰ τρίμετρα βραχυκατάληκτα, ἐκ διιάμβου, παίωνος τρίτου καὶ ἀμφιμάκρου· τὸ γʹ καὶ τὸ δʹ ἰαμβικὰ τρίμετρα καθαρά· τὸ εʹ καὶ τὸ Ϟʹ πενθημιμερῆ ἐκ βʹ δακτύλων καὶ συλλαβῆς, ἅτινα συνημμένως ποιοῦσι τὸ λεγόμενον ἐλεγεῖον· καλεῖται δὲ τὸ τοιοῦτον μέτρον ἀρχιλόχειον· τὸ ζʹ ὅμοιον πενθημιμερές, ἐκ βʹ σπονδείων καὶ συλλαβῆς· τὸ ηʹ ὅμοιον πενθημιμερές, ἐκ σπονδείου, ἀναπαίστου καὶ συλλαβῆς, γινομένης συνιζήσεως εἰς τὸ “πρόβολος ἐμοί” τῶν λος καὶ ε συλλαβῶν εἰς μακράν· τὸ θʹ ἰαμβικὸν δίμετρον· τὸ ιʹ χοριαμβικὸν τρίμετρον ἐκ χοριάμβου, ἐπιτρίτου δʹ καὶ διιάμβου· τὸ ιαʹ μονόμετρον ἐκ δακτύλου καὶ ἀμφιμάκρου· τὸ ιβʹ ὅμοιον, ἐκ δύο δακτύλων· τὸ ιγʹ δακτυλικὸν πενθημιμερές· τὸ ιδʹ μονόμετρον ἐκ βʹ σπονδείων· τὸ ιεʹ ὅμοιον τῷ ιβʹ· τὸ ιϞʹ ὅμοιον, ἐκ βʹ ἀναπαίστων· τὸ ιζʹ ὅμοιον τῷ ιβʹ καὶ ιεʹ· τὸ ιηʹ ὅμοιον τῷ ιϞʹ· τὸ γὰρ θι κοινή ἐστι συλλαβὴ ὡς λῆγον εἰς μέρος λόγου· χρῶνται δὲ ταῖς τοιαύταις κοιναῖς συλλαβαῖς οἱ ἰαμβογράφοι ἐν μόνοις δακτυλικοῖς καὶ ἀναπαιστικοῖς στίχοις, ἐν ἰαμβικοῖς δὲ οὐδαμῶς. ἐντεῦθεν ἰαμβικὰ κῶλα βʹ, τὸ αʹ δίμετρον βραχυκατάληκτον, τὸ δεύτερον μονόμετρον ἀκατάληκτον· καὶ ἐφεξῆς στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λεʹ, ὧν τελευταῖος ἐπʼ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.

βοάσομαι δωρικῶς χαρήσομαι

ἄρα δή λοιπόν

ὑπέρτονον ὑψηλήν, ὑπερδύναμιν ὑψηλόφωνον μεγίστην μείζονα καὶ ἔξοχον

ὑπέρτατον γρ.

ἰὼ ἐπὶ χαρᾶς εἴληπται εἰς χαράν σὺν χαρᾷ φεῦ

κλάετʼ θρηνεῖτε

τἀρχεῖα τὰ δικαστήρια αἱ ἐκταγαί, οἱ δικασταί αἱ ἀρχαί τὰ πρυτανεῖα

ἀρχεῖα ἐλέγοντο καὶ τὰ δικαστήρια καὶ οἱ δικασταί, ὥσπερ πρυτανεῖα καὶ ἡ ἀρχὴ τῶν πρυτάνεων καὶ αἱ ἐκταγαί, ἤγουν τὰ ὀφειλόμενα πρὸς ἀπολογίαν τῶν ἀντιδίκων ἐν τοῖς πρυτανείοις. ἀρχὴ δὲ ἦν καὶ ἡ τῶν πρυτάνεων ἐν Ἀθήναις.

ἀρχεῖα τὰ κεφάλαια, ἀρχεῖον δὲ τὸ δικαστήριον καὶ τὸ παλάτιον, ἐν ᾧ ἐστιν ἄρχων.

τόκοι τόκων οἱ γὰρ ... γεννῶσιν

τόκοι τόκων οἱ κάματοι τῶν καμάτων αἱ αὐξήσεις τοῦ χρέους

με εἰς ἐμέ

φλαῦρον ἀπρεπές κακόν· ἀττικόν ἐπιζήμιον ἄσχημον

οἷος θαυμαστικόν θαυμαστός δυνατός ὁποῖος

ἐμοὶ ἐμοῦ ὑπὲρ ἐμοῦ

δώμασι σχολῇ οἰκήματι οἰκήμασι οἴκοις διδασκαλείοις

ἀμφήκει ἀμφοτέρωθεν κοπτικῇ τεμνούσῃ ἠκωνημένῃ

λάμπων καλλωπιζόμενος

πρόβολος ὑπέρμαχος προστάτης πρόμαχος

λος ἐμοί συνίζησις

σωτὴρ φύλαξ

βλάβη λύπη

ἀνιαρός λυπηρός βλαβερός.

λυσανίας ἐλευθερωτής λύων τὰς λύπας δυνάμενος λῦσαι λύειν μέλλων τὰς θλίψεις λύων τὰς θλίψεις

κάλεσον εἰπέ φώνησον ἐλθεῖν

τρέχων σπουδάζων

ὁ Εὐριπίδης ἐν τῷ τῆς Ἑκάβης δράματι διʼ αὐτῆς φησιν· “ὦ παῖ παῖ”, Πολυξένη δηλονότι, “ἔξελθʼ ἔξελθʼ οἴκων”.

παίζει ὁ Ἀριστοφάνης ἐνταῦθα τὸν Εὐριπίδην τὴν Ἑκάβην εἰσάγοντα λέγουσαν οὕτω πρὸς τὴν Πολυξένην ταῦτα

πρὸς τὸν Φειδιππίδην ὁ λόγος

φίλος ... φίλος φίλε ... φίλε

λαβών τὸν σὸν υἱόν αὐτόν

ἰὼ φεῦ, ἐπὶ χαρᾶς

ταῦτα καὶ ἐπὶ χαρᾶς

ἰὼ ἰὼ ἐνταῦθα ἐπὶ χαρᾶς ἀμφότερα

καὶ τὸ “ἰὼ” καὶ τὸ “ἰοῦ” ἐνταῦθα ἐπὶ χαρᾶς λαμβάνεται· τὸ δὲ “ἰοῦ” ... λαμβανόμενον περισπᾶται.

ἰοὺ ἰού φεῦ

τὸ “ἰῶ” καὶ τὸ “ἰοῦ” τὸ ἐπὶ χαρᾶς περισπᾶται τὸ δὲ θρηνητικὸν ὀξύνεται

χροιὰν χρῶμα.

ἰδεῖν ... πρῶτον εὐθὺς ἀπὸ τῆς πρώτης θέας

ἰδεῖν τινὰ σέ κατιδεῖν θεάσασθαι βούλομαι γνῶναι

ἐξαρνητικός ἔχεις δύναμιν ἀρνεῖσθαι

κἀντιλογικός ἔχεις δύναμιν ἀντιλογεῖσθαι δυνάμενος ἀντιλέγειν

τοὐπιχώριον λόγιον δηλονότι, τὸ σύνηθες τῆς χώρας, τὸ τοπικὸν σύνηθες ἔθος

ἀτεχνῶς φανερῶς ἀληθῶς, προδήλως

ἐπανθεῖ αὐξάνει ἐπικρατεῖ, ὑπάρχει ἐν σοί

τί λόγιον

δοκεῖν συμβαίνει

διαβάλλει ἐντεῦθεν τοὺς Ἀθηναίους ὡς πρὸς ἀπειλὰς ὥρμων τοῖς ἀπαντῶσιν ἀνδράσιν.

κακουργοῦντʼ κακὰ ἐργαζόμενον κακότροπον ὄντα

ἀττικὸν ἀθηναϊκόν

οἷον Ἀθηναῖοι ... καὶ τυμπανῶδες ... βλέμμα

βλέπος ἦθος ὅραμα

ἀττικὸν βλέπος: ἤγουν βλέμμα καὶ ἦθος, οἷον οἱ ... τιτανῶδες· διαβάλλει ... θρασεῖς καὶ ἑτοίμους προδήλως εἰς τὸ ἀδικεῖν.

ἀττικὸν βλέπος: ἀττικόν ... βλέπος ἤτοι τὸ ἐπιχώριον ... ἤγουν δριμὺ καὶ τιτανῶδες· διαβάλλει δὲ ὁ Ἀριστοφάνης ... θρασεῖς. τὸ δὲ βλέπος ἀντὶ τοῦ βλέμμα καὶ ὅρασις.

τὴν ἕνην ... νέαν τὴν ἀρχιμηνίαν ... τὴν πλήρωσιν τοῦ μηνός, τὴν τελευταίαν ἡμέραν καὶ τὴν ἀρχιμηναίαν τὴν λʹ τὴν ἀρχὴν καὶ τέλος τοῦ μηνός τὴν τριακάδα, τὴν νουμηνίαν.

ὅτι ... εὕρηται τὸ “ἕνη” ... ὀφείλει γράφεσθαι καὶ δασύνεσθαι ... διπλασιάζεται τὸ ν καὶ ψιλοῦται.

ἐνταῦθα ... τῶν ἐφεξῆς ἡμερῶν καὶ ... αὔξησιν.

παίζει ... ἐρωτῶν “ἔστιν τις ἡμέρα μία καὶ ἡ αὐτὴ ἕνη καὶ νέα τις” ὥσπερ ἔλεγε παίζων “ὁ ἀλεκτρυὼν καὶ ἡ ἀλεκτρυών” παρακατιὼν δὲ ἐρεῖ ἀδύνατον μίαν καὶ τὴν αὐτὴν εἶναι ἡμέραν ἕνην καὶ νέαν, ὥσπερ οὐδὲ τὴν αὐτὴν καὶ μίαν γυναῖκα νέαν καὶ γραῦν

“οὐ δυνατόν ἐστι τοῦτο, ὥσπερ οὐδὲ μία καὶ ἡ αὐτὴ γυνὴ γένοιτο ἐν ταὐτῷ γραῦς καὶ νέα”

τοῦτο ἐρωτηματικῶς· “ἔστι τις ἡμέρα ἕνη καὶ νέα;”

ἡμέρα μία ἡμέρα δύο ὀνόματα ἔχουσα

Πλάτων περὶ τοῦ μὴ δεῖν δανείζεσθαι “τὴν δὲ τράπεζαν ἡ καλὴ Αὐλὶς ... ἀργύρων ... δυσχερές, ὡσπερεὶ οὐ καθʼ ... οὐδὲ ἀναμνήσει ... νεομηνίας ... καὶ στύγιον.

θήσειν ἐπιθήσειν καταβαλέσθαι βαλεῖν

πρυτανεῖʼ ἐκταγάς τὰ διδόμενα τοῖς δικάζουσιν ἀπὸ τοῦ πορῶ τὸ παρέχω

πρυτανεῖον, καὶ πρυτανεῖα πληθυντικῶς. ἔστι μὲν οὖν πρυτανεῖον ὁ τόπος, ἐν ᾧ οἱ πρυτάνεις συνερχόμενοι· ἦν δὲ ἀρχή τις. πρυτανεῖα δὲ πληθυντικῶς ἐνταῦθα καὶ τὸ δικαστήριον ἤτοι ὁ τόπος, ἐν ᾧ ἐδίκαζον, καὶ αὐτοὶ οἱ δικασταί· ἔτι δὲ καὶ αἱ εἰς τὸ δικαστήριον κλήσεις τῶν ἀντικρινομένων

θέντες νομοθετήσαντες ποιήσαντες τὰ ὀνόματα

ἔσθʼ ὅπως τρόπος

ὅπως ὅτι

μίʼ ἡ

πῶς γάρ οὐχί γένοιτο γενήσεται

μήπερ μόνον

ἅμα ἐν ἑνὶ τῷ αὐτῷ καιρῷ ὁμοῦ

αὐτὴ ἡ μία ἡμέρα ὁμοία γυνή.

διὰ τοῦτο παίζων ἔθηκε τὸ τῆς γυναικὸς παράδειγμα, διὰ τὸ ὡσανεὶ τὸ ὄνομα τῆς ἕνης ἀντὶ παλαιᾶς καταλογίζεσθαι καὶ ἀδύνατον εἶναι συνδραμεῖν ἐν τῷ αὐτῷ τό τε παλαιὸν καὶ τὸ νέον.

ἡ αὐτὴ καὶ μία γυνὴ ἐν τῷ αὐτῷ χρόνῳ γραῦς καὶ νέα

ἕνη, ἡ ὑστέρα· νέα, ἡ πρώτη· ἀλλʼ οἱ κριταὶ τῶν Ἀθηναίων ἀπέδωκαν τῶν δύο ἡμερῶν τὰς κλήσεις μιᾷ ἡμέρᾳ. φασὶ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπογίνεσθαι τὴν σελήνην καὶ ἐν ταύτῃ πάλιν ἄρχεσθαι

καὶ μὴν ὡς ἐν συντόμῳ εἰπεῖν λοιπόν τολοιπόν

νενόμισταί γʼ νόμιμόν ἐστιν ἡ ἕνη καὶ νέα νενομοθέτηται ἢ εἴωθε νόμου τέτακται ἀπὸ τοῦ νόμου ἐστί

καὶ μὴν νενόμισταί γε: ἤτοι ἀπὸ τοῦ νόμου τοῦ τοῦ Σόλωνός ἐστι τεταγμένη ἡ ἕνη καὶ νέα ἐτάχθη οὕτως καλεῖσθαι

ὀρθῶς ἀκριβῶς ἀληθῶς

νοεῖ βούλεται δηλοῖ

ὁ Σόλων ὁ νομοθέτης τῶν Ἀθηναίων ἐκεῖνος

φιλόδημος ἀγαπῶν φιλῶν τὸν δῆμον

φιλόδημος: ἤτοι φιλῶν τὸν δῆμον· πρὸς γὰρ λυσιτέλειαν μᾶλλον τοῦ δήμου ἀφορᾷ ἡ ὀνομασία τῆς ἕνης καὶ νέας

πω ἀκμήν ἀκμή

πρὸς συμβάλλει συμβαίνει πλησιάζει

γὰρ οὖν.

κλῆσιν ὄνομα τὴν εἰς τὸ δικαστήριον εἰσαγωγήν ἀπάντησιν ὀνομασίαν πρόκλησιν

ἔθηκεν ἐνομοθέτησεν

τὴν ... νέαν τὴν ἀρχιμηναίαν τὴν τελεσιαίαν ... τὴν ἀρχὴν τὴν ὑστέραν ... τὴν πρώτην ἤγουν εἰς τὴν λʹ καὶ εἰς τὴν λαʹ

αἱ θέσεις αἱ καταβολαὶ τῶν τόκων ἢ τῶν ἐκταγῶν τῶν χρεῶν αἱ κρίσεις

θέσεις αἱ δίκαι καὶ αἱ καταβολαὶ τῶν πρυτανείων, ἅπερ μισθὸς ἦν τῆς εἰσαγωγῆς τῆς δίκης· ἢ θέσεις τὰ δικαστήρια, παρὰ τὸ τοὺς δικαζομένους δραχμὴν τῷ δημοσίῳ διδόναι.

ἵνʼ αἱ θέσεις γίγνοιντο: ὅπως ἂν αἱ καταβολαὶ καὶ ἀποδόσεις τῶν χρεῶν γίγνοιντο ἑκόντων τῶν ὀφειλόντων ἀποδιδόναι ταῦτα.

τῇ νουμηνίᾳ ἐν τῇ πρώτῃ τοῦ μηνός τῇ ἀρχιμηνίᾳ ἐν τῇ ἀρχῇ τοῦ μηνός ἤγουν τῇ λαʹ

ἵνα δὴ τί διὰ ποίαν αἰτίαν διὰ τί δέ.

μέλεε ἄθλιε

οἱ φεύγοντες οἱ κατηγορούμενοι ἐν τοῖς δικαστηρίοις

ἡμέρᾳ μιᾷ κατὰ τὴν τριακοστήν ἥτις ἐστὶν ἡ ἕνη κατὰ τὸν Σόλωνα διʼ ἡμέρας μιᾶς ἐν

πρότερον πρὸ τῆς νέας ἤγουν τῆς νουμηνίας πρὸ τῆς ἕνης καὶ νέας

πρότερον ἀπαλλάττοιντο ἑκουσίως δηλονότι ἀποδιδόντες τὰ κεχρεωστημένα

ἀπαλλάττοινθʼ ἐλευθεροῖντο τῶν ἐκταγῶν τῆς δίκης ... ἀποδόσεως

ἑκόντες ἐθελουσίως οἰκειοθελεῖς

εἰ δὲ μή δικαίᾳ ἀποδώσουσι γνώμῃ εἰ δὲ μὴ ἀποδώσουσι οἰκείᾳ γνώμῃ

ἐν τῇ ἕνῃ καὶ νέᾳ ἐγίνοντο αἱ ἐγκλήσεις καὶ ἀπολογίαι καὶ ἀποφάσεις, ἐν δὲ τῇ νουμηνίᾳ οὐκ ἄλλο τι ἢ τὸ πληροῦσθαι καὶ τέλος λαμβάνειν τὰς ἀποφάσεις τῶν δικαστῶν

τῇ νουμηνίᾳ κατὰ τὴν πρώτην τοῦ μηνός τῇ ἀρχῇ τοῦ μηνός ἤγουν τῇ λαʹ

δέχονται λαμβάνουσι ποιοῦσι

τῇ νουμηνίᾳ τῇ λαʹ

δῆτα λοιπόν

ἀρχαὶ οἱ βουλευταί αἱ

τὰ πρυτανεῖʼ τὰ χρήματα τὰς ἐγκλήσεις

ἀρχαὶ τὰ πρυτανεῖα: οἱ ἄρχοντες· ἐν τριακάδι σὺν τόκῳ· πρυτανεῖα δὲ τὰ διδόμενα ἀπὸ τῶν δικαζομένων τῷ δημοσίῳ ἀργυρίῳ.

ἕνηῃ ἐν τῇ ἔνῃ τε καὶ νέᾳ ἤγουν τῇ λʹ ἡ.

προτένθης λέγεται ὁ λαίμαργος, κωμῳδεῖ οὖν τοὺς Ἀθηναίους ἐπιτηδείως ὡς πλεονέκτας, διότι, εἰ ἀπὸ τῆς νουμηνίας ἤρχοντο αἱ ἐκταγαὶ καὶ αἱ κρίσεις, διὰ τί ἐν τῇ ἕνῃ καὶ νέᾳ ταύτας τοῖς δικαζομένοις προέλεγον;

τένθης, λίχνος καὶ γαστρίμαργος· Αἰλιανός «τένθης καὶ ὀψοφάγος»· τένθειν δὲ τὸ ἐσθίειν.

δοκοῦσι ὑπολαμβάνουσι

τὸ «παθεῖν» ἀόριστός ἐστι καὶ οὐ μέλλων, ὥς τινες οἴονται

ὡς τάχιστα λίαν συντόμως λίαν ταχέως

τάχιστα λίαν ταχέως

τὰ πρυτανεῖʼ τὰς ἐκταγὰς ἤτοι τὰς δεκάτας ἀπὸ τοῦ δεκάτου τὸ ἕν, τὰς κρίσεις, τὰς ἐγκλήσεις

ὑφελοίατο λάβοιντο λάβοιτο αἱ ἀρχαὶ ἤγουν οἱ κριταί

ὑφελοίατο: ἕλω, ὁ μέλλων ἑλῶ· ὁ δεύτερος ἀόριστος εἷλον, ὁ μέσος εἱλόμην, καὶ τὸ εὐκτικὸν παθητικὸν ἑλοίμην, ἕλοιο, ἕλοιτο, τὸ τρίτον τῶν πληθυντικῶν ἕλοιντο καὶ ἰωνικῶς τροπῇ τοῦ ν εἰς α ἑλοίατο, καὶ μετὰ τῆς ὑπό προθέσεως καὶ ἐν συγκοπῇ ὑφελοίατο

ἡ μὲν πρότασις τὸ «ἵνʼ ὡς τάχιστα τὰ πρυτανεῖα ὑφελοίατο, διὰ τοῦτο προυτένθησαν ἡμέρᾳ μιᾷ», ἡ δὲ κατασκευὴ τὸ «ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι παθεῖν».

προυτένθευσαν προεθέσμευσαν οἱ κριταί

τὸ μὲν «εὖ» γε” πρὸς τὸν υἱὸν αὐτοῦ, τὸ δὲ “ὦ κακοδαίμονες” πρὸς τοὺς δανειστάς.

εὖ γʼ καλῶς ἔχει ἕξει γένοιτο ἐμοί

κακοδαίμονες δανεισταί κακότυχοι ἄθλιοι κακοτυχεῖς δυστυχεῖς ἄνθρωποι

ἀβέλτεροι μωροί μωρότεροι

ἡμέτερα ἐμοῦ καὶ τοῦ υἱοῦ μου

τὸ “ἡμέτερα” πρὸς τὸ “σοφῶν” ὤφειλεν ἀποδοθῆναι, πρὸς δὲ τὸ “κέρδη” ἔτρεψε καὶ τὴν σύνταξιν ἐποίησεν εἰς τὸ “ἡμέτερα”. ἔστι δὲ τὸ σχῆμα τῶν Ἀττικῶν, ὡς τὸ παρ εʹ βουκό πτερώμ καὶ παρὰ Σοφοκλεῖ “νῦν δʼ ἐπὶ σκηναῖς ὁρῶ Αἴαντος”, καὶ παρὰ τῇ Θείᾳ Γραφῇ “ἄναξ, ὑπέσχες τοῦ ἡλίου σὸν αὐχένα”. κἀκεῖσε γᾶρ “σοῦ” ὤφειλε πρὸς τὸ “ἡλίου”, τρέπει δὲ τοῦτο πρὸς τὸ “αὐχένα”.

τῶν σοφῶν τῶν ἐπιστημόνων

ὄντες λίθοι ὥσπερ ἀναίσθητοι

ἀριθμὸς οὕτως ἐστὲ ἀριθμός

πρόβατʼ τρελοί ἁπλούστατα καὶ εὐηθέστατα κοῦφοι ἀνόητοι μάταιοι.

ἄλλως ματαίως κατὰ ἄλλον τρόπον

ἀμφορεῖς νενησμένοι ἀγγεῖα πεπληρωμένα λέγει δὲ τοῦτο διὰ τὸ εἶναι λίαν πλουσίους, ἀγγεῖα ἐστερημένα οἴνου ἤγουν φρονήσεως.

νενοισμένοι σεσαθρωμένοι νενησμένοι ἐμπεπλησμένοι

νενασμένοι ναίω, νήω ἢ νάσσω· μέλλων νάσω· νένακα, νένασμαι, νενακὸς ἡ μετοχή

τελευταῖος ... ἰάμβων

ἐπʼ εὐτυχίαισιν ἕνεκα τῶν εὐτυχιῶν

ᾀστέον λεκτέον ἄξιον εἰπεῖν

ἐγκώμιον ἔπαινον

“ᾀστέον με ἐγκώμιον”, καὶ κράσει τῶν δύο ε ε εἰς τὴν ου δίφθογγον “ᾀστέον μουγκώμιον”.

τοῦ παρόντος χωρίου τὰ κῶλα ηʹ· τὸ αʹ μονόμετρον ὑπερκατάληκτον ἐξ ἀναπαίστου, δακτύλου καὶ συλλαβῆς· τὸ βʹ ὅμοιον, ἐκ παλιμβακχείου, ἀμφιμάκρου καὶ συλλαβῆς· τὸ γʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ δʹ μονόμετρον ὑπερκατάληκτον ἐκ παλιμβακχείου, δακτύλου καὶ συλλαβῆς· τὸ εʹ ἰαμβικὸν δίμετρον καταληκτικόν· τὸ Ϟʹ δίμετρον ἐξ ἀμφιμάκρου, βακχείου, ἰάμβου καὶ ἀμφιμάκρου· τὸ ζʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· τὸ ηʹ μονόμετρον ἐκ βʹ ἀμφιμάκρων. ἐφεξῆς δὲ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι στίχοι πθʹ, ὧν τελευταῖος αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν. ἔστι δὲ διὰ μέσου κῶλον ἓν δίμετρον ἰαμβικὸν βραχυκατάληκτον, ὃ καὶ σημειοῦται ἡμῖν ἐκεῖσε.

ἐγκωμιάζων αυ … τὸ “μάκαρ Στρεψίαδες” ὦ Στρεψίαδες ἐγκωμιάζων αὐτὸς ἑαυτόν

μάκαρ εὐδαίμων μακάριε

“Στρεψίαδες” παίζων εἴρηκεν· ἔστι γὰρ ἡ κλητικὴ “ὦ Στρεψιάδη”, οὐ “Στρεψίαδες”.

Στρεψίαδες ὡς ἀγροῖκός φησι “Στρεψίαδες”. βάρβαρον γάρ ἐστι· “Στρεψιάδη” γὰρ ὤφειλεν εἰπεῖν.

ἔφυς ἐγένου ἐγεννήθης

ὡς καθά, ἐπεί

σοφὸς συνετός

οἷον θαυμαστικόν θαυμαστόν μέγαν ὁποῖον

γρ. ἐκτρέφεις

φήσουσί λέξουσι ἐροῦσι

οἱ δημόται οἱ τοῦ δήμου ἄνθρωποι συνδημόται πολῖται συντοπῖται

δημότης ὁ τοῦ δήμου ἄνθρωπος· ἐνταῦθα δὲ οἱ δημόται ἤγουν ἐκ τοῦ αὐτοῦ καὶ ἑνὸς δήμου ὄντες ἐμοὶ ἄνθρωποι

ζηλοῦντες ἐπαινοῦντες

λέγων διαλεγόμενος κατηγορῶν

τὰς δίκας κατὰ τὰς κρίσεις

εἰσαγαγών εἰσκομίσας εἰσάξας εἴσω ἄξας

ἑστιᾶσαι ἀριστῆσαι εὐωχῆσαι

πρὸς τὸν μάρτυρα συντυχαίνει ὁ δανειστής

ἐρχόμενος ὁ δανειστὴς μετὰ κλήτηρός φησι ταῦτα

ἔοικε τοῦτο λέγειν ὁ δανειστὴς πρός τινα, ὃν ἦξε δῆθεν ὡς μάρτυρα, πρὸς ὃν διαλέγεται

εἶτʼ τὸ “εἶτα” ἀργὸν κατὰ Ἀττικούς λοιπόν

τῶν χρημάτων πραγμάτων

προϊέναι ἐκφέρειν καὶ διδόναι πρὸς ἕτερον ἐκβαλεῖν ἀφεῖναι

κρεῖττον κάλλιον

εὐθὺς παραυτίκα παρευθύς εὐθέως

ἀπερυθριᾶσαι τὴν αἰδῶ ἀπορρίψαι ἐκ τοῦ μὴ δοῦναι δάνειον ἐντραπῆναι ἀποδιεντραπῆναι ἀποτροπιάσασθαι αἰσχυνθῆναι ἀπολογιάσαι ἐρυθρὸν γενέσθαι τῇ αἰδοῖ.

σχεῖν παρασχεῖν

πράγματα ὀχλήσεις ἐν τῇ ἀποτίσει ἐνοχλήσεις πόνους

ὅτε ἐπεί, ἐπειδή

νυνὶ τὸ “νυνί” ἐπὶ ἐνεστῶτος, τὸ δὲ “νῦν” ἐπὶ ἐνεστῶτος, παρῳχημένου καὶ μέλλοντος κατὰ τὸ παρόν

χρημάτων πραγμάτων νομισμάτων

ἔοικεν ὁ Πασίας τινὰ ἐκ ... ἔχων μεθʼ ... μή, διὰ τούτου ἐνεχυράσῃ αὐτόν· πρὸς ὃν λέγει ταῦτα.

ἕλκω σύρω ἀναγκάζω

κλητεύσοντα ἐγκαλέσοντα ἐγκληθησόμενον, ἐγκαλούμενον, κλῆσιν· καλέσοντα πρὸς τὸ δικαστήριον

κλητεύω τὸ “καλῶ τινα εἰς δικαστήριον”. ἐνταῦθα δὲ τὸ ἐνεργητικὸν ἀντὶ παθητικοῦ ἐκληπτέον, ἤτοι ἐγκλητευσόμενον

ἀνδρὶ σοι

δημότῃ ἀπὸ τοῦ αὐτοῦ δήμου συνδημότῃ συντοπίτῃ πολίτῃ ὄντι ἤγουν τῷ Στρεψιάδῃ ἐκ τοῦ αὐτοῦ δήμου ὄντι

διαβάλλει τοὺς Ἀθηναίους ὡς φιλοδίκους

λαμβάνεται πολλάκις τὸ ὅλον ἀπὸ μέρους, ὡς ἐνταῦθα· “οὐδέποτε”, φησί, “καταισχυνῶ τὴν πατρίδα” ἤγουν αἰσχυνθῆναι ποιήσω “ζῶν”, διότι δηλονότι εἰ ἀπεντεῦθεν ἕλξω σε εἰς τὸ δικαστήριον κατὰ νόμους μὴ βουλόμενον ἀποδοῦναί μοι τὰ ἐμά, οὐκ αἰσχυνῶ τὴν πατρίδα, εἰ δὲ μὴ ἕλξω, αἰσχυνῶ αὐτήν· δόξω γὰρ εἶναί τις ἀνωφελὴς καὶ ἀσύνετος καὶ τῶν ἐμῶν προδότης

οὐ καταισχυνῶ ἐμαυτὸν καὶ διὰ τοῦτο οὐδὲ τὴν πατρίδα· φανήσομαι γὰρ οἷον ἀνωφελὴς καὶ προδότης τῶν ἐμῶν

καταισχυνῶ ἄτιμον ποιήσω μέλλω καταισχυνεῖν ἐντροπιάσω αἰσχυνθῆναι ποιήσω ἐντρέψω

παρεπιγραφή, ὅτι ἔκρουσεν

καλοῦμαι καλῶ σε προκαλοῦμαι ἀπαιτῶ

τὸ καλοῦμαι παθητικῶς δικαστικὴ λέξις ἐστίν, ὡς δηλοῖ τὸ παρόν.

ἐς ... νέαν καλῶ σε ἐλθεῖν ὥστε ἀποδοῦναι ἦλθον καλέσας σε ἀπαιτῶ ἐλθέ

μαρτύρομαι μάρτυρας ποιῶ ὑμᾶς εἰς μαρτυρίαν ἐπικαλοῦμαι μάρτυρας τίθεμαι μαρτυρίας ποιῶ

τὸ ... λέγει μίαν ... ὀφείλων εἰπεῖν δύο ἀντὶ ... εἶπεν.

ὅτʼ ... εἶπεν εἰς ἔνην τε καὶ νέαν, ἥτις ἐστὶ μία ἡμέρα ὅτι εἰς δύο εἶπε καὶ προκαλεῖταί με ἡμέρας

εἶπεν καλεῖσθαι

τοῦ χρήματος ὑπὲρ τίνος χρήματος· ἢ βαβαὶ ἕνεκα τοῦ χρήματος ἕνεκα τίνος πράγματος ἕνεκεν τίνος πράγματος χάριν

μνῶν λιτρῶν

τῶν ἕνεκα. τοῦτο δὲ πρὸς τὸ “τὴν ἕνην καὶ νέαν” σύναπτε· ἃ δὲ λέγει ὁ Στρεψιάδης, διὰ μέσου ἐστίν.

ὠνούμενος ἀγοράζων

ψαρὸς εἶδος χρώματος· ἢ ταχὺς ἀπὸ τοῦ ψαίρειν, τουτέστι κινεῖν.

τὸν ψαρὸν ἵππον: ἤτοι τὸν ταχύν, ἀπὸ τοῦ ψαίρω τὸ ταχύνω.

ψαρὸν ποικίλον ἢ σποδοειδὲς ἢ ταχὺν ἀπὸ τοῦ ψαίρειν τὸν ψ ἔχοντα σημεῖον λευκόν

τὸν ψαρὸν ἵππον τὸ σισθλάκιν

οὐκ ἀκούετε τοῦ δανειστοῦ λέγοντος ὦ ἀκροαταί ἐμὲ ὠνήσασθαι με λέγειν ἵππον αὐτὸν διαβάλλοντά με.

οὐκ ἀκούετε τοῦτον, τὸν λέγοντα ὠνήσασθαί με ἵππον κτλ.

ἐπώμνυς ὤμνυες

μὰ τὸν Δίʼ οὐ δῆτα δώσω σοι δηλονότι· οὔπω γὰρ τότε, ὅτε ὤμνυον δηλονότι, ὡς λέγεις, ἐξηπίστατο ὁ Φειδιππίδης μου κτλ.

πω ἀκόμι ἀκμήν

ἐξηπίστατο ἀκριβῶς ἐγίνωσκε ἦν μαθών

μοι μου

τὸν ἀκατάβλητον τὸν μὴ καταβάλλοντά τι ἤτοι διδόντα τὸν ἀκαταπόνητον τὸν ἀκαταγώνιστον τὸν ἰσχυρόν

ἔξαρνος ἀρνούμενος ἐξαρνούμενος

ἔξαρνος: δοκεῖ μὲν ἡ ἐξ δηλοῦν τὸ ἔξω καὶ χωρίς, οἷον ἔξαρνος ἀντὶ τοῦ ἔξω ἀρνήσεως· οὐχ οὕτω δέ, ἀλλὰ μᾶλλον ἐπίτασιν δηλοῖ

διανοῇ θέλεις λογίζει συλλογίζῃ διαλογίζῃ ἐνθυμῇ

τί κατά εἰς

γὰρ καί

ἀλλʼ ἂν γρ. ἄλλο γʼ

ἀπολαύσαιμι ἐπιτύχοιμι

ταῦτʼ διά κατά

ἐθελήσεις νεύσειας

ἀπομόσαι ὀμόσαι μοι ὡς ἐγὼ προστάξω

μοι πρὸς ἐμέ χάριν ἐμοῦ

κελεύσω ὁρίσω εἴπω προστάξω

δώσω σοι ἂν καὶ τρεῖς ὀβολούς, εἰ ὀμώσω καταφρονῶν δὲ τῶν θεῶν εἴρηκε τοῦτο

μὰ τὸν Δία καὶ προκαταθείην ἂν ἤτοι προκαταβάλλοιμι νόμισμα τριώβολον ὥστε ὀμόσαι με τοὺς θεούς. οὐδὲν γάρ μοι μέλει περὶ αὐτῶν

κἂν καί

προσκαταθείην ἐφʼ οἷς λέγεις, δοίην τριώβολον ὥστε ὀμόσαι χαρίσαιμι δώσαιμι προκαταβάλοιμι προκαταβάλλοιμι δοῦναί με

ὀμόσαι σύναπτε τὸ “ὀμόσαι” τῷ “νὴ Δία” αὐτούς με

ὀβολὸς μὲν ἔχει τὸ ο μικρόν, τριώβολον δὲ μέγα· τὸ γὰρ α καὶ ο εἰς ω μέγα κίρναται· “τριαόβολον” γάρ ἐστιν, καὶ κατὰ συναίρεσιν τοῦ αο εἰς ω μέγα “τριώβολον”.

ὀβολὸς μὲν οὖν γράφεται διὰ τοῦ ο μικροῦ, τριώβολον δὲ διὰ τοῦ ω μεγάλου· γίνεται γὰρ ἀπὸ συναιρέσεως, διότι “τριαόβολον” ἐστί, καὶ τροπῇ τοῦ α καὶ ο εἰς ω μέγα “τριώβολον”.

τριώβολον νόμισμα τρεῖς ὀβολούς

ἀπόλοιο κτλ. ἄμποτε ἵνʼ ἀπολεσθείης ἕνεκεν τῆς ἀναισχυντίας εἴθε φθαρείης ἕνεκεν τῆς ἀναισχυντίας, ἣν φαίνῃ ἔχων, καὶ ἐκ ταύτης καταφρονεῖς

ἀναιδείας ἀναισχυντίας

ἔτι εἰς τὸ ἑξῆς περισσόν

τὸ “ἁλσὶ διασμηχθεὶς οὐ μόνον νοεῖται, ὡς εἴπομεν, ἀλλὰ καὶ ὡς παχύδερμον κἀντεῦθεν ἀνέστη τὸν αὐτὸν διαβάλλων, καὶ τούτου χάριν φησὶ χρῆναι τοῦτον

ἢ ὅτι διαβάλλει αὐτὸν καὶ διὰ τοῦτο ἀναίσθητον· φησὶ γὰρ τούτου χάριν δέον εἶναι τοῖς

ἁλσὶ διασμηχθῆναι· τὰ γὰρ παχέα τῶν δερμάτων ὑπὸ πιμελῆς ἁλσὶ μαλαττόμενα εὐρύτερα γίνονται καὶ πλείονα χωροῦσιν. διὰ τοῦτο εἴρηκε καὶ τὸ «ἓξ χοᾶς χωρήσεται.»

τοῦτό φησιν ὁ Στρεψιάδης διὰ τὸν δανειστήν, ὅτι πολύκρεως ἦν, ὅτι ἐὰν τὸν ἁλατίσωσιν, ἵνα ὠφεληθῇ

ἀπὸ τῶν ἀσκῶν, οἵτινες ἁλσὶ διακλυζόμενοι διαρκοῦσι καὶ ἐπιδιδόασι· καὶ δῆλον ἐξ ὧν ἐπήγαγεν «ἓξ χοὰς χωρήσεται.»

ἁλσὶ ἐν ἅλατι διὰ ἁλῶν

διασμηχθεὶς: σμήχω τὸ καθαίρω, η· σμίχω δὲ τὸ καίω, ι.

ὄναιτʼ ὠφελοῖτο νὰ ὠφεληθείη

ὡς καταγελᾷς ὡς ἔοικε γελᾷς

καταγελᾷς ἐμοῦ ἐμέ

ὡς δαιμονῶντος διαβάλλει καὶ παχυδέρμου.

ἓξ χοᾶς: ἦν παρʼ Ἀττικοῖς εἶδος μέτρου, διʼ οὗ ἐμέτρουν τὸν οἶνον· τὸ αὐτὸ δὲ ἐλέγετο καὶ «χοεύς», ὃ κλίνεται φησὶν ὁ αὐτὸς οὗτος Ἀριστοφάνης· ἔνεγκε ... χοᾶ. εἴρηκε δὲ τοῦτο ἐν τῷ αὐτῷ δράματι ὁμοίως οὐχ ἅπαξ, ἀλλὰ πολλάκις. ἐνταῦθα οὖν εἰ εὕρηται «χοᾶς» περισπωμένως, ἐκ τοῦ «χοεύς» ἐστιν. ὀφείλων δὲ εἰπεῖν «χοεῖς» ὡς «Πηλεῖς», «χοᾶς» εἴρηκε παίζων ὡς κωμικὸς κατὰ ... ἄδειαν.

ἡ αἰτιατικὴ τῶν πληθυντικῶν «χοεῖς». οὗτος δὲ ὡς κωμικὸς παίζων εἴρηκε τοῦτο «χοᾶς».

ἐπεὶ δὲ ἔν τισι τῶν ἀντιγράφων εὕρηται «χόας», δηλονότι ἀπὸ τοῦ «χοῦς» κλίνεται, ὡς ἀπὸ τοῦ «βοῦς» «βόας».

χόας γρ. χοᾶς

ἐὰν τὸν ἐκδείρωσι, χωρήσεται ἓξ χοὰς τὸ δέρμα αὐτοῦ

χωρήσεται τὸ δέρμα αὐτοῦ

θεοὺς ἄλλους

παρεπιγραφή

τὸ «προΐξῃ» μεταφορικῶς λέγεται ... τινῶν κατὰ τὴν ὁδόν καὶ κανονίζεται οὕτως· ἥκω τὸ ἔρχομαι, ὁ μέλλων ἥξω καὶ ὁ μέσος μέλλων αʹ ἵξομαι ἵξῃ. γράφεται δὲ διὰ τοῦ ι, ὅτι τοῦ «ἥκω» τὰ παθητικὰ πάντα διὰ τοῦ ι γράφεται· «ἀφίκομαι», «ἀφικόμην», «ἀφῖγμαι», «ἀφίξομαι»

καταπροΐξῃει καταφρονήσεις κρείττων φανήσῃ περιγενήσῃ, ἀποφύγῃς ἐκφύγοις ἂν τὴν δίκην μέλλεις ἀποφυγεῖν ἐκφεύξῃ

προΐκω τὸ προέρχομαι, ὁ μέλλων προΐξω καὶ ὁ μέσος μέλλων προΐξομαι, προΐξει.

καταπροΐξῃ: ἥκω, ὁ μέλλων ἥξω καὶ ὁ μέσος μέλλων ἵξομαι, ἵξῃ, καὶ μετὰ τῆς κατά καὶ πρό τῶν προθέσεων καταπροΐξῃ.

θαυμασίως ἥσθην λίαν, ὅτι καὶ ὁ Ζεὺς σὺν τοῖς ἄλλοις θεοῖς ὑπάρχει γελοῖος ὀμνύμενος ἐν τοῖς εἰδόσιν, ἤγουν τοῖς ἐπισταμένοις, ὅτι οὐκ ἔστι Ζεύς.

τουτέστιν ἐν ἡμῖν τοῖς μὴ σεβομένοις αὐτόν.

θαυμασίως μεγάλως λίαν παραδόξως

μετὰ καγχασμοῦ τοῦτό φησιν ὁ Στρεψιάδης· τὸ δὲ «ἐν ἡμῖν τοῖς εἰδόσιν» ἤγουν ἐν ἐμοὶ τῷ Στρεψιάδῃ.

γελοῖος ἄξιος γέλωτος

ὀμνύμενος εἰς ὅρκον προκείμενος

ἴσθι, ὅτι ὁ γέλοιος λέγεται ὁ ἄξιος γέλωτος, γελοῖος δὲ λεγέται ὁ γελωτοποιός. ἐνταῦθα οὖν τὸ γελοῖος οὐ τὸν γελώτων πρόξενόν φησιν, ἀλλὰ τὸν ἄξιον γέλωτος. ἀττικὸν δέ ἐστι τοῦτο, ὡς καὶ τὸ ὁμοῖος ὁ ὅμοιος καὶ τὸ ἀγροῖκος ὁ ἄγροικος.

εἰδόσιν γινωσκούσιν τουτέστιν ἐμοὶ καὶ τοῖς ἄλλοις σοφοῖς ὅτι οὐκ εἰσίν γνωρίμοις σοφοῖς ὑπὸ τῶν γινωσκόντων ἐπισταμένοις ἡμῖν δηλονότι

ἦ, ἦ μὴν ὄντως

μὴν συντόμως

τούτων ὧν λέγεις ἕνεκεν τῶν ἀσεβῶν λόγων

τῷ χρόνῳ μόλις διὰ τοῦ χρόνου

δώσεις δίκην τιμωρηθήσῃ τιμωρηθείης

δίκην κόλασιν τιμωρίαν

σὺ ὄντως δώσεις δίκην διὰ τοῦ χρόνου ἕνεκεν δηλονότι τούτων, ὧν βλασφήμως λέγεις κατὰ τῶν θεῶν.

ἀπόπεμψον ἀπολογίασον ἐμέ

ἀποκρινάμενος εἰπέ, ἀπολογηθεὶς ἐμοί ἀπολογίαν ἀπόκρισιν δούς

ἀποκρινάμενος: πρὸς μὲν τὴν ἐρώτησιν λέγεται ἡ ἀπόκρισις, πρὸς δὲ τὴν κατηγορίαν ἡ ἀπολογία· ἐνίοτε δὲ καὶ ἡ ἀπόκρισις ἀντὶ τῆς ἀπολογίας λέγεται

ἔχε διάκεισο

ἔχε ... ἥσυχος ἔχε ἡσυχίαν

ἥσυχος ἡσύχως

ἀποκρινοῦμαι ἀπολογήσομαι

αὐτίκα συντόμως αὐτῇ τῇ ὥρᾳ παρευθύς

σαφῶς φανερῶς ἀληθῶς

ἐγὼ γὰρ αὐτίκα ἀποκρινοῦμαί σοι: τοῦτο λέγει ὁ Στρεψιάδης πρὸς τὸν δανειστήν. εἶτα ἀπέρχεται λαβεῖν καρδόπην δεῖξαι τῷ δανειστῇ καὶ ἐρωτῆσαι αὐτόν, πῶς ταύτην καλεῖ, θηλυκῶς δηλονότι ἢ ἀρσενικῶς.

ἀποδώσειν τὰ χρέα τοὺς τόκους τὸ χρέος τὰ χρήματα δοκεῖ ἐμοί

ἀποδώσειν ... δοκεῖ τὸν Στρεψιάδην φαίνεταί μοι ἄγειν, ἃ ὀφείλει

ὁ ʼπαιτῶν ὁ ζητῶν

λέγε κτλ. τὴν σκάφην δεικνὺς τοῦτο λέγει.

τοῦθʼ ἐρωτᾷς

κάρδοπος σκάφη

ἀπαιτεῖς ζητεῖς ἐμέ

τοιοῦτος ἄγροικος ἀμαθὴς καὶ ἀπαίδευτος

οὐκ εἶπε «οὐκ ἂν ἀποδοίην σοί», ἀλλὰ οὐδενὶ ἤγουν οὔτε σοὶ οὔτε ἄλλῳ οὐδενὶ δανειστῇ, ὅστις ἂν καλέσειε κάρδοπον τὴν καρδόπην.

οὐδενί δανειστῇ χρεωστῇ

οὐδενί, ὅστις κτλ. βαρβαρίζοντι ἀνθρώπῳ

ἄρʼ τολοιπόν

ἀποδώσεις ἐμοὶ τὰ χρέα

οὔχ γρ. οὔκ

οὔχ, ... εἰδέναι «ὡς ἐγὼ γινώσκω» ἀττικῶς ἢ κατὰ τὴν ἐμὴν γνῶσιν καθὼς γινώσκω καθόσον γινώσκω ἐγώ, τουτέστι κατὰ τὴν ἐμὴν γνώμην

οὐχ ὅσον γέ μʼ εἰδέναι, τουτέστιν ὡς γινώσκω ἑαυτόν, οὕτως οὐδὲ ἀποδώσω σοί τι

οὔκουν οὐδαμῶς.

οὐκοῦν λοιπόν

ἀνύσας σπουδάσας τελειώσας

τι περισσόν

θᾶττον ταχέως συντόμως

λιταργισμοὺς ... σκιρτήματα, ἀπὸ τοῦ «λιθαργίζω» θέματος, ὃ σημαίνει τὸ ταχέως ἀπέρχομαι καὶ ὑποχωρῶ· ἀπὸ τοῦ λίαν καὶ τοῦ ἀργόν τὸ ταχὺ κατʼ ἀντίφρασιν ἀντὶ τοῦ ταχέως καὶ τοῦ ᾄττειν τοῦ ὁρμᾶν. τὸ θέμα «ἀπολιταργίζω», ὁ μέλλων ἀπολιταργίσω καὶ ἀττικῶς ἀπολιταργιῶ, τὸ δεύτερον ἀπολιταργιεῖς

λέγεται δὲ τοῦτο ἰδιωτικῶς «ἀπολιταρεῖσθαι»

λιταργισμοὺς ἐκάλουν οἱ παλαιοὶ τὰ σκιρτήματα, ἀπὸ τοῦ «λίαν ᾄττειν ἀργῶς» ἢ ἀπὸ τοῦ «λίαν ὀργᾶν ἐπὶ τὸ ᾄττειν» ἤγουν ὁρμᾶν ἐπὶ τὸ πηδᾶν

ἀπολιταργιεῖς μετὰ σπούδης ἀπέλθῃς πηδῶν μέλλεις ἀποφυγεῖν· ἀπὸ τοῦ λίαν καὶ τοῦ ᾄττω τὸ ὁρμῶ καὶ τοῦ ἀργόν ἀπορρίψῃς ἀπέλθοις φύγιος ὑποχωρήσεις

θύρας τῆς ἐμῆς μακρόθεν τῆς ἐμαυτῆς πόρτης

ἄπειμι ἀπέρχομαι ἀπελεύσομαι

καίτοι γρ. «καὶ τοῦτο».

θήσω δώσω καταθήσω ποιήσω σοι βαλῶ

σοι κατὰ σοῦ

ζῴην ἔγωγε, μέλλεις δώσειν μοι καὶ τὰ χρέη καὶ τὰ πρυτανεῖα· εἰ δὲ μηδαμῶς ζῴην, μὴ πρυτανεῖα μέλλεις δώσειν μοι οὔτε χρήματα.

ἢ εἰ δὲ μή εἰ μὴ θήσω

μηκέτι κτλ. μὴ τοῦτο ποιήσαιμι δηλονότι

προσαποβαλεῖς προσαπολέσεις ἀφαιρεθῇς στερηθήσῃ, ζημιωθήσῃ

δώδεκα μναῖς, ἃς λέγεις ὀφείλειν με σοί λίτραις δῆλον ὅ ἐστι τὸ δέκατον τοῦ τιμήματος τῆς δίκης

πρὸς σύν

καίτοι ὅμως

παθεῖν ζημιωθῆναι

καίτοι σε τοῦτό γε οὐχὶ βούλομαι παθεῖν, ἤγουν ἐλεῶ σε διὰ τὴν ἁπλότητα, καὶ οὐ θέλω παθεῖν σε τὴν ζημίαν ταύτην, προσαποβαλεῖν καὶ ἀπολέσειν τὰ πρυτανεῖα σὺν ταῖς δώδεκα μναῖς

εὐηθικῶς ἀγνώστως μωρῶς λίαν ἰδιωτικῶς

τὴν κάρδοπον ἤγουν τὴν καρδόπην κάρδοπον

ἔα φεῦ θαυμαστικόν

ἦ ἆρα ἄρα ὄντως.

Καρκίνου τοῦ ποιητοῦ

δαιμόνων ἀντὶ τοῦ «υἱῶν» παρʼ ὑπόνοιαν εἰσαγομένων ἐν τῷ δράματι θεῶν δαίμονες ... ἢ ζα ἔμπειροι ἢ ἀπὸ τοῦ πάντα μερίζεσθαι, δάσσεσθαι

τῷ Καρκίνῳ τούτῳ τρεῖς ἦσαν παῖδες, ὧν ὁ μὲν εἷς τραγικὸς ἦν ποιητής, οἱ δὲ λοιποὶ δύο ὑποκριταὶ ὀξυφωνότατοι. ἐπεὶ οὖν καὶ ὁ δανειστὴς οὗτος ὀξυτόνως τὸ «οἴμοι» ἐβόησε, τούτου ... ἔφησεν ... ἐστιν ὁ βοήσας, ὁ ὀξυφωνότατος δηλαδὴ τραγῳδίας ὑποκριτής;

κωμῳδῆσαι βουλόμενος τοὺς τοῦ Καρκίνου παῖδας ὁ ποιητὴς ἕνα τούτων εἶναι λέγει τὸν δανειστήν.

οὗτος ὁ Καρκῖνος ἔσχε τρεῖς υἱούς· Ξενοκλῆν, Ξενότιμον καὶ Δημότιμον· καὶ ..., ὁ δὲ ... ποιητής.

οὗτος ὁ Καρκῖνος οὗτος ποιητὴς ἦν τραγικός· ἔν τινι δὲ αὐτοῦ δράματι εἰσήγαγέ τινας ἐν τῷ ἑαυτοῦ δράματι τῶν θεῶν δεινοπαθοῦντας· μεταφέρει δὲ τοῦτο ἐνταῦθα παίζων

μεταφέρει δὲ ὅμως τοῦτο ἐνταῦθα ὁ κωμικὸς παίζων

ἐφθέγξατο ἐλάλησε εἶπε ἐφώνησε

κατὰ ... τρέπου ἔχων αὐτὸ τοῦτο, ἤγουν τὴν δυστυχίαν τὸ εἶναι κακοδαίμων ἔσο δυστυχῶν κακοδαίμων

τρέπου μετάβαλε

ἀπὸ τοῦ δράματος τοῦ Ξενοκλέους

σκληρὲ κακέ κακή

τύχαι δυστυχίαι

θραυσάντυγες αἱ καταθλῶσαι τὰς τῶν ἁμαξῶν αἱ συντρίψασαι αἱ συντριβῆναι ποιήσασαι τὰ ἐμὰ ἅρματα μου τὸ ἅρμα ἄντυξ, ἅρματος περιφέρεια

τοῦτο Τληπολέμου ἐστίν· ἀπῆλθε γὰρ μετὰ τοῦ ἅρματος αὐτοῦ εἰς πόλιν καὶ ῥίψαντες οἱ ἐντὸς λίθον μέγαν ἔδωκαν αὐτῆς· ἐκλάσθη τὸ ἅρμα αὐτοῦ. εἶπε δὲ τοῦτο· «ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες».

ἵππων διὰ τῶν

ἀπώλεσας Λυκιμνίου δράματος

οἱ μέν ... ἰάμβια ... ἐπτώχευσεν. ἔοικε δὲ μᾶλλον τοῦ Σοφοκλέους εἶναι ταῦτα· διὸ καὶ ἐπάγει· «τί δὲ Τληπόλεμός σε κακὸν εἴργασται», ὡς τοῦ Τληπολέμου ταῦτα εἰπόντος τὸ δὲ ... ἁρμάτων.

φασίν, ὅτι καὶ ὁ Τληπόλεμος ποιητὴς ἦν· πεποίηκε δὲ τὸν Φιλόξενον λέγοντα ταῦτα τὰ ἰαμβεῖα ἀπὸ ... δαίμων” ... ἀπώλεσας».

σε εἰς σέ ἀττικῶς πρὸς σέ

εἴργασται κακόν καὶ λέγεις τὸ ῥῆμα ἐκεῖνο

εἴργασται ἔπραξε πεποίηται

σκῶπτέ λοιδόρει ὕβριζε

ὦ τάν ὦ φίλε ὦ ἕταιρε, ὦ σύ ... μακάριος ... πολλάκις

ʼλάβεν δανεισάμενος ἐξ ἐμοῦ δανεισθείς

ἄλλως κατʼ ἄλλον τρόπον ἀλλοτρόπως μάλιστα

κακῶς πεπραγότι δεδυστυχηκότι δυστυχήσαντι δυστυχῶς πράττοντι ἐμοί· ἤγουν διατελοῦντι

τὰ παρέλκον ἀττικῶς

ταῦτα χρήμαθʼ ἃ λέγεις ἀποδοῦναί σοι λέγεις σύ βούλει λαβεῖν

ἃδανείσατο ἐδανείσθη

κακῶς ... εἶχες μωρὸς διέκεισο παραφρονῶν ἦς κακῶς ἄρα εἶχες αὐτὰ τὰ χρήματα καὶ διὰ τοῦτο ἐδάνεισας κακῶς ἄρʼ κακῶς εἶχες αὐτὰ τὰ χρήματα

κακῶς ἀθλίως

εἶχες διέκεισο

ὄντως κατὰ ἀλήθειαν ὁμολογουμένως

τοῦτο ... λόγον ἤγουν τὸ «κακῶς ἄρʼ ὄντως εἶχες», ἀλλʼ ... εἶπεν ὁ δανειστὴς ἐκτραγῳδῶν τὴν ἑαυτοῦ δυστυχίαν. ἔφη γὰρ καὶ ἄνω «κακῶς πεπραγότι».

ἐλαύνων τρέφων ἢ κινῶν τρέχων διώκων

ἵππους ... ἐλαύνων ἱπποτροφῶν ἱππεύων

ἐξέπεσον τῶν ἐμῶν πραγμάτων κατεκρημνίσθην

δῆτα ἀληθῶς

ληρεῖς φλυαρεῖς

παροιμία λεγομένη ἐπὶ τῶν ἀλόγως καὶ ἀμαθῶς πραττόντων τι κἀντεῦθεν περιπιπτόντων κακοῖς ἡ γὰρ ἀπʼ ὄνου πτῶσις βαρυτάτη, ὡς λέγουσι, καὶ μᾶλλον, εἰ συμβαίνει τινὶ ... κεφαλήν

καταπεσών παροιμία ἐπὶ τῶν μωρῶν

καταπεσών κατακρημνισθείς

ἔσθʼ τρόπος

ὑγιαίνεις σώαν ἔχεις τὴν γνώμην τὸν νοῦν ἔχεις ὑγιὴς ἔννους ὑπάρχεις εἶ

τὸν ἐγκέφαλον τὸν μυελόν, ἀντὶ τοῦ τὸν λογισμόν

τὸ «ὥσπερ» ἐνταῦθα οὐκ ἔστιν ὁμοιώσεως ἐπίρρημα, ἀλλὰ ἐπιτάσεως μέν ἐστὶ τὸ «ὡς» ἀντὶ τοῦ λίαν λαμβανόμενον, τὸ δὲ «περ» σύνδεσμος παραπληρωματικός

σεσεῖσθαι κεκινῆσθαι ταραχθῆναι

προσκεκλήσεσθαί ὑπὸ κλητόρων καὶ μανδατόρων διὰ μαρτύρων ἀπαχθήσεσθαι διὰ κλητῆρος ἐλεύσεσθαι εἰς τὸ δικαστήριον κριθήσεσθαι ἐγκληθήσεσθαι.

κάτειπέ εἶπε ἐμοὶ εἰπέ

πότερα ἄρα ἆρα

πότερον δύο σημαίνει· ἀντὶ τοῦ ἆρα καὶ πότερον ἀντὶ τοῦ ποῖον. ὁπότερον δὲ ἀντὶ τοῦ ποῖον μόνον εὕρηται

νομίζεις λογίζεσαι ὑπολαμβάνεις

ὕειν βρέχειν

ἑκάστοτʼ διὰ παντός διηνεκῶς πάντοτε ἀεί

Ἥλιος ἐτυμολογεῖται ἀπὸ τοῦ ἀλέα ἡ θέρμη.

ἢ τὸν ἥλιον ἕλκειν ὕδωρ νέον νομίζεις, φησίν, ἢ πάλιν ἀντεπαγόμενον αὐτὸ ὑπὸ τοῦ ἡλίου;

ἕλκειν ἀνατέλλειν σύρειν πίνειν

πάλιν ἐκ δευτέρου

μοι μέλει διὰ φροντίδος ἐστί μοι περὶ τούτου ἢ τοῦτο ἤγουν φροντίς μοί ἐστι

δίκαιος εἶ θέλεις

δίκαιος ἄξιος

τῶν μετεώρων τῶν οὐρανίων πραγμάτων τῶν ἐπέκεινα τῆς γῆς ἀερίων ἀπὸ τῶν ὑψηλῶν

σπανίζεις ἔνδειαν ἔχεις στερῇ, ἐνδεῶς ἔχεις ὥστε ἀποδοῦναί μοι τὸ ὅλον δάνειον σὺν τῷ τόκῳ

τἀργυρίου τοῦ κεφαλαίου

τὸν τόκον τὸν κάματον τὴν αὔξησιν τῆς ὀζούρας τὴν ὀζούραν

ὁ τόκος λέγω

τόκος ... θηρίον τόκος γὰρ ἐπὶ θηρίου λαμβάνεται

τι μέγα ποταπόν.

τἀργύριον ὁ τόκος

γίνεται αὐξάνει

αἰεὶ ὅτι

ὑπορρέοντος γρ. ἐπιρρέοντος

ὑπορρέοντος παρατρέχοντος κατὰ μικρὸν τρέχοντος ὑποτρέχοντος

τοῦ χρόνου τοῦ καιροῦ

τί δῆτα ἐρεῖς περὶ οὗ σε βούλομαι ἐρωτᾶν ἐρεῖς πρὸς τοῦτο

ἔσθʼ ὅτι τρόπος ἔστιν ὅτε καιρὸς ὁπότε ὅτε

ἴσην ὁμοίαν οὐ περισσοτέραν

δίκαιον εὔλογον

κακόδαιμον δυστυχέστατε κακότυχε ἄθλιε

τὸ «οὐδὲν» μετὰ τοῦ «πλείων» σύναπτε, ἵνα ᾖ «αὕτη μέν, ὦ κακόδαιμον, οὐδὲν πλείων γίνεται»

ἐπιρρεόντων ἐπερχομένων ἐπεισερχομένων εἰσερχομένων εἰσβαλόντων ἐμβαλλόντων τρεχόντων εἰς αὐτήν

ζητεῖς θέλεις ἐθέλεις

πλεῖον περισσότερον αὐξῆσαι

ἀποδιώξεις ἀπορρίψεις ἀποδιώκεις

σαυτὸν τὸν αὐθεντήν σου· πρὸς τὸν ἵππον

φέρε μοι πρὸς τὸν αὐτοῦ θεράποντά φησιν ὦ παῖ

τὸ κέντρον ἵνα πλήξω τοῦτον ὡς ἵππον ἵνα πλήξω αὐτόν τὸ πλῆκτρον

ταῦτʼ εἰς

μαρτύρομαι ἐκμάρτυρα ποιῶ μαρτυρίαν εἰς μαρτυρίαν ἐπικαλοῦμαι εἰς μαρτυρίαν μάρτυρα τίθεμαι μάρτυρας καλῶ

ὕπαγε γρ. ἄπαγε

ὕπαγε τοῦτο πρὸς τὸν δανειστήν ὦ σαπφόρα

ὕπαγε ἀπέρχου

μέλλεις πρὸς τὸν ἵππον ἀργεῖς

ἐλᾷς ἐλαύνεις σαυτόν, ὦ ἵππε διώκεις αὐτόν

σαπφόρα μωρέ ὄνομα ἵππου ἵππε σαπφόραν τὸν ἵππον λέγει διὰ τὸ ἔχειν τὸ οὖς κεχαραγμένον

δῆτʼ ἀληθῶς λοιπόν

ἐπεί, εἰ μὴ ἀπέλθῃς, συντρίψω σε ἐπεὶ ἁλῶ, διώξω σε, τὸν ἵππον σειραφόρον, ἄπελθε ὥσπερ ἐκεῖνος κόμιζε· εἰ δὲ μή, συντρίψω.

ἄξεις ἐπεὶ ἁλῶ: λήψῃ καὶ κομίσεις τὰ χρήματα, ἐπεὶ κρατήσω σε κεντῶν τὸν ἵππον τὸν ἐμὸν σειραφόρον κεντῶν ὑπὸ τὸν πρωκτόν.

ἄξεις ἀποκομίσεις ἀπάξεις τὰ χρήματα λήψει τὸ χρέος φέρεις κομίσεις αὐτόν

ἁλῶ κρατήσω σε νικήσω, συντρίβω.

γρ. καὶ «ἐπὶ ἅλω» ἤγουν ἐπὶ ἅλωνα

κεντῶν πλήττων τιτρώσκων

τὸν πρωκτόν τὸν κῶλον.

σειραφόρον τὸν ἕλκοντα τὸ ἅρμα τὸν ἵππον τὸν σειραῖον

σειρὰ ὁ δεσμὸς τοῦ ἵππου λέγεται, ἀφʼ οὗ σειραφόρος ὁ ἵππος ὁ φέρων τὴν σειράν

φεύγεις τοῦτο πρὸς τὸν ἵππον τοῦ κινήσαντος ὦ δανειστά

ἔμελλον εἰ οὐκ ἔφυγες

κινήσειν παρακινήσειν ἤτοι εἰς φυγὴν τρέψειν διὰ τοῦ κέντρου διώξειν

σύναπτε τὸ «κινήσειν ἐγὼ» πρὸς τὸ «αὐτοῖς τροχοῖς τοῖς σοῖς».

ἐπιβαλών σοι τὴν μάστιγα καὶ δαίρων τὸν πρωκτόν.

τελευταῖος ... ἰάμβων

αὐτοῖς τροχοῖς τοῖς σοῖσι ἤγουν διὰ τῶν τροχῶν αὐτῶν καὶ τῶν ἁρμάτων, ἃ ὠνησάμην διὰ τῶν σῶν χρημάτων δανεισάμενος τὰ χρήματα ἀπὸ σοῦ. τοῦτο γὰρ βούλεται λέγειν τὸ «τοῖς σοῖσιν»

αὐτοῖς τροχοῖς μετὰ διὰ τῶν αὐτῶν τροχῶν

ξυνωρίσιν τῇ τῶν ἵππων δυάδι τοῖς ἵπποις τῶν ἁρμάτων τῶν δύο ξυνωρίς, ἅρμα ἵππων ἐζευγμένον

τοῦ παρόντος χοροῦ τὰ κῶλα ιηʹ· τὸ αʹ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον· τὸ βʹ παιωνικὸν δίμετρον ἐκ παίωνος βʹ καὶ βακχείου· τὸ γʹ χοριαμβικὸν ὅμοιον, ἐκ δύο διϊάμβων· τὸ δʹ παιωνικὸν ὅμοιον, ἐκ βʹ παιώνων δευτέρων· τὸ εʹ ἰαμβικὸν τρίμετρον καταληκτικόν· τὸ Ϟʹ δίμετρον ἐξ ἀμφιμάκρου καὶ δισπονδείου· τὸ ζʹ δίμετρον ἐκ βʹ ἐπιτρίτων δευτέρων· τὸ ηʹ δίμετρον ἐξ ἀμφιμάκρου, παλιμβακχείου καὶ ἰάμβων βʹ· τὸ θʹ δίμετρον ἐκ χοριάμβου καὶ ἐπιτρίτου αʹ· τὸ ιʹ ἐκ παίωνος δʹ καὶ ἐπιτρίτου αʹ· τὸ ιαʹ ἐκ διιάμβου καὶ ἰωνικοῦ ἀπὸ μείζονος· τὸ ιβʹ ἐξ ἐπιτρίτου γʹ καὶ διιάμβου· τὸ ιγʹ δακτυλικὸν μονόμετρον· τὸ ιδʹ ἐξ ἐπιτρίτου βʹ καὶ ἀμφιβράχεος· τὸ ιεʹ ὅμοιον αὐτῷ κατὰ πάντα· τὸ ιϞʹ ὅμοιον αὐτοῖς· τὸ ιζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ιηʹ ὅμοιον καταληκτικόν.

οἷον τὸ προαναφώνησις

οἷον θαυμαστικόν δεινόν μέγα τι χαλεπόν

ἐρᾶν ἐπιθυμεῖν τινά ἐπιθυμίαν ἔχειν

φλαύρων ἀπρεπῶν

φλαύρων φαύλων, κακῶν, πονηρῶν

πρᾶγμά ἐστι μέγα ἄνθρωπον ἐπιθυμεῖν κακῶν

ὁ γὰρ γέρων ὅδʼ ἐρασθεὶς ὁ γὰρ γέρων οὗτος ἐρασθεὶς ἤτοι ἐπιθυμίαν κτησάμενος

καὶ γὰρ οὗτος ὁ γέρων ἐπιθυμίαν λαβὼν ἀδικῆσαι

βούλεται ἀποστερῆσαι τοὺς δανειστὰς τὰ χρήματα, ἃ ἅτινα ἐξ αὐτῶν ἐδανείσατο

ἐρασθεὶς ἐπιθυμήσας τοιούτων τοῦ ἀδικεῖν φλαύρων φλαύρων πραγμάτων

ἀποστερῆσαι κρατῆσαι

ʼδανείσατο δανειακῶς ἔλαβε

ὅπως ὅτι τρόπος πῶς ἵνα

καὶ τοῦτο ποιῶν οὐκ ἔστι τρόπος, ὅπως οὐ λήψεται τήμερον τὶ πρᾶγμα ἤγουν αἴτιόν τι, ὃ ποιήσει αὐτόν, τὸν σοφιστήν, τὸν γέροντα λαβεῖν ἤτοι παθεῖν κακόν τι, χάριν δηλονότι ἐκείνων, ὧν ἤρξατο ἐξαίφνης πανουργεῖν.

ἤγουν αὐτὸ τὸ ἀδικῆσαι, ὅπερ ποιήσει αὐτόν, τὸν ἀπατεῶνα, λαβεῖν τι κακόν, ὧν ἤρξατο πανουργεῖν, ἤγουν ἕνεκα τοῦ πανούργου καὶ ἀδίκου αὐτοῦ σκοποῦ.

λήψεται λάβῃ μέλλει λαβεῖν

τὸν σοφιστήν τὸν Στρεψιάδην

πανουργεῖν διαβουλεύειν ἀδικεῖν κακοτροπεῖν

ἐξαίφνης παραυτίκα αἰφνιδίως

τι κακὸν λαβεῖν ἕνεκεν τῆς ἀδικίας

λαβεῖν παθεῖν ὥστε

αὐτὸν τὸν Στρεψιάδην τὸν γέροντα

αὐτίχʼ παρευθύς

πάλαι πρὸ πολλοῦ ἐκ πολλοῦ ἐκ παλαιοῦ

ἐζήτει ἐσπούδαζεν ἤθελε.

δεινόν ἐπιτηδεῖον χαλεπόν σοφόν

γνώμας διανοίας, εὑρήσεις νοήματα

ἐναντίας τοῖς δικασταῖς

ἅπαντας τοὺς ὅλους τοὺς ἄλλους

ξυγγένηται συνομιλήσει συνομιλήσοι συνέλθοι μέλλει διαλέγεσθαι

παμπόνηρα πάνυ λίαν πονηρά λίαν κακά ἀδικώτατα κάκιστα ψεύσματα

βουλήσεται ὁ Στρεψιάδης

φέρειν ὑπομένειν οἷός τʼ δυνατός

κἄφωνον ἄλαλον μὴ φθεγγόμενον μὴ δυνάμενον ὁμιλεῖν

ἰοὺ ἰού μονόμετρον ἀκατάληκτον

ὁ πρεσβύτης ... τοῦ ἰδίου παιδὸς τετυμμένος. διαβάλλει δὲ κἀνταῦθα τὸν Σωκράτην λάθρᾳ ὡς μὴ σωφροσύνην καὶ πραότητα διδάσκοντα τοὺς νέους, ἀλλὰ θρασύτητα καὶ ἀλαζονείαν, ὥστε καὶ τοὺς αὐτῶν τύπτειν πατέρας.

σύστημα κατὰ περικοπήν. διπλῆ ἡ εἴσθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους κγʹ.

ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι κγʹ, ὧν τελευταῖος καὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι.

δημόται συνδημόται πολῖται τοῦ δήμου ἄνθρωποι συντοπῖται

σημείωσαι· «ἀμυνάθατε» διὰ τοῦ θα ἀσυνήθως δέον διὰ τοῦ θε

ἀμυνάθατέ «ἀμύνω» κοινόν, «ἀμυνάθω» ποιητικόν

ἀμύνασθέ τιμωρήσατε ἀμυνάθειν, ἀμύνειν, βοηθεῖν

τυπτομένῳ δαιρομένῳ

πάσῃ τέχνῃ τὸ «πάσῃ τέχνῃ» πρὸς τὸ «ἀμύνατε» συναπτέον σπουδῇ διὰ κατὰ πάσης σπουδῆς διὰ πάσης μηχάνης

γνάθου ἐν ᾗ ἀνθεῖ τὸ γένειον σιαγόνος παρείας

μιαρέ μεμιασμένε Ὀρέστα ἀναιδές

φήμʼ ναὶ λέγω

ὁμολογοῦνθʼ λέγοντα

τύπτει δαίρει

μάλα λίαν περισσοτέρως

μιαρὲ Ὀρέστα μεμιασμένε

πατραλοία τύπτων τὸν σὸν πατέρα

τοιχωρύχε κλέπτα τύπτων τοὺς φίλους

ταυτὰ τὰ ὅμοια τὰ ὁμοῖα

λέγε ἀποκάλει

ὅτι λίαν

χαίρω ἀγάλλομαι εὐφραίνομαι ἥδομαι

χαίρω πόλλʼ ἀκούων κακά: εἰκότως τοῦτό φησι τὸν ἄδικον μεμαθηκὼς λόγον.

λακκόπρωκτε ἐρραφανιδωμένε ἐξηκωλωμένε

πάττε ῥαῖνε ἐμέ

τιμὴ μεγάλην ἡγεῖτο τὰς ὕβρεις, ἃς αὐτὸν ὕβριζεν ὁ πατὴρ αὐτοῦ Στρεψιάδης, τὸν Φειδιππίδην δηλονότι· διὸ καὶ ὑβριζόμενος ἔλεγε «πάττε με πολλοῖς ῥόδοις»

τύπτεις δαίρεις

ἐν δίκῃ δικαίως

ἔτυπτον ἀντὶ τοῦ τύπτω

μιαρώτατε μεμιασμένε λίαν μιαρέ

γένοιτʼ δυνατόν

τύπτειν δαίρειν σέ· ἀντὶ τοῦ τύπτεσθαι

ἐν δίκῃ δικαίως

καὶ πῶς γένοιτο ἂν τοὺς υἱοὺς τύπτειν τοὺς ἑαυτῶν πατέρας ἐν δίκῃ;

νικήσω ὑπερβάλλω ὑπερβαλῶ κατανικήσω

τουτὶ κατὰ τοῦτο

ἑλοῦ πρόκρινε πρόκριναι ἢ λάβε

τὸν κρείττονʼ τὸν δίκαιον ἑλοῦ τὸν καλλιότερον

τὸν ἥττονα τὸν ἄδικον τὸν ἐλάττονα

ὁ δὲ παλαιός· ἀντὶ τοῦ «ἐξεπαίδευσα»· ἢ τοῦτο ἢ ἀντὶ τοῦ «ἐδίδαξα», τὸ παθητικὸν ἀντὶ ἐνεργητικοῦ.

ἐδιδαξάμην μαθεῖν ἐποίησα

μέντοι περισσόν ὅμως

μέλε ἄθλιε

ὦ μέλεε νὴ Δία ἔγραφον «ὦ μέλεʼ νὴ Δίʼ».

δικαίοις πράγμασι

ἀντιλέγειν ἐναντίως φθέγγεσθαι ἐναντιοῦσθαι ὥστε

ταῦτά γε ἐγίνωσκον δηλονότι κατά

εἰ ταῦτά γε μέλλεις: ἀρχὴ ἑτέρα ἐντεῦθεν. εἰ μέλλεις καταπείσειν ἐμὲ κατὰ ταῦτα, ἃ φῄς

ἐδιδαξάμην: ὦ μέλεε, ἐδιδαξάμην ἐγώ σε χρῆσθαι τῷ ἀδίκῳ λόγῳ ὥστε ἀντιλέγειν τοῖς δικαίοις. εἰ δὲ ἔμελλες ἀναπείσειν ἐμέ,

ὅτι δίκαιόν ἐστι καὶ καλὸν τύπτεσθαι τὸν πατέρα ὑπὸ τῶν υἱέων, οὐκ ἂν ἐδιδαξάμην ἄν σε δηλονότι τὸν ἄδικον λόγον ἤγουν διδαχθῆναι ἔσπευσα

εἰ εἰς

μέλλεις ὅτι ἔμελλες

ἀναπείσειν καταπείσειν ἐμέ ἀντιλέγειν

τύπτεσθʼ δαίρεσθαι

υἱέων τέκνων παίδων αὐτῶν υἱῶν

τῶν υἱέων οὐκ ἂν δηλονότι ἐποίουν τοῦτο οὐκ ἂν ἐδιδαξάμην σε τοιοῦτον λόγον· τὸ σχῆμα ἀποσιώπησις

οἴομαι θαρρῶ νομίζω ὑπολαμβάνω

μέντοι ἀργόν ὅμως

ἀναπείσειν καταπείσειν ἀντιλέγειν

ἀκροασάμενος ἀκούων

τελευταῖος ... ἰάμβων

καὶ μὴν ὡς ἐν συντόμῳ

μὴν λοιπόν

καὶ παρέλκον

ἀκοῦσαι μαθεῖν

ἓξ ὄντων τῶν παρόντων κώλων τὸ αʹ ἰαμβικόν ἐστι τρίμετρον ἀκατάληκτον· ὁμοίως καὶ τὸ γʹ· τὸ βʹ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον· ὁμοίως καὶ τὸ δʹ· τὸ εʹ ἰαμβικὸν τρίμετρον καταληκτικόν· τὸ Ϟʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον· καὶ ἑξῆς στίχοι ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ λεʹ, ὧν τελευταῖος «ἐξέφερον ἂν καὶ προυσχόμην».

σὸν ἔργον ἴδιόν σου σὴ χρεία ὑπάρχει ἐστί φροντίδος χρεία ἐστί σοι

ἔργον φροντίς

φροντίζειν σκοπεῖν μελετᾶν διανοεῖσθαι

τὸ ὅπη καὶ πῆ ἀντὶ τοῦ ὅπως καὶ πῶς. ὅποι δὲ διὰ διφθόγγου καὶ ποῖ ἀντὶ τοῦ ὅπου καὶ ποῦ.

τὸν ἄνδρα τοῦτον· τὸν Φειδιππίδην

κρατήσεις καταβάλῃς

ὡς ὅτι ἐπεί

πέποιθεν θαρρεῖ, θάρρος εἶχεν

ἀκόλαστος ἀκρατής τολμηρός ἀκράτητος ἀναίσχυντος ἀναιδής καὶ αἰσχρός

ἀλλὰ δῆλόν ἐστι τὸ λῆμα τοῦ ἀνθρώπου ἤτοι ἡ θρασύτης καὶ τὸ φρόνημα τοῦ ἀνθρώπου, ὅτῳ ἤγουν ὑφʼ οὗτινος θρασύνεται καὶ ἀλαζονεύεται οὕτως

ἔσθʼ τρόπος τι ἐκεῖνο δυνατόν

ὅτῳ ὑφʼ οὗ ὑφʼ οὗτινος ἐφʼ ᾧτινι

θρασύνεται ἐπαίρεται ἀλαζονεύεται

ἐξ ὅτου ἀφʼ οὗ καιροῦ ἀφʼ οὗ χρόνου

ἡ μάχη ἡ λογομαχία ὑμῶν

ἤδη ἀπὸ τοῦ νῦν ἀπὸ τότε

χορόν τῶν Νεφελῶν ἐμέ

πάντως ἀναγκαίως ὁμολογουμένως ἀληθῶς

δράσεις δρᾶσον

τετράμετρον ἀκατάληκτον.

καὶ μὴν λοιπόν

ὅθεν ἀπὸ ποίου τρόπου ἀφʼ ἧς αἰτίας ἀφʼ οὗ ἐκ τίνος

λοιδορεῖσθαι ὑβρίζειν φιλονεικεῖν πρὸς ἀλλήλους λογομαχεῖν καὶ ὑβρίζεσθαι ὑβρίζεσθαι ἀλλήλους

εἱστιώμεθʼ εὐωχούμεθα ἐτρώγομεν ἐσιτούμεθα ἐδειπνοῦμεν ἐγευόμεθα

λύραν μουσικήν κιθάραν

λαβόντʼ κρατήσαντα

ʼκέλευσα εἶπον εἶπεν ὥρισα προσέταξα

τοῦτο τὸ μέλος Σιμωνίδου ... ἀεικείως ... παλαιστὴς αἰγινήτης. ἐπίσημος, οὗ ὁ Σιμωνίδης, ὃς ἦν ποιητὴς λυρικός

«ἐπέξαθʼ ὁ Κριὸς οὐκ ἀεικέως ἐλθὼν εἰς δένδρον ἀγαθὸν Διὸς τέμενος».

Σιμωνίδης ἦν παλαιστὴς αἰγινήτης

τὸν Κριὸν ὡς ἐπήχθη: τοῦτο τὸ μέλος ἐκ τῶν τοῦ Σιμωνίδου ἐστίν· ἐκεῖνος γὰρ οὕτω φησίν· ἐπήξαθʼ ὁ Κριὸς οὐκ ἀκαίρως. ἦν δὲ ὁ Κριὸς οὗτος παλαιστὴς αἰγινίτης.

ᾆσαι μέλψαι ὑμνῆσαι μελῳδῆσαι εἰπεῖν μετʼ ᾠδῆς ψᾶλαι

μέλος τὴν ᾠδήν τι ῥυθμόν

ὡς λέγων δὴ ὥσπερ

ἐπέχθη ἐπλάκη περιεπλάκη ἐγένετο, ἦλθε ἐκουρεύθη, ἐκόπη· ἀπὸ τοῦ πέκω.

ἐπήχθη γρ. ἐπαίχθη.

ἐπᾴχθη ἐπήχθη, ἐπράχθη ἢ ἐπαίχθη

ἐπήχθη κατεσκευάσθη ἐγένετο, ἦλθε

εὐθὺς παραυτίκα παρευθύς

ἀρχαῖον παλαιόν μάταιον

τὸ κιθαρίζειν ἐπὶ τραπέζης μετὰ κιθάρας ᾄδειν

πίνονθʼ τόν

κάγχρυς κριθήν κέγχρους κέχρυας

καθάπερ τινὰ γυναῖκα κριθὰς ἀλοῦσαν· διαβάλλει δὲ λεληθότως τὸ τῶν γυναικῶν γένος, αἷς ἔργον πίνειν καὶ ἕτερόν τι διαπραττομέναις.

ἄρα περισσόν δή

πατεῖσθαι τρίβεσθαι ἀπατεῖσθαι

ᾀδεῖν τραγῳδεῖν

ὡσπερεὶ καθά καθαπερεί καθάπερ

τέττιγας ἡμᾶς

ἑστιῶντα ἐμὲ σέ· ἢ ὥσπερ ἑστιῶντα τέττιγας τρώγοντα

μέντοι ὅμως

ἔλεγεν ἔψαλλεν

κακὸν ἄτεχνον

μόλις ὀψέ δυσκόλως βραδέως καὶ βίᾳ μετὰ βίας ἤκουον

ἠνεσχόμην ὀνειδισμόν ὑπέφερον

ἐκέλευσʼ ὥρισα προσέταξα εἶπεν

μυρρίνην μυρσίνην

λαβόντα κρατήσαντα

ἢ ὅτι ἐν Αἰσχύλου ... ᾄδων, ἢ ὅτι κλάδους κατέχοντες μυρρίνης ᾖδον τὰ τοῦ Αἰσχύλου ποιήματα.

ἀλλὰ κτλ. ἔθος ἦν τὰ Αἰσχύλου ποιήματα ᾄδειν ἐστεφανωμένους μυρρίνῃ

μυρρίνης γὰρ κλάδον κατέχοντες ᾖδον τὰ τοῦ Αἰσχύλου

τῶν Αἰσχύλου μελῶν ἀπὸ ἐκ τῶν ποιημάτων τοῦ

εἶπεν οὐκ ἐάσω δηλονότι

γὰρ καί

πρῶτον ἐν ποιηταῖς: ἤγουν παλαιότατον· καθάπτεται δὲ ὅμως αὐτοῦ λέγων «στόμφακα» καὶ «κρημνοποιόν».

πρῶτον εἶναι δηλονότι τάττεσθαι δῆλον κρείττονα μείζονα καταρχάς

ποιηταῖς τοῖς ἄλλοις

ψόφου ματαίου κτύπου κρότου

πλέων πλήρη πλέον γεμάτον ἔμπλεων

ἀσύστατον ταραχώδη ἀσύμφωνον ἐν τῇ τάξει ἄμουσον

στόμφακα στωμύλον κομψόν μετεωρολόγον

κρημνοποιόν τὸν μεγάλας λέξεις ποιοῦντα τραχύν μετεωρολόγον τραχυλέκτην κρημνοὺς παρεισάγοντα

κἀνταῦθα τότε ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐν τούτῳ

πῶς κατὰ πολύ

ὀρεχθεῖν ταραχθῆναι, λυπηθῆναι ἐκταθῆναι πρὸς λύπην ἢ θυμόν διεγερθῆναι κατὰ τούτου δηλονότι ὀρέχθει ... ἡ λέξις τίθεται

ὅμως πάλιν

τὸν θυμὸν τὴν ὁρμὴν ἢ τὴν ὀργήν

δακὼν χαλινώσας

ἀλλὰ κἄν

νεωτέρων ποιητῶν πραγμάτων

τὰ ... ταῦτα ἢ τὰ ἔπη νοητέον, ἢ οἵπερ εἰσὶν οἱ σοφοὶ οὗτοι ποιηταί εἰρωνεύεται τοὺς ὁμοχρόνους ποιητάς ποιήματα

σοφὰ φρόνιμα συνετά

ᾖσεν ἔλεγεν ἐμελῴδησεν εἶπεν ἐμμελῶς ἔψαλεν ἔμελψεν

ῥῆσίν τὸν λόγον ῥητόν τεμάχιον ἔπος

ὡς πῶς

ἐκίνει ἔφθειρε συνουσιάζετο ἐσυνουσίαζε ἐμόλυνε

τὴν Κανάκην ὁ Μακαρεύς. σημειοῦται τὸν Εὐριπίδου Αἰόλον, διότι καὶ γέγραπται δρᾶμα Εὐριπίδου Αἰόλος οὕτω λεγόμενον. ἐκεῖ γὰρ τὰς ἀδελφὰς γαμοῦσιν ἀδελφοί.

ἐν Αἰόλου δράματι ... Κανάκην τὴν ἀδελφὴν αὐτοῦ. ἐπεὶ δὲ ἐξῆν γαμεῖν ... μόνον ἀδελφάς· οἱ γὰρ ὁμογάστριοι μᾶλλον πεφιλημένοι ἀλλήλοις, εἰς αὔξησιν ... τὸ «ὁμομητρίαν» ... εἶτα ἐσχετλίασεν ἐπαγαγὼν τὸ «ἀλεξίκακε» ... ἐπίθετον.

οὐ μὴν καὶ τὰς ὁμομητρίους, διὰ τὸ τοὺς ὁμομητρίους μᾶλλον ἀλλήλοις πεφιλημένους εἶναι, ἐνταῦθα ὁ ποιητὴς ἐξᾶραι βουλόμενος τὸ κακὸν προσέθηκε τὸ «ὁμομητρίαν». σχετλιάζων δʼ ἔθηκε διὰ μέσου τὸ «ὦ ἀλεξίκακε»· ἔστι δὲ ἐπίθετον τοῦ Ἡρακλέους.

ὦ ʼλεξίκακε ὦ Ἡράκλεις φεῦ, Ἄπολλον διῶκτα τῶν κακῶν Ζεῦ

ὥσπερ ἐστὶ τὸ «ὦ Ἄπολλον» ἐπὶ ἀποτροπῆς, οὕτω καὶ τὸ «ὦ ἀλεξίκακε»· τὸ δὲ «ὦ Ἡράκλεις» ἐπὶ θαυμασμοῦ λαμβάνεται

τὸ «ὦ ἀλεξίκακε» ἐπὶ σχετλιασμοῦ καὶ λαμβάνεται διὰ μέσου

ὁμομητρίαν τὴν ἐκ μιᾶς καὶ τῆς αὐτῆς αὐτῷ ἀδελφήν τὴν ἐκ τῆς αὐτῆς μητρός

ἐξαράττω ἔπληττον ἐτάραττον, ἔβαλον κατέβαλλον ἐλοιδόρουν αὐτὸν δηλονότι

κακοῖς λοιδορίαις ἔπεσι

πολλοῖς καἰσχροῖσι λόγοις ἀσχήμοσι ῥήμασι διὰ ... λόγων ὀργανικῶς

εἰκός ἀκόλουθόν ἐστι πέφυκε γίνεσθαι ἐνδεχόμενον πρέπον ὑπῆρχε πρέπει

ἔπος πρὸς ἔπος λόγον πρὸς λόγον

ἠρειδόμεσθʼ γρ. ἠριζόμεσθα

«ἔπος πρὸς ἔπος ἠρειδόμεθα» ἀντὶ τοῦ «ἑκάτερος τοῖς οἰκείοις λόγοις ἐπιστηριζόμενος ἐνιστάμεθα καὶ ἀντελέγομεν ἀλλήλοις».

ἐπαναπηδᾷ ἐπάνω μου ἐπήδησεν ἐμοῦ ἄνω πηδᾷ

κἀσπόδει ἐν τῇ κόνει ἐπὶ τῆς κόνης εἷλκε ἐν τῇ γῇ βάλλων ἔθλιβε ἐν τῇ γῇ κατεπάτει κονιορτοῦ ἐπλήρου

οὐκοῦν λοιπόν

ἐπαινεῖς θαυμάζεις λίαν εἶναι.

σοφώτατόν λέγεις

ὢ φεῦ

τί τίνα

εἴπω ἵνα καλέσω ὀνομάσω

αὖθις πάλιν ἐκ δευτέρου

αὖ περισσόν πάλιν

τυπτήσομαι ἔαν εἴπω τι τοιοῦτον εἰ εἴπω σοί τι τυφθήσομαι ὑπὸ σοῦ

ἐνδίκως τυπτήσῃ τυφθήσῃ τυπηθήσῃ δικαίως

δικαίως τυπτήσομαι τύψεις

ʼναίσχυντέ ἀναιδέστατε

ἐξέθρεψα ἀνέθρεψα

αἰσθάνομενός νοῶν

πάντα κατά

γε ποτέ

τὸ «βρῦν» πρόσφθεγμα παιδικῶν καὶ νηπίων.

πρόσφθεγμα παιδικόν

βρῦν εἴποις διʼ οὗ ἐμφαίνουσι τὰ βρέφη, ὅτι βούλονται πιεῖν

βρῦν ὕδωρ πιεῖν νηπιώδης φωνή

γνοὺς νοήσας

ἐπέσχον ἔδωκα ἐδίδουν

οὐ μόνον ... τὸ κωλύω σημαίνει, ἀλλὰ ... παρέχω καὶ τὸ ... ἡ ἐπί ἔν τισι τὸ αὐτὸ σημαίνουσιν.

μαμμᾶν τὸν ἄρτον φασὶ τὰ βρέφη

μαμμᾶν ἐσθίειν ἄρτον ψωμόν, φαγεῖν.

αἰτήσαντος ζητήσαντος

φέρων κομίσων

ἄρτον ψωμίον ψωμόν.

κακκᾶν εἰπόντος χέσειν.

δʼ καί

ἔφθης προέλαβες ἔφθασας

φράσας οὕτω τελείως εἶπαι εἰπεῖν, φράσαι.

λαβὼν κρατήσας

θύραζε ἐκτὸς ἔξω τῆς θύρας τῆς πόρτας

τελευταῖος ... ἰάμβων

προυσχόμην ἐλάμβανον ἔξω ἔμπροσθέν μου ἐκράτουν

ἀπάγχων ἀποπνίγων

τὰ εʹ ταῦτα κῶλα δίμετρά εἰσιν ἰαμβικά, τὰ μὲν δʹ ἀκατάληκτα, τὸ δὲ εʹ καταληκτικόν. τὰ δʼ ἑξῆς Ϟʹ κῶλα τοῦ χοροῦ ἀντίστροφά εἰσι τοῖς τῆς ὄπισθεν στροφῆς, τῆς «σὸν ἔργον, ὦ πρεσβῦτα», καί εἰσιν ὅμοια κατὰ πάντα τοῖς κώλοις ἐκείνης. ἐφεξῆς δὲ στίχοι ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ μζʹ.

βοῶντα λέγοντα

κεκραγόθʼ καὶ κράζοντα φωνοῦντα

χεζητιῴην ὀρέγομαι χέσειν ἐπιθυμῶ βούλομαι χέσαι χέσαι θέλω

ἔτλης ἠθέλησας ὑπέμεινας

ʼξενεγκεῖν φέρειν κομίσαι ἐκβαλεῖν ἐκτὸς βαλεῖν

μιαρέ μεμιασμένε

ἀποπνιγόμενος βιαζόμενος ὑπὸ τῆς βίας ὑπὸ σοῦ

αὐτοῦ ἐν τῇ οἰκίᾳ ἐνταῦθα ἐν αὐτῷ τῷ τόπῳ

κακκᾶν τὸ χέσειν· ἤγουν ἐνταῦθα ἔχεσα

πηδᾶν κινεῖσθαι μετεώρους γενέσθαι ἀκουσάσας

λέξει λέξοι.

εἰ γὰρ λεγόντων καθʼ ἑαυτοὺς τῶν νέων

τοιαῦτα ἔργα πονηρά

ἐξειργασμένος ποιήσας πεποιηκώς ἐργασάμενος

λαλῶν λέγων δημηγορῶν διαλεγόμενος λαβών

ἀποροῦσιν ... τῶν γερόντων ... μόνον ἤτοι ἄντικρυς τοὺς πατέρας ... λαμβάνει· σὺ δὲ ... οἶμαι τὰς ... λαβὼν καὶ δημηγορῶν ... τοῦ αἰδοίου αὐτῶν ... οὕτω «λάβοιμεν ... νόει.

ἀποροῦσιν ... ὁ χορὸς ... εἶπε· λύοντες δέ τινες τὴν ἀπορίαν εἰς ψυχρὰν λύσιν τὸν λόγον ἀποδιδόασιν. ἀλλὰ σὺ οὕτω λέγε· οἶμαι τὰς ... λεγόντων δηλονότι καθʼ ἑαυτοὺς τῶν νεωτέρων τάδε· εἰ γὰρ ταῦτα οὗτος ἐξειργασμένος, εἶτα λαλῶν ... ὅτι ἀληθῆ ... λάβοιμεν ἂν ἤγουν ἐκδείροιμεν αὐτούς, ἀλλʼ ... ἐρεβίνθου αὐτῶν ἤγουν τοῦ αἰδοίου φεισαίμεθα ἂν ... νόει.

ἀντὶ τοῦ «ἐκδείροιμεν ἂν αὐτούς»

τῶν γεραιτέρων τῶν νικηθέντων γερόντων

ἀλλʼ καί

οὐδʼ ἐρεβίνθου τοῦ αἰδοίου φεισαίμεθα ἄν

ἀλλʼ ... ἐρεβίνθου τοῦ αἰδοίου αὐτῶν τὸ ἐρεβίνθου δέρμα ἐάσομεν αὐτοῖς τῶν αἰδοίων τὸ δέρμα καταλείψομεν αὐτοῖς

σὸν ἔργον ἀποστροφὴ τὸ σχῆμα πρὸς τὸν Φειδιππίδην χρεία σή

καινῶν ἐπῶν τῶν παραδόξων τούτων, νέων λόγων

κινητὰ ζητητά

μοχλευτά ἐφευρετά ζητητά μοχλοί, κλεῖθρα· μοχλεύειν, κινεῖν

πειθώ δύναμιν ῥητορικὴν καταπείθειν πιθανότητα δύναμιν καταπειστικήν συστατικήν ῥητορικήν

ὅπως ὥστε ἵνα πῶς τίνι τρόπῳ

δόξεις ὑπολάβῃς, φανήσῃ.

δεξιοῖς ἐπιτηδείοις μεγάλοις

ὁμιλεῖν συγγίνεσθαι συνεῖναι γυμνάζεσθαι

καθεστώτων ὑπαρχόντων γεγραμμένων καὶ ὄντων

ἱππικῇ τῇ λατρείᾳ τῶν ἵππων

τρίʼ πολλά

ῥήμαθʼ λόγια λόγους

οἱός τʼ ἦν δυνατὸς ὑπῆρχον ἦν ἐφευρεῖν

ἐξαμαρτεῖν βαρβαρίσαι σφαλῆναι ἐκπληρώσω τὸ ἁμαρτεῖν ὃ μέλλω

οὑτοσὶ ὁ ἐμὸς πατήρ οὑτοσὶ αὐτός ὁ πατήρ μου; οὑτοσὶ ὁ Στρεψιάδης

γνώμαις βουλαῖς διακρίσεσι νοήμασι θεωρίαις, ζητήσεσι φροντίσι

γνώμαις λεπταῖς λεπτολογίαις

λόγοις ζητήμασι

ξύνειμι συνδιάγω

μερίμναις ἐξετάσεσι

διδάξειν τὸν Στρεψιάδην αὐτόν

δίκαιον ἄξιον ὑπάρχει πρέπον ἐστί

κολάζειν τιμωρεῖν τιμωρεῖσθαι τύπτειν

ἵππευε ἵππων ἐπιμέλου τῇ ἱππικῇ χρῶ καβαλλίκευε

τοίνυν λοιπόν

νὴ Δίʼ ἀργόν

ὡς ἐπεί

κρεῖττόν κάλλιον

ἵππων ... τέθριππον ἐκ τεσσάρων ἵππων ἅρμα ἔχειν

τρέφειν ἐσθίειν

τέθριππον ἅρμα ἵππων τέθριππον

τυπτόμενον δαιρόμενον

ἐκεῖσε εἰς ἐκεῖνο τὸ μέρος

ὅθεν ἀπὸ τοῦ τὸν πατέρα κολάζειν ὅπου ἀφʼ οὗ

ἀπέσχισάς ἔκοψας

μέτειμι ἐπανέλθω

παῖδά παιδίον

εὐνοῶν ἀγαθὰ νοῶν ἀγαπῶν φιλικῶς εὐνοϊκῶς σοι διακείμενος εὐνοϊκός σοι ὤν εὔνοιαν ἔχων εὔνους ὤν σοι φίλος

κηδόμενος σοῦ, ἵνα καλὸς γενήσῃ

σοὶ ἐν

δίκαιόν πρέπον

εὐνοεῖν εὐνοϊκῶς διακεῖσθαι ἀγαπᾶν εὐνοϊκῶς φέρεσθαι εὔνουν φίλον εἶναι σοί

τύπτειν τʼ τύπτοντʼ

τύπτειν σέ δαίρειν

εὐνοεῖν ἀγάπης τεκμήριον τὸ ἀγαπᾶν εὔνουν φίλον εἶναι σοί

τύπτειν δαίρειν σέ

πῶς ἀπαθὴς κακῶν

γὰρ καί

ἀθῷον ἀζήμιον ἐλεύθερον ἀνώτερον ἀμέτοχον

μὴν τολοιπόν

ἔφυν ὑπῆρξα ὑπάρχω

ἐλεύθερός οὐ δοῦλος

κλάουσι θρηνοῦσι ὑπὸ τῶν πατέρων

παῖδες τυπτόμενοι

κλάειν θρηνεῖν τυπτόμενον

δοκεῖς δίκαιον εἶναι νομίζεις

τί ἢ τί δή τί ἐστι τοῦτο ὃ λέγεις τί τοῦτο ἔστιν

νομίζεσθαι ἀπὸ νόμου εἶναι, ἔθος νόμιμον εἶναι ὥσπερ ἐκ νόμου

εἶναι ἴδιον δηλονότι

τὸ σχῆμα ἀντίστασις

ὡς ὅτι ἐπεί

δὶς ἐκ δευτέρου

ἤγουν ὅτι ἐκ δευτέρου παῖδές εἰσιν οἱ γέροντες ἢ ὅτι διπλῶς εἰσι παῖδες οἱ γέροντες

παῖδές τε γὰρ ὄντες ἄφρονές εἰσιν, ἅμα δὲ καὶ ἀδύνατοι· ὑπεργηράσαντες εἰς τοῦτο πάλιν καταντῶσιν.

δὶς ... γέροντες κατὰ τὴν παροιμίαν μωροί εἰσιν οἱ

εἰκὸς πρέπον ἐνδεχόμενον

μάλιστα γρ. μᾶλλον

μάλιστα περισσοτέρως

ἢ τοὺς συνίζησις τὸ η καὶ τὸ τους

τι κατὰ πολύ

κλάειν θρηνεῖσθαι τυπτομένους θρηνεῖν

ὅσῳπερ ἐπειδή καθόσον ὁπόσῳ καθόσονπερ

ἐξαμαρτάνειν πταίειν σφάλλεσθαι

ἧττον ἐλαττόνως

δίκαιον πρέπον ἐστί

νομίζεται καλόν, εἴωθε νόμιμόν ἐστι

τοῦτο τὸ τύπτεσθαι ὑπὸ τῶν παίδων τὸ δαίρεσθαι τὸ κλαίειν

φησὶν ὁ Φειδιππίδης πρὸς τὸν Στρεψιάδην, ὅτι οὐκ ἦν ἀνὴρ ἐκεῖνος ὅμοιος ἡμῖν, ὃς ἔθηκε τὸν νόμον τοῦτον, τὸ τύπτεσθαι δηλονότι τοὺς υἱοὺς ὑπὸ τῶν φύντων αὐτῶν. ἐπεὶ ἐκεῖνος μὲν ἦν ἄλλος, ἡμεῖς δὲ ἄλλοι, εἶκός ἐστι θεῖναι καὶ ἡμεῖς οἰκεῖον νόμον.

οὔκουν οὐκ οὐδαμῶς

ἀνὴρ ἀντὶ τοῦ ἄνθρωπος ἀλλὰ γηραιός

τὸν νόμον τὸ ἐλεεῖν τοὺς παῖδας τὸ τύπτειν τοὺς πατέρας

ὁ ... θεὶς ὁ Σόλων

τιθεὶς ποιήσας

θεὶς βαλών τάξας γράψας

οὖν γρ. σύ

λέγων νομοθετῶν δημηγορῶν διαλεγόμενος ἧττον

τοὺς παλαιούς τύπτειν τοὺς παῖδας ἀδίκως

ἧττόν τι ἔλαττόν τι τοῦ παλαιοῦ νομοθέτου

ἧττον; ἔλαττον ἐμοῦ ἐλαττόνως

ἀποροῦσι ... ἔπειθε τοὺς παλαιούς, ἀλλʼ ... ἐπεὶ καὶ ... συνάπτοντες οὐκ οἶδα, πῶς ἂν τὸν λόγον συμπεράνοιεν. ἢ ... παλαιούς.

τὸ «ἧττον» πρὸς τὸ «λέγων» σύνταττε, ἵνʼ ᾗ οὕτως· λέγων ... νῦν, ὅμως ἔπειθε τοὺς παλαίους.

δῆτʼ λοιπὸν ἢ κατʼ ἀλήθειαν δῆτʼ; ἐρεῖς

ἔξεστι γενήσεται ἄδεια ἐστί

τολοιπὸν εἰς τὸ ἑξῆς μετὰ ταῦτα

θεῖναι ποιῆσαι βαλεῖν γράψαι

ἀντιτύπτειν ὥστε ἀντιδαίρειν

ὅσας πολλάς

πληγὰς τρώσεις

εἴχομεν ἐλάβομεν οἱ παῖδες

τὸν νόμον τὸν τοιοῦτον τοῦτον ὑπʼ ἐμοῦ τὸν τεθέντα ἄρτι παρʼ ἐμοῦ

ἀφίεμεν καταλιμπάνομεν συγχωροῦμεν

δίδομεν παρέχομεν

προῖκα χάριν

συγκεκόφθαι τύπτειν, συντρίβειν ὥστε ἀφεθῆναι κοπῆναι ἐκκοπῆναι ἡμᾶς

σκέψαι ἐξέτασαι σκόπησον συλλογίσθητι ἴδε θέασαι

πάντα γρ. τἄλλα

βοτὰ βοσκήματα ζῷα θρέμματα

ὡς ὅτι πῶς

ἀμύνεται κολάζουσι κολάζει τιμωρεῖ τιμωροῦσι τιμωρεῖται

διαφέρουσʼ διαφορὰν ἔχουσι ἡμῶν

ἐκεῖνοι οἱ ἀλέκτορες οἱ ἀλεκτρυόνες

ψηφίσματʼ ἤγουν ... καὶ νόμους ... ἡμεῖς

ψηφίσματʼ κρίσεις ἀποφάσεις γνώμας νόμους

ἤγουν οὐκ ἔχουσι δικαστήρια καὶ νομοθετήματα, ὥσπερ ἡμεῖς.

δῆτʼ λοιπόν

μιμῇ ἀντὶ τοῦ μιμῆσαι

ἐσθίεις τρώγεις

καθεύδεις κοιμᾶσαι κοιμᾷ

τᾶν φίλε

ἐστιν ὁ ἀλεκτρυὼν καὶ ὁ ἄνθρωπος

οὐδὲ ὁ Σωκράτης ἂν εἴπῃ τοῦτο

δοκοίη ἀρεστὸν φαίνεται ἄριστον δόξῃ φαίνοιτο οὕτως φαίνεται εἶναι ταυτόν οὕτως ἔχειν

πρὸς ταῦτα διὰ τοῦτο

τύπτʼ μέμφου δαῖρε ἐμέ τὸν πατέρα

ποτʼ μετὰ ταῦτα

αἰτιάσειῃ μέμψῃ κατηγορήσεις

δίκαιός ἄξιος, πρέπων

κολάζειν τύπτειν τιμωρεῖσθαι

τοῦτό φησιν, ἐπειδὴ ἔσται καιρός, ὅτε καὶ ὁ Φειδιππίδης τυφθήσεται ὑπὸ ἰδίου υἱοῦ κατὰ τὸν λόγον, ὃν λέγει οὗτος, ὁ Φειδιππίδης δηλονότι

ἐὰν δὲ μὴ γένηταί μοι υἱός, ματαίως ἐμοὶ κεκλαύσεται, τὸ κολάζειν δηλονότι, σὺ δὲ χάνας τεθνήξῃ

τὸν υἱόν κολάσεις δηλονότι

σὺ δʼ δίκαιος εἶ κολάζειν

γένηταί κτλ. ὑπάρξει ἐν σοὶ τοιοῦτον πάθος περὶ τὸν υἱὸν ἤγουν ἀπὸ τοῦ υἱοῦ σου

σοι ἐν σοί

μάτην ... κεκλαύσεται οἱ κλαυθμοί μου μάτην ἔσονται

μάτην ματαίως

κεκλαύσεται ὁ κλαυθμός, ὁ υἱὸς ὁ μὴ γενόμενός μοι θρηνήσει τὸ πρᾶγμα

ἐγχανὼν κατακλαύσας, χάνας

ἥλικες ἡλικιῶται συνήλικες συνηλικιῶται ὁμήλικες

λέγειν δίκαια τῷ υἱῷ μου ὁ Φειδιππίδης

δίκαια εὔλογα

συγχωρεῖν αὐτῷ

τούτοισι τοῖς νέοις τοῖς λόγοις οἷς λέγεις τούτοις οἷς λέγει

τἀπιεικῆ ἁρμόδια, τὰ ἐνδεχόμενα

κλάειν θρηνεῖν

εἶκός πρέπον

δίκαια ὅσια.

ἐὰν μὴ εἴπωμεν τὴν ἀλήθειαν

σκέψαι νόησον ἴδε σκόπησον θέασαι

γνώμην νομοθεσίαν ἀπόφασιν

καὶ μὴν ὡς ἐν συντόμῳ

ἴσως ὁμοίως

ἀχθέσῃ λυπηθήσῃ

δίδαξον νουθέτησον

τούτων ὧν λέξεις ὧν μέλλεις εἰπεῖν ὧν εἴποις

τελευταῖος τῶν τετραμέτρων ἰαμβικῶν

τυπτήσω μέλλω τύψειν τύψω

δῆτα ἀληθῶς

τῶν παρόντων ηʹ κώλων τὸ μὲν αʹ ἰαμβικὸν δίμετρόν ἐστιν ἀκατάληκτον· τὸ βʹ ἀντισπαστικὸν δίμετρον ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου βʹ· τὸ γʹ ὅμοιον τῷ αʹ· ὁμοίως καὶ τὸ δʹ καὶ εʹ· τὸ Ϟʹ τρίμετρον ἰαμβικόν· τὸ ζʹ ὅμοιον τῷ αʹ· τὸ ηʹ ὅμοιον καταληκτικόν. ἐφεξῆς δὲ στίχοι ἰαμβικοὶ τρίμετροι νζʹ, ὧν τελευταῖος μάλιστα δʼ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν. διὰ μέσου δὲ μετὰ τὸν μαʹ ἔστι τὸ «ἰού· ἰού» ἰαμβικὸν μονόμετρον. τελευταῖον δὲ τούτων πάντων στίχος εἷς ἀναπαιστικὸς τετράμετρος καταληκτικός· καὶ ἀποπερατοῦται τὸ δρᾶμα.

αὖ δή πάλιν

μεῖζον μέγα μεγαλότερον

ἔχων κρατῶν κρατήσας.

ἔχω λάβω.

ἥττω ἐλάττονα ἄδικον

νικήσω ἢ κινήσω

λέγων δημηγορῶν

χρεών ἄξιον, πρέπον ἐστίν

τί δʼ ἄλλο ἔσται γενήσεται εἴπω ἐστὶν ἐν Ἀθήναις

κωλύσει ἐμποδίσει ἐμποδίζει

σύναπτε τὸ «σεαυτὸν» μετὰ τοῦ «καὶ τὸν λόγον τὸν ἥττω»

ἐμβαλεῖν ἐνθεῖναι ῥίψαι ὠθῆσαι

βάραθρον ἀπώλειαν

ἥττω ἐλάττονα ἄδικον

ἰαμβικοὶ τρίμετροι νζʹ

ἀναθεὶς ἐπιτρέψας ἐνδούς ἀναρτήσας ἀναβιβάσας καθάψας ἀνενεγκών

πράγματα τὴν φροντίδα τῶν ἐμῶν πραγμάτων πράξεις φροντίσματα

σαυτῷ ἐν

τούτων τῶν πράξεων τῶν κακῶν ὧν ἔπαθες πέπονθας

αἴτιος πρόξενος

στρέψας κινήσας μεταβαλών κλίνας ἐκδούς

πονηρὰ πράγματα ἀδίκους πράξεις

πονηρὰ δόλια, πανοῦργα ἄδικα κακά

πράγματα ἔργα

δῆτα ἀληθῶς λοιπόν

ἠγορεύετε γρ. ἠγορεύσατε

ἠγορεύετε εἴπετε

ἄγροικον ἀνόητον, ἀμαθῆ ἰδιώτην

σκαιόν ἀπαίδευτον

γέροντʼ νηπιώδη

ἑκάστοθʼ ἐκ παραλλήλου.

ἑκάστοτʼ πάντοτε διαπαντός

οὖν ἀργόν

γνῶμεν νοήσωμεν

πονηρῶν ... πραγμάτων τῶν ἀδίκων πράξεων

πονηρῶν κακῶν ἀδίκων φαύλων

ἐραστὴν ἐπιθυμητήν

ἕως μέχρις μέχρι οὗ ὅπως

ἐμβάλλωμεν εἰσαγάγωμεν

ἐσβάλωμεν ἐπιρρίψωμεν

ὅπως ἂν τὸ «ὅπως» καὶ τὸ «ἂν» ἐκ παραλλήλου

εἰδῇ μάθῃ νοήσῃ

πονηρά ἀνιαρά ἄδικα ὑπάρχει κακωτικὰ ἐμοί εἰσὶν ἃ ἔπραξα εἰσὶν ἃ ἔπαθον χαλεπά, ἐπίπονα

δίκαια εἰσὶν ἃ ἔπαθον ὑπάρχουσι

γὰρ καί

τὰ χρήμαθʼ τὰ πράγματα

ἀποστερεῖν τοὺς ἔχοντας αὐτά τοὺς δανειστάς ἀποστερῆσαι

ὅπως ὅρα ἢ πῶς

νῦν ... φίλτατε τὸ σχῆμα ἀποστροφή

φίλτατε Φειδιππίδη «υἱέ» ἔξωθεν προσφιλέστατε ἠγαπημένε Φειδιππίδη

μιαρὸν μεμιασμένον

ἐξηπάτων ψευδολογούμενοι ἐπλάνων

ἀδικήσαιμι κακοποιήσαιμι βλάψαιμι

ναὶ ναὶ ἱκετικῶς ἱκετικόν ἤτοι ἐλθὲ μετʼ ἐμοῦ

καταιδέσθητι ἐντράπηθι εὐλαβήθητι

πατρῷος Ζεύς, ὥσπερ καὶ φίλιος

πατρῷον τὸν πατρικόν, τὸν θεόν ὃν σεβάζει ὁ πατήρ ὃν Δία ὁ σὸς πατὴρ σέβεται

Δία πατρῷον λέγειν εἴρηκας εἶπες

ὡς λίαν ὄντως

ἀρχαῖος μωρός

τίς οὐδείς

ἔστιν τίς

οὐκ ἔνεστʼ ἐπεὶ γρ. οὐκ ἔστιν γʼ ἐπεὶ

δῖνος ἡ ταραχή ἡ συστροφὴ τοῦ αἰθέρος ὁ αἰθήρ

βασιλεύει ἄρχει

ἐξεληλακώς ἐκβαλών ἀποδιώξας ἐκδιώξας ἔξω ὤσας

ἐξελήλακʼ ἐξέβαλε ἀπεδίωξε ἐξεδίωξε ἐδίωξε

τὸν δῖνον τὸν κουρελόν

δείλαιος ὁ ἄθλιος ἄθλιός εἰμι

ὅτε ὅτι ἐπεί

χυτρεοῦς ὁ τροχός, διʼ οὗ τὰς χύτρας ἐργάζονται κεραμεῖς

χυτρεοῦν ὄντα τροχὸν ὄντα

ἐνταῦθα καθήμενος δηλονότι

σαυτῷ τὴν σεαυτοῦ γνῶσιν ἐν

παραφρόνει ἀγνώστως λέγε μώραινε, μαίνου ἀνοήταινε

φληνάφει φλυάρει

ἤγουν τώρα μάλιστα ἐν σαυτῷ ἀνοήταινε καὶ φλυάρει, ὅτι οὕτως ὑπολαμβάνεις καὶ οὐχ ὥσπερ οἱ διδάσκαλοί φασι Σωκράτης καὶ Χαιρεφῶν.

παρανοίας ἕνεκα τῆς, μωρίας

ὡς λίαν ὄντως

ἐμαινόμην ἐδαιμονιζόμην

ὅτʼ ἐπεί

ἐξέβαλον ἠρνησάμην, ὠμοσάμην, ἐκ τῆς οἰκίας τῆς ἐμῆς ἠθέτησα τῆς ἐμῆς δόξης

ἀλλʼ ὦ παρεπιγραφή

φίλʼ προσφιλής προσφιλέστατε

θύμαινέ ἀγανάκτει

ἐπιτρίψῃς ἀφανίσῃς

συγγνώμην συγχώρησιν συμπάθειαν ἄφεσιν

παρανοήσαντος γρ. παρανομήσαντος.

ἐμοῦ παρανοήσαντος ἐνταῦθα διδασκάλου τοῦ Σωκράτους

παρανοήσαντος μωροῦ φανέντος

ἀδολεσχίᾳ ὀλιγωρίᾳ μωρίᾳ

τὸ ἀδολεσχεῖν τέσσαρα σημαίνει· τὸ φιλοσοφεῖν, ὡς τὸ «ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου», τὸ παίζειν, ὡς τὸ «ἐξῆλθεν Ἰακὼβ ἀδολεσχῆσαι εἰς τὸ πεδίον», τὸ φλυαρεῖν, ὡς τὸ «ἀδολεσχεῖς, ἄνθρωπε», καὶ τὸ ὀλιγωρεῖν, ὡς τὸ «ἠδολέσχησα καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου».

ξύμβουλος συμβουλευτής

εἴ τʼ περισσὸς ὁ «τέ»

αὐτοὺς γρ. αὐτὸς

γραφὴν ψυχικὸν ἔγκλημα

διωκάθω καταδιώξω ἐξάξω

γραψάμενος κατηγορίαν αὐτῶν

εἶθʼ μετὰ ταῦτα

ὅ τι σοι Ἑρμῆς

ὡσανεὶ εἰπόντος τοῦ ... ἄγειν αὐτούς, τοῦτό φησιν

ὀρθῶς δικαίως

παραινεῖς νουθετεῖς διδάσκεις καὶ συμβουλεύεις

ἐῶν συγχωρῶν ἀφιείς ἀφείς ἀφίων

δικορραφεῖν διαδικάζεσθαι δίκας γράφειν ῥάπτειν ἤγουν πλέκειν ἐπάγειν κατʼ αὐτῶν τῶν δανειστῶν

ὡς τάχιστʼ παραινεῖς δηλονότι

ἐμπιπρᾶναι καῦσαι κατακαῦσαι.

συμβουλεύεις τὴν οἰκίαν Σωκράτους καὶ Χαιρεφῶντος.

τὴν οἰκίαν τὸν οἰκίσκον τοῦ διδασκάλου

ἀδολεσχῶν μωρῶν φλυάρων

Ξανθία δοῦλος ὢν ὁ Ξανθίας

φέρων ἄγων

σμινύην ἀξίνην τζαπίον

τὸ φροντιστήριον τὸ τῶν φιλοσόφων σχολεῖον τὸ διδασκαλεῖον

τὸ τέγος τὴν σκέπην τὸν ὄροφον τὴν στέγην

κατάσκαπτʼ ἀφάνιζε κατάβαλλε χάλα, φθεῖρε

τὸν δεσπότην τὸν σόν

ἕως μέχρις μέχρι

αὐτοῖς τοῖς διδασκάλοις κατʼ αὐτῶν τῶν σοφῶν

ἐμβάλῃς ἐμβάλοις

ἐμβάλῃς ἐπιθήσῃς ἐπιθῇς

ἐμβάλοις καταβάλοις.

δᾷδʼ λαμπάδα

ἐνεγκάτω εἰσφερέτω φερέτω δότω

ἡμμένην ἐξημμένην, ἀνημμένην ἀναπτομένην πῦρ ἔχουσαν

αὐτούς, τόν τε Σωκράτην καὶ Χαιρεφῶντα

τήμερον σήμερον

δοῦναι δίκην τιμωρηθῆναι

δίκην τιμωρίαν κόλασιν

κἂν γρ. κεἰ

ἀλαζόνες ὑπερήφανοι κενόδοξοι

ἰοὺ ἰού ἰαμβικὸν ... ἀκατάληκτον

ἔργον χρεία πρᾶγμα

δᾷς δᾳδίον λαμπάς

ἱέναι διδόναι

φλόγα καῦσιν ἢ λαμπηδόνα

ὅ τι ποῶ ζητεῖς μαθεῖν ἐρωτᾷς

διαλεπτολογοῦμαι διαμετροῦμαι, μετρῶ περιεργάζομαι λεπτῶς ἀκριβῶς ἐξετάζω λεπτῶς ἀπαριθμοῦμαι

δοκοῖς δοκαρίοις ξύλοις τὰ μεγάλα ξύλα, μεγάλοις ξύλοις

πυρπολεῖ κατακαίει

τὴν εἰς

ἐκεῖνος ὑπάρχει ἐγὼ καίει

θοιμάτιον τὸ ῥοῦχον

ἀπολεῖς ἡμᾶς δηλονότι δῆλον ἐμὲ ἢ ἡμᾶς

τοῦτʼ αὐτὸ τὸ ἀπολέσθαι ὑμᾶς τὸ ἀπολέσαι ὑμᾶς ποιῆσαι

σμινύη ἀξίνη τζαπίον

μοι μου

προδῷ συντριβείη, συντριβῇ προδώσῃ

πρότερον πρὸ τοῦ ἀπολέσαι ὑμᾶς πρὸ τοῦ καταβαλεῖν τὸ οἴκημα εἰς τὴν γῆν

ἐκτραχηλισθῶ ἐκσγνιχιλισθῶ συντριβῶ τὸν τράχηλον.

πεσών ἐκ τοῦ στέγους καταπεσών

οὗτος ὦ φίλε σύ

ἐτεόν ἀληθές κατʼ ἀλήθειαν

παίζων λέγει τοῦτο κατὰ μίμησιν δῆλον τοῦ Σωκράτους εἰρωνευόμενος δῆθεν τὸν ἐκείνου πρῶτον λόγον.

ἀεροβατῶ εἰς τὸν ἀέρα ἐν τῷ ἀέρι βαίνω

περιφρονῶ περιεργάζομαι ἐξετάζω

τὸν ἥλιον τὰς κινήσεις τοῦ ἡλίου

τάλας εἰμὶ ἐγώ ὁ ἄθλιος

δείλαιος ἄθλιος

ἀποπνιγήσομαι καπνῷ κακῶς

διὰ μέσου τέθειται οὗτος ὁ στίχος ἐκ περικοπῆς

κατακαυθήσομαι μέλλω ἐμπυρισθῆναι ἐν τῇ οἰκίᾳ ὑπὸ τοῦ πυρός ὑπὸ τῆς φλογός

μαθόνθʼ παθόντες μαθόντες μαθόντε δυϊκόν

μαθόνθʼ δίκαιον

ὑβρίζετόνον σὺ καὶ ὁ Χαιρεφῶν ἁμαρτάνετε ἀθετεῖτε ὑβρίζετε

ἐσκοπεῖσθον ἐσκοπεῖσθε

ἐσκοπεῖσθε ἐπιτηρεῖτε ἐξητάζετε ἐξετάζετε

ἐσκοπεῖτε ἐβλέπετε ἐξέταζετε

τὰς ἕδρας τὴν ἀρχήν

τὴν ἕδραν τὴν στάσιν καὶ τὴν καθέδραν τὴν κίνησιν τὴν στήριξιν

βάλλε τίτρωσκε

παῖε τύπτε κροῦε, πλῆττε

πολλῶν κακῶν δεινῶν

τελευταῖος ... ἰάμβων

μάλιστα περισσοτέρως

ὡς ὅτι πῶς

ἠδίκουν αὐτοί, οὗτοι ἄδικος ἐγενόμην ἠθέτουν

ἀναπαιστικὸς ... καταληκτικός ἀνάπαιστος τετράμετρος, ἀναπαιστικός

ἡγεῖσθʼ ὁ ... τοῦ ποιητικοῦ προσώπου

ὅτι κατʼ ἔτος ἀνεγινώσκοντο καὶ ἐπροσωποποιοῦντο τὰ δράματα ἑνὸς ἑκάστου τῶν παλαιῶν ποιητῶν τὸ παλαιόν, εἰ καὶ ὕστερον ἐξέλιπεν. ὧδε γοῦν τὸ «ἡγεῖσθαι ἔξω» οὐκέτι τοῦ ποιητοῦ, ἀλλʼ ἑτέρων ἐκτελούντων, ὡς ἔφημεν, τὴν δραματοποιΐαν.

ἡγεῖσθʼ νομίζετε προηγεῖσθε

ἡγεῖσθʼ ἔξω ἀπέρχεσθε ἔξω ἔξω πορεύεσθε

κεχόρευται ἐτέθη ἡ κωμῳδία

μετρίως ἀρκούντως

ἡμῖν ὑφʼ ἡμῶν παρʼ ἡμῶν ἐν

τέλος τοῦ δευτέρου δράματος Ἀριστοφάνους τέλος Νεφελῶν δράματος Ἀριστοφάνους τόδε τέλος τῶν Ἀριστοφάνους Νεφελῶν τῷ συντελεστῇ τῶν καλῶν Θεῷ χάριν τέλος τῆσδε τῆς δέλτου σὺν Θεῷ ἁγίῳ