eul_wid: oqu-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Sophistic Preparation, Fragments by Phrynichus of Bithynia

The Sophistic Preparation is a lexicographical treatise composed in Greek by the grammarian Phrynichus of Bithynia around 180 CE. A product of the Second Sophistic cultural movement, the work functions as a prescriptive manual for linguistic purification. Its central aim is to instruct readers in the exclusive use of vocabulary drawn from Classical Attic prose of the fifth and fourth centuries BCE while systematically rejecting later, non-classical terms deemed corrupt or inelegant. The text is organised as a series of 374 entries, each typically juxtaposing an approved Attic word with one or more disapproved synonyms, often accompanied by brief explanations or citations from authoritative classical authors such as Plato and the Athenian orators. The handbook is a practical tool for orators and advanced students, designed to equip them for elite public speaking and to reinforce the social distinction conferred by mastery of pure Attic Greek. The complete original work is lost; what survives is an abridged epitome preserved in a single manuscript from the fourteenth century. This epitome remains a vital source for understanding the intense linguistic polemics of the Roman Imperial period and the Atticist movement's project of defining elite cultural identity through language.

Ἰσοτελεῖς: οἱ ἴσα τελοῦντες τοῖς ἀστοῖς, ὃ ἔστι τοῖς πολίταις τέλη διδόντες. Ἐκ τῶν Φρυνίχου τοῦ Ἀραβίου τῆς Σοφιστικῆς Προπαρασκευῆς.

ταμιεῖον: ..... Φρύνιχος δὲ ἐν τῇ Σοφιστικῇ Προπαρασκευῇ καὶ ἐπὶ τῶν κακῶν φησι τὸ ταμιεῖον.

ὑφʼ ἁμαρτωλίας: οὕτως ἡ γραφή. μέμνηται Ἡρωδιανός. καὶ Φρύνιχος ἐν τῇ Σοφιστικῇ Προπαρασκευῇ οὕτως τίθησιν τὴν λέξιν.

ἁμαρτωλή Φρύνιχος. καὶ Σοφοκλῆς Ἁμαρτάς.

ἀγανακτῶ σου: καινὸν τὸ σχῆμα καὶ σπάνιον. τὸ μὲν γὰρ θαυμάζω σου καὶ ἄγαμαί σου καθωμίληται, τοῦτο δὲ οὐ. χρηστέον δὲ τῷ σχήματι διὰ τὴν καινότητά, φησι Φρύνιχος.

ἀγῆλαι: τιμῆσαι θεόν, ἀγλαΐσαι. Εὔπολις Δήμοις «ἀναθῶμεν νῦν χἡμεῖς τούτοις τασδὶ τὰς εἰρεσιώνας καὶ προσαγήλωμεν ἐπελθόντες. χαίρετε πάντες, δεχόμεσθα». Ἀριστοφάνης Εἰρήνῃ «καὶ σὲ θυσίαισιν ἱεραῖσιν προσόδοις τε μεγάλαισι διὰ παντὸς, ὦ ποτνία, ἀγαλοῦμεν ἡμεῖς ἀεί». Ἕρμιππος Ἀρτοπώλισι «φέρε νῦν ἀγήλω τοὺς θεοὺς ἰοῦσʼ ἐγὼ καὶ θυμιάσω τοῦ τέκνου σεσωσμένου». Θεόπομπος Πηνελόπῃ «καὶ σὲ τῇ νουμηνίᾳ ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφνῃ». τῶν πάνυ δὲ Ἀττικῶν ἐστιν ἡ λέξις. καὶ ἀγήλω καὶ ἀγαλοῦμεν ἐρεῖς καὶ ἄγαλλε καὶ προσαγαλεῖ τὸν θεόν, ἀντὶ τοῦ εὔξεται καὶ τιμήσει. καὶ ἄγω ἀντὶ τοῦ τιμῶ. τό τε οὖν ἄγειν καὶ τὸ ἀγῆλαι Ἀττικά, ἀλλὰ τὸ μὲν ἄγειν πολιτικόν, τὸ δὲ ἀγῆλαι κωμῳδικὸν καὶ ἐγγὺς γλώττης. φεύγειν μὲν οὖν χρὴ τὸ τῶν γλωττῶν. εἰ δὲ γέ σοι εἴη ἀρχαίας φωνῆς σπουδὴ καὶ σεμνότητος λόγων, χρήσαιο ἂν τῷ τοιούτῳ χαρακτῆρι τῶν ὀνομάτων, φησὶν ὁ Φρύνιχος.

εὐνὰς ἀγῆλαι: Φρύνιχος ἀγῆλαι ἀντὶ τοῦ εὔξασθαι. καὶ παρὰ Ἀριστοφάνει «διὰ παντός, ὦ δέσποινʼ, ἀγαλοῦμεν ἡμεῖς ἀεί». καὶ Ἕρμιππος Ἀρτοπώλισι «φέρε νῦν ἀγήλω τοὺς θεοὺς ἰοῦσʼ ἐγώ». δηλοῖ καὶ τὸ τιμῆσαι. ἄγειν γὰρ τὸ τιμᾶν φασιν. «ἐν πρώτοις ἄγω». καὶ «ἠγόμην δʼ ἀνὴρ ἀστῶν μέγιστος τῶν ἐκεῖ».

Ἁγνοῦς: δῆμος ἐν τῇ Ἀττικῇ τῆς Δημητριάδος φυλῆς, τινὲς δὲ τῆς Ἀκαμαντίδος ἢ, ὡς Φρύνιχος, τῆς Ἀτταλίδος.

Ἀθηναίας: ... οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς, τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν—Ἀθηναία γὰρ ἡ θεὸς καλεῖται—ἀλλʼ ἀντὶ τοῦ Ἀθηναίας φασὶν ἀστὰς λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσιν καὶ Δίφιλος ἐν Ἀμάστριδι. καὶ Ἴων δὲ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησὶ καὶ Πίνδαρος ἐν Σκολίοις. ὁ μέντοι Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν καὶ θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει.

ἄθηρος ἡμέρα: σεμνὴ πάνυ ἡ συμπλοκὴ καὶ ἀξίωμα οὐ μικρὸν ἔχουσα. καὶ γὰρ ὁ χρησάμενος τῇ φωνῇ καὶ τῇ φράσει Αἰσχύλος ἐστὶν ἐν Τοξότισιν. πρόσεστι δὲ τῷ σεμνῷ τῆς λέξεως καὶ τὸ πολιτικόν. λέγεται δὲ ἐπὶ Ἀκταίωνος «οὔπω τις Ἀκταίωνα ἄθηρος ἡμέρα κενόν, πόνου πλουτοῦντα, ἔπεμψεν εἰς δόμους». συγγράφων χρῶ, φησὶν ὁ Φρύνιχος.

ἀθύρωτον στόμα: οὕτως ἀθύρωτον οὐκ ἀπύλωτον. Ἀριστοφάνης ἐν Βατράχοις καὶ Φρύνιχος. οἱ δὲ γάρ φασιν ἀπύλωτον ἀντὶ τοῦ ἠνεωγμένον καὶ πύλην μὴ ἔχον, τοῦτʼ ἔστιν μὴ χαλιναγούμενον μηδὲ κρατούμενον.

ἀπύλωτον στόμα: Ἀριστοφάνης Βατράχοις. Φρύνιχος δὲ ἀθύρωτον, ἀλλʼ οὐκ ἀπύλωτον, οἱ δὲ γράφουσιν ἀπύλωτον ἀντὶ τοῦ κτλ.,

αἱμορυγχία: Δώριόν ἐστι τοὔνομα. πλὴν καὶ ὁ Ἀττικὸς Ἕρμιππος ἐχρήσατο τῇ φωνῇ εἰπών· «ἐγώ σου σήμερον τύπτων τὸ πρόσωπον αἱμορυγχίαν ποιήσω». σημαίνει δὲ καθῃμάχθαι τὸ ῥύγχος. Φρύνιχος μέντοι οὐκ ἐγκρίνει τὴν φωνήν.

ἀκίβδηλος ἀνήρ: ὁ μὴ κίβδηλος, ἀλλὰ δόκιμος καὶ πολλοῦ ἄξιος. οὕτω Φρύνιχος.

ἀκουσίμη: ἀντὶ τοῦ ἀκουστή. Σοφοκλῆς «σπουδὴ γὰρ ἡ κατʼ οἶκον ἐγκεκρυμμένη οὐ πρὸς θυραίων οὐδαμῶς ἀκουσίμη». δύναται λέγεσθαι καὶ φωνὴ ἀκουσίμη καὶ ἀκούσιμα καὶ ἀκουστά, ὡς ἐν τῇ Κρεούση· «ἄπελθʼ, ἄπελθε παῖ· τάδʼ οὐκ ἀκουστά σοι». καὶ Εὐριπίδης δὲ πολλάκις. ὁ μέντοι Σοφοκλῆς καὶ ἀκούσιμά φησιν. πολιτικώτερον δὲ λέγει ὁ Φρύνιχος τὸ ἀκουστά μᾶλλον ἢ τὸ ἀκούσιμα.

ἀκροτελεύτιον ἔπους: τὸ ἔσχατον κεφαλαίου τινὸς ποιητικοῦ. κυρίως γὰρ ἐπὶ ποιημάτων τιθέασιν Ἀττικοὶ ἀκροτελεύτιον. οὕτως Φρύνιχος.

ἀμοχθί: ἄνευ πόνου. Αἰσχύλος Προμηθεῖ. συγγραφικὴ ἡ φωνή, ὥς φησιν ὁ Φρύνιχος.

ἀμυκλᾷδες: ὑποδημάτων εἶδος. προσγράφεται μὲν τὸ ι, οὐ μὴν καὶ συνεκφωνεῖται. κέκληται δὲ ἀπὸ τῶν ἐν Λακεδαίμονι Ἀμυκλῶν, ὡς ἐκεῖ κατασκευαζομένου τοῦ τοιούτου ὑποδήματος. οὕτως Ἀριστοφάνης καὶ Φρύνιχος.

ἀμφίθυρος: ἡ ἔχουσα οἰκία θύρας ἑκατέρωθεν φερούσας εἰς ὁδόν. Σοφοκλῆς δὲ «οἶκον ἀμφίθυρον» τὸ τοῦ Φιλοκτήτου ἄντρον. χρήσῃ δὲ οὐ μόνον ἐπὶ οἴκου, ἀλλὰ καὶ ἐπὶ ἑτέρων, οἷον ἀμφίθυρον τρίκλινον, ἀμφίθυρον δωμάτιον. οὕτως Φρύνιχος.

ἀμφίκαυστις: ἡ πρώτη τῶν ἀσταχύων ἔκφυσις. καλεῖται δὲ καὶ καῦστις, καθʼ ὅσον εἰώθασιν ἔτι χλωροὺς ὄντας τοὺς πρώτους στάχυς καίειν. οἱ δὲ ἁπλῶς τὸν στάχυν φασίν. Φρύνιχος δὲ ἀμφίκαυστιν τὴν ὡραιοτάτην.

ἀναλφάβητος: ἐδόκει μὲν εἶναι εὐτελές. Νικοχάρης δὲ αὐτὸ ἐποίησεν ἀρχαῖον χρησάμενος ἐν Γαλατείᾳ οὕτως· «τὸν ἀναλφάβητον, τὸν ἄπονον». ταῦτα ὁ Φρύνιχος.

ἀνδρακάς: ..... ὁ δὲ Φρύνιχος ἀνδρακάδα φησὶ τὴν τῶν ἀνδρῶν δεκάδα. ἔστι δὲ ἐπίρρημα ὡς ἑκὰς καὶ ἐντυπάς.

Φρύνιχος δέ, φασίν, ἀνδρακάδα που ἔφη τὴν τῶν ἀνδρῶν δεκάδα, ἀπὸ εὐθείας τῆς ἡ ἀνδρακάς, ἵνα ᾖ τὸ ἀνδρακάς ἀντὶ τοῦ κατὰ δέκα ἄνδρας.

ἀνθρωπικὴ παρασκευή: Φρύνιχος. ἐρεῖς δὲ καὶ φωνὴ καὶ διάνοια καὶ δίαιτα καὶ εἴ τι ἄλλο τοιοῦτον.

ἄνοις: ἄνοις ἀντὶ τοῦ ἀνύοις. Φρύνιχος.

ἀνταυγὲς κάλλος: πάνυ ἐναργὴς ἡ φωνή. Σαννυρίων Δανάῃ λέγει ἐπαινῶν τὸ κάλλος αὐτῆς. ἡ λέξις Φρυνίχου.

ἀντιδικεῖν: Φρύνιχος ἔφη. καὶ Ἀριστοφάνης ἀντίδικοι.

ἀργυρίων: οὕτως ἡ γραφὴ ἀργυρίων παρὰ Φρυνίχῳ κεῖται, ὅτι οἱ κωμικοὶ πληθυντικῶς φασιν, οἱ δὲ ῥήτορες ἑνικῶς.

Ἀτήνη: δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Φρύνιχος δὲ τῆς Ἀτταλίδος φησίν.

ἐξ ὀφθαλμῶν: οὐ λέγουσιν, οὐδʼ ἐκ προσώπου. Φρύνιχος.

ἠκηκόει: τὸ δὲ ἠκηκόειν οὕτως διὰ τοῦ η Φρύνιχος ἀναγιγνώσκει.

Θημακός: δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, ὡς δὲ Φρύνιχος τῆς Πτολεμαΐδος.

ἴδριδες: ὁ γὰρ Σοφοκλῆς ἴδριδα ἔφη τὴν αἰτιατικήν, ὁ δὲ Φρύνιχος τὴν εὐθεῖαν ἴδριδες.

Κρωπία: δῆμος τῆς Λεοντίδος φυλῆς. Φρύνιχος δὲ Κρωπιάδα φησίν.

Κυδαντίδαι: δῆμος τῆς Αἰγηΐδος φυλῆς, ὡς δὲ Φρύνιχος Πτολεμαΐδος.

φασί δέ τινες, ὡς οὐ δεῖ λέγειν Πλατωνικὸν βιβλίον, ἀλλὰ Πλατώνειον. Πλατωνικὸν γὰρ βιβλίον λέγεται τὸ περιέχον περὶ Πλάτωνος, ὥσπερ καὶ Φιλιππικοὶ λόγοι λέγονται οἱ περὶ Φιλίππου περιέχοντες καὶ Τυρσηνικαὶ ἱστορίαι αἱ περὶ Τυρσηνῶν περιέχουσαι. ἁμαρτάνουσιν οὖν οἱ λέγοντες Ὁμηρικὸν ποίημα. Ὁμήρειον γὰρ δεῖ λέγειν, οὐ γὰρ περιέχει περὶ Ὁμήρου, ἀλλʼ Ὁμήρου ἐστὶν τὸ ποίημα.

τριάκοντα: πρῶτον μὲν οἱ κατὰ πόλιν δικασταί, δεύτερον δὲ οἱ κατὰ δήμους τριάκοντα τῆς ἐκκλησίας ἐπιμελούμενοι μετὰ τῶν ληξιάρχων. οὕτως Φρύνιχος.

φανὸν λευκόν: λαμπρόν. οὕτως Φρύνιχος.

ψέλια: τὰ τοῖς πήχεσιν περιημμένα, οὐ μόνον στρεπτά. Φρύνιχος.

ψόθος: ψόθος ἀκαθαρσία. οὕτως Φρύνιχος.

Α

ἄβατον:

ἀβασάνιστος: ἀγύμναστος ἢ ἀνεξέταστος, ἀδοκίμαστος. εἴρηται δὲ ἀπὸ τῆς βασάνου, τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζουσι τὸ χρυσίον. ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ περὶ προνοίας γʹ λόγῳ τῷ ἀβανίστως ἀντὶ τοῦ ἄνευ ὀδύνης.

ἀβδέλυκτα: ἀμύσακτα, ἀμίαντα. τὰ μὴ μιαίνοντα, ἃ οὐκ ἄν τις βδελυχθείη καὶ δυσχεράνειε. τραγικωτέρα δὲ ἡ λέξις. Αἰσχύλος Μυρμιδόσι «καὶ μήν, φιλῶ γάρ, ἀβδέλυκτά μοι τάδε».

ἀβούλητον κακόν: ἀθέλητον, ὃ οὐκ ἄν τις ἕλοιτο.

ἀγανακτῶν: τίθεται παρὰ Πλάτωνι καὶ ἐπὶ τῶν λυπουμένων.

ἀγανακτῶ σου:

ἀγανακτικὸν καὶ ἀγανακτητέον· τὸ μὲν ἐν Πολιτείᾳ, τὸ δὲ ἐν Ἐπιστολαῖς ὁ Πλάτων ἔφη.

ἀγανάκτησις: ἐπὶ τύχης. Θουκυδίδης βʹ «οὔτε τῷ πολέμῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει».

ἄγαν ἐγκεῖσθαι τῷδε: οἷον ἐναντιοῦσθαι καὶ ἀποτείνεσθαι. Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν «οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα, οὐχ ἁπάντων εἶναι ἡμῖν αἰτίους τῶν πραγμάτων».

ἀγαλματοποιΐα: ἀγαλματοποϊία καὶ ἀγαλματουργία ἐρεῖς καὶ ἀγαλματοποιός. ἀγαλματοποιὸν δέ φασι καλεῖσθαι τὸν εἰκόνας θεῶν μᾶλλον ἐργαζόμενον, ἀνδριαντοποιὸν δὲ τὸν ἀνθρώπων. Πλάτων δὲ ὁ φιλόσοφος ἐν τῷ Πρωταγόρᾳ ἀγαλματοποιοὺς καλεῖ Φειδίαν τε καὶ Πολύκλητον. σὺ δὲ πάντας δημιουργοὺς ὁμοίως καλῶν οὐκ ἂν σφαλείης.

ἄγανον: τὸ κατεαγός. ἡ πρώτη ὀξεῖα. καὶ τοῦτο τραγικώτερον τὸ ὄνομα.

ἀγανόν: καλόν, ἡδύ. Ἀριστοφάνης Λυσιστράτῃ «ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι καὶ ἀγανώτερον βλέπειν». Κρατῖνος Χείρωσιν «μακάριος ἦν ὁ πρὸ τοῦ βίου βροτοῖσιν πρὸς τὰ νῦν, ὃν εἶχον ἄνδρες ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ βροτῶν περισσοκαλλεῖς.»

ἄγαμαι: ἄγαμαι τούτου, ἄγαμαι κεραμέως. Εὔπολις καὶ Ἀριστοφάνης.

ἄγαν τείνειν: ἀντιτείνειν καὶ ἀντιπράττειν καὶ μὴ εἴκειν κατὰ μηδένα τρόπον, αὐθαδιζόμενον. συγγραφικὴ ἡ φωνή.

ἀγαστά: ἀγαστά καὶ ἀγαστός ἐρεῖς καὶ ἐπιρρηματικῶς ἀγαστῶς, ὡς Ξενοφῶν.

ἀγάζεις: ἀντὶ τοῦ θρασύνεις. Σοφοκλῆς.

ἀγάμητος: ἀντὶ τοῦ ἄγαμος. Σοφοκλῆς.

ἀγαί: οἱ τραγικοὶ τὰς τρώσεις οὕτως ἐκάλουν καὶ τὰ τραύματα. καὶ γὰρ τὸ τραῦμα οἷον κάταγμα γίνεται.

ἀγαπητός: ἀγαπητὸς παῖς ἐρεῖς καὶ ἀγαπητὸς πατήρ. καὶ ἀγαπητὸς δεσπότης. καὶ ἀγαπητὸν δὲ τέκνον ἀντὶ τοῦ μόνον, καὶ ἐπὶ κόρης ἀγαπητή.

ἀγενὲς καὶ στενὸν φθέγμα: ἐπὶ τῶν ἀφώνων καὶ μικρὰν καὶ ἀηδῆ φωνὴν ἐχόντων.

ἀγέρωχος: γαῦρος, σεμνός, θρασύς, ὑπερόπτης.

ἀγεωργίου δικάζεσθαι:

ἀγέλαστος: ὁ πρὸς γέλωτα οὐκ ἐπιτήδειος. καὶ ὁ στυγνός. ἔστι δὲ καὶ πέτρα Ἀθήνησιν οὕτω λεγομένη. Αἰσχύλος δέ φησιν καὶ φρὴν ἀγέλαστος. οὐκοῦν οὐκ ἐκώλυσε λέγειν καὶ νοῦς ἀγέλαστος καὶ διάνοια ἀγέλαστος. καὶ τὰ ὅμοια.

ἀγέλας πόνων: Εὐριπίδης εἶπεν, ἀνδρῶν δὲ ἀγέλας Πλάτων. ἀγέλαστα δὲ πρόσωπα Αἰσχύλος.

ἀγελαιοκομική: Πλάτων ἐχρήσατο.

ἀγεννὲς καὶ στενὸν φθέγμα:

ἄγριος ἔλαιος: ἣν οἱ πολλοὶ ἀγριέλαιον καλοῦσιν. ἔστι παρὰ Πινδάρῳ ἐν Ὕμνοις.

ἀγροβόας ἀνήρ:

ἀγρευτικὴ στολή: ἀστεία ἡ λέξις καὶ ἡδεῖα.

ἄγρυκτα καὶ ἄλεκτα πέπονθα: τὸ μὲν ἄγρυκτα ἐστὶν ὥστε μηδὲ γρύξαι διὰ τὴν ὑπερβολὴν τῶν κακῶν. γρύξαι δέ ἐστιν τὸ βραχύτατον φθέγξασθαι, ὃ καὶ ἄναρθρόν ἐστιν, μυγμῷ ἢ στεναγμῷ παραπλήσιον. κέχρηται δὲ αὐτῷ καινότατα Φερεκράτης «τί δʼ ἔπαθες; ἄγρυκτα καὶ ἄλεκτα, ἀλλὰ βούλομαι μόνῃ αὐτὴ φράσαι σοι».

ἄγχασκε: ἀντὶ τοῦ ἀνάχασκε. οὕτω Φερεκράτης.

ἄγχαζε: ἀντὶ τοῦ ἀναχώρει. οὕτως Σοφοκλῆς. χάζω γὰρ καὶ ἀναχάζω.

ἄγχιμος: ἀντὶ τοῦ πλησία. Εὐριπίδης. «ἀλλʼ ἄγχιμος γὰρ ἥδε φοιβία γυνή».

ἀγωγεύς:

ἀγαθὸς φαγεῖν: σημαίνει τὸν ἐσθίοντα πολλά.

ἀγκράτος ἐλαύνω: εἶπε Ξενοφῶν κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνὰ κράτος. σὺ δὲ ἄμεινον ποιήσεις μὴ χρώμενος τῇ λέξει.

ἀγοραῖος νοῦς: ὁ πάνυ εὐτελὴς καὶ συρφετώδης καὶ οὐκ ἀπόρρητος οὐδὲ πεφροντισμένος. οἱ γὰρ ἀγοραῖοι ἄνθρωποι ἀμαθεῖς καὶ ἀπαίδευτοί εἰσιν. οὕτως Ὑπερείδης.

ἀγορᾶς ὥραν: «ἕωθεν ἦκεν πρὶν ἀγορὰν πεπληθέναι». Φερεκράτης καὶ ἐν Αὐτομόλοις «πίνειν ἀεὶ καὶ μεθύειν, πρὶν ἀγορὰν πεπληθέναι».

ἄγουσιν ἑορτὴν οἱ κλέπται: χαριεστάτη ἡ σύνταξις καὶ ἱκανῶς πεπαισμένη κατὰ τὴν κωμῳδίαν. σημαίνει δὲ τοὺς ἀδεῶς κλέπτοντας. οὕτως Κρατῖνος

ἄγροικος ἀσκιατρόφητος: οἷον ἐργάτης ἄφρων, δύσκολος.

ἀδιάλλακτον ἐχθρόν: Δημοσθένης, ἀδιάπαυστον Ξενοφῶν.

ἀδικομάχους ἵππους: Ξενοφῶν τοὺς δυσπειθεῖς λέγει, καὶ δίκαιον ἅρμα τὸ εὐπειθές.

ἄδοξα: τὰ παράδοξα, ἃ οὐκ ἄν τις δοξάσειεν.

ἀδόξαστον: ἀνέλπιστον. Σοφοκλῆς.

ἄδουλος βίος:

ἄδορπος: ὁ δόρπου καὶ δείπνου μὴ μετασχών.

ἀδοξοῦνται πρὸς τῶν πόλεων: ἀντὶ τοῦ ἐν ἀδοξίᾳ εἰσὶ παρὰ ταῖς πόλεσιν. Ξενοφῶν ἐσχημάτισεν ἐν Οἰκονομικῷ. «καὶ γὰρ οἵ γε βάναυσοι καλούμενοι ἐπίρρητοί τέ εἰσι καὶ εἰκότως ἀδοξοῦνται πρὸς τῶν πόλεων».

ἀδράφαξυς: τὸ λάχανον, ὅπερ οἱ πολλοὶ ἀνδράφαξυν καλοῦσιν. Κοριαννοῖ Φερεκράτης. «ἀδράφαξυν ἕψουσα εἶτα ὀκλὰξ καθημένη».

ἁδρῦναι:

ἀδρύφακτον: ἄπονον καὶ ἀταλαίπωρον.

ἀδυναμία: ἐρεῖς ὡς Δημοσθένης καὶ ἀδυνασία ὡς Ἀντιφῶν καὶ Θουκυδίδης. καὶ ἀδυνατία, ὡς Δεινόλοχος.

ἀδώρητος: ἐρεῖς ὡς Εὐριπίδης «οὐδʼ ἀδώρητος φίλων ἔσται πρὸς ἀνδρῶν». καὶ Θουκυδίδης «χρημάτων τε ἀφανῶς ἀδώρητος γενόμενος». Πλάτων μέντοι γε ἐν Συμποσίῳ ἄδωρος εἶπεν. καὶ γάρ φησιν «ἄδωρος δυσμενείας» ἀντὶ τοῦ μὴ διδοὺς δυσμένειαν. ἐρεῖς δὲ καὶ ἀδωροδόκητος, ὡς Δημοσθένης, ἀλλὰ καὶ ἀδωροδοκήτως ὡς ὁ αὐτός.

ἄδωρος χάρις:

ἀεὶ: ἀντὶ τοῦ ἕως καὶ ἀντὶ τοῦ μέχρι. κοινότερον μὲν ἐπὶ τοῦ κατὰ πάντα χρόνον καὶ ἐν παντὶ καιρῷ, ἔστι δὲ ὅπου καὶ ἀντὶ τοῦ ἕως καὶ μέχρι. Πλάτων ἐν Συμποσίῳ «ἐπειδὴ δεδειπνήκαμεν, διελεγόμην ἀεὶ πόρρω τῶν νυκτῶν», καὶ ἐν ἄλλοις πολλοῖς. καὶ Εὐριπίδης ἐν Μηδείᾳ «ἄπαις γὰρ δεῦρο ἀεὶ τείνεις βίον». καὶ ἄλλοι πολλοί.

ἀείνως γλῶττα καὶ ἀείνως φωνή καὶ ὀργή καὶ ἐπιθυμία καὶ ἐπὶ τῶν ὁμοίων, χρῶ. Κρατῖνος «γλῶτταν δέ σοι δίδωσιν ἐν δήμῳ φορεῖν καλῶν λόγων ἀείνων, ᾗ πάντα νικήσεις λέγων». ἐρεῖς δὲ καὶ τὸ ἀείνως ποταμὸς καὶ ἀείνως κρήνη διὰ τὸ ἐγκεῖσθαι τῇ λέξει τὸ νάειν, ὅπερ ἐστὶν ῥεῖν. ἴδιον δὲ ὕδατος τὸ ῥεῖν. τὸ δὲ γλῶττα ἀείνως πάνυ καινὸν καὶ ἐναργῶς εἴρηται ἐπὶ τῆς δεινῆς εἰπεῖν.

ἀείζων:

ἀείζων πένθος: ἐρεῖς ὡς Σοφοκλῆς, καὶ ἀείζωον ἕλκος.

ἄειλα: τὰ πολύσκια χωρία κατὰ στέρησιν τῆς ἕλης. οὕτως Αἰσχύλος.

ἀείνων: τὸ ἀένναον. Ἀριστοφάνης τρισυλλάβως Βατράχοις. καὶ ἄλλοι πολλοί.

ἀελλάδες ἵπποι: αἱ ταχεῖαι. καὶ τοῦτο τραγικόν.

ἀζύμου κράσεως: ἀντὶ τοῦ τῆς γλίσχρας. καὶ τὸ ἄζυμον ἐν Τιμαίῳ «τὴν δὲ δὴ τῶν νεύρων φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμφοῖν». λέγεται γὰρ κρέα γλίσχρα τὰ ἄσαρκα καὶ δερματώδη. τινὲς δὲ γλίσχρον τὸ ἐπίπονον καὶ ταλαίπωρον. Πολιτείας γʹ.

ἀθήρη:

ἄθηρος ἡμέρα:

ἀθάρη:

ἀθυρόγλωσσος: Εὐριπίδης Ὀρέστῃ «ἀνήρ τις ἀθυρόγλωσσος». εἴρηται δὲ ἢ παρὰ τὸ θύραν μὴ ἐπικεῖσθαι τῇ γλώττῃ, ἢ παρὰ τὸ ἀθύρειν, ὅπερ ἐστὶν ἀδιακρίτως ὁμιλεῖν. σημαίνει δὲ τὸν ἀθυρόστομον, τὸν μὴ κατέχοντα τὸ στόμα.

Ἀθῆναι πατρίς μού ἐστι χρυσάμπυκες: Πλάτων ὁ κωμικὸς ἔφη.

ἀθυμεῖν: ἐπὶ τοῦ τῇ ψυχῇ καταπεπτωκέναι. πολύ ἐστιν ἐν τῇ τραγῳδία. οὕτως Αἰσχύλος.

ἀθυμία: Ἡρόδοτος ἐν τῷ αʹ αὐτοῦ λόγῳ τὴν ἀψυχίαν λέγει.

ἄθετος Ἐρινύς: σκληρά, ἣν οὐχ οἷόν τε ἐξιάσασθαι.

ἀθρεῖν: τὸ περισκοπεῖν καὶ μετʼ ἐπιτάσεως ὁρᾶν. παραδειγμάτων δὲ πάντα μεστά.

αἰγιάζειν: ἀντὶ τοῦ περὶ αἰγῶν λαλεῖν. Εὔπολις «σὺ δʼ αἰγιάζεις ἐνθαδὶ καθήμενος».

αἰγίθαλλος: ὄρνεον κωλυτικὸν πράξεως. Ἀλκαῖος Γανυμήδῃ «ἔοικεν αἰγίθαλλος διακωλύειν τὸ πρᾶγμα». τῷ δὲ τόνῳ ὡς ἀρύβαλλος.

ᾄδεις ἔχων: ἴσον τῷ μάτην λέγεις καὶ ληρεῖς.

Ἅιδῃ τεκεῖν τέκνα: Εὐριπίδης Πολυίδῳ: «ὦ δύστηνοι καὶ πολύμοχθοι ματέρες Ἅιδῃ τέκνα τίκτουσαι».

αἰδώς: παρʼ Ὁμήρῳ πολλάκις, σπάνιον δὲ παρὰ τοῖς ἄλλοις.

αἶρε: πρόσφερε. αἴρειν γὰρ καὶ τὸ προσφέρειν δηλοῖ καὶ τὸ παρατιθέναι, οἷον «αἶρʼ, αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ». Ἀριστοφάνης Εἰρήνῃ. καὶ μετὰ τῆς προθέσεως Φερεκράτης Πετάλῃ «πρόσαιρε τὸ κανοῦν· εἰ δὲ βούλει, πρόσφερε». ἐτίθεσαν δὲ τὴν λέξιν καὶ ὡς ἡμεῖς ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν. Μένανδρος Κεκρυφάλῳ «εἶτʼ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε· μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει». καὶ Συναριστώσαις «ἂν ἔτι πιεῖν μοι δῷ τις. ἀλλʼ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρασα ἀφʼ ἡμῶν».

αἰώρα: ἡ μετέωρος κίνησις. ἀγχόνη, ὕψος, ἔπαρσις.

ἀκολουθοῦντε: ἀντὶ τοῦ ἀκολουθοῦσαι δυϊκῶς. οὕτως Ἕρμιππος. καὶ γὰρ κέχρηνται ταῖς ἀρσενικαῖς μετοχαῖς ἀντὶ θηλυκῶν πολλάκις.

ἀκολουθεῖν μετʼ αὐτοῦ: οὕτω συντάσσουσιν οἱ Ἀττικοὶ ἀντὶ τοῦ ἀκολουθεῖν αὐτῷ. καὶ γὰρ Λυσίας οὕτω κέχρηται καὶ Πλάτων. ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Πλούτῳ «ἕπου» φησὶ «μετʼ ἐμοῦ, παιδάριον». καὶ Μένανδρος «νίκη μεθʼ ἡμῶν εὐμενὴς ἕποιτʼ ἀεί». κἀν τῇ Παρακαταθήκῃ «συνακολούθει μεθʼ ἡμῶν» φησίν.

ἀκόλαστον καὶ ὑβριστὸν πρᾶγμα. Ἀττικῶς συντέθειται, δίττην δʼ ἔχει τὴν θεωρίαν, μίαν μὲν, ὅτι ἐχρήσατο τῷ ὑβριστὸν ἀντὶ τοῦ ὑβριστικόν, ὅμοιον ὂν τῷ τύπῳ τοῖς τοιοῖσδε τῶν ὑπερθετικῶν βέλτιστον, κάλλιστον, κράτιστον καὶ τοῖς ὁμοίοις. ἑτέραν δὲ διότι συμπέπλεκται τὸ ὑβριστὸν τῷ ἀκολάστῳ. Πλάτων δʼ ἐχρήσατο ἐν Πεισάνδρῳ λέγων «γυνὴ γάρ, ἢν μὲν αὐτὴν κολάζῃς ἀεί, κράτιστόν ἐστι κτημάτων πάντων. ἐὰν δʼ ἀνῇς, ὑβριστὸν χρῆμα κἀκόλαστον». Φερεκράτης δὲ τῷ κόβαλον συμπλέξας τὸ ὑβριστὸν εἶπεν «ὑβριστὸν ἔργον καὶ κόβαλον εἰργάσω». συγγραφικαὶ δὲ αἱ συνθῆκαι.

ἀκολαστανεῖτε: Ἀριστοφάνης εἶπεν ὁμοίως τῷ σημανεῖτε. Πλάτων δὲ ἐν ἕκτῳ Πολιτείας ἀκολασταίνειν ἔφη.

ἀκνίσωτος οἶκος: ὁ ἄνευ πυρὸς καὶ κνίσης. οὕτως Αἰσχύλος.

ἄκομψον καὶ φαῦλον:

ἀκοσμήτως: ἀντὶ τοῦ ἀτάκτως. Πλάτων ἐν Νόμων ἕκτῳ «τὸ περὶ τὰς γυναῖκας ἀκοσμήτως περιορώμενον».

ἀκοσμεῖν:

ἀκοσμία: Εὐριπίδης «τίς ποτʼ ἐν θύραισι θόρυβος καὶ λόγων ἀκοσμία;»

ἄκος περίαπτον.

ἀκρατὴς γάμων:

ἀκρατὴς χειρός:

ἀκρατῆ γίνεσθαι τοῦδε: οἷον μὴ κατακρατεῖν διὰ τὸ πλῆθος τῶν ἐπιρρεόντων πραγμάτων ἢ λόγων.

ἄκρατος: κατὰ τὸ ἐναντίον τὸ πολύκρατος.

ἀκρατίσασθαι:

ἀκούοντα ἄριστα: ἀντὶ τοῦ εὐφημούμενος. Ἡρόδοτος καὶ Εὔπολις.

ἀκούων διατεθρύληται: τοῦτο προστιθέντες ἐνίοτε καὶ τὰ ὦτα χρῶνται.

ἄκουε τὰς ἐμὰς ἐπιστολάς: ἀντὶ τοῦ τῶν ἐμῶν ἐπιστολῶν. οὕτως Αἰσχύλος.

ἄκουε, σίγα: Κρατῖνος «ἄκουε, σίγα, πρόσεχε τὸν νοῦν, δεῦρʼ ὅρα». καὶ Σοφοκλῆς. «ἄκουε, σίγα. τίς ποτʼ ἐν δόμοις βοή;».

ἀκουσέτην: Σοφοκλῆς ἔφη. ἀκούσεσθε δὲ Ἀριστοφάνης.

ἄκουσμα: οὐκ ἀκρόαμά φασί τινες λέγειν τοὺς Ἀττικούς. διαμαρτάνουσι δέ. καὶ γὰρ πλεονάζουσι μὲν ἐν ταύτῃ τῇ φωνῇ, χρῶνται δὲ ὅμως καὶ τῷ ἀκροάματι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος «βαρύτερον τῶν ἔργων, ὧν πεπόνθαμεν, τὸ ἀκρόαμα γίνεται». καὶ Ξενοφῶν δέ, χρώμενος τῷ ἀκούσματι, οὐδὲν ἧττον καὶ τῷ ἀκροάματι κέχρηται ἀλλαχοῦ τε λέγων καὶ ἐν τῷ Συμποσίῳ τὸν Σωκράτην εἰσάγων λέγοντα «νὴ Δία, ὦ Καλλία, τελέως ἡμᾶς ἑστιᾷς· οὐ γὰρ μόνον τὸ δεῖπνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ θεάματα καὶ ἀκροάματα ἥδιστα παρέχεις». Δίφιλος δὲ ἐκ παραλλήλου τέθεικε τὰς λέξεις «μόνος γὰρ ἦν λέγων ἄκουσμα καὶ ἀκρόαμα».

ἀκούεις ἃ λέγει σε: οὕτως Φερεκράτης ἔφη, λέγων «ὦ Ζεῦ πολυτίμητʼ, ἆρα ἀκούεις, ἅ σε λέγει ὁ πανοῦργος υἱός;»

ἀκουσίμη:

ἀκουστά:

ἀκούσας ἥκειν: οὐχ ἥκοντα. Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν ἔφη καὶ Μένανδρος δὲ καὶ ἄλλοι πολλοί.

ἀκταινῶσαι:

ἀκύκλιος: ὁ ἀπαίδευτος παρὰ Πλάτωνι.

ἀκύμων:

ἄκυλος:

ἀκερδὴς χάρις: ἡ μὴ δεόντως διδομένη.

ἄκρα νύξ: οἷον ἀρχὴ νυκτός. Σοφοκλῆς.

ἄκρον φρονεῖν, ἄκρον δρᾶν: οἷον ἐξέχων ἐν τῷ φρονεῖν καὶ πράττειν. οὕτως Σοφοκλῆς.

ἁλίπαστα:

ἁλῖσαι: κυλῖσαι τὸν ἵππον.

ἀλινδῆθραι: κυλίστραι.

Ἁλμυρίδες: τόπος τις περὶ τὰς ἐσχατιὰς τῆς Ἀττικῆς. Ἀριστοφάνης Γήρᾳ «ἔδει δέ γʼ ἐκβληθεῖσαν εἰς Ἁλμυρίδας τῇ θυγατρὶ τῇδε μὴ παρέχειν σε πράγματα»

ἁλμυρόν: τὰ πολλὰ ἐκτεταμένως. λέγουσι δὲ καὶ ἁλυκόν. Ἀριστοφάνης Λυσιστράτῃ «νὴ τὸν Ποσειδῶ τὸν ἁλυκόν, δίκαιά γε».

ἅλις τοῦδε:

ἁλίσπαρτον: κυρίως τὸ ἁλὶ κατεσπαρμένον χωρίον. καὶ τὸ ἄλευρον δὲ οὕτως λέγεται. οἱ δὲ ἰδιῶται συνήθως ἐπὶ τοῦ ἀχρήστου γεγονότος χρῶνται τῇ φωνῇ.

ἁλιῶς: ἀντὶ τοῦ ἁλιέως. Φερεκράτης.

ἀλκάθω καὶ ἀλκάθειν: Σοφοκλῆς καὶ Αἰσχύλος. σημαίνει δὲ τὸ βοηθεῖν.

ἀλεαίνοιμι:

ἀλετρίβανον: ὁ αὐτός.

ἀλετρίβανον: ἀντὶ τοῦ δοίδυκα. Ἀριστοφάνης Εἰρήνῃ τρὶς κέχρηται τῇ λέξει.

ἁλιεύεσθαι: τὸ ἁλιεύειν. λέγουσι δὲ καὶ ὡς ἡμεῖς.

ἅλις ἀφύης μοι, παρατέταμαι γὰρ ἐσθίων: Ἀριστοφάνης Ταγηνισταῖς.

ἀλλήλων: ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης. καὶ Θουκυδίδης «καὶ πού τινες ἀλλήλων ἐγεύσαντο» ἀντὶ τοῦ ἑαυτῶν.

ἀλλοτριόγνωμος: σημαίνει ὁ τὰ ἀλλότρια ἐν γνώμῃ ἔχων, καὶ μὴ τὰ ἑαυτοῦ.

ἄλυπον ἄνθος ἀνίας: εἰ θέλοις εἰπεῖν ἐπί τινος πράγματος, ὃ λύπης ἀπαλλάττει, οὕτως ἂν χρήσαιο, ὡς καὶ Σοφοκλῆς ἐν τῷ Διονυσιακῷ τῷ σατυρικῷ ἐπὶ οἴνου πρῶτον γευσαμένων τῶν κατὰ τὸν χόρον σατύρων. «πόθεν ποτὲ ἄλυπον ὧδε εὗρον ἄνθος ἀνίας;» ὅλον δὲ τὸ μελύδριον πολιτικὸν ἄγαν γέγονε. μετὰ γὰρ τῆς ἄλλης ἐναργείας λελυμένην ἔχει τὴν ἑρμηνείαν καὶ μεθύουσιν ἁρμόττουσαν. δεῖ δὲ τὰς λύσεις τῆς ἑρμηνείας ἁρμόττειν τοῖς νοήμασι καὶ μὴ σφίγγειν, καὶ μηδαμοῦ σύνδεσμον παρατιθέναι, ἀλλʼ ἀκήρατον τὴν λύσιν φυλάττειν.

ἁλμάδες: κολυμβάδες ἐλαῖαι.

ἀμαθίας ὕψος: λαμπρὰ καὶ συγγραφικὴ ἡ φράσις. Πλάτων ἐχρήσατο ἐν Ἐπιστολαῖς.

ἀμαθία: ἀντὶ τοῦ ἀναισθησία. Πλάτων.

ἀμαθής: ἀντὶ τοῦ ἀπαίδευτος καὶ ἀκόσμητος. ὁ αὐτός. τάττεται δὲ καὶ ἐπὶ τοῦ δυσμαθοῦς καὶ ἐπὶ τοῦ μὴ μαθόντος, φύσει δὲ ἐπισταμένου.

ἄμαχον κακόν:

ἄμαχον πνῖγος: τὸ ὑπερβάλλον κατὰ τὴν ἰσχύν, ὡς μηδὲ μαχέσασθαι πρὸς αὐτό. οὕτω Κρατῖνος. ἐρεῖς δὲ καὶ ἄμαχον πρᾶγμα καὶ ἄμαχος χειμών.

ἀμπρεύειν: ὡς ἡμεῖς τὸ πολλοῖς ζεύγεσιν ἓν μέρος ἕλκειν. Ἀριστοφάνης Λυσιστράτῃ «ἀλλʼ αὐτὸ γάρ μοι τῆς ὁδοῦ λοιπόν ἐστι χωρίον τὸ πρὸς πόλιν, τὸ σιμόν, οἷ σπουδὴν ἔχω· χὤ πως ποτʼ ἐξαμπρεύσομεν τοῦτʼ ἄνευ κανθηλίου».

ἀμπρευτής: χρήσιμος ἡ φωνή. Σοφοκλῆς «ὥσπερ ἀμπρευτὴς ὄνος». ἀεὶ μαστιγούμενος.

ἀμπρεύοντι: Εὐριπίδης Πρωτεσιλάῳ «ἕπου δὲ μοῦνον ἀμπρεύοντί μοι» ἀντὶ τοῦ προηγουμένῳ καὶ ὁδηγοῦντί σε καὶ οἷον ἕλκοντι.

ἀμέλει: Ἀττικὴ δὲ ἡ φράσις. ἀντὶ τοῦ μὴ σὺ ἀθύμει

ἀμηχάνητοι: ἀντὶ τοῦ πολλοὶ Ξενοφῶν.

ἀμπελουργός καὶ ἀμπελουργεῖν: Ἀριστοφάνης.

ἀμυντής καὶ ἀλκηστής: τραγικὰ καὶ σκληρὰ τὰ ὀνόματα.

ἀναβασμοί: διὰ τοῦ σ λεκτέον καὶ οὐ διὰ τοῦ θ. ἀμαθῶν γὰρ τὸ οὕτως λέγειν, δέον ἀναβασμοὶ καὶ βασμοί. τὰ γὰρ διὰ τοῦ θ ὀνόματα Ἰάδος μᾶλλον, μηνιθμός, κηληθμός. καὶ ἄλλος οὐδεὶς ἂν εὑρεθείη ποιητὴς ἢ ῥήτωρ ἢ ἱστοριογράφος. ῥητέον οὖν μόνως διὰ τοῦ σ, ὡς Ἀριστοφάνης «ἐκ τῶν ἀναβασμῶν ἀπιᾶσιν».

ἀναβεβάμενοι: ἀναβάτην ἔχοντες. οὕτως Ξενοφῶν.

ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωπος: ἐπὶ τῶν ἀπηρυθριακότων καὶ μηδεμίαν μεταβολὴν τρόπου ποιουμένων.

ἀνακαλλύνειν:

ἀνάκειται σκώμμασιν, ἀνάκειται λοιδορίαις, ἀνάκειται πόρνοις, κύβοις, συμποσίοις: σημαίνει δὲ τὸ οἷον πρόσκειται ἰσχυρῶς.

ἀνακαλπάζει: τινὲς μὲν ὡς οὐ δόκιμον ἐφυλάξαντο τὴν φωνήν, Αἰσχύλος δὲ ἐχρήσατο Μυσοῖς ὡς δόκιμον λέγει γάρ· «εἶδον καλπάζοντας ἐν αἰχμαῖς». ὁμοίως Σοφοκλῆς, Ἀριστοφάνης καὶ Πλάτων καὶ ἕτεροι.

ἀνεβόησεν οὐράνιον ὅσον:

ἀνεμεστώθη:

ἀνέλκειν τὰς ὀφρῦς: μέγα φρονεῖν καὶ ὑπερήφανον

ἀνεγείρει καὶ ῥιπίζει τὸν ὄχλον, ἢ τὴν πόλιν: ἐναργὴς ἡ συμπλοκὴ τοῦ λόγου καὶ σημαίνει τὸ ἐρεθίζει καὶ ἀνακινεῖ. τὸ μέντοι ῥιπίζει ἀπὸ τῆς τοῦ πυρὸς ῥιπίσεως εἴρηται.

ἄνεμος καὶ ὄλεθρος ἄνθρωπος:

ἄνθρωπος πρόδοξος:

ἄνθρωπος λυπησιλόγος:

ἄνθρωπος Εὔριπος, τύχη Εὔριπος, διάνοια Εὔριπος: ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων καὶ ἀσταθμήτων ἀνθρώπων.

ἄνθρωπος ἀποφράς:

ἄνθρωπος ἐξ ὁδοῦ:

ἄνθρωπος φιλοπραγματίας:

ἄνθρωπος οὐ σεμνός: ἀντὶ τοῦ ὁ ἐπιτυχὼν καὶ εὐτελής. καινῶς πάνυ εἴρηται παρὰ Ἀριστοφάνει.

ἀνθρωποειδὲς θηρίον:

ἀνθρωπικὴ παρασκευή: Φρύνιχος. ἐρεῖς δὲ καὶ φωνὴ καὶ διάνοια καὶ δίαιτα καὶ εἴ τι ἄλλο τοιοῦτον.

ἀνθρωπικὸς μῦθος:

ἀνθρωπάριον: Εὔπολις. «οὐκ ἐς κόρακας, ἀνθρωπάριον, ἀποφθείρῃ;»

ἀνθρώπειον σῶμα: Κάνθαρος. καὶ ἀνθρωπεία φύσις Θουκυδίδης.

ἀνόητα, εἰ τοῦτο ἐπιτάξεις:

ἀνοητίαν: τὴν ἄνοιαν. Ἀριστοφάνης. ἀνοηταίνειν δὲ Ἀμειψίας.

ἄνοις: ἀντὶ τοῦ ἀνύοις. Φρύνιχος.

ἄνοντος: ἀνύοντος.

ἄνοργοι:

ἀνοίσω:

ἀνταποπαίζειν:

ἀνταυγὲς κάλλος:

ἀναβλυσθωνῆσαι: τὸ ἀναβλῦσαι. Εὔπολις Δήμοις. πάντα τὰ τοιαῦτα οἱ κωμικοὶ ποιοῦσι παίζοντες.

ἀνάθημα: καὶ πάντα τὰ τοιαῦτα διὰ τοῦ η Ἀττικοί.

ἀναπηρόβιος ἐν ὀργῇ: Φρύνιχος «ἐν χαλεπαῖς ὀργαῖς ἀναπηροβίων τριγερόντων».

ἀναπτηροῖ φόβος, ἢ λόγος, ἢ ἔπαινος, ἢ λοιδορία: Σοφοκλῆς Κρεούσῃ· «τί δʼ ὦ γέραιε; τίς σʼ ἀναπτηροῖ φόβος;»

ἀνασεμνύνειν: ἔστι μὲν καὶ τὸ ἀποσεμνύνειν πολιτικόν, ἀλλὰ τὸ ἀνασεμνύνειν πολιτικώτερον καὶ ὑψηλότερον.

ἀνδρεῖος πρὸς δωροδοκίαν: ὁ Ῥήτωρ. «πρὸς μὲν τὴν τῶν πραγμάτων κίνησιν, ὡς ἔοικε, δειλὸς τυγχάνεις, πρὸς δὲ τὴν δωροδοκίαν ἀνδρεῖος».

ἀνδριστὶ μιμεῖσθαι φωνήν: ὡς ἀνήρ. Κράτης Λαμίᾳ.

ἀνδρηλατεῖν: ἄνδρας ἐλαύνειν, καὶ ἀνδρηλατεῖσθαι ἐλαύνεσθαι. καὶ πολλὴ τῆς τοιαύτης φωνῆς παρὰ τοῖς ἀρχαίοις ἡ χρῆσις.

ἀνδροκάπραινα: Φερεκράτης «ἀνδροκάπραινα καὶ μεθύση καὶ φαρμακίς».

ἀνελεύθερος: ὁ μικρολόγος. ἢ ὁ ἐκτὸς τῆς ἀληθείας ποιῶν τι.

ἀνεξέλεγκτος: ἀβασάνιστος, ἀγύμναστος, ἀδόκιμος.

ἀνεπιεικές: οὐκ ἐπιεικές, ἀλλὰ κακόν. Ἀριστοφάνης καὶ Αἰσχίνης.

ἀνερρίπιζεν: ἀνεκίνει, ἐτάρασσεν, ἀνήγειρεν.

ἀνθηρὸς ποιητής, ἢ κιθαρῳδός, ἢ ᾠδός ἐρεῖς, ὡς Εὐριπίδης ἐπὶ Ὀρφέως.

ἀνθίσασθαι μουσικῆς καὶ ἠνθισμένοι μουσικῆς: οἷον ἠθροικότες τὰ ἄνθη τῆς μουσικῆς.

ἀνέσχεν: ὡς λέγομεν, ὁπότε ὁ ὑετὸς παύεται. Ξενοφῶν. σημαίνει δὲ καὶ ἄνω ἔσχεν, ἐπῆρεν, ὕψωσεν.

ἀντιδοίην κἂν ἐμαυτὸν τῷδε πράξας εὐθέτως: Ἀττικὴ ἡ συμπλοκή. καὶ γὰρ ἐκεῖνοι δοτικὰς ἀντὶ γενικῶν λαμβάνουσιν, οἷον «φιλίᾳ τοῦτο δρῶσα», ἀντὶ τοῦ ὑπὸ φιλίας.

ἀντίθετον: τὸ σχῆμα τῆς φράσεως, ὡς ἡμεῖς, Ἀριστοφάνης Θεσμοφοριαζούσαις «καὶ κατʼ Ἀγάθωνʼ ἀντίθετον ἐξευρημένον».

ἀντικρύ: σημαίνει τὸ κατʼ ἐναντίας καὶ ἐξ ἐναντίας καὶ κατʼ εὐθύ. σημαίνει καὶ τὸ ταχέως καὶ ὁλοσχερῶς.

ἀντιλογιῶν: Θουκυδίδης τετάρτῳ καὶ ἀντιλογῆσαι Νεφέλαις Ἀριστοφάνης.

ἀντιλογῆσαι: Ἀριστοφάνης Νεφέλαις.

ἄξιος λαβεῖν ὁ μισθός: τοῦτο τῶν εἰς κάλλος ἠσκημένων. σημαίνει δέ τι τοιόνδε· ἄξιός ἐστιν ὁ μισθὸς ὥστε λαμβάνειν αὐτόν. ἔστι δὲ παρὰ Κρατίνῳ. Ὅμηρος δὲ πρῶτος ἐχρήσατο τῷ σχήματι τούτῳ «ῥηΐτεροι γὰρ ..... ἔσεσθε κείνου τεθνηῶτος ἐναίρεμεν». καὶ πάλιν «ἡ δὲ μάλʼ ἀργαλέη περάᾳν. σκόλοπες γὰρ ἐν αὐτῇ». καὶ Εὐριπίδης «γυνὴ γὰρ ὀξύθυμος, ὡς δʼ αὔτως ἀνήρ, ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός». ὁ δὲ νοῦς· ῥᾷον ἄν τις φυλάξαιτο τὸν ὀξύθυμον ἢ τὸν κρύπτοντα διὰ σιγῆς τὴν ὀργήν.

ἄξιος τριχός:

ἄξιος οὐδὲ μόνου: ἀντὶ τοῦ οὐδενός. ἔστι δὲ ἀπὸ τῶν κύβων εἰρημένον. καὶ παροιμία· ἄξιος ὀβελίσκου καὶ ἀπὸ ὀβελίσκου, ἐπὶ τῶν σφόδρα τιμίων. καὶ ἄξιος τοῦ παντός.

ἁπαλὸς εἴσπλους τοῦ λιμένος:

ἁπαλοσώματος: Ἀριστοφάνης. ὁ αὐτὸς ἁπαλύνειν ἀντὶ τοῦ διαχεῖν τὴν ψυχὴν καὶ θηλύνειν.

ἀπαντᾶν καὶ συναντᾶν: λέγουσιν ἑκατέρως.

ἅπανθʼ ὅμοια καὶ Ῥοδῶπις ἡ καλή: σημαίνει δὲ ὅτι ταῖς τύχαις ὁμοίως ὑποπεπτώκασιν οἱ θνητοί.

ἀπανθίζειν: Πωλίων εἴρηκεν. «ἀπανθίζειν ἐπεχείρει τοὺς Φρύγας Ἀχιλλεύς».

ἁπαλοὶ θερμολουσίαις, ἁβροὶ μαλθακευνίαις:

ἀπʼ ἀκροφυσίων λόγους ἐπιδεικνύναι: οἱονεὶ καινοὺς καὶ νεοποιήτους. Ἀριστοφάνης «ῥήματά τε κομψὰ καὶ παίγνιʼ ἐπιδεικνύναι πάντʼ ἀπʼ ἀκροφυσίων κἀπὸ κινναβευμάτων». λέγει γὰρ διὰ μὲν τοῦ ἀπʼ ἀκροφυσίων καινῶς εἰργασμένα καὶ οἷον ἐκ πυρός, διὰ δὲ τοῦ ἀπὸ κινναβευμάτων οἷον καινῶς πεπλασμένα καὶ καινὴν διάθεσιν ἔχοντα. κίνναβος γὰρ τὸ εἴδωλον, πρὸς ὃ οἱ πλάσται καὶ οἱ ζωγράφοι βλέποντες διατίθενται πλάττοντες καὶ γράφοντες. κέχρηνται πολλοί.

ἀπόβλεπτον: ἔνδοξον.

ἀποβαδίζειν: οὐδὲν πλέον τοῦ βαδίζειν δηλοῖ.

ἀποβλεπόμενοι: ἀντὶ τοῦ θαυμάζοντες.

ἀπογνῶναι: οἷον μὴ καταψηφίσασθαι. οὕτως Αἰσχίνης ἐν τῷ περὶ τῆς παραπρεσβείας.

ἁπαξαπλῶς: κατὰ σύνθεσιν προφέρονται τὴν πρώτην βαρύνοντες.

ἁπαξάπαντα: οὐδὲν πλέον σημαίνει τὸ ἅπαξ προσκείμενον.

ἀπαγκωνισάμενος: Ἄρχιππος Ἰχθῦσιν. σεμνῶς πάνυ. ἔλεγον δὲ καὶ ἀγκωνίζειν.

ἁπαλά: οἷον ἐξηλλαγμένα καὶ καινά. Εὐριπίδης καὶ Σοφοκλῆς.

ἀπάντησις: ὡς ἐν τῇ συνηθείᾳ φαμέν, Σοφοκλῆς ... «ἐγὼ δʼ εἰς ἀπάντησίν τινος σπεύδων». ὁ αὐτός.

ἄπαιρε: ὃ οἱ πολλοὶ ἆρον λέγουσιν, καὶ ἀπαίρειν ἀντὶ τοῦ παραγίνεσθαι. Ἀριστοφάνης καὶ ἀπαίροντες μεθιστάμενοι.

ἀπεκάλει: ἀντὶ τοῦ μετεκάλει, μετεπέμπετο. Ξενοφῶν.

ἀπεριλάλητον: ἤ τοι οὐκ εἰδότα λαλεῖν ἢ οἷον οὐκ ἄν τις περιλαλήσαι.

ἀπηλιώτης ὁ ἄνεμος: ἐν τῷ π. καὶ ἀντήλιος καὶ πάντα τὰ ὅμοια ψιλῶς. καὶ ἡ ἑπηλίς ἐστι παρὰ Ποσειδίππῳ.

ἀπιστεῖν: τὸ ἀπειθεῖν. λέγουσι δὲ καὶ ἀπιστίαν τὴν ἀπείθειαν.

ἀπὸ γραμμῆς: οἷον ἀπʼ ἀρχῆς. εἴρηται δὲ ἀπὸ τῆς τῶν δρομέων γραμμῆς, ἣν ἄφεσιν καὶ βαλβῖδα καλοῦσιν.

ἀποστάσιον: ἀποστάσιον καὶ λιποστράτιον καὶ πάντα τὰ τοιαῦτα οὐδετέρως σχηματίζουσιν. Εὔπολις «καὶ γὰρ αἰσχρὸν ἀλογίου τι ὀφλεῖν».

ἀποσυστῆσαι: οὐδὲν πλέον τοῦ συστῆσαι

ἀποψοφεῖν: τὸ πέρδεσθαι εὐσχήμως λέγεται. εὐσχημονέστερον δὲ διαπνεῖν καὶ ἀποπνεῖν.

ἀπροσήγορος ἄνθρωπος: ὃν οὐχ οἷόν τε προσαγορεῦσαι διὰ τρόπου τραχύτητα.

ἀργυρώματα: ἀργυρώματα καὶ χρυσώματα, ὁμοίως ὡς ἡμεῖς.

ἀργυρίδιον: ὡς ἡμεῖς. Εὔπολις Δήμοις «ἐγὼ δὲ συμψήσασα τἀργυρίδιον».

ἀργύριον: καὶ τὸ λεπτὸν νόμισμα καλοῦσιν, ὡς Ἀριστοφάνης Δαναΐσιν.

ἄρρατος:

ἀργυραμοιβός:

ἀρτοπόπον: καὶ Ἀττικοὶ καὶ Ἴωνες τὸν ἀρτοποιόν. ἔστι δὲ τὸ ἀρτοποπεῖν ἐν Μονοτρόπῳ Φρυνίχου.

ἀρτοσιτεῖν: τὸ ἐναντίον τῷ ὀψοφαγεῖν. Πλάτων ἐν Ὑπερβόλῳ κέχρηται τῷ ὀνόματι.

ἀρχαῖος: ἀντὶ τοῦ εὐήθης. Πλάτων. Ἰσοκράτης δὲ ἐν τῷ Πανηγυρικῷ ἀρχαίως λέγειν τὸ ἀρχαιοτρόπως εἰπεῖν, τουτέστι ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι. Δημοσθένης δὲ ἐν τοῖς Φιλιππικοῖς εἰπών «οὕτω δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς» ἀντὶ τοῦ ἁπλῶς ἔλαβεν.

ἀρχῆθεν: οὐκ ἔστι παρὰ τοῖς Ἀττικοῖς, πλὴν παρʼ Αἰσχύλῳ, παρʼ Ἡροδότῳ δὲ ἔστι καὶ τοῖς Ἴωσιν.

ἄσταχυς: ἄσταχυς καὶ ἀσταφὶς καὶ ὅλως τὸ πλεονάζειν τῷ α ἐν ἀρχῇ τῶν τοιούτων ὀνομάτων Ἀττικόν ἐστιν. Ὅμηρος «ἐπὶ τʼ ἠμύει ἀσταχύεσσιν». Κρατῖνος ὁμοίως τῷ ἄνηστις ἀντὶ τοῦ νῆστις πλεονασμῷ τοῦ α κέχρηται λέγων «φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις».

ἀστεῖόν τι καὶ κατερρινημένον εἰπεῖν:

ἄσπουδος ἀνήρ: ὁ μὴ σπουδαῖος οὐδὲ σπουδαρχίδης. Εὔπολις Πόλεσιν «ἄσπουδος δʼ ἀνὴρ σπουδαίου κακίων».

ἀσκήσασα: κοσμήσασα. μετʼ ἐπιμελείας ὑφάνασα.

ἀστραγάλους: οἱ Ἀττικοί. τὸ γὰρ θηλυκὸν Ἰακόν. καὶ παρʼ Ὁμήρῳ τινὲς θηλυκῶς οἷον «νήπιος, οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλαισι χολωθείς». Φερεκράτης Δουλοδιδασκάλῳ «ἀντʼ ἀστραγάλων τοῖς κονδύλοισι παίζετε». Πλάτων Λύσιδι «ἠρτίαζον ἀστραγάλοις παμπόλλοις». λέγουσι δὲ καὶ ἀστρίχους. Ἀντιφάνης Ἐπιδαυρίῳ.

ἀσταφίδα: ἀσταφίδα καὶ ὀσταφίδα οἱ Ἀττικοὶ ἑκατέρως. Νικοφῶν ἐν Χειρογάστορσιν ὀσταφίδα εἴρηκεν.

ἀτηρότατον. Ἀριστοφάνης Σφηξίν. Πλάτων δʼ ἐν Φάωνι ἀτηρίας.

ἄτοπον: ἀντὶ τοῦ ἄλογον, θαυμάσιον, παράδοξον, ξένον, κακόν, μοχθηρόν, καὶ ὃ μὴ ἔχει τόπον. σημαίνει δὲ καὶ τὸ ἀνυπονόητον, οἷον ὃ μὴ ἔστι τοπάσαι. καὶ ἀτόπως τὸ ἀσυνήθως καὶ ἀνεπιφάτως. «ἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶν» φησὶ Φερεκράτης.

ἀτοπίας πλέων πρᾶγμα: ἀντὶ τοῦ θαύματος.

ἄττα: σημαίνει μὲν ἡ φωνὴ τὸ τινά, ὁπότε ψιλοῦται. ἢ καὶ τὸ ὀλίγα ἢ παραπλήσιον. ὁπότε δὲ δασύνεται, τὸ ἅτινα, ὅπερ οἱ Ἴωνες ἅσσα λέγουσιν. σημαίνει δὲ καὶ τὸ ἅπερ ἄν. ἐνίοτε δὲ καὶ ὡς παρέλκον ἐστίν. παραλαμβάνεται δὲ καὶ τὸ πότε καὶ τὸ ὅμοιον καὶ τὸ πηνίκα. Δημοσθένης δὲ ἐν τῷ παραπρεσβείας ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν. τῶν δὲ κωμικῶν τις τὸ ἅττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου.

ἀτταγᾶς: ὄρνις οὕτω καλεῖται ὑπὸ τῶν Ἀττικῶν. Ἀριστοφάνης Σφηξίν «τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων». καὶ αἱ πλάγιοι ἀτταγᾶν. καὶ ἀττάγας πληθυντικῶς.

ἀττικισμός: ἡ πρὸς τοὺς Ἀττικοὺς οἰκειότης καὶ εὔνοια, ὡς Λακωνισμὸς ἡ πρὸς τοὺς Λάκωνας.

ἄτυφον: ἐν Φαίδρῳ τὸ ἀβλαβές, ἐπὶ τὸ τῦφον βλάπτει. καὶ ἐπιτεθυμμένον ὁμοίως. τὸ γὰρ θύψαι ἐπικαῦσαι, καὶ θυμάλωπες οἱ ἀπολελειμμένοι τῆς θύψεως ἄνθρακες οἱ ἡμίκαυστοι.

αὐτοβοᾷς ὅμοιος ὢν τῷδε: Ἀττικῶς πάνυ συμπέπλεκται. σημαίνει δὲ οἷον αὐτὸς ἑαυτῷ μαρτυρεῖς κεκραγὼς ὅμοιος εἶναι τῷδε.

αὐτόκακον ἔοικε τῷδε:

αὑτόν: Σοφοκλῆς: ἀντὶ τοῦ ἐμαυτόν, καὶ Λυσίας ἐν τῷ κατὰ Ἰφικράτους, καὶ πολλοὶ ἄλλοι. σημαίνει δὲ καὶ τὸ μόνος.

αὐτόσσυτον: αὐτοκέλευστον. οὕτω Σοφοκλῆς.

αὐτοτελῶς: σημαίνει μὲν τὸ τελείως. Λυσίας δὲ ἀντὶ τοῦ ὡς ἔτυχεν ἐχρήσατο· «ὡς ἂν τῷ ὑπευθύνου καὶ τοῦτο ἐποιήσαμεν οὐκ αὐτοτελῶς, ἀλλʼ ἀκριβῶς». τοιοῦτόν ἐστι καὶ τὸ παρʼ Ὁμήρῳ αὐτόποκον ἱμάτιον. δηλοῖ γὰρ τὸ ἐξ αὐτοῦ τοῦ πόκου εὐθὺς εἰς κρόκην ἐργασθέν.

αὐλίζεται: τὸ ἐν αὐλῇ διατρίβει καὶ ἰδίως τὸ κοιμᾶται. Εὔπολίς φησιν «ἐγὼ δʼ ἄδειπνος ἑσπέρας ηὐλιζόμην». σημαίνει δὲ καὶ τὸ φυλάττει, παρεμβάλλει.

αὐτόκρατον λόγον: τὸν ἐξ ἑαυτοῦ τὸ τέλος ἐπιφέροντα. οὕτως Αἰσχύλος.

αὐταῖσι διαβολαῖς: Ἀττικὴ ἡ σύνταξις, ὡς εἰ λέγοιμεν αὐτοῖς ὅπλοις τὰ ἅρματα, αὐτοῖς ἵπποις. λείπει ἔθει Ἀττικῷ ἡ σύν πρόθεσις.

αὐτοῖς τοῖς ταλάροις ἐσθίεις τὸν τυρόν: σύντροφον τοῖς Ἀθηναίοις ἄνευ τῆς σύν προθέσεως λέγειν αὐτοῖς τοῖς ὅπλοις, αὐτοῖς τοῖς ταλάροις.

ἀφείλετο: καὶ τὰ ὅμοια διὰ τοῦ ε, ἐφʼ ὧν τὸ πρῶτον πρόσωπον διὰ τοῦ ο, τὸ δὲ δεύτερον διὰ τῆς ου. ὅτε δὲ τὸ πρῶτον διὰ τοῦ α, τότε τὸ δεύτερον διὰ τοῦ ω.

ἀφειλόμην: διὰ τοῦ ο, τὰ δὲ βάρβαρα διὰ τοῦ α, οἷον ἀφειλάμην καὶ ἀφείλατο. ὁμοίως καὶ τὸ ἀφείλω. τὸ δὲ ἀνάλογον ἐπὶ πάντων ἐστὶ τῶν ὁμοίων.

ἀφείκατο: Ἀττικῶς. τὸ δὲ ἀφέωκα Δωρικόν.

ἀφεωκέναι καὶ ἀφεώκαμεν: οἱ Δωριεῖς ἀντὶ τοῦ ἀφεῖναι καὶ καταλιπεῖν.

ἄφθα: καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η λέγουσι τὸ ἐν τῇ γλώσσῃ γενόμενον ἑλκύδριον, ὡς κίχλα κίχλη καὶ πείνα πείνη.

ἀφορμή: ἰδίως παρὰ Ἀττικοῖς ἡ πάροδος λέγεται, ἣν νῦν πολλοὶ πρόχρειαν καὶ ἐνθήκην λέγουσιν. λέγεται δὲ καὶ ἡ αἰτία.

ἄχθομαι αὐτῷ τῷ ῥύπῳ: ἀντὶ τοῦ τῇ ἀνελευθερίᾳ καὶ μικρολογίᾳ. τὸν γὰρ ῥύπον ἐπὶ τῶν γλίσχρων καὶ ἀνελευθέρων ἐτίθεσαν. Ἀριστοφάνης. οὕτω γοῦν ῥυποκονδύλους λέγουσι τοὺς τοιούτους.

ἀχρειογέλως ἄνθρωπος: ὁ ἐπὶ τοῖς ἀχρήστοις καὶ μὴ σπουδαίοις γελῶν καὶ χαίρων.

ἀωρόλειος: ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λειαινόμενος καὶ φαλακριῶν. τὸ αὐτὸ καὶ ὠμογέρων ὁ παρʼ ἡλικίαν γηράσας.

Β

βαλαντιοτόμος: ὁ κλέπτης.

βαρβαρίζει: ἀντὶ τοῦ τὰ τῶν βαρβάρων φρονεῖ. οὕτως Πλάτων.

βούλιμος: ἡ ἐπιτεταμένη λιμός.

Γ

γρύξαι: βραχύτατον φθέγξασθαι.

Δ

δαπανᾶν: οὐ τὸ ἀναλίσκειν ἁπλῶς, ἀλλὰ τὸ λαμπρῶς ζῆν καὶ σπαθᾶν καὶ δαπανᾶν τῇ ἀσωτίᾳ. οὕτω Δημοσθένης. καὶ οἱ ἄλλοι δικανικοὶ οὕτως χρῶνται τῷ ὀνόματι. Θουκυδίδης δὲ «τὴν πόλιν δαπανᾶν», φησίν, ἀντὶ τοῦ εἰς ἀναλώματα μεγάλα ἐμβάλλειν.

διακέκοπται: οἷον ἀδόκιμόν ἐστιν. διέκοπτον γὰρ τὸ ἀδόκιμον νόμισμα οἱ παλαιοί.

δρώντων: ἀντὶ τοῦ δράτωσαν. χρήσθων ἀντὶ τοῦ χρήσθωσαν. Ἀττικὴ δέ ἐστιν ἡ σύνταξις, ὥσπερ ποιούντων ἐκεῖνοι ἀντὶ τοῦ ποιείτωσαν, φρονούντων ἀντὶ τοῦ φρονείτωσαν καὶ νοούντων ἀντὶ τοῦ νοείτωσαν.

Ε

ἐγείρεται τῆς νυκτός: οὕτως οἱ Ἀττικοί.

ἐγκυρῆσαι: ἀντὶ τοῦ ἐντυχεῖν. οὕτω Κρατῖνος Δηλιάσιν.

ἐκζωπυρῆσαι: ἀνάψαι. κυρίως τὸ ἐκ μικροῦ φυσῶντα μεγάλην φλόγα κινῆσαι. ἡ μεταφορὰ ἀπὸ τῶν ἀνθράκων.

ἐκκόψαι: ἀντὶ τοῦ νικῆσαι κύβοις. οὕτως Ἄλεξις Δακτυλίῳ.

ἐμὴν χάριν: συντάσσεται ἀντὶ τοῦ ἐμοῦ χάριν παρὰ Πλάτωνι.

ἐξεπίτηδες καὶ ἐπίτηδες: ἑκατέρως λέγουσιν Ἀττικοί. ἀντὶ τοῦ μάτην, ἐξ ἀνάγκης, ἀργῶς. «οὐκ ἐξεπίτηδες ἡ πόλις ἄρχειν καθίστησιν δικαστάς;».

ἐξεφύσησεν: ἐκίνησεν, ἐτάραξεν. ἀπὸ τοῦ σπινθῆρος δὲ τὸ φυσῆσαι ἔλαβεν Ἀριστοφάνης.

ἐξονυχίζειν: ἐξετάζειν τοῖς ὄνυξιν .... ἢ τὸ ἀκριβολογεῖσθαι.

ἐρρωπίζομεν: σύμμικτα καὶ συμπεφυρμένα ἐποιοῦμεν. ῥῶπος γὰρ ὁ ποικίλος καὶ λεπτὸς φόρτος.

εὔκληρος: εὐεπίτευκτος.

εὔμορφον: παρʼ οὐδενὶ εὗρον, ἀλλʼ εὐπρεπῆ. εὐμορφίαν παρὰ Πλάτωνι ἐν Νόμοις καὶ παρὰ Ξενοφῶντι, σπάνιον δέ.

Η

ἤνεγκα καὶ ἤνεγκον. ἄμφω λέγουσιν. τὸ μὲν ἀπὸ τοῦ ἐνέγκαι, τὸ δὲ ἀπὸ τοῦ ἐνεγκεῖν.

ἠνέγκατο: ἀντὶ τοῦ ἤνεγκεν.

ἠνείχετο καὶ ἠνώχλει καὶ ἠκηκόει καὶ ἠντεβόλει: κοινὸν τῶν Ἀττικῶν ἰδίωμα.

Ι

ἰνᾶσθαι: καθαίρεσθαι, ἐκκενοῦσθαι. καὶ ὑπέρινος ὁ ὑπερκεκαθαρμένος.

Κ

κυνοδέσμη:

κυνοκέφαλλον:

κυνοφθαλμίζεται:

καχυπότοπος: καχύποπτος. τοπάσαι γὰρ τὸ ὑπονοῆσαι.

κεκιβδήλευται: διαβέβληται, κατέγνωσται, ἀποδεδοκίμασται, νενόθευται.

κεκωδωνισμένος: ἐξητασμένος ἀπὸ τῶν τοὺς φύλακας διὰ τοῦ κώδωνος ἐξεταζόντων. καὶ διακωδωνίσαι ἐξετάσαι. Ἀριστοφάνης Λυσιστράτῃ «ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν».

κίβδηλον: νόθον, ἀδόκιμον.

κλινάρια: οὐ μόνον κλινίδια. Ἀριστοφάνης Δαιταλεῦσιν.

κορυφοῦται: ὑψοῦται, ἐπαίρεται.

κύαθος: ἀντλητήριον. μέτρον ὑγρὸν ὀγκίων δύο ἢ κοχλιάριον. Ἀριστοφάνης «κύαθον αἰτήσαις τάχα».

Λ

Λακωνισμός: ἡ πρὸς τοὺς Λάκωνας οἰκειότης, ὥσπερ Ἀττικισμὸς ἡ πρὸς Ἀττικούς.

λακωνίζειν: τὰ τῶν Λακώνων φρονεῖν «οἱ μὲν ἠττικίκασιν, οἱ δὲ λελακωνίκασιν».

λέσχαι: οἱ τόποι, εἰς οὓς συνιόντες ἐλέσχαινον.

Μ

μέρμηρα: ἡ εἰς ὕπνον καταφορά:

μετεωρισθέντων: ἐπαρθέντων. «μετεωρισθέντων δὲ τῶν Βοιωτῶν διὰ τὴν εὐημερίαν, τούτους Χαβρίας ἐταπείνωσεν».

μηδίζω: τὰ τῶν Μηδῶν φρονῶ. καὶ μηδίσαντες.

μητραλοίας: ὁ τὴν μητέρα τύπτων. καὶ μετραλῴας ὁ αὐτός.

μηχανορράφος: ἐπινοητὴς κακῶν. κατασκευαστής.

μικρολόγος: σκνιπός, φειδωλός.

Ν

Ναΐδες: πηγαί. νύμφαι παρὰ τοῖς νάμασι διατρίβουσαι.

νεανισκεύεται: Ἄμφις Ἐρίθοις. Ποσείδιππος Δημόταις. Εὔπολις Αἰξίν. ἰδίως δὲ ἐσχημάτικεν τὸ νεανισκεύειν ἐν Δήμοις «γυναῖκʼ ἔχοντα μάλα καλήν τε κἀγαθήν. αὕτη νεανισκοῦντος ἐπεθύμησέ μου».

νεβλάρετοι: ἄσημος φωνὴ ἐπὶ τοῦ περαίνειν. Ἀριστοφάνης Δαιταλεῦσιν.

νύμφα, νύμφη: Ἰωνικῶς ὡς τόλμα τόλμη.

ξῆναι: ὁ ἀόριστος ἀπὸ τοῦ ξαίνω, οὐκ ἔχει τὸ ι, ὥσπερ οὐδὲ τὸ θερμῆναι, ἰῆναι, σημῆναι.

Ο

οἰκόπεδον: ἔρημον κατάπτωμα οἴκου.

οἰκότριψ: οἰκέτης. οἰκογενὴς δοῦλος.

ὀρίγανος: ἡ βοτάνη θηλυκῶς παρὰ Ἀριστοφάνει.

οὐδὲν προτιμῶ σου: ἀντὶ τοῦ οὐ φροντίζω σου. ἡ φράσις Ἀττική. Ἀριστοφάνης Πλούτῳ.

Π

πεντέπηχυ καὶ πεντέκλινον καὶ πεντέχαλκον καὶ πεντέμηνον καὶ πάντα τὰ ὅμοια οὕτω λέγουσι διὰ τοῦ ε.

περίβαλε: οἷον περίλαβε. καὶ κατὰ τὸ ἐναντίον λέγουσιν. σπανίως δέ.

ποιήσειας καὶ γράψειας καὶ ποιήσειαν καὶ γράψειαν: Ἀττικοὶ μᾶλλον, οἱ Ἴωνες δὲ οὕτω καὶ ποιήσαις καὶ γράψαις.

πολεμήσειεν: πολεμητικῶς ἔχειν. Θουκυδίδης ἐν τῇ αʹ, ὡς καὶ τὸ Ὁμηρικόν «τῷ ῥʼ οἱ ὀψείοντες ἀΰτης καὶ πολέμοιο». οὕτως καὶ γαμήσειεν Ἀττικοί φασιν καὶ ἄλλας φωνὰς οὕτως σχηματίζουσιν.

Ρ

ῥυτήρ: ἁπλῶς μὲν ὁ ἱμάς, κυρίως δὲ ἡ ἡνία, παρὰ τὸ ῥύεσθαι τοὺς ἵππους καὶ τοὺς ἀναβάτας, ὅπερ ἐστὶ σῴζειν. ἢ παρὰ τὸ ῥεύειν, ὅ ἐστιν ἀνακόπτειν καὶ ἀνεγείρειν τοὺς ἵππους.

Σ

σκανδαλήθρα: καὶ σκάνδαλα λέγουσιν «σκανδαλήθρʼ ἱστὰς ἐπῶν». Ἀριστοφάνης καὶ Κρατῖνος.

σεῖν: τὸ λεγόμενον τοῖς παιδίοις ὑπὸ τῶν τροφῶν, ὅταν αὐτὰ βούλωνται οὐρῆσαι. οὕτω Ἀριστοφάνης.

σκιμαλίσαι: καταδακτυλίσαι ἀσχημόνως.

σκιμβάζειν: χωλεύειν. καὶ ἀσκωλίζειν τὸ αὐτὸ τοῦτο. Ἀριστοφάνης.

σπουδαρχιάσας: ἐπιθυμήσας ἄρξαι. σπουδάσας, ἐπιμεληθεὶς τυχεῖν τῆς ἀρχῆς.

Τ

τημελές: ἐπιμελές.

τημελής: ἐπιμελής. σπουδαῖος.

τημελῆσαι: ἐπιμελῆσαι, φροντίσαι.

τημελήσαντες: θλίψαντες.

τημελούμενον: ἐπιμελούμενον, φιλοκαλούμενον.

τεγχθέντων: ἀντὶ τοῦ εἰξάντων. ἔνθεν καὶ ὁ ἄτεγκτος. Πλάτων Πολιτείας βʹ τὸ «μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας».

Υ

ὑπογεγραμμένη: ἐστιβισμένη. Ἀριστοφάνης.

ὑποτροχισθῆναι: οὐχ ὡς ἡμεῖς ὑποπεσεῖν τρόχῳ καὶ τρωθῆναι τροχίζεσθαι καλοῦμεν, οὕτω καὶ οἱ ῥήτορες αὐτῷ ἐχρήσαντο, ἀλλὰ τὸ στρεβλοῦσθαι ἐπὶ τοῦ τρόχου τοὺς ἐξεταζομένους, ἵνα κατείπωσιν, ἃ συνίσασιν ἄλλοις ἢ περὶ ὧν αὐτοὶ ἠδίκησαν τροχίζεσθαι λέγουσιν.

Φ

«φέρε τις γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας»: ἀντὶ τοῦ ὑπόθου. Ἀττικὴ δὲ ἡ σύνταξις. κατὰ δὲ τὴν διάνοιαν, ἧς προτάττεται, σημαίνει πλείονα τὸ φέρε.

φειδαλφίτως: ἐκ τοῦ ἄλφιτον, ὅ ἐστιν πεφεισμένος τῶν ἀλφίτων.

Χ

χρῆται: οἱ Ἀττικοί. οἱ δὲ Ἴωνες χρᾶται καὶ ἐχρᾶτο.

χρυσᾶ: τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ καὶ πάντα τὰ τοιαῦτα περισπῶσιν οἱ Ἀττικοί, ἀργυρᾶ, χρυσᾶ, καὶ κεραμεᾶ ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ ἀπὸ τοῦ φοινικοῦν.

Ψ

ψαθάλλειν: τὸ ψηλαφᾶν καὶ μαλάττειν αἰσχρῶς.

Ω

ὤκλασαν: τὰ γόνατα ἔκαμψαν.

ὡραΐζεσθαι: Κρατῖνος Ὥραις.