eul_wid: kfu-ae
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Metrical Arguments by Comic Fragments Anonymous II

The work known as Metrical Arguments, attributed to Comic Fragments Anonymous II, is a collection presented as consisting of ten verse passages. Its title suggests a focus on the analysis of poetic metres drawn from comic fragments, indicating it may function either as an ancient treatise on metrical structure or as a modern compilation examining the formal properties of lost comedies. The content would logically involve the study of specific comic metres, such as the trimeter or tetrameter, and an exploration of how these rhythmic patterns interact with diction and comic effect within the fragmentary texts. Such a work might also engage in principles of textual criticism, employing metrical rules to propose reconstructions of damaged or incomplete lines. The details of its manuscript tradition and preservation are undocumented; if ancient, its transmission history remains unknown, while a modern origin would imply circulation through academic publications. While metrical analysis is a cornerstone for understanding comic verse, reconstructing plots, and tracing the development of Greek philology, the specific influence and scholarly reception of this particular compilation are not recorded.

Ἔρως, Ἀφροδίτης υἱὸς ἐπιεικής, νέος,
νέος ἐπιεικὴς υἱὸς Ἀφροδίτης Ἔρως,
ἐλήλυθʼ ἀγγελῶν τοιοῦτο πρᾶγμά τι,
πρᾶγμά τι τοιοῦτον ἀγγελῶν ἐλήλυθα,
κατὰ τὴν Ἰωνίαν πάλαι γεγενημένον,
γεγενημένον πάλαι κατὰ τὴν Ἰωνίαν.
κόρην νεανίσκος νέαν Τροιζηνίαν,
Τροιζηνίαν νέαν νεανίσκος κόρην
ἐπρίατʼ ἐρασθεὶς εὔπορος πωλουμένην,
πωλουμένην εὔπορος ἐρασθεὶς ἐπρίατο·
Τροιζήνιος γεγενημένος κατὰ τοὺς νόμους,
κατὰ τοὺς νόμους γεγενημένος Τροιζήνιος,
ἔχων γυναῖκα κατεβίω· τὸ τέρμʼ ἔχεις.
ἔχεις τὸ τέρμα· κατεβίω γυναῖκʼ ἔχων.
ἱερὸς ὁ δῆμος· ἡ λέγουσʼ ἐγὼ Κύπρις
ἐν τῶι τόπωι δὴ τῶιδε διʼ ἐμοῦ πρᾶγμά τι
γεγονός, διʼ ἧς ἅπαντα γίνεται καλά,
ἥκω φράσουσα δεῦρο· τοῦ δὲ μὴ δοκεῖν
ἡμᾶς ἀγυμνάστως ἔχειμ ποιητικῆς,
ἅμα μὲν τὸ πρᾶγμʼ ἐροῦμεν, ἅμα δὲ παιγνίωι
χρησόμεθα. τῶν ἐπῶγ γὰρ ὧμ μέλλομεν ἐρεῖν,
ἕκαστον ἀπὸ τῶγ γραμμάτων ῥηθήσεται,
ἃ δὴ νόμωι στοιχεῖα προσαγορεύομεν,
ἓν ἀφʼ ἑνὸς ἑξῆς κατὰ φύσιγ γεγραμμένα
ἀκόλουθα καὶ σύμφωνα· διατριβὴν δὲ μὴ
ἔχωμεν, ἀπὸ τοῦ δʼ ἄλφα πρῶτον ἄρξομαι.
—Αὐτῶν ἑταῖροι φ … στ … δ
Β … την … μισθωσάμενοι
Γ … ἠκουσ … τ
Δ … η …
Ε κτλ. — — —