eul_wid: tro-an
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Magister's Commentary on Persians by Aeschylus Scholia

The Scholia on the Persians is an extensive collection of ancient and Byzantine annotations on Aeschylus's tragedy The Persians. Transmitted primarily through the 10th-century Medicean Codex, the oldest surviving manuscript of Aeschylus's plays, this compilation of 1402 individual notes represents the accumulated philological work of scholars over many centuries. The scholia provide a detailed, line-by-line commentary that elucidates textual, linguistic, historical, and mythological points within the drama. Their content includes historical explanations of events like the Battle of Salamis and Persian institutions, notes on textual variants and problematic lines, glosses on archaic vocabulary and grammar, and clarifications of mythological and cultural references. Occasionally, they also comment on dramatic technique and staging. The text in the Medicean manuscript is often abbreviated or corrupt, requiring careful reconstruction in modern critical editions. These scholia are indispensable for the modern textual criticism and interpretation of Aeschylus, preserving fragments of lost scholarship and revealing how the play was studied in antiquity. They form the foundational material for all contemporary commentaries and were directly influential in the Renaissance recovery of Aeschylus, serving as the basis for the first printed edition of his works in 1518.

Τοῦ αὐτοῦ σοφωτάτου Μαγίστρου.Ἡ μὲν τοῦ δράματος ὑπόθεσίς ἐστιν ἡ κατὰ τῆς Ἑλλάδος ἐπιστρατεία τοῦ Ξέρξου καὶ ἡ ἐκεῖθεν δυστυχὴς ἀναχώρησις. ἡ δὲ ἱστορία πᾶσα ἔχει οὕτως. Ἱππίας ὁ Πεισιστράτου τύραννος ὢν Ἀθηναίων ἐξέπεσε τῆς τυραννίδος. ἐλθὼν οὖν παρὰ Πέρσας ἱκετεύει Δαρεῖον στρατεύειν κατʼ Ἀθηνῶν, καὶ ὃς πείθεται, ὡς Ἀριστείδης φησίν. Ἡρόδοτος δὲ γράφει Ἀθηναίους ἀναπεισθέντας ὑπʼ Ἀρισταγόρου τοῦ Μιλησίου πορθῆσαι πόλιν τὰς Σάρδεις οὔσας ὑπὸ Δαρεῖον καὶ ἑτέρας πολλάς. ὃ καὶ μαθὼν Δαρεῖος ἤρετο τίνες οἱ Ἀθηναῖοι καὶ ἀπέστειλε κατʼ αὐτῶν Μαρδόνιον μετὰ βαρείας δυνάμεως καὶ στόλου πολλοῦ. ναυαγήσαντα δὲ τοῦτον περὶ τὸν Ἄθω, ὡς δισμυρίους ἄνδρας ναυαγῆσαι καὶ τραυματισθῆναι ὑπὸ Θρᾳκῶν καὶ αὐτόν, παραλύει μὲν ὁ Δαρεῖος τοῦτον τῆς ἀρχῆς, δευτέρῳ δὲ ἔτει ἀπὸ τοῦδε ἔπεμψεν Ἀθηναίοις σπυρίδα, γῆν καὶ ὕδωρ αἰτῶν ὡς δῆθεν ἐντεῦθεν δόξαι γῆς καὶ θαλάττης εἴναι κύριος· οἱ δὲ τοὺς μὲν Περσῶν πρέσβεις εἰς φρέαρ ζῶντας βαλόντες ἄνωθεν γῆν καὶ λίθων βολὰς πέμποντες τούτους κατέχωσαν. Μῦν δέ τινα Σάμιον ἑρμηνεύσαντα τοῖς Ἀθηναίοις τὰ Πέρσου γράμματα κατά τινας μὲν ἀνεῖλον, κατά τινας δὲ ἄτιμον ἐποίησαν, ὡς καὶ Ἀρίθμιον τὸν Ζελείτην ἠτίμωσαν, χρυσίον βαρβαρικὸν αὐτοῖς παρὰ Δαρείου κομίσαντα πρεσβευόμενον. Κυρσίλον δὲ τῆς βουλῆς ἕνα κατεθαλάττωσαν καὶ ἀνεῖλον Ἀθηναῖοι, ὅτι γῆν καὶ ὕδωρ συνεβούλευε πέμπειν τῷ βαρβάρῳ· αἱ δὲ τῶν Ἀθηναίων γυναῖκες τὴν γυναῖκα Κυρσίλου ὁμοίως κατελίθωσαν, καὶ οἱ παῖδες τοὺς παῖδας αὐτῶν. τῷ αὐτῷ ἔτει ὀλυμπιάδι οαʹ Δαρεῖος μετὰ τὸ ἐκστῆναι Μαρδόνιον τῆς ἀρχῆς ἔπεμψε πάλιν κατὰ τῆς Ἀττικῆς Δάτιν καὶ Ἀρταφρένην, ἀνεψιὸν αὐτοῦ, σὺν ἑξακοσίων νεῶν στόλῳ πεντήκοντα μυριάδας στρατιὰν ἔχοντι. καὶ Νάξον εἷλον καὶ Ἐρέτριαν νῆσον καὶ Εὐβοΐδα πόλιν, ἐν δὲ τῇ Δήλῳ Δάτις ἐθυμίασε τῷ Ἀπόλλωνι λιβανωτοῦ τριακόσια τάλαντα, ἀποπλεύσαντες δὲ καὶ περὶ Μαραθῶνα στρατοπεδευσάμενοι, σὺν οἷς καὶ ὁ τύραννος Ἱππίας, Μιλτιάδου στρατηγοῦντος Ἀθηναίων καὶ Στησιλέου, πολεμαρχοῦντος δὲ Καλλιμάχου καὶ Κυναιγείρου καὶ Πλαταιῶν συμμαχούντων αὐτοῖς χιλίων, ἡττῶνται καὶ πρὸς Δαρεῖον ὑποστρέφουσιν, ὅπερ ἀκηκοὼς κατὰ τῆς Ἑλλάδος ηὐτρεπίζετο στρατεύειν. ἐπὶ τρεῖς οὖν ὅλους ἐνιαυτοὺς στόλον τε ηὐτρέπιζε καὶ πεζὸν συνῆγε στρατόν. τετάρτῳ δὲ ἔτει Δαρεῖος μὲν τελευτᾷ, Ξέρξης δὲ καὶ τὴν βασιλείαν καὶ τὸν πόλεμον διαδέχεται καὶ δέκα παρελθόντων ἐνιαυτῶν τοῦτον ηὐτρέπιζε, Μαρδονίου ἀναγκάζοντος αὐτὸν πολεμεῖν, Ἀρταβάνου ἀποτρέποντος. ἦν οὖν ὁ πᾶς ἀριθμὸς τῆς στρατιᾶς αὐτοῦ ἀπόμαχός τε καὶ μάχιμος μυριάδες πεντακόσιαι, πλοῖα δὲ χίλια σζʹ. τετρακόσια δʼ ἦν τάλαντα ἡμερησία τροφὴ τῷ στρατῷ. ἐμέτρησε δὲ τὴν στρατιὰν Ξέρξης τοῦτον τὸν τρόπον· μυρίανδρον τεῖχος κατασκευάσας καὶ τοῦτο πληρῶν καὶ κενῶν, οὕτω τὰς μυριάδας ἠρίθμει. στρατευόντων οὖν κατὰ τῆς Ἑλλάδος ἠθέλησε καινοτομῆσαι τὰς τῶν στοιχείων φύσεις· Βουβάρης γὰρ καὶ ὁ πεντάπηχυς Ἀρταχαῖος προπεμφθέντες μετὰ πολλῶν μυριάδων τῆς ὀρυγῆς τοῦ Ἄθω ἐπεστάτουν καὶ διέκοπτον αὐτὸν καὶ ἐθαλάττουν εἰς βάθος. ἕτεροι δὲ γεφυροῦν ἐπέμφθησαν τὸν Ἑλλήσποντον περὶ τὴν τραχεῖαν ἀκτὴν λεγομένην μεταξὺ Σηστοῦ καὶ Ἀβύδου. γεγονυίας δὲ τῆς γεφύρας καὶ λυθείσης ὑπὸ χειμῶνος καὶ τῆς τοῦ πελάγους ῥύμης διακοσίαις ῥάβδων πληγαῖς ἔτυψε τὸν Ἑλλήσποντον, καὶ δύο δεσμοῖς σιδηροῖς ἐκέλευσεν ἑκατέρωθεν συσχεῖν τὸ πέλαγος ὡς δῆθεν τὴν θάλασσαν οἷα δούλην δεσμῶν τοῖς κλοιοῖς. ἑτέρας δὲ δύο γεφύρας ἀντὶ τῆς προτέρας τούτῳ τῷ τρόπῳ ἐποίησεν· ἐκέλευσε γὰρ ἅπαν τοῦτο τὸ πέλαγος πληρῶσαι νηῶν καὶ ταύτας πρὸς ἀλλήλας συνδῆσαι δεσμοῖς σιδηροῖς καὶ ἀσφαλίσασθαι ταύτας ἐξ ἑκατέρας ἠιόνος, εἶτα δοκοὺς διὰ πασῶν τούτων συνεχῶς προσηλῶσαι καὶ τούτου γενομένου γῆν ἐπιβαλεῖν καὶ καταστορέσαι μυρρίνων καὶ δαφνῶν φύλλα· ἑκατέρωθεν δὲ τῆς γεφύρας ἦσαν ἕτεροι δοκοὶ περικλείοντες τὴν γέφυραν, μήπως τις ὀλισθήσας καταπέσῃ πρὸς τὴν θάλασσαν. οὕτω μὲν αἱ γέφυραι γεγόνασι περὶ τὸν Ἑλλήσποντον καὶ λίθινον ἕδραν αὐτῷ ὑψηλὴν ἐκεῖ ἐποιήσαντο, ἐν ᾗπερ ἐφιδρυνθεὶς ὕστερον, ὅτε παρεγεγόνει, τὸ στράτευμα ἔβλεπε. πρῶτον δὲ περὶ Κελαινάς, πόλιν τῆς Φρυγίας, ἐλθὼν ξενίζεται σὺν παντὶ τῷ στρατεύματι παρὰ Πύθιος τοῦ Λυδοῦ, ὃς καὶ τῷ Δαρείῳ πρὶν ἐδωρήσατο χρυσὴν ἀναδενδράδα καὶ πλάτανον, καὶ τῷ Ξέρξῃ τότε ἐχαρίσατο ἀργυρίου δισχίλια τάλαντα καὶ τετρακοσίας μυριάδας δαρεικοῦ χρυσίου νομίσματος χιλιάσιν ὀλίγαις ἀπολειπομένας. ὧν οὐδὲν ὁ Ξέρξης λαβὼν ἀλλὰ τὴν προαίρεσιν ἀποδεξάμενος καὶ τὸ λεῖπον μᾶλλον τῶν μυριάδων ἀναπληρώσας αὐτῷ ἔμελλε πρὸς τὰ τοῦ Ἑλλησπόντου μέρη πορεύεσθαι διὰ Φρυγίας καὶ Λυδίας. περί τινα δὲ τόπον ἰδὼν πλάτανον ὡραίαν, καθʼ Ἡρόδοτον, χρυσῆν ἑτέραν τοιαύτην ἐποίησεν ὑφʼ ἣν καθεζόμενος ἐν μεσημβρίᾳ σκιᾶς ἀπέλαυε. παρευομένου δὲ αὐτοῦ προσωτέρω, ἐπικυψάντων μὲν τῶν ἵππων πιεῖν ἀπεξηράνθη ὁ Μαίανδρος, ὡς καὶ ὁ Πηνειὸς περὶ Θετταλίαν ὕστερον καὶ ἐν Ἀθήναις ὁ Ἰλισσὸς καὶ ἕτεροι. τοξευούσης δὲ τῆς στρατιᾶς ὁ ἥλιος ἀπεκρύπτετο τοῖς τοξεύμασιν. ἐφθακότος δὲ περὶ τὸν Ἑλλήσποντον ἔκλειψις ἡλίου καὶ σημεῖα ἐγένετο ἕτερα. ὅμως ἑπτὰ νυξὶ καὶ ἡμέραις ὁ στρατὸς ἀπερικόπως τὰς γεφύρας ἐπεραιοῦτο. τέλος ἐφʼ ἅρματος καὶ αὐτὸς διαπεραιοῦται. ἐρχομένου δὲ πρὸς τὴν Ἀττικὴν Ἀθηναίοις ἐδόθη χρησμὸς οὗτος· τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τʼ ὀνήσει. μηδὲ σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν, καὶ ἕτερα τοιαῦτα. τοῦτο γοῦν ἀκούσαντες οἱ Ἀθηναῖοι οὐκ ἐδύναντο ξυνιέναι τί τὸ ξύλινον τεῖχος, ἀλλʼ οἱ γέροντες ᾤοντο πύργους ξυλίνους προστάττειν αὐτοῖς τὴν Πυθίαν ποιεῖν. οὓς καί τινες ποιήσαντες καὶ ἐπαναβάντες ὑπὸ Περσῶν πύργοις αὐτοῖς κατεκαύθησαν. Θεμιστοκλῆς δὲ μόνος εἰπὼν ξύλινον τεῖχος εἴναι τὰς τριήρεις καὶ τοῦτο βούλεσθαι τὸν χρησμὸν ἔπεισε. καὶ τοὺς μαχίμους τριήρεσιν ἐμβαλὼν καὶ περὶ Σαλαμῖνα ὁρμίσας μετὰ τῶν ἄλλων Ἑλληνικῶν νεῶν γυναῖκας καὶ γέροντας καὶ παιδία ἐξέπεμψεν εἰς Τροιζῆνα. ἦσαν δὲ πᾶσαι αἱ τῶν Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνων νῆες σοαʹ. ἐρχομένου δὲ τοῦ Ξέρξου μετὰ τῆς πεζῆς στρατιᾶς καὶ μέλλοντος διαβαίνειν τὰς ἐν τῇ Ἑλλάδι οὕτω καλουμένας Πύλας, Λεωνίδας ὁ Σπαρτιάτης μετὰ τριακοσίων κατέσχε τὴν πάροδον· πάνυ δὲ λαμπρῶς ἀγωνισάμενος καὶ τῶν βαρβάρων πολλοὺς διαφθείρας καὶ ἀδελφοὺς δύο τοῦ Ξέρξου, τέλος ὑπὸ τοῦ τοσούτου πλήθους αὐτός τε καὶ οἱ σὺν αὐτῷ συμπατηθέντες ἀπώλοντο. ἐλθὼν δὲ ὁ Ξέρξης οὕτω μετὰ τῆς πεζῆς στρατιᾶς ταύτην μὲν περὶ Θήβας εἴασεν, αὐτὸς δὲ μετὰ οὐκ ὀλίγων ἀναβὰς περὶ τὸ Αἰγάλεον ὄρος ἐκάθητο—τὸ δέ ἐστιν ἀντικρὺ Σαλαμῖνος, —ὁρῶν τὴν ναυμαχίαν· ἐν Σαλαμῖνι γὰρ συνέβαλον ἀμφότερα τὰ ναυτικά, τό τε βαρβαρικὸν καὶ τὸ Ἑλληνικόν. ἡττηθέντος δὲ κατʼ ἄκρας τοῦ βαρβαρικοῦ ναυτικοῦ θεώμενος ὁ Ξέρξης καὶ ἅμα ἀκούων ὡς μέλλουσιν Ἕλληνες τὴν γέφυραν καταλήψεσθαι καὶ διαφθερεῖν, Μαρδόνιον μὲν εἴασε μετὰ τῆς πεζῆς στρατιᾶς αὐτόθι, αὐτὸς δὲ μέρος τι τοῦ στρατεύματος παραλαβὼν δραμὼν καταλαμβάνει τὴν γέφυραν. καὶ πλείστοις κινδύνοις περιπεσὼν μόλις μετʼ ὀλίγων πάνυ ἀπεσώθη πρὸς τὴν πατρίδα. Μαρδονίῳ δὲ συμβαλόντες οἱ Ἀθηναῖοι κατεπολέμησαν· ἔσχε δὲ τὴν μὲν ἐν Σαλαμῖνι τῆς ναυμαχίας νίκην Θεμιστοκλῆς, τὴν δὲ ἐν Πλαταίᾳ τοῦ πεζοῦ νίκην Παυσανίας ὁ Λακεδαιμονίων στρατηγός. Ἡ μὲν σκηνὴ τοῦ δράματός ἐστι περὶ τῷ τάφῳ τοῦ Δαρείου· τὰ δὲ πρόσωπα· χορὸς γερόντων Περσῶν, Ἄτοσσα ἡ τοῦ Ξέρξου μήτηρ, ἄγγελος, εἴδωλον Δαρείου, Ξέρξης.

ἡμέτερον. τάδε μὲν Περσῶν: τὰ παρόντα εἴδη τοῦ χοροῦ ἑτέρως εἰσὶν ἐσχηματισμένα, ὡς καὶ ἀλλαχοῦ εἴρηται· τὰ μὲν γάρ εἰσι μονοστροφικὰ καὶ συστηματικὰ ἐξ ὁμοίων κατὰ περιορισμοὺς ἀνίσους — σύστημα δέ ἐστιν, ὡς Ἡφαιστίων φησί, μέτρων συναγωγὴ ἢ δύο ἢ πλειόνων, ἢ ὁμοίων ἢ ἀνομοίων — τὰ δὲ κατὰ σχέσιν· εἰσὶ δὲ κατὰ σχέσιν στροφῶν πέντε· τοῦ τοιούτου ἐστὶ σχήματος καὶ τὸ «Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου Σαλαμῖνος» ἐν Αἴαντι Σοφοκλέους καὶ ἐν Φοινίσσαις Εὐριπίδου τὸ «Τύριον οἶδμα λιποῦσα», ὡς καὶ ἐν ἑτέροις εἴρηται. ἔστι δὲ τῆς παρούσης μονοστρόφου στροφῆς τὰ κῶλα ξεʹ, τὸ δὲ μέτρον ἀναπαιστικὸν Λακωνικὸν καλούμενον διὰ τὸ τὸν Λάκωνα Ἀλκμᾶνα πολλάκις τούτῳ χρήσασθαι· εἰσὶ δὲ τὰ μὲν τῶν κώλων δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν ἀποθέσεων δίμετρα καταληκτικά, ἃ καλεῖται παροιμιακά, τὸ μέντοι ϛʹ, τὸ ιαʹ, τὸ κγʹ, τὸ λʹ, τὸ λβʹ, τὸ νηʹ καὶ ξαʹ μονόμετρα ἤτοι ἀναπαιστικὴ βάσις· πάντων δὲ τελευταῖον «τείνοντα χρόνον τρομέονται». ἐπὶ ταῖς ἀποθέσεσι πάσαις παράγραφος. τοῦ αὐτοῦ Μαγίστρου σχόλια.δέον εἰπεῖν «ἡμεῖς οἱ γέροντες καλούμεθα πιστὰ καὶ ἀσφαλῆ τῶν ἐστρατευκότων καθʼ Ἑλλάδος Περσῶν», τουτέστιν «ἡμᾶς ὁ Ξέρξης ἐνταῦθα κατέλιπεν ἀσφαλεῖς καὶ πιστοὺς τῆς ἀρχῆς φύλακας», ὥσπερ καὶ παρακατιὼν λέγει, πρὸς τὸ «πιστὰ» «τάδε» ἐπήνεγκεν· οἱ δὲ λέγοντες τὸ «Πίστα» ἀντὶ τοῦ «Πίστειρα» κατὰ συγκοπήν, παντὶ δῆλον ὅτι ἀμαθεῖς εἰσιν. ἡ εἴσθεσις τοῦ δράματος χορική· τὸ δὲ προοίμιον διηγηματικόν.

ἡμέτερον. Δαρειογενής: οὐ καλῶς τιθέασιν ἐνταῦθα τὸ «Δαρείου υἱός», ἐπεὶ οὐχ ἁρμόζει τῷ μέτρῳ οὔτε τῇ φράσει τοῦ λόγου· ταυτολογία γάρ ἐστι· διὸ καὶ παρʼ ἡμῶν ἐξεβλήθη ὡς παριττόν· μονόμετρον δέ ἐστι τὸ κῶλον ὡς καί τινα τῶν ἑξῆς, ὡς εἴρηται. παλαιόν. ὅτι Δαρεῖοι τρεῖς ἐγένοντο· τούτων δὲ πρῶτος ὁ Ὑστάσπου, προκριθεὶς ὑπὸ Περσῶν καὶ βασιλεύσας αὐτῶν, ὃς ἦν Ξέρξου πατὴρ τοῦ στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας· δεύτερος δὲ Δαρεῖος ὁ Ἀρταξέρξου Νόθος προσαγορευθείς· ἔσχατος Δαρεῖος ὁ ὑπὸ Ἀλεξάνδρου τοῦ Φιλίππου καταλυθείς· τινὲς δὲ καὶ τέταρτον Δαρεῖον εἶναι γράφουσιν.

Σοῦσα καὶ Ἐκβάτανα πόλεις εἰσὶ Περσῶν ἐπίσημοι, ἐν αἷς καὶ τῶν βασιλέων ἦσαν βασίλεια. τοῦτο δὲ κατὰ ἄθροισίν ἐστι καὶ μερισμόν· ἄνω γὰρ εἰπὼν ὡς πᾶσα ἰσχὺς Ἀσιατογενὴς εἰς Ἑλλάδα ὥρμησε, νῦν ἐντεῦθεν ἀπαριθμεῖν ἄρχεται καὶ ὅθεν ὥρμησαν καὶ τίνες οἱ τῆς στρατιᾶς ἡγεμόνες.

ἡμέτερον. οἱ γράφοντες «Ἀρταφέρνης» ἀμαθεῖς εἰσι τῶν μέτρων· οὐ χρὴ οὖν οὕτω γράφειν ἀλλʼ «Ἀρταφρένης», ἵνʼ ἔχῃ πρὸς τὸ μέτρον ὀρθῶς· ταῦτα δὲ πάντα ὀνόματά εἰσι τῶν ἀρχόντων οἳ τοῦ στρατοῦ τῶν Περσῶν ἦσαν ἡγεμόνες· ὧν τὰ μὲν ἱστόρησε, τὰ δὲ αὐτὸς ἔπλασεν.

φοβεροὶ μὲν ἰδεῖν: τοιοῦτοι γάρ εἰσιν ὡς τοῖς αὐτοὺς θεωμένοις φόβον ἐμποιεῖν, καὶ δεινοὶ κατὰ τὴν μάχην ἐν εὐτλήμονι καὶ καρτερικῇ δόξῃ ψυχῆς, τουτέστιν οὐ μόνον τῷ εἴδει εἰσὶ φοβεροὶ ἀλλὰ καὶ δόξαν πᾶσι παρέχουσιν ὡς ἄρα δεινοὶ πρὸς τὸ μάχεσθαι ἐν καρτερίᾳ καὶ γενναιότητι ψυχῆς· δέον δὲ εἰπεῖν «εὐτλήμονος καὶ καρτερικῆς ψυχῆς», πρὸς τὸ «δόξῃ» ἐπήνεγκεν «εὐτλήμονι δόξῃ ψυχῆς» εἰπὼν ὥσπερ καὶ ἐν ἄλλοις τισὶ πολλαχοῦ καὶ Εὐριπίδῃ εὕρηται λέγοντι «ἅρμασι καὶ ψαλίοις τετραβάμοσι μώνυχα πῶλον»· οὐ γὰρ ἦσαν οἱ χαλινοὶ τετραβάμονες ἀλλὰ τὰ ἅρματα.

ἱερὰν τὴν Μέμφιν καλεῖ διὰ τὸ τιμᾶσθαι ἐκεῖ τὸν Ἄπιν καὶ μυστήρια τοῖς Αἰγυπτίοις γίνεσθαι.

ὅτι τρεῖς Θῆβαί εἰσιν· αἱ ἑκατοντάπυλοι ἐν Αἰγύπτῳ, αἱ ἑπτάπυλοι ἐν Βοιωτίᾳ καὶ αἱ ὑποπλάκιοι λεγόμεναι ἐν Ἀσίᾳ, τὸ νῦν καλούμενον Ἀτραμύτιον.

πρὸς τὸ «πλῆθος» ἔδει ἐπενεγκεῖν καὶ εἰπεῖν «ἀνάριθμον»· νῦν δὲ πρὸς τὸ πρότερον ἀρσενικὸν ἀπέδωκεν.

Ἤπειρος τόπος ἐν τῇ Ἀσίᾳ οὕτω καλούμενος ὥσπερ καὶ ἐν τῇ Ἑλλάδι.

ἡμέτερον. οὕτω χρὴ γράφειν τὸ κῶλον ὡς διωρθώθη παρʼ ἡμῶν «βασιλεὺς διέπει», ἵνʼ οἰκείως πρὸς τὸ μέτρον ἔχῃ· οἱ δὲ γράφοντες «βασιλῆς δίοπτοι» οὐκ ἴσασι τὰ περὶ τῶν μέτρων· οὕτω γὰρ καὶ τὸ «Σάρδεις» αὐτὴν τὴν πόλιν εἴη ἂν δηλοῦν καὶ οὐχ, ὡς οἴονταί τινες, τοὺς βασιλεῖς, λέγοντες «οἱ Σάρδεις» καὶ «οἱ Σαρδικοί».

ἡμέτερα. ἐπειδὴ πάντες ὑπὸ τὴν ἐξουσίαν ἦσαν τοῦ Ξέρξου καὶ ὑπήκοοι καὶ ὑποτελεῖς ἐτέλουν ἐκείνῳ, διὰ τοῦτο «ὑποπομπαῖς» καὶ οὐχὶ «προπομπαῖς» εἴρηκεν.

προοίμιον βʹ διηγηματικὸν καὶ αὐτό. πεπέρακεν μέν: ἐντεῦθεν αἱ κατὰ σχέσιν ἄρχονται στροφαί· καὶ εἰσὶ τῆς πρώτης ταυτησὶ στροφῆς τὰ κῶλα ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ ἰωνικὸν ἀπʼ ἐλάττονος τρίμετρον ἀκατάληκτον καθαρόν, ἐξ ἰωνικῶν τριῶν· τὸ βʹ καὶ τρίτον ὅμοια ἰωνικὰ δίμετρα ἀκατάληκτα καθαρά, ἐκ δύο ἰωνικῶν· τὸ δʹ ὅμοιον τῷ αʹ· τὸ εʹ καὶ ϛʹ ἀναπαιστικὰ πενθημιμερῆ καθαρά· τὸ ζʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.

λινοδέσμῳ σχεδίᾳ: ἤγουν στόλῳ νηῶν· ἐν ταύταις γὰρ ἔζευξε τὸν Ἑλλήσποντον ἑπταστάδιον ὄντα τὸ εὖρος καὶ γῆν ἐπιχέας πεζῇ διʼ αὐτοῦ τὸν στρατὸν ὁδεῦσαι πεποίηκεν.

ἱστορία πόθεν ἐκλήθη Ἑλλήσποντος. Ἀθάμας ἐκ Νεφέλης Ἕλλην καὶ Φρύξον πεποίηκε· τελευτησάσης δὲ τῆς Νεφέλης ἠγάγετο γυναῖκα Ἰνώ, ἥτις, Φρύξῳ καὶ Ἕλλῃ φθονοῦσα ὡς μητρυιά, ἐλυμήνατό τισι μηχαναῖς τὰ σπέρματα, ὡς μηκέτι σπειρόμενα οἷά τε ἐκ τῆς γῆς ἀναδίδοσθαι. λιμοῦ οὖν κατειληφότος τὴν χώραν οἱ ταύτης ἔνοικοι βουλόμενοι ἀπιέναι πρὸς τὸ μαντεῖον καὶ παρʼ ἐκείνου λύσιν μαθεῖν τοῦ κακοῦ, διεφθάρησαν ὑπὸ τῆς Ἰνοῦς χρήμασιν, ἵνα ἐκεῖθεν ἀναστρέφοντες μηδὲν ἄλλο λέγοιεν πρὸς Ἀθάμαντα ἢ ὡς Φρύξον τε καὶ Ἕλλην θῦσαι προστάττειν Ἀπόλλῳ εἰς ἀπαλλαγὴν τοῦ λιμοῦ. Ἀθάμαντος οὖν μεταπεμπομένου αὐτοὺς ἐκ τῶν ποιμνίων καὶ προστάττοντος κριὸν μετʼ αὐτῶν ἀγαγεῖν, ἐπειδὴ κριὸν παραλαβόντες ἔμελλον πορεύεσθαι, οὗτος παραδόξως αὐτοῖς τὸ κατʼ αὐτῶν ἐμήνυσε δρᾶμα. φεύγοντες οὖν ἐποχούμενοι τῷ κριῷ, ἐπεὶ θαλάττης ἐπέβησαν, ἡ μὲν Ἕλλη ὀλισθήσασα τοῦ κριοῦ πίπτει ἐντὸς τοῦ πελάγους, ἀφʼ ἧς Ἑλλήσποντος κέκληται· ὁ δὲ Φρύξος προσορμίσας λιμένι καὶ τελευτήσας τὸν βίον ἐκεῖ, Φρύξου λιμένα τοῦτον ἀπʼ αὐτοῦ καλεῖσθαι πεποίηκεν.

αὐχένι πόντου: διὰ τὸ εἶναι τοῦτον στενόν—ἑπταστάδιος γάρ—παρεικάζει αὐτὸν αὐχένι· ἄλλως τε καὶ ὅτι ἀρχὴ τῆς εἴσω θαλάττης ἐστίν.

διχόθεν: ἐξ ἀμφοτέρων τῶν μερῶν· δέον δὲ εἰπεῖν «ἔκ τε γῆς καὶ θαλάττης», εἰς μὲν τὸ «θαλάττης» τὴν ἀκολουθίαν τοῦ λόγου τετήρηκεν, εἰς δὲ τὸ «γῆς» ἐνήλλαξε· καὶ ἀντὶ τοῦ εἰπεῖν «γῆς» «πεζονόμοις» ἤτοι πεζοῖς εἶπε· πεζοὶ γάρ εἰσιν οἱ τὴν γῆν ὁδεύοντες.

ἡμέτερον. κυάνεον δʼ ὄμμασι: τῆς βʹ ταυτησὶ στροφῆς τὰ κῶλα ϛʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ, τὸ βʹ, τὸ γʹ, τὸ δʹ, τὸ εʹ ἰωνικὰ ἀπʼ ἐλάττονος δίμετρα ἀκατάληκτα καθαρά, ἐκ δύο ἰωνικῶν· τὸ ϛʹ ὅμοιον ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ, καὶ ἐπιτρίτου βʹ. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.

ἡμέτερον. δολόμητιν δʼ ἀπάταν: τοῦτο ἐπῳδὸς εἶναί μοι δοκεῖ διὰ μέσου τεθεῖσα. ἔστι δὲ κώλων θʹ· τὸ αʹ, τὸ βʹ, τὸ γʹ, τὸ δʹ ἰωνικὰ ἀπʼ ἐλάττονος δίμετρα ἀκατάληκτα καθαρά· ἔχει δὲ τὸ μὲν πρῶτον κῶλον τὸν δεύτερον πόδα πεντασύλλαβον, τὸ δὲ δʹ τὸν πρῶτον· τὸ εʹ ὅμοιον ἰωνικὸν ἡμιόλιον· τὸ ϛʹ καὶ ζʹ ὅμοια δίμετρα καταληκτικά, τὸ μὲν ἐξ ἰωνικοῦ καὶ ἀναπαίστου, τὸ δὲ ἐξ ἰωνικοῦ καὶ δακτύλου· τὸ ηʹ ὅμοιον δίμετρον ἀκατάληκτον· τὸ δὲ θʹ ὅμοιον δίμετρον καταληκτικόν, ἐξ ἰωνικοῦ καὶ ἀναπαίστου. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος. δολόμητιν δʼ ἀπάταν: εἰ γὰρ Πέρσαι τὰ ἐς πόλεμον θαυμαστοί, καὶ Ξέρξης τοσοῦτον πλῆθος κατὰ τῆς Ἑλλάδος ἐπήγαγε, ἀλλʼ οὐδεὶς οἵδε ποῖ τὸ πρᾶγμα προβαίη· θεοῦ γὰρ βουλήσει ἄλλοτε ἄλλως τὰ τῆς νίκης χωρεῖ· ὥστε καὶ τοὺς πολλοὺς ὑπʼ ὀλίγων ἂν καταπολεμουμένους θεάσαιο· διὸ καὶ ἡμεῖς ἐσμὲν ταραχῆς καὶ φροντίδος μεστοί.

«φιλοφρόνως» ἔδει εἰπεῖν· πρὸς δὲ τὸ ὄνομα τοῦτο ἐπήνεγκεν.

θεόθεν γάρ: ἤγουν ἐξ ἀρχῆς εἱμαρμένον ἦν Πέρσαις παρὰ θεοῦ ἐν πολέμῳ τοὺς ἄλλους νικᾶν· αὕτη δὲ ἡ κατασκευὴ πρὸς τὸ «ἀπρόσοιστος γὰρ ὁ Περσῶν στρατός» ἐστιν. ἡμέτερον. θεόθεν γάρ: τῆς τρίτης ταυτησὶ στροφῆς τὰ κῶλα ϛʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ καὶ βʹ ἰωνικὰ ἀπʼ ἐλάττονος δίμετρα καταληκτικά, ἐξ ἰωνικῶν καὶ ἀναπαίστων· τὸ γʹ καὶ δʹ ὅμοια ἰωνικὰ δίμετρα ἀκατάληκτα, ἐκ βʹ ἰωνικῶν· τὸ εʹ ὅμοιον ἰωνικὸν τρίμετρον καταληκτικόν, ἐκ δύο ἰωνικῶν ἀπʼ ἐλάττονος καὶ κρητικοῦ· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς δάκτυλον ἔχει ἀντὶ κρητικοῦ διὰ τὴν ἀδιάφορον· τὸ ϛʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου καὶ διιάμβου. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.

ταῦτά μοι μελαγχίτων: τῆς δʹ ταυτησὶ στροφῆς τὰ κῶλα ϛʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ καὶ βʹ τροχαικὰ δίμετρα καταληκτικὰ ἤτοι ἑφθημιμερῆ Εὐριπίδεια· τὸ γʹ κώλου τμῆμα μονόμετρον βραχυκατάληκτον· ἔστι δέ γε ἀδιάγνωστον ποίου ἂν εἴη μέτρου διὰ τὸ ἐκ δύο βραχέων συγκεῖσθαι· τὸ δʹ καὶ εʹ ὅμοια τῷ αʹ καὶ βʹ· τὸ ϛʹ ἀσυνάρτητον ἐκ δύο τροχαικῶν πενθημιμερῶν συγκείμενον. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. δοκεῖ δέ μοι ὅτι, ὥσπερ τὸ «φεῦ» οὐχ ὑποπίπτει μέτρῳ βραχύ τι ὂν κώλου τμῆμα, οὕτω καὶ τὸ «ὀά», εἰ καὶ δισύλλαβον εἴη, διὰ τὸ βραχέα εἵναι ἀμφότερα.

φασί τινες ὡς τὸ μὲν «ὀά» Περσικὸς θρῆνος, τὸ δὲ «οὐά» Λατινικός. ἡμέτερον. ἢ «τῷ φόβῳ, λέγε, τοῦ Περσικοῦ στρατεύματος ἀμύσσεταί μοι ἡ φρήν», ἢ στίζων εἰς τὸ «φόβῳ» πρὸς τὸ «ὀά» σύναπτε οὕτως· «ὀὰ ἕνεκα τοῦ Περσικοῦ στρατεύματος»· ἰσοδύναμον γάρ ἐστι τῷ «φεῦ».

στίζων εἰς τὸ «τοῦδε», τὸ ἑξῆς οὕτω λέγε· «μὴ πόλις πύθηται, κένανδρον μέγʼ ἄστυ Σουσίδος». ὃ δὲ λέγει τοιοῦτόν ἐστι· «μή τις πασῶν τῶν πόλεων πύθηται καὶ ἀκούσῃ τὰ Σοῦσα ἀνδρῶν ἔρημα γενόμενα», τουτέστι «μὴ γένοιτό ποτε ἀφανισθῆναι τὴν τῶν Περσῶν ἀρχήν· εἰ γὰρ ἔσται τοῦτο, καὶ τὸ Κισσίων πόλισμα ἐξ ἐναντίας θρῆνον ἐγερεῖ»· Σοῦσα γὰρ καὶ Κίσσιον καὶ Ἐκβάτανα Περσικαὶ πόλεις, ἐν αἷς οἱ τῶν Περσῶν ἄρχοντες τὰ βασίλεια ἐποιοῦντο. ἡμέτερον. ἐπεὶ ἐν τοῖς ἀκριβεστάτοις τῶν ἀντιγράφων τὸ «τοῦδε» τῷ ἑξῆς κώλῳ συνημμένον εὕρηται, ὡς εἵναι οὕτω «τοῦδε μὴ πόλις πύθηται κένανδρον», οὕτω μοι δοκεῖ τοῦτο συντάττειν· «μὴ πύθηται καὶ ἀκούσῃ ἡ πόλις», τὸ μέγα λέγων ἄστυ τῆς Σουσίδος τὸ κένανδρον τοῦδε τοῦ στρατεύματος, ἤγουν τὴν ἀπώλειαν καὶ τὸν ὄλεθρον· τοιοῦτο γάρ τι ὀφείλων εἰπεῖν, «κένανδρον» εἶπεν, ἐπειδή, ἀφανισθέντος τοῦ στρατοῦ, αὕτη κενὴ ἀνδρῶν ἔμελλεν ἔσεσθαι.

ἢ πρὸς τὸ «ἔσεται» καὶ πρὸς τὸ «ὀά» στίξον, ἵνα πρὸς τὸ «ἀπύων» ἔξωθεν λαμβάνῃς «ἔσται» λογιζόμενος καθολικὸν τὸ «γυναικοπληθὴς ὅμιλος» διὰ πάσας τὰς ἐν Περσίδι γυναῖκας, ἢ πρὸς τὸ «ἔσεται» ὑπόστιξον, ἵνʼ ᾗ ὁ γυναικοπληθὴς ὅμιλος μόναι αἱ ἐν Κισσίοις γυναῖκες· εἰ δέ τις εἴποι ὡς «γυναικοπληθοῦς ὁμίλου ἀπύοντος» ἔδει εἰπεῖν, φαμὲν ὡς, ἐπειδὴ ὁ τῶν γυναικῶν ὅμιλος μέρος ἦν τοῦ Κισσίων πολίσματος, διὰ τοῦτο «γυναικοπληθὴς ὅμιλος» εἶπεν· εὕρηται δὲ αὕτη ἡ σύνταξις οὐκ ἐν ποιηταῖς μόνον, ἀλλὰ καὶ ἐν Θουκυδίδῃ.

ἡμέτερον. πᾶς γὰρ ἱππηλάτας: τῆς εʹ ταυτησὶ στροφῆς τὰ κῶλα ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ τροχαικὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλικόν—ἐντεῦθεν δὲ δῆλον ὅτι καὶ ἴαμβον δέχεται τὰ τροχαικά· —τὸ βʹ ὅμοιον δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς Εὐριπίδειον· τὸ γʹ ὅμοιον τὸν τρίτον ἔχον πόδα ἴαμβον· τὸ δʹ ὅμοιον δίμετρον ὑπερκατάληκτον ἐξ ἰάμβου ἀρχόμενον, εἰ δὲ βούλει, ἀντισπαστικὸν ἐξ ἀντισπάστου, διτροχαίου καὶ συλλαβῆς· τὸ εʹ ὅμοιον οἵου βούλει μέτρου· τὸ ϛʹ δακτυλικὸν πενθημιμερές, εἰ δὲ βούλει, χοριαμβικὸν δίμετρον καταληκτικόν, ἐκ χοριάμβου καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον· τὸ ζʹ ὅμοιον τῷ πρώτῳ ἰθυφαλικὸν καθαρόν. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.

καταχρηστικῶς εἶπε τὸ «πρῶνα»· πρὼν γὰρ κυρίως ἡ τῶν ὀρῶν ἐξοχή· ἐνταῦθα δὲ διὰ τοῦτο εἶπε, διὰ τὸ εἵναι αὐτὸν ἐξοχὴν τῆς ἔξω θαλάσσης πρὸς τὴν εἴσω, καὶ οἱονεὶ αὐχένα· ἐθεράπευσε δὲ διὰ τοῦ εἰπεῖν «ἅλιον».

τοῦτο ὀρθόπτωτόν ἐστι· δέον γὰρ εἰπεῖν «Περσίδων ἑκάστη λείπεται μονόζυξ πολύκλαυστος ἐν φιλάνορι πόθῳ», ἐξ ὀρθοῦ ἐπήνεγκε τὴν σύνταξιν, καὶ ἀντὶ τοῦ εἰπεῖν «ἀκροπενθὴς» πρὸς τὸ «ἑκάστη», οὕτω γὰρ ὁ λόγος ἀπῄτει, πρὸς τὸ «Περσίδες» ἔταξεν.

ἡμέτερον. ἀλλʼ ἄγε Πέρσαι: πληρώσας τὰς στροφὰς καὶ ἀντιστροφὰς ἐπάγει ἐν ἐκθέσει σύστημα συμβουλευτικὸν κατὰ περικοπὴν ἀνομοιομερές, κώλων ἀναπαιστικῶν ιʹ, ὧν τὸ βʹ, τὸ ζʹ καὶ τὸ θʹ μονόμετρα, τὰ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ιʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος.

δορυκράνου: ἢ τῆς ἐκ κρανίου ξύλου οὔσης· τοῦτο γὰρ ἰσχυρότατον καὶ στεγανώτατον πρὸς τὸ ποιῆσαι δόρατα· ἢ ἐκ τοῦ εἰπεῖν «δορυκράνου λόγχης» ἐδήλωσεν ἐν ταὐτῷ δύο, δόρυ καὶ κράνος· τὸ γὰρ «δορυκράνου λόγχης ἰσχὺς» τοιοῦτόν ἐστιν ὡς ἂν εἰ ἔλεγεν «ἄνδρες κράνει καὶ δόρατι ἰσχύοντες».

ἡμέτερα. ἀλλʼ ἥδε θεῶν: σύστημα ἕτερον κατὰ περικοπὴν κώλων ὁμοίων ἀναπαιστικῶν εʹ· ὧν τὰ μὲν δʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ εʹ καταληκτικὸν ἤτοι ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος.

ὦ βαθυζώνων: σύστημα ἕτερον ἐπιφθεγματικὸν ὀνομαζόμενον ἐν ἐκθέσει στίχων τροχαικῶν τετραμέτρων καταληκτικῶν δʹ· ὧν τελευταῖος καὶ πάσης τῆς τοῦ χοροῦ οἰκονομίας «εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ». ἐπὶ τῷ τέλει κορωνὶς ἑτέρων εἰσιόντων ὑποκριτῶν.

ταῦτα δὴ λιποῦσα: ἡ συστηματικὴ αὕτη περίοδος στίχων ἐστὶν ὁμοίων τροχαικῶν τετραμέτρων καταληκτικῶν ιζʹ· ὧν τελευταῖος «εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς». ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος.

φοβοῦμαι, φησί, μὴ ὁ μέγας πλοῦτος κονίσας καὶ ταράξας τὸ ἔδαφος ἐν ποδὶ ἀνατρέψῃ καὶ ἀπολέσῃ τὸν ὄλβον καὶ τὴν εὐδαιμονίαν τῶν Περσῶν, ὃν μετὰ τῶν θεῶν μέγαν καὶ θαυμαστὸν Δαρεῖος ἐποίησε. σωματοποιεῖ δὲ ἐνταῦθα τὸν πλοῦτον· ὃ δὲ λέγει τοιοῦτόν ἐστι· φοβοῦμαι μὴ ἡ μεγίστη τῶν Περσῶν εὐδαιμονία αὐτὴ ὑφʼ ἑαυτῆς ἀνατραπείη καὶ ἀφανισθείη, ὅθεν διπλῆν κατὰ νοῦν στρέφω φροντίδα. ἔστι δὲ αὕτη τίς; μήτε τὸν πλοῦτον περὶ πλείστου ποιεῖσθαί τινα ὃς τὸν ὑπερμαχοῦντα οὐκ ἔχει—τοῦτο γάρ ἐστι τὸ «ἀνάνδρων»—, μήτε τοῖς ἀχρημάτοις ἤτοι τοῖς πένησι λάμπειν φῶς τοσοῦτον ἤτοι εὐδαιμονίαν, ὅση δύναμις πάρεστι· τουτέστιν οὔτε ὁ πλοῦτός ἐστι περισπούδαστος ὁ μὴ ἀσφαλής, οὔτʼ αὖ τοὐναντίον μακαριστοί εἰσιν οἱ πένητες, ἔχοντες μὲν ἰσχὺν τὴν αὑτῶν, χρημάτων δὲ ἀπολειπόμενοι. λέγει δὲ ταῦτα διὰ τὸ μηδὲν ὄφελος εἵναι ἔτι τῶν τοσούτων τῆς τῶν Περσῶν ἀρχῆς θησαυρῶν, εἰ Ξέρξης ἡττηθείη, πάντας Πέρσας μεθʼ ἑαυτοῦ ἐπαγόμενος, καὶ τῆς Περσίδος μετὰ γυναικῶν καὶ γερόντων ἀπολειφθείσης. δέον δὲ οὕτως εἰπεῖν «μήτε χρημάτων ἀνάνδρων πλῆθός τινα σέβειν, μήτε μακαρίζειν τοὺς ἀχρημάτους» ἐνήλλαξε καὶ ἀντὶ τοῦ εἰπεῖν «μακαρίζειν» «λάμπειν» εἶπεν.

ἡμέτερα. δέον εἰπεῖν «μήτε τὸ πλῆθος τῶν χρημάτων τιμᾶν τινα οἷς οὐκ ἔνεστι καὶ πλῆθος ἀνδρῶν φρουρούντων ταῦτα, μήτε τοὺς ἀχρημάτους καὶ πένητας ὁρᾶν τὸ φῶς ὅση τούτοις πρόσεστι δύναμις», ὁ δὲ τὸ «σθένος» πρὸς τὸ «φῶς» ἔτρεψεν ἐμψυχοποιῶν οἷον τὸ φῶς· τοῦτο δʼ ὅμοιόν ἐστι τῷ παρὰ Σιμοκάτῳ· ὃ γὰρ ἐκεῖνος περὶ τῶν δανειζομένων φησί, μὴ τὰς ἀκτῖνας τὰς ἡλιακὰς ἐλευθέρως προσβλέπειν μηδὲ τὸν ὑπὲρ γῆς ἀέρα προσηνῶς ἀναπνεῖν, τοῦτο οὗτος περὶ τῶν πενήτων εἴρηκεν, ὡς οὐ λάμπει τούτοις τὸ φῶς ὅση τούτῳ πρόσεστι δύναμις· ἀμφότεροι γὰρ ὑπὸ δέους κρυπτόμενοι οὐ καθαρῶς τοῦ φωτὸς ἀπολαύουσιν· οἱ μὲν γὰρ τοὺς δανειστάς, οἱ δὲ τούς τε δεσπότας καὶ εἰσπράττοντας δεδιότες κάτω νενεύκασιν ἀμυδρῶς τὴν ἀκτῖνα τοῦ ἡλίου προσβλέποντες.

πολλοῖς μὲν αἰεί: ἡ μονοστροφικὴ αὕτη περίοδος στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λθʹ· ὧν τελευταῖος «σωθεὶς δʼ ὁμοίως τῆσδε κοιρανεῖ χθονός». ἐπὶ τῷ τέλει παράγραφος.

Ἄνδρων ὁ Ἀλικαρνασεύς φησι τὸν Ὠκεανὸν γήμαντα Πομφολύγην καὶ Παρθενόπην ἐκ μὲν Παρθενόπης σχεῖν Εὐρώπην, ἐκ δὲ Πομφολύγης Ἀσίαν καὶ Λιβύην, ὅθεν ὠνομᾶσθαι τὰς ἠπείρους.

ἡμέτερον. «ἀλλήλαις» γράφε καὶ μὴ «ἀλλήλοις» ἀρσενικῶς· οὐ γὰρ διὰ τὸ «τούτω» ἀρσενικὸν ἀντὶ τοῦ «αὖται» ῥηθὲν Ἀττικῶς χρὴ καὶ τοῦτο ἀρσενικῶς ἐκφέρειν· ἐπὶ τῶν ἄρθρων γὰρ μόνον καὶ τῶν ἀντωνυμιῶν τοῦτο ποιεῖν εἰώθασιν Ἀττικοί, οὐ μὴν καὶ ἐπὶ τῶν ὀνομάτων εἰ μή πως σπανίως διʼ ἀνάγκην· «τὼ χεῖρε» γάρ φασι καὶ οὔτε «τοῦ σάλπιγγος», καὶ «τώδε τὼ κασιγνήτα» καὶ «τούτω» καὶ τὰ τοιαῦτα.

διὰ τοῦτο ᾤκτειρε τὸν Ξέρξην Δαρεῖος διὰ τὸ καὶ αὐτὸν εἰς Ἑλλάδα μετὰ στρατοῦ ἐλθεῖν καὶ ἡττηθῆναι, καὶ ταῦτα μυριοπλάσιον πλῆθος ἔχοντα ἢ πρώην ἐκεῖνος· Δαρεῖος μὲν γὰρ ἐν τῇ πρώτῃ στρατείᾳ οὐκ ἦν ἀλλὰ στρατηγὸν αὐτῆς τὸν Δάτιν ἔπεμψε, Ξέρξης δὲ οὐκ ἠνέσχετο ἕτερον πέμψαι ἀλλʼ αὐτὸς παρῆν, ὅθεν καὶ ἡττηθεὶς μείζω τὴν αἰσχύνην ἐκτήσατο.

Καλλιρρόη ὄνομα πηγῆς, ἀφʼ ἧς οἱ μέλλοντες θύσειν τὰς χεῖρας ἐκάθαιρον· φασὶ γοῦν διὰ τὸ αἰτίαν εἶναι καθαρμοῦ Καλλιρρόην αὐτὴν ὠνομᾶσθαι· λέγει δὲ ἐνταῦθα Ἄτοσσα καλλιρρόου πηγῆς ἄψασθαι, ἢ ὅτι ἐν τῇ Περσίδι ἦν αὕτη ἡ πηγή, ἢ ὡς καθαρὸν ἔχουσαν ὕδωρ καλλίρροον ἐκάλεσε τὴν πηγήν, ἀφʼ ἧς τὰς χεῖρας ἐνίψατο.

ἐν ᾧ τὰ θύματα ἔσφαζον ἐκαλεῖτο βωμός, τετραγωνοειδὴς ὢν τόπος μέσον τοῦ ἱεροῦ· ἐσχάρα δὲ ὁ λάκκος ἐν ᾧ τὰ ἱερεῖα ἔκαιον.

πέλανος οὐ μόνον ὁ ῥύπος, ὡς Εὐριπίδης φησὶν «ἀφρώδη πέλανον» ἤτοι τὸν ἐξ ἀφροῦ ῥύπον, ἀλλὰ καὶ θῦμά τι.

ἡμέτερον. οὔ σε βουλόμεσθα: αἱ συστηματικαὶ αὖται περίοδοι στίχων εἰσὶ τροχαικῶν τετραμέτρων καταληκτικῶν λδʹ· ὧν τελευταῖος «εἰ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν». ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος· ἐπὶ δὲ τῷ τέλει κορωνὶς ἑτέρου εἰσιόντος ὑποκριτοῦ. οὔ σε βουλόμεσθα: οὐκ ἐθέλομεν διακρῖναι τὸ ὄναρ εἴτε χρηστόν ἐστιν εἴτε ἀπευκτέον· ἐὰν γὰρ δυστυχίας σημαντικὸν εἴπωμεν εἶναι, λυπήσομέν σε καὶ ἐμβαλοῦμεν εἰς φόβον ἀγωνιῶσαν ὑπὲρ τοῦ παιδὸς μή τι κακόν γε πάθῃ· ἐὰν δὲ χρηστὸν καὶ λυσιτελὲς αὐτὸ διακρίνωμεν, θρασυνοῦμέν σε καὶ ἀμελῆσαι ποιήσομεν τῶν θεῶν· διὸ τούτους ἱκετεύουσα εὔχου τὰ λῴονα.

κρίνομεν δὲ καὶ λογιζόμεθα περὶ τῶνδε ὧν ἐθεάσω κατʼ ὄναρ, εἰ πρὸς τοὺς θεοὺς ἀναθήσεις καὶ χοὰς τῷ σῷ πόσει ποιήσεις, καλῶς τούτους τελεῖν σοι κατὰ πάντα τρόπον ταυτί· εἴτε γὰρ χρηστά ἐστι ταχέως τελέσουσιν, εἴτʼ αὖ τοὐναντίον, ἀλεξίκακοι γένωνται ἐξιλεωθέντες θυσίαις τε καὶ δεήσεσι ταῖς σαῖς.

εἰποῦσα Ἄτοσσα ὡς ἐπεθύμει Ξέρξης Ἀθήνας ἑλεῖν, ἐπειδὴ ὁ χορὸς ἔφη πρὸς αὐτὴν «ναί, ἐπεθύμει· εἰ γὰρ Ἀθήνας εἷλε, πᾶσα ἂν ἐγεγόνει ὑπήκοος αὐτῷ ἡ Ἑλλάς», νῦν αὐτὴ πάλιν φησίν· «οὕτω πολὺν στρατὸν Ἀθηναῖοι ἔχουσιν, ὡς ἀνάλωτον εἶναι τὴν πόλιν αὐτῶν καὶ τὸν αὐτοὺς καταγωνισάμενον καὶ πάντας ἂν ἀνθρώπους ὑπὸ χεῖρα λαβεῖν;»

ἐπειδὴ ἡ αἰχμὴ ἐπὶ λόγχης λέγεται, διὰ τοῦτο «τοξουλκὸς» εἶπεν ἐμφαίνουσα διὰ τούτου τὰ τόξα.

ἐπειδὴ τοιούτους αὐτοὺς εἶναι λέγεις, δεινὰ τοῖς τεκοῦσι λέγεις· τουτέστι φόβον ἐμβάλλεις πατράσι τε καὶ μητράσι τῶν ἀπελθόντων ἐκεῖσε παίδων φροντίσαι μή τι πάθωσιν.

ὁ τοῦδε τοῦ ἀνδρὸς δρόμος Περσικός ἐστι· τοῦτο γὰρ δηλοῖ τὸ «Περσικὸν πρέπει μαθεῖν»· τουτέστιν ἐκ Περσῶν ἐστι τῶν εἰς Ἑλλάδα ἐστρατευκότων οὗτος ὁ ἄγγελος πρὸς ἡμᾶς ἰὼν καὶ φέρων ἡμῖν κλύειν καὶ ἀκούειν σαφές τι πρᾶγος καὶ πρᾶγμα ἐσθλὸν ἢ κακόν.

ἡμέτερον. ὦ γῆς ἁπάσης: σύστημα προκαταστατικὸν καὶ οἶον προῳδὸς τῶν ἑξῆς ἀλλοιοστρόφων συστημάτων, στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ζʹ. ἐπὶ τῷ τέλει παράγραφος.

διὰ τοῦτο εἶπε λιμένα πλούτου διὰ τὸ τοὺς πλέοντας ἐν λιμένι καταφεύγειν καὶ σῴζεσθαι· τοιοῦτος δὲ καὶ ὁ πλοῦτος τοὺς ἔχοντας αὐτὸν ἐνδόξους ποιεῖ καὶ φυλακὴν αὐτοῖς ἐντίθησιν.

ἡμέτερον. ἄνιʼ ἄνια: τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, ἀλλοιόστροφα· ἔστι δὴ τῆς παρούσης στροφῆς τὰ κῶλα δʹ· τὸ αʹ χοριαμβικὸν δίμετρον καταληκτικόν, ἐκ χοριάμβου ἑξασυλλάβου καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον ἢ χορείου· τὸ βʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον καταληκτικόν, ἐξ ἰωνικοῦ καὶ βακχείου· τὸ γʹ ἀντισπαστικὸν καθαρὸν ἡμιόλιον· τὸ δʹ ἰωνικὸν ἡμιόλιον ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ τροχαίου. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως.

σύστημα κατὰ περικοπὴν στίχων ἰαμβικῶν βʹ· εἶτα παράγραφος.

ὄντως διὰ τοῦτο μέχρι τοῦ παρόντος καιροῦ βεβιώκαμεν, ἵνα τοιούτων συμφορῶν ἀκουσταὶ γινώμεθα. ἀναγνωστέον δὲ ἢ κατὰ στιγμὴν καὶ ὑποστιγμὴν ἢ κατὰ στιγμὴν μόνην· οὕτω γάρ ἐστι βέλτιον. ἦ μακροβίοτος: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἦς ἡ ἀρχὴ «ἄνιʼ ἄνια κακά»· καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων ἐκείνῃ δʹ· τὸ μέντοι πρῶτον κῶλον οὐχ ἑξασύλλαβον ἔχει τὸν πρῶτον πόδα ἀλλὰ πεντασύλλαβον. ἐπὶ τῷ τέλει παράγραφος μόνη.

ἕτερον σύστημα κατὰ περικοπὴν στίχων ὁμοίων βʹ· εἶτα παράγραφος.

ἡμέτερα. ὀττοττοτοῖ: ἡ βʹ αὕτη στροφὴ κώλων ἐστὶ δʹ· τὸ αʹ χοριαμβικὸν ἡμιόλιον ἐς ἐπιτρίτου τρίτου καὶ ἰάμβου· τὸ βʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου πεντασυλλάβου καὶ διιάμβου· τὸ γʹ περιοδικὸν δίμετρον ὑπερκατάληκτον—τοιοῦτο γάρ ἐστι τὸ τῆς ἀντιστροφῆς, —ἐκ διτροχαίου πεντασυλλάβου, διιάμβου καὶ συλλαβῆς· τὸ δʹ ὅμοιον δίμετρον καταληκτικόν, ἐκ διτροχαίου καὶ διιάμβου καταληκτικοῦ ἤτοι ἀμφιβράχεος καὶ βακχείου. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως.

σύστημα στίχων βʹ· εἶτα παράγραφος.

ὀττοττοτοῖ: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἦς ἡ ἀρχὴ ἡ αὐτή· ἔστι δὲ καὶ αὕτη κώλων δʹ· ἔχει δὲ τὸ βʹ κῶλον τὸν μὲν πρῶτον πόδα ἑξασύλλαβον, τὸν δὲ βʹ πεντασύλλαβον· τὸ δὲ δʹ τὸν πρῶτον πόδα ἐπίτριτον τέταρτον, τὸν δὲ βʹ ἀμφίβραχυν. ἐπὶ τῷ τέλει παράγραφος μόνη.

διπλάκεσσιν: ἤτοι διπλαῖς ἀκταῖς Σαλαμῖνος καὶ τῆς ἀντικρὺ ταύτης γῆς· ἢ ταῖς διπλῶς ἔνθα καὶ ἔνθα φερομέναις στροφαῖς τῶν κυμάτων.

σύστημα στίχων βʹ· εἶτα παράγραφος.

ἴυζʼ ἄποτμον: ἡ τρίτη αὕτη στροφὴ κώλων ἐστὶ δʹ· τὸ αʹ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἐκ διιάμβου καὶ κρητικοῦ· τὸ βʹ ὅμοιον δίμετρον ἀκατάληκτον, ἐκ διιάμβου καὶ ἐπιτρίτου τρίτου κατὰ συνίζησιν· τὸ γʹ ὅμοιον ἐξ ἐπιτρίτου τρίτου, διιάμβου καὶ συλλαβῆς, ὑπερκατάληκτον· τὸ δʹ ὅμοιον τῷ αʹ, ἐξ ἐπιτρίτου τρίτου καὶ ἀμφιβράχεος ἢ βακχείου, εἰ δὲ βούλει χοριαμβικόν· τοιοῦτον γὰρ δοκεῖ τὸ τῆς ἀντιστροφῆς. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως.

σύστημα στίχων βʹ· εἶτα παράγραφος.

ὦ πλεῖστον ἔχθος: ἤτοι ὦ Σαλαμὶς καὶ πρὸς μόνην τὴν ἀκοὴν δυσχέρειαν φέρουσα ἔμοιγε καὶ σφόδρα μισητή.

στυγναὶ δʼ Ἀθᾶναι: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἦς ἡ ἀρχὴ «ἴυζʼ ἄποτμον»· καὶ αὕτη γὰρ κώλων ἐστὶ δʹ· ἔχει δὲ τὸ αʹ κῶλον κατὰ τὸν βʹ πόδα συνίζησιν· τὸ βʹ τὸν αʹ πόδα δισπονδεῖον, τὸν δὲ βʹ ἐπίτριτον αʹ ἢ ἀντίσπαστον· τὸ δὲ γʹ τὸν βʹ πόδα ἀντίσπαστον. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. στυγνότητα καὶ λύπην αἱ Ἀθῆναι φέρουσι τοῖς πολεμίοις καὶ πρὸς μνήμην αὐτοῖς ἰοῦσαι μήτοιγε δὴ εἰς πεῖραν ἰοῦσιν αὐτῶν.

τὸ «πολλὰς» νοητέον ἢ ἀντὶ τοῦ «πόλεις» ἢ ἀντὶ τοῦ «μητέρας καὶ γαμετάς»· ὅπερ σαφηνίζεται ἐκ τοῦ «εὔνιδας» καὶ ἐκ τοῦ «ἀνάνδρους», τοῦ μὲν «εὔνιδας» πρὸς τὸ «μητέρας» νοουμένου ἀντὶ τοῦ «ἑστερημένας τῶν οἰκείων παίδων», τοῦ δὲ «ἀνάνδρους» πρὸς τὸ «γαμετάς»· ἅτινα νοοῦνται καὶ εἰ τὸ «πολλὰς» ἀντὶ τοῦ «πόλεις» ἐκλάβῃς, τὸ δὲ «ἔκτισαν» ἀντὶ τοῦ «ἐποίησαν» —«κτίζομεν» γὰρ «τεῖχος» ἀντὶ τοῦ «ποιοῦμεν» λέγομεν—· τὸ δὲ «Περσίδων», εἰ μὲν τὸ «πολλὰς» πρὸς τὸ «πόλεις» εἴπῃς, ἀντὶ τοῦ «Περσικῶν πόλεων» νοήσεις· εἰ δὲ πρὸς τὸ δεύτερον, ἀντὶ τοῦ «γυναικῶν.»

ἡμέτερον. σιγῶ πάλαι δύστηνος: αἱ ἑξῆς συστηματικαὶ αὖται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σμβʹ· ὧν τελευταῖος «μὴ καί τι πρὸς κακοῖσι πρόσθηται κακόν». ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος· ἐπὶ δὲ τῷ τέλει κορωνὶς ἐξιόντων τῶν ὑποκριτῶν καὶ εἰσιόντος τοῦ χοροῦ.

τὸ μήτε λέξαι: μὴ νοήσῃς ἐνταῦθα ἔξωθεν κατα, ὥς τινες. εἰποῦσα γὰρ ὡς ὑπερβάλλει ἥδε ἡ συμφορά, ἐπήνεγκε τὴν ὑπερβολὴν ἥτις ἐστὶ «τὸ μήτε λέξαι μήτʼ ἐρωτῆσαι τὰ πάθη»· ἔστι δὲ ὅμοιον κἀκεῖνο ὅ φησι Προμηθεὺς πρὸς τὸν χορὸν λέγων· «ἐπεὶ προθυμεῖσθʼ, οὐκ ἐναντιώσομαι τὸ μὴ οὐ γεγωνεῖν».

τὸ «καταστάς» ἀντὶ τοῦ «εἰς κατάστασιν ἐλθών»· ἐθρήνει γάρ.

Σιλήνια αἰγιαλός ἐστι Σαλαμῖνος οὕτω καλούμενος· λέγεται δὲ καὶ Τροπαία ἄκρα ὡς Φιλόξενος ἐν τῷ Περὶ λιμένων ἱστορεῖ.

τοῦτο ἀδολεσχία· πᾶσα γὰρ νῆσος ὑπὸ θαλάσσης πλησιάζεται ἢ πλήττεται· λέγει δὲ τὴν Σαλαμῖνα· τὸ δὲ «πολεῖ» ἀντὶ τοῦ «συστρέφεται»· θανόντος γὰρ περὶ τοῦτον τὸν τόπον, ἐνταῦθα ἡ ψυχὴ αὐτοῦ ἐμφιλοχωρεῖ.

κύρισσον: προσέκρουον· πεσόντες γὰρ ἡμιθανεῖς ποσί τε καὶ κεφαλῇ ἐστροβοῦντο· εἴρηται δὲ τὸ «ἐκύρισσον» ἐκ μεταφορᾶς τῶν ἀλόγων ζῴων τῶν τυπτόντων τοῖς κέρασιν ἄλληλα.

διὰ τὸ ὀλίγους πάνυ λευκοὺς εὑρίσκεσθαι ἵππους, τοὺς δὲ ἄλλους ἐκ τῶν ἑτέρων χρωμάτων ὄντας, ἃ πρὸς τὸ μέλαν μᾶλλον ᾠκείωται, διὰ τοῦτο «μελαίνης ἵππου» φησίν.

ἀξίωμα παρὰ Πέρσαις τὸ «μάγος»· ἔλεγον δὲ οὕτω τοὺς ἀστρολόγους.

μέτοικος: ἐν ἄλλῃ γὰρ πόλει γεννηθεὶς ἐν ταύτῃ μετῴκησεν.

οὐ μάλʼ εὐτυχῶς: ἀλλὰ δυστυχῶς καὶ παρʼ ἀξίαν· οὐ γὰρ ἔδει τὸν τηλικοῦτον τὴν ὥραν ἀθλίως ἀπολωλότα κατὰ γῆς ἐρρίφθαι.

πλεῖστον πόνον: ἤγουν ἀνδρείως ἀγωνισάμενος καὶ δυσκαταγώνιστος δόξας τῷ πολέμῳ.

τὸ «ὧδε» καὶ ἀντὶ τοῦ «ἐνταῦθα» καὶ ἀντὶ τοῦ «οὕτως» νόει.

ἡμέτερον. τῶν Ἀθηναίων ἐπιβαρύνας ζυγά. ἤτοι τὰς πλάστιγγας, παρὰ τὸ Ὁμηρικόν· «ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν».

εἰ γὰρ θεοὶ Ἀθηναίους σῴζουσιν, ἀπόρθητος ἐσαεὶ τούτων ἂν εἴη ἡ πόλις, ἐπεὶ ἀσφαλής ἐστι φυλακὴ ἡ τῶν θεῶν βοήθεια.

τὸν θεῶν φθόνον: τὴν νέμεσιν ἣν τοῖς μεγάλα φρονοῦσιν ἐπάγουσιν ἀπροσδοκήτως καταβάλλοντες αὐτούς.

ἡμέτερον. «κρατὸς» χρὴ γράφειν ἐνταῦθα καὶ οὐ «κράτος»· τὸ μὲν γὰρ ἔχει μακρὸν τὸ α, ὡς ἐν πολλοῖς εὕρηται· τὸ δὲ «κράτος», βραχύ.

νεὼς μακρᾶς: ἢ τῆς πολλῆς, ἢ τῶν ἰδιωτικῶς λεγομένων κατέργων· ἃ ἰδίως μακρὰ πλοῖα καλοῦσιν.

οὕτως εἰώθασι σχηματίζειν τὸ στρατόπεδον, κέρας μὲν δεξιὸν τιθέντες καὶ ἀριστερὸν ἐξ ἑκατέρων τῶν μερῶν, τὸ μεταξὺ δὲ μέτωπον καλοῦντες, τὸ δὲ ὄπισθεν οὐραγίαν, ἣν ἰδιωτικῶς σάκαν καλοῦσιν.

δέον οὕτως εἰπεῖν «εὐθὺς δὲ ναῦς ἐν νηὶ ὥρμησεν», ὁ δὲ «ἔπαισεν» εἶπεν· ἐπειδὴ γὰρ ἡ ὁρμὴ αὐτῆς ἐπὶ τύψει καὶ συγκρούσει νηὸς ἑτέρας ἐγίνετο, διὰ τοῦτο «ἔπαισεν» εἶπε· χαλκήρη δὲ στόλον λέγει τὴν ὁρμὴν ἣν μετὰ σιδήρου ἐποιεῖτο· τὰ γὰρ μακρὰ πλοῖα ἔμπροσθεν ἔχουσιν ὥσπερ αἰχμὴν ἀπὸ σιδήρου, διʼ ἧς τοῖς τῶν πολεμίων πλοίοις ἐπιφερόμενα θραῦσιν ἐργάζεται.

τὸ τότε συμβὰν τοῖς Πέρσαις κακὸν διηγούμενος οὐδέπω τὸ ἥμισυ διηγησάμην· ἀλλὰ τοσοῦτόν ἐστι τὸ λοιπὸν τῆς διηγήσεως, ὡς δὶς εἶναι τοσοῦτον· νόει οὖν τὸ «μεσοῦν» ἢ ἀπαρέμφατον ἢ οὐδέτερον.

τὴν Ψυτταλίαν φησίν, ἥτις διέχει Σαλαμῖνος σταδίοις πέντε· ἐν ταύτῃ φυγόντες οἱ ἡγεμόνες τῶν Περσῶν ὑπʼ Ἀθηναίων ἀπώλοντο.

ὁ φιλόχορος, ὁ τῇ μουσικῇ χοροὺς ἱστάς· τοιοῦτος γὰρ ὁ θεός· ναὸς δὲ ἦν τούτου ἐνταῦθα παρʼ αἰγιαλῷ.

τὸ «ἐκσῳζοίατο» πρὸς τὸ «νεῶν» σύναπτε.

ὥστʼ ἀμηχανεῖν αὐτοὺς τοὺς Ἕλληνας δηλονότι ὑπὸ τῶν ἐκεῖ Περσῶν ποτὲ μὲν λίθοις ποτὲ δὲ ὀϊστοῖς αὐτοὺς βαλλόντων.

τὸ ἄντικρυς Σαλαμῖνος ὄρος λέγει τὸ Αἰγάλεον, ὥς φησιν Ἡρόδοτος.

ἔψευσας φρενῶν: ψευσθῆναι ἐποίησας τῶν λογισμῶν ἐλπίζοντας ἀκονιτὶ πᾶσαν τὴν Ἑλλάδα αἱρήσειν καὶ μηδένα αὐτοῖς εἰς ὄψιν ἐλθεῖν μὴ ὅτι μαχέσασθαι.

πικρὰν τιμωρίαν· βουλόμενος γὰρ Ἀθηναίους ὑπὲρ πατρὸς τιμωρήσασθαι, αὐτὸς μᾶλλον κεκόλασται.

ναῶν δέ: οὗτος ὁ «δέ» σύνδεσμος συνάφειά ἐστι πρὸς τὴν ἄνω διήγησιν αὐτοῦ τοῦ ἀγγέλου, εἰ καὶ διὰ μέσου ἡ Ἄτοσσα ἀπεκλαύσατο τὴν τῶν Περσῶν δυστυχίαν.

πέδον Ἀχαιίδος ἡ Μονεμβασία ἡ πρὶν λεγομένη Δωρίς.

ἔστι καὶ ἐν Μακεδονίᾳ πόλις Μαγνησία, ὥς φησι Δημοσθένης, περὶ τὸν Ὄλυμπον.

ἡμέτερον. τὸ «Ἀξειός» διφθογγίζεται παρὰ πολλοῖς ὡς καὶ τὸ «Πηνειός» καὶ «Ἀλφειός» καὶ «Σπερχειός» καὶ τὰ τοιαῦτα. ὅτι Θεσσαλονίκη καὶ Ἀξειὸς καὶ Βέρροια καὶ τὰ περὶ αὐτὰ ἐν Μακεδονίᾳ κεῖνται, οὐκ ἐν Θετταλίᾳ, ὡς Πτολεμαῖος ἀναγράφει ἐν τῇ Γεωγραφίᾳ· Θετταλίαν γὰρ τὰ μετὰ τὸν Ὄλυμπόν φασι μέρη, ἐν οἷς Φθία καὶ Λάρισσα καὶ Δημητριὰς καὶ Πηνειός.

Βόλβη λίμνη Μακεδονίας· τελματώδης δὲ οὖσα πολλοὺς δόνακας ἀναδίδωσιν· μία δὲ τῶν περὶ τὴν Θεσσαλονίκην ἐστίν.

ἡμέτερον. τὸ «τὶς» ἢ διὰ μόνον τὸν Ξέρξην νοήσεις εἰρῆσθαι ἢ καθολικῶς διὰ πάντα τὸν στρατόν, ὃς ὑπὸ πολλῆς ὑπερηφανίας οὐκ ἐνόμιζεν εἶναι θεούς, ἀλλʼ ἀτίμως περὶ αὐτοὺς διακείμενος ᾤετο τῷ πλήθει νικήσειν καὶ πάντα ὑπʼ αὐτὸν ποιήσασθαι.

ἡμέτερον. τοῦτο ἐκ μεταφορᾶς εἴρηται τῶν λὰξ ἐπιπηδώντων τισὶ καὶ συνεχῶς τῷ ποδὶ τυπτόντων κειμένους, ὡς μὴ δύνασθαι ἀναστάντας τὸν κίνδυνον ἐκφυγεῖν.

«πιστῶς» ὤφειλεν εἰπεῖν ἀλλὰ πρὸς τὸ ὄνομα ἐπήγαγε «πιστοῖς»· νοεῖται δὲ διπλῶς, ἢ «ἐπὶ τοῖς πεπραγμένοις πιστοῖς», ἤτοι τοῖς φανερῶς καὶ βεβαίως γεγενημένοις τῷ στρατῷ ἀτυχήμασιν, ἢ «ἐπὶ τοῖς πεπραγμένοις πιστοῖς», ἤτοι τοῖς πρότερον ὑφʼ ὑμῶν γεγενημένοις πιστῶς πρὸς ἡμᾶς ἔργοις· ὃ καὶ κρεῖττον καὶ μαρτυρεῖ τὸ «πιστὰ ξυμφέρειν βουλεύματα»· ἑρμηνεύει δὲ τὰ βουλεύματα τὸ παραμυθεῖσθαι τὸν Ξέρξην εἰ πρὸ αὐτῆς καταλάβῃ, λέγουσα ὡς ἀπʼ ἄλλης ἀρχῆς οὕτως «καὶ παῖδʼ ἐάνπερ» καὶ τὰ ἑξῆς.

σύστημα ἐπιφθεγματικὸν κώλων ιϛʹ. ἡμέτερον. ὦ Ζεῦ βασιλεῦ: τὸ παρὸν εἶδος τοῦ χοροῦ ἑτέρως ἐστὶν ἐσχηματισμένον, ὡς καὶ πρότερον εἴρηται· ἔχει γὰρ πρῶτον ἐν τάξει προῳδοῦ σύστημα ἐπιφθεγματικὸν ὀνομαζόμενον ἀνομοιομερές, κώλων ἀναπαιστικῶν ιϛʹ, εἶτα στροφὰς καὶ ἀντιστροφὰς γʹ. εἰσὶ γοῦν τοῦ παρόντος συστήματος τὰ κῶλα, ὡς εἴρηται, ἀναπαιστικά· ὧν τὸ γʹ καὶ τὸ ηʹ μονόμετρα, ἤτοι ἀναπαιστικὴ βάσις· τὰ λοιπὰ δίμετρα ἀκατάληκτα· τὸ δὲ ἑκκαιδέκατον δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει μόνη παράγραφος. εἴρηται ἡμῖν ὅτι δέχεται τὰ ἀναπαιστικὰ κῶλα καὶ ἴαμβον· μὴ ξενίζου τοίνυν εἴπερ εὑρήσεις ἐν τούτοις κείμενον ἴαμβον.

ἐρείκη εἶδος φυτοῦ ὅπερ ἐστὶν εὔσχιστον. ἀπὸ τούτου δὲ καὶ τὸ «κατερεικόμεναι» γίνεται. τὸ δια δὲ ὑπερβατῶς πρὸς τὸ «τέγγουσι» συντακτέον.

λέκτρων εὐνάς: ἤγουν ἀφεῖσαι τὰς εὐνὰς τῶν λέκτρων τὰς ἁβροχίτωνας, τουτέστι τὸ καθεύδειν ἐν στρωμναῖς κεκοσμημέναις ἁβρῶς, ὅπερ ἐστὶ τέρψις καὶ χλιδὴ τῆς νέας ἡλικίας, ἤγουν τὸ τέρπεσθαι ὡς νέαι ἐάσασθαι, θρήνοις προσέχουσι χάριν τῶν οἰκείων ἀνδρῶν, οἷς νεωστὶ πρὸς γάμον συνήφθησαν.

κἀγὼ δέ: τουτέστιν οὐ περὶ τοὺς ἀποθανόντας ἀμελῶς διάκειμαι, ἀλλὰ τὸν τούτων θάνατον βαστάζω λαμπρῶς πολυδάκρυτον, ἀντὶ «θρήνου πολλοῦ ἀξιῶ».

ἡμέτερον. νῦν γὰρ δή: τῆς παρούσης στροφῆς τὰ κῶλα ιʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου δʹ, διτροχαίου καὶ συλλαβῆς, εἰ δὲ βούλει τροχαικὸν διόλου· τὸ βʹ χοριαμβικὸν ὅμοιον, ἐκ χοριάμβου, διτροχαίου καὶ συλλαβῆς· τὸ γʹ καὶ δʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα καθαρά· τὸ εʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον καθαρόν· τὸ ϛʹ τροχαικὸν ἑφθημιμερὲς Εὐριπίδειον τὸν αʹ ἔχον πόδα χορεῖον· τὸ ζʹ καὶ ηʹ ὅμοια καθαρά· τὸ θʹ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἐξ ἐπιτρίτου δʹ καὶ βακχείου· τὸ ιʹ ὅμοιον ἐκ διτροχαίου καὶ βακχείου. ἐπὶ τῷ τέλει παράγραφος· ὅτι τὸ βʹ τῆς ἀντιστροφῆς κῶλον τὸν μὲν πρῶτον ἔχει πόδα διτρόχαιον, τὸν δὲ βʹ πεντασύλλαβον διτρόχαιον, τὸ δὲ ιʹ τὸν πρῶτον ἐπίτριτον τρίτον ἀντὶ διτροχαίου.

τὸ «πόποι» καὶ «τότοι» ἐπιρρήματά ἐστι σχετλιαστικά, τὸ «ποποῖ» δὲ καὶ «τοτοῖ» τοπικὰ δηλοῦντα τὸ «ποῦ» καὶ τὸ «ἐκεῖ».

καταχρηστικῶς λέγει τὸ «βαρίδεσι» καὶ ἀπὸ μέρους· οὐ γὰρ ἦσαν πᾶσαι αἱ τοῦ Ξέρξου νῆες βαρίδες ἀλλὰ ἄλλαι καὶ ἄλλαι.

τοῦτο διὰ μέσου εἶπε, παραβάλλων τὸ τοῦ Δαρείου πρώην ἐν Μαραθῶνι δυστύχημα πρὸς τὸ νῦν ἐν Σαλαμῖνι συμβὰν Ξέρξῃ καὶ τῇ ὑπερβολῇ τούτου ἀβλαβῆ τὸν Δαρεῖον λέγων· ὁ μὲν γὰρ τεσσαράκοντα μυριάδας ἀπώλεσε, Ξέρξης δὲ πεντακοσίας· καὶ ὁ μὲν εἵπετο τῷ στρατῷ καὶ παραχρῆμα ἂν ἀπωλώλει, Δαρεῖος δὲ Δάτιν τὸν στρατηγὸν ἔπεμψεν.

ἐπειδὴ τὸ «τίπτε» διὰ μέσου εἶπε, πάλιν φησί· «πεζοὺς γάρ τε ὁ Ξέρξης κατὰ γῆν ἤγαγε» δηλονότι «τοὺς δὲ ἄλλους αἱ νῆες». εἰπὼν δὲ «πεζοὺς» καὶ «θαλασσίους», πρὸς μὲν τοῦτο ἐπήγαγε τὸ «νῆες», τὸ δὲ «πεζοὺς» ἀφῆκε νοεῖσθαι· πεζοὶ γάρ εἰσιν οἱ κατὰ γῆν ὁδεύοντες, ὡς μαρτυροῦσι Ξενοφῶν καὶ Θουκυδίδης καὶ πᾶν τὸ τῶν συγγραφέων ἔθνος.

εἰπὼν ὡς νῆες ἀπώλεσαν τοὺς Πέρσας ἐν ἐμβολαῖς πανωλέθροις, νῦν ὥσπερ ἑρμηνεύων τὰς πανωλέθρους ἐμβολάς φησιν ὡς οὐκ ἄλλοθέν ποθεν ἐγεγόνεισαν ἀλλʼ ἢ ἀπʼ Ἀθηναίων· οὗτοι γάρ εἰσιν Ἴωνες· καὶ γὰρ οἱ εἰς τὴν Ἀσίαν ἀποικήσαντες καὶ καλούμενοι Ἴωνες Ἀθηναῖοι ἤσαν ἀπὸ Ἴωνος τοῦ ἡγησαμένου σφίσιν ὀνομασθέντες. σύνταξον δὲ οὕτως· «ὡς νῆες μὲν ἀπώλεσαν αὐτοὺς ἐν πανωλέθροισιν ἐμβολαῖς, διὰ δὲ τὰς χεῖρας τῶν Ἰώνων ἐγένοντο αὗται αἱ ἐμβολαί, ὥστε καὶ αὐτὸν τὸν Ξέρξην μόλις διαφυγεῖν ὡς ἀκούομεν» καὶ τὰ ἑξῆς. δέον δὲ εἰπεῖν «διὰ τῶν χειρῶν» «διὰ χεῖρας» εἶπεν Ἀττικῶς ὡς καὶ ἀλλαχοῦ «ἱππικῶν τʼ ἀύπνων πηδαλίων διὰ στόμα» καὶ Εὐριπίδης «δεινὸν γάρ· Ἄργει τʼ ἀναβοᾷ διὰ στόμα».

ἡμέτερα. τοὶδʼ ἄρα: τῆς βʹ ταύτης στροφῆς τὰ κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ δακτυλικὸν ἑφθημιμερὲς καθαρόν· τὸ βʹ ὅμοιον δακτυλικὸν τετράμετρον καταληκτικὸν εἰς δισύλλαβον· τὸ γʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου δʹ, ἀντισπάστου καὶ συλλαβῆς· τὸ δʹ τροχαικὸν δίμετρον βραχυκατάληκτον ἰθυφαλικόν· τὸ εʹ ἰωνικὸν ἀπʼ ἐλάττονος ἡμιόλιον, ἐκ παίωνος τρίτου, ἀντὶ ἰωνικοῦ, καὶ τροχαίου, εἰ δὲ βούλει ἰαμβικὸν πενθημιμερὲς τοῦ πρώτου ποδὸς ἀναπαίστου. τὸ ϛʹ παιωνικὸν δίμετρον καταληκτικόν, ἐκ πρώτου παίωνος καὶ δακτύλου· τὸ ζʹ χοριαμβικὸν δίμετρον καταληκτικόν, ἐκ χοριάμβου καὶ ἀμφιβράχεος ἢ βακχείου διὰ τὴν ἀδιάφορον, εἰ δὲ βούλει τροχαικὸν ἰθυφαλικὸν τοῦ πρώτου ποδὸς δακτύλου· τὸ ηʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ὃ καλεῖται γλυκώνειον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου βʹ· τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον διτρόχαιον ἔχει ἀντὶ ἐπιτρίτου. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος μόνη.

δύο «φεῦ» γράφε ἐνταῦθα ἐν τῷ τῆς στροφῆς κώλῳ, ἐν δὲ τῷ τῆς ἀντιστροφῆς ἕν· οὕτω γὰρ ἀπαιτεῖ τὸ μέτρον. καὶ ἐν τῷ δʹ κώλῳ «πένθει» γράφε, μὴ «στένε» ὡς ἐν τοῖς ἀντιγράφοις εὕρηται· οὕτω γὰρ ἔχει οἰκείως πρὸς τὸ τῆς ἀντιστροφῆς κῶλον.

Κυχρείας ἀκτὰς τὰς τῆς Σαλαμῖνος λέγει· ἐκαλεῖτο γὰρ καὶ οὕτως ἀπό τινος Κυχρέως βασιλεύσαντος ἐν αὐτῇ.

τοῦτο πρὸς τὸ ἄνω συνάπτεται, ἀλλήλους πρὸς θρῆνον τῶν τοῦ χοροῦ ἐπαιρόντων διὰ μέσου. τὸ δὲ «δεινῇ» ἢ ἀντὶ τοῦ «φοβερᾷ» — τοιαύτη γὰρ ἡ θάλασσα —, ἢ δεινὴν αὐτὴν λέγει διὰ τὸ πολλῶν δεινῶν ἐν αὐτῇ Πέρσας τετυχηκέναι. τὸ δὲ «ἀναύδων» ἀντὶ τοῦ «ἀφώνων» ἰχθύων, οἵτινές εἰσι παῖδες τῆς ἀμιάντου καὶ καθαρᾶς καὶ ἀθολώτου θαλάσσης.

ἡμέτερον. οἱ προστιθέντες ἐνταῦθα ἐν μὲν τῷ «πενθεῖ δʼ ἄνδρα δόμος» «στερηθείς», ἐν δὲ τῷ «τοκέες δʼ ἄπαιδες» «ἔρρανται» ἀμαθεῖς εἰσι τῶν μέτρων· διὸ περισσὰ ὄντα ἐξεβλήθη παρʼ ἐμοῦ· ἡ δέ γε σύνταξις τούτων εὔγνωστος.

ἡμέτερον. τοὶδʼ ἀνὰ γᾶν: τῆς γʹ ταυτησὶ στροφῆς τὰ κῶλα ζʹ· τὸ αʹ, τὸ βʹ, τὸ γʹ καὶ τὸ δʹ χοριαμβικὰ δίμετρα ἀκατάληκτα προσοδιακὰ καλούμενα, ἐκ χοριάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος, εἰ δὲ βούλει δακτυλικὰ τρίμετρα — κατὰ μονοποδίαν γὰρ μετρεῖται τὰ δακτυλικά, ὡς πολλάκις εἴρηται· τὸ εʹ καὶ τὸ ϛʹ ἀντισπαστικὰ δίμετρα καταληκτικὰ ἃ καλεῖται φερεκράτεια, ἐξ ἐπιτρίτου δʹ καὶ ἀμφιβράχεος ἢ βακχείου διὰ τὴν ἀδιάφορον, εἰ δὲ βούλει δακτυλικὰ τρίμετρα καταληκτικὰ εἰς δισύλλαβον· τὸ ζʹ χοριαμβικὸν δίμετρον καταληκτικόν, ἐκ χοριάμβου καὶ βακχείου· εἴη δʼ ἂν καὶ τροχαικὸν ἰθυφαλικὸν τοῦ αʹ ποδὸς δακτύλου. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς, ἐξιόντος τοῦ χοροῦ.

τὸ «δὴν» ἀντὶ τοῦ «ἐπὶ πολύ» ἐστιν· ἐνταῦθα δὲ οὕτω κεῖται ὥσπερ ἂν εἰ μηδʼ ὁπωσοῦν ἔκειτο· οἱ γὰρ ἐν Ἀθήναις ἀπολωλότες τῶν Περσῶν οὔτε ἐπὶ πολὺ κατὰ τὴν Περσίδα περσονομοῦνται οὔτε τὴν ἀρχὴν ὅλως· ἀπώλοντο γάρ.

ἡμέτερον. «προπίτνοντες» γράφε, μὴ «προσπίτνοντες»· οὕτω γὰρ ἔχει οἰκείως πρὸς τὸ τῆς ἀντιστροφῆς κῶλον.

«ἐλύθη ζυγὸν ἀλκῆς» ἤγουν τὸ ἐξουσιάζεσθαι ἀπολεσθείσης καὶ καταβληθείσης τῆς τοῦ Ξέρξου δυνάμεως· ὃ καὶ προεῖπε διὰ τοῦ «βασίλεια γὰρ διόλωλεν ἰσχύς».

ἡμέτερα. «πέρας» χρὴ γράφειν ἐνταῦθα, ἵνʼ εἴη τὸ κῶλον ἑφθημιμερὲς ὡς ἀποθετικόν· οὕτω γὰρ εὕρηται καὶ ἔν τινι τῶν παλαιῶν ἀντιγράφων· οἱ δὲ «Πέρσαις» γράφοντες ἀγνοοῦσι τὰ μέτρα.

ἦ ρʼ ἀΐει μου: τῆς παρούσης στροφῆς τὰ κῶλα ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν, ἐκ δύο χοριάμβων καὶ συλλαβῆς, εἰ δὲ βούλει ἀναπαιστικὸν ἑφθημιμερές· τὸ βʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον καταληκτικόν, ἐξ ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ ἀναπαίστου· εἴη δʼ ἂν καὶ ἀναπαιστικὸν πενθημιμερές· τὸ γʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικόν, ἐκ παίωνος πρώτου ἀντὶ ἰωνικοῦ καὶ βακχείου· τὸ δʹ καὶ εʹ ἀντισπαστικὰ δίμετρα ἀκατάληκτα, ἐξ ἀντισπάστων καὶ διιάμβων· τὸ ϛʹ παιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παιώνων πρώτων δύο καὶ σπονδείου· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς παλιμβάκχειον τὸν βʹ ἔχει πόδα· τὸ ζʹ περίοδος καταληκτικὴ ἐκ τροχαικῆς συζυγίας καὶ ἰαμβικῆς καταληκτικῆς, εἰ δὲ βούλει ἰωνικὸν δίμετρον καταληκτικόν, ἐκ διτροχαίου, ἀντὶ ἰωνικοῦ, καὶ βακχείου διὰ τὴν ἀδιάφορον. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος· ὅτι τὸ εʹ τῆς ἀντιστροφῆς κῶλον ἐπίτριτον τέταρτον ἔχει τὸν πρῶτον πόδα, καλεῖται δὲ ταῦτα ἑξὰς ἐπῳδική· τρεῖς γάρ εἰσι στροφαὶ καὶ τρεῖς ἀντιστροφαὶ καὶ ἐπῳδός.

«βάρβαρα» εἰπὼν «ἀσαφῆ» ἔδει εἰπεῖν· νῦν δὲ ἐπειδὴ κἀκεῖνος ὅμοιος τούτοις ἦν βάρβαρος καὶ δῆλα τούτῳ τὰ παρʼ ἐκείνων λεγόμενα ἦν, διὰ τοῦτο «σαφηνῆ» εἴρηκεν.

οἱ γράφοντες «παντάλαινʼ ἄχη» ἀμαθεῖς εἰσι καὶ τῶν μέτρων καὶ τῆς τῶν ὀνομάτων ὀρθότητος· σὺ δὲ «παντάλανα» γράφε, ἵνʼ οἰκεῖον ᾖ τὸ κῶλον τῷ τῆς ἀντιστροφῆς.

«ἰέναι» δέον εἰπεῖν πρὸς μετοχὴν ἐξήνεγκεν.

ἡμέτερα. δέον εἰπεῖν «ὃν οὔπω ἡ Περσὶς ἐκάλυψε γῆ», «οἷον» ἔφη, τὸ μέγεθος τῆς ἀρετῆς ἐκείνου δεῖξαι βουλόμενος· τοιοῦτος γὰρ ἦν οἷος καὶ μετὰ θάνατον ζῆν· οὐ γὰρ καλύπτει τάφος τοὺς ἀγαθοὺς τῆς περὶ αὐτοὺς φήμης εἰς πᾶσαν διερχομένης τὴν οἰκουμένην καὶ ὥσπερ ζῶντας τούτους εἰς πάντας παραπεμπούσης.

ἡμέτερον. ἦ φίλος ἀνήρ: τῆς βʹ ταυτησὶ στροφῆς τὰ κῶλα εʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν, ἐκ βʹ χοριάμβων καὶ συλλαβῆς· τὸ βʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ παίωνος τρίτου, ἀντὶ ἰωνικοῦ, καὶ ἐπιτρίτου βʹ, εἰ δὲ βούλει ἰαμβικὸν ἑφθημιμερές, τοῦ πρώτου ποδὸς ἀναπαίστου· τὸ γʹ ἰωνικὸν ὅμοιον δίμετρον ὑπερκατάληκτον, ἐξ ἰωνικοῦ ἀπʼ ἐλάττονος, παίωνος τρίτου καὶ συλλαβῆς· τὸ δʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ καὶ δισπονδείου, εἰ δὲ βούλει ἀναπαιστικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές· τὸ εʹ προσοδιακὸν τρίμετρον καταληκτικόν, ἐκ παίωνος βʹ, ἀντὶ ἰωνικοῦ, χοριάμβου καὶ παλιμβακχείου· τὸ μέντοι κῶλον τῆς στροφῆς ἐπίτριτον ἔχει βʹ ἀντὶ χοριάμβου. ἐπὶ τῷ τέλει παράγραφος. οὕτω χρὴ γράφειν τὰ παρόντα κῶλα τὸ πρῶτόν τε καὶ τὸ τέταρτον ὡς διωρθώθη παρʼ ἡμῶν, καὶ οὕτω συντάττειν· «ὄντως φίλος ἐστὶν ὁ ἀνήρ, φίλος ἐστὶν ὁ ὄχθος καὶ ὁ τάφος αὐτοῦ· κέκευθε γὰρ καὶ κρύπτει φίλα ἤθη, τὸν Δαρεῖον λέγω, τὸν οἶον καὶ μέγαν ἄνακτα τὸν Δαρειᾶν· ἠὲ καὶ φεῦ»· εἶτα διὰ μέσου ἐρεῖς τὸ «ὁ Ἀϊδωνεὺς δέ, ὁ Ἀϊδωνεὺς εἴην ἂν ἀναπομπός», ἀντὶ τοῦ «εἴη» Ἀττικῶς, ὡς καὶ παρʼ Ὁμήρῳ τὸ «ἤσκειν εἴρια καλά», ἀντὶ τοῦ «ἤσκει», καὶ παρʼ Ἀριστοφάνει «ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν» ἀντὶ τοῦ «οὐ προσῄει». ταῦτα δὲ διὰ τὴν χασμωδίαν οὕτω γράφεται παρʼ Ἀττικοῖς. τὸ «Δαρειᾶν» δὲ εἰ μὲν βούλει οὕτω νόει αἰτιατικὴν ὡς εἴρηται· εἰ δʼ οὖν, ἔστω σοι κλητική· οὕτω γὰρ καὶ ἐν τῇ ἑξῆς εὕρηται στροφῇ· στίξας οὖν εἰς τὸ «ἄνακτα», οὕτως εἰπὲ τὸ ἑξῆς «ὦ Δαρειᾶν, ἠὲ καὶ φεῦ» κομματικῶς· εἰ δὲ καὶ τὸ «οἶον» ἀντὶ τοῦ «μόνον» βούλει νοεῖν, εὕρηται γὰρ καὶ οὕτω, συνημμένως ἐρεῖς οὕτω «τὸν Δαρεῖον τὸν μόνον τῶν ἄλλων Δαρείων ἄνακτα» ὡς ἐκείνων πολλῷ τῷ μέτρῳ ταῖς ἀρεταῖς ὑπερφέροντα· δέον δὲ «Δαρείων» εἰπεῖν, «Δαρειᾶν» εἶπε Δωρικῶς.

ἡμέτερα. βαλὴν ἀρχαῖος: τῆς τρίτης ταυτησὶ στροφῆς τὰ κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἐξ ἀντισπάστου καὶ κρητικοῦ, ὃ καλεῖται φερεκράτειον· τὸ βʹ παιωνικὸν μονόμετρον ἐκ παίωνος δʹ· τὸ γʹ χοριαμβικὸν ἡμιόλιον καθαρὸν ἢ δακτυλικὸν δίμετρον· τὸ δʹ ὅμοιον τῷ πρώτῳ, ἐξ ἀντισπάστου καὶ ἀμφιβράχεος ἢ βακχείου διὰ τὴν ἀδιάφορον· τὸ εʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ δύο ἰωνικῶν· τὸ ϛʹ ὅμοιον δίμετρον καταληκτικόν, ἐξ ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ βακχείου· τὸ ζʹ ὅμοιον ἡμιόλιον ἐκ παίωνος τρίτου, ἀντὶ ἰωνικοῦ, καὶ σπονδείου· εἴη δʼ ἂν καὶ ἰαμβικὸν πενθημιμερὲς τοῦ πρώτου ποδὸς ἀναπαίστου· τὸ ηʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον τοῦ βʹ ποδὸς προκελευσματικοῦ ἤτοι τετραβράχεος, εἰ δὲ βούλει παιωνικὸν τρίμετρον καταληκτικόν, ἐκ παίωνος πρώτου καὶ δʹ καὶ μολοσσοῦ ἢ παλιμβακχείου διὰ τὴν ἀδιάφορον. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.

τὸ «Δαρειᾶν» κἀνταῦθα εἰ μὲν βούλει ἀντὶ κλητικῆς νοεῖν, «ὦ πάτερ Δαρειᾶν καὶ Δαρεῖε» εἴποις «ἄκακε»· εἰ δʼ ἀντὶ γενικῆς τῶν πληθυντικῶν «ὦ πάτερ τῶν Δαρειῶν καὶ τῶν Δαρείων ἄκακε ἐλθέ» καὶ τὰ ἑξῆς.

ἡμέτερον. αἶ αἶ αἶ αἶ: ἡ ἐπῳδὸς αὕτη κώλων ἐστὶν ηʹ· τὸ αʹ ἀναπαιστικὸν μονόμετρον· τὸ βʹ δακτυλικὸν ἑφθημιμερές· ἔστω δʼ εἰ βούλει καὶ τὸ αʹ δακτυλικόν· τὸ γʹ δακτυλικὸν ὅμοιον τρίμετρον καταληκτικὸν εἰς δισύλλαβον τοῦ πρώτου ποδὸς προκελευσματικοῦ· τὸ δʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον καταληκτικόν, ἐξ ἰωνικοῦ καὶ χορείου ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον· τὸ εʹ ὅμοιον δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ καὶ διιάμβου διὰ τὴν ἀδιάφορον· τὸ ϛʹ δακτυλικὸν ἢ ἀναπαιστικὸν πενθημιμερές· τὸ ζʹ ὅμοιον ἑφθημιμερές· τὸ ηʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος διὰ τὴν ἀδιάφορον· εἰ δὲ βούλει δακτυλικὸν τρίμετρον καταληκτικὸν εἰς δισύλλαβον. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος.

ἡμέτερα. κατʼ ἐρώτησιν σχηματίζει τὸν λόγον καί φησι πρὸς Δαρεῖον· «ὦ δυνάστα καὶ βασιλεῦ ἡμῶν Δαρεῖε, τί εἰσι τάδε τὰ φημιζόμενα δηλονότι περὶ πάσῃ τῇ σῇ γῇ τῇδε; δίδυμα γὰρ καὶ διπλᾶ ἁμαρτήματα διάγοιεν καὶ περιέρχεται ἐπʼ αὐτοῦ· ἐξέφθιντο γὰρ καὶ ἐξεφθάρησαν αἱ νῆες ἄναες», ἤτοι φθαρεῖσαι ἄναες ἐγένοντο, ἤγουν εἰς τὸ μὴ εἶναι νῆες ἐχώρησαν. δέον δὲ εἰπεῖν «ἐφθάρη δὲ καὶ πᾶν τὸ πεζόν» πρὸς τὸ «δίδυμα ἁμαρτήματα», ἐπεὶ μὴ τελείως ἐφθάρη ἀλλὰ μερικοί τινες περιελείφθησαν, ἀπεσιώπησε τοῦτο.

ὦ πιστὰ πιστῶν: ἡ συστηματικὴ αὕτη περίοδος στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιγʹ. ἐπὶ τῷ τέλει παράγραφος.

ὥσπερ φαμὲν «κάλλιστα καλλίστων» βουλόμενοι μεγίστην ὑπεροχὴν δηλῶσαι, τοιοῦτόν ἐστι καὶ τὸ νῦν τὸ «πιστὰ πιστῶν»· δηλοῖ δὲ ἐντεῦθεν τὴν θαυμασίαν καὶ μεγίστην αὐτῶν πίστιν ἣν πρὸς αὐτὸν ζῶντα ἐκέκτηντο καὶ μετὰ θάνατον ἔχουσιν.

ἡμέτερον. δέον «πρευμενῶς» εἰπεῖν, «πρευμενεῖς» εἶπε πρὸς τὸ «χοάς»· εἰ δὲ «πρευμενὴς» γράψεις διὰ τοῦ η, εὕρηται γὰρ καὶ οὕτως, ἀντὶ τοῦ «συμπαθὴς καὶ ἵλεως» ἐρεῖς. «ὀρθιάζοντες» δὲ γράφε ἐν τῷ ἑξῆς στίχῳ, ἵνʼ ᾖ οἰκεῖον τῷ μέτρῳ, μὴ «ῥοθιάζοντες»· ἀνοίκειον γὰρ τοῦτο.

μὴ λάβῃς ἔξωθεν τὸ «ἕνεκα», ἀλλʼ οὕτω σύνταξον· «ἵνα ὦ ἄμεμπτος τοῦ χρόνου» ἤγουν «ἵνα μὴ παρʼ ὑμῶν λάβω μέμψιν χρόνου».

ἡμέτερα. σέβομαι μέν: τὰ τοιαῦτα εἴδη καλεῖται ἑτερόστροφα ὡς εἴρηται· ἔστι γοῦν τῆς παρούσης στροφῆς τὰ κῶλα γʹ· τὸ αʹ καὶ βʹ ἰωνικὰ ἀπʼ ἐλάττονος δίμετρα ἀκατάληκτα καθαρά· τὸ δὲ γʹ ἀναπαιστικὸν ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ.

ἀλλʼ ἐπεὶ: σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων τροχαικῶν τετραμέτρων καταληκτικῶν γʹ. ἐπὶ τῷ τέλει παράγραφος.

δίομαι μέν: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχὴ «σέβομαι μέν»· καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων τριῶν. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος ἔξω νενευκυῖαι. δίομαι μέν; ὀκνῶ τὸ σὸν θέλημα τελέσαι· τὸ δέ ἐστι μὴ ἔχειν με πρός σε ὑποστολήν· ὀκνῶ δὲ καὶ λόγον πρός σε ἆραι, ἐπειδὴ μέλλων λέξειν δύσλεκτα καὶ κακόφημα καὶ δυστυχῆ τοῖς φίλοις, ἤτοι ὑπὲρ τοῦ σοῦ υἱοῦ.

ἡμέτερον. ἀλλʼ ἐπεὶ δέος: αἱ ἑξῆς αὗται συστηματικαὶ περίοδοι στίχων εἰσὶ τροχαιῶν τετραμέτρων καταληκτικῶν νϛʹ, ὧν τελευταῖος «τήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα». ἐπὶ τῷ τέλει ἑκάστου συστήματος παράγραφος, ὡσαύτως καὶ ἐπὶ τῷ τέλει· οὔπω γὰρ ἐξίασιν οἱ ὑποκριταί. δέον εἰπεῖν «παλαιῶν φρενῶν» ἤτοι τῶν πάλαι προσόντων σοι ὑπὲρ τῆς ἐμῆς αἰδοῦς λογισμῶν, ὁ δὲ πρὸς τὸ «δέος» ἐπήγαγε, «παλαιὸν δέος» εἰπών.

ὅτι οὐ τὸν Ξέρξην μόνον υἱὸν εἶχε Δαρεῖος ἀλλὰ καὶ ἄλλους· Ἡρόδοτος μὲν γὰρ ἑπτά φησιν εἶναι Δαρείου παῖδας, Ἑλλάνικος δὲ ἕνδεκα.

τὸ «πεῖραν τήνδʼ ἐμώρανε τάλας» εἰς ἀμφότερα λάμβανε, εἴς τε τὸ «πεζὸς» καὶ εἰς τὸ «ναύτης»· μωρία γὰρ ἦν ἀληθῶς τὸ πᾶσαν τὴν Ἀσίαν κενῶσαι ἀνδρῶν.

ἀφελὴς δοκεῖ ἡ τοιαύτη ἀπόκρισις· ἐπειδὴ γὰρ «δύο στρατεύματα» ἔμελλεν εἰπεῖν, περιττὸν ἦν τὸ «διπλοῦν μέτωπον»· ἀνάγκη γὰρ τὰ δύο στρατεύματα καὶ δύο μέτωπα ἔχειν.

εἰπούσης Ἀτόσσης ὡς τῆς τοιαύτης βουλῆς θεός τις ἔφορος κακῶν αὐτῷ συνεφήψατο καὶ πρὸς αὐτὴν ὥρμησε θέλων αὐτὸν ἀπολέσαι, σχετλιάζων ὁ Δαρεῖός φησι «μέγας τις δαίμων ἐπῆλθεν αὐτῷ», τουτέστιν ὁ ἐνσκήψας αὐτῷ βάσκανος δαίμων μέγας καὶ δεινὸς ἦν, ὥστε ποιῆσαι αὐτὸν μὴ φρονεῖν καλῶς, μετατρέπων αὐτοῦ τὸν νοῦν, καὶ ἃ αὐτὸν εἰς δυστυχίαν βαλεῖν ἔμελλε, ταῦτα αὐτὸν ποιῶν βουλεύεσθαι.

πεζὸν ὤλεσε στρατόν: τουτέστιν ἀπολωλεκότες Ἕλληνες πρῶτον τὸ ναυτικὸν Ξέρξου, ὕστερον ἐπὶ τὸ πεζὸν ὥρμησαν δειλίᾳ κατασχεθὲν ὑπὸ τῆς τοῦ ναυτικοῦ συμφορᾶς, ὥστε ἐπειδὴ πρῶτον αὐτοὶ ἀπώλοντο καὶ τοὺς ἐν γῇ ἀπώλεσαν, φόβον εἰς αὐτοὺς ἐμβαλόντες ἐν ταῖς αὐτῶν συμφοραῖς, ὡς μετʼ ὀλίγον καὶ αὐτοὶ ἀπολεσθήσονται.

φεῦ ἕνεκα τῶν καλλίστων καὶ γενναιοτάτων ἀνδρῶν οὓς ἀπώλεσε· τὸ γὰρ «κεδνῆς ἀρωγῆς καὶ ἐπικουρίας στρατοῦ» οὐδὲν ἄλλο ἐστὶν ἢ «τῶν φρονιμωτάτων καὶ πολεμικωτάτων ἀνδρῶν»· ὅτι δέ ἐστι τοῦτο, μαρτυρεῖ τὸ «οἵαν ἄρʼ ἥβην ξυμμάχων ἀπώλεσεν», ὃ προιὼν λέγει.

μονάδα: μεμονωμένον· τοῦτο δὲ λέγει οὐχ ὡς μόνου Ξέρξου σωθέντος, ἀλλʼ ἐπειδὴ μετʼ ὀλίγων πάνυ ὑπέστρεφε, διὰ τοῦτο «μονάδα» φησίν.

γέφυραν ἐν δυοῖν: ἤτοι τὸ ἐν Ἀσίᾳ καὶ Εὐρώπῃ ζεῦγμα· τὸν γὰρ Ἑλλήσποντον, ὅστις ἐστὶν ὅρος τῶν δύο ἠπείρων, ἔζευξεν.

χὡ θεὸς συνάπτεται: συναγωνίζεται αὐτῷ τῆς σπουδῆς καὶ ὃ ζητεῖ κακὸν παραχωρεῖ αὐτῷ ἐπελθεῖν, ἵνα μάθῃ μὴ τῶν τοιούτων ὀρέγεσθαι, ὥσπερ καὶ εἰ καλὸν ζητεῖ, ἐπιτρέπει.

τάδʼ οὐ κατειδώς; ἤγουν τὸ «ἐὰν σπεύδῃ τις εἰς κακὸν καὶ ὁ θεὸς συνάπτεται αὐτῷ τῆς σπουδῆς». τὸ δὲ «νέῳ» ἀντὶ τοῦ «νηπιώδει»· ἢ τὸ «τάδε» ἀντὶ τοῦ «τὰ παρόντα κακά»· ὅπερ εἰ οὕτως εἴποις, νοήσεις τὸ «οὐ κατειδώς» οὕτως ἀντὶ τοῦ «οὐ γινώσκων» τὸ «ἐάν τις πρὸς τὸ κακὸν σπεύδῃ, καὶ ὁ θεὸς αὐτῷ τῆς σπουδῆς συνάπτεται», «ἤνυσε τάδε, ἤγουν τὰ παρόντα κακά, ἐν νέῳ καὶ νηπιώδει θράσει».

Ἑλλήσποντον καὶ Βόσπορον τὸν αὐτὸν καλεῖ, ἀπὸ μὲν τῆς Ἕλλης Ἑλλήσποντον, ἀπὸ δὲ τῆς Ἰοῦς βοὸς γενομένης Βόσπορον· τὸ δὲ «θεοῦ» ἤτοι τοῦ Ποσειδῶνος· ὃν ἀρτίως καὶ ἱερὸν ἐκάλεσε διὰ τὸ ἱδρῦσθαι αὐτόθι Διὸς ἱερόν, ἢ ὡς ἀνειμένον τῷ Ποσειδῶνι, ὡς Μνασέας φησίν.

ἀποροῦσιν ἐνταῦθα πῶς δοτικὴν λέγων τὸ «ἀνθρώποις» καὶ δέον «τῷ φθάσαντι» εἰπεῖν, ὁ δὲ οὐχ οὕτως ἀλλὰ πρὸς γενικὴν τοῦτο ἐπήνεγκεν ἀντὶ τοῦ «φθάσαντι» «φθάσαντος» εἰπών· καὶ φαμὲν ὅτι ἐποίκιλλε τὴν σύνταξιν· ἐπεὶ γὰρ ἀμφότερα λέγομεν, καὶ «ἐγένετο τῷ δεῖνι ὁ ἐμὸς πλοῦτος ἁρπαγή» καὶ «ἐγένετο τοῦ δεῖνος ἁρπαγή», συντάσσοντες καὶ πρὸς γενικὴν καὶ πρὸς δοτικὴν τὸ «γίνεται», διὰ τοῦτο καὶ ὁ Αἰσχύλος τῷ διπλῷ τῆς συντάξεως τὸν λόγον ἐποίκιλλεν.

ἡμέτερα. τοιγάρ σφιν: αἱ ἑξῆς αὖται συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϛγʹ, ὧν τελευταῖος «οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν». ἐπὶ ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος· ἐπὶ δὲ τῷ τέλει πάντων κορωνίς, εἰσιόντος τοῦ χοροῦ.

οἱ γράφοντες «μητρολόφου» οὐκ ἴσασι τὰ περὶ τῶν μέτρων· χρὴ γοῦν «μηλοτρόφου» γράφειν, ἵνʼ οἰκεῖον ᾖ τῷ μέτρῳ.

τίνες ἦρξαν τῶν Περσῶν.

ἔθηκεν εἰρήνην: τελείως γὰρ οὗτος τὰ τῆς βασιλείας κατέστησε πράγματα, ὡς μηδένα ἔχειν τὸν ἀνθιστάμενον.

ἡμέτερον. οἱ γράφοντες «Ἀρταφέρνης» κἀνταῦθα τὰ τῶν μέτρων παντάπασιν ἀγνοοῦσι· σὺ δʼ «Ἀρταφρένης» γράφων, ἔσῃ τὰς φρένας ἀρτίας ἔχων.

οἷς τόδʼ ἦν χρέος: τὸ φονεῦσαι αὐτόν· ὤφειλον γὰρ τῷ Ἀρταφρένῃ ὡς φίλοι πρὸς πάντα ὑπηρετεῖν· ἔστι δὲ εἰρωνικόν.

ἡμέτερα. «ὢν νέος» γράφε, ἵνʼ οἰκεῖον ᾖ τῷ μέτρῳ· οἱ γὰρ γράφοντες «νέος ὢν» οὐκ ἴσασιν ὅπως γράφουσιν.

ἀπὸ τοῦ ἐπιτέλλω, τὸ προστάσσω, γίνεται ἡ ἐπιστολὴ πλεονασμῷ τοῦ σ, ἤγουν ἡ ἐντολή, ἵνα μὴ συνεμπέσῃ τῇ ἐπιτολῇ, ὃ σημαίνει τὴν τῶν ἄστρων ἀνατολὴν τὴν γενομένην μετὰ δύσιν ἡλίου· ἐπὶ μὲν γὰρ ἡλίου λέγεται ἀνατολή, ἐπὶ δὲ τῶν ἄστρων ἐπιτολή.

ἡμέτερα. ἐν τοῖς ἀρίστοις τῶν ἀντιγράφων «εὐστελῆ στόλον» εὕρηται, καὶ δοκεῖ τὸ μὲν «εὐστελής» σημαίνειν τὸν καλῶς εἰς τὴν ὁδὸν στελλόμενον καὶ πορευόμενον, ἤγουν τὸν ἄνευ πολλῆς ἀποσκευῆς τὴν ὁδὸν ἀνύοντα· τὸ δὲ «εὐσταλής» τὸν καλῶς κεκοσμημένον· εὐσταλῆ γὰρ λέγομεν τὸν σεμνῶς καὶ κοσμίως ἐσταλμένον.

«ἄρωμεν» χρὴ γράφειν ἐπὶ ἀορίστου, οὐκ «ἀροῦμεν» ἐπὶ μέλλοντος· ὁ μὲν γὰρ ἀόριστος μακρᾷ παραλήγεται, ὁ δὲ μέλλων τῆς πέμπτης συζυγίας τὰ ἀμετάβολα τηρεῖ, φησί, συστολῇ τῆς παραληγούσης· ἐν ἄλλοις δὲ ἡμῖν σαφέστερον περὶ τούτων εἴρηται.

ἀθέων φρονημάτων: ἐπειδὴ ἀσεβὲς φρόνημα εἶχον ἅτε ἱερὰ ἐμπιπρῶντες καὶ τάφους ἀνασκευάζοντες.

εἰς τὸ «κεχρημένοι» ὑποστίζων, ἀντὶ τοῦ «χρῄζοντες» νοήσεις· εἰ δὲ συνάψεις τοῦτο πρὸς τὸ «εὐλόγοις νουθετήμασιν», ἀντὶ τοῦ «χρησάμενοι», ὅθεν καὶ πρὸς τὸ «λῆξαι» «ὥστε» ἔξωθεν λάμβανε.

ἡμέτερον. μὴ λέγε τὸ «πάντα» ἀντὶ τοῦ «πάντῃ» ὥς τινες οἴονται· οὐ γὰρ ἁρμόζει τῷ μέτρῳ οὕτως· ἀλλὰ πρὸς τὸ «ποικίλων ἐσθημάτων» συνάπτων, οὕτω λέγε· «κατὰ πάντα γὰρ τῶν ποικίλων ἐσθημάτων» ἤτοι «κατὰ πάντα τὰ ποικίλα ἐσθήματα τὰ περὶ τῷ σώματι αὐτοῦ στημορραγοῦσι, τουτέστι διαρρήγνυνται, καὶ γίνονται λακίδες καὶ σχίσματα ὑπὸ τοῦ ἄλγους τῶν κακῶν».

ἡμέτερον. πολλὰ μέν, φησί, κακὰ ἄλγη ἐπῆλθεν ἐπʼ ἐμὲ ἀκούσασαν ὅσα συνέβη τῷ Ξέρξῃ καὶ τοῖς μετʼ αὐτοῦ· μάλιστα δέ με λυπεῖ ἥδε ἡ συμφορὰ ἀκούσασαν τὴν ἀτιμίαν τοῦ παιδός, —τῶν ἐσθημάτων λέγω τῶν περὶ τῷ σώματι, —ἥτις περικαλύπτει αὐτόν, ἢ ἀκούσασαν τὴν ἀτιμίαν τῶν ἐσθημάτων τοῦ παιδὸς τῶν περὶ τῷ σώματι, τουτέστιν ὅτι ἐν διερρηγμένοις ἐνδύμασιν ἀτίμως ὑποστρέφει.

σύστημα ἐπιφθεγματικὸν κώλων ϛʹ.

ἡμέτερον. ὢ πόποι: καὶ τὸ παρὸν εἶδος τοῦ χοροῦ ὅμοιόν ἐστι τῷ προρρηθέντι· ἔχει γὰρ σύστημα οὐ καθαρῶς ἐπιφθεγματικόν, ἔοικε δὲ μᾶλλον εἶναι προκαταστατικόν, καὶ ἑξῆς στροφὰς καὶ ἀντιστροφὰς δύο καὶ ἐπῳδόν. εἰσὶ γοῦν τοῦ παρόντος συστήματος τὰ κῶλα ϛʹ· τὸ αʹ δακτυλικὸν πενθημιμερές· τὸ βʹ καὶ γʹ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα· τὸ δʹ ὅμοιον τῷ πρώτῳ· τὸ εʹ ἀναπαιστικὸν ἑφθημιμερές· τὸϛʹ ἰαμβικὸν ἑφθημιμερὲς καθαρόν. ἐπὶ τῷ τέλει παράγραφος· εἴρηται ὅτι εὕρηται ἐν τοῖς ἀναπαιστικοῖς καὶ ἴαμβος.

ἡμέτερον. πρῶτα μέν: τῆς παρούσης στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ πρῶτον δακτυλικὸν πενθημιμερές· τὸ βʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ καὶ διιάμβου διὰ τὴν ἀδιάφορον· τὸ αὐτὸ δʼ ἂν εἴη καὶ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον εἰς δισύλλαβον· τὸ γʹ χοριαμβικὸν μονόμετρον ὑπερκατάληκτον, τοιοῦτον γάρ ἐστι τὸ τῆς ἀντιστροφῆς κῶλον καθαρόν, ἐνταῦθα δὲ διαλύεται ἡ βʹ μακρὰ καὶ γίνεται ὁ ποὺς πεντασύλλαβος· τὸ δʹ ὅμοιον χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου καὶ διιάμβου· τὸ εʹ ὅμοιον τῷ πρώτῳ· τὸ ϛʹ ἀναπαιστικὸν μονόμετρον· τὸ ζʹ τροχαικὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλικόν· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς δάκτυλον ἔχει τὸν βʹ πόδα· τὸ ηʹ ὅμοιον τῷ πρώτῳ· τὸ θʹ ὅμοιον τῷ ζʹ· τὸ ιʹ ὅμοιον πενθημιμερές· τὸ τῆς στροφῆς κῶλον δὲ τὸν βʹ πόδα χορεῖον ἔχει· τὸ ιαʹ τροχαικὸν ἑφθημιμερὲς καθαρόν, ὃ καλεῖται Εὐριπίδειον. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. καλεῖται δὲ ταῦτα τετρὰς ἐπῳδική· δύο γάρ εἰσι στροφαὶ καὶ ἀντιστροφαὶ καὶ ἐπῳδός.

τὸ ἀπο πρὸς τὸ «εὐδοκίμου» σύναπτε, ἵνʼ ᾖ «ἀπὸ τῆς εὐδοκίμου στρατιᾶς ἐφαινόμεθα καὶ ἔκδηλοι πᾶσιν ἦμεν τὰ ἐς πολέμους».

ἡμέτερον. οἱ προστιθέντες ἐνταῦθα τὸ «ἐς οἴκους» καὶ φάσκοντες «ἆγον ἐς οἴκους» ἀμαθεῖς εἰσι τῶν μέτρων καὶ τῆς ὀρθῆς τοῦ λόγου συντάξεως· τὸ γὰρ λέγειν «νόστοι ἦγον ἡμᾶς» νοεῖν δίδωσιν ὡς ἐς τοὺς οἴκους ἦγον δηλονότι· ὅθεν περισσὸν ὂν ἐξεβλήθη παρʼ ἐμοῦ.

καὶ αἱ ἔξω τῆς θαλάσσης ὅσαι εἰσὶ μεσήπειροι, ὡς καὶ μέχρι τῶν Ὑπερβορέων παρατεινούσης τῆς ἀρχῆς τῶν Περσῶν.

ἡμέτερα. περισσὸν ἦν ἐνταῦθα κῶλον τὸ «τοῦδʼ ἄνακτος ἄιον»· διὸ καὶ ἐξεβλήθη παρʼ ἐμοῦ· συνάπτων δὲ πάντα πρὸς τὸ «εἰσίν» ἀσφαλῆ πεποιημένος ἔσῃ τὴν σύνταξιν· ταῦτα γὰρ πάντα πρὸς τὸ «ὅσας εἷλε πόλεις» συνάπτονται.

ἀφεὶς τὰ περὶ τὴν Θρᾴκην καὶ τὸν Ἑλλήσποντον μετέβη ἐπὶ τὸ Αἰγαῖον πέλαγος· αἱ γὰρ νῆσοι, ἃς ἀπαριθμεῖται, περὶ τὸ Αἰγαῖον τυγχάνουσι πέλαγος. νᾶσοί θʼ αἵ: τῆς βʹ ταύτης στροφῆς τὰ κῶλα θʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ δακτυλικὸν πενθημιμερές· τὸ βʹ ἀναπαιστικὸν πενθημιμερές· τὸ τρίτον τροχαικὸν ἑφθημιμερὲς Εὐριπίδειον· τὸ δʹ ὅμοιον τῷ αʹ· τὸ εʹ, τὸ ϛʹ, τὸ ζʹ καὶ τὸ ηʹ ἀναπαιστικὰ μονόμετρα· τὸ θʹ ἰαμβικὸν ἑφθημιμερές. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. εἴπερ ἔν τισι τῶν κώλων σπονδείους ἀντὶ δακτύλων εὑρήσεις, ἐν ἄλλοις δὲ τὸ ἀνάπαλιν, μὴ ξενίζου· τοῦ αὐτοῦ γὰρ καὶ ἀμφότεροι τυγχάνουσι μέτρου.

ἐπειδὴ τὰ κύκλῳ τῶν νήσων ἀκταί εἰσι, διὰ τοῦτο «μεσάκτους» τὰς νήσους καλεῖ. ἡμέτερα. «ἀγχιάλους» καὶ «μεσάκτους» τὰς ἑξῆς ταύτας νήσους ὠνόμασεν, ὡς μὴ οὔσας παραιγιαλίτιδας ἀλλʼ ἐν τῷ μέσῳ τοῦ πελάγους κειμένας· αἱ μὲν γὰρ ἄνω ῥηθεῖσαι πρὸς βορέαν νεύουσαι τῇ γῇ πλησιάζουσιν· αἱ δὲ ἑξῆς ῥηθησόμεναι ἐν τῷ μέσῳ κείμεναι τοῦ πελάγους εἰκότως ὠνομάσθησαν ἀγχίαλοι ὡς τῇ ἁλὶ πλησιάζουσαι μᾶλλον καὶ οὐ τῇ χέρσῳ.

Σαλαμῖνα λέγει τὴν ἐν Κύπρῳ ὑπάρχουσαν πόλιν, οὐ τὴν νῆσον Αἴαντος· ἄποικοι γὰρ οἱ ἐν Κύπρῳ Σαλαμίνιοι τῶν ἐν τῇ Ἀττικῇ Σαλαμῖνι οἰκούντων. «στεναγμῶν» δὲ γράφε, μὴ «στεναγμάτων»· οὕτω γὰρ ἁρμόζει τῷ μέτρῳ.

ἡμέτερα. καὶ τὰς εὐκτεάνους: τῆς ἐπῳδοῦ ταύτης τὰ κῶλα ιαʹ· τὸ αʹ δακτυλικὸν πενθημιμερές· τὸ βʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, τοῦ βʹ ποδὸς προκελευσματικοῦ ἤτοι τετραβράχεος· τὸ γʹ δακτυλικὸν τρίμετρον καταληκτικὸν εἰς δισύλλαβον· τὸ δʹ ὅμοιον τῷ βʹ καθαρόν· τὸ εʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ καὶ δισπονδείου, εἰ δὲ βούλει ἀναπαιστικὸν ἑφθημιμερές· τὸ ϛʹ ὅμοιον τῷ τρίτῳ· τὸ ζʹ ὅμοιον τῷ πρώτῳ· τὸ ηʹ καὶ θʹ ἀναπαιστικὰ μονόμετρα· τὸ ιʹ ὅμοιον τῷ αʹ· τὸ ιαʹ ἰαμβικὸν ἑφθημιμερές. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος· ταῦτα γάρ εἰσι τῆς ἐπῳδοῦ σημεῖα.

οἱ γράφοντες «σφετέραις χερσίν» ἀγνοοῦσι τὰ μέτρα· σὺ δὲ «φρεσί» γράφων οὐκ ἄμοιρος εἶναι δόξεις φρενῶν.

ἰώ ἰώ: τὰ τοιαῦτα εἴδη καλεῖται ἀλλοιόστροφα, ὡς εἴρηται· εἰσὶ δὲ τοῦ παρόντος συστήματος τὰ κῶλα ιʹ· τὸ πρῶτον ἰαμβικὸν μονόμετρον, τὰ δὲ λοιπὰ ἀναπαιστικά, ὧν τὰ μὲν ζʹ δίμετρα ἀκατάληκτα, τὸ ηʹ ὅμοιον μονόμετρον, τὸ δὲ θʹ ἑφθημιμερὲς παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος.

ἡμέτερα. οἱ γράφοντες «εἴθʼ ὤφελε Ζεύς» καὶ τὸ «μοῖρα» ἐπὶ δοτικῆς νοοῦντες ἀγνοοῦσι τὰ μέτρα· σὺ δὲ οὕτω λέγε· «ὦ Ζεῦ, εἴθε ὄφελε κατακαλύψαι καὶ ἐμὲ μοῖρα θανάτου μετὰ τῶν ἀνδρῶν τῶν οἰχομένων»· οὕτω καὶ τὸ «Ζεῦ» ἐπὶ κλητικῆς εἶποις καὶ τὸ «μοῖρα» βραχὺ ἕξει τὸ ρα· οὕτω γὰρ ἀπαιτεῖ τὸ μέτρον· καὶ τὸ «ὄφελε» δὲ σμικρὸν γράφε διὰ τὸ μέτρον.

ὀτοτοῖ: τῆς πρώτης ταυτησὶ στροφῆς τὰ κῶλα ἀναπαιστικὰ ιʹ· ὧν τὸ αʹ καὶ βʹ δίμετρα ἀκατάληκτα· τὸ γʹ μονόμετρον· τὸ δʹ ἑφθημιμερές· τὰ ἑξῆς εʹ δίμετρα ἀκατάληκτα· τὸ δὲ ιʹ αὖθις ἑφθημιμερὲς ὡς ἀποθετικόν. ἐπὶ τῷ τέλει παράγραφος.

τιμὴν λέγει ἢ ἣν ἐτιμῶντο οἱ Πέρσαι παρὰ τῶν ἄλλων τὰ ἐς πολέμους, ἢ ἣν οἱ τῶν Περσῶν βασιλεῖς ἔχουσιν.

τῷ σάκτορι τοῦ Ἅιδου ἤτοι τῷ Ἄρει διʼ οὗ πληροῦται ὁ Ἅιδης νεκρῶν· ἢ «σάκτορι» ἀντὶ τοῦ «φθορᾷ».

ἡμέτερα. ἔφθινται: περισσὴ ἦν ἐνταῦθα ἡ «ἐξ», διὸ καὶ ἐξεβλήθη παρʼ ἐμοῦ· χρὴ γὰρ ἑφθημιμερὲς εἶναι τὸ κῶλον ὡς ἀποθετικόν, καὶ τὰ ἑξῆς δὲ κῶλα οὕτω γράφεσθαι χρὴ ὡς διωρθώθη παρʼ ἡμῶν.

αἷ αἶ: σύστημα κατὰ περικοπὴν μονόστιχον· ἔστι δὲ τὸ κῶλον δακτυλικὸν τρίμετρον.

Ἀσία δὲ χθών: τῆς βʹ στροφῆς τὰ κῶλα ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα βʹ· τὸ βʹ δὲ προκελευσματικὸν ἔχει τὸν γʹ πόδα. ἐπὶ τῷ τέλει παράγραφος.

κέκλιται: ἤγουν τεταπείνωται καὶ καταβέβληται, ἐκ μεταφορᾶς τῶν μὴ δυναμένων στῆναι διὰ πήρωσιν σκέλους· εἴληπται δὲ εἰς παροιμίαν.

ὅδʼ ἐγών: σύστημα ἕτερον κατὰ περικοπὴν κώλων γʹ ἀναπαιστικῶν· τὸ αʹ ἑφθημιμερές· τὸ βʹ δίμετρον ἀκατάληκτον· τὸ δὲ γʹ πενθημιμερές· ἐπὶ τῷ τέλει παράγραφος.

αἰακτός: ἤγουν ἀφορμὴ θρήνου πᾶσι γέγονα διὰ τὴν συμβᾶσάν μοι συμφοράν, καὶ τῇ πατρῴᾳ γῇ κακῶν αἴτιος γέγονα, ἀνθʼ ὧν τοσοῦτον πλῆθος ἀπώλεσα ἐν Ἑλλάδι.

προσφθόγγου σοι νόστου: τῆς τρίτης ταυτησὶ στροφῆς τὰ κῶλα ἀναπαιστικὰ ϛʹ· τὸ αʹ ἑφθημιμερές· τὸ βʹ καὶ γʹ μονόμετρα, ἐκ προκελευσματικοῦ καὶ ἀναπαίστου· τὸ δʹ δίμετρον ἀκατάληκτον· τὸ εʹ μονόμετρον καθαρόν· τὸ ϛʹ ὅμοιον τῷ βʹ καὶ τρίτῳ κατὰ πάντα. ἐπὶ τῷ τέλει παράγραφος. δέον εἰπεῖν «πέμψω σοι τὴν βοὴν τοῦ νόστου τὴν πρόσφθογγον κακοφάτιδα» καὶ τὰ ἑξῆς, ὁ δὲ «προσφθόγγου» εἶπε πρὸς τὸ «νόστου».

ἡ σύνταξις· «πέμψω σοὶ τὴν βοὴν τοῦ νόστου τοῦ προσφθόγγου κακοφάτιδα, ἱὰν καὶ βοὴν κακομέλετον Μαριανδηνοῦ θρηνητῆρος, ἰαχὴν λέγω πολύδακρυν», τουτέστιν «ὥσπερ τοὺς ἐξ ἀποδημίας ἰόντας προσφθέγγεσθαι δίκαιον, οὕτω καὶ ἐγὼ πρός σε πέμψω λόγους θρήνων καὶ κακῶν γέμοντας»· τὸ δὲ «ἱὰν κακομέλετον Μαριανδηνοῦ θρηνητῆρος» ἀντὶ τοῦ «θρῆνον ἐκμελῆ καὶ ἄμουσον οἶος ὁ τοῦ Μαριανδηνοῦ θρηνητῆρος»· οἱ γὰρ Μαριανδηνοὶ κακῶς καὶ ἀμούσως θρηνοῦσιν· εἴληπται δὲ εἰς παροιμίαν.

ἵετʼ αἰανήν: σύστημα ἕτερον κώλων γʹ ἀναπαιστικῶν· τὸ αʹ καὶ βʹ δίμετρα ἀκατάληκτα· τὸ δὲ τρίτον μονόμετρον ἐκ προκελευσματικοῦ καὶ ἀναπαίστου. ἐπὶ τῷ τέλει παράγραφος.

ἐπειδὴ ἡ λύπη σκοτισμὸν ἐπάγει καὶ κατήφειαν, διὰ τοῦτο «αἰανὴν» εἶπεν.

ἡμέτερα. ἥσω τοι: τῆς τετάρτης ταυτησὶ στροφῆς τὰ κῶλα ιʹ· τὸ αʹ ἀναπαιστικὸν ἑφθημιμερές· τὸ βʹ δακτυλικὸν τρίμετρον, εἰ δὲ βούλει προσοδιακόν, ἐκ χοριάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος· τὸ γʹ ἀναπαιστικὸν μονόμετρον, ἐκ προκελευσματικοῦ καὶ ἀναπαίστου· τὸ δʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· τὸ εʹ ὅμοιον τῷ αʹ· τὸ ϛʹ, τὸ ζʹ καὶ τὸ ηʹ ἀναπαιστικὰ πενθημιμερῆ· τὸ θʹ ὅμοιον δίμετρον βραχυκατάληκτον· τὸ ιʹ ὅμοιον τῷ ϛʹ. ἐπὶ τῷ τέλει παράγραφος. ἥσω τοι: ἤγουν ὡς πρώην εὐφήμουν σε, οὕτω καὶ πανόδυρτον νῦν μέλος πέμψω πενθητῆρος, σεβίζων καὶ διὰ θρήνου τιμῶν τὰ λαοπαθῆ καὶ ἁλίτυπα βάρη τῆς γέννας τῆς πόλεως, ἤγουν τὰ ἐν χέρσῳ καὶ θαλάττῃ τοῖς Πέρσαις συμβάντα.

Ἰάνων γάρ: οἱ Ἴωνες μετὰ τῶν Περσῶν κατὰ τῆς Ἑλλάδος στρατεύσαντες· ἐπειδὴ ὁ Θεμιστοκλῆς ἐν ταῖς ναυλόχοις πέτραις ἔγραψε «μνήσθητε ἄνδρες Ἴωνες κατὰ πατέρων στρατεύοντες», —ἄποικοι γὰρ ἦσαν Ἀθηναίων—, τοῦτο ἀναγνόντες Ἴωνες πρὸς Ἀθηναίους ἐχώρησαν. λέγει οὖν ὁ χορὸς ὡς ὁ ἑτεραλκὴς ναύφρακτος Ἄρης τῶν Ἀθηναίων ἀπηύρα καὶ ἀφείλετο καὶ ἐστέρησεν ἡμᾶς τῶν Ἰώνων κερσάμενος καὶ τεμὼν καὶ ἀφανίσας τὴν νυχίαν πλάκα καὶ τὴν δυσδαίμονα ἀκτήν, ἤγουν τὸ ναυτικὸν τῶν Περσῶν τὸ ἐν τῇ ἀκτῇ τῆς Σαλαμῖνος ὁρμοῦν καὶ τὸ ἐν τῇ Ψυταλίᾳ νήσῳ εὑρισκόμενον Περσικόν· καὶ γὰρ οἱ προύχοντες τῶν Περσῶν ἐκεῖσε ἦλθον οἰόμενοι τοὺς φεύγοντας τῶν Ἀθηναίων ἐντεῦθεν χειροῦσθαι. λέγει οὖν νυχίαν πλάκα τὴν νῆσον τὴν Ψυταλίαν καὶ δυσδαίμονα ἀκτὴν τὴν τῆς Σαλαμῖνος διὰ τὸν ἐνταῦθα τοῖς Πέρσαις συμβάντα θάνατον.

οἴ οἴ: σύστημα ἕτερον μονόστιχον· ἔστι δὲ τὸ κῶλον ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον.

οἴ οἴ: ἡ στροφὴ αὕτη κατὰ σχέσιν ἐστίν· ἔχει γὰρ ἑξῆς καὶ ἀντιστροφήν. εἰσὶ γοῦν τὰ κῶλα αὐτῆς ηʹ· τὸ αʹ μονόμετρον βραχυκατάληκτον τροχαικὸν διὰ τὰ ἑξῆς· τὰ ἑξῆς ϛʹ τροχαικὰ ἑφθημιμερῆ Εὐριπίδεια· τὸ δὲ ηʹ ἀναπαιστικὸν μονόμετρον. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν.

ἡμέτερα. οἴ οἴ: σύστημα ἕτερον κατὰ περικοπὴν κώλων ἀναπαιστικῶν δʹ· τὸ αʹ δίμετρον ἀκατάληκτον· τὸ βʹ ἑφθημιμερές· τὸ γʹ μονόμετρον· τὸ δʹ αὖθις ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος. οὕτω χρὴ γράφειν τὰ κῶλα ὡς διωρθώθη παρʼ ἡμῶν, ἵνʼ οἰκείως ἔχωσι πρὸς τὰ μέτρα· εἰ δʼ ἄλλως γράψεις, οὐ καλῶς ἕξει.

οἴ οἴ: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἦς ἡ ἀρχὴ ἡ αὐτή, καὶ αὕτη γὰρ κώλων ἐστὶ τοσούτων. εἰ δʼ ἔν τισι τούτων καὶ ἑτέρους εὑρήσεις πόδας διὰ τὴν ἀνάγκην τῶν ὀνομάτων, μὴ ξενίζου· οἰκεῖοι γάρ εἰσι καὶ αὐτοὶ τῷ μέτρῳ· καὶ τὸ ηʹ γὰρ κῶλον ἀντὶ δακτύλου καὶ ἀναπαίστου προκελευσματικὸν ἔχει καὶ ἀνάπαιστον. ἐπὶ τῷ τέλει παράγραφος.

ἡμέτερον. ἰώ ἰώ μοι: σύστημα ἕτερον κώλων εʹ· τὸ αʹ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον· τὸ βʹ καὶ γʹ ἀναπαιστικὰ ἑφθημιμερῆ· τὸ δʹ ὅμοιον πενθημιμερές, ἐκ προκελευσματικοῦ, δακτύλου καὶ συλλαβῆς· τὸ εʹ ὅμοιον δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει παράγραφος.

στυγνὰς τὰς Ἀθήνας εἶπε διὰ τὴν ἐν αὐταῖς συμβᾶσαν αὐτοῖς συμφοράν.

ἡμέτερα. ἦ καὶ τὸν Περσῶν: τῆς στροφῆς ταυτησὶ τὰ κῶλα ηʹ· τὸ πρῶτον ἀναπαιστικὸν ἑφθημιμερές· τὸ βʹ ὅμοιον δίμετρον ἀκατάληκτον· τὸ γʹ, τὸ δʹ, τὸ εʹ καὶ τὸ ϛʹ ὅμοια τῷ πρώτῳ· τὸ ζʹ ὅμοιον τοὺς πρώτους δύο πόδας ἔχον χορείους· τὸ ηʹ ἴαμβος τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει παράγραφος.

ἴυγγά μέ: σύστημα ἕτερον κατὰ περικοπὴν κώλων εʹ· τὸ αʹ καὶ βʹ ἀναπαιστικὰ δίμετρα βραχυκατάληκτα· τὸ γʹ ὅμοιον δίμετρον ἀκατάληκτον· τὸ δʹ ἰαμβικὸν μονόμετρον· τὸ εʹ ὅμοιον τῷ αʹ καὶ βʹ. ἐπὶ τῷ τέλει παράγραφος.

ἡμέτερα. καὶ μὴν ἄλλο γέ τι: τῆς στροφῆς ταυτησὶ τὰ κῶλα ζʹ, ἀναπαιστικά· τὸ αʹ ἑφθημιμερές· τὸ βʹ δίμετρον ἀκατάληκτον· τὸ γʹ ὅμοιον, εἰ δὲ βούλει ἰαμβικόν· τὸ δʹ ἑφθημιμερές· τὸ εʹ ὅμοιον μονόμετρον· τὸ ϛʹ ὅμοιον τῷ αʹ, καὶ τὸ ζʹ ὅμοιον. ἐπὶ τῷ τέλει παράγραφος.

ἔταφον: σύστημα ἕτερον κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων ἰαμβικῶν δʹ· ὧν τὰ μὲν γʹ τρίμετρα βραχυκατάληκτα ἐπιμεμιγμένα χορείοις· τὸ δὲ δʹ δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει παράγραφος.

ἡμέτερα. ἰή ἰή: τῆς στροφῆς ταυτησὶ τὰ κῶλα δʹ, ἰαμβικά· τὸ αʹ, τὸ βʹ καὶ τὸ γʹ δίμετρα ἀκατάληκτα· τὸ δὲ δʹ ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος. ἑξῆς δὲ σύστημα μονόστιχον ἤτοι στίχος ἰαμβικὸς τρίμετρος.

πεπλήγμεθα: ἤγουν τοιαύτην πληγὴν καὶ δυστυχίαν πεπόνθαμεν, ὡς ἀείμνηστον εἶναι καθάπερ αἱ διʼ αἰῶνος ᾀδόμεναι συμφοραί.

πεπλήγμεθα: τῆς στροφῆς ταυτησὶ τὰ κῶλα εʹ· τὸ αʹ περιοδικὸν καταληκτικόν, ἐξ ἰαμβικῆς συζυγίας καὶ τροχαικῆς καταληκτικῆς· τὸ βʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ γʹ καὶ δʹ ὅμοια τῷ αʹ· τὸ εʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει παράγραφος. οὕτω λέγε· «πεπλήγμεθα δὴ τὸ δυσπόλεμον καὶ δυσκαταγώνιστον γένος τῶν Περσῶν κύρσαντες οὐκ εὐτυχῶς Ἰώνων ναυατῶν»· τὰ δὲ λοιπὰ διὰ μέσου.

τί δʼ οὔ: αἱ ἑξῆς αὗται στροφαὶ κατὰ σχέσιν εἰσίν· εἰσὶ δὲ καὶ ἑτέρως ἐσχηματισμέναι κατὰ τὸν ἀμοιβαῖον τρόπον. εἰσὶν οὖν τῆς παρούσης στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ περιοδικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰαμβικῆς καὶ τροχαικῆς συζυγίας· τὸ βʹ, τὸ γʹ καὶ δʹ ἰαμβικὰ πενθημιμερῆ· τὸ εʹ καὶ ϛʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι· τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ αʹ ποδὸς χορείου· τὸ ηʹ, τὸ θʹ καὶ ιʹ τροχαικὰ ἰθυφαλικά, τοῦ βʹ ποδὸς δακτύλου· τὸ ιαʹ ἰαμβικὸς τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.

οὕτως εὑρέθη ὁ στίχος ἔν τινι λίαν παλαιῷ βιβλίῳ, καὶ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς· οἱ δὲ «φυγαίχμας» γράφοντες ἀγνοοῦσι τὰ μέτρα· ἴαμβος γὰρ χρὴ εἶναι ὁλόκληρος.

διότι καὶ ἀπὸ θαλάσσης καὶ ἀπὸ ξηρᾶς ἐδυστύχησαν οἱ Πέρσαι, λέγει τὸ «δίδυμα»· τὸ δὲ «τριπλᾶ» ἀντὶ τοῦ «πολλαπλάσια».

ἡμέτερα. περισσὸν ἦν ἐνταῦθα κῶλον τὸ «φίλων ἄταισι ποντίαις»· διὸ καὶ ἐξεβλήθη παρʼ ἐμοῦ· οὔτε γὰρ τοῖς τῆς στροφῆς κώλοις ἥρμοζεν οὔτε τῇ τοῦ λόγου συντάξει, εἴ τις ὀρθῶς σκοποίη.

αἶ αἶ αἶ αἶ: τῆς βʹ ταυτησὶ στροφῆς τὰ κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ, τὸ βʹ, τὸ γʹ καὶ τὸ δʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα· τὸ εʹ ὅμοιον μονόμετρον, ἐκ χορείου καὶ ἰάμβου· τὸ ϛʹ καὶ ζʹ δίμετρα ὅμοια τῷ αʹ καὶ βʹ· τὸ ηʹ ἴαμβος τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.

δόσιν κακάν: τὸ γὰρ ἀντιθρηνεῖν δόσις ἐστὶ κακῶν ἤγουν θρήνων ἐν κακοῖς ἤτοι θρήνοις πρὸς ὃν ἡ ἀντιθρήνησις γίνεται.

τὸ «ὀτοτοῖ» ἔν τισι μὲν διʼ ἑνὸς τ εὕρηται, ἔν τισι δὲ διὰ δύο πρὸς τὴν χρῆσιν τοῦ μέτρου· οὐ χρὴ οὖν ἀλόγως ἀεὶ διὰ δύο ττ γράφειν.

ἡμέτερα. ἄνια ἄνια: τῆς τρίτης ταυτησὶ στροφῆς τὰ κῶλα εʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ ἰαμβικὸν μονόμετρον ἐκ χορείων· τὸ βʹ ἴαμβος τρίμετρος ἀκατάληκτος· τὸ τρίτον ὅμοιον δίμετρον ὑπερκατάληκτον ἢ ἀκατάληκτον, τοῦ γʹ καὶ δʹ ποδὸς χορείων· τὸ δʹ τροχαικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἀναπαίστου ἀρχόμενον· τὸ εʹ ἴαμβος τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.

ὁ τῆς ἀντιστροφῆς οὗτος πέμπτος στίχος ἐλλιπὴς ἦν πρὸς τὸν τῆς στροφῆς· διὸ καὶ ἀνεπληρώθη παρʼ ἐμοῦ, καὶ οἶμαι ὡς καλῶς.

οἴ οἴ οἴ οἴ: ἡ ἐπῳδὸς αὕτη ἡ ἐν ἐκθέσει τοῦ δράματος κώλων ἐστὶ ιδʹ· τὸ αʹ ἰαμβικὸν μονόμετρον· τὸ βʹ ὅμοιον δίμετρον ἀκατάληκτον· τὸ γʹ ἰαμβικὸν μονόμετρον· τὸ δʹ τροχαικὸν ἑφθημιμερὲς Εὐριπίδειον· τὸ εʹ ἰαμβικὸν ἑφθημιμερές· τὸ ϛʹ καὶ ζʹ ὅμοια· τὸ ηʹ ὅμοιον τῷ γʹ· τὸ θʹ ὅμοιον τῷ δʹ· τὸ ιʹ ὅμοιον τῷ γʹ· τὸ ιαʹ τροχαικὸν μονόμετρον· τὸ ιβʹ ὅμοιον τῷ γʹ· τὸ ιγʹ τροχαικὸν πενθημιμερὲς ἐκ χορείων· τὸ ιδʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος· ταῦτα γάρ εἰσι τοῦ τέλους τῶν ἐπῳδῶν σημεῖα, ὡς εἴρηται.

τρίσκαλμον λέγει ναῦν τὴν ἐφʼ ἑκάστῃ καθέδρᾳ τρεῖς κώπας ἔχουσαν· σκαλμὸν γὰρ καλοῦσι τὸ ὀξὺ ξύλον ἐν ᾧ τὴν κώπην τροποῦσιν οἱ ναῦται· τὴν αὐτὴν δὲ καὶ τριήρη καλοῦσιν ὡς ἐφʼ ἑκάστῃ καθέδρᾳ τρεῖς διὰ ταχυτῆτα κεκτημένην ἐρέτας, τουτέστι ναύτας ἐρέσσοντας· τὴν τρίτην δὲ ταύτην κώπην ναῦται κοινῇ γλώττῃ τριτζέριον ὀνομάζουσιν.

χορὸς γερόντων. στροφὴ κώλων ξεʹ.

τάδε ἤγουν ἡμεῖς.

τῶν οἰχομένων τῶν πορευθέντων.

Ἑλλάδʼ ἤγουν τὴν Ἑλληνικήν.

αἶαν γῆν.

πιστὰ ἤγουν ἡμεῖς ἐσμὲν οἱ πιστοὶ τῶν Περσῶν.

ἀφνεῶν ὀλβίων.

πολυχρύσων πλουσίων.

ἑδράνων κατοικήσεων.

πρεσβείαν ἐντιμότητα.

κατασκευή.

τὸ «ἄναξ» καὶ «βασιλεύς» ἐκ παραλλήλου.

ὁ τοῦ Δαρείου υἱός.

εἵλετο προύκρινεν.

ἐφορεύειν ἐξιστατεῖν.

βάσις.

ἀμφὶ περὶ.

νόστῳ τῇ ὑποστροφῇ.

τῷ βασ. τῷ τοῦ βασιλέως.

πολυχρύσου τῆς πλουσιωτάτης.

ἤδη ἤγουν νῦν.

κακόμαντις κακὰ μαντευόμενος, φανταζόμενος.

ἄγαν λίαν.

ὀρσοπολεῖται κινεῖται.

θυμὸς ἡ ψυχή μου.

κατασκευή.

πᾶσα ἄθροισις.

ἰσχὺς δύναμις, ἤγουν πάντες οἱ ἰσχύοντες ἄνδρες.

Ἀσιατογενής ἡ ἐν Ἀσίᾳ γεννηθεῖσα.

οἴχωκε ἐπορεύθη.

νέον δʼ ἄνδρα ἤτοι πᾶσαν τὴν νεότητα.

βαΰζει ἀνακαλεῖται ὁ θυμός.

ἄγγελος πεζὸς δηλονότι.

ἱππεύς ἔφιππος.

ἄστυ εἰς τὸ.

ἀφικνεῖται ἔρχεται ἐξ ἐκείνων.

οἵ τε μερισμός.

τὸ Σούσ. κτλ. αὗται αἱ πόλεις βασίλεια Περσῶν εἶχον.

ἠδʼ καὶ

Κίσσινον πόλις καὶ αὕτη Περσῶν.

ἕρκος ἤγουν ἡ πόλις.

προλιπόντες ἀφέντες.

ἔβαν ἔβησαν, ἀπῆλθον.

ἐφʼ ἵππων ἤγουν κέλητες καὶ μετὰ ἁρμάτων.

ναῶν πλοίων.

βάδην ἤγουν διὰ τῶν οἰκείων ποδῶν.

στῖφος τάξιν.

παρέχοντες διδόντες, ποιοῦντες.

οἷος ἦν δηλονότι.

ἠδʼ καὶ

Ἀρταφρένης ὁ

ἠδʼ καὶ.

ταγοὶ ἄρχοντες.

Περσῶν τῶν.

βασιλῇς οὕτω γράφουσιν Ἀττικοὶ διὰ τοῦ η.

βασιλέως συνίζησις.

ὕποχοι ὑποχείριοι.

μεγάλου ἤγουν τοῦ Ξέρξου.

σοῦνται ὁρμῶσι.

ἔφοροι ἐπιστάται.

τοξοδάμαντες διὰ τῶν τόξων δαμάζοντες.

ἠδʼ καὶ.

ἱπποβάται ἐφʼ ἵππων βαίνοντες.

ἰδεῖν αὐτοὺς δηλονότι τινά.

μάχην κατὰ.

εὐτλήμονι καρτερικῇ

δόξῃ ὑπολήψει.

Ἀρτεμβάρης οἷος ἦν.

θʼ καὶ.

ἱππιοχάρμης ὁ τοῖς ἵπποις χαίρων.

τε καὶ.

τοξοδάμας ὁ τοῖς τόξοις δαμάζων τοὺς ἐχθροὺς αὐτοῦ.

ἐσθλὸς ἀγαθός.

ἵππων κτλ. ὁ ἵππους ἐλαύνων.

πολυθρέμμων ὁ πολλοὺς τρέφων.

Νεῖλος ὑπήκοοι γὰρ ἦσαν Αἰγύπτιοι τότε Περσῶν.

ἔπεμψεν εἰς Ἑλλάδα

Σουσισκάνης ὁ.

ἦσαν δὲ οὗτοι.

Πηγασταγὼν ὁ.

Αἰγυπτογενής ὁ ἐν Αἰγύπτῳ γεννηθείς.

τε καὶ.

Μέμφιδος πόλεως Αἰγύπτου.

τάς τʼ ὠγυγίους τὰς παλαιάς· λέγει δὲ τὰς ἑκατονταπύλους.

ἐφέπων ἐπιτηρῶν, διεξάγων.

ἑλειοβάται Αἰγύπτιοι· Ἕλος γὰρ τόπος ἐν Αἰγύπτῳ.

ἐρέται κωπηλάται.

δεινοὶ ἐπιτήδειοι.

ἁβροδιαίτων τῶν πολυτελῶν ἔν τε τροφαῖς καὶ ἐνδύμασιν.

ἕπεται ἀκολουθεῖ

οἵτʼ οἵτινες.

ἐπίπαν παντελῶς.

ἠπειρογενὲς τὸ ἐν τῇ Ἠπείρῳ γεννηθέν.

τοὺς τοὺς Λυδούς.

πολύχρυσοι αἱ.

αἱ πλουσιώταται διὰ τὸ παρακεῖσθαι αὐταῖς τὸν Πακτωλὸν ποταμόν.

ἐπόχους ἐπιβάτας.

ἐξορμῶσιν ἐξώρμησαν.

δίρρυμα τέθριππα.

τρίρρυμα ἕξιππα.

τέλη πληρώματα, στίφη.

ὄψιν θεωρίαν.

προσιδέσθαι θεάσασθαι αὐτούς τινα.

στεῦνται ὁρμῶσι.

ἱεροῦ μεγάλου.

Τμώλου ὄρος Λυδίας.

πελάται οἱ πλησίον αὐτοῦ οἰκοῦντες.

ἀμφι– περι.

δούλειον δουλικόν.

Ἑλλάδι τῇ.

ἄκμονες καρτερικοί, ἐκ μεταφορᾶς τοῦ ἄκμονος.

ἀκοντισταὶ ἀκόντια φέροντες.

ἡ πολύχρυσος ἡ πλουσιωτάτη.

σύρδην ὁμοῦ.

ναῶν η.

ἐπόχους ἐπιβάτας.

τοξουλκῷ ἤγουν ἐμπείρους τοξικῆς.

λήματι φρονήματι

πιστούς θαρραλέους, ἀσφαλεῖς.

τὸ μαχαιροφόρον τὸ μαχαίρας φέρον ὥσπερ νῦν Ἰταλοὶ τὰ ἐγχειρίδια.

ἔθνος ἤγουν οἱ Χαλδαῖοι.

Ἀσίας τῆς ἀνατολῆς.

ἕπεται ἀκολουθεῖ.

δειναῖς μεγάλαις.

βασιλέως συνίζησις.

ὑποπομπαῖς προπομπαῖς.

συμπέρασμα.

τοιόνδʼ τοιοῦτον.

ἄνθος ἐξαίρετον.

Περσίδος τῆς.

αἴας γῆς.

οἴχεται ἐπορεύθη.

χθών ἡ γῆ.

Ἀσιῆτις ἤγουν ἡ τῆς Ἀσίας.

θρέψασα ἤγουν ἀναθρέψασα.

στένεται στενάζει.

μαλερῷ διαπύρῳ, καυστικῷ.

τοκέες γεννήτορες

ἄλοχοι γυναῖκες.

ἡμερόλεγδον τὸν ἐξ ἡμερῶν συλλεγόμενον.

τείνοντα αὐξανόμενον, μηκυνόμενον.

τρομέονται φοβοῦνται, τρέμουσιν.

στροφὴ ἑτέρα κώλων ζʹ.

ὁ περσέπτολις ὁ πορθῶν τὰς πόλεις.

ἤδη πάλαι.

βασίλειος βασιλικός.

ἤγουν τὴν ἐναντίαν τῇ Ἀσίᾳ Εὐρώπην.

χῶρον τόπον.

λινοδέσμῳ ὡς ἐκ λίνου τῶν κάλων ὄντων.

σχεδίᾳ στόλῳ νεῶν.

πορθμὸν τὸ στενὸν τῆς θαλάσσης.

ἀμείψας διελθών.

Ἀθαμαντίδος τῆς θυγατρὸς Ἀθάμαντος.

Ἕλλας η

πολύγομφον πολυκάρφωτον.

ὅδισμα πορείαν, ὁδόν.

ζυγὸν ἤγουν γέφυραν.

ἀμφιβαλὼν περιβαλὼν.

αὐχένι διὰ τὸ εἶναι στενόν.

ἀντιστροφὴ κώλων ζʹ.

πολυάνδρου τῆς ἐχούσης πολλοὺς ἄνδρας ἤτοι ἔθνη πολλά.

θούριος ὁ ὁρμητικός.

ἤλπιζε γὰρ Ξέρξης πᾶσαν γῆν δουλώσειν, μήτοιγε δὴ τὴν Ἑλλάδα.

χθόνα γῆν.

ποιμανόριον ποίμνιον ἀνδρῶν.

θεῖον θαυμαστὸν διὰ τὸ πλῆθος.

ἐλαύνει ἐκίνησεν, ἄγει.

διχόθεν ἐξ ἀμφοτέρων τῶν μερῶν

πεζονόμοις ἤγουν πεζοῖς· τὴν γῆν βαδίζουσιν.

ἐχυροῖσι στερροῖς.

πεποιθὼς θαρρῶν.

στυφέλοις ταρακτικοῖς ἢ σκληροῖς.

ἐφέταις τοξόταις.

χρυσονόμου πλουσιωτάτης· τοιοῦτοι γὰρ οἱ Πέρσαι.

φώς ὁ.

ὁ ἀνήρ.

στροφὴ ἑτέρα κώλων ϛʹ.

κυάνεον σκοτεινόν, φοβερόν, καταπληκτικόν.

συνίζησις.

λεύσσων βλέπων.

φονίου φονικοῦ.

δέργμα βλέμμα.

πολύχειρ σὺν πολλῇ δυνάμει.

πολυναύτας η

σὺν πολλαῖς ναυσὶν ἢ ναύταις.

σύριον ἐκ Συρίας ἀπὸ μέρους.

διώκων ἐλαύνων.

ἐπάγει ἐπιφέρει.

δουρικλύτοις ἐνδόξοις κατὰ τὸ δόρυ· ἤγουν πολεμικωτάτοις.

ἀνδράσι τοῖς Ἕλλησι.

τοξόδαμνον ἐν τόξοις δαμάζοντα.

Ἄρη πόλεμον.

ἀντιστροφὴ κώλων …

δόκιμος φρόνιμος· δόκησιν ἔχων περὶ αὑτοῦ μεγάλην.

οὔτις οὐδείς.

ὑποστάς ἔμπροσθεν στὰς καὶ ἐναντιωθείς.

μεγάλῳ ἤγουν τῇ μεγάλῃ ὁρμῇ, τροπικῶς.

φωτῶν ἀνδρῶν.

ἐχυροῖς στερεοῖς.

ἕρκεσιν ἤγουν τείχεσιν.

εἴργειν ἐθελήσει κωλύειν.

ἤγουν τὸ πλῆθος τῶν Περσῶν, τροπικῶς.

ἀπρόσοιστος ἀπρόσδεκτος. ἀνυπόστατος.

ἀλκίφρων ἐν δυνάμει φρονῶν καὶ πολέμῳ μέγα.

ἐπῳδὸς κώλων θʹ.

γνωμικόν.

δολόμητιν δολίαν βουλήν.

ἀπάταν η.

θεοῦ συνίζησις.

ἀλύξει ἐκφύγῃ ἄν.

κραιπνῷ ταχεῖ.

πηδήματος ὃς γὰρ ταχύτατός ἐστιν ἅλλεσθαι πηδήματος εὐπετοῦς ἄρχει.

εὐπετέος συντομωτάτου.

ἀντὶ μιᾶς.

ἀνάσσων κρατῶν, ἄρχων.

φιλόφρων ἤγουν φιλοφρόνως.

σαίνουσα θέλγουσα ἡ τοῦ θεοῦ ἀπάτη.

τοπρῶτον κατʼ ἀρχάς.

παράγει παραφέρει.

βροτὸν ἄνθρωπον.

εἰς ἀρκύστατα εἰς δίκτυα.

τόθεν διὰ τοῦτο.

ὅθεν.

ἔστιν ὑπερφυγεῖν.

θνατὸν η.

ὄντα τινά.

ἀλύξαντα ὑπεκδραμόντα.

ἐκ παραλλήλου.

φυγεῖν αὐτήν.

στροφὴ ἑτέρα κώλων ϛʹ.

θεόθεν ἐκ θεοῦ.

καταμοῖρʼ ἤγουν εἱμαρμένον ἐστίν.

ἐκράτησεν κατεκράτησεν· ἐνταῦθα ἡ «κατά».

τοπαλαιὸν ἤγουν ἐξ ἀρχῆς.

ἐπέσκηψε ἐπῆλθε καὶ ἐξ ἀρχῆς συμβέβηκεν.

πυργοδαίκτους πύργους δαμάζοντας.

διέπειν διεξάγειν, ποιεῖν.

ἱππιοχάρμας διʼ ἵππων γινομένους.

κλόνους ταραχάς.

ἀναστάσεις καταβολάς, ἀνατροπάς, ἀφανισμούς.

ἀντιστροφὴ κώλων ϛʹ.

ἔμαθον οἱ Πέρσαι.

εὐρυπόροιο τῆς πλατείας.

θαλάσσας η.

πολιαινομένας η.

λευκαινομένης τοῖς κύμασιν.

πνεύματι ἀνέμῳ.

λαύρῳ σφοδρῷ.

πόντιον ἐπειδὴ τὸ ἆλσος ἐπὶ ξηρᾶς, διὰ τοῦτο πόντιον εἶπεν.

πίσυνοι θαρροῦντες.

λεπτοδόμοις λεπτοῖς.

πείσμασιν σχοινίοις.

μηχαναῖς ναυσὶ περώσαις τοὺς λαούς.

στροφὴ ἑτέρα κώλων ϛʹ.

ταῦτα διὰ.

μελαγχίτων συνετὴ ἢ πενθήρης.

φρὴν ὁ νοῦς.

ἀμύσσεται σπαράσσεται, τιτρώσκεται.

φόβῳ τῷ.

ὀά φεῦ.

Περσικοῦ ἕνεκα.

τοῦδε τοῦ στρατεύματος.

πόλις ἑτέρα.

ἡ.

πύθηται ἀκούσῃ.

κένανδρον ἥγουν τὴν ἐρημίαν καὶ κενανδρίαν ἤγουν τὴν ἀπώλειαν.

μέγʼ ἄστυ λέγω.

Σουσίδος ἤγουν τὰ Σοῦσα.

ἀντιστροφὴ κώλων ϛʹ

ἡ πόλις Περσικὴ τὸ Κίσσιον.

ἀντίδουπον ἀντηχὲς ἐν τῷ θρήνῳ.

ὀά φεῦ.

τοῦτʼ ἔπος ἤγουν τὸ ὀά.

γυναικοπληθὴς ἤγουν ὁ τῶν γυναικῶν.

ὅμιλος τὸ πλῆθος.

ἀπύων βοῶν ἔσται.

βυσσίνοις κοκκίνοις.

πέπλοις ἐνδύμασι.

λακίς κτύπος χειρῶν ἢ σχίσματος· σχιζομένων γὰρ τῶν πέπλων ἦχος γίνεται.

στροφὴ ἑτέρα κώλων ζʹ.

ἱππηλάτας ἤγουν διʼ ἵππων ἐλαύνων, τουτέστιν ἱππικός.

πεδοστιβὴς ἤγουν βάδην πορευόμενος, τουτέστι διὰ τῶν ποδῶν.

σμῆνος πλῆθος.

ὥς ὥσπερ.

ἐκλέλοιπεν ἤγουν ἐξῆλθε καταλιπὼν τὰς πόλεις.

μελισσᾶν ων.

ὀρχάμῳ ἡγεμόνι.

τὸν ἀμφίζευκτον τὸν ἀμφοτέρωθεν ἐζευγμένον διὰ τῶν πλοίων.

ἐξαμείψας διελθών.

ἀμφοτέρας Ἀσίας καὶ Εὐρώπης.

ἅλιον θαλάσσιον.

πρῶνα ἐξοχήν.

αἴας τῆς γῆς ἀμφοτέρας.

ἀντιστροφὴ κώλων ζʹ.

λέκτρα αἱ κοῖται.

πόθῳ φίλτρῳ

πίμπλαται πληροῦται.

δακρύμασι δάκρυσι τῶν γυναικῶν.

Περσίδες αἱ.

ἀκροπενθεῖς αἱ.

αἱ ἄκρως πενθοῦσαι, αἱ πολύκλαυστοι.

ἑκάστα η.

πόθῳ φίλτρῳ.

φιλάνορι ἤγουν τῷ τοῦ ἀνδρός.

τὸν αἰχμήεντα τὸν πολεμικὸν ἀπὸ μέρους.

θοῦρον ὁρμητικὸν.

εὐνατῆρα σύνοικον, σύνευνον.

προπεμψαμένα η.

ἐκπέμψασα.

λείπεται ἐναπελείφθη ἐν τοῖς οἴκοις.

μονόζυξ μεμονωμένη, τοῦ συζύγου ἐστερημένη, τροπικῶς.

σύστημα κατὰ περικοπὴν κώλων ιʹ.

Πέρσαι ὦ.

ἐνεζόμενοι ἐγκαθήμενοι.

στέγος ἤγουν εἰς τὰ παλαιὰ βασίλεια.

φροντίδα ἤγουν φροντίσωμεν περὶ τῶν οἰκείων ἡμῖν.

κεδνὴν συνετὴν.

βαθύβουλον ἤγουν ἀκριβῶς ἐσκεμμένην.

θώμεσθα ποιήσωμεν.

χρεία διὰ μέσου τοῦτο.

δὲ γὰρ.

προσήκει προσῆλθεν.

πράσσει πῶς ἔχει.

Δαρειογενής ὁ τοῦ Δαρείου υἱός.

τὸ πατρωνύμιον τὸ ἐκ προγόνου τοῦ Περσέως ἔχον τὸ ὄνομα.

ἁμέτερον η.

ἤγουν τὸ Περσικόν.

πότερον ὑπάρχει.

ῥῦμα ἕλκυσμα· ἤγουν οἱ τοξικοὶ Πέρσαι.

νικῶν ἐστίν.

δορυκράνου ἤγουν οἱ δόρατα καὶ κράνη ἔχοντες Ἕλληνες.

ἰσχὺς ἡ δύναμις.

κεκράτηκεν νενίκηκεν.

σύστημα ἕτερον κώλων εʹ.

φάος θέαμα.

μήτηρ ἤγουν ἡ Ἄτοσσα.

βασιλέως συνίζησις.

βασίλεια βασίλισσα.

προσπιτνῶ προσκυνῶ.

προσφθόγγοις προσφωνητικοῖς.

χρεὼν πρέπον.

πάντας ἡμᾶς.

μύθοισι λόγοις.

προσαυδᾶν προσλαλεῖν, ἀσπάζεσθαι.

βαθυζώνων βαθυκόλπων.

ἄνασσα βασίλισσα.

Περσίδων τῶν γυναικῶν.

ὑπερτάτη ὑψηλοτάτη.

θεοῦ τοῦ Δαρείου· οὕτω γὰρ ἐκάλουν τοὺς βασιλεῖς Πέρσαι.

συνίζησις.

εὐνήτειρα σύνευνος.

θεοῦ τοῦ Ξέρξου.

συνίζησις.

ἔφυς ὑπάρχεις.

εἴ τι ἤγουν εἰ μὴ ἡ παλαιὰ εὐτυχία τῶν Περσῶν μεταβέβληται, ἣν ἐν τοῖς πολέμοις εἶχον, καὶ πάντων. ὡς εἰπεῖν ἀνθρώπων ἐδόκουν ἄριστοι.

δαίμων ἡ εὐτυχία.

μεθέστηκε μεταβέβληται.

ταῦτα ἤγουν διὰ τοῦτο ὃ ἐν φροντίδι ἔχετε μὴ Ξέρξης ἡττηθῇ.

ἱκάνω καταλαμβάνω ἐνταῦθα.

χρυσεοστόλμους χρυσῷ κεκαλλωπισμένους· στολμὸς γὰρ ὁ καλλωπισμός.

κἀμὸν ἤγουν καὶ ἐμοῦ.

εὐνατήριον ἤγουν ἐν ᾧ ἡ ἡμετέρα ἦν εὐνή.

καί με καρδίαν τοῦτο ὅλον καὶ μέρος.

ἀμύσσει σπαράσσει.

ἐρῶ λέξω.

μῦθον λόγον.

οὐδαμῶς ἤγουν ἔξω τοῦ καθεστηκότος τυγχάνουσα ὑπὸ φόβου ὃν ἐν τῇ ψυχῇ ἔχω.

μέγας ἤγουν ἡ μεγάλη εὐδαιμονία ἡμῶν.

κονίσσας ταράξας, δίκην κόνεως κινήσας.

οὖδας τὸ ἔδαφος.

ποδὶ ἐν.

ὄλβον τὴν εὐδαιμονίαν τῶν Περσῶν.

ἦρεν ἀνύψωσεν.

οὐκ ἄνευ θεῶν ἀλλὰ μετὰ τῆς βοηθείας τοῦ θεοῦ.

ταῦτα διὰ τοῦτο.

μέριμνʼ φροντίς.

ἄφραστος ἄρρητος, πολλή.

ἐν φρεσὶν ἐν τῷ λογισμῷ.

ὡραῖον.

μήτε χρημάτων ἤγουν πλοῦτον μὴ συμμάχους ἔχοντα ἄνδρας.

ἐν τιμῇ σέβειν ἤγουν τιμᾶν τινα.

ἀχρημάτοισι ἤγουν τοῖς πένησι.

φῶς ἤγουν λαμπρότητα ἣν ὁ πλοῦτος παρέχει.

ἤτοι τὸν ἥλιον.

σθένος δύναμις.

πάρα πάρεστι τῷ φωτί.

ἔστι ἡμῖν.

ἀμεμφής ἤγουν πολὺς ὃν οὐδεὶς μέμψαιτʼ ἄν.

ἀμφὶ δʼ ὀφθαλμοῖς ἤγουν περὶ τοῦ ὀφθαλμοῦ ἡμῶν, τοῦ Ξέρξου λέγω.

γνωμικόν.

ὄμμα ἤγουν φῶς.

δόμων τῶν οἴκων.

παρουσίαν τὴν ἐνδημίαν·ἐν ἄλλοις δὲ γράφεται «παρρησίαν», ὅπερ μᾶλλον ἀποδέχομεν.

ἐχόντων ὧν εἶπον.

σύμβουλοι ἤγουν συμβουλεύσατέ μοι τὸν περὶ τούτου λόγον.

τοῦδε ἤγουν οὗπερ ἐν φροντίδι ἔχω.

Πέρσαι ὦ.

πιστώματα ἤγουν πιστότατοι γέροντες.

τὰ κέδνʼ τὰ συνετά.

ἐν ὑμῖν ἤγουν πᾶσαν τὴν συνετὴν βουλὴν τὴν περὶ τούτων ὑμῖν ἀνατίθημι ὡς ἐμπειρίαν διὰ τὸ γῆρας ἔχουσι καὶ ἡμῖν πιστοτάτοις τυγχάνουσιν.

εὖ καλῶς.

ἴσθι γίνωσκε.

ἄνασσα βασίλισσα.

ὦ.

φράσαι λέξαι.

ἔπος λόγον.

ὧν ἂν ἤγουν ἃ ἂν ὑπʼ ἐξουσίαν καὶ δύναμιν ἡμῖν ἐστίν.

ἡγεῖσθαι ἄρχειν.

εὐμενεῖς πιστοὺς φίλους σοί.

τῶνδε ὧν χρείαν ἔχεις.

νυκτέροις νυκτερινοῖς.

ξύνειμʼ συνυπάρχω· ἤγουν πολλῶν ὀνείρων φαντασίας εἶδον.

στείλας ὁρμήσας, κινήσας.

Ἰαόνων τῶν Ἀθηναίων ἀπὸ Ἴωνος.

οἴχεται ἐπορεύθη.

πέρσαι πορθῆσαι.

οὔτι ὃ φαμὲν κοινῶς ἀκμήν.

ἐναργὲς φανερόν.

εἰδόμην εἶδον.

τῆς πάροιθεν τῆς προλαβούσης.

εὐφρόνης νυκτός.

διήγησις.

σημείωσαι.

ἐδοξάτην ἐφάνησαν.

ὑπενοήθησαν εἰς ὄψιν ἡμετέραν ἐλθεῖν.

εὐείμονε καλὰ ἐνδεδυμέναι ἱμάτια.

πέπλοισι ἐνδύμασι.

ἠσκημένη κεκοσμημένη.

αὖτε πάλιν.

Δωρικοῖσιν Ἑλληνικοῖς.

ὄψιν μολεῖν θεωρίαν ἡμετέραν ἐλθεῖν.

μεγέθει ἐν.

τῶν γυναικῶν.

κάλλει ἐν.

ἀμώμω ἄψογοι.

κασιγνήτα ἀδελφαί.

ταὐτοῦ ὁμοίου.

πάτραν πατρίδα.

ἔναιον ᾤκουν.

κλήρῳ ἤγουν διὰ κλήρου.

βάρβαρον ἤγουν τὴν Ἀσίαν.

τούτω αὗται ἐδοξάτην ἀπὸ κοινοῦ.

ὁρᾶν βλέπειν.

τεύχειν ποιεῖν.

παῖς ὁ Ξέρξης.

κἀπράυνεν ἡμέρου. ἅρμασιν ἤγουν ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ ποιεῖ.

αὐτά αὐτάς.

λέπαδνʼ τὰ κοινῶς ζυγόλωρα.

χʼ ἢ μὲν καὶ ἥτις μὲν.

τῇδʼ ταύτῃ τῇ Περσικῇ.

ἐπυργοῦτο στολῇ ἐκαλλωπίζετο, ἐσεμνύνετο.

εὔαρκτον εὐπειθές, ὑπήκοον.

ἥδʼ ἡ τὴν Ἑλλάδα οἰκοῦσα.

ἐσφάδαζε ἐταράττετο, ἐστασίαζε.

ἐν τῇ δεικτικῶς ἐν ταύτῃ τῇ δεξιᾷ.

διασπαράττει διαρρήσσει, συνθλᾷ.

ξυναρπάζει ἕλκει.

θραύει κατακλᾷ.

πίπτει εἰς γῆν.

παῖς ὁ Ξέρξης.

παρίσταται ἐπάνω αὐτοῦ ἔστη.

οἰκτείρων κατελεῶν.

σφε αὐτὸν τὸν Ξέρξην.

ὅπως ἐπεί.

ὁρᾷ βλέπει.

πέπλους τὰ ἐνδύματα αὐτοῦ.

ῥήγνυσιν σχίζει ὑπʼ αἰδοῦς. ἀμφὶ τοὺς περὶ τῷ.

εἰσιδεῖν θεάσασθαι.

σημείωσαι.

ἀνέστην ἐξ ὕπνου.

καλλιρρόου καθαρὸν ἐχούσης ῥεῦμα.

ἔψαυσα ἤγουν ἐνιψάμην ἐκ πηγῆς καθαρᾶς.

θυηπόλῳ θυσίας μελλούσῃ ἐπενεγκεῖν.

βωμὸν πρὸς τὸν βωμὸν ἔστην.

ἀποτρόποισι τοῖς ἀποτρεπτικοῖς τῶν κακῶν ὀνειράτων.

πέλανον ἤγουν θῦμά τι.

ὦν ἤγουν οἵτινές εἰσι τῶν τοιούτων ἔφοροι· λέγει δὲ τὸν Ἀπόλλω.

αἰετὸν ἀετὸν.

ἐσχάραν ἐν ᾗ τὰ ἱερεῖα τιθέασιν.

Φοίβου τοῦ Ἀπόλλωνος.

ἄφθογγος ἄφωνος.

ἐστάθην ἔστην.

φίλοι ὦ.

μεθύστερον μετέπειτα.

κίρκον ὀξύπτερον.

εἰσορῶ ὁρῶ.

δρόμῳ ἐν.

ἐφορμαίνοντα ἐπʼ ἐκεῖνον ὁρμήσαντα.

χηλαῖς τοῖς ὄνυξι.

κάρα τὸ τοῦ ἀετοῦ.

τίλλονθʼ ἤγουν ἐκσπῶντα τὰς τρίχας αὐτοῦ.

οὐδὲν ἄλλο ἐποίει δηλονότι.

πτήξας φοβηθείς.

δέμας τὸ σῶμα.

παρεῖχε τῷ κίρκῳ.

ταῦτʼ ἤγουν ταῦτα ἰδοῦσα φοβοῦμαι, οἶμαι δὲ καὶ ὑμᾶς ἀκούοντας.

ἀκούειν ἐστὶ δείματα.

εὖ γὰρ ἴστε καλῶς γὰρ γινώσκετε.

παῖς ἐμὸς ἤγουν ὁ Ξέρξης.

πράξας μὲν εὖ ἤγουν νικήσας.

εὖ καλῶς.

θαυμαστὸς ἄξιος θαυμάζεσθαι.

κακῶς δὲ πράξας ἤγουν ἡττηθείς.

οὐχ ὑπεύθυνος οὐ μεμπτός· ὑπὲρ γὰρ τῆς τῶν Περσῶν ἀρχῆς ὅπως ἔτι μεγίστη γένοιτο προὐνοεῖτο.

ὁμοίως ὥσπερ καὶ πρώην.

τῆσδε τῆς Περσικῆς.

κοιρανεῖ βασιλεύει.

χθονός τῆς γῆς.

μῆτερ ὦ.

τοῦ Ξέρξου.

λόγοις ἐν.

προστροπαῖς παρακλήσεσι.

ἱκνουμένη ἱκετεύουσα.

φλαῦρον κακόν, φοβερόν.

ἀποτροπὴν ἀποδίωξιν.

τελεῖν πληροῦν, ποιεῖν.

τὰ δʼ ἀγάθʼ ἤγουν τὸ μετὰ νίκης ὑποστρέψαι ἐκείνους.

ἐκτελῆ πεπληρωμένα.

σέθεν σοῦ.

χρὴ πρέπει.

χοὰς θυσίας.

φθιτοῖς τοῖς νεκροῖς.

χέασθαι ἤγουν ποιῆσαι.

πρευμενῶς συμπαθῶς.

αἰτοῦ ζήτει.

πόσιν τὸν ἄνδρα.

φὴς λέγεις.

εὐφρόνην τὴν νύκτα.

ἐσθλὰ ἀγαθά.

τέκνῳ τῷ Ξέρξῃ.

ἔνερθεν ὑπεράνω.

τἄμπαλιν τὰ ἐναντία.

τῶνδε τῶν ἐσθλῶν

κάτοχʼ κεκρατημένα.

ἀμαυροῦσθαι ἀφανίζεσθαι.

σκότῳ ἐν.

θυμόμαντις ἤγουν οὐ τέχνῃ μάντις ὤν, ἀλλʼ ἐκ λογισμοῦ κρίνων.

πρευμενῶς εὐνοϊκῶς, συμπαθῶς.

πανταχῇ κατὰ πάντα τρόπον.

τελεῖν πληροῦν τοὺς θεοὺς καὶ τὸν πόσιν.

τῶνδε ὧν εἶδες.

εὔνους πιστότατος.

ὁ πρῶτος ἤγουν σὺ ὁ χορός.

δόμοις ἤτοι τῇ ἡμῶν ἀρχῇ.

τήνδʼ ἤγουν τὸ τοῖς θεοῖς εὔχεσθαι καὶ παρʼ ἐκείνων ζητεῖν τὰ βέλτιστα.

ἐκύρωσας ἐβεβαίωσας.

φάτιν φήμην, τὴν σὴν κρίσιν.

ἐκτελοῖτο εἴθε τελεσθείη.

τὰ χρηστά τὰ ἀγαθά.

ἐφίεσαι ἀποδέχῃ, προστάττεις.

θήσομεν ποιήσομεν.

νέρθε ὑποκάτω.

φίλοις ἤτοι τῷ Δαρείῳ.

εὖτʼ ἄν ὁπηνίκα.

μόλωμεν ἔλθωμεν.

ἐκμαθεῖν ἤγουν μαθεῖν.

ποῦ ποῦ τῆς γῆς ἤγουν ἐν ποίῳ μέρει τῆς οἰκουμένης.

φασίν λέγουσιν.

ἱδρῦσθαι ἤγουν ἐστηριγμένας εἶναι, ἐκτισμένας.

τῆλε μακράν.

πρὸς ἐν.

ἄνακτος τοῦ βασιλέως τῶν Περσῶν· τοῦτον γὰρ μάλιστα πάντων σέβουσιν.

φθινασμάτων δύσεων, λήξεων.

ἵμειρʼ ἤγουν ἐπεθύμησεν.

ἐμὸς ὁ.

παῖς ὁ Ξέρξης.

θηράσαι ἀγρεῦσαι, πορθῆσαι.

πᾶσα ναί.

ἄν εἰ τὰς Ἀθήνας εἷλε.

βασιλέως ἤγουν τοῦ Ξέρξου.

ὑπήκοος δούλη.

ὧδε οὕτως.

πάρεστιν ὑπάρχει.

αὐτοῖς τοῖς Ἀθηναίοις.

ἀνδροπλήθεια ἤγουν ἀνδρῶν πλῆθος καὶ στρατὸς πολύς.

καὶ ναί.

τοιοῦτος ἐστίν.

ἔρξας ποιήσας· «ῥέζω» γὰρ τὸ «πράττω».

πολλὰ τοὺς Πέρσας, ὅτε εἰς Μαραθῶνα ἡττήθησαν ἐπὶ Δαρείου.

πρὸς πρὸς τῷ πλήθει καὶ τῇ ἀνδρίᾳ.

ἐξαρκὴ πολύς, ἀρκετός.

δόμοις ἐν.

ἀργύρου ἐν Θορικῷ γὰρ τῆς Ἀττικῆς ἀργύρου μέταλλα.

χθονὸς τῆς γῆς.

πότερα ποῖόν ἐστιν αὐτοῖς.

τοξουλκὸς τοξική.

αἰχμὴ βέλος.

πρέπει ἤγουν ἐπιτηδεύεται.

ἔγχη δόρατα.

σταδαῖα στάσιμα καὶ ἀγχέμαχά ἐστι τούτοις.

σαγαὶ πανοπλίαι.

ποιμάνωρ ἡγεμών.

ἔπεστι ἐφίσταται τῷ στρατῷ.

κἀπιδεσπόζει αὐτοῦ.

κέκληνται καλοῦνται.

φωτὸς ἀνδρός.

ὑπήκοοι ὑποτελεῖς.

πῶς ἄν μὴ ὄντος τοῦ συνέχοντος αὐτοὺς ἐν πολέμῳ ἄρχοντος.

μένοιεν ἤγουν καρτερήσωσι καὶ οὐ φεύξονται.

ἐπήλυδας ξένους.

ὥστε οὕτως ὑπομένουσιν.

φθεῖραι ἀφανίσαι.

ἰόντων τῶν ἀπιόντων ἐκεῖσε παίδων.

τεκοῦσι τοῖς πατράσι.

φροντίσαι ἤγουν λογίσασθαι.

δοκεῖν ἐστί.

τάχʼ ταχέως.

εἴση γνώσῃ.

νημερτῆ ἀληθῆ.

δράμημα τὴν σπουδαίαν ἄφιξιν.

φωτὸς ἀνδρός.

πρέπει χρή.

σαφές φανερόν, ἀληθές.

πρᾶγος πρᾶγμα.

ἐσθλὸν ἀγαθόν.

κλύειν ἀκούειν.

πολίσματα ἤγουν πόλεις.

αἶα γῆ.

πολὺς πλούτου λιμὴν ἤγουν πλοῦτε περιφραστικῶς.

ἐν μιᾷ πληγῇ ἐν ἑνὶ πολέμῳ.

κατέφθαρται ἐφθάρη, ἀπώλετο.

ὄλβος εὐδαιμονία.

ἄνθος τὸ ἐξαίρετον.

οἴχεται ἀπώλετο.

πεσὸν καταβληθέν.

ὤμοι φεῦ.

κακὸν «στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν» κατὰ τὸν Σοφοκλέα.

ἀναπτύξαι ἀνακαλύψαι, δηλῶσαι.

Πέρσαι ὦ.

ὄλωλε ἀπώλετο.

βαρβάρων τῶν.

στροφὴ κώλων δʹ.

ἄνια ἀνίατα, λυπηρά.

νεόκοτα ἐκ νέας ὀργῆς δαίμονος ἐπελθόντα.

δάϊʼ πολεμικά, ἀφανιστικά.

διαίνεσθε βρέχεσθε ἤγουν δακρύετε.

Πέρσαι ὦ.

τόδʼ ἄχος τὴν λύπην·

κλύοντες ἀκούοντες.

ἐκεῖνα ἃ ἐπίστασθε·

διαπεπραγμένα διεφθαρμένα.

ἀέλπτως ἀνελπίστως.

νόστιμον ὑποστρεπτικὸν.

ἀντιστροφὴ κώλων δʹ.

ἦ ὄντως.

μακροβίοτος μακροχρόνιος.

ὅδε ὁ καθʼ ἡμᾶς.

αἰὼν ὁ χρόνος.

ἐφάνθη ἐφάνη.

γεραιοῖς τοῖς.

ἤγουν ἡμῖν.

ἀκούειν ὥστε.

τόδε ἤγουν τὴν παροῦσαν βλάβην καὶ συμφοράν.

ἄελπτον ἀνέλπιστον.

κλύων ἀκούων.

Πέρσαι ὦ.

φράσαιμʼ ἂν εἴποιμʼ ἂν.

οἷʼ ὁποῖα.

ἐπορσύνθη παρὰ τῶν Ἑλλήνων ἐγεγόνει τοῖς Πέρσαις.

στροφὴ ἑτέρα κώλων δʹ.

ὀττοττοτοῖ φεῦ.

μάταν η.

τὰ πολλὰ ἤγουν ὁ στρατὸς ὁ ἐκ πολλῶν καὶ διαφόρων ἐθνῶν συγκεκροτημένος.

γᾶς η.

ἀπʼ Ἀσιάδος τῆς Ἀσίας.

αἶαν γῆν

δῖαν ἔνδοξον.

Ἑλλάδα τὴν Ἑλληνικήν.

πλήθουσι πλήρεις εἰσί.

δυσπότμως ἀθλίως, δυστυχῶς.

ἐφθαρμένων ἀποθανόντων.

Σαλαμῖνος τῆς νήσου.

ἀκταὶ τὰ παραθαλάσσια.

πρόσχωρος πλησιάζων τῇ Σαλαμῖνι.

ἀντιστροφὴ κώλων δʹ.

ὀττοττοτοῖ φεῦ.

ἁλίδονα ἐν τῇ θαλάσσῃ ταραττόμενα, φερόμενα ἄνω καὶ κάτω.

πολυβαφῆ ἐξ αἵματος.

κατθανόντα ἀποθανόντα.

φέρεσθαι κινεῖσθαι.

πλαγκτοῖς ταῖς πλησιαζομέναις ὑπὸ τῶν κυμάτων ἢ ἐν αἷς ταῦτα πλανῶνται.

διπλάκεσσιν διαύλοις.

οὐδὲν ναί.

ἤρκει ἐβοήθει, ἀρκετὰ ἦν.

ἀπόλλυτο ἐφθάρη

στρατὸς τῶν Περσῶν.

δαμασθεὶς καταβληθείς.

ναίοισιν ναυτικαῖς.

ἐμβολαῖς συγκρούσεσιν.

στροφὴ ἑτέρα κώλων δʹ.

ἴυζʼ βόα θρηνητικῶς· τοῦτο δὲ ὁ χορὸς πρὸς ἀλλήλους λέγει.

ἄποτμον ἀθλίαν, δυστυχῆ.

βοάν η.

δυσαιανῆ δυσθρήνητον· «αἰάζω» γὰρ τὸ «θρηνῶ».

δαΐοις πολεμικοῖς.

συνίζησις.

ὡς ἤγουν τὸ καθʼ Ἑλλήνων στρατεῦσαι κακῶς διενοήθησαν· ἐφθάρησαν γάρ.

αἶ αἶ φεῦ.

στρατοῦ ἕνεκα.

φθαρέντος ἀπολωλότος.

ἔχθος μῖσος.

κλύειν ὥστε ἀκούειν ἡμᾶς.

τῶν Ἀθηνῶν ἐκεῖ γὰρ πάντες οἴχονται Πέρσαι.

ὡς λίαν.

στένω στενάζω.

ἀντιστροφὴ κώλων δʹ.

στυγναί λυπηραί.

Ἀθᾶναι η.

αἱ.

δαΐοις τοῖς πολεμίοις.

συνίζησις.

μεμνῆσθαί τοι πάρεισʼ οὕτω διὰ τὸ μέτρον.

ὡς ὅτι.

πολλὰς μητέρας, γαμετάς, ἢ πόλεις.

μάταν η.

ἔκτισαν ἐποίησαν.

εὔνιδας ἐστερημένας τῶν παίδων.

ἀνάνδρους ἐστερημένας τῶν ἀνδρῶν αὐτῶν.

δύστηνος ἡ ἀθλία.

ἐκπεπληγμένη ἐκπλαγεῖσα.

κακοῖς ἐν.

ὑπερβάλλει ἤγουν νικᾷ, ἐκ μεταφορᾶς τῶν τρεχόντων.

ἥδε ἡ κατὰ τῶν Περσῶν.

λέξαι εἰπεῖν τι περὶ τούτου.

γνωμικόν.

ἀνάγκη ἐστί.

πημονὰς βλάβας, συμφοράς.

φέρειν ὑπομένειν.

θεῶν διδόντων ἡμῖν.

ταύτας δηλονότι.

ἀναπτύξας ἀνακαλύψας, σαφηνίσας.

καταστὰς ἐν σεαυτῷ γενόμενος.

οὐ τέθνηκε οὐκ ἀπέθανεν.

πενθήσομεν θρηνήσομεν ἀποθανόντα δηλονότι.

τῶν ἀρχελείων τῶν ἀρχόντων τῶν λεῶν, τῶν ἡγεμόνων.

ὅστʼ ὅστις.

σκηπτουχίᾳ ἀρχῇ, βασιλείᾳ.

τάξιν τὸ τάγμα.

ἠρήμου ἔρημον εἴα.

τε καὶ ἐκ παραλλήλου.

δώμασιν τοῖς οἴκοις.

φάος φῶς γάρ ἐστι τῶν οἴκων ὁ δεσπότης, ὡς προείρηται.

ἦμαρ ἡμέραν.

μελαγχίμου μελαίνης.

μυρίας πολλῆς.

βραβεὺς ἡγεμών.

στύφλους σκληράς.

ἀκτὰς τοὺς λιμένας

θείνεται τύπτεται, πλήττεται.

πληγῇ τρώσει.

κοῦφον ταχύ.

νεὼς τῆς αὐτοῦ.

ἀφήλατο ἐπήδησεν.

Βακτρίων Βάκτρα πόλις Περσῶν.

ἰθαιγενὴς πολίτης γνήσιος·

διὰ τὸ μέτρον.

θαλασσόπλακτον τὴν ὑπὸ θαλάσσης πληττομένην.

νῆσον τὴν Σαλαμῖνα.

πολεῖ περι φέρεται.

τὴν πελειοθρέμμονα τὴν περιστερὰς ἔχουσαν μᾶλλον τῶν ἄλλων.

νικώμενοι ἡττηθέντες καὶ ἀποθανόντες.

κύρισσον προσέκρουον.

ἰσχυρὰν πετρώδη· τοιαύτη γὰρ ἡ Σαλαμίς.

γειτονῶν ὁ πλησιάζων.

Αἰγυπτίου τοῦ ἐν Αἰγύπτῳ.

Ἀρκτεύς κύριον ὄνομα.

Ἀδεύης ἐπίθετον.

Φαρνοῦχος ὁ.

οἵδε οὗτοι.

πέσον ἔπεσον.

Χρυσεὺς κύριον. Μέταλλος ἐπίθετον.

μυριόνταρχος μυρίων ἄρχων ἀνδρῶν.

πυρρὰν ξανθήν.

ζαπληθῆ πολλὴν.

δάσκιον μεγίστην διὰ τὸ πλῆθος ἀποτελοῦσαν σκιάν.

ἔτεγγʼ ἔβρεχεν.

ἀμείβων ἐναλλάττων.

χρῶτα ὄψιν.

πορφυρέᾳ ἐρυθρᾷ τῇ τοῦ αἵματος.

ὀξείᾳ.

Βάκτριος ὁ ἀπὸ τῆς πόλεως Βάκτρα καλουμένης.

σκληρᾶς πετρώδους·τοιαύτη γὰρ ἡ Βάκτρα πόλις.

γῆς τῶν Βάκτρων.

κατέφθιτο ἐφθάρη.

πολύπονον βαρὺ καὶ πολὺν πόνον παρέχον αὐτῷ.

νωμῶν κινῶν, κατέφθιτο, ἀπὸ κοινοῦ.

ἐσθλὸς ἀγαθός.

Ἀριόμαρδος κατέφθιτο.

Σάρδεσιν ἐκεῖθεν γὰρ ἦν.

παρασχών δούς.

ὁ Μύσιος ὁ ἀπὸ Μυσίας τῆς ἐν τῇ Προύσῃ.

πεντήκοντα πεντάκις ἤγουν διακοσίων πεντήκοντα.

ταγός ἡγεμών.

Λυρναῖος Λύρνα πόλις.

εὐειδὴς ὡραῖος τὴν ὄψιν.

δείλαιος ὁ ἄθλιος.

εὐτυχῶς ἀλλὰ δυστυχῶς.

εὐψυχίαν τόλμην, ἀνδρείαν.

ἄπαρχος ἐξαίρετος· ἀπὸ τοῦ «ἀπαρχή» γὰρ γίνεται.

πλεῖστον πολὺν.

ἐχθροῖς τοῖς Ἕλλησι.

παρασχὼν δούς.

εὐκλεῶς ἐνδόξως· πολλὰ γὰρ μοχθήσαντες τοῦτον καθεῖλον.

τοιῶνδε περὶ τοιῶνδε καὶ τοιούτων ἀρχόντων ὑπεμνήσθην.

παρόντων κακῶν.

ἀπαγγέλλω μηνύω, λέγω.

αἷ αἷ φεῦ.

ὕψιστα μέγιστα, ὑπέρτατα.

κλύω ἀκούω.

αἴσχη αἰσχύνας, ὀνείδη.

λιγέα ὀξέα.

κωκύματα θρηνήματα.

ἀτὰρ δὲ.

φράσον εἰπὲ.

ἀναστρέψας ἀναλαβὼν τὸν σὸν λόγον.

νεῶν τῶν πλοίων.

Ἑλληνίδων τῶν Ἑλληνικῶν.

ἀξιῶσαι ἄξιον κρῖναι.

συνάψαι ποιήσασθαι.

ναΐοισιν ναυτικαῖς.

ἐμβολαῖς προσβολαῖς.

σάφʼ σαφῶς.

ἴσθʼ γίνωσκε.

ἕκατι χάριν.

βαρβάρων τῶν.

ἦν.

ναυσὶ ἐν.

κρατῆσαι τῶν Ἑλλήνων.

Ἕλλησιν τοῖς.

ἀριθμὸς τῶν ναῶν· ἐνταῦθα γὰρ σύναψον.

τριακάδας δέκα ἤγουν τριακοσίας ναῦς εἶχον.

δεκὰς αἳ ἦσαν τῶν Αἰγινητῶν.

χωρὶς ἰδίᾳ.

ἔκκριτος ἐκλελεγμένη τῷ τάχει.

Ξέρξῃ τῷ.

οἶδα γινώσκω.

χιλιὰς τὸ πλῆθος τῶν νεῶν ὧν ἦγε.

ὑπέρκομποι ἐξαίρετοι.

τάχει τῷ.

ἑκατὸν δὶς ἤγουν διακόσιαι· αἳ ἦσαν τῶν Φοινίκων.

ὧδʼ οὕτως.

μή ἆρα.

δοκοῦμεν ἤγουν οὕτως ἔχοντες.

λειφθῆναι ἤγουν ἡττηθῆναι.

μάχῃ ἐν.

ὧδε οὕτως.

τάλαντα τὰ ζυγὰ τῆς νίκης.

βρίσας βαρύνας, ἐπικλίνας εἰς τοὺς Ἕλληνας.

ἰσορρόπῳ ἴσως νευούσῃ.

Παλλάδος τῆς Ἀθηνᾶς.

ἔτʼ εἰς τὸ ἑξῆς.

Ἀθηνῶν ἐπεὶ οἱ θεοὶ σῴζουσιν αὐτήν.

ἀνδρῶν ἀνδρείων.

ὄντων τῶν Ἀθηναίων.

ἕρκος ἡ βοήθεια τῶν θεῶν.

τὸ περίφραγμα αὐτῶν ἤγουν ἡ πόλις.

συμβολῆς συρρήξεως.

φράσον λέξον.

κατῆρξαν τῆς μάχης· ἐνταῦθα σύναπτε.

ὁ παῖς ὁ Ξέρξης.

καταυχήσας θαρρήσας.

νεῶν τῶν πλοίων.

διήγησις.

ἀλάστωρ φθορεύς.

ἀνὴρ Σύκινος ὁ Θεμιστοκλέους παιδαγωγός, ὃν αὐτὸς ὁ Θεμιστοκλῆς ἔπεμψεν.

ἔλεξε εἶπεν.

παιδὶ τῷ.

ὡς ὅτι.

ἵξεται ἐλεύσεται.

κνέφας σκότος.

μένοιεν ἐν τῇ πόλει.

σέλμασιν καθέδραις.

ἐπανθορόντες ἐπαναπηδήσαντες.

ἄλλοσε ἀλλαχοῦ.

δρασμῷ φυγῇ.

βίοτον τὴν ζωὴν αὐτῶν.

ἐκσωσαίατο διασώσαιντο.

ὁ δʼ ὁ Ξέρξης.

ξυνεὶς γνούς.

Ἕλληνος τοῦ μηνύσαντος τὰ τοιαῦτα.

φθόνον τὴν νέμεσιν.

προφωνεῖ προλέγει.

ναυάρχοις τοῖς.

εὖτʼ ὁπηνίκα.

φλέγων ἤγουν λάμπων.

ἀκτῖσιν ἐν ταῖς.

χθόνα τὴν γῆν.

κνέφας τὸ σκότος ἤγουν ἡ νύξ.

τέμενος τὸν τόπον ἤτοι τὸν αἰθέρα περιφραστικῶς.

στίφος τὸ πλῆθος.

στίχοις τάξεσι.

ἔκπλους ἐξελεύσεις, διεξόδους.

πόρους πορείας.

ἁλιρρόθους ἤγουν τοὺς θαλασσίους.

ἄλλας ναῦς τάξαι.

νῆσον φυλάσσειν.

πέριξ τὸ «κύκλῳ» καὶ τὸ «πέριξ» ἐκ παραλλήλου.

ὡς ὅτι.

μόρον θάνατον.

φευξείαθʼ φεύγοιεν.

ναυσὶ ἐν ταῖς.

κρυφαίως κεκρυμμένως.

δρασμὸν φυγήν.

στέρεσθαι στερίσκεσθαι.

κρατὸς τῆς κεφαλῆς.

προκείμενον ἤγουν προστεταγμένον.

ἔλεξε εἶπεν ὁ Ξέρξης.

κάρθʼ λίαν.

ἐκθύμου ὀργίλου, ὑπερηφάνου γνώσεως.

τὸ μέλλον ὃ πείσεται.

ἠπίστατο ἐγίνωσκεν.

οἳ δʼ οἱ ναύαρχοι.

οὐκ ἀκόσμως ἤγουν οὐ ταραχθέντες πρὸς τὸν λόγον ἐκείνου ἀλλὰ πεισθέντες αὐτῷ.

ἀκόσμως ἀτάκτως.

πειθάρχῳ καταπειθεῖ.

φρενὶ λογισμῷ.

ἐπορσύνοντο ηὐτρέπιζον ἑαυτοῖς.

ναυβάτης ναύτης.

τροποῦτο ἐδέσμει, διετίθει.

σκαλμὸν τὸ ξύλον ἐν ᾧ ἡ κώπη δεῖται.

ἀμφʼ περὶ τὸν.

εὐήρετμον τὸν καλῶς ἐρέσσοντα.

φέγγος τὸ φῶς.

κατέφθιτο παρῆλθε, κατέδυ.

ἐπῄει ἐπῆλθε.

ἀνὴρ ἤτοι κωπηλάτης.

ἄναξ ἄρχων.

ἐχώρει ἐπορεύετο.

ἐπιστάτης ἄρχων, δεσπότης.

παρεκάλει παρεκίνει, προετρέπετο.

μακρᾶς πολλῆς.

ὡς καθὰ.

πάννυχοι διʼ ὅλης νυκτός.

διάπλοον διαπλέοντα τὸν τεταγμένον τόπον.

καθίστασαν ἐποίουν.

ἄνακτες ἤγουν οἱ ναύαρχοι.

ἐχώρει παρήρχετο.

μάλʼ λίαν.

ἔκπλουν ἔκπλευσιν.

οὐδαμῇ οὐδαμῶς.

καθίστατο ἐποίει.

μέντοι δὲ.

λευκόπωλος ἡ ἐπὶ λευκῶν πώλων ὀχουμένη.

κατέσχε περιέλαβε.

γαῖαν τὴν γῆν.

εὐφεγγὴς ἐμφανής.

ἰδεῖν τινὰ αὐτήν.

ἠχῇ ἐν.

κέλαδος ἦχος.

μολπηδόν ἠχητικῶς.

ὄρθιον μέγα, ὀξὺ.

ἅμα τῷ τῶν Ἑλλήνων ἤχῳ.

ἀντηλάλαξε ἀντήχησεν.

νησιώτιδος ἤγουν τῆς ἐν τῇ Σαλαμῖνι ἀκτῆς.

γνώμης προσδοκίας.

ἀποσφαλεῖσιν ἁμαρτοῦσι.

φυγῇ ἐν.

παιᾶνʼ βοήν.

σεμνὸν λαμπρόν.

ἀλλʼ ἐφύμνουν.

εὐψύχῳ τολμηρῷ.

ἀϋτῇ ἐν ἤχῳ, βοῇ.

ἐπέφλεγεν λαμπρῶς ἐπεῖχεν.

ῥοθιάδος ἦχον ἐκ ῥοθίου ἀποτελούσης.

ξυνεμβολῇ συγκρούσει.

ἔπαισαν ἔτυψαν.

ἅλμην τὴν θάλασσαν.

βρύχιον ποταπήν, ἠχητικήν.

ἐκ κελεύσματος παρὰ κελεύσεως τῶν ναυάρχων.

θοῶς ταχέως.

ἐμφανεῖς κ.

ἔκδηλοι.

ἰδεῖν αὐτούς τινα.

ἡγεῖτο προωδοποίει.

κόσμῳ ἐν.

ἐπεξεχώρει ἐξήρχετο.

ὁμοῦ τῷ κινεῖσθαι.

κλύειν ἀκούειν.

ἴτε ἔλθετε.

ἕδη τὰ ἀγάλματα.

θήκας τάφους.

ῥόθος ἦχος.

ὑπηντίαζε συνήντα, ἐξ ἐναντίας ἐφέρετο.

μέλλειν βραδύνειν.

ἀκμή καιρός.

χαλκήρη διὰ τὰς προβεβλημένας αἰχμάς.

στόλον πορείαν.

ἔπαισεν ἐποιήσατο.

ἐμβολῆς συγκρούσεως.

Ἑλληνικὴ ἡ τοῦ Θεμιστοκλέους.

κἀποθραύει συντρίβει, συνθλᾷ.

κόρυμβʼ ἄκρα.

ἴθυνεν ἐπέφερεν.

νυν δή.

ῥεῦμα τὸ πλῆθος.

ἀντεῖχεν ἀνθίστατο.

στενῷ τῷ μεταξὺ Αἰγίνης καὶ Σαλαμῖνος.

νεῶν τῶν Περσῶν.

ἀρωγὴ βοήθεια.

οὔτις οὐδεμία.

ἀλλήλοις τοῖς ἐν ταῖς ναυσὶ Πέρσαις.

παρῆν οὐ γὰρ εἶχον ποῖ φύγοιεν.

ἐμβολαῖς συγκρούσεσι.

παίοντʼ συνέκρουον.

ἔθραυον συνέθλων.

ἀφρασμόνως ἀνεπιστημόνως.

κύκλῳ ἐκ παραλλήλου.

πέριξ τῶν Περσικῶν νεῶν.

ἔθεινον ἐχώρουν καὶ ἔτυπτον.

ὑπτιοῦτο ἀνετρέπετο.

νεῶν τῶν Περσικῶν.

ἰδεῖν αὐτήν τινα.

ναυαγίων θραυσμάτων τῶν νεῶν.

πλήθουσα πεπληρωμένη οὖσα.

φόνου αἵματος.

βροτῶν ἤτοι τῶν Περσῶν.

χοιράδες αἱ θαλάσσιαι πέτραι.

ἐπλήθυον ἔγεμον νεκρῶν.

ἀκόσμως ἀτάκτως.

ἠρέσσετο ἐχώρει διὰ κωπηλασίας.

βαρβάρου ἤτοι τοῦ τῶν Περσῶν.

τοὶ ἤγουν οἱ Ἕλληνες.

βόλον ἄγραν.

ἀγαῖσι κλάσμασι.

ἐρειπίων συντετριμμένων νεῶν· κυρίως «ἐρείπιον» ἐπὶ οἴκου.

ἔπαιον ἔτυπτον.

ἐρράχιζον ἐδιχοτόμουν.

οἰμωγὴ θρῆνος.

ὁμοῦ σὺν τῷ τετρίφθαι.

πελασγίαν Ἑλληνικήν.

ἅλα θάλασσαν.

κελαινῆς μελαίνης, σκοτεινῆς.

νυκτὸς ὄμμʼ ἤγουν ἡ νύξ.

ἀφείλετο τὸν πόλεμον, τὴν μάχην.

δέκʼ ἤματα δέκα ἡμέρας.

στιχηγοροίην κατὰ τάξιν διηγοίμην.

οὐκ ἂν ἐκ παραλλήλου τὸ «οὐδʼ ἄν» καὶ «οὐκ ἄν».

ἐκπλήσαιμι πληρώσαιμι.

ἴσθι γίνωσκε.

τοσουτάριθμον τοσοῦτον ἤγουν πολὺ καὶ μέγα κατὰ τὸν ἀριθμόν.

πέλαγος πλῆθος.

ἔρρωγεν ἐπέπεσεν, ἐπῆλθεν.

πρόπαντι καθόλου παντί.

νῦν δή.

ἴσθι γίνωσκε.

μεσοῦν μεσάζειν ἐμέ, ἢ τὸ ἥμισυ εἶναι.

τοῖσδε οἷς εἶπον.

ἀντισηκῶσαι ἀντιπεσεῖν, ἀντιμετρῆσαι.

ῥοπῇ ἐν βάρει, ἐν καθελκύσει.

τῆσδʼ ἦς ἔφης.

ἔτʼ εἰς τὸ ἑξῆς.

λέξον εἰπέ.

αὖ δὴ ἢ πάλιν.

στρατῷ τῷ.

ῥέπουσαν χωροῦσαν, νεύουσαν.

τὰ μάσσονα τὰ μείζονα.

ἀκμαῖοι γενναῖοι.

φύσιν τὴν.

ἄριστοι εὔτολμοι.

εὐπρεπεῖς ἐπίσημοι, περίδοξοι.

ἄνακτι τῷ βασιλεῖ.

πίστιν κατὰ.

ἐν πρώτοις «ἦσαν» ἀπὸ κοινοῦ.

τεθνᾶσιν ἀπέθανον.

αἰσχρῶς ἀτίμως.

δυσκλεεστάτῳ ἀτιμοτάτῳ.

μόρῳ θανάτῳ.

οἴ, ἐγώ φεῦ.

τάλαινα ἀθλία εἰμὶ ἐγώ.

συμφορᾶς ἕνεκα.

φίλοι ὦ.

μόρῳ θανάτῳ.

φὴς λέγεις.

ὀλωλέναι φθαρῆναι.

πρόσθε ἔμπροσθεν.

Σαλαμῖνος τῆς.

τόπων τῶν.

βαιά μικρά.

δύσορμος δυσλίμενος.

ὁ φιλόχορος ὁ τοὺς χοροὺς φιλῶν.

ἐμβατεύει ἐπιβαίνει.

ἐνταῦθα ἐν ταύτῃ τῇ νήσῳ.

πέμπει ὁ Ξέρξης.

φθαρέντες ἡττηθέντες.

ἐχθροὶ οἱ Ἕλληνες.

νῆσον εἰς τὴν.

ἐκσῳζοίατο ἐκσῴζωνται.

εὐχείρωτον εὐκατάληπτον.

φίλους ἑαυτῶν ἤγουν τοὺς Πέρσας.

ὑπεκσῴζοιεν ἤγουν ὑποδέχωνται.

ἐναλίων θαλασσίων.

πόρων ὁδῶν.

ἱστορῶν σκοπῶν.

θεὸς ὁ Ἄρης.

ναῶν τῶν πλοίων.

κῦδος δόξαν, κράτος, ὑπεροχήν.

αὐθημερὸν κατʼ αὐτὴν τὴν ἡμέραν.

φράξαντες ἀσφαλισάμενοι ἕκαστος.

εὐχάλκοις καλῶς χαλκευθεῖσιν.

δέμας τὸ σῶμα.

ὅπλοισι ἐν.

ναῶν τῶν πλοίων.

ἐξέθρῳσκον ἐξεπήδων.

ἀμφὶ περὶ.

κυκλοῦντο περιεκύκλουν.

νῆσον τὴν.

τὴν Ψυτταλίαν.

τράποιντο πορευθεῖεν.

πολλὰ κατὰ πολὺ.

πέτροισιν ἡ εὐθεῖα «ὁ πέτρος».

ἠράσσοντο ἐπλήττοντο.

θώμιγγος ἤτοι τῆς νευρᾶς.

ἰοὶ βέλη.

προσπίτνοντες προσπίπτοντες.

ὤλλυσαν ἔφθειραν ἐκείνους.

ἐφορμηθέντες ὁρμήσαντες οἱ ἕλληνες.

ῥόθου ἤχου, βοῆς.

παίουσι τύπτουσι.

κρεωκοποῦσι κατατέμνουσι.

δυστήνων τῶν ἀθλίων Περσῶν.

ἐξαπέφθειραν τελείως ἔφθειραν.

βίον τὴν ζωήν.

ἀνῴμοξεν μέγιστον ἐστέναξε καὶ ἐθρήνησεν.

βάθος μέγεθος, πέλαγος.

ἕδραν καθέδραν.

εὐαγῆ εὐκατάληπτον.

ὄχθον ὄρος.

ἄγχι πλησίον.

ἁλὸς θαλάσσης.

ῥήξας διαρρήξας, σχίσας.

πέπλους τὰ αὐτοῦ ἐνδύματα.

κἀνακωκύσας μετὰ κλαυθμοῦ βοήσας.

λιγὺ ὀξὺ.

παραγγείλας προσδραμών, πλησιάσας.

ἄφαρ εὐθέως.

ἤιξʼ ὥρμησεν.

ἀκόσμῳ ἀτάκτῳ.

τοιάνδε συμπέρασμα.

πρὸς τῇ πάροιθεν σὺν τῇ προτέρᾳ, ἣν διηγησάμην.

πάρα πάρεστι.

στένειν στενάζειν.

στυγνὲ χαλεπέ, λυπηρέ.

ὡς ὄντως.

ἔψευσας φρενῶν ψευσθῆναι ἐποίησας τῶν λογισμῶν.

πικράν ἑαυτῷ.

κλεινῶν τῶν ἐνδόξων.

ἀπήρκεσαν ἤγουν ἱκανοὶ ἦσαν.

πρόσθε πρότερον ὅτε ὁ Δαρείου ἐστράτευσε στρατηγός.

βαρβάρων ἀπώλεσεν τῶν Περσῶν ἔφθειρεν.

ἀντίποινα ἀμοιβάς.

πράξειν ἀπαιτήσειν.

πημάτων βλάβης, συμφορᾶς.

ἐπέσπασεν εἰς ἑαυτὸν ἐπέφερεν.

πεφεύγασιν ἐξέφυγον.

μόρον ἤγουν τὸν ὄλεθρον.

ἔλειπες κατέλειπες.

οἶσθα γινώσκεις.

σημῆναι λέξαι

τορῶς ἀκριβῶς.

ταγοὶ ἄρχοντες.

τῶν λελειμμένων τῶν ἐναπολειφθεισῶν.

σύδην ὁρμητικῶς.

κατʼ οὖρον κατʼ εὐθεῖαν, καθʼ ὁρμήν.

οὐκ εὔκοσμον ἀλλʼ ἄτακτον.

αἱροῦνται προκρίνουσιν ἤγουν ποιοῦνται.

Βοιωτῶν Θηβαίων.

χθονὶ γῇ.

διώλλυθʼ ἐφθάρη.

οἱ μὲν ὤλλυντο.

ἀμφὶ περὶ.

κρηναῖον πηγαῖον.

γάνος εὐφροσύνην ἤγουν περὶ ὕδωρ.

πονοῦντες ταλαιπωρούμενοι.

ἄσθματος πνοῆς.

κενοὶ καταβεβλημένοι. χαῦνοι.

διεκπερῶμεν διήλθομεν.

χθόνα γῆν.

Δωρίδʼ τὴν Πελοπόννησον.

αἶαν γῆν.

Μηλιᾶ καὶ οὗτος περὶ Θετταλίαν ἐστίν.

Σπερχειὸς Θετταλίας ποταμός.

ἄρδει πιαίνει.

εὐμενεῖ ἱλαρῷ, γλυκεῖ.

πόλισμʼ ἡ Λάρισσα ἢ ἡ Φθία ἤτοι τὰ Φάρσαλα.

ὑπεσπανισμένους ἐστερημένους.

βορᾶς τροφῆς.

πλεῖστοι πολλοί.

θάνον ἀπέθανον.

ἀφικόμεσθʼ ἤλθομεν.

Ἀξειοῦ τοῦ Βαρδαρίου.

Βόλβης λίμνης.

ἕλειον ἑλώδη.

δόνακα κάλαμον.

Ἠδωνίδʼ Μακεδονικήν.

αἶαν γῆν.

ἄωρον ἔξω τοῦ καιροῦ· οὐ γὰρ χειμωνικὸς ἦν ὁ καιρός.

ὦρσε ἐνέβαλεν.

ῥέεθρον ῥεῖθρον.

ἁγνοῦ καθαροῦ.

νομίζων λογιζόμενος.

λιταῖσι παρακλήσεσι.

γαῖαν οὐρανόν τε ἤγουν τοὺς ἐπιγείους καὶ οὐρανίους θεούς.

θεοκλυτῶν εὐχόμενος.

περᾷ διέρχεται.

κρυσταλλοπῆγα τὸν δίκην κρυστάλλου πεπηγότα.

χʼ ὥστις καὶ ὅστις.

σκεδασθῆναι διαχεθῆναι.

θεοῦ τοῦ Ἡλίου.

ὡρμήθη διῆλθε τὸν ποταμόν.

κυρεῖ ὑπάρχει.

φλέγων λάμπων ἢ θερμαίνων.

αὐγαῖς ἐν ταῖς ἀκτῖσιν.

διῆκε διῆλθεν.

θερμαίνων ἐκ παραλλήλου τὸ «φλέγων» καὶ «θερμαίνων».

φλογί ἐν.

πίπτον οἱ διὰ τοῦ πεπηγότος κρυστάλλου περῶντες τῷ ἡλίῳ διαλυθέντος.

πνεῦμʼ τὸ πνεῦμα τῆς ζωῆς ἤτοι τὸ ζωτικὸν πνεῦμα.

ἀπέρρηξεν ἀφῆκεν, ἀπεβάλετο βιαίως.

βίου τῆς ζωῆς.

κἄτυχον ἤγουν διεσώθησαν καὶ ἐπέρασαν.

περάσαντες διελθόντες.

μόγις μόλις.

πολλῷ ἐν.

ἥκουσιν ἔρχονται.

οὐ πολλοὶ ἀλλʼ ὀλίγοι δηλονότι.

ἑστιοῦχον ἐπὶ τὴν ἰδίαν γῆν.

ὡς ὥστε στενάζειν πᾶσαν πόλιν.

ποθοῦσαν ἤγουν ζητοῦσαν.

ἥβην ἡλικίαν, ἤτοι τὴν νεότητα πᾶσαν.

πολλὰ πολλὰ τῶν κακῶν.

ἐκλείπω παραλείπω.

λέγων ἤγουν διηγούμενος.

ἐγκατέσκηψεν βαρέως ἐπέθηκεν, ἐπέβαλεν.

θεὸς ἡ τύχη.

δυσπόνητε πόνων καὶ δυστυχίας αἴτιε.

ὡς ὄντως.

ἄγαν λίαν.

ποδοῖν ἐν.

ἐνήλου ἐνεπήδησας.

οἴ φεῦ.

τάλαινα ἀθλία εἰμὶ ἐγώ.

διαπεπραγμένου πεφονευμένου, ἠφανισμένου.

ὄψις θεωρία.

ἐμφανὴς φανερά.

ἐνυπνίων ὀνείρων.

ὡς ὄντως.

κάρτα λίαν.

σαφῶς φανερῶς.

ὑμεῖς πρὸς τὸν χορὸν λέγει.

φαύλως ταπεινῶς λίαν.

αὔτʼ αὐτά.

ἄγαν λίαν.

τῇδʼ οὕτως.

ἐκύρωσεν ἐβεβαίωσεν.

φάτις ὁ λόγος ὑμῶν.

φθιτοῖς τῷ Δαρείῳ δηλονότι.

πέλανον λέγω.

ἤγουν θῦμα.

ἐπίσταμαι γινώσκω.

ὡς ὅτι ποιήσω ταῦτα.

ἐπʼ ἐξειργασμένοις ἤγουν ἐπὶ τετελεσμένοις πράγμασιν.

ἀλλʼ θύσω καὶ εὔξομαι.

ἐς τὸ λοιπὸν εἰς τὸ ἑξῆς.

λῷον βέλτιον.

πέλει ὑπάρχει.

τοῖσδε τοῖς γεγενημένοις τοῖς Πέρσαις δυστυχήμασιν.

πιστοῖσι οὖσι δηλονότι πρὸς τὸ «ὑμῖν».

παῖδʼ τὸν Ξέρξην.

δεῦρʼ ἐνταῦθα.

πρόσθεν πρότερον.

μόλῃ ἔλθῃ.

παρηγορεῖτε παραμυθεῖσθε.

προπέμπετʼ προοδοποιεῖτε.

μὴ ἵνα.

καί τι οὕτω χρὴ γράφειν τὸν στίχον διὰ τὸ μέτρον.

πρὸς σὺν.

κακοῖσι οἷς ἔχει.

πρόσθηται προσκτήσηται.

κακόν καὶ ἕτερόν τι κακόν.

μεγαλαύχων τῶν ἀλαζόνων καὶ ἐπηρμένων.

ὀλέσας φθείρας.

ἄστυ τὴν πόλιν.

ἠδʼ καὶ.

δνοφερῷ σκοτεινῷ· ἀμαυροῦνται γὰρ οἱ οἶκοι τῶν δεσποτῶν ἀποθανόντων.

ἁπαλαῖς νεαραῖς.

καλύπτρας τὰ τῆς κεφαλῆς σκεπάσματα.

κατερεικόμεναι σχίζουσαι, διακόπτουσαι.

μυδαλέοις διαβρόχοις.

τέγγουσιν βρέχουσιν.

ἄλγους ἤγουν λυπούμεναι, ἀλγοῦσαι.

αἵ δʼ ἄλλαι δὲ.

ἁβρογόοι πολύκλαυστοι.

Περσίδες λέγω.

ἀρτιζυγίαν τὴν ἐκ νέου συνάφειαν.

ἁβροχίτωνας πολυτελεῖς ἐχούσας χιτῶνας· τοιαῦται γὰρ αἱ τῶν Περσῶν.

χλιδανῆς τρυφερᾶς.

ἥβης νέας ἡλικίας.

τέρψιν εὐφροσύνην λέγω.

πενθοῦσι θρηνοῦσιν.

γόοις ἐν.

ἀκορεστοτάτοις ἀκόρεστοι γὰρ περὶ τὸ θρηνεῖν αἱ Περσίδες.

μόρον τὸν θάνατον.

τῶν οἰχομένων τῶν φθαρέντων.

αἴρω φέρω.

δοκίμως λαμπρῶς.

στροφὴ κώλων ιʹ.

πρόπασα διόλου πᾶσα.

στένει στενάζει.

ἐκκενουμένα η.

τῶν κατοίκων.

ποποῖ ἀντὶ τοῦ «ἐκεῖσε».

ἀπώλεσεν ἔφθειρεν.

τοτοῖ ἀντὶ τοῦ «ἐκεῖ».

πάντʼ τὰ κακὰ δηλονότι.

ἐπέσπε ἐπεσπάσατο.

δυσφρόνως ἀφρόνως.

βαρίδεσιν ναυσὶν ἀπὸ Βάρεως πόλεως Περσῶν καλουμέναις.

ἐν.

τίπτε τί ἄρα.

ἀβλαβής ἤγουν μὴ βλάπτων τοὺς αὐτοῦ πολίτας.

ἐπῆν ὑπῆρχε.

τόξαρχος ἡγεμὼν τῶν τοξικωτάτων Περσῶν.

Σουσίδος τῆς πόλεως τῶν Σούσων.

ἄκτωρ ἄρχων, ἡγεμών.

ἀντιστροφὴ κώλων ιʹ.

πεζοὺς ἤγαγεν ἐκεῖνος δηλονότι, ἤγουν ὁ Ξέρξης.

αἵδʼ αὖται αἱ ἀγαγοῦσαι ἐκείνους εἰσίν.

ὁμόπτεροι αἱ ταχεῖαι αἱ ἴσα πτεροῖς τοῖς λαίφεσι χρώμεναι.

κυανώπιδες ἀντὶ μιᾶς.

μέλαιναι.

ἄγαγον η.

ἔφερον.

ποποῖ ἐκεῖσε.

ἀπώλεσαν ἔφθειραν.

τοτοῖ ἐκεῖ.

ἐμβολαῖς συγκρούσεσιν.

Ἰαόνων τῶν Ἀθηναίων.

χέρας ἤγουν διὰ τῶν χειρῶν.

τυτθὰ μόλις.

ἄνα τὸν Ξέρξην.

Θρῄκης τῆς Θρᾴκης.

ἀμπεδιήρεις ἀνὰ τὰς πεδινάς.

δυσχειμέρους μέγιστος γὰρ καὶ σφοδρὸς ἐν ταύτῃ χειμὼν γίνεται.

κελεύθους ὁδούς.

στροφὴ ἑτέρα κώλων ηʹ.

τοίδʼ ἐκεῖνοι δὲ οὓς ἀπώλεσαν αἱ νῆες.

πρωτόμοροι ἤγουν πρῶτοι ἀπέθανον.

ὑπῆρξαν.

φεῦ φεῦ διὰ μέσου.

λειφθέντες ἐναπομείναντες.

ἀνάγκαν η.

βίαν.

ἠέ φεῦ.

ἀμφὶ Κυχρείας τὰς τῆς Σαλαμῖνος.

ὀά φεῦ φεῦ διὰ μέσου.

πένθει θρήνει.

δακνάζου ἤτοι δάκνου κατὰ παραγωγήν.

βαρὺ μέγα.

ἀμβόασον η.

ἀναβόησον.

οὐράνιʼ μέγαλα.

ὀά φεῦ.

τεῖνε εἰς ὕψος αἶρε.

δυσβάυκτον δύσφημον.

βοᾶτιν βοητικήν.

τάλαιναν ἀθλίαν.

αὐδὰν η.

βοήν.

ἀντιστροφὴ κώλων ηʹ.

γναμπτόμενοι κατακοπτόμενοι.

ἁλὶ θαλάσσῃ.

δεινᾷ χαλεπῇ.

σκύλλονται κατακόπτονται, διαμερίζονται.

ἀναύδων τῶν ἀφώνων ἰχθύων.

ἠέ φεῦ.

τᾶς η.

τῆς θαλάσσης τῆς καθαρᾶς.

ὀά φεῦ.

ἄνδρα ἤγουν τὸν δεσπότην αὐτοῦ.

δῶμα ἕκαστον.

τοκέες οἱ.

οἱ πατέρες.

ἄπαιδες εἰσίν.

δαιμόνιʼ δυστυχῆ.

μεγάλα καὶ ἐκ δαίμονός τινος ἐπελθόντα δυσκόλου.

ὀά φεῦ.

δυρόμενοι θρηνοῦντες.

γέροντες ἡμεῖς δηλονότι· λέγει δὲ εἰς τρίτον πρόσωπον.

τὸ πᾶν τὸ συμβὰν ἐν Ἀθήναις τοῖς Πέρσαις.

κλύουσιν ἀκούουσι.

ἄλγος τὴν λύπην, τὴν συμφοράν.

στροφὴ ἑτέρα κώλων ζʹ.

τοίδʼ οἱ θανόντες οὗτοι.

οὐκέτι περσονομοῦνται κατὰ τοὺς Περσῶν νόμους διάγουσιν· ἀπώλοντο γάρ.

δασμοφοροῦσιν τέλη φέρουσι τοῖς δεσπόταις αὐτῶν.

δεσποσύναισιν ἐν.

δεσποτικαῖς.

γᾶν η.

προπίτνοντες διὰ τὸ μέτρον.

ἤτοι προσκυνοῦντες τὸν αὐτῶν βασιλέα.

ἄρξονται ἀρχθήσονται ὑπʼ αὐτοῦ.

βασίλεια ἡ βασιλική.

διόλωλεν ἐφθάρη.

ἰσχὺς τὸ μέγεθος.

ἀντιστροφὴ κώλων ζʹ.

βροτοῖσιν ἤτοι τοῖς Πέρσαις.

φυλακαῖς συντηρήσεσι.

λέλυται ἠλευθέρωται.

λαὸς ἤγουν ἀδεῶς ὁ λαὸς τοῦ βασιλέως κατηγορεῖ.

ὡς ὅτι.

ἐλύθη ἠλευθερώθη.

ζυγὸν ἤγουν τὸ ἐξουσιάζεσθαι.

ἀλκᾶς η.

τῆς ἐξουσίας.

αἱμαχθεῖσα φονευθέντων τῶν Περσῶν καὶ αἵματος ἐντεῦθεν ῥεύσαντος.

ἄρουρα ἡ γῆ.

περικλύστα η.

περίρρυτος.

νᾶσος η.

ἤγουν ἡ Σαλαμίν.

τὰ σώματα δηλονότι.

χθόνιοι ἤγουν ὑποχθόνιοι.

δαίμονες ὦ.

θεοὶ.

ἀγνοὶ καθαροὶ.

βασιλεῦ Ἀϊδωνεῦ.

ἐνέρων τῶν νεκρῶν.

ἔνερθεν ὑπεράνω.

ψυχὴν τὴν τοῦ Δαρείου.

κακῶν τῶν.

ἄκος θεραπείαν.

οἵδε γινώσκει.

πλέον οὗ νῦν ἡμεῖς ποιοῦμεν, ἤγουν τῶν θυσιῶν.

θνητῶν τῶν.

πέρας τὸ τέλος ταύτης τῆς θεραπείας τῶν κακῶν.

στροφὴ κώλων ζʹ.

ἦρʼ ἆρα.

ἀίει ἀκούει.

μακαρίτας η.

ὁ μακαρισμοῦ ἄξιος.

ἰσοδαίμων ἰσόθεος.

βάρβαρα ἤγουν Περσικά.

σαφηνῆ δῆλα αὐτῷ.

ἱέντος πέμποντος.

παναίολʼ τὰ ποικίλα τῷ θρήνῳ.

αἰανῆ σκοτεινά, ἀχλύος γέμοντα.

δύσθροα δύσφημα.

βάγματα φωνήματα.

παντάλανʼ πανάθλια.

ἄχη λύπας.

διαβοάσω η.

ἤγουν βοήσω.

νέρθεν ὑποκάτω ὢν δηλονότι.

κλύει ἀκούει.

ἀντιστροφὴ κώλων ζʹ.

γᾶ η.

ὦ.

χθονίων τῶν ὑποχθονίων.

ἁγεμόνες η.

ἄρχοντες.

δαίμονα τὸν θεὸν ἡμῶν Δαρεῖον.

μεγαλαυχῆ τὸν ἐπὶ τῇ ἀρχῇ μέγα φρονοῦντα.

ἰόντʼ ἐλθόντα ἢ ἐρχόμενον.

αἰνέσατʼ ἐπαινέσατε, ἀποδέξασθε.

ἐκ δόμων τῶν οἴκων ὑμῶν τῶν ὑπὸ γῆν.

Περσᾶν ῶν.

Σουσιγενῆ τὸν ἐν Σούσοις γεννηθέντα βασιλέα ἡμῶν.

πέμπετε διὰ τὰς ἡμῶν ἱκεσίας.

οἷον τοιοῦτον ὄντα.

αἶʼ ἡ γῆ.

ἐκάλυψεν ἀλλʼ ἀεὶ ζῇ τῆς ἀρετῆς αὐτοῦ πάντα θεούσης.

στροφὴ ἑτέρα κώλων εʹ.

ᾖ ὄντως.

φίλος ἐστίν.

ἀνήρ ὁ.

ἥγουν ὁ Δαρεῖος.

φίλος ἐστίν.

ὄχθος ὁ.

ὁ τάφος.

φίλα φιλικά.

κέκευθεν κρύπτει.

Ἀϊδωνεύς ὁ.

διὰ μέσου τοῦτο.

εἴην ἀντὶ τοῦ «εἴη» Ἀττικῶς, ὡς καὶ παρʼ Ὁμήρῳ «ἤσκειν εἴρια καλὰ» ἀντὶ τοῦ «ἤσκει».

Ἀϊδωνεύς ὁ.

Δαρεῖον τὸν.

οἶον τὸν μέγαν.

ἄνακτα βασιλέα.

Δαρειᾶν ὦ Δαρεῖε.

ἠέ φεῦ.

ἀντιστροφὴ κώλων εʹ.

ἄνδρας ἤγουν τὸν οἰκεῖον στρατόν.

ἀπώλλυ ἔφθειρεν.

πολεμοφθόροισιν ἤγουν πολεμικαῖς.

ἄταις βλάβαις.

θεομήστωρ θεὸς κατὰ τὰς βουλάς.

ἐκικλήσκετο ἐκαλεῖτο.

Πέρσαις τοῖς.

ἔσκεν ὑπῆρχεν.

στρατὸν αὐτοῦ.

εὖ καλῶς.

ἐποδώκει διῴκει, ὡδήγει.

ἠέ φεῦ.

στροφὴ ἑτέρα κώλων ηʹ.

βαλὴν «ὦ βασιλεῦ» κατὰ Θουρίων γλῶσσαν, ὥς φησιν Εὐφορίων.

ὦ.

ἴθι ἐλθέ, ἐκ παραλλήλου.

κόρυμβον τὴν ἐξοχήν.

ὄχθου τοῦ τάφου.

κροκόβαπτον πορφυροῦν ἢ ἐρυθρόν.

εὔμαριν εἶδος ὑποδήματος.

ἀείρων κινῶν.

βασιλείου τῆς βασιλικῆς.

τιήρας α.

τοῦ στεφάνου.

φάλαρον τὴν ἐξοχήν, τὸ ἄκρον.

πιφαύσκων φαίνων.

βάσκε ἐλθέ.

πάτερ ὦ.

ἄκακε πρᾶε.

Δαρειᾶν Δαρεῖε.

οἴ φεῦ.

ἀντιστροφὴ κώλων ηʹ.

ὅπως ἵνα.

καινά παράδοξα.

κλύῃς ἀκούσῃς.

ἄχη λύπας.

δέσποτα ὦ.

δεσπότου τοῦ Ξέρξου.

στυγία μισητή.

ἐπαχλὺς λύπη, ἀθυμία.

πεπόταται η.

ἐπικρέμαται ἐφʼ ἡμῖν.

νεολαία ἡ νεότης.

καταπᾶσʼ ὄλωλεν κατόλωλε, κατεφθάρη πᾶσα.

βάσκε ἐλθέ.

πάτερ ὦ.

ἄκακε πρᾶε.

Δαρειᾶν Δαρεῖε.

πάτερ ὦ.

ἐπῳδὸς κώλων ηʹ.

τί τάδε τὰ φημιζόμενα δηλονότι.

δυνάστα ἤγουν βασιλεῦ, ἡ γεμών.

τᾷ η.

σᾷ η.

ἐνταῦθα τὸ «τῇ σῇ γῇ».

δίδυμα διπλᾶ διὰ τὸ κατὰ γῆν καὶ κατὰ θάλατταν ἁλῶναι Πέρσας.

διάγοιεν διῆλθεν ἢ περιέρχεται.

δʼ γὰρ.

ἁμάρτια ἁμαρτήματα.

πάσᾳ η.

γᾷ η.

τᾷδε η.

τῇ Περσικῇ.

ἐξέφθινθʼ ἐφθάρησαν.

αἱ τρίσκαλμοι αἱ τριήρεις.

νᾶες η.

πιστὰ ἤγουν πιστοὶ πλέον τῶν ἄλλων.

ἥλικες ὁμήλικες.

ἥβης τῆς ἡλικίας.

Πέρσαι ὦ.

πονεῖ ἔχει, πάσχει.

πόνον θλίψιν.

κέκοπται ἤγουν θρηνεῖ· ἐξ οὗ καὶ «κοπετός».

χαράσσεται διασχίζεται τοῖς θρήνοις.

πέδον ἡ γῆ.

λεύσσων βλέπων.

δʼ γὰρ.

ἄκοιτιν τὴν σύνευνον.

πέλας πλησίον.

ταρβῶ ἐκπλήττομαι.

χοὰς τὰς θυσίας αὐτῆς.

πρευμενεῖς ἤγουν πρευμενῶς.

ἐγγὺς πλησίον.

τάφου τοῦ.

ψυχαγωγοῖς τὰς ψυχὰς θέλγουσι καὶ ἀνάγουσιν.

ὀρθιάζοντες εἰς ὀρθὸν αἴροντες ἤγουν εἰς ὕψος ἐκτείνοντες αὐτούς.

γόοις ἐν.

οἰκτρῶς ἐλεεινῶς.

καλεῖσθε ἐπικαλεῖσθε.

ἔστι ἤγουν οὐκ ἔστιν ἡ ἐξ Ἅιδου πρὸς τὸ φῶς ὁδὸς ῥᾴστη.

ἄλλως ἤγουν καὶ κατʼ ἄλλον τρόπον ἀληθῶς ἔχει ὅτι.

κατὰ ἤγουν οἱ καταχθόνιοι.

ἀμείνους κρείττονες· ἤγουν ἐπιτηδείως ἔχουσι λαβεῖν μᾶλλον ἢ δοῦναι.

μεθιέναι ἀφεῖναι.

ἐνδυναστεύσας βίαν τινὰ ἐπαγαγὼν διὰ τὰς ὑμῶν θυσίας καὶ ἱκεσίας.

ἥκω ἦλθον.

ὡς ἵνα.

ἄμεμπτος ἤγουν ἵνα μὴ μέμψησθέ μοι τῆς ἀργίας.

ὦ ὑπάρξω.

χρόνου τοῦ.

Πέρσαις τοῖς.

νεοχμόν νέον.

ἐμβριθὲς μέγα, βαρύ.

στροφὴ κώλων γʹ.

σέβομαι ὑποστέλλομαι.

προσιδέσθαι πρὸς σὲ ἰδεῖν.

σέβομαι ὑποστέλλομαι.

ἀντία ἐναντία σου ἤγουν ἐνώπιόν σου εἰπεῖν τι.

σέθεν σοῦ.

ἀρχαίῳ ᾧ πάλαι πρός σε ἐχρώμην.

περὶ ἐν.

τάρβει αἰδοῖ, φόβῳ, ὑποστολῇ.

σύστημα στίχων γʹ.

ἦλθον ἐνταῦθα.

γόοις θρήνοις.

πεπεισμένος πεισθείς.

μακεστῆρα μακρόν.

μῦθον λόγον.

εἰπέ ἐμοί.

πέραινε πλήρου.

πάντα ἃ βούλει.

τὴν ἐμὴν ἤτοι τὴν πρὸς ἐμὲ ὑποστολήν.

μεθείς ἀφείς.

ἀντιστροφὴ κώλων γʹ.

δίομαι φοβοῦμαι, ὀκνῶ.

χαρίσασθαι ἤγουν ποιῆσαι τὸ σὸν θέλημα.

δίομαι ὀκνῶ.

ἀντία ἐναντίον.

φᾶσθαι εἰπεῖν.

λέξας εἰπών.

δύσλεκτα δύσφημα.

φίλοισιν σοὶ ἢ τῷ σῷ υἱῷ.

δέος ὑποστολή.

φρενῶν τῶν λογισμῶν.

ἀνθίσταται ἐναντιοῦται.

τῶν ἐμῶν τῆς ἐμῆς κοίτης.

ξύννομʼ σύνοικε.

γύναι ὦ.

λήξασα παυσαμένη.

γόων θρήνων.

σαφές ἀληθές.

γνωμικόν.

λέξον εἰπέ.

ἀνθρώπεια ἀνθρώπινα.

δʼ γὰρ.

πήματʼ παθήματα.

διὸ καὶ σὺ μὴ ὑποσταλεῖσα λέγοις.

ἐκ χέρσου ἤγουν ἐκ τῆς γῆς.

θνητοῖς τοῖς ἀνθρώποις.

ὁ μάσσων ὁ μείζων.

βίοτος ἤγουν ἡ ζωὴ αὐτῶν μακρὰ γένηται.

ταθῇ προέλθῃ, ἐπιταθῇ.

πρόσω ἔμπροσθεν.

ὑπερσχὼν ὑπερβαλλόμενος, νικήσας.

ὄλβον εὐδαιμονίαν.

εὐτυχεῖ πότμῳ ἤγουν ἐν εὐτυχίᾳ εὐδαίμονος.

ὡς ὄντος.

ἕως μέχρις.

ἔλευσσες ἔβλεπες.

αὐγὰς ἤγουν τὸν ἥλιον περιφανῶς.

ζηλωτὸς μακαριστὸς.

βίοτον τὴν σὴν ζωήν.

εὐαίωνα ἤγουν ἐν καλοῖς χρόνοις.

ὡς ὥσπερ.

διήγαγες διεβίβασας.

τε καὶ.

ζηλῶ μακαρίζω.

βάθος πέλαγος.

πάντα ὃν βούλει.

Δαρεῖʼ ὦ,

μῦθον λόγον.

βραχεῖ ὀλίγῳ.

διαπεπόρθηται διεφθάρη.

ὡς εἰπεῖν ἔπος ἤγουν ὡς ἐν βραχεῖ εἰπεῖν λόγῳ.

τίνι τρόπῳ διαπεπόρθηται.

τις ἤγουν ἐπέλευσις δίκην σκηπτοῦ ἐπιοῦσα.

σκηπτὸς καταφθορά.

στάσις ἤγουν ἐστασίασαν πρὸς ἀλλήλους.

οὐδαμῶς ἤγουν οὐ τοιούτῳ τρόπῳ ἐφθάρησαν.

ἀμφʼ περὶ.

κατέφθαρται ἐφθάρη, ἀπώλετο.

ἐστρατηλάτει μετὰ τοῦ στρατοῦ ἀφῖκται.

φράσον εἰπέ.

θούριος ὁ πρὸς πόλεμον ὁρμητικός.

πᾶσαν κτλ. ἤγουν τὴν γῆν τῆς Ἀσίας.

πεζὸς ἤγουν ἐκ χέρσου ἢ ἐκ θαλάσσης ἐστράτευσεν.

πεῖραν τὸ ἔργον.

ἐμώρανεν μετὰ μωρίας ἐποίησεν.

τάλας ὁ.

ὁ ἄθλιος.

ἀμφότερα ἦν.

μέτωπον ἤγουν τὸ σύστημα.

δυοῖν τῷ πεζῷ καὶ τῷ ναυτικῷ.

τοσόσδε τοσοῦτος.

ἤνυσεν ἤγουν ἠδυνήθη, ἴσχυσεν.

μηχαναῖς ἐν.

ἔζευξεν συνέδησεν.

Ἕλλης ἤγουν τὸν Ἑλλήσποντον.

ἔχειν τὸν στρατόν.

πόρον πορείαν.

ἐξέπραξεν ἤγουν κατώρθωσεν.

Βόσπορον τὸν Ἑλλήσποντον ὀνομάζει καὶ Βόσπορον καταχρηστικῶς.

κλεῖσαι συνδῆσαι.

ὧδʼ οὕτως.

ἔχει ταῦτα.

γνώμης τῆς περὶ τοῦτο βουλῆς.

που ἴσως.

δαίμων ἔφορος τῶν κακῶν.

ξυνήψατο συνεπελάβετο.

μέγας ἤγουν δεινός, βαρύς.

ἦλθε τῷ Ξέρξῃ.

φρονεῖν αὐτόν.

ὡς ναὶ μέγας.

καθά.

ἤνυσεν ἔπραξε περὶ αὐτόν.

πράξασιν παθοῦσι.

ὧδʼ οὕτως.

ἐπιστενάζετε ἐπʼ ἐκείνοις θρηνεῖτε.

ναυτικὸς ἤγουν ὁ διὰ θαλάσσης τὴν πορείαν ποιούμενος.

κακωθεὶς ἡττηθείς, δυστυχήσας.

πεζὸν ἤγουν τὸν διὰ τῆς χέρσου πορευόμενον.

ὧδε οὕτως.

παμπήδην παντελῶς.

τε καὶ.

κατέφθαρται ἀπώλετο.

δορὶ ἐν.

τῶν Ἑλλήνων.

πρὸς ναί.

ὡς ὥστε ἢ λίαν.

ἄστυ ἤγουν ἡ πόλις.

κενανδρίαν τὴν στέρησιν τῶν ἀνδρῶν.

στένει στενάζει.

ὤ φεῦ.

πόποι ἐκ παραλλήλου.

κεδνῆς ἕνεκα.

συνετῆς.

ἀρωγῆς βοηθείας.

κἀπικουρίας ἐκ παραλλήλου.

Βακτρίων τῶν.

ἔρρει ἐφθάρη.

πανώλης πανώλεθρος.

οὐδὲ ἐφθάρη ἀλλὰ πᾶσα ἡ νεότης. τὸ «οἵαν ἄρʼ ἥβην ξυμμάχων ἀπώλεσεν», ὃ προϊὼν λέγει.

ὤ φεῦ.

μέλεος ἄθλιός ἐστιν.

ἥβην ἡλικίαν, νεότητα.

μονάδα μεμονωμένον μολεῖν δηλονότι.

ἔρημον ἐστερημένον τοῦ πολλοῦ στρατοῦ.

οὐ πολλῶν ἀλλʼ ὀλίγων μολεῖν.

πῶς ἐναπολέλειπται ἐκεῖνος.

τελευτᾶν τὸν περὶ ἐκείνου λόγον.

τίς ἐστιν.

σωτὴρ αὐτῷ.

ἄσμενον χαίροντα.

μολεῖν ἐλθεῖν φασι.

ἐν δυοῖν ἤτοι τὸ ἐν Ἀσίᾳ καὶ Εὐρώπῃ ζεῦγμα.

ἤπειρον τὴν γῆν.

σεσῶσθαι σωθῆναι αὐτόν.

τήνδε τὴν Ἀσίαν.

ἐτήτυμον ἀληθές ἐστιν.

κρατεῖ ᾄδεται.

σαφηνής ἀληθής.

τοῦτο κατὰ.

ἔνι ὑπάρχει.

στάσις μάχη, ἀμφιβολία.

ταχεῖα ἤγουν ταχέως ἐπράχθησαν οἱ χρησμοὶ οὓς αὐτὸς ζῶν ἐδεξάμην.

ἐπέσκηψεν βαρέως ἐπέφερεν.

τελευτὴν τὸ τέλος.

θεσφάτων τῶν μαντευμάτων.

που ἴσως.

διὰ μ. χ. ἤγουν μετὰ πολὺν χρόνον.

ηὔχουν ἐθάρρουν.

ἐκτελευτήσειν ἐκτελέσειν.

θεοὺς τοὺς.

γνωμικόν.

σπεύδῃ πρὸς τὸ κακὸν ἢ πρὸς τὸ καλόν.

συνάπτεται συλλαμβάνεται.

ἔοικε φαίνεται.

πηγὴ ἀρχὴ ἢ πλῆθος.

εὑρῆσθαι εὑρεθῆναι.

φίλοις ἤτοι τοῖς Πέρσαις.

οὐ κατειδὼς οὐ γινώσκων.

ἤνυσεν ἐπλήρωσε τὰ παρόντα κακά.

ἱρὸν ἱερόν, θεῖον.

ὣς ὥσπερ.

τοὺς γὰρ δούλους δεσμοῦσιν οἱ δεσπόται.

δεσμώμασιν δεσμοῖς.

σχήσειν καθέξειν, κυριεύσειν.

ῥέοντα λέγω.

ῥόον τὸ ῥεῦμα.

θεοῦ τοῦ Ποσειδῶνος.

πόρον τὴν θαλασσίαν ὁδόν.

μετερρύθμιζε μετέβαλεν εἰς γῆν.

πέδαις δεσμοῖς ἤγουν ταῖς ἁλύσεσιν αἷς συνέδησε τὰς ναῦς.

περιβαλὼν αὐτὸν.

πολλὴν ἤγουν τὴν μακρὰν ὁδὸν εἰργάσατο ἢ ἐποιήσατο σὺν τῷ πολλῷ στρατῷ.

ᾤετʼ ὑπέλαβε.

οὐκ εὐβουλίᾳ ἀλλὰ κακοβουλίᾳ καὶ μωρίᾳ.

Ποσειδῶνος διὰ τοῦ συνδῆσαι τὸν Ἑλλήσποντον.

κρατήσειν κυριεύσειν

τάδʼ ἃ ἐποίησεν.

δέδοικα φοβοῦμαι.

μὴ κτλ. ἤγουν ὃν πονήσας πολὺν πλοῦτον συνέλεξα.

τοῦ φθάσαντος τοῦ τυχόντος.

ὁμιλῶν συμβούλοις χρώμενος.

διδάσκεται ἤγουν μανθάνει.

θούριος ὁ ὁρμητικός.

λέγουσι αὐτῷ ἐκεῖνοι.

ὡς ὅτι.

τέκνοις τοῖς.

τοῖς σοῖς.

σὺν αἰχμῇ ἤγουν σὺν τῇ σῇ ἀνδρίᾳ καὶ τῇ πρὸς τοὺς ἐχθροὺς μάχῃ.

ἔνδον τοῦ οἴκου.

αἰχμάζειν ἤγουν τὰ πολεμικὰ ἐργάζεσθαι.

ὄλβον τὸν πλοῦτον.

οὐδὲν οὐδαμῶς.

τοιάδʼ τοιαῦτα.

ὀνείδη μέμψεις.

κλύων ἀκούων.

ἐβούλευσεν ἐβουλεύσατο.

κέλευθον ὁδὸν.

τοιγάρ διὰ τοῦτο.

σφιν αὐτοῖς τοῖς συμβούλοις.

ἔργον ἡ τούτου καταβολή.

ἐξειργασμένον τετελεσμένον.

αἰείμ. ἀεὶ ᾀδόμενον ἢ λεχθησόμενον.

Σούσων τῶν.

ἐκείνωσʼ ἤγουν ἐξ ἐκείνου τοῦ χρόνου.

εἰσπεσὸν ἐπελθὸν.

ἄναξ ὁ βασιλεὺς τῶν θεῶν.

ὤπασεν παρέσχεν.

Ἀσιάδος γῆς δηλονότι.

μηλοτρόφου τῆς πολλὰ θρέμματα ἐχούσης, ἀπὸ μέρους.

ταγεῖν ἄρχειν.

σκῆπτρον ἤτοι τὴν βασιλικὴν ἀξίαν.

εὐθυντήριον διεξαγωγόν.

ἡγεμὼν ἄρχων.

στρατοῦ τοῦ Περσικοῦ.

ἄλλος ὁ Ἀρταφρένης· οὗτος γὰρ εἵναι νοεῖται ἀπὸ τοῦ ἑξῆς στίχου.

τόδʼ τὸ βασιλεύειν.

ἤνυσεν κατώρθωσεν.

φρένες ἤγουν μετὰ συνέσεως πᾶν τὸ τῆς ψυχῆς βούλημα ἐξετέλει.

θυμὸν τὴν ψυχὴν.

οἰακοστρόφουν ἐκυβέρνων δίκην νηός.

σημειωτέον.

αὐτοῦ τοῦ Μήδου.

εὐδαίμων εὐτυχής.

ἄρξας τῶν Περσῶν.

ἔθηκε ἐποίησε.

φίλοις ἤγουν τοῖς Πέρσαις.

Λυδῶν ἤγουν τὴν Λυδίαν καὶ Φρυγίαν.

ἤλασεν ἤγουν ἤγαγεν εἰς τὴν αὐτοῦ ὑποταγὴν ἄκουσαν.

ἤχθηρεν οὐκ ἐμίσει.

ὡς ὅτι.

εὔφρων φρόνιμος ὡς οὐκ ἀλαζών.

παῖς ὁ Καμβύσης.

αἰσχύνη ὢν δηλονότι.

πάτρᾳ τῇ πατρίδι.

θρόνοισι ἤγουν τῇ ἀρχαίᾳ τῶν Περσῶν βασιλείᾳ.

τʼ καὶ.

τὸν δὲ τὸν Μάρδον.

ἐσθλὸς ὁ ἀγαθός.

δόμοις τοῖς οἴκοις.

τόδʼ τὸ φονεῦσαι αὐτόν.

κἀγὼ κἀγὼ δὲ.

πάλου κλήρου.

ἔκυρσα ἐπέτυχον.

τοῦπερ ἤγουν τοῦ τῆς βασιλείας.

πολλὰ ἤγουν πολλάκις.

τοσόνδε τοσοῦτον οἷον ὁ Ξέρξης.

πόλει τῇ.

τοῖς Σούσοις.

νέα ἤγουν μωρὰ καὶ ὑπέρφρονα.

μνημονεύει Ἀττικῶς τὸ «μνημονεύω» αἰτιατικῶς ὡς καὶ τὸ «μέμνημαι».

ἐπιστολὰς τὰς ἐντολάς.

σαφῶς φανερῶς, ἀληθῶς.

ἴστʼ γινώσκετε.

ἐμοὶ ἡ εὐθεῖα «ὁ ἐμός».

ξυνήλικες ὁμήλικες.

κράτη ἤτοι τὴν βασιλικὴν ἀρχήν.

τάδʼ ἤγουν τὴν τῶν Περσῶν.

φανῶμεν ἤγουν εὑρεθῶμεν τῷ ἐξετάζοντι τὰ περὶ ἡμῶν.

πήματʼ βλάβας.

ἔρξαντες πράξαντες, ἀπὸ τοῦ «ῥέζω».

τόσα ὅσα Ξέρξης.

ἄναξ ὦ.

καταστρέφεις τελειοῖς.

λόγων ἤγουν εἰς τί τὸ τῶν σῶν λόγων τέλος ἀφορᾷ;

τελευτὴν ἤγουν τὸ τέλος.

τούτων ὧν λέγεις.

ἔτι εἰς τὸ ἑξῆς.

ἄριστα λίαν καλῶς.

Περσικὸς ὁ.

μηδʼ εἰ ἤγουν μηδʼ εἰ πλείονα τῆς τῶν Περσῶν στρατιᾶς κτήσεσθε.

ᾖ ὑπάρχῃ

τὸ Μηδικὸν τὸ Περσικόν.

ἡ γῆ ἡ τῶν Ἑλλήνων.

κείνοις τοῖς Ἕλλησιν.

πέλει ὑπάρχει.

ἔλεξας εἴπας.

κτείνουσα σίτου γὰρ σπάνιν καὶ τῶν ἄλλων ἀναγκαίων ἔχει.

κόμπους τοὺς λίαν ἀλαζόνας.

εὐστελῆ εὐσύνοπτον.

λεκτὸν ἐκλελεγμένον.

ἄρωμεν κινήσωμεν ἄν.

ὁ μείνας ὁ περιλειφθεὶς μετὰ Μαρδονίου.

κυρήσει ἐπιτύχῃ.

νοστίμου ἤγουν ὑποστρέψει διασωθείς.

βαρβάρων ἤτοι τῶν Περσῶν.

περᾷ διέρχεται.

τὸν Ἕλ. π. ἤγουν τὸν Ἑλλήσποντον.

παῦροι ὀλίγοι περάσουσιν ἀπὸ πολλῶν.

πιστεῦσαι ἐμὲ ἢ τινά.

χρὴ πρέπει.

θεσφάτοισιν τοῖς πάλαι περὶ ταυτησὶ τῆς ἥττης δοθεῖσί μοι χρησμοῖς.

πεπραγμένα γεγενημένα.

συμβαίνει ἤγουν γίνεται.

τὰ μὲν τῶν χρησμῶν.

οὔ οὐ γίνεται.

κεἴπερ ἤγουν εἴπερ τοῦτο οὕτως ἔχει ὡς πάντα τὰ τῶν χρησμῶν πληροῦται.

ἔκκριτον ἐκλελεγμένον.

λείπει κατέλιπεν ὁ Ξέρξης ἐκεῖ.

κεναῖσιν ἤγουν ματαίως ἐλπίζων ὡς κἂν διὰ τοῦ πεζοῦ τὴν Ἑλλάδα χειρώσηται.

μίμνουσι ἤγουν μενοῦσιν.

δʼ γὰρ.

ἔνθα ἐκεῖ δηλονότι.

Ἀσωπὸς ποταμός.

ἄρδει ἀρδεύει.

φίλον προσφιλὲς τοῖς ἐκεῖ πότισμα.

Βοιωτῶν τῶν Θηβαίων.

χθονὶ γῇ.

οὗ ὅπου.

σφιν αὐτοῖς.

κακῶν ὕψιστʼ ἤγουν κακὰ μεγάλα.

ἐπαμμένει ἀναμένει.

ὕβρεως τῆς κατὰ τῶν ἱερῶν καὶ τῶν ἄλλων.

ἄποινα τιμωρίας.

μολόντες ἐλθόντες.

Ἑλλάδʼ εἰς τὴν.

βρέτη ἀγάλματα.

ᾐδοῦντο οὐκ ηὐλαβοῦντο.

συλλᾶν ἤγουν ἀφαιρεῖν τὸν ἐν αὐτοῖς κόσμον.

πορθεῖν καὶ ἀφανίζειν.

πιμπρᾶν καίειν.

ἄιστοι ἀφανεῖς.

δαιμόνων τῶν θεῶν.

θʼ καὶ.

ἱδρύματα κατοικίαι.

πρόρριζα ἤγουν ἐκ βάθρων.

φύρδην ὁμοῦ.

συγκεχυμένως.

ἐξανέστραπται καταβέβληται, ἀνατέτραπται.

βάθρων τῶν στηριγμάτων.

τοιγὰρ διὰ τοῦτο.

δράσαντες πράξαντες ἄλλους.

οὐκ ἐλάσσονα ἀλλʼ ἴσα.

μέλλουσι πείσεσθαι.

κρηπὶς στάσις καὶ τέλος.

ἐκπαιδεύεται εἰς παιδείαν ἐκείνων αὔξουσι τὰ κακά.

πέλανος ῥύπος.

αἱματοσταγὴς ἐκ τοῦ αἵματος αὐτῶν καταστάξας.

Δωριάδος τῆς τῶν Πελοπονησίων.

θῖνες σωροί.

τριτοσπόρῳ ἤγουν τρίτῃ γενεᾷ.

ἄφωνα ἀφώνως.

ἤγουν οὐκ ἐκ λόγων ἀλλʼ ἐκ μόνης θέας.

σημανοῦσιν δηλώσουσιν.

ὄμμασι τοῖς.

βροτῶν ἤγουν τοῖς ἐσομένοις ἀνθρώποις.

ὡς ὅτι.

ὑπέρφευ ἤγουν ἄγαν καὶ μεῖζον ἀνθρώπου.

γνωμικόν.

ὕβρις ἀλαζονία καὶ ἀσέβεια.

ἐκάρπωσε ἤγουν ἐγεώργησεν.

ἄτης βλάβης.

πάγκλαυτον πολλῶν θρήνων ἄξιον.

ἐξαμᾷ θερίζει ὁ ὑβριστὴς καὶ ἀλαζών.

τῶνδε ὧν ἐποίησαν κατὰ τῶν ἱερῶν καὶ τῶν ἄλλων.

τἀπιτίμια τὰς τιμωρίας.

μέμνησθʼ μνημονεύετε διὰ παντός.

τε καὶ.

ὑπερφρονήσας καταφρονήσας, παριδών.

τὸν παρόντα τὴν παροῦσαν νῦν Πέρσαις δυστυχίαν.

ἄλλων πραγμάτων.

ἐρασθεὶς ἐπιθυμήσας.

ὄλβον τὴν εὐδαιμονίαν ἣν ἔχει.

κολαστὴς τιμωρός.

ὑπερκόμπων τῶν ὑπερηφάνων λίαν.

ἔπεστιν ἐστίν.

εὔθυνος τιμωρός.

ἐκεῖνον τὸν Ξέρξην.

κεχρημένοι χρῄζοντες.

πινύσκετʼ νουθετεῖτε.

εὐλόγοισι καλοῖς καὶ κατὰ καιρὸν γινομένοις.

νουθετήμασιν παραινέσεσιν.

λῆξαι ὥστε.

παύσασθαι.

θεοβλαβοῦνθʼ βλάπτοντα καὶ ἀτιμάζοντα τοὺς θεούς.

ὑπερκόμπῳ ὑπερηφάνῳ.

σὺ δʼ ἀποστροφὴ τὸ σχῆμα.

φίλη προσφιλὲς ἐμοὶ ἢ ἐκείνῳ.

κόσμον ἤγουν ἐνδύματα λαμπρὰ καὶ σεμνά.

ὑπαντίαζε συνάντησον.

παιδὶ τῷ σῷ.

πάντα κατὰ.

ἄλγους λύπης.

λακίδες σχίσματα.

ἀμφὶ περὶ.

στημορραγοῦσι διαρρήγνυνται, γίνονται.

ποικίλων ἐνταῦθα τὸ «πάντα» ἤγουν «κατὰ πάντα τὰ ποικίλα ἐσθήματα».

εὐφρόνως φρονίμως.

λόγοις ἐν.

κλύων ἀκούων.

ἀνέξεται ὑπομενεῖ.

ὑπὸ ζόφον ἤγουν ὑπὸ τὸν σκότον τοῦ Ἅιδου.

πρέσβεις ὦ.

γέροντες.

ἐν κακοῖς ὄντες δηλονότι.

διδόντες ἤγουν εὐφραινόμενοι ἀεί.

καθημέραν διηνεκῶς.

γνωμικόν.

ὡς ὅτι.

οὐδὲν ἤγουν οὐδαμῶς.

ᾔ ὄντως.

ἔτι εἰς τὸ ἑξῆς.

ἤλγησʼ ἐλυπήθην.

πήματα συμφορὰς.

ὡς λίαν.

ἄλγη λῦπαι.

μάλιστα περισσοτέρως.

ἥδε αὕτη.

δάκνει λυπεῖ.

ἀτιμίαν ἤγουν ὅτι ἐν διερρηγμένοις ἐνδύμασιν ἀτίμως ὑποστρέφει.

ἀμφὶ περὶ.

σώματι τῷ.

ἐσθημάτων τῶν ἐνδυμάτων τῶν περὶ τῷ σώματι.

κλύουσαν ἀκούουσαν.

ἣ ἥτις.

νιν αὐτόν.

ἀμπέχει περικαλύπτει.

εἶμι πορεύσομαι.

κόσμον ἤγουν ἐνδύματα κόσμια καὶ λαμπρά.

ὑπαντιάζειν συναντᾶν.

παιδί ἤγουν τῷ Ξέρξῃ.

πειράσομαι ἐπιχειρήσω.

τὰ φίλτατʼ ἤγουν τὸν φίλτατόν μου υἱόν.

ἐν κακοῖς ἐν τῇ συμβάσῃ αὐτοῦ συμφορᾷ.

ὤ ἀντὶ τοῦ «φεῦ» ἐκ παραλλήλου.

ἦ ὄντως.

μεγάλας η.

ἀγαθᾶς η.

πολισσονόμου εἰρηνικῆς ἥτις νέμει καὶ διεξάγει τὰς πόλεις.

διὰ τὸ μέτρον.

βιοτᾶς η.

ζωῆς.

ἐπεκύρσαμεν ἐπετύχομεν.

εὖθʼ ὁπηνίκα.

παντάρκης ὁ πᾶσι βοηθῶν.

ἀκάκης ὁ ἄκακος καὶ πρᾶος.

ἄμαχος ὁ εἰρηνικός.

χώρας τῆς Περσικῆς.

στροφὴ κώλων ιαʹ.

εὐδοκίμου τῆς εὐδοκιμούσης ἐν ταῖς μάχαις καὶ νικώσης.

ἀποφαινόμεθʼ ἀντὶ τοῦ «ἐφαινόμεθα, ἦμεν».

ἠδὲ καὶ.

νόμιμα οἱ νόμοι.

ἤγουν οἱ νόμοι οἱ ὑψηλοὶ πάντα διῴκουν τὰ ἡμέτερα.

πύργινα τὰ ὑψηλὰ.

πάντʼ ἤγουν τὰς πόλεις πάσας.

ἐπεύθυνον διῴκουν.

νόστοι ὑποστροφαί.

ἀπόνους ἤγουν ἀβλαβεῖς καὶ μὴ τετρωμένους ἢ νικηθέντας.

εὖ πράσσοντας ἤγουν νικῶντας καὶ πλουτοῦντας ἀπὸ τῶν λαφύρων ἔφερον.

ἆγον η.

ὅσσας ἀντὶ τοῦ «πολλάς».

εἷλε ἤγουν ἔσχεν ὑπʼ αὐτόν, ἐποιήσατο.

οὐ διαβὰς οὐ διελθών.

ἑστίας τῆς οἰκίας.

συθείς ὁρμηθείς.

ἀντιστροφὴ κώλων ιαʹ.

Στρυμονίου ἐν ᾧ εἰσέρχεται ὁ Στρυμών.

Ἀχελωίδες παραθαλάσσιοι· Ἀχελῷον γὰρ τὸ ὕδωρ κατὰ γλῶσσαν.

πάροικοι πλησιόχωροι.

Θρηικίων Θρᾳκικῶν.

ἐπαύλεων κατοικήσεων.

λίμνας η.

τῆς θαλάσσης.

αἳ εἰσίν.

κατὰ χέρσον εἰς τὴν γῆν.

ἐληλαμέναι ἐξηπλωμέναι.

περὶ πύργον περὶ τεῖχος.

Ἕλλας η.

ἤτοι τὸν Ἑλλήσποντον.

ἀμφὶ περὶ.

εὐχόμεναι ἐναβρυνόμεναι κατὰ τὴν οἴκησιν, φημιζόμεναι.

μυχία ἡ ἐν τῷ τέλει τοῦ Ἑλλησπόντου κειμένη ἤτοι ἐν τῷ μυχῷ τοῦ πόντου.

στόμωμα ἤτοι τὸ στόμα, ἡ ἀρχή.

τοῦ πόντου τοῦ Εὐξείνου.

στροφὴ ἑτέρα κώλων θʹ.

νᾶσοι η.

θʼ καὶ.

πρῶνʼ ἐξοχήν.

ἅλιον τὸν τοῦ Αἰγαίου πελάγους.

περίκλυστοι περίρρυτοι.

τᾷδε η.

τῇ Περσικῇ.

γᾷ η.

προσήμεναι εἰσὶ προσκαθήμεναι, ὑπήκουσαι.

οἵα ἐστίν.

Λέσβος ὁ.

ἐλαιόφυτος ἡ.

ἐλαιόφυτος ἐλαίαις γὰρ ἡ νῆσος αὕτη κομᾷ.

ἠδὲ καὶ.

Τήνῳ τῇ.

τε καὶ.

συνάπτουσʼ ἡ συνηνωμένη καὶ πλησιάζουσα.

συνάπτουσʼ καὶ ἡ Ἄντρος ἡ συνάπτουσα ἑαυτὴν τῇ Τήνῳ.

ἀγχιγείτων ἡ.

ἤγουν ἡ πλησιάζουσα ἐκείνῃ.

ἀντιστροφὴ κώλων θʹ.

ἀγχιάλους ἤγουν τὰς πλησίον οὔσας τῆς θαλάσσης τουτέστι τὰς ἐν τῷ μέσῳ αὐτῆς κειμένας.

ἐκράτυνε ἦρχεν, ἐδέσποζεν.

μεσάκτους τὰς ἐν τῷ μέσῳ τοῦ πελάγους οὔσας.

ἕδος ἤγουν τὴν Κρήτην.

ἠδὲ καὶ.

Κυπρίας τὰς.

ἤγουν τὰς τῆς Κύπρου.

Πάφον πόλεις τῆς Κύπρου αὗται.

ἠδὲ καὶ.

Σαλαμῖνα τὴν ἐν Κύπρῳ πόλιν λέγει.

τε καὶ.

τᾶς η.

ἧστινος.

ματρόπολις η.

ἡ.

ἤγουν ἡ νῆσος ἡ Σαλαμίν.

αἰτία ἐν ταύτῃ γὰρ ἀπώλοντο οἱ Πέρσαι

στεναγμῶν ἐνταῦθα σύναπτε τὸ «νῦν» εἰς τὸ «στεναγμῶν».

ἐπῳδὸς κώλων ιαʹ.

εὐκτεάνους τὰς πλουσίας νήσους ἢ πόλεις.

κατὰ ἤγουν κατὰ τὴν θέσιν τῆς Ἰωνίας γῆς, ἐν ᾗ οἰκοῦσιν οἱ Ἴωνες.

Ἑλλάνων η.

ἐκράτυνεν ἦρχεν.

σφετέραις ταῖς ἰδίαις.

φρεσὶν γνώσεσιν.

ἀκάματοι ἀκατάβλητον.

σθένος δύναμις.

τευχηστήρων ὁπλοφόρων, πολεμιστῶν.

παμμίκτων παμμιγῶν.

ἐπικούρων συμμάχων.

ἀμφιλόγως ἀμφιβόλως ἀλλʼ ἀληθῶς.

θεότρεπτα ἐκ θεοῦ τραπέντα.

τάδʼ τὰ συμβάντα ἡμῖν.

φέρομεν ὑπομένομεν.

πολέμοις ἐν.

δμαθέντες δαμασθέντες.

πλαγαῖσι η.

ἐν.

ποντίαισιν θαλασσίαις.

σύστημα κατὰ περικοπὴν κώλων ιʹ.

ἰώ ἰώ φεῦ φεῦ.

δύστηνος ἄθλιός εἰμι.

κυρήσας ἐπιτυχών.

ἀτεκμαρτοτάτης ἀπροσδοκήτου, ἀνελπίστου.

ὡς ὄντως.

ὠμοφρόνως ἀπηνῶς.

δαίμων τις.

ἐνέβη ἐνέσκηψεν, ἐπέπεσεν.

τλήμων ὁ ἄθλιος.

λέλυται παραλέλυται.

ἐμοί.

ῥώμη ἡ ἰσχύς.

τήνδʼ ἤγουν τοὺς γέροντας.

ἐσιδόντʼ θεασαμένῳ.

ἀστῶν τῶν πολιτῶν.

ὄφελε διὰ τὸ μέτρον.

Ζεῦ ὦ.

τῶν οἰχομένων τῶν φθαρέντων καὶ ἀπολωλότων.

στροφὴ κώλων ιʹ.

ὀτοτοῖ φεῦ.

βασιλεῦ ὦ.

στρατιᾶς ἕνεκα.

Περσονόμου τῆς νενομισμένης τοῖς Πέρσαις.

ἕνεκα.

τʼ καὶ.

δαίμων τις.

ἐπέκειρεν ἀπώλεσεν, ἠφάνισεν.

γᾶ η.

αἰάζει θρηνεῖ.

τὰν η.

ἐγγαίαν τὴν ἐγχώριον, ἀπὸ τῆς «ἐν» προθέσεως καὶ τοῦ «γαῖα».

ἥβαν η.

ἡλικίαν ἤτοι τὴν νεότητα τῶν Περσῶν.

Ξέρξα ὦ.

κταμέναν η.

φονευθεῖσαν.

Ἅιδου τοῦ.

σάκτορι τῷ Ἄρει τῷ εἰσάγοντι τοὺς νεκροὺς εἰς τὸν Ἅιδην.

Περσᾶν ων.

ἀγδαβάται ἄγαν βαίνοντες ταχεῖς.

ἔθνος Περσῶν.

φῶτες ἄνδρες.

χώρας τῆς Περσικῆς.

ἄνθος ἐξαίρετον.

τοξοδάμαντες τοξικοί, διὰ τόξων μαχόμενοι.

πάνυ ἤγουν πολλὴ ἀναβλάστησις καὶ γένος ἀνδρῶν ἐφθάρη.

μυριὰς ἤγουν πλῆθος.

ἔφθινται ἐφθάρησαν.

σύστημα.

κεδνᾶς η.

ἕνεκα.

τῆς ἀρίστης δυνάμεως τῶν Περσῶν.

ἀλκᾶς η.

στροφὴ ἑτέρα κώλων βʹ.

χθὼν ἡ γῆ.

βασιλεῦ ὦ.

αἰνῶς χαλεπῶς, λίαν.

κέκλιται κατέπεσεν.

σύστημα κώλων γʹ.

ἐγὼν Δωρικόν.

οἴ οἴ φεῦ διὰ μέσου.

αἰακτός ποταπός.

θρήνου αἴτιος.

μέλεος ὁ ἄθλιος.

γέννᾳ τῇ.

τῶν Περσῶν.

γᾷ η.

τε καὶ.

πατρῴᾳ τῇ πατρικῇ.

γενοίμαν η.

ἐγενόμην.

στροφὴ ἑτέρα κώλωνϛʹ.

προσφθόγγου χαιρετιστικοῦ.

νόστου ὑποστροφῆς.

τὰν η.

κακοφάτιδα θρήνων καὶ κακῶν γέμουσαν.

βοάν η.

ἤγουν τὴν ἕνεκα τοῦ νόστου πρόσρησιν.

κακομέλετον κακὸν μέλος καὶ ἄμουσον ἔχουσαν ὡς θρηνῶδες καὶ ἀπευκτήν.

ἱάν βοήν.

Μαριανδηνοῦ οὗτος γὰρ ἀμούσως ἐθρήνει.

πέμψω σοί.

ἰαχὰν η.

βοὴν λέγω.

σύστημα κώλων γʹ.

ἵετʼ πέμπετε.

αἰανὴν σκοτεινὴν καὶ κατηφείας πλήρη.

δύσθροον δύσφημον.

αὐδάν η.

βοήν.

δαίμων ἤγουν ἡ παροῦσα δυστυχία.

μετάτροπος ἐναντίος· πρόσθεν γὰρ εὐτύχουν καὶ μέγας ἦν, νῦν δὲ καταβέβλημαι.

στροφὴ ἑτέρα κώλων ιʹ.

ἥσω πέμψω.

τοι σοι.

πανόδυρτον πάγκλαυστον αὐδήν.

λαοπαθῆ τὰ τῷ λαῷ συμβάντα.

σεβίζων τιμῶν διὰ θρήνου.

ἁλίτυπα τὰ ἐν τῇ θαλάσσῃ γινόμενα.

βάρη δυστυχήματα.

γέννας τῆς γενεᾶς.

πενθητῆρος τῆς πολυπενθοῦς.

κλάγξω ἠχήσω.

αὖ πάλιν.

γόον θρῆνον.

ἀρίδακρυν πολύδακρυν.

Ἰάνων τῶν Ἑλλήνων ἀπὸ μέρους.

ἀπηύρα ἀπήλαυσεν ἡμῶν, ἀφείλετο ἡμᾶς.

ναύφρακτος ναυτικός.

ἑτεραλκὴς ὁ τοῖς ἑτέροις ἤτοι τοῖς Ἀθηναίοις δοὺς τὴν ἰσχύν.

νυχίαν σκοτεινὴν ὡς ἐν νυκτὶ γενομένην.

πλάκα τὴν Ψυταλίαν ἤτοι τοὺς ἐν αὐτῇ Πέρσας.

κερσάμενος τεμών.

δυσδαίμονα δυστυχῆ.

ἀκτὰν η.

τὴν Σαλαμῖνα ἤτοι τὸ ἐφορμοῦν ἐν αὐτῇ ναυτικὸν τῶν Περσῶν.

σύστημα.

οἴ οἴ φεῦ.

λέγε ἐρώτα.

διὰ τὸ μέτρον.

πάντʼ τὰ συμβάντα.

ἐκπεύθου μάνθανε ἐξ ἐμοῦ.

στροφὴ ἑτέρα κώλων ηʹ.

οἴ οἴ φεῦ.

ποῦ εἰσίν.

ὄχλος τὸ πλῆθος.

ποῦ εἰσίν.

παραστάται συνασπισταί.

οἷος ὁποῖος.

ἠδὲ καὶ.

ἠδʼ καὶ.

τἀκβάτανα τοῦτο εἰ βούλει πρὸς τὸ «ὄχλος» σύναπτε.

σύστημα κώλων δʹ.

ὀλοὺς ὀλεθρίους, ἀπολωλότας.

ἔλιπον ἀφῆκα.

Τυρίας τῆς ἀπὸ Τύρου.

ἔροντας φθαρέντας.

Σαλαμινίτισιν ταῖς τῆς Σαλαμῖνος.

στυφέλου σκληρᾶς.

θείνοντας τυπτομένους.

ἀντιστροφὴ κώλων ηʹ.

οἴ οἴ φεῦ.

ποῦ εἰσίν.

ὡγαθός διὰ τὸ μέτρον.

ποῦ εἰσίν.

εὐπάτωρ ὁ εὐγενής.

Μασίστρας η.

Ἀρτεβάρης διὰ τὸ μέτρον.

ἠδʼ καὶ.

ἐπανέρομαι ἐπὶ τοῖς προτέροις ἐρωτῶ.

σύστημα κώλων εʹ.

ἰώ ἰώ φεῦ.

τὰς ὠγυγίους τὰς ἀρχαίας.

στυγνὰς χαλεπάς.

Ἀθάνας η.

πιτύλῳ κτύπῳ, πτώσει.

ἕ ἕ ἕ διὰ μέσου.

τλάμονες η.

ἄθλιοι.

ἀσπαίρουσιν ψυχορραγοῦσιν.

χέρσῳ ἐν.

στροφὴ ἑτέρα κώλων ηʹ.

αὐτοῦ ἤγουν ἐκεῖ.

πιστὸν βέβαιον.

πάντʼ κατὰ.

ὀφθαλμὸν φύλακα.

μυρία κατὰ πολύ.

πεμπαστάν η.

φροντιστήν· σύναπτε δὲ πρὸς τὸ «Περσῶν».

τοῦ Σησάμα οὗτοι γὰρ πρόγονοι τούτου.

τε καὶ.

τʼ καὶ.

ἔλιπες κατέλιπες ἐκεῖ.

ὤ φεῦ.

δαΐων ἕνεκα τῶν πολεμικῶν τούτων ἀνδρῶν.

ἀγαυοῖσι θαυμαστοῖς, ἐνδόξοις.

πρὸς κακοῖς σὺν τοῖς προτέροις.

σύστημα κώλων εʹ,

ἴυγγα ἡδονήν, χάριν.

ἑτάρων φίλων.

ἄλαστα ἀλάθητα.

στυγνὰ λυπηρά.

βοᾷ δυσχεραίνει καὶ στενάζει διʼ ἐκείνους.

ἔνδοθεν ἤγουν ἔνδοθεν ἀναπέμπει τὴν βοήν.

ἦτορ ἡ ἐμὴ ψυχή.

στροφὴ ἑτέρα κώλων ζʹ.

ποθοῦμεν ἐρωτῆσαί σε.

μυριόναρχον διὰ τὸ μέτρον.

ἄρειον πολεμικόν.

ἠδʼ καὶ.

ἱππιάνακτας τοὺς τῆς Περσικῆς ἵππου ἄρχοντας.

αἰχμᾶς η.

πολέμου.

σύστημα κώλων δʹ.

ἔταφον ἐτάφησαν.

οὐκ ἀμφὶ ταῖς ἡμετέραις ἤγουν οὐ μετʼ ἐμοῦ εὑρισκόμενοι.

τροχηλάτοις ταῖς.

ὄντες.

ὄπισθε ἤγουν ἐν τῇ τελευταίᾳ τεταγμένοι φάλαγγι.

βεβᾶσι ἀπῆλθον.

οἵπερ ἦσαν δηλονότι.

ἀγρόται ἄρχοντες.

στρατοῦ τοῦ.

βεβᾶσιν ἀπῆλθον.

οἴ οἴ φεῦ.

νώνυμοι ἀνώνυμοι, ἀφανεῖς.

στροφὴ ἑτέρα κώλων δʹ.

ἰή ἰή φεῦ.

ἰώ ἰώ φεῦ.

ἰώ ἰώ ὦ.

δαίμονες θεοί.

ἔθετʼ ἐποιήσατε.

ἄελπτον ἀνέλπιστον.

διαπρέπον μέγα.

δέδορκεν ἐθεάσατο.

ἄτα η.

βλάβη ἤγουν λυπηρὸν καὶ ἐπιβλαβές.

σύστημα.

πεπλήγμεθʼ ἐτρώθημεν.

οἷαι ἤγουν οἷα δυστυχοῦσιν οἱ ἐξ ἀρχῆς ἄνθρωποι.

στροφὴ ἑτέρα κώλων εʹ.

πεπλήγμεθʼ ναί, ἐτρώθημεν.

εὔδηλα φανερὰ ἃ πεπόνθαμεν.

νέαι νέαι διὰ μέσου τοῦτο.

δύαι δύαι ἤγουν αἱ δυστυχίαι.

Ἰαόνων ἤγουν Ἑλλήνων.

ναυατῶν ναυτῶν.

κύρσαντες ἐπιτυχόντες.

οὐκ εὐτυχῶς ἀλλʼ ἐπὶ συμφορᾷ.

δυσπόλεμον λέγω.

τὸ.

ἤγουν οἱ δυσκαταγώνιστοι Πέρσαι.

στροφὴ ἑτέρα κώλων ιαʹ.

τί δʼ οὔ πεπλήγμεθα.

τάλας ὁ.

πέπληγμαι διὰ πολέμου ἀφῄρημαι.

ὄλωλεν ἀπώλετο.

μεγάλα «μεγάλως» ἢ «τὰ μεγάλα» ἀντὶ τοῦ «τὰ ἐξαίρετα» νοητέον.

ὁρᾷς ὡς διερρηγμέναι εἰσὶν ὑπʼ ἐμοῦ διὰ τὴν συμφοράν.

ὀιστοδέγμονα τὴν φαρέτραν.

σεσωσμένον τὸν ἐναπομείναντα ἤτοι τοὺς περιλειφθέντας ὀιστούς.

βελέεσσιν τοῖς βέλεσι.

βαιὰ ὀλίγα εἰσὶ τὰ βέλη.

ἐσπανίσμεθʼ ἐστερήθημεν.

ἀρωγῶν τῶν βοηθῶν.

Ἰαόνων ἤτοι τῶν Ἑλλήνων.

οὐ φυγαιχμίας οὐ ῥίψασπις.

ἀντιστροφὴ κώλων ιαʹ.

ἀγανόρειος ἄγαν ἀνδρεῖος.

πῆμʼ συμφοράν.

ἄελπτον ἀνέλπιστον· ᾤμην γὰρ ἐκείνους ἡττηθῆναι.

τραπέντα τὸν ἡττηθέντα.

ναύφρακτον τὸν ναυτικόν.

ἐρεῖς λέξεις.

ὅμιλον τὸ πλῆθος τῶν Περσῶν.

πέπλον τὸν.

τὸν χιτῶνά μου.

ἐπέρρηξα διεσπάραξα, ἔσχισα.

ἐπὶ ἐπὶ τῷ συμβάντι κακῷ.

παπαί φεῦ.

καὶ ναί.

δίδυμα διπλᾶ.

ἐστι τὰ κακὰ.

τριπλᾶ πολλαπλᾶ.

λυπρά λυπηρά.

χάρματα εὐφροσύναι· ἐπιχαίρονται γὰρ ἡμῖν οἱ ἡμέτεροι ἐχθροί.

σθένος ἡ δύναμις τῶν Περσῶν.

ἐκολούσθη ἐκολοβώθη, ἐσμικρύνθη καὶ ὠλιγώθη.

γυμνὸς ἐστερημένος.

προπομπῶν τῆς θεραπείας τῆς βασιλικῆς.

δίαινε ἤγουν θρήνει καὶ δάκρυσι τίμα τὴν συμφοράν.

πρὸς ἵνα ἐκεῖ θρηνήσωμεν.

ἴθι ἐλθέ.

στροφὴ ἑτέρα κώλων ηʹ.

δύα δύα η η.

συμφορὰ χαλεπὴ δηλονότι.

βόα θρήνει.

νυν δή.

ἀντίδουπα ἐξ ἐναντίας ἐμοῦ θρηνητικά.

δόσιν αἰτεῖς.

κακὰν η.

κακοῖς ἐν.

ἴυζε θρήνει.

μέλος ἤγουν τοῖς ἐμοῖς θρήνοις τοὺς σοὺς συνάπτων.

ὀτοτοτοτοῖ φεῦ.

ἅδε η.

ἡ συμβᾶσα.

τόδʼ ὅπερ λέγεις.

ἔρεσσʼ πλῆττε σεαυτόν.

ἐμὴν ἤγουν χάριν ἐμοὶ διδοὺς διὰ τούτων.

ἀντιστροφὴ κώλων ηʹ.

διαίνομαι καταραίνομαι τοῖς δάκρυσιν.

γοεδνὸς θρηνητικός.

βόα θρήνει.

νυν δή.

ἀντίδουπα ἐξ ἐναντίας ἐμοὶ θρηνητικά.

μέλειν φροντίζειν τοῦ θρήνου κἂν μὴ σὺ ἐπιτάττῃς.

δέσποτα ὦ.

ἐπορθίαζε μεγάλως βόα.

νυν δή.

γόοις ἐν θρήνοις.

ὀτοτοτοτοῖ φεῦ.

μέλαινα σκοτεινή, κατηφής.

μεμίξεται προσαρμοσθήσεται, γενήσεται.

στονόεσσα στενακτική.

πλαγά η η.

κτύπος περὶ τὰ στήθη καὶ τὴν κεφαλήν.

ἄρασσε πλῆττε, τύπτε.

κἀπιβόα καὶ ἐπὶ τούτῳ.

τὸ Μύσιον εἶδος μέλους θρηνητικοῦ τῶν Μυσῶν.

στροφὴ ἑτέρα κώλων εʹ.

ἄνια λυπηρὰ ἢ ἀθεράπευτα.

μοι ἤγουν διʼ ἐμέ.

πέρθε ἤγουν κεῖρε.

λευκήρη τὴν λευκὴν πολιὰν τοῦ γενείου.

ἄπριγδʼ διόλου ἀπὸ τοῦ «ἀπρίξ»· ἤτοι πάντα εἰσί μοι λυπηρά.

μάλα λίαν.

γοεδνά λυπηρά.

ἀΰτει φώνει.

ὀξύ μέγα.

ἔρξω πράξω.

πέπλον τὸν.

τὸν χιτῶνα.

ἔρεικε σχίσον.

κολπίαν τὸν περὶ τὸν κόλπον.

ἀκμῇ ἰσχύι.

ἀντιστροφὴ κώλων ηʹ.

ἄνια λυπηρὰ ἢ ἀθεράπευτα.

ψάλλʼ τέμνε, κόπτε.

ἔθειραν τὴν τῆς κεφαλῆς τρίχα.

κατοίκτισον ἐλέησον, θρήνησον ἐν οἴκτῳ.

στρατὸν τὸν.

ἄπριγδʼ διόλου.

μάλα λίαν.

γοεδνὰ λυπηρά.

δίαινʼ βρέχε τοὺς ὀφθαλμούς.

τέγγομαι βρέχομαι τοῖς δάκρυσι.

βόα θρήνει.

νυν δή.

ἀντίδουπα ἐξ ἐναντίας ἐμοί.

μέλος ἤγουν μετὰ μέλους θρηνῶν.

ἐπῳδὸς κώλων ιδʹ.

οἴ οἴ οἴ οἴ φεῦ.

αἰακτὸς ἤγουν μετὰ θρήνου.

δόμους τοὺς σούς.

κίε πορεύου.

ἰώ ἰώ φεῦ.

Περσὶς ὦ.

αἶα γῆ.

δύσβατος ἡ ἐν κακοῖς βᾶσα.

ἰωὰ θρηνήματα οὐδετέρως ἐστί.

κατʼ ἄστυ ἐν τῇ πόλει.

ἰωὰ θρηνήματά ἐστι.

ἰώ φεῦ.

γοᾶσθʼ θρηνεῖτε.

ἁβροβάται τρυφηλοί.

ἰώ ἰώ φεῦ.

Περσὶς ὦ.

αἶα γῆ.

δύσβατος ἡ ἐν κακοῖς βᾶσα.

ἰή ἰή φεῦ.

τρισκάλμοισιν ἐν.

τουτέστιν ἐν τριήρεσιν.

ἰή ἰή φεῦ.

βάρισιν πλοίοις ἀπὸ Βάρεως πόλεως Περσῶν.

ὀλόμενοι ἤγουν ὦ οἱ ὀλόμενοι ἐν τριήρεσι βάρισιν.

πέμψω προπέμψω.

δυσθρόοις κακὸν ἔχουσι θροῦν.

γόοις θρήνοις.