Scholia-AeschylusΣχόλια εἰς Αἰσχύλον
Aeschylus Scholia Scholia Aeschylus PDF
The Scholia on Aeschylus constitute a corpus of ancient and medieval explanatory notes composed in Greek to elucidate the dramatic works of the tragedian Aeschylus. This extensive compilation, comprising 2,741 individual annotations, is not a unified treatise by a single author but rather an aggregation of scholarship assembled over many centuries, from the Hellenistic period of the third and second centuries BCE through the Byzantine era. Each scholion, or note, is attached to a specific word or line within the Aeschylean text, serving to clarify difficult vocabulary, obscure mythological references, grammatical constructions, metrical patterns, and variant textual readings.
The survival of this commentary is owed to the medieval scribal tradition, where these explanatory notes were transcribed into the margins of manuscripts containing the plays of Aeschylus. The transmission is fragmentary and uneven, with certain plays benefiting from a rich exegetical tradition while others are sparsely annotated; the extant scholia themselves represent only a portion of a far more comprehensive body of ancient scholarship that is now lost. Modern scholarship interprets the scholia primarily as a pedagogical instrument, originally crafted to aid students, teachers, and performers in navigating the archaic language and complex dramatic structures of Aeschylean tragedy. As such, they offer a direct and invaluable window into the methods of ancient literary criticism and textual preservation, remaining an indispensable resource for contemporary editors, translators, and interpreters of classical Greek drama.
| Pr t | ΠΡΟΜΗΘΕΥΣ. ΥΠΟΘΕΣΙΣ. |
| Pr hyp (t) [15] | ΠΡΟΜΗΘΕΩΣ ἐκ Διὸς κεκλοφότος τὸ πῦρ καὶ δεδωκότος ἀνθρώποις, δι’ οὗ τέχνας πάσας ἄνθρωποι εὕροντο, ὀργισθεὶς ὁ Ζεὺς παραδίδωσιν αὐτὸν Κράτει καὶ Βίᾳ, τοῖς αὐτοῦ ὑπηρέταις, καὶ Ἡφαίστῳ, ὡς ἂν ἀγαγόντες πρὸς τὸ Καυκάσιον ὄρος δεσμοῖς σιδηροῖς αὐτὸν ἐκεῖ προσηλώσαιεν. οὗ γενομένου παραγίνονται αἱ Ὡκεαναῖαι νύμφαι πρὸς παραμυθίαν αὐτοῦ, καὶ αὐτὸς ὁ Ὠκεανὸς, ὃς δὴ καὶ λέγει τῷ Προμηθεῖ, ἵνα ἀπελθὼν πρὸς τὸν Δία δεήσεσι καὶ λιταῖς πείσῃ αὐτὸν ἐκλῦσαι τοῦ δεσμοῦ Προμηθέα. καὶ Προμηθεὺς οὐκ ἐᾷ, τὸ τοῦ Διὸς εἰδὼς ἄκαμπτον καὶ θρασύ. καὶ ἀναχωρήσαντος τοῦ Ὠκεανοῦ παραγίνεται Ἰὼ πλανωμένη, ἡ τοῦ Ἰνάχου, καὶ μανθάνει παρ’ αὐτοῦ ἅ τε πέπονθε καὶ ἃ πείσεται, καὶ ὅτι τις τῶν αὐτῆς ἀπογόνων λύσει αὐτὸν, ὃς ἦν ὁ Διὸς Ἡρακλῆς, καὶ ὅτι ἐκ τῆς ἐπαφήσεως τοῦ Διὸς τέξει τὸν Ἔπαφον. θρασυστομοῦντι δὲ Προμηθεῖ κατὰ Διὸς ὡς ἐκπεσεῖται τῆς ἀρχῆς ὑφ’ οὗ τέξεται παιδὸς, καὶ ἄλλα βλάσφημα λέγοντι, παραγίνεται Ἑρμῆς Διὸς πέμψαντος, ἀπειλῶν αὐτῷ κεραυνὸν, εἰ μὴ τὰ μέλλοντα συμβήσεσθαι τῷ Διῒ εἴπῃ, καὶ μὴ βουλόμενον βροντὴ καταρραγεῖσα αὐτὸν ἀφανίζει. ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Σκυθίᾳ ἐπὶ τὸ Καυκάσιον ὄρος, ἡ δὲ ἐπιγραφὴ τούτου Προμηθεὺς δεσμώτης. τηλουρὸν πέδον] τὸν Καύκασον λέγει. |
| Pr 1 [15] | τηλουρὸν δὲ διὰ τὸ πολὺ τοῦ ὄρους ἐνταῦθα ἐκάλεσεν, ἤγουν τὸ ἐπὶ πολὺ διῆκον καὶ ἕλκον τὰ οἰκεῖα ὅρια μακράν. ἢ διὰ τὸ ὑψηλὸν, ἀφ’ οὗ πόρρω τις ὁρᾶν δύναται. A. χθονὸς] γῆς. τηλουρὸν] ὑψηλὸν, μακρὸν, ἀφ’ οὗ τῆλε καὶ μακρὰν ὁρᾶν τις δύναται. λέγει δὲ τὸν Καύκασον, ἢ τὸ ἀκρόθεν ὁρώμενον τὰ οἰκεῖα ὅρια, ἤγουν τὸ μακρὸν καὶ εἰς πολὺ τεταμένον. ἢ διὰ τὸ πολὺ τοῦ ὄρους ἐκάλεσεν αὐτὸ τηλουρὸν τὸ ἐπὶ πολὺ ἕλκον, ἢ διὰ τὸ ὕψος. B. ἰστέον δὲ ὅτι ἐν τῷ Καυκάσῳ φησὶ δεδέσθαι τὸν Προμηθέα, πρὸς τοῖς Εὐρωπαίοις μέρεσι δὲ τοῦ Ὠκεανοῦ καὶ οὐκ ἀλλαχοῦ, ὡς ἀπὸ τῶν πρὸς τὴν Ἰὼ λεγομένων ἔστι συμβαλεῖν. O.P. περάσαντες τὸ πολὺ διάστημα τῆς χθονὸς, τουτέστι πόρρω ἀφωρισμένοι. τηλουρὸν] τὸ ὄρος τοῦ Καυκάσου. ἀπὸ τοῦ τῆλε καὶ ὁρῶ. ἢ τὸ τῆλε καὶ μακρὰν τῶν ὁρίων ἡμῶν. C. εἰς τὸ τηλοῦ τὸν ὄρον ἔχων, ὅ ἐστι πόρρω· τουτέστι τὸ μακρὰν ᾠκισμένον. O. Σκύθην ἐς οἶμον] ἤγουν τὴν Σκυθικὴν ὁδόν. |
| Pr 2 [10] | ἵνα γὰρ ἀπαραμύθητος εἴη ὁ Προμηθεὺς, διὰ τοῦτο ἐς ἐκείνους τόπους ἄγουσιν, ὡς καὶ Σοφοκλῆς τὸ αὐτὸ περὶ Φιλοκτήτου λέγει. ἢ διὰ τοῦτο Σκυθικὴν ὁδὸν εἶπε, διότι Σκύθαι κατῴκουν τὸν Καύκασον· ἢ διὰ τὸ ἄγριον καὶ ἀπάνθρωπον τοῦ τόπου. ὅτι δὲ τοιοῦτος ἦν ὁ τόπος ἐκεῖνος δῆλον ἀπὸ τοῦ εἰπεῖν ἄβατον εἰς ἐρημίαν. A. Σκύθην οἶμον] Σκυθικὴν ὁδὸν, ἢ διὰ τὸ ἀπαραμύθητον τοῦ δεθησομένου, καὶ Σοφοκλῆς τὸ αὐτὸ περὶ Φιλοκτήτου λέγει. ἢ ὅτι ἐπειδὴ Σκύθαι κατῴκουν τὸν Καύκασον οἱ καὶ ἄγριοι καὶ ἀπάνθρωποι, Σκυθικὴν ὁδὸν εἶπε. ἄβατον] εἰς ἣν οὐδεὶς βαίνει, διὰ τὸ τραχύ. B. Σκυθικὸν, τὸ ἀπόλυτον ἀντὶ κτητικοῦ ἁπλοῦν. ἄβατον] δύσβατον. C. ἐπιτολάς] ἤγουν τὰς ἐντολὰς, παραγγελίας καὶ προστάξεις. |
| Pr 3 [5] | ἀντίπτωσις, ἤγουν τῆς ἐπιστολῆς. O. ἐντολάς. γράφεται καὶ ἐπιτολάς δίχα τοῦ ς κατὰ τοὺς Ἀθηναίους. A. χρὴ] πρέπει. μέλειν] διὰ φροντίδος ἔχειν. ἐπιστολὰς] ἐντολάς. B. ἐπιστολὰς] ἐπιτέλλειν τὸ προστάσσειν, καὶ ἐντέλλεσθαι, ἐξ αὐτοῦ δὲ προσθέσει τοῦ ς ἐπιστολὴ ἡ ἐντολή. ἐπιστολὰς ἀντιπτωτικὸν, τῶν ἐπιστολῶν τῆς προστάξεως. C. πατὴρ] ὁ Ζεύς. |
| Pr 4 | ἐφεῖτο] ἐνετείλατο. τόνδε] τὸν Προμηθέα. B. ἐφεῖτο] ἐδίδου, ἐνετείλατο, ἐκέλευσεν. C. ὑψηλοκρήμνοις] ταῖς ἐχούσαις ὑψηλοὺς κρημνούς. |
| Pr 5 [20] | C. τὸν λεωργὸν] τὸν Προμηθέα λέγει τὸν ὀφείλοντα γενέσθαι ἔργον λάων, οἱονεὶ τὸν ἄξιον λιθασθῆναι· ἢ οἱονεὶ ἔργον ἔχοντα τοῖς λαοῖς ἀπαγγέλλειν τὰ τῶν θεῶν ὄργια καὶ μυστήρια. ἢ τὸν τοὺς λαοὺς ἐργασάμενον, ἤγουν τὸ τῶν ἀνθρώπων πλῆθος. μυθεύεται γὰρ τοὺς λίθους πλάσαι τοὺς ἀνθρώπους. Ἄλλως. λεωργὸν, τοῖς λαοῖς ἔργα παρασχόμενον διὰ τοῦ πυρός. ἢ τὸν ἄξιον γενέσθαι ἔργον καὶ παρανάλωμα λάων, τουτέστι λίθων. A. τὸν λεωργὸν] τὸν τοῖς λαοῖς ἔργα παρασχόμενον διὰ τοῦ πυρός. ἢ τὸν ἄξιον ἔργον καὶ παρανάλωμα λίθων γενέσθαι, ὡς κλέπτην καὶ θεῶν παρήκοον. B. ὀχμάσαι] δῆσαι, προσπῆξαι. B. συνδῆσαι, κατέχειν. C. ἀδαμαντίνοις] σιδηρίοις, στερραῖς. ἀδάμας λίθος οὕτω στερρὸς ὡς μὴ δύνασθαι ὑπὸ τοῦ σιδήρου τμηθῆναι, αἵματι δὲ τράγου ἢ λέοντος μαλάσσεται, διὰ τὸ τὸν μὲν ἀδάμαντα ψυχρὸν καὶ ξηρὸν ἄγαν εἶναι, τὸ δ’ αἷμα θερμὸν καὶ ὑγρὸν ἄγαν εἶναι. B. πέδῃσιν] δεσμαῖς. B. ἀρρήκτοις] στερραῖς. B. ἀναρραγέσι, ταῖς μὴ ἐχούσαις φύσιν ῥήγνυσθαι. C. πέτραις] τοῦτο δηλοῖ τὸ ἐκ δευτέρου πέτραις· οὐ μόνον ταῖς πέτραις οὔσαις ὑψηλοκρήμνοις, ἀλλὰ καὶ πέτραις ἐμπέδοις καὶ στερεαῖς· εἰσὶ γὰρ ἐν ὄρει πέτραι. C. τὸ σὸν γὰρ ἄνθος] ταῦτα πρὸς ἐρεθισμὸν τοῦ Ἡφαίστου φασὶ τὸ Κράτος καὶ ἡ Βία, ἵνα σπουδαῖον αὐτὸν ἀπεργάσωνται πρὸς τὴν τοῦ Προμηθέως ἀνασκολόπισιν. |
| Pr 7 [10] | ἴσον δὲ τοῦτο ὡς εἰ ἔλεγεν ὅτι τὸν σὸν κόσμον καὶ καλλωπισμὸν ἀφείλετο. ὁ γὰρ Προμηθεὺς κλέψας τὸ πῦρ ἀπὸ τοῦ Διὸς, ἄγνωστον ὂν πρὶν τοῖς ἀνθρώποις παρέσχεν, ὡς ἂν δι’ αὐτοῦ τὰ πάντα ἐργάζωνται. τῆς τοιαύτης γοῦν ἁμαρτίας ἐνδέχεται αὐτὸν δοῦναι δίκην. ἄνθος δὲ λέγει τὸ πῦρ, διὰ τὸ ἐν τῷ ἀνάπτειν οἷον ἀνθεῖν, ἔπειτα δὲ μαραίνεσθαι. P. καλλώπισμα. O. παντέχνου] δι’ οὗ πᾶσαι γίγνονται αἱ τέχναι. B. τοῦ αἰτίου πάσης τέχνης. C. θνητοῖσι] ἀνθρώποις. |
| Pr 8 | ὤπασε] παρέσχε. τοίας] τοιαύτης. B. ἁμαρτίας] ἕνεκα. |
| Pr 9 | C. σφε] αὐτόν. B. δεῖ] πρέπει. B. ἀπόκειται, ἐνδέχεται. C. δοῦναι δίκην] παρασχεῖν τιμωρίαν. B. τιμωρηθῆναι. τῆς τοιαύτης οὖν ἁμαρτίας ἐνδέχεται δοῦναι δίκην. C. ὡς] ἵνα. |
| Pr 10 [5] | διδαχθῇ] μάθῃ καὶ νοήσῃ. B. τυραννίδα] τὴν ἀρχὴν, ἢ τὴν βασιλείαν. B. σημείωσαι ὅτι τὸ τύραννος ὄνομα βασιλικὸν ἦν τοῖς παλαιοῖς, νῦν δὲ βλασφημεῖται, ὥσπερ καὶ τὸ χυδαῖοι ἀντὶ τοῦ πεπληθυσμένοι πάλαι λεγόμενον, νῦν δὲ ἀντὶ τοῦ οὐδαμινοί. πολλοστὸς οὐχ ὡς πάλαι, ὁ πολὺς, ὁ ἔνδοξος, ἀλλ’ ὁ μηδὲν ὤν· ὠμὸς οὐχ ὁ στερεὸς, ἀλλ’ ὁ φαυλότατος νῦν· ἐξαίσιον τὸ ἔξω τοῦ δικαίου, νῦν δὲ ἀντὶ τοῦ μέγα καὶ ξένον. P. στέργειν] σέβειν, τιμᾶν. |
| Pr 11 [5] | B. ὑπομένειν, ἢ φιλεῖν, τιμᾶν. C. φιλανθρώπου] οὐ μόνον διὰ τὸ κεκλοφέναι τὸ πῦρ, ἄγνωστον ὂν τοῖς ἀνθρώποις, κεκόλασται Προμηθεὺς, ἀλλ’ ὅτι καὶ βοῦν ποτε τεθυκότων ἑαυτοῖς τῶν θεῶν αὐτὸς διανομεὺς καταστὰς τοῖς μὲν ἄλλοις θεοῖς ἔγκατα παρέθηκε μόνα, τῷ δὲ Διῒ κῶλα πιμελῇ κεκαλυμμένα, τὰ κρέα πάντα αὐτὸς κατεδηδοκώς. A. τοῦ φιλεῖν τοὺς ἀνθρώπους· δριμεῖα λέξις. C. Κράτος καὶ Βία, ἡ μὲν παρὰ τοῦ Διὸς ἐντολὴ δι’ ὑμῶν ἀγγελθεῖσά μοι, φησὶν ὁ Ἥφαιστος, ἔχει ἤδη τέλος· οὐδὲν ἐμποδών ἐστι τοῦ γενέσθαι καὶ πληρωθῆναι αὐτήν· ἐγὼ δὲ ἀπρόθυμός εἰμι τὸν Προμηθέα δῆσαι καὶ ἀνασκολοπίσαι ἐν τῷ δυσχειμέρῳ τούτῳ ὄρει· τὰ γὰρ ὑψηλόκρημνα ὄρη δυσχείμερά εἰσιν· ὅμως οὖν ἀναγκαῖόν ἐστι τοῦτο ποιῆσαι. |
| Pr 12 | τὸ γὰρ ἔξω ὤρας καὶ φροντίδος τίθεσθαι καὶ ποιεῖσθαι τὰς τοῦ πατρὸς Διὸς προστάξεις, τοῦτο γάρ ἐστι τὸ ἐξωριάζειν πατρὸς λόγους, ἤτοι παραβλέπειν, χαλεπὸν καὶ ἐπικίνδυνον. A. σφῷ] ὑμῖν. ἐντολὴ] ὁ ὁρισμός. B. ἔχει τέλος] ἔχει πλήρωμα. |
| Pr 13 | C. ἄτολμος] δειλὸς, ἀπρόθυμος. |
| Pr 14 | O. δειλὸς οὐ τολμῶ. C. εἰμι] ὑπάρχω. B. συγγενῆ θεόν] τὸν ὄντα ἀπὸ τοῦ αὐτοῦ γένους. O. δῆσαι] δεσμεῦσαι. |
| Pr 15 | B. δῆσαι βίᾳ] περιφραστικῶς. C. δυσχειμέρῳ] κακὸν ἐχούσῃ χειμῶνα, διὰ τὸ χειμῶνι ἀεὶ καλύπτεσθαι. B. πρὸς δυσχειμέρῳ] ἐν δυσχείμῳ. C. ἀνάγκη] ὑπάρχει. |
| Pr 16 | B. ἀπαραίτητον ὑπάρχει. C. τῶνδε] ὧν εἴπατε. B. τῶνδε] προσταγμάτων. C. τόλμαν σχεθεῖν] ἐπιχείρησιν ἔχειν. B. σχεθεῖν] κρατεῖν, ἔχειν. C. ἐξωριάζειν] ἄθετον καὶ ἔξω ὤρας καὶ φροντίδος ποιεῖσθαι. |
| Pr 17 | B. ἔξω ὤρας τιθέναι καὶ ἀφροντιστεῖν καὶ ἀποβάλλειν, ἔξω φροντίδος ποιεῖν, ἀπορρίπτειν. C. βαρύ] βαρὺ καὶ χαλεπὸν καὶ ἐπικίνδυνον ὑπάρχει. C. τῆς ὀρθοβούλου Θέμιδος] πρὸς τὸν Προμηθέα ἀποστρέφει ὁ Ἥφαιστος τὸν λόγον, Θέμιδός τε παῖδα αὐτὸν εἶπε, τῆς Δικαιοσύνης τῆς ὀρθὰ καὶ δίκαια βουλευομένης. |
| Pr 18 [10] | πῶς δέ φησι τὸν Προμηθέα υἱὸν τῆς Θέμιδος, δέον ἀντιστρόφως λέγειν; ἐκ προμηθείας γὰρ καὶ σκέψεως τὸ δίκαιον εὕρηται. καί φαμεν ὡς αἴτιον τὸ δίκαιον τοῦ προμηθεῖσθαι, διὰ τοῦτο καὶ τὸν Προμηθέα Δίκης υἱὸν λέγομεν· ἐπεὶ καὶ ὁ κλινοποιὸς πρῶτον ἔννοιαν λαμβάνει τῆς ἀνθρώπων ἀναπαύσεως, εἶτα ἐπιχειρεῖ καὶ κλίνην ποιεῖ, καὶ ἔστι τῷ μὲν ἔργῳ πρῶτον ἡ κλίνη, τῇ δὲ διανοίᾳ ἡ τοῦ ἀνθρώπου ἀνάπαυσις. A. ὀρθοβούλου] τῆς ἀληθὲς βουλευομένης. B. τῆς ὀρθὰ καὶ δίκαια βουλευομένης Δικαιοσύνης, ἢ ὑψηλὰ βουλευομένης, ἢ χαλεπὰ καὶ στρεβλά. ἢ τῆς ὑψηλῆς, ἢ τῆς ὑψηλὰ βουλευομένης καὶ ὀρθά. P. αἰπυμῆτα] μεγαλόβουλε. B. δυσλύτοις] ἀλύτοις, ἀφύκτοις. |
| Pr 19 | C. χαλκεύμασι] σιδηροῖς δεσμοῖς. R. προσπασσαλεύσω] προσηλώσω. |
| Pr 20 | πάγῳ] ὄρει. B. τῷδ’ ἀπανθρώπῳ πάγῳ] τῷ ἀπὸ καὶ μακρὰν τῶν ἀνθρώπων, ἢ τῷ ἔχοντι ἀνθρώπους ἀπανθρώπους· σκληρῷ, ἀγροίκῳ βούνῳ. C. ἵν’] ὅπου. |
| Pr 21 [5] | φωνὴν] ἀκούσῃ δηλονότι. του] τινός. βροτῶν] ἀπό. B. ἵν’] τὸ ὡς ἀντὶ τοῦ ἵνα καὶ ἀντὶ τοῦ καθά. τὸ ᾗ καὶ ἀντὶ τοῦ καθὰ καὶ ἀντὶ τοῦ ἵνα. εὑρίσκεται γοῦν τὸ ἵνα ὁμοίως τῷ ᾗ ἀντὶ τοῦ ὅπου καὶ λαμβάνεται καὶ ἀντ’ αὐτοῦ. P. οὔτε φωνὴν] κατὰ ἀναλογίαν λείπει τὸ ἀκούσεις. C. ὄψει] θεάσει. |
| Pr 22 [5] | σταθευτὸς] ἱστάμενος καὶ φλογιζόμενος. σταθεύειν φασὶν Ἀττικοὶ τὸ κατὰ μικρὸν καίεσθαι, ἀπὸ τοῦ ἵστημι στήσω καὶ τοῦ αἴθω τὸ καίω γινόμενον. B. σταθευτός] ὀπτώμενος. Ἄλλως. ἀπὸ τοῦ ἵστημι στήσω, καὶ τοῦ εὔω τὸ φλογίζω, ὁ ἐν τῷ ἵστασθαι φλογιζόμενος. Ἀττικὴ ἡ λέξις. ἢ τὰ κατ’ ὀλίγον ἐψυγμένα καθὰ παρὰ τοῖς κοινοῖς ἕψεται. P. φοίβῃ] ἀντὶ τοῦ καυστικῇ, λαμπρᾷ. C. χροιᾶς ἀμείψεις ἄνθος] εἴδους ἀλλάξεις τὴν λαμπρότητα. |
| Pr 23 | ἀσμένῳ] χαίροντι. B. ἀσμένῳ] μετὰ περιχαρείας διάγοντι, διὰ τὸ μὴ καίεσθαι τὴν νύκτα παρὰ ἡλίου. C. ποικιλείμων] ἡ ὡς λειμὼν τοῖς ἄστροις ποικιλλομένη ἢ ποικίλον ἔνδυμα ἔχουσα, διὰ τὸ πεποικίλθαι τοῖς ἄστροις. |
| Pr 24 [5] | A. ποικιλείμων] ἡ ποικίλον ἔνδυμα ἔχουσα, διὰ τὸ πεποικίλθαι τοῖς ἄστροις. φάος] τὴν ἡμέραν B. ποικιλείμων] ποικιλολείμων τις οὖσα καὶ ποικιλείμων, ἢ ἡ ἔχουσα ποικίλα εἵματα καὶ ἱμάτια διὰ τὰ ἄστρα. ὁ δὲ Σοφοκλῆς μέλαιναν. O.P. πάχνην θ’ ἑῴαν ἥλιος σκεδᾷ πάλιν] ἐκ διαδοχῆς μετὰ τὴν νύκτα σκεδάσει. |
| Pr 25 [5] | ἐν νυκτὶ ἴσμεν ὅτι γίνεται ἡ πάχνη ταύτην οὖν, φησὶν, ὑπὸ τὸν ὄρθρον ἀνατέλλων ὁ ἥλιος ἀποσκεδάσει σοι καὶ διασκορπίσει. ἑῴαν δὲ τὴν ὑπὸ τὴν ἕω γενομένην, ἤτοι τὴν πρωϊνήν· δηλοῖ δὲ ὅτι οὐδὲ νὺξ, οὐδὲ ἡμέρα ἔσται αὐτῷ μετὰ περιχαρείας. A. πάχνην θ’ ἑῴαν] δρόσον πρωϊνήν. σκεδᾷ] σκεδάσει. B. πάχνην] τὴν ἐν νυκτὶ γινομένην. εὔδηλον γὰρ ὅτι ἡ πάχνη κατὰ τὴν νύκτα γίνεται. P. ἀχθηδὼν] τὸ βάρος. |
| Pr 26 | B. ἀχθηδὼν] βαρύτης, βάρος, ἤγουν τῆς ἐνταῦθα δήσεως. C. ὁ λωφήσων] ὁ ποιήσων λωφῆσαι Ἡρακλῆς. |
| Pr 27 [20] | φασὶ γὰρ μετὰ ταῦτα γενόμενον τὸν Ἡρακλέα πρὸς τὸ καθᾶραι τῶν κακούργων καὶ λῃστῶν τὴν γῆν ἀφ’ ἑαυτοῦ στελλόμενον, καὶ πρὸς πᾶν μέρος τῆς γῆς πορευόμενον παραγενέσθαι καὶ ἐπὶ τὴν χώραν, καθ’ ἣν ὁ Προμηθεὺς ἐδέδετο· ἰδόντα δὲ αὐτὸν ταῖς πέτραις προσηλωμένον καὶ ὑπὸ γυπὸς τὸ ἧπαρ κειρόμενον, ὑπεραλγῆσαί τε αὐτοῦ καὶ βέλει τὸν γῦπα διωσάμενον ἐλευθερῶσαι τὸν Προμηθέα τοῦ ἐκ τοῦ ἀποκείρεσθαι τὸ ἧπαρ ἄλγους, καὶ μέντοι καὶ ἀπολῦσαι. A. ἐνταῦθα οὖν τὸν Ἡρακλέα αἰνιττόμενος λέγει ὅτι οὔπω γεγένηται ὁ παύσων σε τῆς ταλαιπωρίας. O.P. τρύσει] δαμάσει. ἀποροῦσιν ἐνταῦθα πῶς ἀνωτάτω λέγων ἀσμένῳ τῷ Προμηθεῖ ἐπέρχεσθαι τὴν νύκτα, νῦν φησι δαμάσειν αὐτὸν τὸ ἀεὶ ἐνιστάμενον βάρος. καί φαμεν ὅτι ἐν μὲν ἀρχῇ ἥ τε νὺξ καὶ ἡμέρα ἥδισται ἂν δοκοῖεν αὐτῷ, τῆς μὲν νυκτὸς ἀπαλλαγὴν παρεχούσης τοῦ ἐφ’ ἡμέραν καύσωνος, τῆς δὲ ἡμέρας τοῦ ἀπὸ τῆς νυκτὸς ψύχους, ἐν δὲ τῷ μέσῳ βαρεῖαι καὶ δυσχερεῖς. ὁ λωφήσων] ὁ παύσων σε τούτου. οὐ πέφυκε πω] οὐκ ἐγεννήθη ἀκμήν· ἔστι δὲ ὁ Ἡρακλῆς. B. ὁ λωφήσων] ὁ παύσων, ὁ λυτρώσων, ὁ λῆξαι ποιήσων, ἀπὸ τοῦ τραχήλου ἄχθος ἀποθησόμενος. C. τοιαῦτ’ ἀπηύρω] τοιούτων, φησὶν, ἐπέτυχες φιλάνθρωπος γενόμενος. |
| Pr 28 [5] | ἐν ἤθει δὲ ὁ λόγος, οἷον τὰ τῆς φιλανθρωπίας ἐπίχειρα τοιαῦτά σοι ἐγένετο, καὶ τοιούτων ἐπέτυχες ἀγαθῶν, ὅτι τοῖς ἀνθρώποις δέδωκας τὴν τοῦ πυρὸς χρῆσιν, τιμῶν αὐτοὺς, τῶν δὲ μεγίστων θεῶν τὴν ὀργὴν μὴ πτοούμενος. A. ἀπηύρω] ἀπήλαυσας. B. ἀπέλαβες καὶ ἀπήλαυσας, Προμηθεῦ, ἕνεκα τοῦ φιλεῖν τοὺς ἀνθρώπους. C. θεός] ὤν. |
| Pr 29 | ὑποπτήσσων] φοβούμενος. χόλον] τὴν ὀργήν. B. θεός] ὑπάρχων σὺ πρὸς πλείονα λύπην. C. ὤπασας] παρέσχες. |
| Pr 30 | πέραν δίκης] ἐπέκεινα τοῦ δικαίου. ὃ γὰρ οὐκ ἠβούλετο ὁ Ζεὺς ἄδικόν τε ἦν καὶ παράνομον. B. πέρα δίκης] πέραν, ἔξω δικαιοσύνης, τοῦ δικαίου. C. ἀνθ’ ὧν ἀτερπῆ] τοῦτό φησιν, ἀνθ’ ὧν ἔπραξας τολμηρῶς, φρουρήσεις καὶ φυλάξεις καὶ τηρήσεις ταύτην τὴν ἀτερπῆ πέτραν, ὀρθὸς ἱστάμενος ἄϋπνος, οὐδέποτε καθήμενος· ἣν οὐ δυνήσῃ παρατραπῆναι. |
| Pr 31 [5] | ἀτερπῆ διὰ τὰ ἐπαγόμενα. A. ἀνθ’ ὧν] δι’ ὧν. ἀτερπῆ] ἀηδῆ. δέον ἀτερπὴς εἰπεῖν ἀτερπῆ πρὸς τὴν πέτραν ἐπήνεγκεν. τὸ δὲ φρουρήσεις ἀντὶ τοῦ φυλάξεις καὶ περὶ αὐτὴν ἐμμενεῖς. ὃ γάρ τις φρουρεῖ, τοῦτο καὶ οἰκεῖ. B. ἀνθ’ ὧν] ἕνεκα τούτων. ἀτερπῆ] ἀχαρῆ. φρουρήσεις] κατοικήσεις, φυλάξεις, τηρήσεις. πέτραν] τὸν Καύκασον. C. ὀρθοστάδην] ὀρθὸς ἱστάμενος. |
| Pr 32 | οὐ κάμπτων γόνυ] οὐ κλίνων. B. γόους] θρήνους. |
| Pr 33 | ἀνωφελεῖς] δέον ἀνωφελεῖ εἰπεῖν, ἀνωφελεῖς εἶπεν, διὰ τοὺς γόους. B. Διὸς γὰρ δυσπαραίτητοι φρένες] χαλεπαὶ γάρ εἰσι καὶ ἀκαταφρόνητοι αἱ τοῦ Διὸς προσταγαὶ, καὶ εἰ παραιτηθεῖεν, κακοῦ πρόξενοι γίνονται. |
| Pr 34 [15] | ἢ ἀμετάτρεπτοι καὶ ἀμετάκλιτοί εἰσιν οἱ τοῦ Διὸς λογισμοὶ, καθ’ ὧν ὀργισθῇ. πᾶς δὲ νεωστὶ κρατήσας περισσῶς χρῆται τῇ ἐξουσίᾳ, ἵνα φοβερὸς δόξῃ τοῖς ὑπὸ χεῖρα· καὶ ὁ Ζεὺς νεωστὶ ἐπέβη τῆς βασιλείας. A. δυσπαραίτητοι] ἀμετάτρεπτοι καὶ δυσκόλως πρὸς συμπάθειαν καὶ πρὸς συμπλοκὰς ἔχουσαι. παραίτησις γοῦν ἡ συγγνώμη· ἢ δυσκόλως παραιτούμεναι καὶ ἀφιεῖσαι ἃ ἂν ἐκτήσαντο. παραίτησις γὰρ καὶ ἡ ἄφεσις, παραιτοῦμαι τὸ ἀπολογοῦμαι, τὸ συγγνωμονῶ, τὸ αἰτῶ, καὶ τὸ ἀφίημι. B. ἀμετάτρεπτοι, ἀκαταφρόνητοι. O. δυσπαραίτητοι] δυσπαράτρεπτοι, δυσπαράκλητοι, ἀσυγγνωμόνητοι. C. παραιτοῦμαι τὸ συγγνώμην αἰτῶ, ὡς Ἀριστείδης “παραι“τεῖσθαι μὲν οὐκ οἶδα.” δυσπαραίτητος δὲ ὁ κριτὴς ὁ εἰς συγγνώμην δύσκολος. P. φρένες] οἱ λογισμοί. C. τραχὺς] ἀκαμπὴς, σκληρὸς, ἀπηνής. |
| Pr 35 | νέον] νεωστί. B. ἅπας] ὅλος. τραχὺς] ἀπηνὴς, ἄγριος. νέον κρατῇ] νεωστὶ κρατήσῃ, βασιλεύῃ, βασιλεύσῃ. C. εἶεν] ἔστω ταῦτα. |
| Pr 36 [5] | μάτην] ματαίως καὶ ἀκαίρως. B. εἶεν] ὑπαρχέτωσαν. ἀπόθεσις τὸ σχῆμα. Ἄλλως. τὸ εἶεν Ἀττικόν ἐστιν ὁμοῦ καὶ ῥητορικόν. χρῶνται γὰρ τούτῳ οἱ ῥήτορες ἐν σχήματι ὑπογραφῆς ὁμοῦ καὶ ἐπιγραφῆς. ὅταν γὰρ μέλλωσι δύο τινὰς ὑποθέσεις εἰπεῖν ἀλληλενδέτους καὶ συνεχεῖς, πληρώσωσι δὲ τὴν μίαν ὑπόθεσιν καὶ τῆς ἑτέρας κατάρξασθαι μέλλωσι, τιθέασι τὸ εἶεν, ὡς ἐν σχήματι ὑπογραφῆς ὁμοῦ καὶ ἐπιγραφῆς τῆς πρώτης καὶ δευτέρας συνεχοῦς ὑποθέσεως. κεῖται δὲ τὸ εἶεν ἀντὶ καὶ ταῦτα μὲν οὕτως ἐχέτωσαν. A. τί] διά. |
| Pr 37 | ἐντεῦθεν ἐπεγείρει τὸν Ἥφαιστον εἰς θυμόν. ἔχθιστον] ἐχθρότατον. οὐ στυγεῖς] οὐ μισεῖς. B. ἔχθιστον] ἀπὸ τοῦ ἔχω τοῦ κρατῶ ἔχος, καὶ πλεονασμῷ ἔχθος. C. ὅστις] ὁποῖος. |
| Pr 38 | τὸ σὸν γέρας] ἤτοι τὸ πῦρ. τοῦτο γὰρ ἀνατέθειται Ἡφαίστῳ. B. τὸ συγγενές τοι δεινὸν] ὁ Ἥφαιστός φησιν ὅτι ἰσχυρὸν καὶ βίαιον ἡ συγγένεια καὶ ἡ ἐκ παλαιοῦ συνήθεια καὶ ὁμιλία καὶ συναναστροφή. |
| Pr 39 [5] | ταῦτα δέ φησι πρὸς τὸ Κράτος εἰπὸν πρὸς αὐτόν· διὰ τί οἰκτίζει τὸν Προμηθέα; τὸ δέ φησι πρὸς τὸν Ἥφαιστον ὅτι ἀληθῶς λέγεις ταῦτα. φησὶ δὲ τὸ συγγενὲς, ὅτι πυρὸς ταμίας ἐστὶ καὶ αὐτός. δεινὸν] δυσχερές. A. τὸ συγγενές τοι δεινὸν] μέγα τι πρὸς οἶκτον ἐγεῖραι ἡ πρώην συναναστροφή. B. δεινὸν] χαλεπὸν, ἰσχυρόν· ὑπάρχει συναναστροφὴ δεινή. C. ἀνηκουστεῖν] τὸ δὲ ἀνηκουστεῖν τῆς τοῦ πατρὸς Διὸς κελεύσεως δυνατόν ἐστι πῶς; ἐρώτησις ἔχουσα τὸ ἄλυτον, οἷόν τε πῶς; δύναται δὲ νοηθῆναι καὶ οὕτως, κατ’ ἐρώτησιν ἁπλῆν δοκοῦσαν ἔχειν τὸ ἄλυτον, ὡς καὶ ἐν τῷ “Πῶς ἂν ἔπειτα Ὀδυσσῆος λαθοίμην;” ὡς γὰρ μὴ δυνατὸν λαθέσθαι ἠρώτα. |
| Pr 40 | A. σύμφημ’] συνομολογῶ. ἀνηκουστεῖν] παρακούειν. B. σύμφημ’] ὁμολογῶ. C. οἷον] δυνατόν. |
| Pr 41 | τοῦτο] τὸ παρακούειν. δειμαίνεις] φοβῇ. πλέον] τῆς συγγενείας. B. οἷόν τε πῶς;] θαυμάσιον μέγα πῶς. οἷόν τε πῶς; σημείωσαι ὅτι τὸ οἷον, τὸ δυνατὸν, χωρὶς τῆς “τε” συλλαβῆς οὐ γράφεται. C. αἰεί τε δὴ νηλὴς σὺ] πρὸς τὸν Δία τοῦτό φησιν, οὐ πρὸς τὸ Κράτος. |
| Pr 42 [5] | τὸ γὰρ κράτος ἤτοι ἡ τοῦ Διὸς ἐξουσία αὐτός ἐστιν ὁ Ζεύς· πρὸς αὐτὸν οὖν τὸν λόγον ποιεῖται· εἰ γὰρ πρὸς τὸ Κράτος ἔλεγεν, οὐδετέρως ὤφειλε τὸν λόγον ἀποδοῦναι. A. αἰεί τε] διὰ τοῦτο ἀρσενικῶς ταῦτα ἐξήνεγκεν, ἢ πρὸς τὸν Δία ἀποδεδωκὼς ταῦτα. τὸ γὰρ κράτος, ἤτοι τοῦ Διὸς ἡ ἐξουσία, αὐτός ἐστιν ὁ Ζεύς. νηλὴς] ἀπηνής. πλέως] πεπληρωμένος. B. ἄκος] ὠφέλεια. |
| Pr 43 | B. μὴ πόνει μάτην] μὴ ἐνέργει, μὴ ποίει ματαίως. |
| Pr 44 | B. ὦ πολλὰ μισηθεῖσα] ἐνταῦθα μὴ δυνάμενος ὁ Ἥφαιστος ἀντειπεῖν, πρὸς τὴν ἑαυτοῦ τέχνην τὴν χαλκευτικὴν ἀνάγει τὴν ἀρὰν, καὶ μισητὴν αὐτὴν ἀποκαλεῖ, διότι μέλλει προσηλῶσαι τὸν Προμηθέα. |
| Pr 45 [10] | τὸ δὲ Κράτος βουλόμενον δηλῶσαι ὅτι οὐχ ἡ αὐτοῦ τέχνη ἦν αἰτία τοῦ δεθῆναι τὸν Προμηθέα, ἀλλ’ ἡ τοῦ Διὸς προσταγὴ, φησὶ, τὴν σὴν τέχνην μισητὴν ἀποκαλεῖς; οὐ γάρ ἐσθ’ αὕτη ἡ σὴ τέχνη αἰτία τῶν παρόντων πόνων, ἤτοι τῆς δέσεως τοῦ Προμηθέως, ὡς ἁπλῶς διὰ λόγου ἐστὶν εἰπεῖν. A. χειρωναξία] ἡ διὰ τῶν χειρῶν ἐργασία· καὶ χειρῶναξ ὁ διὰ χειρῶν ἐργαζόμενος, ἢ ὁ τεχνίτης ὁ χειρῶν μόνον δεσπόζων. ᾐνίξατο δὲ ὅτι τὴν αἰτίαν τοῦ Διὸς εἰς τὴν τέχνην μετήγαγεν. A. μισηθεῖσα] ὑπ’ ἐμοῦ. B. χειρωναξία] βάναυσος τέχνη B. ἁπλῷ λόγῳ] ἐν ἀληθεῖ λόγῳ, ἢ ἐν συντόμῳ. |
| Pr 46 | O. ἔμπας] ναὶ δὴ καλῶς λέγεις ὅτι οὐχ ὑπάρχει ἡ τέχνη. |
| Pr 48 | O. ἅπαντ’ ἐπράχθη] τινές φασιν ὅτι πάντα ἐκ Μοιρῶν δέδοται τοῖς θεοῖς πλὴν τοῦ ἄρχειν. |
| Pr 49 [25] | τὸ δὲ ἐπράχθη ἀντὶ τοῦ ὥρισται, τετύπωται. A. ἅπαντ’ ἐπράχθη] ὅλα ἐγεγόνει ἐκ μοίρας. πλὴν κοιρανεῖν] εἰ μὴ ἄρχειν. εἰπόντος Ἡφαίστου περὶ αὑτοῦ τέχνης ὡς εἶθεν ταύτην λαχεῖν ἕτερον, τὸ Κράτος φησὶν ὡς ἅπαντα ἐπράχθη καὶ ἐγεγόνει τοῖς θεοῖς πλὴν τοῦ κοιρανεῖν καὶ ἄρχειν, τουτέστιν ἅπαντα δέδοται τοῖς θεοῖς, ὅπλα μὲν Ἄρει, Ἀρτέμιδι δὲ τόξα, Ἀπόλλωνι δὲ μουσικὴ, σοὶ δὲ ἣν ἔχεις τέχνην, καὶ ἕτερα ἑτέροις· τὸ δὲ βασιλεύειν μόνον ὁ Ζεὺς ἐκληρώσατο. ἐπεὶ οὖν οὕτω ταῦτ’ ἔχει, ἀνάγκη καὶ σοὶ ἥνπερ ἔλαχες τέχνην στέργειν, καὶ τὰ παρὰ τοῦ Διὸς ἐπιτεταγμένα σοι ἐκτελεῖν. B. ἅπαντ’ ἐπράχθη] ἀπεκυρώθη. O. ἅπαντα, φησὶν, ἐτυπώθησαν καὶ ὡρίσθησαν καὶ ἐπράχθησαν ὑπὸ τῶν Μοιρῶν πλὴν τοῦ κοιρανεῖν τῶν θεῶν, ἤγουν τοῦ ἄρχειν αὐτῶν. ἢ τὸ πλὴν ἀντὶ τοῦ ὅμως, καὶ ἔστιν οὕτω· πάντα μὲν ὑπὸ τῶν Μοιρῶν ὁρίζονται, ὅμως δὲ οἱ θεοὶ ἄρχουσι καὶ ὁρίζουσι τὴν τούτων ἔχειν πρᾶξιν· ἐλεύθερος δὲ, ἤτοι μὴ ἀγόμενος ὑπ’ ἄλλων, οὔτις ἐστὶ χωρὶς τοῦ Διός. τοῦτο δὲ λέγει, ὅτι καὶ οἱ λοιποὶ θεοὶ ἄρχουσι μὲν, ἀλλ’ ἄνευ τῆς τοῦ Διὸς βουλῆς οὐδεὶς δύναταί τι ποιῆσαι. οἷς συγκατατιθέμενος καὶ ὁ Ἥφαιστός φησιν, ἔγνων ὅτι οὕτως ἔχει τὰ τῶν θεῶν καὶ οὐκ ἀντιλέγω. πρὸς ὃν τὸ Κράτος φησὶν, σὺ σπεύδεις λοιπὸν δεσμῆσαι τὸν Προμηθέα, ἵνα μὴ ὁ πατὴρ ἴδῃ σε βραδύνοντα καὶ ἀμελοῦντα τῶν αὐτοῦ πράξεων. Ἄλλως. ἅπαντα, φησὶ, τοῖς θεοῖς πέπρακται καὶ τετέλεσται καὶ τέλειά εἰσι πλὴν τῆς κοιρανίας· αὕτη γὰρ ἄδηλος τοῖς θεοῖς πλὴν τοῦ Διός. ἢ οὕτως, ὃ καὶ κρεῖττον· ἅπαντα τοῖς θεοῖς δέδοται τὰ καλὰ, πλὴν καὶ χωρὶς τοῦ ἄρχειν ἑαυτῶν καὶ μὴ ἔχειν τινὰ τὸν δεσπόζοντα. διὸ ἐπάγει ὡς οὐδεὶς ἐλεύθερος εἰ μὴ Ζεύς. P. ἐπείξῃ] σπουδάσῃ. |
| Pr 52 | περιβαλεῖν] περιθεῖναι. B. ὡς] ἵνα. |
| Pr 53 | ἐλιννύοντα] βραδύνοντα. προσδερχθῇ] θεάσηται. B. ἐλιννύοντα] ἐλιννύω ἀπὸ τοῦ ἑλίσσω καὶ τοῦ ἀνύω. εἰώθασι γὰρ οἱ μέλλοντες ἀνύσαι τι ἀνασκοπεῖν πρῶτον καὶ οἷον ἐμβραδύνειν. O.P. πρόχειρα] ἕτοιμα εἰς χεῖρας. |
| Pr 54 [5] | ψάλια] αἱ πέδαι. ψάλια κυρίως τὰ χαλινὰ τῶν ἵππων, ἐνταῦθα δὲ τὰ σιδηρᾶ δεσμά. B. ψάλια] οὐχὶ ἧλοι, ἀλλ’ ἕτερά τινα σιδήρια, εἶδος ἔχοντα τοιοῦτον ὥστε ἁρμόσαι τῇ μασχάλῃ καὶ εἰς ἄλλο μέρος τοῦ σώματος. λέγονται δὲ ψάλια κυρίως τὰ χαλινὰ τῶν ἵππων. P. νιν] αὐτόν. |
| Pr 55 | ἀμφὶ] περί. χερσὶν] αὐτοῦ. ἐγκρατεῖ σθένει] ἰσχυροτάτῃ δυνάμει. B. ῥαιστῆρι] ἐν σφύρᾳ. |
| Pr 56 | θεῖνε] τύπτε. πασσάλευε] προσήλου. B. προσκάρφου. O. περαίνεται] τελεῖται. |
| Pr 57 | ματᾷ] μάτην πράττεται. B. περαίνεται δὴ] ἀρξάμενος δὲ δεσμεῖν τὸν Προμηθέα ὁ Ἥφαιστός φησιν, ἰδοῦ, πράττεται τὸ προστεταγμένον καὶ οὐκ ἀναβάλλεταί μοι τόδε τὸ ἔργον, καὶ ἀσφαλῶς καὶ οὐ μάτην ἐργάζεταί μοι ἡ δέσις. P. ἄρασσε] πλῆττε. |
| Pr 58 | μηδαμῆ χάλα] ἐν οὐδενὶ μέρει τῶν δεσμῶν ἔφεσιν δίδου. τὸ χάλα ἐκ μεταφορᾶς τῆς νηός. B. δεινὸς] ἐπιτήδειος. |
| Pr 59 [5] | εὑρεῖν] εἰς τό. B. πόρον] βουλὴν, τρόπον, μηχανήν. O. δεινὸς] δεινὸς ὢν εἰς τὸ νοῆσαι φαίνῃ καὶ παντοίας εὑρῆσαι μηχανάς. ἢ μηχανικὸς ὢν ὁ Προμηθεὺς, εἰ μὴ στερρῶς προσηλωθῇ, λύσεως μηχανὴν εὑρήσει. P. ἄραρεν] ἡρμόσθη οὗτος ὁ σιδηροῦς δεσμός. |
| Pr 60 [10] | στρογγυλοειδὴς γὰρ ἦν δυσκόλως εἰς τὸ λυθῆναι. O. ἥρμοσται. ὠλένη] ἀγκάλη. B. ἄραρεν] ὁ Ἥφαιστός φησιν ὅτι οὗτος ὁ σιδηροῦς δεσμὸς ἀσφαλῶς ἡρμόσθη καὶ ἐνεπάγη, τὸ δὲ τοῦ Διὸς Κράτος φησὶ πρὸς αὐτὸν, καὶ ταύτην τὴν σιδηρᾶν ὠλένην, ἤγουν τὸν κρίκον, περόνησον ἀσφαλῶς, ἵνα, δεινὸς ὢν εἰς τὸ νοῆσαι καὶ ἐφευρεῖν τέχνας, νοήσῃ καὶ μάθῃ ἐλάττων καὶ ἐπιδεέστερος ὢν τοῦ Διός. εἶτα ὡσανεὶ βεβαιῶν ὁ Ἥφαιστος ὅτι ἀσφαλῶς αὐτὸν προσέδησε, φησὶ, πλὴν ἕνεκα τούτου, οὐδεὶς ἂν μέμψαιτό μοι δικαίως ὡς μὴ καλῶς αὐτὸν προσηλώσαντι. P. πόρπασον] κάρφωσον, κρίκωσον. |
| Pr 61 | O. περόνησον. A. προσάρμοσον. B. πόρπαξ οὐχ ὁ ἧλος, ἀλλ’ ἄλλο τι σίδηρον κατασκευασμένον. P. σοφιστὴς] ἀπατεών. |
| Pr 62 [5] | A. μάθῃ] νοήσῃ. σοφιστὴς ὢν] ἀπατεὼν ὑπάρχων. νωθέστερος] χαυνότερος, τουτέστιν, ἵνα γνώῃ ὡς εἰ καὶ τὸν Δία ἀπειλεῖ καὶ σοφίζεται, ἀλλ’ οὐδέν τι τελέσαι δύναται, ἐλάττων τούτου τυγχάνων. ἢ οὕτως, ὅτι ἵνα μάθῃ νωθέστερον καὶ ἀμελέστερον καὶ ῥᾳθυμότερον πρὸς τὸν Δία σοφίζεσθαι, τουτέστιν, ἵνα παντελῶς ἀφίσταται τοῦ τοιαῦτα ποιεῖν πρὸς αὐτόν. ἀντὶ δὲ τοῦ εἰπεῖν εἶναι, πρὸς μετοχὴν ἔτρεψεν, ὢν εἰπὼν, ὅπερ ἐστὶ κρεῖττον. B. πλὴν τοῦδε] εἰ μὴ τοῦ Προμηθέως. |
| Pr 63 | μέμψαιτο] κατηγορήσῃ. B. ἀδαμαντίνου νῦν σφηνὸς] στερροῦ ἥλου σιδηροῦ. |
| Pr 64 [10] | αὐθάδη γνάθον] ἤτοι ἐξοχὴν, περόνην διὰ τῶν στέρνων αὐτοῦ βάλε, περόνα, δέσμει ἀσφαλῶς. ἢ τὸ ἄκρον τοῦ σιδηροῦ ἥλου καὶ τὴν ὀξύτητα. ἢ τὴν ἀναιδῆ καὶ στωμύλον αὐτοῦ γνάθον καὶ παρειὰν μέχρι καὶ τοῦ στήθους διάπειρον· τουτέστιν ἕως καὶ αὐτῶν τῶν στέρνων κατελθέτω ἡ περόνη. κατὰ τῶν στέρνων δὲ, φησὶ, περόνα αὐτὸν, ὅτι ἐνταῦθα αὐτῷ ἡ ἀγχίνοια καὶ ἡ βουλὴ ἔγκειται, περὶ τοὺς τῆς καρδίας τόπους. A. ἀδαμαντίνου] σιδηρώδους καὶ στερροῦ. B. σφηνὸς] σιδήρου ἄκρον, τὴν ὀξύτητα, σιαγόνα. O. τοῦ ἥλου. αὐθάδη] τραχεῖαν. γνάθον] στόμα. B. διαμπάξ] δι’ ὅλου. |
| Pr 65 | B. περόνει, προσκάρφου ἰσχυρῶς ἀπὸ ἄκρας ἕως ἄκρας. O. διαπέρα. ἐρρωμένως] ἰσχυρῶς. B. σῶν] ἕνεκα. |
| Pr 66 | B. σὺ δ’ αὖ κατοκνεῖς] ὀκνηρῶς διάκεισαι πρὸς τὸ ἔργον. |
| Pr 67 | B. ὅπως] λείπει τὸ σκόπει, ὅρα. |
| Pr 68 | A. στένεις] τὸ λυπεῖσθαι. ὅπως] ὅρα. Ἀττικῶς. οἰκτιεῖς] ἐλεήσεις. B. ὁρᾷς θέαμα] λίαν ἀσφαλῶς ὁ Ἥφαιστος πεδῶν τὸν Προμηθέα φησὶν, ὁρᾷς θέαμα ὀδυνηρὸν καὶ ὀφθαλμοῖς οὐκ ἀνεκτὸν μεθεῖναι. |
| Pr 69 | τὸ δὲ Κράτος φησὶν, ὁρῶ τοῦτον τὸν Προμηθέα ἀπολαύοντα ὧν ἐστιν ἄξιος. A. ἐπαξίων] ἁρμοδίων. |
| Pr 70 | O. ἀλλ’ ἀμφὶ] ἀλλὰ βάλε τῷ περὶ τὰς πλευρὰς αὐτοῦ μασχαλιστῆρι διαζώστρας, ἤτοι δεσμά. |
| Pr 71 | C. δρᾶν ταῦτ’ ἀνάγκη] ἀναγκαῖόν ἐστι ποιῆσαι τοῦτο, ἤτοι τὸ βαλεῖν μασχαλιστῆρας. |
| Pr 72 [5] | σὺ οὖν μὴ πρόστασσέ μοι συνεχῶς καὶ λίαν. τὸ δὲ φησὶ πρὸς αὐτὸν, ὄντως δὴ καὶ κελεύσω σοὶ τοῦτο καὶ σὺν τῷ κελεῦσαι κραυγάσω, ἐν βάθει τὸν κρίκον περόνησον. A. ἐγκέλευ’ ἄγαν] πρόστασσε λίαν. B. ἦ μὴν] ὄντως. |
| Pr 73 | κἀπιθωΰξω] ἐπεμβριμήσομαι. πρὸς] πρὸς τούτοις. B. χώρει κάτω] ἐν τῷ βάθει. |
| Pr 74 [10] | ἐπειδήπερ ἄνω περὶ τὰς πλευρὰς μασχαλιστῆρας ἐνέβαλεν, ἔδει δὲ καὶ πρὸς τοὺς πόδας τοῦτο ποιῆσαι, διὰ τοῦ “χώρει κάτω” τὸ μέγεθος ἐνέφηνε τοῦ δεσμουμένου θεοῦ. Χωρῶ τὸ δέχομαι, οἷον τοσοῦτον ὕδωρ τόδε τὸ ἄγγος χωρεῖ· καὶ χώρα ἡ ἄδεια, καὶ ἐλευθερίαν ἐγχωρεῖν, τὸ ἐνδέχεσθαι· χωρῶ καὶ τὸ ἔρχομαι, ἀφ’ οὗ συγχωρῶ, ὅταν ἑκὼν ἐκλύω, καὶ παραχωρῶ ὅταν ἄκων ἀπολύω, καὶ προχωρεῖ ἀντὶ τοῦ προβαίνει, καὶ ἀναχωρεῖ τὸ αὐτό. χώρει ἀντὶ τοῦ ἀφίστασαι, ὑποχώρει ἀντὶ τοῦ ὑπέρχου. B. κρίκωσον βίᾳ] δέσμευσον αὐτὸν βιαίως. B. κρίκος τὸ κρικέλιον. O. κάτω] ἐν βάθει τὸν κρίκον περόνησον. C. οὐ μακρῷ πόνῳ] ἀλλὰ συντόμως. |
| Pr 75 [5] | B. ἐρρωμένως νῦν θεῖνε] τοῦ Ἡφαίστου εἰπόντος ὅτι καλῶς ἤδη πέπρακται τὸ ἔργον ἅπαν καὶ ὁ Προμηθεὺς ἀσφαλῶς διεπερονήθη, φησὶ τὸ τοῦ Διὸς Κράτος πρὸς αὐτὸν, ἐπειδὴ ἀρκούντως τῷ βάθει τοὺς κίρκους ἐνέβαλες, νῦν τύπτε ἰσχυρῶς τὰς διατόρους πέδας, τὰς διαπειρούσας καὶ τιτρωσκούσας, ἤτοι τοὺς δεσμοὺς τοὺς σιδηροῦς. |
| Pr 76 | ἢ διατόρους πέδας, τὰς διατετορνευμένας. A. ἐρρωμένως θεῖνε] ἰσχυρῶς τύπτε. διατόρους πέδας] τοὺς μεγάλους δεσμούς. B. ὡς οὑπιτιμητής] καλῶς, φησὶ, καὶ στερεῶς τύπτε τὰς πέδας τοῦ Προμηθέως. |
| Pr 77 [10] | ὁ γὰρ προστάξας τοῦτο τὸ ἔργον, ἤγουν ὁ Ζεὺς, δεινός ἐστι καὶ βαρύς· ἢ ὁ τοῦ ἔργου ἐπιστάτης· ἢ ὁ ζημιωτὴς καὶ ὁ εὐθυντής. ταῦτα δὲ λέγοντος τοῦ Κράτους φησὶ πρὸς αὐτὸν ὁ Ἥφαιστος, ἀγρίου πεποιημένου τοῦ προσώπου αὐτοῦ καὶ ἀναιδοῦς, ὅτι ἁρμόζει τῇ μορφῇ σου καὶ προσήκοντα ταύτῃ τυγχάνει τὰ τραχέα ῥήματά σου. τὸ δὲ πρὸς αὐτὸν, σὺ γίνου μαλθακὸς καὶ χαῦνος, ἐμὲ δὲ ἕνεκα τῆς αὐθαδίας μὴ ὀνείδιζε. A. ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς] ἐπιστάτης. O. ὅτι ὁ ἐξεταστὴς καὶ εὐθύνας ἐπάξων, εἰ φαῦλα φωράσεται, χαλεπὸς, ἀνύποιστος. B. ὅμοια μορφῇ] ἁρμόζοντα τῷ ἀγρίῳ σώματι τὰ τραχέα ῥήματα σου. |
| Pr 78 | μορφῇ] τῇ σῇ. γηρύεται] βοᾷ. B. μαλθακίζου] ταπεινοῦ. |
| Pr 79 | B. αὐθαδίαν] Ἰωνικῶς, ἀλαζονείαν. O. μὴ ’πίπλησσέ μοι] ὀνειδιστικῶς πρόφερε. |
| Pr 80 | B. στείχωμεν] ἀποχωρῶμεν. |
| Pr 81 [5] | ὡς] ἐπεί. κώλοισιν] ἐν τοῖς ἄρθροις αὐτοῦ, τοῖς ποσίν. ἀμφίβληστρ’] δεσμά. B. στείχωμεν] βαδίζωμεν, ὑποχωρῶμεν, συμβουλευτικόν. ἐπεὶ ποσὶ καὶ χερσὶ τὰ δεσμὰ ἔχει, τουτέστιν ἅπαν τὸ σῶμα προσήλωται, ἀναχωρῆσαι χρεία. P. ἐνταῦθα νῦν ὕβριζε] ἰδὸν τὸ Κράτος ἀσφαλῶς δεσμηθέντα τὸν Προμηθέα φησὶ πρὸς αὐτὸν, νῦν ὕβριζε καὶ καταφρόνει τοῦ Διὸς, καὶ κλέπτων τὴν τιμὴν τοῦ Διὸς δίδου τοῖς ἀνθρώποις. |
| Pr 82 [10] | τί σοι δοκεῖ; δύνανταί σε οἱ ἄνθρωποι ἐλευθερῶσαι τοῦ δεσμοῦ τοῦδε; ψευδῶς ὀνομάζουσί σε οἱ θεοὶ Προμηθέα, χρεία γάρ σοι ἑτέρου Προμηθέως δυναμένου σοι σαφηνίσαι ποίῳ τρόπῳ ἐλευθερωθήσῃ τούτων τῶν δεσμῶν. ἀπὸ τοῦ οἰκείου ὀνόματος διαβάλλει αὐτὸν, ὅτι προνοητὴς ὢν τῶν μελλόντων (τοῦτο γὰρ δηλοῖ τὸ Προμηθέως ὄνομα) οὐκ ἐνόησε τὰ μέλλοντα αὐτῷ συμβῆναι, οὐδὲ δύναται ἑαυτὸν ἐλευθερῶσαι ἀπὸ τῶν δεσμῶν. A. ἐνταῦθα] τούτοις συνὼν τοῖς δεσμοῖς. ὕβριζε] θρασύνου καὶ μεῖζον θεῶν φρόνει. B. συλῶν] κλέπτων. |
| Pr 83 [5] | ἐφημέροισι προστίθει] τοῖς θνητοῖς δίδου. B. ἐφημέροισι] ἐφήμεροι κυρίως λέγονται οἱ κώνωπες, οἵτινες ὄντες ἔσωθεν τοῦ πίθου ζῶσι, ἀποσκεπάσαντος δὲ τὸν πίθον καὶ ἰδόντας αὐτοὺς τὸ φῶς οὐκέτι ζῶσιν· ἐξ αὐτῶν δὲ ἐκλήθησαν καὶ οἱ ἄνθρωποι ἐφήμεροι. P. οἷοί τε] δυνατοί. |
| Pr 84 | ἀπαντλῆσαι] ἐλευθερῶσαι, ἀπεκβαλεῖν. O. ψευδωνύμως] πάνυ εὐφυῶς ἐτυμολογεῖται τὸ τοῦ Προμηθέως ὄνομα. |
| Pr 85 | Προμηθεὺς γάρ ἐστιν ὁ προορῶν τὰ μήδεα καὶ τὰ βουλεύματα· καὶ τροπὴ τοῦ δ εἰς τὸ θ. P. ψευδωνύμως] ψευδῶς. δαίμονες] οἱ θεοί. B. αὐτὸν γάρ σε δεῖ Προμηθέως] χρεία ἐστὶ προμηθείας. |
| Pr 86 [5] | ἡ δὲ σύνταξις ὡς τὸ, “χρεὼ βουλῆς ἐμέ τε καὶ σέ,” δοτικὴν γὰρ ἔδει εἰπεῖν, νῦν δὲ πρὸς αἰτιατικὴν ἐπήνεγκε λαμβανομένης ἔξωθεν τῆς εἰς. B. δεῖ] χρεία γάρ σοι ἀνθρώπου συμβουλευομένου τίνι τρόπῳ ἐκβληθῇς τοῦ τεχνηέντως κατεσκευασμένου δεσμοῦ. P. ὅτῳ] τίνι. |
| Pr 87 [5] | ἐκκυλισθήσῃ] ἐλευθερωθήσῃ. τέχνης] τῆς τοῦ Ἡφαίστου. B. ὦ δῖος αἰθὴρ] ἁρμοζόντως φησὶν ὁ ποιητὴς μὴ εὐθὺς ἀντειπεῖν τὸν Προμηθέα, ἵνα μὴ δόξῃ ἄφρων καὶ αὐθάδης· μετὰ δὲ τὸ ὑποχωρῆσαι τοὺς κολαστὰς προσμαρτύρεται, τὸν αἰθέρα καὶ τοὺς ἀνέμους, ἤτοι τὰ ἀέρια στοιχεῖα, τοὺς ποταμοὺς καὶ τὰς πηγὰς, τὴν ὑγρὰν φύσιν, καὶ τὴν γῆν, τὴν ξηρὰν φύσιν, καὶ τὸν ἥλιον, τὴν θερμὴν φύσιν. |
| Pr 88 [20] | καὶ λέγει αὐτοῖς, θεάσασθέ με οἷα πάσχω κακὰ καὶ παρὰ τῶν θεῶν καὶ ἐγὼ θεὸς ὢν τάχα. ἀλλάσσει δὲ αὖθις τὴν λέξιν καί φησι, δέρχθητε, ἀντὶ τοῦ ἴδετε, οἵαις τιμωρίαις διακοπτόμενος κακοπαθήσω ἐς τὸν διηνεκῆ χρόνον. τοιοῦτον γὰρ δεσμὸν ἐξεῦρεν ἐπ’ ἐμοὶ ὁ νέος ἡγεμὼν τῶν θεῶν, ἤγουν ὁ Ζεύς. A. νῦν τὰ τέσσαρα ἐπιβοᾶται πρὸς οἶκτον στοιχεῖα, πῦρ, ἀέρα, ὕδωρ, γῆν. ἐπειδὴ καὶ ἥλιος διὰ τούτων διέρχεται καὶ τῶν ἑκάστοτε γιγνομένων ἐστὶ θεατὴς, προσειλήφει καὶ τοῦτον τῇ ἐπικλήσει. ταχύπτεροι] ταχεῖαι, καὶ τάχος τοῖς πτεροῖς τῶν ὀρνέων παρέχουσαι. B. ταχύπτεροι] οἱ ἄνεμοι κατὰ μὲν Ἀναξαγόραν ἐκ τῆς γῆς γίνονται, καθ’ Ὅμηρον δὲ “πατρὸς Διὸς ἐκ νεφελάων.” ἀλλ’ ὁ μὲν Ἀναξαγόρας τὸ ὑλικόν φησιν αἴτιον τῶν ἀνέμων, Ὅμηρος δὲ τὸ ποιητικὸν, μᾶλλον δὲ ἀμφότερα, τό τε ὑλικὸν καὶ τὸ ποιητικόν· ἐκ μὲν γὰρ τοῦ λέγειν ἐνιαχοῦ τοὺς ἀνέμους ἰκμένους, ἤτοι ἰκμώδεις καὶ καθύγρους, τὸ ὑλικὸν αὐτῶν αἴτιον λέγει, τὴν ἰκμάδα καὶ δρόσον· ἐκ δὲ τοῦ λέγειν αὐτοὺς ὁρμᾶν “πατρὸς Διὸς ἐκ νεφελάων” τὸ ποιητικόν φησιν αἴτιον. ἰκμὰς γὰρ λεπτυνθεῖσα ἀὴρ γίνεται, ἀὴρ δὲ ἔτι ἀναχθεὶς καὶ λεπτυνθεὶς πνεῦμα. P. ποταμῶν τε πηγαὶ] βρύσαι. |
| Pr 89 | O. ὦ. ποντίων] τῶν θαλασσίων. B. γέλασμα] καλῶς εἶπε γέλασμα τὸ χῦμα ἐκ μεταφορᾶς τῶν γελώντων καὶ διαχεομένων. |
| Pr 90 [5] | ὥσπερ γὰρ ἐκεῖνοι εὐφραινομένης τῆς καρδίας γελῶσι, γελῶντες δὲ διαχέονται καὶ εὐρύτητα ποιοῦνται τῶν στομάτων αὐτῶν, ὥσπερ πάλιν οἱ λυπούμενοι συστέλλονται τοῦ ἐν αὐτοῖς ἐμφύτου θερμοῦ αἵματος συστελλομένου, οὕτω καὶ τὸ κῦμα ὡσανεὶ γελᾷ καὶ διαχέεται συχνὸν ἐρχόμενον καὶ ἐπάλληλον. A. ἀνήριθμον γέλασμα] ἄπειρον χῦμα, πλάτος, ἐκ μεταφορᾶς τῶν γελώντων· οἱ γὰρ γελῶντες ἐξήπλωνται. παμμῆτορ] ἡ πάντων μήτηρ καὶ τροφὸς, ζῴων λέγω καὶ σπερμάτων καὶ ἀνθρώπων. B. πανόπτην] τὸν πάντ’ ἐφορῶντα, τὸν πάντα βλέποντα, ἢ τὸν ὑπὸ πάντων βλεπόμενον. |
| Pr 91 | B. ἴδεσθε] θεάσασθε. |
| Pr 92 | θεὸς] ὤν. B. δέρχθητ’] θεάσασθε. |
| Pr 93 | αἰκίαισι] τιμωρίαις. B. διακναιόμενος] διακοπτόμενος καὶ προσταλαιπωρῶν. |
| Pr 94 | μυριετῆ] πολύν· τρεῖς μυριάδας αὐτόν φασι δεδέσθαι. B. ἀεθλεύσω] μετ’ ἄθλου καὶ κακότητος διάξω. |
| Pr 95 | B. ταγὸς] ἡγεμών. |
| Pr 96 | ἐξεῦρ’] ἐμηχανήσατο. B. ἀεικῆ] ἀπρεπές. |
| Pr 97 | B. τὸ παρὸν] τὸ ἐνιστάμενον. |
| Pr 98 | ἐπερχόμενον] μέλλον. B. αἲ αἲ] φεῦ φεῦ, στενάζω καὶ τὸ παρὸν καὶ τὸ ἐπερχόμενον πῆμα. C. χρὴ τέρματα τῶνδ’ ἐπιτεῖλαι] ἀντὶ τοῦ ἐπιτελεσθῆναι, ὡς τόδε, Νόστον ὃν ἐκ Τροίας ἐπετείλατο Παλλὰς Ἀθήνη, ἀντὶ τοῦ ἀπεπέλεσε. |
| Pr 100 [5] | P. χρὴ] ἀπόκειται. ἐπιτεῖλαι] φανῆναι. B. καίτοι τί φημι;] ἀποδυρόμενος ὁ Προμηθεὺς καὶ ὡσανεὶ ἄγνοιαν προβαλλόμενος τῆς τελευτῆς καὶ τῶν συμβάντων αὐτῷ κακῶν ἐρωτᾷ πότε ἥξει αὐτῷ ἐλευθερία τῶν δεσμῶν· εἶτα γνοὺς ὡς αὐτός ἐστιν ὁ Προμηθεὺς, καὶ οὐ μόνον τὰ αὑτῷ συμβησόμενα ἐπίσταται, ἀλλὰ καὶ τὰ ἑτέροις, φησὶ, τί φημι ἐγώ; τὰ πάντα ἐπίσταμαι ἀκριβῶς· τὰ μέλλοντα δέ μοι συμβήσεσθαι οὐδεμίαν βλάβην κομίσουσί μοι. |
| Pr 101 | A. τί φημι] τοῦτο. B. σκεθρῶς] ἀσφαλῶς. |
| Pr 102 [5] | ἀπὸ μεταφορᾶς τοῦ ζυγοῦ, ὅταν οὐχὶ σκάζῃ καὶ ῥέπῃ ἑνὶ μέρει, ἀλλ’ ἔστιν ἐπὶ ἰσότητι. O. ἀκριβῶς. ποταίνιον] ἀπροσδόκητον, ἄγνωστον. B. ποταίνιον] τὸ ἀπροόρατον, ἀπὸ τῆς πρό προθέσεως καὶ τοῦ αἶνος, ὁ λόγος, ἤγουν τὸ μὴ γενόμενον εἰς ἐμὲ καὶ δεύτερον καὶ ἄλλο, διότι ἐγὼ προγινώσκω τὰ πάντα. P. πῆμ’] βλάβη. |
| Pr 103 [5] | ἥξει] ἐπέλθῃ. B. χρὴ] χρὴ δὲ ἑκάστῳ ὑπομένειν τὴν λαχοῦσαν αὐτῷ τύχην καὶ μοῖραν ὥσπερ κἀμοί. ὑπομένω δὲ ὡς λίαν γινώσκων τὸ τῆς ἀνάγκης σθένος, ἤγουν τὴν δύναμιν τῆς εἱμαρμένης ἀκαταμάχητον οὖσαν καὶ ἀήττητον. P. αἶσαν φέρειν ὡς ῥᾷστα] μοῖραν ὑπομένειν εὐκόλως. |
| Pr 104 | B. ἀνάγκης] τῆς βίας. |
| Pr 105 | ἀδήριτον] ἀμάχητον. σθένος] δύναμις. B. ἀλλ’ οὔτε] ἔξεστί μοι τάσδε τὰς τύχας λέγειν τε καὶ σιγᾶν. |
| Pr 106 [10] | σιγᾶν μὲν, ὅτι μὴ βουλομένου τοῦ Διὸς τὸ πῦρ ἔκλεψα, λέγειν δὲ ὅτι τοῖς βροτοῖς γέρα παρέσχον καὶ πρὸς αὐτοὺς ἐφιλανθρωπευσάμην δούς τε τὸ πῦρ καὶ πάνθ’ ὅσα προσῆκέ σφας εἰδέναι διδάξας. B. σιγᾶν] σιωπᾶν. τύχας] τὰς ἐμὰς δυστυχίας. B. ἀλλ’ οὔτε σιγᾶν] ἀλλ’ ὅμως οὔτε σιγᾶν δύναμαι τὰς τύχας· ἀλγῶ γάρ· οὔτε μὴ σιγᾶν, ἤτοι λαλεῖν· εὐλαβοῦμαι γὰρ τὸν Δία. ἐγὼ γὰρ παρασχὼν τοῖς ἀνθρώποις τιμὴν, τὴν διὰ τοῦ πυρὸς λέγω, ἐνεπάγην ταύταις ταῖς συμφοραῖς. P. οὐ δύναμαι ταύτην τὴν τύχην σιγῆσαι· ἐὰν γὰρ ταύτην σιγήσω, λύπην τῇ ψυχῇ μου φέρω. οὐ τοσοῦτον γάρ τις λυπεῖται, εἰ καὶ ἐν θλίψεσίν ἐστιν, ὅσον χαίρει, ὅταν ἔκδηλα ποιῇ καὶ πρὸς ἑτέρους λέγῃ τὰ λυποῦντα αὐτόν. εἰ δὲ μὴ σιγήσω, ἤτοι ἐὰν λαλήσω καὶ εἴπω τὰ λυποῦντά με, τὸν Δία παροτρυνῶ εἰς ὀργὴν ἐμήν. P. οἷον] δυνατόν. |
| Pr 107 | τὰς] ταύτας. γέρα] τιμάς. B. πορὼν] παρασχὼν, δοὺς ἐγώ. |
| Pr 108 | ὑπέζευγμαι] συνεζευγμένος εἰμί. B. ναρθηκοπλήρωτον] ἐν τῇ νάρθηκι πεπληρωμένην. |
| Pr 109 | O. νάρθηκα μεστόν. θηρῶμαι] μετὰ μηχανῆς λαμβάνω. πυρὸς] τοῦ τοῖς ἀνθρώποις ἀεὶ ἐσομένου. B. πηγὴν] θηρῶμαι δὲ καὶ σφετερίζομαι καὶ παρέχω τοῖς ἀνθρώποις πηγὴν πυρὸς κλοπαίαν τῷ νάρθηκι, ἤγουν ἔσω νάρθηκος αὐτὴν βαλών. |
| Pr 110 [15] | πηγὴν δὲ πυρὸς εἶπεν, ὅτι πᾶσα οὐσία μείωσιν δέχεται, τὸ δὲ πῦρ, κἂν τὸ τυχὸν εὑρεθῇ, ἤτοι σμικρότατος σπινθὴρ, ὑποτεθῇ δὲ ὕλῃ τινὶ, πάλιν αὔξεται. διὰ τοῦτο δὲ εἶπε πηγὴν πυρὸς, ὅτι ἐκ τοῦ μικροῦ αὔξεται. O.P. πηγὴν κλοπαίαν] ῥίζαν καὶ ἀρχήν· πηγὴν κλοπαίαν εἶπεν ὅτι πᾶσα οὐσία μέτρον δέχεται, τὸ δὲ πῦρ, ἂν τὸ τυχὸν εὑρεθῇ, ἤτοι σμικρότατος σπινθὴρ, ὅλῃ τῇ βίᾳ αὔξεται πάλιν. πηγὴν οὖν εἶπε πυρὸς, ὅτι πολὺ αὔξεται ἐκ μικροῦ. δέον εἰπεῖν κλοπαίου κλοπαίαν εἶπε πρὸς τὸ πηγήν. τοιοῦτον δέ ἐστι καὶ τὸ ναρθηκοπλήρωτον, ὤφειλε γὰρ εἰπεῖν ἐντὸς νάρθηκος. ἔστι δὲ τὰ τοιαῦτα ὀνόματα, τό τε κλοπαίαν τό τε ναρθηκοπλήρωτον, οἱονεὶ ἐπεξήγησις τοῦ θηρῶμαι, εἰπὼν γὰρ “θηρῶμαι δὲ πηγὴν πυρός,” ὤφειλεν εἰπεῖν καὶ τίνα τρόπον ἐθηράσατο. B. πόρος] πορισμὸς τοῦ ζῆν. |
| Pr 111 | B. τοιάσδε ποινὰς] τοιῶνδε ἁμαρτημάτων ποινὰς ἔδει εἰπεῖν, νῦν δὲ πρὸς τὸ ποινάς τὴν σύνταξιν ἀπέδωκεν. |
| Pr 112 | ποινὰς] βλάβας. ἀμπλακημάτων] ἕνεκα. τίνω] δίδωμι. B. ὑπαίθριος] ὑπὸ τὴν αἰθρίαν, ὑποκάτω τοῦ αἰθέρος, ἐκτὸς στέγης τινός. |
| Pr 113 | πασσαλευτός] πασσαλευόμενος, κεκαρφωμένος. B. προσκεκαρφωμένος. O. ἂ ἂ] ἐπίρρημα ἐκπληκτικὸν Ἀττικόν. |
| Pr 114 | ἰδιοπεποιημένη ἡ φωνή. O. τίς ἀχὼ, τίς ὀδμὰ] ἴσως αἱ Ὠκεανίδες εὐωδίας ἔπνεον. |
| Pr 115 [5] | αἰσθητὴ δὲ ἡ ὀσμὴ, οὐχ ὁρατή· διὸ καὶ ἀφεγγῆ ταύτην φησὶν, ὡς ἀθεώρητον οὖσαν, διὰ τῆς ὀσμῆς δὲ προνοεῖται τὴν τῶν Ὠκεανίδων ἄφιξιν. A. ἀχὼ] φωνή. ὀδμὰ] ὀσμή. ἴσως αἱ Ὠκεανίδες εὐωδίαν ἔπνεον, αἰσθητὸν δὲ ἡ ὀσμή, οὐχ ὁρατή· διὸ καὶ ἀφεγγῆ ταύτην εἶπεν, ὡς ἀθεώρητον. διὰ τῆς ὀσμῆς οὖν προνοεῖται τὴν τῶν Ὠκεανίδων ἄφιξιν. προσέπτα] προσῆλθε. ἀφεγγὴς] ἀόρατος. B. θεόσυτος] ἐκ θεῶν ὁρμηθεῖσα. |
| Pr 116 | βρότειος] ἀνθρωπίνη. κεκραμένη] ἡρωϊκή. B. τερμόνιον ἐπὶ πάγον] διὰ τὴν ὀξύτητα τοῦ ὄρους. |
| Pr 117 [5] | O. ἐπὶ τὸ τελευταῖον μέρος τῆς γῆς ἦλθεν, ἐπειδὴ τέλος τῆς οἰκουμένης ὁ Καύκασος. ἢ, οὗ ἐγὼ πρὸς τὸ πέρας εἰμὶ δεδεμένος· ἐπὶ γὰρ ἄκρου προσδέδεμαι. A. ἵκετο] ἦλθε. τερμόνιον] τὸν τελευταῖον. πάγον] τὸν τραχὺν καὶ κρημνώδη τόπον. B. πόνων] τῶν κακοπαθειῶν. |
| Pr 118 [5] | θεωρὸς] θεατής. B. ἐπὶ] ἡ ἐπί, ὅταν στάσεως, μετὰ γενικῆς, ὅταν δὲ κινήσεως, μετὰ αἰτιατικῆς. C. πάγον] ἐπὶ τέλει τοῦ Ὠκεανοῦ ὁ Καύκασος. πάγος δὲ παρὰ τὸ πήσσεσθαι ἐν αὐτῷ τὰ ὕδατα· ἢ διὰ τὸ τὰς πηγὰς ἐξ ἄκρων τῶν ὀρέων κατέρχεσθαι. P. ὁρᾶτε] πρὸς τὴν ὑποληφθεῖσαν αὐτῷ φαντασίαν τοῦτο λέγει. |
| Pr 119 | B. δύσποτμον] δυστυχῆ. τὸ δύσποτμον οὐ πρὸς τὸν δεσμώτην, ἀλλὰ πρὸς τὸν θεὸν συντακτέον. B. πᾶσι θεοῖς δι’ ἀπεχθείας] πάντες οἱ θεοὶ ὀργίζονται τῷ Προμηθεῖ διὰ τὸ πῦρ. |
| Pr 120 [20] | ἐκ γὰρ τούτου πάντα ῥᾷστα εἶχον οἱ ἄνθρωποι, καὶ οὐκέτι ἔθυον συνεχῶς. φασὶ γὰρ τὸν Προμηθέα κεκλοφέναι ἀπὸ τοῦ Διὸς τὸ πῦρ, βαλεῖν τε νάρθηκι καὶ τοῖς ἀνθρώποις καταγαγεῖν. τοῦτο δὲ μυθῶδες· τὸ δ’ ἀληθὲς οὕτως ἔχει· πῦρ καλεῖται ἡ γνῶσις, διὰ τὸ δραστήριον, Προμηθεὺς δὲ καλεῖται ἡ προμήθεια καὶ ἡ πρόγνωσις καὶ ἡ πρωτόπλασις, ἣν δέδωκεν ὁ θεὸς τῷ ἀνθρώπῳ ἔχειν καὶ φυλάττειν καὶ μή τινος φροντίζειν. ὁ δὲ ταύτην λαβὼν οὐκ ἐφύλαξεν, ἀλλ’ ἤρξατο φροντίζειν καὶ προβουλεύεσθαι καὶ οἷον κλέπτειν τὴν τοιαύτην προμηθείαν. ὅτι δὲ νάρθηκι ἔβαλε τὸ πῦρ, καὶ αὐτὸ προσφόρως· ἀπὸ γὰρ τῆς οἰκείας σαθρότητος τοῦ νοὸς ἤρξατο φροντίζειν καὶ προλέγειν τὰ μὴ δέοντα. A. οὕτως ὁ ἀληθὴς ἔχει λόγος. ἄνθρωπος ἦν. σοφὸς δὲ ὢν εἰς παιδείαν μετέπλασε τοὺς ἀνθρώπους ἀπὸ τῆς ἄγαν ἰδιωτείας εἰς γνῶσιν ἄκραν, ὅθεν καὶ μεμύθευται τοῖς Ἕλλησι πλάττειν τοὺς ἀνθρώπους. ἀλλὰ καὶ Πλάτων ἐν τῇ παλαιᾷ κωμῳδίᾳ φησὶν ἐν Σοφισταῖς Προμηθία γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς. N. πᾶσι θεοῖς] πάντες γὰρ οἱ θεοὶ ὠργίζοντο πρὸς τὸν Προμηθέα διὰ τὸ πῦρ· ἐκ τούτου γὰρ πάντα ῥᾷστα εἶχον οἱ ἄνθρωποι καὶ οὐκέτι ἔθυον αὐτοῖς. B. δι’ ἀπεχθείας] ἐν ἔχθρᾳ. |
| Pr 121 | B. εἰσοιχνεῦσι] εἰσπορεύονται, κατοικοῦσι. |
| Pr 122 [5] | O. ἀπὸ τοῦ οἴχω οἰχνῶ, ὥσπερ καὶ ἵκω ἱκνῶ. P. σχῆμα τὸ λεγόμενον καινοπρεπές. ἔστι δὲ τῶν Ἀττικῶν· τοῦτο γὰρ πρὸς τὸν νοῦν καὶ τὸ σημαινόμενον τῆς λέξεως ἀφορῶσιν. C. εἰσιχνεῦσι] διάγουσι. καλῶς δὲ εἶπε τὸ ὁπόσοι τὴν Διὸς αὐλὴν εἰσιχνεῦσιν, ὥσπερ εἰ ἔλεγεν ὁπόσοι Διὸς φίλοι, ἦσαν γὰρ καὶ ἕτεροι οἳ οὐ προσεῖχον Διΐ. τοιοῦτοι δὲ οἱ Τιτᾶνες. B. φιλότητα βροτῶν] ἀγάπην ἣν εἶχον εἰς τοὺς βροτούς. |
| Pr 123 | B. φεῦ, φεῦ] πλησιέστερον γενομένης τῆς τῶν Ὠκεανίδων πληθύος ἤδη καὶ τῆς τῶν πτερύγων ἠχῆς αἰσθάνεται, καί φησι, τί δή ἐστι τὸ κίνημα τῶν ὀρνέων, ὅπερ ἀκούω πλησίον; ὑποσυρίζει γὰρ ὁ αἰθὴρ ἐν εὐδιειναῖς πνοαῖς πτερύγων. |
| Pr 124 [10] | φησὶν οὖν ὁ χορὸς τῶν Ὠκεανίδων πρὸς αὐτὸν, μηδαμῶς φοβηθῇς, Προμηθεῦ· προσέβη γὰρ ἐνταῦθα πληθὺς φίλη ἐν ταχυτάτῃ κινήσει τῶν πτερύγων, μόλις πείσασα τὴν τοῦ πατρὸς Ὠκεανοῦ διάνοιαν. A. κινάθισμα] τὸ κάθισμα, τὸ κίνημα τῶν ὀρνέων. O. κίνημα πλήθους. παραγώγως. ἐξ οὗ πλῆθος παραγίνεσθαι ὑπακούεται. A. κινάθισμα] κίνημα, ὁρμήν. B. πέλας] τοῦ Καυκάσου. |
| Pr 125 | οἰωνῶν] ὀρνέων. αἰθὴρ] ὁ ἀήρ. ἐλαφραῖς] ἐλαφρῶν. B. ῥιπαῖς] ὁρμαῖς. |
| Pr 126 | A. πτερύγων] ἐκ τῶν πτερύγων γινομέναις. B. φοβερὸν] φόβου ἄξιον. |
| Pr 127 | τὸ προσέρπον] τὸ εἰσερχόμενον. B. φιλία γὰρ ἥδε] αὕτη ἡ φάλαγξ ἡ σύστοιχος, ἀντὶ τοῦ ἡμεῖς. |
| Pr 128 [5] | ταῦτα δέ φασιν ἀεροδρομοῦσαι διά τινος μηχανῆς. ἄτοπον γὰρ κάτωθεν διαλέγεσθαι τῷ Προμηθεῖ τῷ ἐφ’ ὕψους κρεμαμένῳ. ἐν ὅσῳ δὲ Ὠκεανῷ προσλαλεῖ ὁ Προμηθεὺς, κατίασιν αὐταὶ ἐπὶ τῆς γῆς. A. μηδὲν φοβηθῇς] ὅρα ἵνα μή. φιλία] φιλική. ἥδε τάξις] ἤτοι τὸ ἡμέτερον τάγμα. B. προσέβα τόνδε πάγον] προσῆλθε τὸν κρημνώδη τόπον. |
| Pr 130 | B. παρειποῦσα] παραπείσασα. |
| Pr 131 | O. καταπείσασα. B. κραιπνοφόροι δέ μ’ ἔπεμψαν αὖραι] ἐκόμισαν δὲ ἐμὲ ἐνταῦθα αἱ ταχύταται πνοαὶ τῶν ἀνέμων. |
| Pr 132 [5] | ἡνίκα γὰρ ἐπασσαλεύου τῇ πέτρᾳ προσηλούμενος, ὁ κτύπος τοῦ Χαλυβικοῦ σιδήρου ἀφίκετο εἰς τὸν ἐσώτατον τόπον τῶν ἡμετέρων οἰκημάτων. τοῦτο δὲ δηλοῖ ὅτι καὶ μέχρι τοῦ Ὠκεανοῦ ὁ κτύπος ἀφίκετο. A. κραιπνοφόροι] ταχεῖαι. αὖραι] τοῦ ἀέρος πνοαί. B. κραιπνόφοροι] κραιπνὸν τὸ ταχὺ, ἀπὸ τοῦ κάρτα πνεῖν. C. ἀχὼ] ἡ βοή. |
| Pr 133 [5] | χάλυβος] τοῦ σιδήρου. ἰστέον ὅτι πρῶτον ὁ σίδηρος ἐν Χάλυψι. ἔθνος ἔνθα ὁ σίδηρος ἐγένετο. ὅτε δὲ προσεκαρφοῦτο, ὁ κτύπος τοῦ σιδήρου ἠκούετο ἐκεῖ. διῆξεν] διῆλθεν. ἄντρων μυχὸν] τῶν ἐντὸς τῶν πηγῶν κοιλωμάτων, ἔνθα φασὶ κατοικεῖν τὰς Νύμφας. B. χάλυβος] ἐκ τοῦ πρωτοτύπου τὸ παράγωγον. Χάλυβες γὰρ ἔθνος, καὶ ἐκ τούτων εὑρέθη ὁ σίδηρος. Χάλυβες ἔθνος, ἐν ᾧ γίνεται ὁ σίδηρος, ἤγουν πρῶτον εὑρέθη. B. θεμερῶπιν] γράφεται θερμερῶπιν. |
| Pr 134 [15] | τὴν ἐπικειμένην θερμότητα τῷ προσώπῳ μου, ἤτοι τὴν ἐρυθρότητα, ἣν οὐκ ἔξεστιν ἐν ἀνδρὶ βλέπειν· καὶ γὰρ ἡ παρθένος ἐρύθημα ἔχει ἐν τῷ ἑαυτῆς προσώπῳ, οὔπω γὰρ συνεζεύχθη ἀνδρὶ, ὥστε τρέφειν διὰ τοῦ αἵματος ἑαυτῆς τὸ παιδίον, οὔτε καταμήνια βλέπει, δι’ ὧν τρέφεται τὸ ἔμβρυον, καὶ διὰ τοῦτο τὸ αἷμα διὰ τοῦ προσώπου αὐτῆς ἐξέρχεται· ἡ δὲ γαμηθεῖσα ἐκείνη χλωριάσασα τὴν ὄψιν ἐστὶν, ὡς ἀπολείποντος τοῦ αἵματος αὐτῆς καὶ τρεφούσης τὸ ἔμβρυον. ἐκεῖ γὰρ κατέρχεται ἅπαν τὸ αἷμα αὐτῆς, καὶ αὐτὴ μένει χλωρὰ, βλέπουσα καὶ καταμήνια, δι’ ὧν τρέφεται τὸ παιδίον. ἔχει γάρ τι ἐρύθημα ἡ παρθένος ἐν τῷ ἑαυτῆς προσώπῳ, ὃ οὐκ ἔστιν ἐν ἀνδρὶ βλέπειν. ἀποσείσασθαι δέ με καὶ ἀπορρῖψαι τὴν πολλὴν θερμὴν αἰδῶ, ἤγουν τὴν καλλίστην, τὴν ἐξ ἀναδόσεως αἵματος γενομένην, ἀνέπεισε καὶ τολμηρότερον ἐνταῦθα παρεῖναι. A. ἐκ δ’ ἔπληξέ μου τὴν θερμερῶπιν αἰδῶ] εἰς ἔκπληξιν καὶ φόβον ἐκίνησε παρθενικὴν ἐμέ· περιφραστικῶς. ἀπεσείσατό μου τὴν παρθένοις πρέπουσαν αἰδῶ, τὴν ἐπικειμένην θερμότητα τῷ προσώπῳ, ἤτοι τὴν ἐρυθρότητα, ἣν οὐκ ἔξεστιν ἀνδρὶ βλέπειν· καὶ γὰρ ἡ παρθένος ἐρύθημα ἔχει ἐν τῷ ἑαυτῆς προσώπῳ. B. σύθην δ’ ἀπέδιλος] ἦλθον δὲ καὶ ὥρμησα, ἁπέδιλος ὄχῳ πτερωτῷ, ἤγουν τῇ δι’ ἀέρος πτήσει. |
| Pr 135 [5] | διὰ τούτου δὲ δηλοῖ ὅτι σπουδαίως παρεγένοντο, ὥστε οὐδὲ τὰ οἰκεῖα πέδιλα δυνηθῆναι βαλεῖν. Ἄλλως. ὄχῳ πτερωτῷ, ταῖς πτέρυξιν, αἷς ἐποχοῦνται οἱ ἱπτάμενοι. σύθην δ’ ἀπέδιλος ὡς τὸ “γείτονες ἄζωστοι ἔκιον.” A. σύθην] ὥρμησα. ἀπέδιλος] ἀσάνδαλος. ὄχῳ] ἅρματι. πτερωτῷ] τοῖς πτεροῖς. ὄχημα γὰρ ἦν αὐτοῖς τὰ πτερὰ, ὥσπερ τοῖς ἱππεῦσιν οἱ ἵπποι. B. αἲ αἴ] γράφεται αἴ καὶ φεῦ. |
| Pr 136 [10] | ὦ τέκνα τῆς πολυγόνου Τηθύος, ἤγουν τῆς γῆς, καὶ τοῦ περικυκλοῦντος Ὠκεανοῦ πᾶσαν τὴν γῆν ἐν πολυκοιμήτῳ ῥεύματι, ἤτοι πολυησύχῳ· τὸ γὰρ α κατ’ ἐπίτασιν κεῖται. εἰ γὰρ ἦν ταραχῶδες τὸ τοῦ Ὠκεανοῦ ῥεῦμα κυκλοῦντος πᾶσαν τὴν γῆν, ἀνάγκη ἦν καὶ τὴν γῆν κυμαίνεσθαι. O.P. αἲ αἴ] τὰ εἰς αι λήγοντα ἐπιρρήματα θρηνητικὰ περισπῶνται πλὴν τοῦ βαβαί καὶ οὐαί. τὸ δὲ αἴ ἀντὶ τοῦ ἄν ποτε, ἐξ οὗ καὶ τὸ αἴθε ὡς εὐκτικὸν, ὀξύνεται. P. τὰ εἰς αι λήγοντα δίφθογγα ἐπιρρήματα ἐπὶ τέλους ἔχοντα τὸν τόνον περισπῶνται· ἰατταταῖ, παπαῖ, αἶ, καὶ τὰ ὅμοια, πλὴν τοῦ βαβαί, ναί, ἐπίρρημα καταθετικὸν, καὶ οὐαί. B. τῆς πολυτέκνου Τηθύος] τῆς παμμήτορος γῆς. |
| Pr 137 | B. περὶ] τὴν κύκλῳ σχέσιν. |
| Pr 138 | O. ἑλισσομένου] συστρεφομένου B. ἀκοιμήτῳ] γαληνώδει, πολυκοιμήτῳ, ἠρεμαίῳ ῥεύματι, ἤτοι πολυησύχῳ, ἵνα τὸν ἀκαλαρρείτην δηλώσῃ. |
| Pr 139 [5] | τὸ γὰρ α κατ’ ἐπίτασιν κεῖται. εἰ γὰρ ἦν ταραχῶδες τὸ τοῦ Ὠκεανοῦ ῥεῦμα κυκλοῦντος πασᾶν τὴν γῆν, ἀνάγκη ἦν καὶ τὴν γῆν κυμαίνεσθαι, ὡς ἐν αὐτῷ ἀναπεπταμένην. ἄλλως τε οὐδὲ ἔπαινος τὸ τοιοῦτον, ἀλλὰ ψόγος. ὑδάτων δὲ ἀρεταὶ τέσσαρες, τὸ ψυχρὸν, τὸ λευκὸν, τὸ ἡδὺ, καὶ τὸ ἠρεμαῖον τῆς ῥεύσεως. A. χθόν’] γῆν. ἀκοιμήτῳ] ἀπαύστῳ. B. πατρὸς Ὠκεανοῦ] Ὠκεανὸς τοῦ Οὐρανοῦ καὶ Γῆς υἱὸς ὁ πρῶτος γήμας Τηθὺν τὴν ἀδελφὴν τάδε γεννᾷ τὰ τέκνα, τοὺς ποταμοὺς, καὶ τὰς πηγὰς τὰς οὔσας ἐν τῷ κόσμῳ, ὧν καὶ Πλουτὼ καὶ Περσηῒς καὶ Μῆτις καὶ Ἀσία καὶ Στὺξ ὁμοῦ καὶ Καλυψώ· τὰς δ’ ἄλλας ἐατέον. |
| Pr 140 | P. δέρχθητ’] ἴδετέ με, οἵῳ προσηλωμένος δεσμῷ τῆς ἐξοχῆς ταύτης τοῦ ὄρους κακὴν τήρησιν βαστάσω. |
| Pr 141 | P. οἵῳ] καὶ ὁποίῳ. προσπορπατός] κεκαρφωμένος. B. φρουρὰν ἄζηλον ὀχήσω] οἴκησιν κακὴν, ἣν οὐδεὶς ζηλώσει, φυλάξω. |
| Pr 143 | B. λεύσσω, Προμηθεῦ] βλέπω, ὦ Προμηθεῦ, ἃ πάσχεις φοβερὰ, ἤγουν φόβου ἄξια, εἰσῆλθε δὲ τοῖς ἐμοῖς ὀφθαλμοῖς νεφέλη πλήρης δακρύων, εἰσιδούσῃ τὸ σὸν σῶμα πρὸς τῇ πέτρᾳ ξηραινόμενον καὶ κατατηκόμενον ταῖς τοῦ δεσμοῦ σιδηραῖς βλάβαις. |
| Pr 144 [15] | νέοι γὰρ βασιλεῖς κρατοῦσι τοῦ Ὀλύμπου. λέγει δὲ τοῦτο διὰ τὸν Δία· ἤδη γὰρ ἔρριψε τὸν ἑαυτοῦ πατέρα Κρόνον τῆς βασιλείας, καὶ νέοις νόμοις καὶ ἀσυνήθεσι τὰ πάντα διεξάγει ἀδίκως. οἰακονόμοι δὲ λέγονται κυρίως οἱ κυβερνῆται τῶν νηῶν· ὥσπερ γὰρ ἐκεῖνοι τρέπουσι τὴν ναῦν ἔνθα βούλονται, οὕτω καὶ ὁ βασιλεὺς ποιεῖ ἃ βούλεται. A. λεύσσω] βλέπω. ὄσσοις] ὀφθαλμοῖς. B. φοβερά] φόβου ἄξια. B. ὄσσοις] ἢ στικτέον εἰς τὸ φοβερὰ, ἵν’ ᾖ ἡ σύνταξις οὕτως, ὦ Προμηθεῦ, λεύσσω καὶ βλέπω ἃ πάσχεις, δηλονότι φοβερὰ καὶ ἄξια φόβου. τὸ δὲ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ τὸ ἑξῆς οὕτως· εἰσῆλθε γὰρ τοῖς ἐμοῖς ὀφθαλμοῖς νεφέλη πλήρης δακρύων. P. ὁμίχλη] ταύτην τροπικὴν ἀπὸ τοῦ νέφους καὶ τῆς ὁμίχλης· ἐκ τούτων γὰρ τὸ ὕδωρ καταρρήγνυται· οὕτω δὴ καὶ ἐνταῦθα νέφους ἐπιγεγονότος δάκρυα καταχέουσιν οἱ ἄνθρωποι. |
| Pr 145 [5] | A. ὁμίχλη] σκότωσις· οἱ γὰρ δακρύοντες οὐ βλέπουσι. O. νέφος λύπης. προσῇξε] προσῆλθε. B. εἰσιδούσῃ] καὶ εἰσιδούσῃ τὸ ση η, καὶ εἰσιδοῦσι τὸ σι ι, καὶ τὸ εἰσιδοῦσι μὲν πρὸς τὸ ὀφθαλμοῖς, τὸ δὲ εἰσιδούσῃ πρὸς τὸ σημαινόμενον. |
| Pr 146 | τὸ γὰρ προσῆλθε τοῖς ἐμοῖς ὄσσοις οὐκ ἔστιν ἕτερον ἢ ἐμοί. B. προσαυαινόμενον] προσηλούμενον καὶ ξηραινόμενον O. |
| Pr 147 | ξηραινόμενον καὶ προσταλαιπωροῦν. B. λύμαις] βλάβαις, κολάσεσι. |
| Pr 148 | B. οἰακονόμοι] ἄρχοντες, ἤτοι ὁ Ζεύς. |
| Pr 149 | Ὀλύμπου] τοῦ οὐρανοῦ. B. ἀθέσμως] ἀνόμως, καὶ ἔξω τοῦ νόμου καθ’ ὃν ἦρχον ὅ τε Οὐρανὸς καὶ ὁ Κρόνος. |
| Pr 150 | B. πελώρια] ἐτυμολογεῖται ἀπὸ τοῦ πέλω τὸ πλησιάζω καὶ ὤρα ἡ φροντίς. |
| Pr 151 [10] | Ἄλλως. πελώρια λέγει τοὺς Τιτᾶνας· πρὶν γὰρ, ὡς λέγουσί τινες, οἱ Τιτᾶνες ἐβασίλευον· ἐλθὼν δὲ ὁ Ζεὺς καὶ καταβαλὼν τούτους ἐβασίλευσε. πελώρια οὖν λέγει καὶ Τιτᾶνας καὶ νόμους αὐτῶν. A. πελώρια] τὰ κεφάλαια, τόν τε Κρόνον τούς τε Τιτᾶνας. B. λέγει τοὺς Γίγαντας πρὶν γὰρ, ὡς λέγουσί τινες, οἱ Γίγαντες ἐβασίλευον· ἐλθὼν δὲ ὁ Ζεὺς καὶ καταβαλὼν τούτους ἐβασίλευσε. ἐτυμολογεῖται δὲ πελώριος ἀπὸ τοῦ πέλω τὸ πλησιάζω καὶ ὤρα ἡ φροντίς. τῶν γὰρ μεγάλων πάντες φροντίζουσιν. ἢ ἀπὸ τοῦ πέλας ἤγουν ἐγγὺς εἶναι τοῦ Ὠρίωνος. O.P. εἰ γάρ μ’ ὑπὸ γῆν] εἴθε, φησὶν, οὕτως ἀπηνῶς ὑπολαβών με ὁ Ζεὺς τοιούτοις ἀλύτοις δεσμοῖς ἔπεμψεν ἂν ὑπὸ τὴν γῆν κάτωθεν τοῦ τοὺς νεκροὺς δεχομένου Ἅιδου. |
| Pr 152 [5] | λέγει δὲ εἰς τὸν ἀκατανόητον καὶ ἀμέτρητον τάρταρον, ἐπεὶ καὶ ἐν τῷ Ἅιδῃ θεοί εἰσιν, ὁ Πλούτων, ἡ Περσεφόνη καὶ ἄλλοι. A. εἰ γὰρ] εἴθε. νέρθεν] ὑποκάτω. B. ἀπέραντον] ἀτελῆ διὰ τὸ βάθος. |
| Pr 153 | B. τάρταρον] λέγω. |
| Pr 154 | ἧκεν] ἔπεμψεν ὁ Ζεύς. B. ἀγρίως] ἀπηνῶς. |
| Pr 155 | B. πελάσας] πέμψας, δήσας. O. ἐκεῖσε. ὡς] ἵνα. B. ἐπεγήθει] ἐπέχαιρε. |
| Pr 156 | B. ὅπως μὴ ἐπέχαιρέ τις οἷς πάσχω κακοῖς ὁρῶν με, μήτε τις θεὸς μήτε τις ἄλλος. O. αἰθέριον κίνυγμ’] εἴδωλον. |
| Pr 157 [10] | O. ἐναέριον κρέμασμα ὑπάρχων. B. νῦν δ’ αἰθέριον κίνυγμ’] νῦν δὲ πέπονθα ὁ τάλας κίνυγμα ὡσανεὶ κρέμασμα αἰθέριον, ἤγουν εἴδωλον, ἐπίχαρμα τοῖς ἄλλοις θεοῖς καὶ τοῖς ἐμοῖς ἐχθροῖς. O. κίνυγμα, τὸ κίνημα, καὶ ἔστι πρωτότυπον τὸ κινῶ, ἐξ οὗ κινύω καὶ κίνυμι· τὸ δὲ κίνυμα ποιὰ φωνὴ ἐν τῷ ἀέρι μετὰ ῥάβδου γινομένη, οὗ χρῆσις ἐν τῷ “κίνυντο φάλαγγες” καὶ κινύμενος, ὅ ἐστι κατὰ νοῦν κινούμενος καὶ λογιζόμενος. ἐκ δὲ τοῦ κινύω παράγεται τὸ κινύσσω, ἀφ’ οὗ καὶ κίνυγμα τὸ αἰθέριον εἴδωλον, κατὰ τὸ αἰθύσσω αἴθυγμα, πτύσσω πτύγμα, νύσσω νύγμα, ἐξ οὗ καὶ ἡ νυγμὴ, ὡς πτύγμα πτυγμή καὶ ἀποβολῇ τοῦ τ πυγμή, καὶ ξύσμα ξυσμή. P. ἐπίχαρμα] γρ. |
| Pr 158 | καὶ ἐπίχαρτα. O. ἐπίχαρτα] εὐφρόσυνα. B. ὧδε τλησικάρδιος] οὕτως σκληρογνώμων καὶ ἀπηνόφρων. |
| Pr 159 [10] | B. τίς ὧδε τλησικάρδιος] ὁ χορός φησι πρὸς τὸν Προμηθέα, τίς ἀπὸ τῶν θεῶν οὕτως ὑπάρχει λιθοκάρδιος, ᾧτινι ἐπιχαρῆ, ἤγουν πρόξενα χαρᾶς, ὑπάρχουσι ταῦτα ἃ πάσχεις; τίς οὐ συμπάσχει καὶ συναλγεῖ τοῖς σοῖς κακοῖς χωρὶς μόνου τοῦ Διός; οὗτος γὰρ θέμενος καὶ οἱονεὶ σχὼν ἀκαμπῆ ψυχὴν ἐπικότως καὶ ὀργίλως δάμναται καὶ δαμάζει τὴν οὐρανίαν γένναν, ἤγουν τὸ γένος τῶν θεῶν, οὐδὲ παυθήσεται τοῦ τυραννεῖν ἕως οὗ λάβῃ κόρον τῆς τυραννίδος καὶ ἐπιθέσεως, ἢ ἐν δυνάμει ἰσχυρᾷ ἀφέληταί τις τὴν ἀρχὴν καὶ τὴν βασιλείαν αὐτοῦ τὴν δυσάλωτον καὶ δυσκόλως ἀφαιρεθησομένην διὰ τὸ ἀνδρεῖον αὐτοῦ. P. ἐπιχαρῆ] ἄξια χαρᾶς. |
| Pr 160 | B. ξυνασχαλᾷ] συλλυπεῖται. |
| Pr 161 | B. δίχα γ’ ἑνός] γρ. |
| Pr 162 [5] | καὶ Διός. O. γρ. γ’ ἑνὸς, ἤγουν Διός. P. τεοῖσι] ἰδίοις. ἐπικότως] ὀργίλως. B. ἐπὶ σκότος] γρ. ἐπικότως οὗτος ὁ Ζεὺς ὀργίλως, ἀγρίως. O. ὅδ’ ἐπικότως αἰεί] γρ. ὁ δ’ ἐπὶ κότον ὀργίλως, ἤγουν μανικῶς, μανίαν. γρ. ὅδ’ αἰεὶ ἐπικότως. P. ἄγναμπτον] ἀκαμπῆ, σκληρὸν, ἀμετακίνητον. |
| Pr 163 | B. δάμναται] δαμάζει. |
| Pr 164 | οὐρανίαν γένναν] τοὺς οὐρανοῦ ἀπογόνους θεούς. B. οὐδὲ λήξει] τοῦ δαμάζειν. |
| Pr 165 | κορέσῃ κέαρ] ἐμπλήσῃ τὴν ψυχὴν αὑτοῦ. B. παλάμᾳ] μηχανῇ· παλαμᾶσθαι γὰρ τὸ μηχανᾶσθαι. |
| Pr 166 | δυσάλωτον ἕλῃ] δυσπόρθητον πορθήσῃ. ἀρχήν] αὐτοῦ. B. ἦ μὴν ἔτ’ ἐμοῦ] ὄντως δὴ ἀκμὴν ἐμοῦ χρείαν ἕξει ὁ πρύτανις, ὁ διοικητὴς καὶ ἡγεμὼν τῶν θεῶν ὁ Ζεὺς, καίτοι αἰκιζόμενός με, ἤγουν δεσμῶν, ἐν ἰσχυραῖς γυιοπέδαις καὶ δεσμοῖς τῶν μελῶν. |
| Pr 167 [20] | ἢ, αἰκιζομένου ἐμοῦ παρ’ ἐκείνου ἕξει δὴ χρείαν ἐμοῦ, δεῖξαι αὐτῷ τὸν νεωστὶ ἀποσυλήσοντα τὴν βασιλείαν αὐτοῦ ἢ τὴν ἀρχὴν, καὶ εἰπεῖν αὐτῷ βούλευμα ὑφ’ οὗ τὴν ἀρχὴν μέλλει ἀφαιρεθῆναι. λέγει δὲ τὸν ἔρωτα τῆς Θέτιδος ὃν ἔσχεν ὁ Ζεύς. οὗτος γὰρ ἐρασθεὶς αὐτῆς ἐδίωκεν αὐτὴν ἐν τῷ Καυκάσῳ ὄρει, ὅπως συγγένηται αὐτῇ· ἐκωλύθη δὲ ὑπὸ τοῦ Προμηθέως, εἰπόντος αὐτῷ ὅτι ὁ μέλλων γεννηθῆναι ἐξ αὐτῆς ἔσται κρείττων κατὰ πολὺ τοῦ ἰδίου πατρός. φοβηθεὶς οὖν ὁ Ζεὺς περὶ τῆς βασιλείας ἀπέσχετο τῆς πρὸς Θέτιδα συνουσίας. φησὶν οὖν ὁ Προμηθεὺς, ἕξει ποτὲ χρείαν ἐμοῦ ὁ πρῶτος τῶν θεῶν, δεῖξαι αὐτῷ τὸν ὑφ’ οὗ ἀφαιρεθήσεται τὴν βουλευτικὴν πρόνοιαν, τὴν ἐξουσίαν, τὰς τιμάς. οὐδαμῶς δέ με τοῖς μειλιχίοις καὶ πραέσι καὶ γλυκέσι ῥήμασι τῆς οἰκείας πειθοῦς θέλξει, ἤγουν ἀπατήσει, οὔτ’ οὖν δι’ ἀπειλῶν πτήξει ἐμὲ εἰπεῖν αὐτῷ, πρὶν ἂν λύσῃ με τούτων τῶν ἀγρίων δεσμῶν, βουληθῇ τε δοῦναι ἐμοὶ ποινὰς καὶ ἀντέκτισιν καὶ ἀμοιβὰς καὶ ἀνταποδόσεις ταύτης τῆς τιμωρίας ἣν ἐτιμωρήσατό με. A. ἦ μὲν ἔτ’] ὄντως εἰς τὸ ἑξῆς. κρατεραῖς] ἰσχυραῖς, μεγάλαις. B. ἐν γυιοπέδαις] δέσμαις. |
| Pr 168 | αἰκιζομένου] κολαζομένου καὶ καταβαλλομένου. B. δαμαζομένου. O. μακάρων πρύτανις] ὁ θεῶν διοικητὴς καὶ ἄρχων Ζεύς. |
| Pr 169 | B. ὁ σιτοδότης, ὁ παροχεύς. O. δεῖξαι] αὐτῷ. |
| Pr 170 | ὅτου] τίνος. B. θέλξει] οὐ θέλξει ἐμὲ ταῖς ἐπαοιδαῖς, ὥστε μηνῦσαι τοῦτον, πρὶν ἂν χαλάσῃ, καὶ τὰ ἑξῆς. |
| Pr 171 [5] | A. ἀποσυλᾶται] ἀφαιρεθήσεται. τὸ ἀποσυλᾶται οὐχὶ ἀντὶ τοῦ ἀποσυληθήσεται εἴπομεν, ἀλλὰ κατὰ τὴν κοινὴν συνήθειαν. οὐ γάρ ἐστιν ἀντιχρονισμὸς, ὥς τινές φασιν, ἀλλὰ διὰ τοῦτο ἀποσυλᾶται εἶπε καὶ οὐκ ἀποσυληθήσεται, ἐπειδὴ ὃ ἀπόκειται γενήσεσθαι, κἂν οὔπω πάρεστι, κατ’ αὐτὸ τοῦτο, ὅτι ἀπόκειται, τοῦ ἐνεστῶτος χώραν ἐπέχει. B. μελιγλώσσοις] θελκτικαῖς. |
| Pr 172 | B. ἐπαοιδαῖσι] τραγῳδίαις. |
| Pr 173 | O. λόγοις. θέλξει] ἀπατήσει καὶ ὑπάξεται. B. ἀπειλὰς] αὐτοῦ. |
| Pr 174 | πτήξας] φοβηθείς. τόδ’] τὸ βούλευμα. B. καταμηνύσω] ἐξείπω αὐτῷ. |
| Pr 175 | B. χαλάσῃ] λύσῃ. |
| Pr 176 | ποινάς τε τίνειν] χάριτας ἀντιδιδόναι. B. τῆσδ’ αἰκίας] ἧς πάσχω. |
| Pr 177 [5] | B. σὺ μὲν θρασύς τε] σὺ μὲν, ὦ Προμηθεῦ, εὔτολμος καὶ ἀναιδὴς γίνῃ καὶ οὐδαμῶς ἐπικάμπτῃ, ταῖς πικραῖς ταύταις αἰκίαις καταπονούμενος καὶ πιεζόμενος, ἐγὼ δὲ λίαν φοβοῦμαι περὶ ταῖς σαῖς τύχαις, καὶ λογίζομαι ποῖ ποτε παύσασθαί σε τούτων ἀπόκειται καὶ ἰδεῖν τὸ τέρμα αὐτῶν ἐλλιμενισθέντα ἐν τούτῳ, ἤγουν τί δεῖ τέρμα καὶ τέλος ἰδεῖν σε τῶνδε τῶν πόνων· ἀκαμπῆ γὰρ καὶ σκληρὰν ψυχὴν ἔχει ὁ Ζεύς. |
| Pr 178 | A. θρασὺς] εἶ. B. δύαισιν] κακοπαθείαις αἷς σύνει. |
| Pr 179 | ἐπιχαλᾷς] ἐνδίδως. B. ἐλευθεροστομεῖς] σοβαρῶς καὶ ὑπεροπτικῶς φθέγγει. |
| Pr 180 | ἐκ μεταφορᾶς τῶν ἐλευθέρων τοιούτων ὄντων· τοῖς γὰρ δούλοις πεπτηχέναι καὶ τρέμειν πάρεστι διὰ τὴν δουλείαν. B. διάτορος] μέγας. |
| Pr 181 | B. δέδια] φοβοῦμαι. |
| Pr 182 | B. πᾶ] ὅπου. |
| Pr 183 | τῶνδε πόνων] οὓς πάσχεις. χρὴ] ἀπόκειται. B. τέρμα] τέλος. |
| Pr 184 [5] | B. κέλσαντ’] ἀντὶ τοῦ παυσάμενον, ἐκ μεταφορᾶς τῶν προσορμιζομένων νεῶν. δύναται δὲ συνταχθῆναι καὶ οὐδετέρως κέλσαν. O.P. κέλσαι κυρίως τὸ τὴν ναῦν προσορμίσαι τινὶ εὐγαλήνῳ καὶ εὐλιμένῳ τόπῳ. ἐξοκεῖλαι δὲ τὸ τὴν ναῦν ἐκβληθῆναι ὑπ’ ἀνέμου ἔξω τοῦ λιμένος. O.P. κέλσαντ’] καταντήσαντα. B. ἀκίχητα] ἀκατανόητα. B. ἀκατάληπτα. O. ἀπαράμυθον] οὐ μύθῳ παραγόμενον καὶ πειθόμενον ἑτέρῳ τινὶ, ἀλλὰ πᾶν τὸ ἀρέσκον αὑτῷ δικαίως οἰόμενον ποιεῖν. |
| Pr 185 | P. ἀπαράκλητον λόγοις. B. οἶδ’ ὅτι τραχὺς] οἶδα, φησὶν ὁ Προμηθεὺς, ὅτι ἀμείλικτός ἐστιν ὁ Ζεὺς καὶ τὸ δόξαν αὑτῷ δίκαιον νομίζει εἶναι, ἀλλ’ ὅμως ἔσται πραΰς, ὅταν τοῦτον τὸν τρόπον ῥαισθῇ καὶ κρατηθῇ τὰ ἐπιέναι μέλλοντα αὐτῷ. |
| Pr 186 [10] | τὴν δὲ σκληρὰν καὶ ἀκατάπαυστον αὑτοῦ ὀργὴν καταπραΰνας ἥξει καὶ συνέλθῃ ἐμοὶ εἰς φιλίαν καὶ συντυχίαν ἀναγκαζόμενος ἀναγκαζομένῳ, ἢ ποθῶν μαθεῖν τὰ περὶ ἑαυτοῦ συνέλθῃ ἐμοὶ ποθοῦντι λυθῆναι τῶν δεσμῶν. A. οἶδ’] γινώσκω. τραχὺς] σκληρός ἐστι. καὶ παρ’ ἑαυτῷ τὸ δίκαιον ἔχων] τὸ γὰρ αὐτῷ δόξαν δίκαιον ἡγεῖται, κἂν ἀδικώτατον ᾖ. B. ἔμπας] ὅμως. |
| Pr 187 | οἴω] ὑπολαμβάνω. B. ὅταν ταύτῃ ῥαισθῇ] ὅταν οὕτω τυφθῇ ὑπὸ τοῦ ἀναγκαίου ὥσπερ ὑπὸ ῥαιστῆρος, μαλακογνώμων ἔσται. |
| Pr 188 [5] | εἴρηται δὲ ἐκ μεταφορᾶς τοῦ σιδήρου. A. ἤγουν ὅταν καταβιβασθῇ ἀπὸ τοῦ θρόνου καὶ τῆς βασιλείας. γράφεται ῥεχθῇ, ἤγουν ὅταν πραχθῶσι τὰ πράγματα οὕτως ὡς λέγω. P. γράφεται ῥεχθῇ, τυπωθῇ, ἑδραιωθῇ. P. μαλακογνώμων] ταπεινός. B. ῥαισθῇ] οὕτως ὡς ἔφην δαμασθῇ. |
| Pr 189 | B. ἀτέραμνον] σκληρὰν καὶ ἄκαμπτον. |
| Pr 190 | στορέσας] μαλακίσας καὶ καταβαλών. B. ἀριθμόν] γράφεται ἀρθμόν. |
| Pr 191 [5] | ἤτοι φιλίαν. Ὅμηρος “Οἱ δ’ “ἡμῖν ἄρθμιοι ἦσαν” ἀντὶ τοῦ φίλοι. καὶ “διέτμαγον ἀρθμήσαντες” ἀντὶ τοῦ εἰς φιλίαν ἐλθόντες. καὶ ὁ Ἄρατος “καὶ δή που πόλεμον “καὶ δὴ καὶ ἀνάρθμιον αἷμα.” P. ἀρθμὸν] ἕνωσιν. B. σπεύδων] σπουδάζων μαθεῖν τὴν ἐπιβουλήν. |
| Pr 192 | O. ἥξει] ἐλεύσεται, ἵνα αὐτῷ ἀπαλλαγὴν φράσω. B. πάντ’ ἐκκάλυψον] ἐκκάλυψον καὶ φανέρωσον καὶ εἰπὲ ἡμῖν πᾶσαν αἰτίαν, καὶ τὸν τρόπον, ἐν ποίῳ πταίσματι λαβών σε ὁ Ζεὺς αἰκίζεται καὶ τιμωρεῖ οὕτως ἀτίμως καὶ ὀδυνηρῶς· δίδαξον ἡμᾶς τόδε, εἰ μὴ βλάπτῃ καὶ ὡσανεὶ αἰσχύνῃ τῷ λόγῳ καὶ τῇ φανερώσει. |
| Pr 193 [5] | βουλόμενος γὰρ ὁ ποιητὴς διδάξαι τὴν ὑπόθεσιν προσεποιήσατο ἐρωτώσας αὐτὸν τὸν Προμηθέα τὰς Ὠκεανίδας. A. ἐκκάλυψον] φανέρωσον. γέγων’] εἰπέ. B. αἰτιάματι] μέμψει. |
| Pr 194 | B. αἰκίζεται] κολάζει. |
| Pr 195 | B. δίδαξον] τοῦτο. |
| Pr 196 | λόγῳ] τῇ περὶ τούτων διηγήσει. B. ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε] ἄλγους μὲν αἴτια γενήσονταί μοι ταῦτα διηγουμένῳ, λύπη δὲ πάλιν ἐστὶ σιγᾶν τινα τὰς οἰκείας λύπας καὶ τοὺς ἑαυτοῦ πόνους. |
| Pr 197 [5] | εἰ γάρ τις ἐκκαλύψει πρός τινα τὴν ἑαυτοῦ θλίψιν, δέχεται παρηγορίαν τινὰ, παραμυθούμενος παρ’ ἐκείνου, πανταχόθεν δέ μοι δυστυχία ἐπῆλθε· καὶ λεγόμενα ταῦτα λυπηρά εἰσι καὶ σιωπώμενα ἀλγεινά. A. ἀλγεινὰ] λυπηρά. B. ἄλγος] λύπη. |
| Pr 198 | πανταχῆ δύσποτμα] ἐν τῷ λέγειν καὶ ἐν τῷ μὴ λέγειν δυσχερῆ καὶ βαρύτατα. B. ἐπεὶ τάχιστ’ ἤρξαντο] ἐπεὶ, φησὶν, ἔρις καὶ στάσις τοῖς θεοῖς ἐγένετο, τοῖς μὲν ἐθέλουσιν ἐκβαλεῖν τῆς βασιλείας τὸν Κρόνον, τοῖς δὲ μὴ, ἐγὼ συνεβούλευον τούτοις τὰ ἀγαθὰ, ἀλλὰ πείθειν οὐκ εἶχον. |
| Pr 199 [5] | ἀπὸ τούτων δὲ ἄρχεται τῆς διηγήσεως. προλέγει δέ τινας εὐεργεσίας γενομένας τῷ Διῒ παρ’ αὐτοῦ, ἵνα ἀχάριστον καὶ ἀγνώμονα αὐτὸν ἀποδείξῃ. A. χόλον] τὴν πρὸς ἀλλήλους ὀργήν. B. στάσις] μάχη. |
| Pr 200 | ἐν ἀλλήλοισι] τοῦτο διὰ μέσου. ὠροθύνετο] διηγείρετο. B. ἕδρας] τοῦ τῆς ἀρχῆς θρόνου. |
| Pr 201 | B. ὡς Ζεὺς ἀνάσσοι] ἵνα ὁ Ζεὺς βασιλεύοι. |
| Pr 202 | τοὔμπαλιν] τὸ ἐναντίον. B. ὡς] ἵνα. B. ἐνταῦθ’] εἰς τοῦτο, ἢ τότε. |
| Pr 204 | τὰ λῷστα] τὰ ὠφέλιμα. πιθεῖν] καταπεῖσαι. B. αἱμύλας] αἱμύλος λέγεται ὁ δι’ ὑποκρίσεως αἵματος ἤγουν συγγενείας ἀπατῶν τινα· οὗτος δὲ λέγεται παρὰ Λατίνοις πέλαξ. |
| Pr 206 [5] | P. αἱμύλον κυρίως ἐπὶ τῆς γυναικὸς τῆς δυναμένης ἀπὸ τοῦ ἐρυθήματος ἀπατῆσαι. ἐνταῦθα δὲ αἱμύλας ἐκάλεσε τὰς φρονίμους. P. τὰς γλυκερὰς καὶ φρονίμους. O. ποταπὰς ἀπατηλάς. μηχανάς] ἃς αὐτοῖς ἐμηχανώμην βουλάς. B. ἀτιμάσαντες] φαυλίσαντες. |
| Pr 207 | καρτεροῖς] σοβαροῖς. B. ὑπερόγκοις καὶ ἰσχυροῖς. O. ᾤοντ’] ὑπελάμβανον. |
| Pr 208 | ἀμοχθεὶ] ἀπονητεί. B. ἐμοὶ δὲ μήτηρ—καὶ Γαῖα] ἐμοὶ, φησὶν ὁ Προμηθεὺς, ἡ μήτηρ προεῖπε τὰ μέλλοντα γενέσθαι. |
| Pr 209 [10] | τὸ δὲ, οὐχ ἅπαξ μόνον Θέμις, οὕτω νοητέον, εἰ καὶ ἡ ἐμὴ μήτηρ καὶ Θέμις καὶ Γαῖα λέγεται, οὐ καινόν. καὶ γὰρ μίαν μορφὴν ἔχουσιν οἱ θεοὶ, πολλοῖς δὲ ὀνόμασι καταμερίζονται. Ἄλλως. ἐμοὶ δὲ προεῖπε τὸ μέλλον, ὥσπερ γενήσεται, ἡ μήτηρ, ἡ οὐ καθόλου μόνον Θέμις λεγομένη, ἐλλειπτικῶς κατὰ Ἀττικὴν συνήθειαν, ἀλλὰ καὶ Γῆ, ἡ τῶν πολλῶν ὀνομάτων μία μορφή· λέγεται γὰρ οὐ μόνον Θέμις καὶ Γαῖας, ἀλλὰ καὶ ζείδωρος καὶ βότειρα καὶ βωτιάνειρα. P. Ἄλλως. τὸ θεῖον φύσει μέν ἐστιν ἓν, ὀνόμασι δὲ πολυμερός. ἢ οὕτως, ἐμοὶ δὲ ἡ Θέμις, ὡς μήτηρ, τὸ μέλλον προεῖπε καθὼς τελεσθήσεται. τὸ δὲ “πολλῶν ὀνομάτων μία μορφή” λέγει ὅτι τὴν μητέρα αὐτοῦ καὶ Γῆν καὶ Θέμιν ὠνόμασε. A. οὐχ ἅπαξ μόνον] οὐ μόνον καλουμένη. B. μορφὴ μία] ἓν πρόσωπον. |
| Pr 210 | B. ᾗ κραίνοιτο] ὅπου τελεσθείη. |
| Pr 211 | προὐτεθεσπίκει] προὐμαντεύσατο. B. ὡς] ὅτι. |
| Pr 212 [5] | ὡς οὐ κατ’ ἰσχὺν] τοῦτο πρὸς τὸ ἄνω, καὶ οὐ πρὸς τὸ σύναγκες συνάπτεται τῇ ἐννοίᾳ. εἰπὼν γὰρ ἀνωτάτω τὸ “ἐνταῦθ’ ἐγὼ τὰ λῷστα βουλεύων” τὴν μὲν σύνταξιν ἀπέδωκε, τὴν δὲ ἔννοιαν οὐκ ἀπέδωκεν· οὐ γὰρ εἶπε τίνες ἦσαν αἱ συμβουλαὶ ἃς πρὸς αὐτοὺς ἐποιήσατο, ἀλλ’ ἁπλῶς λῷστα εἶπε· νῦν δὲ πολλὰ διὰ μέσου θεὶς ἀποκαλύπτει ἃ συνεβούλευε, λέγων πρὸς αὐτοὺς ὡς οὐ χρὴ τὸν περιποιούμενον ἑαυτῷ ἀρχὴν ἐν θρασύτητι καὶ γνώμης ὑπερκοτίᾳ καὶ μετὰ δόλου περιποιεῖσθαι, ἀλλὰ μεταχειρίσεσι καὶ ἐπιτηδειότητι. B. χρὴ] ἐνδέχεται. |
| Pr 213 | ἢ] παρὸ, ἀλλὰ ἐν δόλῳ, παρὸ, ἀλλὰ κολακείᾳ. P. ὑπερέχοντας] τοὺς μεγάλους. κρατεῖν] ἄρχειν. B. ἐξηγουμένου] λεπτομερῶς λέγοντος. |
| Pr 214 | O. παραινοῦντος καὶ λέγοντος. B. τοιαῦτ’ ἐμοῦ λέγοντος οὐδὲ ἄξιον ἔκριναν προσβλέψαι με. κρεῖττον δέ μοι τῶν παρόντων τότε ἐδόκει τὸ προσλαβεῖν τὴν μητέρα καὶ συμπαρίστασθαι καὶ βοηθεῖν τῷ Διῒ ἐμοὶ θέλοντι καὶ ἐκείνῳ. O.P. παρεστώτων] τῶν ἐνισταμένων πραγμάτων. |
| Pr 216 | B. συμπαραστατεῖν] συμμαχεῖν. |
| Pr 218 | B. ἐμαῖς δὲ βουλαῖς] διὰ δὲ τῶν ἐμῶν βουλῶν, φησὶ, καλύπτει καὶ κατέχει ὁ κατώτατος τόπος τοῦ Ἅιδου ὁ σκοτεινότατος τὸν ἀρχαιότατον Κρόνον σὺν τοῖς συμμάχοις αὐτοῦ Τιτᾶσιν. |
| Pr 219 [5] | A. τοιαῦτα δὲ ὠφεληθεὶς ὁ τῶν θεῶν τύραννος ὑπ’ ἐμοῦ ἠμείψατό με ταῖσδε ταῖς κακαῖς ποιναῖς. P. μελαμβαθὴς] ὁ σκοτεινὸς διὰ τὸ βάθος. B. κευθμὼν] ὁ κατώτατος τόπος. |
| Pr 220 | παλαιγενῆ] τὸν παλαιὸν κατὰ τὴν γένναν. B. αὐτοῖσι] σύν. |
| Pr 221 | συμμάχοισι] αὐτοῦ. B. ὁ τῶν θεῶν τύραννος] Ζεύς. |
| Pr 222 | B. ποιναῖς ταῖσδε] αἷς σύνειμι. |
| Pr 223 | ἀντημείψατο] ἀντεδεξιώσατο. B. ἔνεστι γάρ πως] τοῦτο φυσικῶς πρόσεστι τοῖς τυραννοῦσι, τὸ ἐπιλανθάνεσθαι τῶν οἰκείων φίλων καὶ τιμωρεῖν ἐκείνους ὡς ὑπόπτους. |
| Pr 224 [5] | τὸ δὲ τῆς τυραννίδος ὄνομα τοῖς μὲν παλαιοτάτοις ἄγνωστον ἦν, οὗτος δὲ ὁ ποιητὴς οἶδεν αὐτὸ, πρὸ αὐτοῦ δὲ καὶ ὁ Ἀρχίλοχος λέγων, “Μεγάλης δ’ οὐκ ἐρῶ τυραννίδος.” A. νόσημα] τὸ ἀμνημονεῖν τῶν φίλων. O. ὃ δ’ οὖν ἐρωτᾶτ’] ὅπερ δὲ ἐρωτᾶτέ με, ἤγουν δι’ ἣν αἰτίαν κολάζει με ὁ Ζεὺς, λέξω. |
| Pr 226 [5] | Ἄλλως. κατ’ ἐρώτησιν ἑρμηνευτέον, ἐρωτᾶτέ με (πρὸς τὰς Ὠκεανίδας φησὶ) καθ’ ἣν αἰτίαν, τουτέστι δι’ ὃν τρόπον ὧδε καὶ οὕτως ὁ Ζεὺς τιμωρεῖ με; τοῦτο σαφηνιῶ καὶ σαφῶς εἴπω. A. ὃ δ’ οὖν] ὅπερ. αἰτίαν] μέμψιν. B. αἰκίζεται] μαστίζει, Ἀττικόν. |
| Pr 227 [5] | O. ὅπως τάχιστα] τὸ ὅπως ἀντὶ τοῦ παραυτίκα, ἡνίκα ἐνιδρύνθη τῷ θρόνῳ τοῦ οἰκείου πατρὸς Κρόνου, ἤγουν ἐδράξατο ὁ Ζεὺς τῆς τοῦ πατρὸς αὐτοῦ Κρόνου ἐξουσίας, αὐτὸν τῆς βασιλείας ἐξελὼν, τηνικαῦτα μερίζει καὶ διανέμει γέρα τοῖς θεοῖς, ἤγουν ἐξουσίας, τιμὰς, δυνάμεις, ἄλλῳ ἄλλας. |
| Pr 228 | καὶ διεστοιχίζετο, ἤγουν ἠσφαλίζετο, ἡδραίου τὴν ἀρχήν· ἢ διεστοιχίζετο ἀντὶ τοῦ διεμέριζε καὶ ἔνεμε τὰς τάξεις τῆς ἀρχῆς. ἢ τὸ ὅπως ἀντὶ τοῦ ἐπειδή. A. ὅπως] ἐπεί. τὸν πατρῷον θρόνον] τὸν τοῦ πατρὸς αὐτοῦ Κρόνου. B. νέμει] μεμερισμένως παρέχει. |
| Pr 229 | B. διεστοιχίζετο] διεμέριζε κατὰ τάξιν. |
| Pr 230 | B. βροτῶν δὲ τῶν ταλαιπώρων] μισοπονήρως καὶ φιλανθρώπως ταλαιπώρων προσέθηκε. |
| Pr 231 [10] | τῶν δὲ τληπαθῶν ἀνθρώπων οὐδένα ἔσχε λόγον, ἀλλ’ ἤθελε τὸ πᾶν γένος αὐτῶν, τὸ τότε ὂν, ἀφανίσαι καὶ ἄλλο γεννῆσαι καὶ πλάσαι νέον. καὶ τούτοις τοῖς βουλεύμασι καὶ λόγοις τοῦ Διὸς οὐκ ἄλλος τις ἀνθίστατο καὶ ἠναντιοῦτο. ἐγὼ δὲ ὁ τολμῆς καὶ ὁ τολμηρὸς, ὁ ἐν τόλμαις τολμηρότερος ἐλυτρωσάμην καὶ ἐξέβαλον τοὺς ἀνθρώπους τοῦ μὴ φθαρέντας αὐτοὺς εἰς τὸν Ἅιδην παραγενέσθαι. διὰ τοῦτο καταπονοῦμαι καὶ δαμάζομαι τοιαύταις βλάβαις, ἀλγειναῖς μὲν οὔσαις τοῖς πάσχουσι ταύτας, ἐλέους δὲ ἀξίαις τοῖς βλέπουσι. τοὺς βροτοὺς γὰρ οἰκτισάμενος αὐτὸς οἴκτου οὐκ ἠξιώθην, ἀλλ’ ἀπηνῶς ἐρρύθμισμαι, ἤγουν ἐσταύρωμαι καὶ ἐκτέταμαι. A. λόγον] φροντίδα. B. ἀϊστώσας] ἀφανίσας. |
| Pr 232 | B. γένος] γρ. θέλων. O. τούτων B. ἄλλο] γένος. |
| Pr 233 | φιτῦσαι] ποιῆσαι, γεννῆσαι, ἐξ οὗ καὶ φύτωρ ὁ πατήρ. B. τοῖσιν] τοῖς βουλεύμασι καὶ λόγοις τοῦ Διός. |
| Pr 234 | O. ἤγουν τῇ τοιαύτῃ βουλῇ. ἀντέβαινε] ἡναντιοῦτο. B. ἐγὼ δὲ] τινὲς ἀντὶ τοῦ, ἐγὼ δ’ ἐτόλμησα, καὶ τὸ ἑξῆς μετὰ ἤθους. |
| Pr 235 | δύναται καὶ τολμῆς εἶναι, ὡς τιμήεις τιμῆς. A. τολμῆς] τολμηρός. O. ὁ τολμητίας. ἐξελυσάμην] ἠλευθέρωσα. B. διαρραισθέντας] φθαρέντας εἰς τὸν τόπον τοῦ Ἅιδου. |
| Pr 236 | O. φθαρέντας ὑπὸ Διός. B. τῷ τοι] δύναται ἀντωνυμία εἶναι ἐν συμπαθείᾳ κειμένη ἡ τοι. |
| Pr 237 | ἐρρύθμισμαι] ἐσταύρωμαι. A. τῷ] οὗ ἕνεκα. κάμπτομαι] ταλαιπωρῶ, καταβάλλομαι, δαμάζομαι. B. πάσχειν] αὐτάς. |
| Pr 238 | B. οἴκτῳ] ἐλέῳ. |
| Pr 239 | B. ὧδ’ ἐρρύθμισμαι] ἐκτέταμαι, κρέμαμαι. |
| Pr 241 [5] | O. ἡ δὲ μεταφορὰ τοῦ ῥυθμίζειν ἀπὸ τῶν χορδῶν. P. οὕτως ἢ ἐνταῦθα ἐτάχθην. Ζηνὸς] ὑπὸ τοῦ Διός. δυσκλεὴς] ἄδοξος. B. σιδηρόφρων τε] ὁ τῶν Ὠκεανίδων γυναικῶν χορὸς ἰδὼν τὸν Προμηθέα κακῶς καὶ ἀθλίως πάσχοντα φησὶ πρὸς αὐτὸν, ἐστὶν ἄγαν σκληρόψυχος καὶ ἀμείλικτος ὅστις οὐ συναλγεῖ τοῖς σοῖς κακοῖς· ἐγὼ γὰρ οὔτε εἰσιδεῖν ἤθελον ταῦτα, εἰσιδοῦσά τε ἠνιάθην τὴν ψυχήν. |
| Pr 242 | A. σιδηρόφρων] σκληρὸς, ἄκαμπτος τὰ φρονήματα, καὶ ὥσπερ ἀπὸ πετρῶν συμπαγεὶς τὸν νοῦν. B. συνασχαλᾷ] συμπάσχει. |
| Pr 243 | B. μόχθοις] δυστυχίαις. |
| Pr 244 | B. ἠλγύνθην] ἐλυπήθην, ἔπαθον. |
| Pr 245 | κέαρ] τὴν ψυχήν. B. ἐλεεινὸς εἰσορᾶν] βλέπειν αὐτοὺς ἐμέ. |
| Pr 246 [5] | εἶτα οὐδὲν θαυμαστὸν, εἰ καὶ ὑμεῖς συνηλγήσατε ἐν πρώτοις οὖσαι τῶν φίλων. B. μή πού τι προὔβης] ἐπεὶ προηγήσατο ὁ Προμηθεὺς καὶ εἶπεν ὅτι ἀντέλεγον τῷ Διῒ, καὶ οὐκ εἴασα τοὺς ἀνθρώπους πάλιν διαφθαρῆναι, διὰ τοῦτό με ἐτιμωρήσατο ὁ Ζεὺς οὕτως, ἐρωτᾷ πάλιν αὐτὸν ὁ χορὸς, μὴ γὰρ ἕτερόν τι εἰς αὐτὸν ἥμαρτες ἁμάρτημα; ὁ δέ φησιν, ἐποίησα τοὺς ἀνθρώπους μὴ πρὸ ὀφθαλμῶν ἔχειν τὸν θάνατον, κατοικίσας ἐν αὐτοῖς ἐλπίδας τυφλάς· ἤγουν ἐν αὐτοῖς ἐποίησα τὸ νομίζειν καὶ ἐλπίζειν μὴ σήμερον ἢ αὔριον θανεῖν, ἢ τόνδε ἢ τόνδε τὸν καιρὸν, καὶ οὕτω δι’ ὅλου βίου κοπιᾶν. |
| Pr 247 [5] | A. τῶν] ὧν φῄς. περαιτέρω] ἐπέκεινα. B. θνητούς τ’ ἔπαυσα] ἀπὸ τοῦ λέγειν, θνητούς τ’ ἔπαυσα μὴ προδέρκεσθαι μόρον, παρεμφαίνει καὶ ἑτέραν εὐεργεσίαν ἀφανῆ οὖσαν· οἱ γὰρ ἄνθρωποι πρώην τὸν μόρον καθ’ ἑκάστην ἡμέραν ἐλπίζοντες οὐδ’ ὅλως εἰργάζοντο· εἶτα λαβόντες ἀπὸ τοῦ Προμηθέως ἐλπίδας κενὰς, ἤγουν τυφλωθέντες, ἣν πρὶν εἶχον ἐλπίδα θανάτου, ὥστε μὴ προβλέπειν αὐτὸν, δι’ ὅλου εἰργάζοντο, ἔχοντες καὶ τὸ πῦρ. |
| Pr 248 [10] | P. πρότερον, φησὶν, οἱ ἄνθρωποι πρὸ ὀφθαλμῶν ἔχοντες τὸν θάνατον οὐκ ἐξήρχοντο εἰς τὸ ἐργάζεσθαι, ἢ ναυτίλλεσθαι ἢ ἄλλο τι ποιεῖν, φοβούμενοι μὴ τηνικαῦτα ἐπέλθῃ αὐτοῖς ὁ θάνατος, ἐγὼ δὲ αὐτὸν ποιήσας ἀπρόοπτον καὶ ἐλπίδας αὐτοῖς ἐνθεὶς τοῦ ζῆν, καὶ μὴ γινώσκειν πότε μέλλει αὐτοῖς ὁ θάνατος ἐπελθεῖν, εἰς ἔργα παρώτρυνα. A. προδέρκεσθαι] προβλέπειν. B. φάρμακον] θεραπείαν. |
| Pr 249 | B. τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα] ἵνα τυχὸν ἐλπίζωσι ὅτι σήμερον μέλλομεν ἀποθανεῖν ἢ ἄλλο τι παθεῖν ἢ αὔριον ἢ μετὰ πολὺ ἢ οὔ. |
| Pr 250 [5] | P. εἰ γὰρ εἶχον οἱ ἄνθρωποι πρὸ ὀφθαλμῶν τὸν θάνατον, καὶ μὴ ἐλπίσιν ἐβουκολοῦντο, ὁ μὲν προσδοκῶν εὐδαίμων γενήσεσθαι καὶ περιεῖναι καὶ ζῆν ἀεὶ, ὁ δὲ αὐτὸ τοῦτο καὶ ὅτι πλούσιος ἔσται, λύπαις ἂν καὶ ὀδυρμοῖς τὸν πάντα αἰῶνα διέφερον. κατῴκισα] ἐνέβαλον. B. πρὸς τοῖσδε] πρὸς τούτοις οἷς εἶπον ἐγὼ, φησὶν, αὐτοῖς τοῖς ἀνθρώποις παρέσχον καὶ ἔδωκα τὸ πῦρ. |
| Pr 252 [5] | εἶτα ἔφη ὁ χορὸς ὅτι καὶ νῦν ἔχουσιν οἱ ἄνθρωποι τὸ φλόγας ἐκπέμπον πῦρ. ὁ δέ φησιν, ναὶ, ἀφ’ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας. A. τοῖς] οἷς ἔφην. σφιν] αὐτοῖς. ὤπασα] παρέσχον. B. σημείωσαι ὅτι δόξα Ἑλληνικὴ ἦν ὅτι τὰ σώματα προϋπῆρχον, ὕστερον δὲ αἱ ψυχαὶ γεγονυῖαι καὶ ὀργισθεῖσαι παρὰ τοῦ θεοῦ. |
| Pr 253 [5] | ἐνέβαλε ταύτας ἐν τοῖς σώμασιν, οἱονεὶ ἐν φρουρᾷ τινι, καὶ κατείχοντο ὑπὸ τῶν σωμάτων, ἐφοβοῦντο δὲ μεταχειρίσασθαί τι πρὸς ὠφέλειαν αὐτῶν. ἐνόμιζον γὰρ ὅτι ἡνίκα προσεγγίσωσί τε θάνατος ἀποβῇ αὐτοῖς ἐξ ἐκείνου τοῦ πράγματος οὗ προσψαύσωσι. καὶ οὕτως ἐφθείροντο ποτὲ μὲν ὑπὸ τοῦ ψύχους, ποτὲ δὲ ὑπὸ τῆς πείνης, ἄλλοτε δὲ ὑπὸ ἄλλοις συμβάμασι. κατελθόντος οὖν ποτὲ τῶν καιρῶν ἐκ τοῦ οὐρανοῦ πυρὸς ἐπὶ τῶν δένδρων καὶ κατακαυθὲν πνέοντες οἱ κάρβωνες μόλις ἐκεῖσε παραγενόμενοι οἱ ὄντες τότε ᾔσθοντο τοῦ πυρός. καὶ σχόντες μικρὰν προμήθειαν, ἤτοι μικρὰν φρόνησιν, ἔλαβον ἐκ τοῦ τοιούτου πυρὸς καὶ ἐφύλαττον. κατὰ μικρὸν δὲ αὐξομένης ἤτοι τῆς φρονήσεως ᾐσθάνθησαν ὅτι οὐκ ἄν ποτε θάνωσιν, ὁποίου ἂν προσψαύσωσι πράγματος. οὐδὲ γνῶσίς τις πότε τὸ τέλος τῆς ζωῆς αὐτοῖς ἔσεται. διὰ τοῦτο φησὶν ὅτι ἔπαυσα τοὺς βροτοὺς μὴ βλέπειν τὸν θάνατον, ἐγκατοικίσας ἐν αὐτοῖς τυφλὰς ἐλπίδας, ἤτοι μὴ γινώσκειν τινὰς ὅτε μέλλει συμβῆναι αὐτοῦ θάνατος. O. φλογωπὸν] δύο εἰσὶν ὀνόματα τῷ πυρὶ, τὸ στοιχειακὸν καὶ τὸ διακονικόν. καὶ στοιχειακὸν μὲν πῦρ αὐτὸ τὸ στοιχεῖον ὁ αἰθὴρ, διακονικὸν δὲ αὐτὸ τὸ πρὸς ὑπηρεσίαν ἡμετέραν χρησιμεῦον· ὅπερ φλογωπὸν ὁ Αἰσχύλος φησὶ, τουτέστι λαμπρὸν, παρὰ τὸ ὑποκεῖσθαι τῇ ὀπωπῇ καὶ λάμπειν. τὸ γὰρ αἰθέριον οὐχ ὑποπίπτει τῇ ὁράσει. A. φλογωπὸν] λαμπρὸν, φωτεινόν. ἐφήμεροι] ἄνθρωποι. B. τοιοῖσδέ τοί σε—]ἐρωτᾷ ὁ χορὸς τὸν Προμηθέα οἰκτείρων αὐτὸν ὡς ἐπὶ οὐδαμινοῖς πταίσμασι τιμωρούμενον ὅτι ἐπὶ τοιούτοις ἁμαρτήμασι τιμωρεῖταί σε ὁ Ζεὺς καὶ οὐ παύσεται τῆς ὀργῆς; οὐδ’ ἐστὶ τέλος τοῦ δεσμοῦ σοι προκείμενον; ὁ δὲ Προμηθεὺς ἀνταποκρίνεται πρὸς τὸν χορὸν καί φησιν ὅτι οὐδὲν ἄλλο μοι τέρμα τῆς δέσεως καὶ τῆς κακοπαθείας πρόκειται ταύτης ἢ ὅπερ δόξει ἀρεστὸν ἐκείνῳ. |
| Pr 255 [10] | εἶτα πάλιν ὁ χορὸς πρὸς τὸν Προμηθέα λέγει· πῶς δὲ δόξει τῷ Διῒ ἀπολῦσαί σε τοῦ δεσμοῦ; τίς ἡ περὶ τοῦτο ἐλπίς; οὐ νοεῖς ὅτι ἥμαρτες; ὡς δὲ ἥμαρτες, οὔτε ἐμοὶ ἀποδεκτὸν λέγειν πρός σε, ἵνα μὴ δόξω ὀνειδίζειν σε, σοί τε λυπηρόν ἐστι τοῦτο· ἐλευθερίαν δὲ ζήτει τοῦ δεσμοῦ καὶ τῆς κακοπαθείας ταύτης ἧς ἔχεις. P. αἰκίζεται] κολάζει. |
| Pr 256 | χαλᾷ] ἐνδίδωσι. B. ἄθλου τέρμα] τοῦ καμάτου τέλος. |
| Pr 257 | B. οὐκ ἄλλο γ’ οὐδὲν] τέλος. |
| Pr 258 | B. τίς ἐλπὶς] ἐστί σοι. |
| Pr 259 | B. ὡς] ὅτι. |
| Pr 260 | οὔτ’ ἐμοὶ λέγειν καθ’ ἡδονὴν] οὐ γὰρ τοῖς σοῖς κακοῖς ἥδομαι. B. λύπης γάρ εἰσι ταῦτα αἴτια ἐμοὶ, σοὶ δὲ ἀκούοντι πλεῖστον ἄλγος γενήσεται. P. ταῦτα] τὸ περὶ τούτων λέγειν. |
| Pr 261 | B. μεθῶμεν] ἀφῶμεν. |
| Pr 262 | ἄθλου] τοῦ καμάτου. B. ἐλαφρὸν] ἐπεὶ ὁ χορὸς ὡς δῆθεν παραινῶν ἔφη πρὸς τὸν Προμηθέα, τἄλλα λιπὼν ζήτει τῶν δεσμῶν ἀπαλλαγὴ, φησὶν ὁ Προμηθεὺς, παντὶ τῷ ἔξω τῶν κακῶν ὄντι καὶ μὴ ἐμπεσόντι εἰς βλάβας δυνατόν ἐστι τοὺς κακῶς πάσχοντας νουθετεῖν. |
| Pr 263 [5] | P. ἐλαφρὸν] ἀνώδυνον. O. ῥᾴδιον. ὅστις] ὁποῖος. πημάτων] συμφορῶν. πόδα] τὸν αὑτοῦ. B. παραινεῖν] συμβουλεύειν. |
| Pr 264 | νουθετεῖν] διδάσκειν. B. ταῦθ’ ἅπαντα] ἃ νῦν πάσχω. |
| Pr 265 | B. ἑκὼν] ἑκούσιος, ἢ θέλων. |
| Pr 266 | B. ἀρήγων] βοηθῶν. |
| Pr 267 [5] | πόνους] λύπας καὶ συμφοράς. B. οὐ μήν τι ποιναῖς] ὅτι μὲν, φησὶν, ἥμαρτον οἶδα καὶ αὐτὸς, οὐ μὴν δὲ ὑπελάμβανον τοιαύταις τιμωρίαις τιμωρηθήσεσθαί με καὶ κατισχανεῖσθαι, ἤγουν κρατεῖσθαι καὶ δεσμεῖσθαι, ἐν πέτραις πεδαρσίοις καὶ ὑπεραιρομέναις τῆς γῆς, ἤγουν ὑψηλαῖς, ἐπιτυχόντα τοῦ πάγου καὶ τοῦ τόπου τούτου μὴ κατοίκους ἔχοντος. |
| Pr 268 | A. ποιναῖς] τιμωρίαις. ᾠόμην] ἐνόμιζον. B. κατισχανεῖσθαι] κρατεῖσθαι καὶ προσπαλαίειν. |
| Pr 269 | πεδαρσίοις] ταῖς ὑψηλαῖς, ταῖς ἄνω αἰρομέναις. B. τυχόντ’] ἐπιτυχόντα. |
| Pr 270 | ἐρήμου] μεμονωμένου. πάγου] τοῦ κρημνώδους ὄρους. B. ἀγείτονος πάγου] τοῦ κακογείτονος, ἢ τοῦ ἐρημικοῦ, τοῦ μὴ ἔχοντος γείτονα, ἐν ᾧ τις οὐ γειτνιάζει, ἤγουν προσεγγίζει. P. μὴ δύρεσθ’ ἄχη] μὴ ὀδύρεσθε ἃ νῦν πάσχω κακά. |
| Pr 271 [5] | πρὸς τὴν γῆν δὲ βᾶσαι καὶ πορευθεῖσαι (ἀέριαι γὰρ ἐφέροντο) ἀκούσατε ἅπαν τὸ ἐμόν. φησὶ δὲ, πρὸς τὴν γῆν βᾶσαι, ὅτι βούλεται στῆσαι τὸν χορὸν, ὅπως τὸ στάσιμον ᾄσῃ. γέγραπται δὲ καὶ βλάβας ἀντὶ τοῦ τύχας. A. παρόντα] τὰ νῦν ἐνεστῶτα. δύρεσθε] θρηνεῖτε. ἄχη] θλίψεις. B. πεδοῖ βᾶσαι] ἐν τῷ πεδίῳ ἐλθοῦσαι. |
| Pr 272 [5] | τὰς προσερπούσας τύχας] τὰς προσερχομένας δυστυχίας. B. πεδοῖ δὲ βᾶσαι] ἐπειδὴ ἐν τῷ ἀέρι ἐκρέμαντο, διὰ τοῦτο λέγει, πεδοῖ βᾶσαι, ἤτοι κατελθοῦσαι πρὸς τὴν γῆν, ἀκούσατε πάντα, ὅπως βεβαίως μάθητε τὸ πᾶν· οὐ γὰρ ἠδύνατο προσφωνεῖν ἐκείνας εἰς ὕψος πετομένας. P. ὡς] ἵνα. |
| Pr 273 | τὸ πᾶν] τὸ κατ’ ἐμὲ πάθος. B. πείθεσθε] μάθετε. |
| Pr 274 | συμπονήσατε] συγκοπιάσατε ἐμοί. B. ταῦτά τοι πλανωμένη] οὐκέτι ἡ ὑποκειμένη μοι θλίψις περὶ ἓν ἵσταται, ἤτοι οὐκ ἐφ’ ἑνὶ κακῷ ἀνιῶμαι, ἀλλ’ ἐν διαφόροις ἀσχάλλω, καὶ τὰ πάντα ὑμῖν ἀφηγήσασθαι βούλομαι. |
| Pr 275 [10] | Ἄλλως. τὸ ταῦτα ἀντὶ τοῦ αὕτη ἡ βλάβη, οὐκ ἐπ’ ἐμοὶ μόνῳ ἐγένετο, ἀλλὰ περιερχομένη, τοῦτο γάρ ἐστι τὸ πλανωμένη, ἄλλοτε πρὸς ἄλλον καὶ ἄλλον ἐπέρχεται. A. ἢ στικτέον εἰς τὸ μογοῦντι· τὸ δὲ ταὐτά τῷ ἑξῆς συναπτέον, ἵν’ ᾖ, ἡ περὶ τὰ αὐτὰ περιερχομένη πημονὴ ἢ βλάβη ἄλλοτ’ ἐπ’ ἄλλον προσιζάνει. P. μογοῦντι] κακοπαθοῦντι. ταυτά] ὅμοια. πλανωμένη] προσερχομένη μετὰ πλάνης. B. πρὸς ἄλλοτ’] ἐν ἄλλῳ καιρῷ. |
| Pr 276 [5] | ἄλλον] πρὸς ἄλλον ἄνθρωπον. πημονὴ] ἡ δυστυχία. προσιζάνει] προσέρχεται, προσκάθηται. ἡ πημονὴ καὶ ἡ δυστυχία ἄλλοτε πρὸς ἄλλον προσιζάνει πλανωμένη καὶ φερομένη, ἤγουν ἄστατός ἐστι καὶ οὐκ ἂν τοῦ αὐτοῦ καταφέρεται. ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, δεῖ καὶ ὑμᾶς ἐμοὶ συμπονεῖν δυστυχοῦντι, ἵνα καὶ ὑμῖν εἴποτε ἂν συμβαίη, τὸ γὰρ τῆς τύχης ἄδηλον, τὸν ὑμᾶς παραμυθησόμενον ἔχοιτε. B. οὐκ ἀκούσαις ἐπεθώϋξας τοῦτο, Προμηθεῦ] οὐκ ἀκούσαις καὶ μὴ βουλομέναις ἡμῖν τοῦτο εἶπας, ὦ Προμηθεῦ, δηλονότι τὸ, ἔλθετε καὶ ἀκούσατε, ἵνα μάθητε ἅπαν τὸ κατ’ ἐμέ· θέλομεν γὰρ καὶ ἡμεῖς τοῦτο. |
| Pr 277 [5] | A. καὶ νῦν ἐλαφρῷ ποδί] νῦν, φησὶν ὁ χορὸς, ἐπεὶ καλεῖς πρὸς σαυτὸν ἐμὲ, ἐν ταχυτάτῳ ποδὶ, τῇ ἀερίᾳ πτήσει, τὸν κραιπνόσσυτον, τὸν ταχινῶς κινούμενον θρόνον, τὸν αἰθέρα καὶ τὸν ἁγνὸν πόρον τῶν οἰωνῶν (ἤγουν τὸν ἀέρα, ἐν ᾧ τὴν πορείαν ποιοῦνται τὰ ὄρνεα) λιποῦσα, προσπελάσω ταύτῃ τῇ τραχείᾳ γῇ (λέγει δὲ τοῦτο διὰ τὸν Καύκασον. |
| Pr 279 [10] | οὐ γὰρ πᾶσα γῆ σκληρὰ καὶ τραχεῖα), τοὺς σοὺς δὲ πόνους ἀκοῦσαι βούλομαι. A. κραιπνοσσυτὸν θᾶκον δὲ τὸν αἰθέρα φησί· ἐπ’ ἐκεῖνον γὰρ οἷον καθήμεναι ἐπιστηρίζονται. P. ἐλαφρῷ ποδί] ἐν τοῖς πτεροῖς. κραιπνόσσυτον] ταχύ. δέον κραιπνοσσύτως προλιποῦσαι εἰπεῖν, κραιπνόσσυτον εἶπε πρὸς θῶκον. B. θῶκον προλιποῦς’] τὴν ἐν τῷ ἀέρι στάσιν ἀφεῖσαι. |
| Pr 280 | αἰθέρα ἁγνὸν] τὸν ἀέρα καθαρόν. B. πόρον οἰωνῶν] τὴν πορείαν τῶν ὀρνέων. |
| Pr 281 | ὀκρυοέσσῃ χθονί] τῇ χαλεπῇ καὶ σκληρᾷ καὶ πετρώδει, λέγω δὲ τῷ Καυκάσῳ. B. πελῶ] πλησιάζω. |
| Pr 282 | B. χρῄζω διαπαντὸς ἀκοῦσαι] θέλω δι’ ὅλου μαθεῖν. |
| Pr 283 | B. ἥκω δολιχῆς] ὁ Ὠκεανὸς ἐλθών φησι πρὸς τὸν Προμηθέα, ἥκω πρός σε, διαμειψάμενος καὶ διελθὼν τὸ τέρμα καὶ τέλος τῆς δολιχῆς καὶ μακρᾶς ὁδοῦ. |
| Pr 284 [5] | A. ἥκω] ἦλθον. τῶν Ἀττικῶν τὸ λαμβάνειν τοὺς ἐνεστῶτας ἀντὶ παρῳχημένων. O. δολιχῆς τέρμα κελεύθου] μακρᾶς τέλος ὁδοῦ. B. διαμειψάμενος] διελθών. |
| Pr 285 | B. τὸν πτερυγωκῆ οἰωνὸν τόνδε] τὸν πτερυγωκῆ οἰωνὸν τοῦτον, ἤγουν τὸν γρῦπα τὸν ἐν τοῖς πτεροῖς ταχύτατον διευθύνων καὶ ἄγων γνώμῃ καὶ θελήσει οἰκείᾳ χωρὶς χαλινῶν, ἤτοι αὐθαίρετον. |
| Pr 286 [5] | ἐπὶ γρυπὸς γὰρ τετρασκελοῦς ὀχεῖται ὁ Ὠκεανός. A. τὸν πτερυγωκῆ τόνδ’ οἰωνόν] τὸν ταχὺν ταῖς πτέρυξι γρῦπα ᾧ ἐπῳχεῖτο. B. γνώμῃ] θελήματι ἐμῷ. |
| Pr 287 | στομίων ἄτερ] χαλινῶν χωρίς. εὐθύνων] διεξάγων. B. ταῖς σαῖς δὲ τύχαις] ταῖς σαῖς, φησὶ, κακοπαθείαις, γίνωσκε, ἀνιῶμαι. |
| Pr 288 [5] | ἡ γὰρ συγγένειά με ἀναγκάζει λυπεῖσθαι καὶ χωρὶς τοῦ εἶναί με σοῦ συγγενῆ, οὐκ ἔστιν εὑρεθῆναι τίνι ἄλλῳ μείζονα παρέχω φιλίαν ἢ καὶ παρὸ σοί. A. τύχαις] δυστυχίαις. ἴσθι] γίνωσκε. ξυναλγῶ] λυποῦμαι. B. δοκῶ] ἐπὶ τῶν ῥητόρων βεβαίως καὶ ἐπίσταμαι ὅτι συγγενῆ σε ἔχω. |
| Pr 289 | O. νομίζω. ξυγγενὲς] ἡ συγγένεια· Οὐρανοῦ γὰρ ἀμφότερα ἔκγονα. B. ἐσαναγκάζει] συμπάσχειν σοι. |
| Pr 290 | B. οὐκ ἔστιν] ἄλλος τίς. |
| Pr 291 | ὅτῳ] ᾥτινι. μοῖραν] μερίδα. B. νείμαιμ’] δώσαιμι. |
| Pr 292 | ἢ] παρό. B. γνώσῃ δὲ] νοήσεις δὲ, φησὶ, τὴν πρὸς ἐμοῦ διάθεσιν ἀληθῆ, καὶ ὡς οὐ μάτην σοι διὰ λόγου χαρίζομαι· φέρε γὰρ εἰπὲ τί σοι πρέπει συμπράττειν ἐμέ. |
| Pr 293 [5] | οὐ γάρ ποτε λέξεις ὡς ἄλλος τις φίλος ἐστί σοι βεβαιότερος παρ’ ἐμὲ, τὸν Ὠκεανόν. A. γνώσῃ] μαθήσῃ. ὡς ἔτυμ’] ὅτι ἀληθῆ. μάτην] ἤτοι ψευδῶς. B. χαριτογλωσσεῖν] μέχρι γλώσσης χαρίζεσθαί σοι καὶ οὐκ ἔργοις. |
| Pr 294 | A. χαρίζεσθαι διὰ γλώττης. B. σήμαιν’] δηλοῦ. |
| Pr 295 | συμπράττειν] συναγωνίζεσθαι. B. ἐρεῖς] λέξεις. |
| Pr 296 | ὡς] ὅτι. Ὠκεανοῦ] ἐμοῦ. B. βεβαιότερος] ὀρθότερος, κρείττων. |
| Pr 297 | O. μονιμώτερος. B. ἔα, τί χρῆμα] δυσχεραίνει ὁ Προμηθεὺς εἴ πως τὸ ἴδιον ἀξίωμα οὐκ ἐτήρησεν ὁ Ὠκεανός. |
| Pr 298 [10] | φησὶ δὲ, τί τοῦτο πρᾶγμα; καὶ σὺ ἥκεις ἰδεῖν τοὺς ἐμοὺς πόνους; πῶς ἐκαρτέρησας καταλεῖψαι τὸ ἐπώνυμόν τε ῥεῦμα τὸ ὀνομαζόμενον ὠκεάνιον καὶ τὰ αὐτόκτιστα ἄντρα, τὰ αὐτοκατασκεύαστα, τὰ ἐκ πετρῶν ἐστεγασμένα, ἐλθεῖν εἰς τὴν γῆν τὴν σιδηρομήτορα, τὴν γεννῶσαν τὸν σίδηρον. λέγει δὲ τὴν Σκυθίαν· οἱ γὰρ Χάλυβες ἐκεῖσέ που πλησίον οἰκοῦσι ἔθνος ὄντες Σκυθικὸν, ὅπου ὁ σίδηρος ἐφευρίσκεται. ἦ παρεγένου, φησὶ, θεωρήσων τὰς ἐμὰς δυστυχίας καὶ συλλυπούμενος τοῖς ἐμοῖς κακοῖς; ἴδε οὖν θέαμα, ἤτοι παράδοξον τέρας, τόνδε ἐμὲ τὸν φίλον τοῦ Διὸς, τὸν τὴν τυραννίδα καὶ τὴν βασιλείαν οἰκονομήσαντα καὶ συνεργήσαντα τούτῳ εἰς τὸ λαβεῖν ταύτην, ποίαις βλάβαις ὑπ’ αὐτοῦ τοῦ Διὸς δαμάζομαι. A. τί χρῆμα] ὁρῶ. B. ἥκεις] ἦλθες. |
| Pr 299 | ἐπόπτης] θεατής. λιπών] ἀφείς. B. ἐπώνυμον ῥεῦμα] τὸ ὠκεάνειον ἀπὸ σοῦ καλούμενον. |
| Pr 300 | B. πετρηρεφῆ] ἔχοντα ὄροφον ἀπὸ πετρῶν. O. πετρώδη. B. αὐτόκτιτ’] αὐτοφυῆ. |
| Pr 301 | O. αὐτοκατασκεύαστα. σιδηρομήτορα] τὴν ἐργαζομένην τὸν σίδηρον. τὴν τῆς Σκυθίας Χαλυβικὴν γῆν, ἐν ᾗ πρῶτον ὁ σίδηρος εὕρηται. λέγει δὲ τὸν Καύκασον, περὶ αὐτὸν γὰρ οἱ Χάλυβες. B. αἶαν] τὴν γῆν. |
| Pr 302 | ἦ θεωρήσων τύχας ἐμὰς ἀφῖξαι καὶ ξυνασχαλῶν κακοῖς] ὄντως ἰδὼν τὰς ἐμὰς τύχας ἦλθες καὶ λυπούμενος τοῖς ἐμοῖς κακοῖς. B. δέρκου] βλέπε. |
| Pr 304 | τόνδε τὸν Διὸς φίλον] ἐμὲ ὄντα τοῦ Διὸς φίλον. B. θέαμα] παράδοξον τέρας. O. συγκαταστήσαντα τὴν τυραννίδα] συγκατεργασάμενον αὐτῷ τὴν ἀρχήν. |
| Pr 305 | B. οἵαις πημοναῖσι] δι’ ὁποίων βλαβῶν. |
| Pr 306 [5] | κάμπτομαι] δαμάζομαι. B. ὁρῶ, Προμηθεῦ] εἰπόντος τοῦ Προμηθέως πρὸς τὸν Ὠκεανὸν, ἴδε οἷα πάσχω καὶ οἵαις βλάβαις ὑπὸ τοῦ Διὸς δαμάζομαι, φησὶν ὁ Ὠκεανὸς πρὸς αὐτὸν, ὁρῶ οἷα πάσχεις, καὶ παραινέσαι σοι ἐθέλω τὰ ἀγαθὰ, καίπερ φρονίμῳ ὄντι, γνῶθι σαυτὸν καὶ νόησον ὅτι ἥττων εἶ τοῦ Διὸς, καὶ ἄλλαξον τοὺς τρόπους, καὶ κτῆσαι ἑτέρους νέους, ἐπεὶ καὶ τύραννος ἐν θεοῖς νέος. |
| Pr 307 [10] | εἰ δὲ οὕτω τραχεῖς καὶ σκληροὺς καὶ ἀναιδεῖς λόγους καὶ τεθηγμένους, ἤγουν δυναμένους λυπῆσαι, ῥίψεις, ἀντὶ τοῦ, ἐκπέμψεις τοῦ στόματός σου, τάχα ἂν καὶ μακράν σου καθήμενος ὁ Ζεὺς ἀκούοι, ὥστε τὴν νῦν προσοῦσάν σοι ὀργὴν αὐτοῦ παίγνιον εἶναι δοκήσεις, ἄλλα δὲ χαλεπώτερα πάθῃς. A. παραινέσαι] συμβουλεῦσαι. B. τὰ λῷστα] τὰ κάλλιστα. ὄντι] σοί. ποικίλῳ] συνετῷ. B. γίνωσκε σαυτὸν] γνῶθι σεαυτόν· ὡς ὁ ποιητὴς, “Φράζεο, “Τυδείδη, καὶ χάζεο. |
| Pr 309 [15] | ” γνῶθι σεαυτὸν, ὅτι ἥττων εἶ τοῦ Διός. A. γίνωσκε σαυτὸν] ὡς ἐλάττων Διὸς εἶ. μεθάρμοσαι] μετάβαλε. B. γίνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους] τυχὸν ἁρμονία τίς ἐστιν ἐν τοῖς τῆς ψυχῆς ἤθεσι· μεθαρμόζει δέ τις ἑαυτὸν, ὅταν ἐκ τοῦ θυμοῦ γίνηται χαροπὸς καὶ ἐκ τῆς σκληρότητος ἱλαρὸς καὶ εὐμάλακτος, καὶ αὖ πάλιν τοὐναντίον. λέγει οὖν ὁ Ὠκεανὸς ἐνταῦθα τῷ Προμηθεῖ ὅτι μεθάρμοσον τρόπους, ἤγουν μεταλλάχθητι ἐκ τοῦ σκληροῦ εἰς τὸ μαλακὸν καὶ ὕπειξον τῷ Διΐ. ἔστι δὲ ὁ Ὠκεανὸς συγγενὴς τοῦ Προμηθέως, ὡς εἴρηται λόγῳ τοιῷδε ἀλληγορίας· ἀλληγορεῖται γὰρ ὁ Ὠκεανὸς εἰς τὸν νοῦν ἐτυμολογούμενον ἀπὸ τοῦ ὠκέως ἤγουν ταχέως νάειν τοὺς λογισμοὺς καὶ τὰ διανοήματα. ἡ δὲ προμήθεια καὶ ἡ πρόγνωσίς ἐστι μέρος τοῦ λογισμοῦ καὶ δοκεῖ πως συγγενικῶς διακεῖσθαι τοῖς ἀπὸ τοῦ νοὸς ναομένοις ῥεύμασιν ἤτοι λογισμοῖς καὶ διανοήμασι. P. τρόπους νέους] ποταπούς. |
| Pr 310 | νέον φρόνημα κτῆσαι, τὸ πρῶτον ἀφείς. B. τεθηγμένους] σκληροὺς καὶ ὑβριστικοὺς, ἐκ μεταφορᾶς τοῦ τεθηγμένου σιδήρου καὶ ἐστομωμένου. B. ῥίψεις] λέξεις πρὸς τὸν Δία. |
| Pr 312 | B. ῥίπτειν κυρίως ἐπὶ τῶν ἀφελῶν λόγων, τὸ δὲ βάλλειν ἐπὶ τῶν ἰσχυρῶν. P. θακῶν] καθήμενος. |
| Pr 313 | χόλον παρόντα μόχθων] τὴν λύπην τῶν νῦν δυστυχιῶν. B. παιδιὰν εἶναι] παίγνιον πρὸς τὰ μέλλοντα καταλήψεσθαί σε κακὰ παρ’ αὐτοῦ. |
| Pr 314 [5] | B. ὥστε τὸν νῦν παρόντα χόλον τῶν μόχθων καὶ τῶν κακώσεων παίγνιον εἶναί σοι δόξειν· ἤτοι οὐ σωφρονοῦντι βαρύτερα κακά σοι ἐπέλθωσι παρὰ τοῦ Διὸς, καὶ ταῦτά σοι τὰ κακὰ παίγνιον δόξει εἶναι. P. ὀργὰς] κατὰ Διός. |
| Pr 315 | B. πημάτων] ὧν πάσχεις. |
| Pr 316 | ἀπαλλαγάς] ἐλευθερίαν. B. ἀρχαῖ’ ἴσως] ἀρχαῖα λέγονται τὰ μωρὰ, διότι οἱ ἀρχαῖοι τοιοῦτοι ἦσαν, ἁπλούστατοι καὶ εὐήθεις. |
| Pr 317 [5] | ἢ ὅτι οἱ γέροντες οἱ ἔξωροι τοιοῦτοί εἰσι. A. ἀρχαῖ’] μωρά. ἀρχαῖα τὰ μωρὰ, παρ’ ὅσον οἱ μὲν ἀρχαῖοι ἁπλῶς καὶ ἀποικίλτως ἔζων, οἱ δ’ ὕστερον φρονήσει καὶ περιττότητι νοῦ. λέγων τάδε] ἃ λέγω. B. τοιαῦτα μέντοι τῆς ἄγαν] τοιαῦτα, ὦ Προμηθεῦ, τῆς μεγαλορρημονούσης τὰ ἐπιτίμιά ἐστιν οἷα πάσχεις νῦν, αὐτὸς ἀντιλέγων πρὶν τῷ Διΐ. |
| Pr 318 [10] | σὺ δὲ καὶ τοιαῦτα πάσχων οὐκέτι ταπεινὸς εἶ, οὐδ’ ὑποτάσσῃ, σὺν οἷς δὲ πάσχεις κακοῖς θέλεις καὶ ἕτερα προσλαβεῖν. ἀλλ’ ἐάν μοι πεισθῇς, οὐ βλάψεις σεαυτὸν πρὸς κέντρα τὸν πόδα ἐκτείνων, ὁρῶν ὅτι κυριεύει πάντων χαλεπὸς καὶ ὀργίλος θεὸς ὁ Ζεὺς, ὅτι μόνος ἄρχει τῶν ἄλλων πάντων, οὐδ’ ἐστὶν ὑπεύθυνος, ἤτοι παρ’ ἄλλου τινὸς ἐξουσιαζόμενος, ἢ ὃν οὐ δύναταί τις τιμωρήσασθαι. καὶ νῦν μὲν ἐγὼ ἀπέρχομαι πρὸς αὐτὸν, καὶ πειράσομαι ἐὰν τέως ἰσχύσω τούτων ἀπολῦσαί σε τῶν δεσμῶν. σὺ δὲ μὴ μεγαλορρημόνει, μηδ’ ὑπέρογκα καὶ αὐθάδη λάλει. ἢ οὐκ οἶδας, φρόνιμος ὢν, ὅτι βλάπτεταί τις ἐκ γλώσσης ἀκολάστου καὶ φλυάρου; A. ὑψηγόρου] μεγαλαύχου καὶ σοβαροῦ. B. τἀπίχειρα] τὰ ἆθλα καὶ ἐπιτίμια. |
| Pr 319 | B. οὐδέπω ταπεινός] ἐγένου. |
| Pr 320 | εἴκεις] ὑποτάσσῃ καὶ ἐπιχαλᾷς. B. ἄλλα] κακά. |
| Pr 321 | B. οὔκουν] οὐδαμῶς. |
| Pr 322 | B. πρὸς κέντρα κῶλον] πρὸς κέντρα κῶλον ἐκτείνει ὁ βοῦς· λακτίζει γὰρ κεντούμενος ὑπὸ κέντρου· ὥστε λακτίζων πρὸς κέντρον καὶ τὸ κῶλον αἱμάσσει· ὁ γὰρ πρὸς κέντρα λακτίζων κατὰ τὴν ἐντεῦθεν παροιμίαν τοὺς ἰδίους πόδας αἱμάσσει. |
| Pr 323 [5] | φησὶν οὖν, ἐάν μοι μὴ πεισθῇς, βλάψεις σεαυτόν. A. πρὸς κέντρα κῶλον ἐκτενεῖς] πρὸς ἀκάνθας πόδα ἐξάξεις. ἔστι δὲ παροιμία εἰρημένη ἐκ τῶν βοῶν τῶν κεντουμένων ὄπισθεν καὶ ἐν τῷ λακτίζειν τοὺς ἰδίους πόδας αἱμασσόντων τῷ κέντρῳ. B. τραχὺς μόναρχος] ἀκαμπὴς βασιλεύς. |
| Pr 324 | B. οὐδ’ ὑπεύθυνος] καὶ οὐκ ἐξουσιαζόμενος παρά τινος. O. δυνατὸς ὑπ’ εὐθύνην ἐλθεῖν, ἐάν τι παρὰ δίκην ἐργάσηται. B. εἶμι] ἀπέρχομαι πρὸς αὐτόν. |
| Pr 325 | B. τῶν] ἐκ τούτων. |
| Pr 326 | ἐκλῦσαι] ἐλευθερῶσαι. B. ἡσύχαζε] ἡσύχως ἔχε. |
| Pr 327 | λαβροστόμει] θρασυστόμει. B. οἶσθ’] γινώσκεις. |
| Pr 328 | περισσόφρων] λίαν συνετός. B. ματαίᾳ] τῇ παρὰ καιρὸν κομπαζούσῃ. |
| Pr 329 | B. προστρίβεται] προσκολλᾶται. γρ. προσγίνεται, ἐφέπεται, ἐπέρχεται. P. ζηλῶ ς’ ὁθούνεκα] θαυμάζω σε πῶς ὑπάρχεις ἐκτὸς αἰτίας καὶ μέμψεως παρὰ τῷ Διῒ, καὶ οὐδὲν ὑπ’ αὐτοῦ δεινὸν πέπονθας ἐμοὶ συναλγῶν. |
| Pr 330 [10] | Ἄλλως. ἐπαινῶ σε, φησὶν, ὅτι ἐκτὸς ὑπάρχεις μέμψεως, ὅπερ ἦν σοι δυνατὸν ἐπ’ ἐμοὶ ποιήσας καὶ συναλγήσας ἐφ’ οἷς πάσχω κακοῖς· καὶ νῦν ἄφες τὸ προσελθεῖν τῷ Διῒ καὶ δυσωπῆσαι αὐτὸν ὑπὲρ ἐμοῦ, ἵνα ἀπολύσῃ με τῶν δεσμῶν. πάντως γὰρ οὐ καταπείσεις αὐτόν· σκληρὸς γάρ ἐστι καὶ οὐκ εὐκαμπής. σὺ δὲ ἐπιτήρει καὶ περίβλεπε μή τι ἐν τῇ ὁδῷ βλαβήσῃ. A. ζηλῶ ς’ ὁθούνεκ’ ἐκτὸς αἰτίας κυρεῖς] θαυμάζω σε, Ὠκεανὲ, ὅτι ἐκτὸς αἰτίας καὶ μέμψεως ὑπάρχεις τῷ Διῒ, καὶ οὐδὲν κακὸν ἀπ’ αὐτοῦ πέπονθας συναλγῶν ἐμοί. B. μετασχὼν] τῶν κατ’ ἐμὲ κοινωνήσας. |
| Pr 331 | τετολμηκὼς] ὑπομείνας δι’ ὧν συνήλγησας. B. ἔασον] ἐλθεῖν πρὸς αὐτόν. |
| Pr 332 | μελησάτω] διὰ φροντίδος ἔστω τοῦτο. B. νιν] αὐτόν. |
| Pr 333 | B. πάπταινε] προσέχε καὶ ἐπιτήρει. |
| Pr 334 [5] | O. φυλάττου. πημανθῇς] βλαβῇς. ὁδῷ] τῇ ὑπὲρ ἐμοῦ πρὸς αὐτόν. B. πολλῷ γ’ ἀμείνων] εἰπόντος τοῦ Προμηθέως πρὸς τὸν Ὠκεανὸν, ἄφες τὸ προσελθεῖν τῷ Διῒ ἱκετεύσων αὐτὸν ὑπὲρ ἐμοῦ, οὐ γὰρ πείσεις αὐτὸν, σὺ δὲ πρόσεχε μή τι βλαβηθῇς ἐν τῇ ὁδῷ, φησὶν ὁ Ὠκεανὸς πρὸς αὐτὸν ὅτι κατὰ πολὺ ἐγεννήθης κρείττων καὶ βελτίων εἰς τὸ φρονίμους ποιεῖν καὶ σωφρονίζειν ἑτέρους παρὰ σεαυτόν· τοῦτο δὲ ἐξ ἔργων αὐτῶν νοῶ ἀληθῶς καὶ οὐκ ἀπὸ λόγου. |
| Pr 335 [10] | σεαυτὸν γὰρ μὴ σωφρονίσας ὥστε ὑπείκειν τῷ Διῒ σωφρονίζεις ἑτέρους. ἐμὲ δὲ προθυμούμενον ἀπελθεῖν εἰς τὸν Δία μηδαμῶς κωλύσῃς. θαρρῶ γὰρ ταύτην τὴν δωρεὰν, ἤτοι τὸ ἀπολῦσαί σε τῶν δεσμῶν, ἐμοὶ δώσειν αὐτόν. A. ἀμείνων] κρείττων. φρενοῦν] σωφρονίζειν. B. τεκμαίρομαι] τοῦτο. |
| Pr 336 | B. ὁρμώμενον] διεγειρόμενον ἐμέ. |
| Pr 337 | O. κινούμενον ἐλθεῖν ὑπὲρ σοῦ πρὸς αὐτόν. ἀντισπάσῃς] κωλύσῃς καὶ ἀποστήσῃς τούτου. B. αὐχῶ] θαρρῶ. |
| Pr 338 | ὃ γὰρ θαρρεῖ τις καὶ καυχᾶται. B. τῶν] ἐκ. |
| Pr 339 | ἐκλῦσαι] ἐλευθερῶσαι. B. τὰ μέν ς’ ἐπαινῶ] εἰς ταῦτα μέν σε ἐπαινῶ, ὅτι πᾶσαν προθυμίαν καὶ σπουδὴν δεικνύεις ὑπὲρ ἐμοῦ καὶ οὐδὲ παυθήσομαί ποτε τοῦ ἐπαινεῖν σε. |
| Pr 340 [5] | καὶ μηδὲν πόνει ὑπὲρ ἐμοῦ· εἴ τι γὰρ ἂν καὶ πράξῃς, πρὸς ὠφέλειαν ἐμὴν σπεύδων, μάτην πονήσεις. προγινώσκει γὰρ ὅτι οὐ πείσει τὸν Δία. A. λήξω] παύσω. B. προθυμίας] τῆς ὑπὲρ ἐμοῦ. |
| Pr 341 | B. μάτην—πονήσεις] οὐ γὰρ εἰσακουσθήσῃ. |
| Pr 342 | οὐδὲν ὠφελῶν] ἐμέ. B. ἐκποδὼν] μακρὰν ἐκείνου. |
| Pr 344 | B. ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ] ἐγὼ, φησὶ, καὶ ἐὰν δυστυχῶ, καὶ τοιαύτας βλάβας πάσω, ἀλλ’ οὐχὶ διὰ τοῦτο, ἵνα καὶ ἄλλοι τὰ ὅμοια ἐμοὶ πάσχωσι θέλω, ἢ καὶ ἄλλους ἐπιτυχεῖν τῆς ὁμοίας βλάβης. |
| Pr 345 [5] | A. εἰ] ἐπειδή. τοῦδ’ εἵνεκα] τοῦ δυστυχεῖν. B. ὡς πλείστοισι] ἢ τὸ ὡς ἀντὶ τοῦ λίαν, ἢ τοιαύτην ἐνταῦθα σημασίαν ἔχει, ὥσπερ φαμὲν τὸ ὡς ἐν τοῖς παροῦσι· τότε γὰρ τὸ ὡς ὥσπερ ἔμφασιν ἐνέχει καὶ ἔστιν ἐκ παραλλήλου. |
| Pr 346 [5] | καὶ τοῦτο μέν φασί τινες, τὸ δὲ ἀληθὲς, τὸ ὡς ἀντὶ τοῦ λίαν ἐστί. σὺ δὲ μὴ ἀκούων λίαν πλείστοις νομίζῃς λέγειν τὸν Προμηθέα μὴ ἐθέλειν μὲν λίαν πολλοῖς βλάβας, ἀλλὰ δηλονότι ὀλίγοις, ἀλλ’ οὕτως ἔχει, οὐ θέλοιμι ἂν λίαν πλείστοις ἀνθρώποις πημονὰς, ἤγουν οὔτε πλείστοις οὔτ’ ὀλίγοις, τυχεῖν τούτων δηλονότι. ἤτοι πημονὰς πρὸς τὸ τυχεῖν, εὕρηται γὰρ καὶ τὸ τυχεῖν πρὸς αἰτιατικὴν ἅπαξ. πλείστοις] ἀνθρώποις. πημονὰς] βλάβας. B. οὐ δῆτ’, ἐπεί με καὶ] Ἰαπετὸς ὁ τοῦ Κρόνου ἀδελφὸς ἐκ θυγατρὸς τοῦ Ὠκεανοῦ Κλυμένης λεγομένης ἔσχεν Ἄτλαντα καὶ Μενοίτιον καὶ Προμηθέα, καὶ τὸν μὲν Προμηθέα προσήλωσεν ὁ Ζεὺς εἰς τὸ Καυκάσιον ὄρος, ἐπίβουλον αὐτῷ καὶ ἐχθρὸν φανέντα, ὡς καὶ τοὺς λοιποὺς ἀδελφούς· τὸν δὲ Ἄτλαντα ἐποίησεν ἐπ’ ὤμων βαστάζειν τὸν οὐρανὸν, τὸν δὲ Μενοίτιον ἐκεραύνωσε. |
| Pr 347 [10] | φησὶν οὖν ὁ Ὠκεανὸς πρὸς τὸν Προμηθέα, δαμάζουσί με καὶ ἀνιῶσιν αἱ δυστυχίαι τοῦ ἀδελφοῦ σου τοῦ Ἄτλαντος, ὅστις πρὸς τοὺς δυτικοὺς τόπους ἵσταται ἐν ὤμοις βαστάζων τοὺς οὐρανοῦ καὶ γῆς κίονας, βάρος δυσμεταχείριστον καὶ οὐ ῥᾳδίως βασταζόμενον. A. οὐ δῆτ’] πεισθήσομαί σοι. κασιγνήτου τύχαι] τοῦ σοῦ ἀδελφοῦ δυστυχίαι. B. τείρους’] λυποῦσι. |
| Pr 348 | ἑσπέρους] δυτικούς. B. ἕστηκε] ἐστάθη. |
| Pr 349 [10] | B. Τί ἔστιν ἄξων; διάμετρος τοῦ κόσμου εὐθεῖα ἐκ τῶν πόλων ἐπεζευγμένη, μέσην μὲν ἔχουσα τὴν γῆν, τοὺς δὲ δύο πόλους πέρατα, καὶ περὶ ταῦτα μένουσα ἡ σφαῖρα στρέφεται. τὸν ἄξονα συμβέβηκε νοεῖσθαι εὐθεῖάν τινα καὶ ἀσώματον γραμμὴν, ἀπὸ τοῦ βορείου πόλου καὶ τοῦ νοτίου μέχρι καὶ διὰ μέσης πεφυκυῖαν τῆς γῆς· ἣν συμβέβηκε κέντρον εἶναι τοῦ κόσμου, τῇ ἰδίᾳ φύσει, καθ’ ἣν ἀμετακίνητός ἐστι καὶ ἀσάλευτον αὐτοῦ μετέχει τὴν θέσιν. τὰ δὲ πέρατα τοῦ οὐρανοῦ, ἃ δὴ παρὰ τοῖς ἄκροις τοῦ ἄξονος ἐξ ἑκατέρων τῶν μερῶν νοοῦνται, πόλοι καλοῦνται. P. τί ἔστιν οὐρανός; ὁ περιέχων τὰ πάντα πλὴν αὐτοῦ. P. ἐρείδων] βαστάζων. |
| Pr 350 [5] | οὐκ εὐάγκαλον] ἀλλὰ δυσβάστακτον, κατεδικάσθη γὰρ ὑπὸ Διὸς ὑπανέχειν τὸν οὐρανὸν δίκην κίονος. B. τὸν γηγενῆ] μυθεύεται ὅτι οἱ Τιτᾶνες, τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς παῖδες ὄντες ἀντῇραν πόλεμον τῷ Διῒ καὶ ἀντέστησαν αὐτῷ· ἐπεὶ δὲ δέκα ἔτη ἐμάχοντο καὶ λύσις τοῦ πολέμου οὐκ ἦν, ἀλλ’ ἴσος ἦν ὁ πόλεμος, ὁ Ζεὺς συνεργοὺς πρὸς τὴν μάχην λαβὼν τοὺς τρεῖς μονοφθάλμους Κύκλωπας, τὸν Βρόντην, τὸν Στερόπην, καὶ τὸν Ἄργον καὶ τοὺς τρεῖς ἑκατόγχειρας, τὸν Κόττον, τὸν Βριάρεων, καὶ τὸν Γύγην· οἵτινες καὶ αὐτοὶ παῖδες τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς ἐχρημάτιζον· καὶ νέκταρ κεράσας ηὔφρανε καὶ πρὸς τὴν μάχην ἠρέθισε. |
| Pr 351 [20] | καὶ πόλεμον συναράξας μετὰ μεγάλου κρότου τοὺς Τιτᾶνας κατετροπώσατο καὶ τῇ γῇ προσέδησε καὶ κατεταρτάρωσε. μετὰ δὲ ταῦτα ἡ Γῆ πρὸς εὐνὴν μιγεῖσα τῷ Ταρτάρῳ τὸν ἑκατοντακέφαλον Τυφῶνα ἐγέννησεν, ἁπάντων θηρίων ἀγρίων ἔχοντα κεφαλὰς καὶ τέρας δεινὸν καὶ παμμιγὲς χρηματίζοντα, καὶ ἐξ ὀφθαλμῶν σέλας καταπληκτικὸν ἀστράπτοντα· ὃς πάλιν ἑτέραν μάχην τῷ Διῒ συνῆψε· κεραυνωθεὶς δὲ καὶ αὐτὸς ἐν Σικελίᾳ παρὰ τὴν Αἴτνην τῷ ταρτάρῳ ἐκρύβη. ἐξ οὗ μυθολογεῖται πάντας τοὺς ἀνέμους σφοδροὺς κυΐσκεσθαι, χωρὶς ζεφύρου καὶ βορρᾶ· θεογενεῖς γὰρ οὗτοι. ἰστέον δὲ ὅτι ἐν Κιλικίᾳ μὲν ἐγεννήθη ὁ Τυφὼς, ἐκολάσθη δὲ ἐν Σικελίᾳ καὶ Ἡσίοδος “Τόν “ποτε Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον.” A. τὸν γηγενῆ] τὸν γενναῖον καὶ ἀνδρεῖον. B. δάϊον] πολεμικὸν ἢ καυστικόν. |
| Pr 352 [5] | B. ἑκατοντακάρηνον] φησὶ δὲ ὁ Ὠκεανὸς, ᾠκτείρησα καὶ τὸν Τυφῶνα τὸν οἰκήτορα τῶν Κιλικίων σπηλαίων, τὸν ἑκατὸν κεφαλὰς ἔχοντα, τὸν ὁρμητικὸν πρὸς πόλεμον· ὃς πᾶσι τοῖς θεοῖς ἀντέστη, καταπληκτικαῖς σιαγόσιν ἠχῶν φόνον ἢ φόβον (γράφεται γὰρ καὶ οὕτως), ἐξ ὀφθαλμῶν δὲ ἤστραπτε σέλας καταπληκτικόν. |
| Pr 353 [15] | ἀλλ’ ἦλθε τὸ τοῦ Διὸς βέλος ὁ κεραυνὸς, καὶ ἔπαυσεν αὐτὸν τῶν κενοδόξων καὶ μεγαλαύχων κομπασμάτων· εἰς αὐτὰς γὰρ τὰς φρένας τυπεὶς καὶ πληγεὶς ὑπὸ τοῦ κεραυνοῦ κατεκάη· καὶ νῦν κεῖται πλησίον τοῦ Σικελικοῦ πορθμοῦ τοῦ μεταξὺ Σικελίας καὶ Ἰταλίας, δέμας ἀχρεῖον καὶ παρήορον, ἤγουν ἔκλυτον, ἢ ἐκλελυμένον καὶ ἡπλωμένον. γράφεται δὲ καὶ πανάωρον, ἀντὶ τοῦ παντελῶς ἀφρόντιστον καὶ μηδεμιᾶς φροντίδος ἄξιον. σημείωσαι δὲ ὅτι τὸ δέμας ἐπὶ τοῦ ἀψύχου λαμβάνει οὗτος ὁ ποιητής. A. ἑκατοντακάρηνον] ἑκατὸν κεφαλὰς ἔχοντα. πρὸς βίαν χειρούμενον] βιαίως πιεζόμενον ἐν Αἴτνῃ. B. σμερδναῖσι] ἤγουν ἐκπληκτικαῖς, παρὰ τὸ μερίζειν καὶ δονεῖν τὸ ταράσσειν· τὸ γὰρ καταπληκτικὸν ποιεῖ τὸν δειλὸν μερίζεσθαι εἰς φόβους καὶ ἄλλας ἐννοίας. |
| Pr 354 [5] | A. Τυφῶνα] ὁ Τυφὼς ἐν Κιλικίᾳ μὲν ἐγεννήθη, ἐν Σικελίᾳ δὲ κεκεραύνωται ἐν τοῖς ποσὶ τοῦ ὄρους τῆς Αἴτνης, ἔνθα φασὶ καθήμενον τὸν Ἥφαιστον χαλκεύειν. καλεῖται δὲ ὁ τόπος οὗτος κρατῆρες, διὰ τὸ μεστὸν εἶναι πυρός. θοῦρον] ὁρμητικὸν, θρασύν. ἀντέστη] ἠναντίωτο. B. σμερδναῖσι γαμφηλαῖσι] καταπληκτικαῖς γνάθοις. |
| Pr 355 | συρίζων] ἐκπνέων. εἰκότως εἶπε τὸ συρίζων, ἐπειδὴ ὀφέων κεφαλὰς εἶχε, τούτων δέ ἐστι τὸ συρίζειν. B. ἐξ ὀμμάτων] αὐτοῦ. |
| Pr 356 | ἤστραπτε] ἀπέλαμπε. γοργωπὸν] καταπληκτικόν. B. ἐκπέρσων] μέλλων καταβαλεῖν. |
| Pr 357 | B. ἄγρυπνον βέλος] τὸ πῦρ τὸ ποιοῦν τοὺς ἀνθρώπους ἀγρυπνεῖν καὶ ἀσχολεῖσθαι περὶ τὰ ἔργα, ἢ πρὸς τὸ θεᾶσθαι αὐτὸ συγκαλούμενον τοὺς ἀνθρώπους νυκτὸς ποιεῖν αὐτοὺς ἀγρύπνους. |
| Pr 358 [5] | λέγουσι γὰρ ὅτι ἐν τῇ Αἴτνῃ ἡμέρας ἐκθρώσκει καπνὸς, νυκτὸς δὲ φλόξ. A. αὐτῷ] τῷ Τυφῶνι. ἄγρυπνον] ἀκάματον, ἄσβεστον. B. καταιβάτης κεραυνὸς] πέντε εἴδη κεραυνῶν· πρηστὴρ, ὁ καὶ πυρόεις καλούμενος, ὃς καταφερομένου τοῦ πνεύματος καὶ ἐκπυρωθέντος καὶ λεπτυνθέντος γίνεται· σκηπτὸς, ὁ καὶ καταιβάτης, ὁ κάτω φερόμενος καὶ καταπληκτικὸς, αἰφνίδιος, ὃς γίνεται παχυνθέντος τοῦ ἀέρος καὶ τοῦ πυρώδους πνεύματος· ἀργὴς, ὃς διὰ τὴν πάνυ λεπτότητα οὐ φλέγει, μελαίνει δέ. |
| Pr 359 | ψολόεις, ὁ ἐν τῇ ψαύσει ὀλλύων. ἑλικίας ὁ συστροφὰς καὶ ἕλικας ποιῶν, διὰ μέσην παχύτητα καὶ ὑγρότητα τῇ πυκνότητι τοῦ ἀέρος ἀντωθούμενος. A. καταιβάτης] τοῦτο ὄνομα κεραυνοῦ, ὥσπερ καὶ τὸ ψολόεις. B. ἐξέπληξε] μετ’ ἐκπλήξεως ἔπαυσε. |
| Pr 360 | B. κομπασμάτων] οἷς ἐχρῆτο ἀπειλῶν τῷ Διΐ. |
| Pr 361 | φρένας εἰς αὐτὰς τυπεὶς] εἰς αὐτὸν τὸν νοῦν πληγεὶς, παράφορος γενόμενος τῷ ἀπροσδοκήτῳ τῆς πληγῆς. B. ἐφεψαλώθη] κατεκάη. |
| Pr 362 [5] | φέψαλος λέγεται ὁ μικρὸς σπινθὴρ, ἀπὸ τοῦ φλέγειν τῷ ἅψασθαι. κἀξεβροντήθη] ἤτοι ἐξησθένησε, καὶ ἀφῆκε τὴν δύναμιν ὃν τρόπον καὶ οἱ ἐμβρόντητοι. οἱ γὰρ βροντῆς ξηρᾶς ἀκούοντες ἐκπλήττονται. A. ἐφεψαλώθη] κατεκάη, φέψαλος γὰρ ὁ μικρὸς σπινθήρ. ἐξεβροντήθη] παρετράπη, ἐξησθένησε, ὥσπερ οἱ βροντῶν ἤχῳ παταχθέντες. B. ἄχρηστον] ἀρτίως ἔκλυτον. |
| Pr 363 | O. παρήορον] γρ. παράωρον, ἤγουν ἠμελημένον, ἠφανισμένον. ἤγουν ἔκλυτον, ἡπλωμένον. P. ἄτιμον, ἀπόβλητον, μηδεμιᾶς φροντίδος ἀξιούμενον. B. στενωποῦ] τοῦ Σικελικοῦ. |
| Pr 364 | B. ἰπνούμενος] γρ. |
| Pr 365 [5] | ἰπούμενος, ἀντὶ τοῦ βαρυνόμενος, ἤγουν σφιγγόμενος, ἤτοι παγιδευόμενος. ἴπος γὰρ ἡ παγὶς τῶν μυῶν, ἀπὸ τοῦ ἴπτω τὸ βλάπτω. P. ἰπνούμενος] καιόμενος. ἰπνὸς γὰρ καὶ ἵπνος ὁ φοῦρνος, ἐκ γὰρ τοῦ ἵπτω τὸ βλάπτω οὐ μόνον τὸ ἰάπτω γίνεται, ἀλλὰ καὶ ἵπτος ἡ παγὶς τῶν μυῶν, καὶ ἱπτοῦν ῥῆμα τὸ βλάπτειν, παρά τε ἄλλοις καὶ τῷδε τῷ Αἰσχύλῳ, καὶ παρὰ τῷ κωμικῷ, ὡς τὸ “ἱπτούμενος ταῖς συμφοραῖς.” ἐκ τοῦ ἵπτω δὲ καὶ ἴψ ὁ σκώληξ, ὁ τοῖς κέρασιν ἐμφυόμενος, ὡς τὸ, “μὴ κέρα ἶπες ἔδοιεν.” B. μυδροκτυπεῖ] χαλκεύει. |
| Pr 366 [5] | μύδρος καλεῖται ὁ πεπυρακτωμένος σίδηρος, παρὰ τὸ μή καὶ τὸ ὕδωρ· ὁ γὰρ πεπυρακτωμένος σίδηρος οὐδ’ ὅλως ὑγρότητος μετέχει, ἀλλὰ μόνης ξηρότητος· ὁ ἰὸς δὲ τοῦ σιδήρου ἐξ ὑγρότητος γίνεται. A. κορυφαῖς] αὐτῆς τῆς Αἴτνης. ἥμενος] καθήμενος. μυδροκτυπεῖ] σφυρηλατεῖ. B. ἔνθεν ἐκραγήσονταί ποτε] κατὰ τὴν Σικελίαν ὄρος ἐστὶ τὸ καλούμενον Αἴτνη, ἐξ οὗ πῦρ πολὺ ἀναδίδοται ἐκρέον ποταμηδόν. |
| Pr 367 [15] | ἐκ τούτου οὖν, φησὶ, ποτὲ ἐκχυθήσονται ποταμοὶ πυρὸς, κατεσθίοντες πᾶσαν γῆν τῆς καλλικάρπου Σικελίας. τοῦτο δὲ ἀκούομεν πάλαι γενέσθαι κατὰ τοὺς Ἱέρωνος χρόνους· τότε γὰρ κατὰ τὸ μέσον ἐκρυέντες οἱ τοῦ πυρὸς ποταμοὶ οὗτοι καὶ πολλὰ χωρία διέφθειραν. τοιοῦτον οὖν, φησὶν, ἀναζέσει ὁ Τυφὼς χόλον ἐν βέλεσι καὶ ῥιπαῖς θερμῆς ἀπλήστου πυρπνόου ζάλης. ζάλην δὲ πυρίπνοον λέγει τὴν ἀνάδοσιν καὶ τὴν ἀνακάχλασιν τοῦ Αἰτναίου πυρός. θερμὴν δὲ αὐτὴν καλεῖ, διὰ τὸ ἐκεῖσε καυθῆναι τὸν Τυφῶνα· ἄπληστον δὲ, διότι τὸ πῦρ ὕλης δραξάμενον οὐ κορέννυται, ἀλλὰ μᾶλλον ἐπὶ πλεῖον καταφλέγει τὰ προστυχόντα καὶ οὐχ ἵσταται. A. Ἰστέον δὲ ὅτι φασὶν εἶναι Σικελίαν ἑτέραν μικρὰν νῆσον μεταξὺ Χαλκίδος καὶ Αὐλίδος, καὶ ταύτην εἰρῆσθαι ἄκαρπον, παραβαλλομένην τῇ μεγάλῃ νήσῳ Σικελίᾳ, ἥτις ἐστὶ πολύκαρπος. P. ἔνθεν ἐκραγήσονται] ἐκ τῆς Αἴτνης ἐκσπασθήσονται. τοῦτο δὲ γέγονε κατὰ τοὺς Ἱέρωνος χρόνους, ὅτε καὶ Αἰσχύλος ἤκμαζε. B. ποταμοὶ] ἐπιϊστοροῦσι τοὺς ποταμούς. |
| Pr 368 | δάπτοντες] ἐσθίοντες. B. λευρὰς γύας] πλατείας χώρας. |
| Pr 369 | B. ἐξαναζέσει χόλον] ἀναδώσει μανίαν, ὀργήν. |
| Pr 370 | B. ζάλης] συστροφῆς, ταραχῆς. |
| Pr 371 [5] | A. θερμῆς] καυστικῆς. B. ἀπλήστου] ἀχορτάστου. O. ἀκορέστου, ἀκρατήτου· τὸ γὰρ πῦρ εὑρὸν ὕλην οὕτω βακχεύει, ὡς μηδένα τῶν πάντων ἐπισχεῖν αὐτὸ δύνασθαι. B. καίπερ] ὅμως. |
| Pr 372 | ἠνθρακωμένος] κεκαυμένος. B. ὅπως ἐπίστασαι] ὡς γινώσκεις. |
| Pr 374 | B. παροῦσαν] ἐμοί. |
| Pr 375 | ἀντλήσω] καρτερήσω, διέλθω. B. λωφήσῃ] ἡσυχάσῃ. |
| Pr 376 [5] | A. λωφήσῃ] παύσῃ. χόλου] τῆς κατ’ ἐμοῦ ὀργῆς. B. οὔκουν Προμηθεῦ] εἰπόντος τοῦ Προμηθέως ὅτι ἐγὼ τὴν παροῦσαν ὑπομενῶ τύχην, ἕως οὗ ὁ νοῦς τοῦ Διὸς παυθήσεται τῆς ὀργῆς, φησὶν ὁ Ὠκεανὸς πρὸς αὐτὸν, οὐδὲ τοῦτο γινώσκεις, ὦ Προμηθεῦ, ὅτι οἱ λόγοι οἱ παρακλητικοὶ θεραπεύουσι τὴν ὀργὴν ἀγριαίνουσαν καὶ ἐπαιρομένην; A. |
| Pr 377 | οὔκουν] οὐδαμῶς. B. εἰσὶν] ὑπάρχουσιν. |
| Pr 378 | B. ἐν καιρῷ] τοῦτό φησιν ὁ Προμηθεὺς, ἐάν τις οὐκ ἐν αὐτῇ τῇ ἀκμῇ τοῦ θυμοῦ, ἀλλὰ μετὰ τὸ παυθῆναι καὶ οἱονεὶ μικρόν τι ἡμερωθῆναι, μειλίσσῃ καὶ λόγοις παρακλητικοῖς χρῆται πρὸς αὐτὸν, ἀναγκαίως πείθει αὐτόν. |
| Pr 379 [5] | νῦν δὲ ἔτι ἐν ἀκμῇ ἐστιν ὁ τοῦ Διὸς χόλος, καὶ οὐ πείσεται, εἰ μὴ ὥριμος γένηται ἡ ὀργὴ καὶ οἱονεὶ μαλακισθῇ. A. τοῦτο καὶ Ἱπποκράτης φησὶ, πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμά. P. ἐν καιρῷ] δέοντι. B. σφριγῶντα] νεάζοντα καὶ αὐξάνοντα. |
| Pr 380 | A. σφριγῶντα] αὐξόμενον καὶ ζέοντα. ἰσχναίνῃ] ὑποκλίνῃ καὶ παύειν ἐπιχειρῇ. B. ἐν τῷ προθυμεῖσθαι] γράφεται καὶ προμηθεῖσθαι, ἤγουν ἐν τῷ προνοεῖσθαί σου καὶ πειρᾶσθαι τὸν Δία πείθειν τίνα βλάβην ἐνυπάρχουσαν νοεῖς; εἰπέ μοι. |
| Pr 381 | A. προμηθεῖσθαι] προβουλεύεσθαι, προνοεῖν. γρ. προθυμεῖσθαι. P. ἐνοῦσαν] ὑπάρχουσαν. |
| Pr 382 | B. μόχθον περισσὸν] πόνον μάταιον ὁρῶ. |
| Pr 383 | εὐηθίαν] μωρίαν. ἐπίθετον δὲ ταύτης τὸ κουφόνουν. B. ἔα με] ἄφες, φησὶν ὁ Ὠκεανὸς, ἐμὲ παρακινδυνεύειν ὑπὲρ σοῦ καὶ δοκεῖν τοῖς πολλοῖς ἄφρονα εἶναι, εὖ φρονοῦντά σοι· ἐπεὶ ἄμεινόν μοί ἐστι καλὰ φρονοῦντα καὶ σοὶ ὠφέλιμα δοκεῖν ἄφρονα τοῖς πολλοῖς. |
| Pr 384 [5] | A. τὴν νόσον] τὴν μωρίαν. B. εὖ φρονοῦντα] ὅσον τὸ ἐπὶ σοί. |
| Pr 385 | δοκεῖν] σοι. φρονεῖν] ἐμέ. B. ἤγουν τὴν ἀλήθειαν. P. ἐμὸν δοκήσει] εἰ γὰρ αὐτὸ τὸ τοῦ Διὸς ἄκαμπτον εἰδὼς σὲ ὑπὲρ ἐμοῦ πρὸς αὐτὸν σπεύδοντα οὐκ ἐπίσχω, πᾶσιν ἂν δόξω μηδὲν τῶν δεόντων ἐπίστασθαι καὶ Προμηθεὺς μάτην καλεῖσθαι. |
| Pr 386 | δοκήσει] δόξει. ἀμπλάκημ’] ἁμαρτία αὕτη. B. σαφῶς] φανερῶς. |
| Pr 387 | στέλλει] πέμπει. B. θρῆνος οὑμὸς] τὸ ὑπὲρ ἐμοῦ θρηνεῖν καὶ ἀποκλαίεσθαι. |
| Pr 388 | B. εἰς ἔχθραν] εἰς μεσιτείαν τῷ Διΐ. O. ἢ] ἄρα. |
| Pr 389 | τῷ νέον κρατοῦντι] βάλῃ εἰς ἔχθραν. B. θακοῦντι] καθεζομένω. γρ. κρατοῦντι. P. παγκρατεῖς ἕδρας] μονάρχους. B. τούτου] τοῦ Διός. |
| Pr 390 | μήποτ’] ἵνα. ἀχθεσθῇ] λυπηθῇ. B. στέλλου, κομίζου] πορεύου εἰς τὸν σὸν οἶκον, καὶ φύλαττε τὸν παρόντα νοῦν, ἤγουν τὸ δόξαν νῦν ἀγαθὸν καὶ νοηθὲν ἀρτίως, τουτέστι τὸ μὴ ἀπελθεῖν εἰς τὸν Δία. |
| Pr 392 [5] | A. στέλλου] ἀπέρχου. τὸν παρόντα νοῦν] ὃ νῦν σοι δοκεῖ. λέγω δὴ τὸ μὴ πρὸς αὐτὸν ἀπελθεῖν, ἵνα μὴ καὶ αὐτὸς τὰ ὅμοια πάθῃς. B. ὁρμωμένῳ μοι] ἄτοπον ἦν τὸν πάντων γένεσιν ἔχοντα χρονίζειν ἐπὶ τῆς κινήσεως, εἰ καί τις ἥλιον εἰσαγαγὼν ἐπὶ πολὺ τὸν κόσμον ἀνήλιον εἴασε. |
| Pr 393 [10] | δεῖ οὖν μεμετρημένως τὰ τοιαῦτα ποιεῖσθαι. τοῦτο δέ φησιν ὁ Ὠκεανὸς πρὸς τὸν Προμηθέα, ὅτι οὐκ ἀκαίρως μοι εἶπας, ἄπελθε, ἀλλὰ καὶ ἐμοὶ θέλοντι τοῦτο ποιῆσαι καὶ ὁρμωμένῳ πρὸς τοῦτο. ὁ γὰρ τετρασκελὴς οἰωνὸς, ἤγουν ὁ γρὺψ, ᾧ ἐποχοῦμαι, διακόπτει τὴν ὁμαλὴν ὁδὸν τοῦ αἰθέρος ἐν τοῖς οἰκείοις πτεροῖς, ἤτοι ἄρχεται πέτεσθαι. εἴθε δὲ ἄσμενος καὶ χαρίεις ἐν τοῖς τοιούτοις τόποις σταθήσεται. A. ὁρμωμένῳ] πρὸς τὴν ὁδόν. ἐθώϋξας] εἶπας. B. ψαύει πτεροῖς] γράφεται καὶ ψαίρει. |
| Pr 394 [10] | καταχρηστικῶς δὲ καὶ ἐνταῦθα ἡ λέξις αὕτη. A. γράφεται καὶ ψαίρει. κυρίως δὲ ἡ λέξις ἐπὶ τῶν λαιφῶν τῶν χωρὶς ἀνέμων κινουμένων λέγεται. καταχρηστικῶς δὲ ἡ λέξις αὕτη καὶ ἐνταῦθα. λέγεται δὲ καὶ ἐπὶ τῶν ῥαθύμως καὶ ἀνειμένως ἀπαγόντων. λέγουσι γὰρ οἱ ναῦται, ψαίρει τὸ ἅρμενον, ὅταν μὴ πολὺς ὁ ἄνεμος πνέῃ, ἀλλὰ προσψαύῃ, οὗ παράγωγον τὸ ψαύω. P. γρ. ψαίρει, ἤγουν ἐπαναβαίνει καὶ κινεῖται. P. λευρὸν] λεπτὸν καὶ πλατύν. οἶμον] πορείαν. ψαύει] τὸ ψαύει οὐ μόνον γενικῇ, ἀλλὰ καὶ αἰτιατικῇ, ὥσπερ καὶ αἱ ἄλλαι πᾶσαι αἰσθήσεις, πλὴν τῆς ὁράσεως, ἐκείνη γὰρ μόνη αἰτιατικῇ, ἅτε βασιλικωτέρα τῶν ἄλλων καὶ ἐφ’ ἑνὸς ἱδρῦσθαι μόνον προσήκουσα, ἀλλ’ οὐκ ἄνω καὶ κάτω φέρεσθαι. πτεροῖς] διὰ τῶν πτερῶν. B. οἰωνὸς] ὄρνεον. |
| Pr 395 | ἄσμενος] μετὰ περιχαρείας. B. σταθμοῖς] τῇ φάτνῃ αὐτοῦ. |
| Pr 396 | κάμψειεν γόνυ] κλίνειεν τὸ γόνυ αὑτοῦ. B. στένω σε] τὸ στάσιμον ᾄδει ὁ χορὸς τῶν Ὠκεανίδων νυμφῶν ἐπὶ τῆς γῆς κατεληλυθὼς, καί φησι πρὸς τὸν Προμηθέα, στενάζω καὶ κλαίω σε, ὦ Προμηθεῦ, ἕνεκα τῆς ὀλεθρίας τύχης ἧς πάσχεις. |
| Pr 397 [15] | ἀπὸ δὲ τῶν ὀφθαλμῶν δακρυσίστακτον στάζουσα ῥεῦμα τὴν ἐμὴν παρειὰν ἔβρεξα ὑγραῖς πηγαῖς, ἤτοι δάκρυσιν. ἀμέγαρτα γὰρ καὶ ἀφθόνητα κακὰ, ἃ οὐδεὶς ζηλώσει, δείκνυσιν ἡμῖν ὁ Ζεὺς τοῖς πρώην θεοῖς, ἰδίοις νόμοις ἰσχυροποιῶν τὴν ὑπερήφανον ἀρχὴν ἢ τὴν βίαν, ὥσπερ Πίνδαρος αἰχματὰν κεραυνὸν τὸν βίαιον λέγει. ἅπασα δὲ χώρα ἤδη λέλακε καὶ ἠχεῖ ἤχημα στονόεν, ἤγουν στεναγμοῦ γέμον τε καὶ οἰκτρὸν, καὶ στενάζουσι τὴν μεγάλην τε καὶ περιφανοῦς σχήματος οὖσαν τιμὴν τὴν σὴν καὶ τῶν σῶν ξυνομαιμόνων, ἤτοι τῶν ἀδελφῶν σου, τοῦ Ἄτλαντος καὶ τοῦ Μενοιτίου· ὧν τὸν μὲν Ἄτλαντα ἐποίησε βαστάζειν τὸν οὐρανὸν, τὸν δὲ ἐκεραύνωσε, σὲ δὲ δεσμεῖ ἐνταῦθα εἰς τὸ Καυκάσιον ὄρος. οὗτοι δὲ παῖδες ἦσαν τοῦ Ἰαπετοῦ, ὃς ἦν ἀδελφὸς τοῦ Κρόνου τοῦ πατρὸς τοῦ Διός. A. οὐλομένας τύχας] καθ’ ὅλον καὶ μέρος τὰς ἀξίας φθορᾶς. |
| Pr 398 | B. δακρυσίστακτον] ἐν δάκρυσι σταζόμενον. |
| Pr 399 | τὸ δακρυσίστακτον ἢ πρὸς τὸ ῥέος ᾒ πρὸς τὸ παρειὰν συντακτέον. ἀπ’ ὄσσων] ἀπὸ τῶν ὀφθαλμῶν. B. ῥαδινῶν] εὐκινήτων. |
| Pr 400 | γρ. ῥαδινὸν, ἤγουν κινητὸν, λεπτόν. P. ῥέος] ῥεῦμα ἔχον τὴν σύστασιν ἀπὸ τῶν δακρύων. O. ῥαδινῶν] ἁπαλῶν, παρθενικῶν. λειβομένα ῥέος] στάζουσα ῥεῦμα. B. νοτίοις ἔτεγξα πηγαῖς] ὑγροῖς ἔβρεξα ῥεύμασι δακρύων. |
| Pr 401 | B. ἀμέγαρτα] ἀφθόνητα, μεγάλα ἅπερ πάσχεις. |
| Pr 402 | B. ἰδίοις νόμοις κρατύνων] ἤτοι τῷ οἰκείῳ θελήματι ἄρχων. |
| Pr 403 | B. ὑπερήφανον] ὑπεροπτικὴν, τραχεῖαν. |
| Pr 404 | πάρος] πρώην. B. αἰχμὰν] τὴν ἀρχὴν, τὴν ἐξουσίαν, τὴν βίαν. |
| Pr 405 | O. αἰχμὰν] ἐξουσίαν. B. πρόπασα] ὅλη. |
| Pr 406 [5] | στονόεν λέλακε χώρα] θρηνητικὸν ἤχησε χώρα. ὁ πρῶτον κατὰ ἄθροισιν εἰπὼν χώραν, εἶτα ἐπιμερισμὸν ἐπήνεγκεν ὁπόσοι. B. πρόπασα δ’ ἤδη στονόεν λέλακε χώρα] εἰ καὶ εἶπε πρόπασα χώρα, τοὺς ἀνθρώπους ἐδήλωσεν, οὐ γὰρ ἡ χώρα θρηνεῖ· πῶς γὰρ, ἄψυχος οὖσα; τοῦτο δὲ τὸ σχῆμα λέγεται πρὸς τὸ σημαινόμενον, καὶ διὰ τοῦτο εἶπε καὶ, στένουσιν οἱ ἄνθρωποι τῆς χώρας. P. μεγαλοσχήμονα] μεγάλην. |
| Pr 408 | ἀρχαιοπρεπῆ τιμὰν] τὴν παλαιὰν τιμήν. B. ξυνομαιμόνων] τοῦ Ἄτλαντος καὶ τοῦ Τυφῶνος. |
| Pr 410 | B. ὁπόσοι τ’ ἔποικον] ὅσοι τε ἄνθρωποι κατοικοῦσι τὸ ἔδαφος καὶ τὸν χῶρον τῆς καθαρᾶς Ἀσίας, συγκάμνουσιν ἡμῖν καὶ συνανιῶνται ταῖς σαῖς βλάβαις ταῖς μετεχούσαις μεγάλων στεναγμάτων. |
| Pr 411 [15] | παρθένοι τε αἱ ἐγκάτοικοι τῆς Κολχίδος, ἤγουν αἱ Ἀμαζόνες, αἱ ἄτρεστοι καὶ ἄφοβοι ἐν ταῖς μάχαις, ἀνιῶνται τοῖς σοῖς κακοῖς, καὶ ὁ Σκυθικὸς ὅμιλος, οἵτινες κατοικοῦσι τὸν ἔσχατον πόρον τῆς γῆς περὶ τὴν Μαιῶτιν λίμην. τὸ ἄρειόν τε καὶ πολεμικὸν γένος τῆς Ἀραβίας, λέγει δὲ τοὺς Τρωγλοδύτας, οἵτινές τε πλησίον τοῦ Καυκάσου νέμονται καὶ οἰκοῦσι πόλιν ὑψίκρημνον, στρατὸς πολεμικὸς ὁ βρέμων καὶ ἠχῶν ἐν αἰχμαῖς ὀξείας ἄκρας ἐχούσαις, ἤγουν οἱ Κόλχοι. A. ἐγκάτοικοι. ἁγνᾶς] καθαρᾶς, διὰ τὴν τοῦ ἡλίου ἀνατολήν. B. ἁγνᾶς Ἀσίας] ἁγνὴν λέγει τὴν Ἀσίαν διὰ τὸ προφερεστέραν εἶναι πασῶν, καὶ διὰ τὸ μεγάλας πόλεις καὶ πλουσίας ἔχειν, καὶ ὅτι μετὰ πασῶν ἔχει καὶ τὴν ἐξευροῦσαν πάντα τὰ χρηστὰ Αἰθιοπίαν. A. νέμονται] οἰκοῦσι. |
| Pr 412 | B. μεγαλοστόνοισι] τῶν μεγάλων δεομένοις στεναγμάτων. |
| Pr 413 | πήμασι] δυστυχήμασι. B. συγκάμνουσι] συμπάσχουσι. |
| Pr 414 | B. Κολχίδος] ἥτις ἔνεστιν ἐν Σκυθίᾳ. |
| Pr 415 | ἔνοικοι] ἐγκάτοικοι. B. παρθένοι] αἱ Ἀμαζόνες συγκάμνουσι. |
| Pr 416 | μάχαις ἄτρεστοι] ἀκαταγώνιστοι. Σκύθης ὅμιλος] συγκάμνει. B. ἔσχατον] ἀκρότατον. |
| Pr 418 | ἀμφὶ] περὶ τήν. B. ἔχουσι] οἰκοῦσι. |
| Pr 419 | B. Ἀραβίας] πῶς τὴν Ἀραβίαν Καυκάσῳ συνῴκισεν; διότι, ὡς ὁ Στράβων φησὶν, οἱ Τρωγλοδύται μεταξὺ Μαιώτιδος καὶ Κασπίας εἰσίν. |
| Pr 420 | A. ἄρειον ἄνθος] τὸ πολεμικὸν καὶ ἐξαίρετον γένος συγκάμνει. B. ὑψίκρημνον] τὸ τραχὺ καὶ κρημνῶδες. |
| Pr 421 | πόλισμα] κατοικίαν τῆς Κολχίδος. B. νέμονται] οἰκοῦσι. |
| Pr 422 | B. δάϊος] πολεμικός. |
| Pr 423 | στρατὸς] οἱ Κόλχοι συγκάμνουσι. B. ὀξυπρῴροισι] ὀξείας τὰς πρῴρας ἐχούσαις. |
| Pr 424 | O. ὀξυκεράτοις. A. ὀξέα βέλη ἐχούσαις. βρέμων] ἠχῶν. B. πρόσθεν ἄλλων] πρότερον. |
| Pr 425 | B. δαμέντ’] κολασθέντα. |
| Pr 426 | ἀκαμαντοδέτοις] μεγάλαις καὶ ἰσχυραῖς. B. Τιτᾶνα] τὸν Τυφῶνα. |
| Pr 427 | λύμαις] βλάβαις. B. Ἄτλανθ’] εἰσιδόμην, ἀπὸ κοινοῦ. |
| Pr 428 [5] | οὐ μόνον Ἄτλας Ἄτλαντος, ἀλλὰ καὶ Ἄτλας Ἄτλα, καὶ μαρτυρεῖ τὸ Ἀτλαγενέων· οἱ πολλοὶ δὲ ἀγνοοῦντες ἐνταῦθα Ἄτλαντα λέγουσι, οὐκ εἰδότες ὅτι τὸ θ’ τε ἐστίν. ἢ τὸ Τιτᾶνα μὴ ἐκληπτέον εἰς τὸν Τυφῶνα, ἀλλὰ συναπτέον πρὸς τὸν Ἄτλαντα, καὶ οὕτως οὐκ ἂν τὸ θ’ ἀντὶ τοῦ τε εἴποις, ἀλλὰ Ἄτλαντα. ὅτι δὲ μέγα σθένος καὶ τὸ κραταιὸν οὐράνιον πόλον ἐκ παραλλήλου. ἐνέβαλε δὲ διὰ μέσου τὴν τοῦ Ἄτλαντος ἱστορίαν. ὑπείροχον] μέγα. B. Μῦθος παλαιὸς ὡς Ἄτλας νώτοις φέρει τὸν οὐρανὸν κάτωθεν ἐκ γῆς ἀνέχων. |
| Pr 428bis [25] | σὺ γοῦν ἀκούων γνῶθι τοῦτ’ ἀλληγόρως. ὄρος γὰρ Ἄτλας Λιβύης ἐν ἐσχάτοις, οὗ τὴν κορυφὴν ἐκ νεφῶν κεκρυμμένην εἶναι δοκοῦσιν οὐρανῷ συνημμένην. ἐντεῦθεν οὖν Ἕλλησιν ἡ μυθουργία Ἄτλαντα νώτοις εἰσαεὶ πόλον φέρειν. O.P. μόνον δὴ πρόσθεν] μόνον, φησὶ, πρὸ σοῦ ἢ πρὸ τῶν ἄλλων θεῶν τὸν Τιτᾶνα Ἄτλαντα εἶδον δαμασθέντα ἐν πόνοις, ἐν λύμαις καὶ βλάβαις ἀκαμαντοδέτοις, τουτέστιν ἰσχυραῖς καὶ μηδέποτε δαπανωμέναις, ὅστις διόλου βαστάζει ἐν τοῖς νώτοις ὑπείροχον καὶ μέγα βάρος, τὸν κραταιὸν οὐράνιόν τε κύκλον. βοᾷ δὲ καὶ στενάζει διὰ τοῦτο ἡ θάλασσα καὶ ὁ βυθὸς καὶ ὁ μέλας τόπος τοῦ Ἅιδου ὑποβρέμει καὶ ὑποστενάζει, ἢ μετὰ στεναγμοῦ ἦχον ἐμφέρει. αἱ πηγαί τε τῶν καθαρῶν ὑδάτων στένουσιν ἄλγος οἰκτρόν. O.P. Ἄτλας δὲ ἀλληγορικώτερον ὁ ἄξων ἐστὶ, διακρίνων τὸ ὑπὸ γῆν καὶ ὑπὲρ γῆς ἡμισφαίριον. Ἰαπετοῦ δὲ ἤγουν τῆς κινήσεως τοῦ οὐρανοῦ παῖς ἦν. κατ’ ἀρχὰς δὲ συγκεχυμένου τοῦ παντὸς κοσμικοῦ σώματος, συνέβη καθ’ Ἕλληνας τὸν ἀέρα ἤγουν τὸν Δία σφοδροτέρας κινήσεως τετυχηκέναι καὶ οὕτω διορίσαι τὸ ἄνω καὶ κάτω ἡμισφαίριον καὶ διαρθρῶσαι τὸ πᾶν, ὥστε νοηθῆναι καὶ τὸν ἄξονα. κίονας δὲ, οὓς ὁ ἄξων οὗτος κατέχει, ὁ βόρειος πόλος ἐστὶ καὶ ὁ νότιος· “οἳ γαῖάν τε καὶ οὐρα“νὸν ἀμφὶς ἔχουσι” καθ’ Ὅμηρον. γέγονε δὲ καί τις ἀνὴρ Λίβυς μαθηματικώτατος, Ἄτλας τὴν κλῆσιν, ὃς ἐμυθεύθη τὸν οὐρανὸν ἔχειν. P. κραταιὸν] ἰσχυρόν. |
| Pr 429 | οὐράνιον πόλον] τὴν οὐρανίαν σφαῖραν. B. ὑποστενάζει] μετ’ ὠδῖνος ὑπανέχει. |
| Pr 430 | βοᾷ] διὰ τὸ σὸν πάθος. B. ξυμπιτνῶν] συμπίπτων, συγκρούων. |
| Pr 431 | B. κελαινὸς] μέλας. |
| Pr 432 | ὑποβρέμει] ὑπηχεῖ. B. γᾶς] γῆς. |
| Pr 433 | ἁγνορρύτων] τῶν καθαρῶν ῥεόντων. B. ἄλγος] τὸ σόν. |
| Pr 434 [5] | B. οἰκτρόν] πικρόν. B. γρ. πικρόν. ἤγουν τὸ βάρος ὃ βαστάζει. P. πικρόν] γρ. καὶ οἰκτρόν. O. μή τι χλιδῇ] τοῦτο δέ φησιν ὁ Προμηθεὺς πρὸς τὸν χορὸν, μὴ τί με δοκεῖτε σιγᾶν ἢ ἐν ὑπερηφανίᾳ καὶ κενοδοξίᾳ ἢ αὐθαδίᾳ, ἤτοι ἐκ κενοδοξίας, μὴ συνομιλοῦντα ὑμῖν, καὶ καταλέγοντα τὰ ἐμὰ, ἐν συννοίᾳ δὲ κάμπτομαι τὴν ψυχὴν, βλέπων ἐμαυτὸν οὕτως ὑβριζόμενον· τοῦτο γὰρ δηλοῖ τὸ προσελούμενον. |
| Pr 435 | ὅθεν καὶ οἱ Ἀρκάδες πρόσελοι ἢ προσέληνοι. ὕβρισται δὲ ὁ Προμηθεὺς μέμψιν ἀνθρώπων ἔχων. A. χλιδῇ] σπατάλῃ. O. ἀκκισμῷ, θρύψει, τρυφῇ. αὐθαδίᾳ] ὑπεροψίᾳ, ὑπερηφανίᾳ, ἢ μωρίᾳ. B. συννοίᾳ] κατὰ νοῦν φροντίδι. |
| Pr 436 | δάπτομαι] τιτρώσκομαι. B. ὧδε προσηλούμενον] διὰ τὸ συμβάλλεσθαι τῷ Διῒ κατὰ τῶν Τιτάνων ὑβριζόμενον. |
| Pr 437 [5] | O. ἐνταῦθα καρφούμενον. B. προσελούμενον] γρ. προσηλούμενον. προσκεκαρφωμένον, ὑβριζόμενον. ἔνθα καὶ οἱ Ἀρκάσι πρόσελοι ἄνδρες ὑβρισταί. λέγουσι δὲ εἶναι τοὺς Ἀρκάδας, ἐξ ὧν χρῆσις προσελούμενον. P. καίτοι θεοῖσι] καίτοι τίς, φησὶ, διώρισε τιμὰς ἄλλος τοῖς νέοις τούτοις θεοῖς; τοῦτο δὲ λέγει αἰνιττόμενος τὸν Δία διὰ τὸ συνάρασθαι αὐτῷ κατὰ τῶν Τιτάνων. |
| Pr 438 [25] | ἢ ὅτι εἰ καὶ ὁ Ζεὺς ἐπένειμεν ἑκάστῳ θεῷ τιμὴν, ἀλλὰ σχεδὸν οὐ Διὸς, ἀλλὰ τοῦ Προμηθέως ἦν τὸ κατόρθωμα· οὗτος γὰρ τὸ προσῆκον ἀξίωμα διετάξατο ἑκάστῳ. ἀλλὰ ταῦτα μὲν σιωπῶ, φησίν· ἐν γινωσκούσαις γὰρ ὑμῖν λέγειν τοιαῦτα περισσόν· τὰς ἐν ἀνθρώποις δὲ βλάβας, ἃς εἶχον πρώην, διὰ ἦν τὸ μηδὲν τῶν συμφερόντων εἰδέναι, μάθετε ὅτι αὐτοὺς μωροὺς ὄντας τὸ πρὶν φρονίμους ἐποίησα καὶ γνώσεως παντοίας μετέχοντας. λέξω δὲ ταῦτα οὐχὶ μεμφόμενος τοῖς ἀνθρώποις, ἀλλὰ διηγούμενος ὅσα τούτοις ἀγαθὰ δέδωκα, οἵτινες πρῶτα μὲν βλέποντες οὐκ ἔβλεπον καὶ ἀκούοντες οὐκ ἤκουον, διότι νοῦν καὶ φρόνησιν οὐκ εἶχον· νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει· ἀλλὰ διήρχοντο πάντα τὸν καιρὸν τῆς ζωῆς ὅμοιοι ὀνείροις καὶ φαντάσμασιν, ἤτοι μηδὲν ὄντες, καὶ οὔτε τοὺς διὰ πλίνθων κατεσκευασμένους οἴκους ἔκτισαν ἢ ἔγνωσαν, προσήλους, ἤτοι θέρμην ἔχοντας, ἢ προσηλωμένους ἀντὶ τοῦ ἥλοις πεπαρμένους, οὔτε τὴν διὰ ξύλων κατασκευὴν, ὑποκάτω δὲ τῆς γῆς κατῴκουν ἐν ἐνδοτάτοις τόποις σπηλαίων, ὥσπερ οἱ ἀεὶ συρόμενοι, ἢ ἀεὶ ἕρποντες μύρμηκες. ἦν δὲ αὐτοῖς οὐδὲν σημεῖον καὶ δεῖγμα οὔτε χειμῶνος οὔτε τοῦ ἄνθη ἔχοντος ἔαρος, οὔτε τοῦ θέρους, ἀλλὰ χωρὶς νοὸς καὶ φρονήσεως ἐποίουν πάντα, ἕως οὗ σφὶν καὶ αὐτοῖς ἀνατολὰς τῶν ἄστρων ἔδειξα καὶ τὰς δυσγνώστους δύσεις, οἷον ὁ Ὠρίων τὸ ἄστρον, ὅταν δύνῃ, χειμῶνα ποιεῖ. καὶ δὴ καὶ μηχανήματα ἐξεῦρον αὐτοῖς καὶ γραμμάτων συνθέσεις ἐδίδαξα. A. γέρα] τιμάς. ὁ μὲν Ζεὺς ἀπονέμει τὰς τιμὰς, οὗτος δὲ κατὰ τὸ προσῆκον τοῖς πᾶσι διετάξατο. ἢ τὸ θεοῖς τοῖς νέοις διὰ τὸν Δία μόνον νοητέον· αὐτῷ γὰρ τὴν βασιλείαν, ὡς καὶ πρόσθεν ἔφην, Προμηθεὺς συγκατεσκεύασεν, ἵν’ ᾖ τὸ διώρισεν ἀντὶ τοῦ κεχωρισμένα τῶν ἄλλων αὐτῷ παρέσχεν. B. ἢ] παρό. |
| Pr 439 [5] | παντελῶς] τελείως. διώρισεν] διεμέρισεν κατ’ ἀξίαν. B. ἀλλ’ αὐτὰ σιγῶ] ἡ σιγὴ ἔχει πολλὰς μεθόδους, οἷον συννοούμενος καθ’ αὑτὸν σιγῶ· ἢ δι’ ὀργὴν βασιλέως φοβοῦμαι καὶ σιγῶ· ἢ καὶ ἄλλως· ὡς ἡ Νιόβη διὰ τὴν ὑπερβάλλουσαν λύπην ἐσιώπα, καὶ οἷον τὸ τοῦ Ἀχιλλέως, ὅτε ἐστάλησαν πρὸς ἐκεῖνον ὁ Ταλθύβιος καὶ Εὐρυβάτης, καλοῦντες εἰς μάχην, ἐσίγησεν. |
| Pr 440 | P. εἰδυίαισιν] γινωσκούσαις. B. πήματα] ἅπερ ἔπασχον πρότερον, ἢ ἅπερ ἔπαθον ἐξ ἐμοῦ πάθη. |
| Pr 441 | λέγει δὲ εἰρωνικῶς. B. ὡς σφᾶς νηπίους] πῶς αὐτοὺς ἄφρονας. |
| Pr 442 | B. ἔννους ἔθηκα] φρονίμους. |
| Pr 443 | O. συνετοὺς ἐποίησα. B. ἐπηβόλους] εὐεπιβόλους, τοὺς τοῖς ἔπεσι βάλλοντας, τῶν γνώσεων μετόχους καὶ εὐστόχους. O. μετόχους. B. δέδωκ’] αὐτοῖς. |
| Pr 445 | εὔνοιαν] τὸ φίλτρον. B. βλέποντες] τοῖς ὀφθαλμοῖς. |
| Pr 446 | B. ὀνειράτων ἀλίγκιοι μορφαῖσι] ὅμοιοι εἰδώλοις. |
| Pr 447 | βίον] ζωήν. B. ἢ χρόνον. O. ἔφυρον] πάνυ εὐφυὲς τὸ ἔφυρον ἐκ μεταφορᾶς τῆς γυναικὸς τῆς, ὅταν μέλλῃ ζυμῶσαι, μιγνυούσης ἄλευρον καὶ ὕδωρ καὶ ζυμούσης τὸν ἄρτον. |
| Pr 449 [5] | μὴ οὖν γινώσκοντες ἐκεῖνοι τὸ ποῦ συντελεῖ τὸ καθ’ ἓν ἔμισγον ὁμοῦ τὰ πάντα. διά τοι τοῦτο λέγει τὸ ἔφυρον. A. ἔμισγον, ἐκύκων. ἤγουν οὐ χειμῶνα, οὐκ ἔαρ, οὐ θέρος, οὐ φθινόπωρον ἴσασιν ὡς ἑκάστῳ τὰ πρόσφορα τεχνάζεσθαι. εἰκῆ] μάτην. B. οὔτε πλινθυφεῖς δόμους προσήλους ἶσαν, οὐ ξυλουργίαν] πεπαρμένους, ἢ θέρμης ἐμποιητικούς. |
| Pr 450 [15] | τὸ δὲ ἶσαν ἀντὶ τοῦ ἔκτισαν. τὸ δὲ ξυλουργίαν ἀντὶ τοῦ ξυλοκατάσκευον οἰκίαν. B. δόμους προσήλους ἶσαν, οὐ ξυλουργίαν] πρόσελοι οἱ Ἀρκάδες· λέγονται δὲ καὶ προσέληνοι· ἐτρέφοντο γὰρ πρὸ συνόδου τῆς σελήνης βαλάνους ὀπτῶντες. ἢ ὅτι προσέληνοι οἱ ὑβρισταί· προσελεῖν γὰρ τὸ ὑβρίζειν. ἄλλοι δὲ αὐτοὺς ὡς μωροὺς διαβάλλουσιν ὡς ἀρχαιοτέρους εἶναι τῆς σελήνης, ἤγουν παλαιοτέρους. τὸ δὲ ἀλληγορικώτερον οὕτως ἔχει· ἀστρολογίαν γὰρ, ἐνιαυτὸν, μῆνας, ἰσημερίας καὶ τὰ τοιαῦτα Ἀρκάδων βασιλεὺς ἢ Ἄτλας Λίβυς εὗρεν, ὕστερον δὲ Θαλῆς. ἄλλοι δέ φασιν ὅτι οἱ Ἀρκάδες θύειν τοῖς θεοῖς κατέδειξαν πρῶτον δρῦν, δεύτερον ἵππον λευκὸν, τρίτον δρυὸς φύλλα· ὅθεν καὶ ἡ Πυθώ· “πολλοὶ ἐν Ἀρκαδίᾳ βαλανηφάγοι ἄνδρες ἔασιν.” P. δόμους προσείλους] ἀντὶ τοῦ θέρμην ποιοῦντας ἐν χειμῶνι, ἐν δὲ τῷ θέρει τῆς θέρμης καὶ τοῦ ἡλίου κωλυτικούς. γράφεται καὶ η, ἵν’ ᾖ κεκαρφωμένους. P. ὥστ’ ἀείσυροι μύρμηκες] οἱ ἀεὶ συρόμενοι καὶ ἕρποντες. |
| Pr 451 [5] | ἢ ἀήσυροι, ἤγουν οἱ κοῦφοι καὶ οἱονεὶ πτερωτοί. A. ἀείσυροι (superscr. αἰήσυροι)] ἢ ἐν αἴῃ συρόμενοι ἢ ἀεὶ συρόμενοι. ἤγουν ἐν ταῖς ἀήταις συρόμενοι. πᾶν γὰρ λεπτὸν σύρεται ἐν τοῖς ἀνέμοις. P. κατώρυχες ἔναιον] ὑπὸ γῆν κατορωρυγμένοι κατῴκουν. ὡς] καθά. B. ἐν μυχοῖς ἀνηλίοις] εἰσόδοις καὶ ὀπαῖς σκοτειναῖς. |
| Pr 452 | B. χείματος τέκμαρ] χειμῶνος σημεῖον. |
| Pr 453 | B. ἀνθεμώδους ἦρος] τέκμαρ ἄνθη ἔχοντος ἔαρος. |
| Pr 455 | καρπίμου] τοῦ τοὺς καρποὺς φέροντος. B. βέβαιον] πιστόν. |
| Pr 456 | ἄτερ γνώμης] χωρὶς φρονήσεως, σκέψεως. B. ἔπρασσον] ἐποίουν. |
| Pr 457 | ἔς τε] ἕως ἄν. σφιν] αὐτοῖς. ἀντολὰς] δι’ ὧν τοὺς καιροὺς γινώσκοιεν. B. δυσκρίτους] δυσκαταλήπτους, δυσγνώστους, οἷον ὅτι Ὠρίων, ὅταν δύνῃ, χειμῶνα ποιεῖ. |
| Pr 458 [5] | ταύτην τὴν εὕρεσιν καὶ Παλαμήδῃ προσῆψεν. ἴσως δὲ κἀκεῖνος ὑπὸ Προμηθέως ἔμαθε ταῦτα· οἷον καὶ ἐπὶ Πλειάδων, ὅταν γὰρ αὗται ἀνατέλλωσι τὴν ἑῴαν ἀνατολὴν τῷ πρωῒ κατὰ τὸν Μάϊον μῆνα εἰς τὴν ιβʹ καὶ εἰς τὴν ιγʹ, τότε δεῖ ἄρχεσθαι τοῦ ἀμήτου ἢ τοῦ θέρους, καὶ πάλιν ὅταν δύνωσι τὴν ἑσπερίαν δύσιν, ἤτοι κατὰ τὸν Ὀκτώβριον καὶ Νοέμβριον, ποιεῖσθαι χρὴ τὴν τοῦ ἀρότου ἀρχὴν, ἤγουν τοῦ σπείρειν. A. δυσκρίτους] δυσγνώστους. δύσεις] αὐτῶν. B. καὶ μὴν ἀριθμὸν ἔξοχον σοφισμάτων] καὶ δὴ καὶ μηχανήματα ἐξεῦρον αὐτοῖς καὶ γραμμάτων συνθέσεις ἐδίδαξα. |
| Pr 459 [5] | γράφεται καὶ νοσφισμάτων· καὶ γάρ τις μέτρον γινώσκων τῶν πραγμάτων αὐτοῦ οὔποτε τοῦ εἰκότος ἐκπέσοι. A. ἔξοχον σοφισμάτων] γρ. νοσφισμάτων. P. ὑπέρτατον τῶν ἄλλων μηχανημάτων. B. συνθέσεις] συνθήκας. |
| Pr 460 [5] | B. μνήμην θ’ ἁπάντων] ἐγὼ, φησὶ, καὶ μνήμην ἁπάντων λόγων μητέρα τοὺς ἀνθρώπους ἐδίδαξα, καὶ ἔζευξα πρῶτος ἐν ζυγοῖς βόας τε καὶ ἡμιόνους καὶ ἕτερα ζῷα δουλεύοντα καὶ ἐν ζεύγλαις καὶ ἐν σώμασιν, ὅπως τοῖς ἀνθρώποις κουφισταὶ τῶν πόνων τυγχάνωσι τῶν πολλῶν· καὶ ὑφ’ ἅρματα ἤγαγον τοὺς ἡνίαις ὑποτασσομένους ἵππους, ὅπερ ἐστὶ καλλώπισμα τῆς ὑπερπλούτου τρυφῆς. |
| Pr 461 [15] | καὶ τὰ ἐν τῇ θαλάσσῃ δὲ πλανώμενα καὶ πορευόμενα ὀχήματα τῶν ναυτίλων (ἤγουν τὰς ναῦς) τὰ λινόπτερα, τὰ ἔχοντα τὰ ἄρμενα ὡς πτερὰ, οὐδεὶς ἄλλος ἐφεῦρε πλὴν ἐμοῦ. A. ἁπάντων] ὧν εἶδον καὶ ἤκουσαν. μουσομήτορ’] καὶ λόγων μητέρα. τὴν συνετωτάτην μητέρα, ἢ τὴν τῶν Μουσῶν μητέρα· ὁ γὰρ μνημονικώτατος σοφώτατός τ’ ἐστὶ καὶ πάνθ’ ὅσα βούλεται πράττει. B. καλῶς εἶπε τὴν μνήμην μητέρα τῶν Μουσῶν· ἂν γὰρ ᾖ τις πολυμαθὴς καὶ οὐκ ἔχῃ τὸ μνημονευτικὸν, οὐ δύναται γράψαι εὐμαρῶς καὶ εὐκόλως. ὁ Ζεὺς συμμιγεὶς τῇ Μνημοσύνῃ ἔτεκε τὰς Μούσας τὰς μητέρας τῶν λόγων. P. κἄζευξα] οὐ μόνον τὸ ζεύγνυσθαι ὑπηρετοῦντα ἀνθρώποις πρὸς τὴν τῆς γῆς ἐργασίαν, ἀλλὰ καὶ τὸ ἐπισάττεσθαι καὶ φόρτους ἐπάνω σωμάτων αἴρειν σκευοφοροῦντα. |
| Pr 462 [10] | ἢ πρὸς τὸ δουλεύοντα στικτέον, ἵν’ ᾖ τὸ σώμασι διὰ τοὺς ἵππους· οὕτω καὶ ὑφ’ ἅρματα ἤγαγον φιληνίους ἵππους, ὅπως ἐν τοῖς σώμασι γένωνται διάδοχοι μεγίστων μοχθημάτων τοῖς θνητοῖς. κρεῖττον δὲ τοῦτο τοῦ προτέρου, ὥστε τὸ δουλεύοντα ἀντὶ τοῦ ὑπείκοντα. κνώδαλα] βόας. B. βόας ἢ ἵππους. O. κνώδαλα κυρίως οἱ νεβροὶ καὶ οἱ λαγωοὶ καὶ ὅσα θηρευόμενα, ὡς ἀπὸ τῆς ἐτυμολογίας τὰ ὑπὸ κυνῶν ἁλισκόμενα. ἐνταῦθα δὲ ἐχρήσατο τῇ λέξει ἐπὶ τοῖς βουσί. λέγεται δὲ καὶ ἐπὶ τῶν θαλασσίων ζῴων παρὰ τὸ κινεῖσθαι ἐν τῇ ἁλί. O.P. λέγεται καὶ ἐπὶ τῶν ἀερίων παρὰ τὸ κνώσσειν ἐν τοῖς δαλοῖς. O. ζεύγλαισι] ζεύγμασι. |
| Pr 463 | σώμασι] διὰ σωμάτων. ὅπως] ἵνα. B. διάδοχοι] ἀνακουφισταί. |
| Pr 464 | O. κουφισταί. ἀπὸ μέρους δεχόμενοι, αἴροντες αὐτοὺς καὶ οὐκ ἐῶντες κοποῦσθαι. B. φιληνίους] τοὺς φιλοῦντας καὶ ἐθίζοντας τοὺς χαλινούς. |
| Pr 465 | B. ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς] καλλώπισμα μεγάλης τρυφῆς. |
| Pr 466 | B. θαλασσόπλαγκτα] τὰ ἐν τῇ θαλάσσῃ ἐρχόμενα. |
| Pr 467 | B. λινόπτερ’] τὰ δίκην πτερῶν λινᾶ ἱστία ἔχοντα. |
| Pr 468 [5] | B. ναυτίλων ὀχήματα] ἅρματα, τὰς ναῦς. O. τὰ σκάμματα οἷς ἐποχοῦνται οἱ ναῦται. B. τοιαῦτα μηχανήματ’ ἐξευρὼν τάλας] προειπὼν καὶ ἀπαριθμησάμενος ὅσα καλὰ καὶ ἀγαθὰ μηχανήματα καὶ τέχνας εἰσήγαγεν εἰς τὸ γένος τῶν ἀνθρώπων, νῦν συνελὼν τὰ πάντα φησί· τοιαῦτα ἐξεῦρον τοῖς ἀνθρώποις μηχανήματα· ἐγὼ δὲ οὐκ ἔχω μηχάνημα δι’ οὗ τῆς παρούσης βλάβης ἤγουν τοῦ δεσμοῦ λυτρωθήσομαι. |
| Pr 469 | P. σόφισμ’] τέχνασμα καὶ πανουργίαν. |
| Pr 470 | B. τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ] τούτου τοῦ δεσμοῦ ἐλευθερωθῶ. |
| Pr 471 | B. πέπονθας ἀεικὲς πῆμα] ὁ χορὸς ἀκούσας τῶν τοῦ Προμηθέως κατορθωμάτων τῶν ἄνωθεν λεγομένων φησὶ πρὸς αὐτὸν, ἔπαθες βλάβος ἀπρεπὲς, μὴ καλῶς φρονῶν, ἀλλ’ ἀφρόνως ἀντιλέγων τῷ Διῒ καὶ ἀνθιστάμενος αὐτῷ. |
| Pr 472 [10] | ἢ, ἔπαθες βλάβην ἀπρεπῆ. τὸ δὲ πλανᾷ δηλοῖ ὅτι ἀποσφαλεὶς τῶν φρενῶν ἐν πλάνῃ, ἤγουν παρατραπεὶς ἀπὸ τοῦ καθεστηκότος τῶν φρενῶν καὶ μὴ εὑρίσκων ἐν φρονήσει μηχάνημα, δι’ οὗ ἂν ἀπαλλαγείης· ὥσπερ δέ τις ἄτεχνος ἰατρὸς εἰς νόσον πεσὼν ἀθυμεῖς, καὶ οὐκ ἔχεις εὑρεῖν ποίοις μηχανήμασι σεαυτὸν θεραπεύσεις. A. ἀεικὲς] ἀπρεπὲς καὶ ἀνάρμοστον. ἀποσφαλεὶς φρενῶν] ἐκπεσὼν τοῦ λογισμοῦ. B. πλανᾷ] εὕρηται καὶ πλάνᾳ καὶ πλανᾷ. |
| Pr 473 [5] | πρὸς μὲν οὖν τὸ πλάνῃ οὕτω λέγε, ἀποσφαλεὶς φρενῶν ἐν πλάνῃ, τουτέστιν ἐκπεσὼν καὶ πλανηθεὶς τοῦ φρονεῖν· εἰ δὲ πλανᾷ γράψεις πρὸς τὸ πῆμα στίξας, ἀσυνδέτως τὸ λοιπὸν ἐρεῖς, οὕτως ἀποσφαλεὶς καὶ ἐκπεσὼν τῶν φρενῶν πλανᾷ καὶ πεπλανημένους δόλους φέρῃ. B. ἀθυμεῖς] δυσχεραίνεις καὶ ὀλιγοψυχεῖς. |
| Pr 474 | B. ἰάσιμος] τεθεραπευμένος ἔσῃ. |
| Pr 475 | B. τὰ λοιπά μου κλύουσαι] τὰ ἄλλα μου σοφίσματα ἀκούσασα πλέον θαυμάσεις οἵας τέχνας καὶ μηχανὰς ἐβουλευσάμην. |
| Pr 476 [10] | τὸ μὲν μέγιστον, εἴ τις ἀρρωστήσειεν, οὐκ ἦν οὐδὲν βοήθημα θεραπείας οὔτε διὰ βρώσεως προσφερόμενον οὔτε δι’ ἐπιχρίσεως ἔξωθεν οὔτε διὰ πόσεως (τοῦτο δὲ δηλοῖ τὸ πιστὸν, ἀπὸ τοῦ πίω πίσω ῥήματος), ἀλλὰ πάντες διεφθείροντο τῇ χρείᾳ τῶν φαρμάκων, πρὶν ἂν ἐγὼ ἔδειξα αὐτοῖς κεράσματα θεραπείας τῆς πραϋνούσης τὰς νόσους, αἷς θεραπείαις πᾶσαν ἀποδιώκουσι βλάβην τῶν νόσων. A. λοιπά] περισσότερα. O. μοι] ἐμοῦ. O. πλέον] ἢ νῦν ἐθαύμασας. B. πόρους] γρ. |
| Pr 477 | καὶ δόλους, καὶ μηχανάς. O. μηχανάς. ἐμησάμην] ἐνέβαλον αὐτοῖς κατὰ νοῦν πράττειν. B. μέγιστον] μεγαλώτερον. |
| Pr 478 | O. εἴ τις] αὐτῶν. πέσοι] ἔπεσε. B. ἀλέξημ’] ἀποσόβησις τῆς νόσου, ὃ φαγὼν ῥαΐσει τῆς νόσου καὶ παύσεται. |
| Pr 479 | B. χριστὸν] χριόμενον. |
| Pr 480 | πιστόν] πινόμενον. B. ποτιστόν] γρ. οὐδὲ πιστὸν, ἤτοι πινόμενον, ὅπερ ἐστὶν ἀπὸ τοῦ πίω πίσω. P. κατεσκέλλοντο] κατεσκελετοῦντο, κατεφθίνοντο. |
| Pr 481 | A. ἀπέθνησκον· οἱ γὰρ θανόντες ξηροί εἰσι. B. κράσεις ἠπίων ἀκεσμάτων] ἐπεὶ αἱ νόσοι σπεύδουσιν ὀλέσαι, τὰ δὲ ἤπια φάρμακα ἐξαμείβονται τὰς νόσους, ἤγουν ἐκλύουσιν· ἃ γὰρ αἱ νόσοι ἀπειλοῦσι, ταῦτα τὰ φάρμακα εἰς αὐτὰς μεταμείβονται. |
| Pr 482 [5] | τὸ δὲ ἤπιον γίνεται ἀπὸ τοῦ ἥδω, τὸ εὐφραίνομαι, ἢ ἀπὸ τοῦ ἀπὸ ἰοῦ εἶναι. P. κιρνάματα μαλακῶν θεραπευμάτων. B. αἷς] κράσεσι. |
| Pr 483 [5] | ἐξαμύνονται] καταγωνίζωνται. B. ἐστοίχισα] ἐκόσμησα καὶ διεταξάμην καὶ ἔκρινα πρῶτος αὐτὸς τίνας τῶν ὀνείρων δεῖ εἰς πέρας ἐξελθεῖν καὶ φανερῶς γενέσθαι, καὶ τίνας μή· μαντείας τε τὰς δυσκόλους εἰς κατάληψιν καὶ γνῶσιν ἐγνώρις’ αὐτοῖς, ἤγουν τοῖς ἀνθρώποις, τὰ κατὰ τὴν ὁδὸν γινόμενα σημεῖα καὶ τεκμήρια. |
| Pr 484 [25] | καὶ ἀκριβῶς ἐδίδαξα καὶ ἡρμήνευσα τὴν πτῆσιν τῶν ὀρνέων τῶν ἐπικαμπεῖς ὄνυχας ἐχόντων, οἵτινές τε δεξιοὶ καὶ οἵτινες εὐώνυμοι, ἤτοι τὴν δεξιάν τε καὶ τὴν ἀριστερὰν πτῆσιν τῶν ὀρνέων, καὶ τὴν διαγωγὴν ἥντινα ἔχουσιν ἕκαστοι· καὶ τίνες πρὸς ἀλλήλους εἰσὶν ἔχθραι καὶ φιλίαι καὶ μίση καὶ συνελεύσεις. τὸ γὰρ συνδιάγειν ὁμοῦ τοὺς οἰωνοὺς καὶ τὸ ἔχθραν ἔχειν πρὸς ἀλλήλους, ἢ καὶ φιλίαν, σημαντικὰ μαντειῶν καὶ ἀδήλων τεχμήρια παρὰ τοῖς μάντεσι πέφυκεν. ἰστέον δὲ ὅτι πολλὰ καὶ διάφορα εἴδη μαντειῶν καθεστήκασιν, ἐνταῦθα δὲ περὶ τούτων μόνων διαλαμβάνει, περὶ τοῦ ὀνειροκριτικοῦ, τοῦ οἰωνιστικοῦ, τοῦ ἡπατικοῦ, καὶ τοῦ θυτικοῦ, ἤγουν τοῦ κρίνειν ἀπὸ τῶν ὀνείρων τὰ μέλλοντα γενέσθαι, καὶ ἀπὸ τῆς πτήσεως τῶν οἰωνῶν τῆς τοιᾶσδε ἢ τοιᾶσδε ὃ μέλλει συμβῆναι τεκμαίρεσθαι, καὶ ἀπὸ τῆς ἀνατομῆς τῶν ζῴων τὰ ὅμοια ἐννοεῖν. σχίζοντες γὰρ μέσον τὰ ἱερεῖα ἔβλεπον τὴν θέσιν τῶν ἐντοσθίων πάντων, καὶ ἐκ τούτου ἐτεκμαίροντο τὰ μέλλοντα γενέσθαι. ὁμοίως δὲ καὶ ἀπὸ τῆς χολῆς, ἥτις ἐκβληθεῖσα καὶ ἀνατιναγεῖσα πρὸς τὸ τῶν πολεμίων μέρος ἧτταν τούτων ἐσήμαινεν. A. ἢ ἀγαθοὶ κατὰ τὴν φύσιν ἢ τὴν δεξιὰν καὶ ἀριστερὰν πτῆσιν, δι’ ἧς ἂν τεκμήραιντο τὰ καθ’ ὁδὸν συναντήματα. P. ἡ μαντικὴ διαιρεῖται εἰς ὀνειροκριτικὸν, εἰς οἰωνοσκοπητικὸν, εἰς ἡπατικὸν καὶ εἰς θυτικόν. P. ἐστοίχισα] ἔταξα. B. ἔκρινα] διωρισμένως εἶπον. |
| Pr 485 | χρὴ] ἀπόκειται. B. δυσκρίτους] δυσνοήτους. |
| Pr 486 | A. ὕπαρ] φανερῶς. κληδόνας δυσκρίτους] μαντείας δυσγνώστους. B. κληδὼν λέγεται ἡ μαντεία ἀπὸ τοῦ τινὰς μὲν κλείειν, τινὰς δὲ δοκεῖν. P. ἐνοδίους συμβολοὺς] τὰ κατὰ τὴν ὁδὸν συναντήματα, δι’ ὧν δεῖ συμβάλλειν καὶ μαντεύεσθαι. |
| Pr 487 | B. γαμψωνύχων] ἀγκύλους ἐχόντων ὄνυχας. |
| Pr 488 | σκεθρῶς] ἀκριβῶς. γίνεται δὲ ἀπὸ τοῦ σκέπτομαι καὶ τοῦ θεωρῶ, ὁ ἐσκεμμένα καὶ μετὰ τοῦ μάλα προσέχοντος τὰ πράγματα βλέπων. B. διώρις’] διωρισμένως καὶ κεχωρισμένως ἔταξα πρὸς μαντείαν. |
| Pr 489 | B. εὐώνυμοι] κακομάντεις· δέον εἰπεῖν καὶ οἵτινές εἰσιν εὐώνυμοι, εὐωνύμους εἶπε πρὸς τὸ διώρισα, ὥσπερ καὶ προϊὼν ἐρεῖ τὸ λειότητα καὶ τὸ ποικίλην εὐμορφίαν. |
| Pr 490 | δίαιταν] διαγωγήν. B. ἕκαστοι] τούτων. |
| Pr 491 | B. στέργηθρα] φιλίαι. |
| Pr 492 | συνεδρίαι] κοινωνίαι καὶ συναγελασμοί. B. λειότητα] ὁμαλότητα. |
| Pr 493 | χροιὰν τίνα] μαντείαν ποίαν. B. δαίμοσιν πρὸς ἡδονήν] εὐαπόδεκτα θεοῖς. |
| Pr 494 | O. εἴη] ταῦτα τὰ εὔσπλαγχνα. B. λοβοῦ] τοῦ ἄκρου τοῦ ἥπατος. |
| Pr 495 [5] | B. κνίσῃ δὲ κῶλα συγκαλυπτά] τὰ τῶν μηρῶν ὀστᾶ συγκεκαλυμμένα κνίσῃ, ἢ τὰ μηρία πῶς δεῖ συγκαλύπτειν κνίσῃ, τῷ ἄνωθεν ἐπιτεθειμένῳ αὐτῶν λίπει· καὶ τὴν μακρὰν ὀσφῦν, γαστέρα, δηλαδὴ τὴν κοιλίαν, πυρώσας καὶ εἰς πῦρ ἐμβαλὼν ὡδήγησα τοὺς ἀνθρώπους εἰς τέχνην δυσκόλως νοουμένην, ἤτοι τὴν θυτικὴν μαντείαν· εὐκίνητος γὰρ οὖσα καὶ σπέρματα ἔχουσα ἡ γαστὴρ θύεται θεοῖς, ἀφ’ οὗ καὶ κλόνις ὀνομάζεται διὰ τὸ ἀεικίνητον. |
| Pr 496 [10] | καὶ τὰ φλογωπὰ σήματα, ἤτοι τὰς διὰ πυρὸς μαντείας τυφλὰς οὔσας πρὶν καὶ οὐ φαινομένας, διὰ τὸ μὴ γινώσκεσθαι, βλέπεσθαι ἐποίησα καὶ εἰς τοὐμφανὲς ἤγαγον καὶ πᾶσιν ὑπέδειξα. A. κνίσῃ] ἀξουγκίῳ. O. κῶλα] τὰ τῶν μηρῶν ὀστᾶ. συγκαλυπτὰ] περικεκαλυμμένα. μακρὰν] μεγάλην. B. ὀσφῦν] τὴν κοιλίαν, τὴν κύστιν. |
| Pr 497 | πυρώσας] καύσας. δυστέκμαρτον εἰς τέχνην] δυσκατανόητον. τὴν θυτικὴν μαντείαν. B. δυσκαταγώνιστον. O. ὥδωσα] ὡδοποίησα καὶ ὡδήγησα. |
| Pr 498 | φλογωπὰ σήματα] τὰ διὰ τῆς φλογὸς γινόμενα σημεῖα πρὸς τὸ μαντεύεσθαι. B. ἐπάργεμα] τυφλὰ, ἐκ τοῦ ἀργὸν τὸ λευκόν. |
| Pr 499 [5] | λεύκωμα νόσος γίνεται περὶ τὸν ὀφθαλμὸν, ὅπερ ἀβλεψίαν ποιεῖ. διὰ τοῦτο γοῦν τὰ σκοτεινὰ φησὶν ἐπάργεμα, κατὰ ἀντίφρασιν· ἀργὸν γὰρ λέγεται τὸ λευκόν. Ἄλλως. ἐπάργεμα κυρίως τὰ λευκωματισθέντα, παρὰ τὸ ἀργόν. A. ἐξωμμάτωσα] ἐφανέρωσα. ἐπάργεμα] σκοτεινὰ, τυφλὰ, ἐκ μεταφορᾶς τοῦ τοῖς ὀφθαλμοῖς γινομένου ἐπιχύματος. B. τοιαῦτα μὲν δὴ ταῦτα] ταῦτα μὲν, φησὶν, ὅσα εἶπον, οὕτως ἔχουσιν. |
| Pr 500 [5] | τίς δὲ εἴποι ἄλλον τινὰ πρὸ ἐμοῦ ἐξευρεῖν τὰ τοῖς ἀνθρώποις ὠφελήματα κεκρυμμένα ὑποκάτω τῆς γῆς, χρυσὸν, ἄργυρον, χαλκὸν, σίδηρον καὶ ἄλλα τινά; οὐδεὶς εἴποι, τοῦτο σαφῶς γινώσκω, ἐὰν μὴ μάτην θέλῃ φλυαρῆσαι. ἐν ὀλίγῳ δὲ λόγῳ συλλήβδην μάθε ὅτι τὰς πάσας τέχνας ἐγὼ ἐξεῦρον. A. ταῦτ’] ἃ ἔφην. ἔνερθε] ὑποκάτω. B. ὠφελήματα] ἐγνώρισα, ἀπὸ κοινοῦ. |
| Pr 501 | B. πάροιθεν] πρόσθεν. |
| Pr 503 | B. μάτην φλῦσαι] ψευδῶς φλυαρῆσαι. |
| Pr 504 | B. κατὰ παράχρησιν τὸ φλῦσαι. κυρίως δὲ φλύω ἐστὶν ἐπὶ σιδήρου παφλάζοντος. ἢ καὶ ἄλλως. ποιὰ λέξις τῶν λοπαδίων τὸ φλῦ φλῦ, ὅταν βράζωσιν. P. βραχεῖ μύθῳ] συντόμῳ λόγῳ, συλληπτικῶς καὶ ἡνωμένως. |
| Pr 505 | B. βροτοῖσιν] τοῖς ἀνθρώποις. |
| Pr 506 | B. μὴ νῦν βροτοὺς μὲν ὠφέλει] μὴ νῦν, φησὶ, τοὺς ἀνθρώπους ὠφέλει μακρὰν τοῦ προσήκοντος καὶ τοῦ δέοντος, σαυτοῦ δὲ ἀφροντίστει κακῶς πάσχοντος. |
| Pr 507 [5] | ὡς λίαν ἐγὼ ἐλπίζω τοῖς λόγοις οἷς λέγεις (τοῦτο γὰρ δηλοῖ τὸ εὔελπίς εἰμι τῶνδε, ἀντὶ τοῦ ἀπὸ τούτων ὧν λέγεις) ὡς καὶ λυθήσῃ τῶν δεσμῶν καὶ πλέον τοῦ Διὸς ἰσχύσεις. A. μὴ νῦν βροτοὺς] μὴ τὴν σὴν πρὸς ἀνθρώπους φιλανθρωπίαν διεξιὼν διάτριβε· ἡ γὰρ τοιαύτη διατριβὴ ἔξω τοῦ πρέποντός ἐστιν· ἀλλὰ δεῖ καὶ σαυτοῦ πεποιῆσθαι φροντίδα. καιροῦ πέρα] ἔξω τοῦ πρέποντος. B. ἀκήδει] καταφρόνει καὶ ἀφρόντιστον ἔχε. |
| Pr 508 | O. ἀμέλει. ὡς] ὅτι. B. εὔελπίς εἰμι] λίαν ἐλπίζω. |
| Pr 509 | τῶν] ἀπὸ τούτων. B. ἔτι] ἀκμήν O. μεῖον] ἔλαττον. |
| Pr 510 | B. ταῦτα] τὸ εὐθῦναί με οὕτως ἤγουν νῦν. |
| Pr 511 [5] | τελεσφόρος] ἡ εἰς τέλος φέρουσα πάντα. B. οὐ ταῦτα ταύτῃ] οὐ ταῦτα ταύτῃ καὶ οὕτως ἔχουσιν· ἡ μοῖρα δὲ τελεσφόρος καὶ πληρωτικὴ τούτων οὐ ταχέως τὰ κατ’ ἐμὲ κρανεῖ καὶ πληρώσει· ὅ ἐστιν, οὔπω με λυθῆναι μεμοίραται· πολλαῖς δὲ βλάβαις καὶ κακοπαθείαις δαμασθεὶς οὕτως ἀπολυθήσομαι· ἡ ἐμὴ δὲ σοφία κατὰ πολὺ ἀσθενεστέρα τῆς εἱμαρμένης. P. κρᾶναι] τελέσαι. |
| Pr 512 | πέπρωται] μεμοίραται. B. δύαις καμφθεὶς] κακοπαθείαις κατεργασθεὶς, ταλαιπωρήσας. |
| Pr 513 | φυγγάνω] φεύξομαι. B. τέχνη δ’ ἀνάγκης ἀσθενεστέρα] καὶ ἡ ἐμὴ τέχνη πρὸς τὴν τῶν Μοιρῶν ἀνάγκην οὐδέν τι πρᾶξαι δύναται. |
| Pr 514 | B. τίς οὖν ἀνάγκης] ἀνάγκην φησὶν ἢ τὴν μοῖραν, ἢ ἀνάγκην νόει τινὰ θεὸν, ἤ τις ἀσθενέστερος τῶν Μοιρῶν καὶ Ἐριννύων, αἳ δουλεύτριαι τῆς ἀνάγκης. |
| Pr 515 [10] | P. οἰακοστρόφος] κύριος καὶ διοικητής. B. εἰπόντος τοῦ Προμηθέως ὅτι ἡ ἐμὴ σοφία τῆς εἱμαρμένης ἥττηται, φησὶν ὁ χορός· τίς οὖν ἐστιν οἰακοστρόφος καὶ κυβερνήτης τῆς ἀνάγκης; ἤτοι τίς ἐστιν ὁ τῆς εἱμαρμένης ἐξουσιαστής; τοῦτο φησὶν ὁ χορός. καὶ λέγει ὁ Προμηθεὺς ὅτι αἱ τρεῖς Μοῖραι, ἡ Κλωθὼ, ἡ Ἄτροπος καὶ ἡ Λάχεσις, καὶ αἱ τρεῖς Ἐρινύες, ἥ τε Τισιφόνη, ἡ Μέγαιρα καὶ ἡ Ἀληκτώ. καὶ πάλιν ὁ χορός φησι πρὸς αὐτόν· ἆρα ὁ Ζεὺς ἀσθενέστερός ἐστι τῶν Μοιρῶν καὶ οὐ δύναταί σε λῦσαι κρατούμενον, ὡς φῂς, ἀπὸ τῆς ἀνάγκης, οἷον εἰ θελήσει ὁ Ζεὺς πρὸ τῆς Μοίρας λῦσαί σε; οὐ δύναται τοῦτο ποιῆσαι, φησὶ δὲ ὁ Προμηθεὺς, ὁ Ζεύς· οὔκουν ἂν οὐδ’ αὐτὸς ἐκφύγοι τὴν πεπρωμένην. O.P. Μοῖραι] Κλωθὼ, Λάχεσις καὶ Ἄτροπος. |
| Pr 516 [5] | μνήμονες Ἐριννύες] αἱ μνημονεύουσαι τῶν παρ’ ἀνθρώποις κακῶν καὶ ἀντιδιδοῦσαι, Ἀληκτὼ, Μέγαιρα καὶ Τισιφόνη. B. Ἐριννὺς ἀπὸ τοῦ ἔρι τοῦ σημαίνοντος τὸ ἄγαν καὶ τοῦ νύσσω, τὸ τιμωρῶ· ἢ ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ ναίειν. P. τὴν πεπρωμένην] αὐτῷ μοῖραν. |
| Pr 518 | B. τί γὰρ πέπρωται] τί οὖν ἀπόκειται τῷ Διΐ; οὐδὲν ἄλλο ἢ τὸ ἀεὶ ἄρχειν. |
| Pr 519 [5] | φησὶν οὖν ὁ Προμηθεὺς ὡς, εἴτε κρατήσειεν ἀεὶ, εἴτε μὴ, οὐδαμῶς μάθοις ἂν ἐξ ἐμοῦ· μηδὲ παρακάλει με ὑπὲρ τούτου. προαναφωνεῖ δὲ λεληθότως τὸν τῆς Θέτιδος ἔρωτα. A. τί γὰρ πέπρωται] ποῖον πεπρωμένον. πλὴν] εἰ μή. B. πύθοιο] μάθοις. |
| Pr 520 | B. ἦν που] ὄντως. |
| Pr 521 | B. σεμνὸν] ὑπέρογκον. O. μέγα. ξυναμπέχεις] κατέχεις παρὰ σαυτῷ καὶ οὐκ ἐκφαίνεις ἡμῖν. B. ὄντως σεβάσμιόν ἐστι καὶ μυστηριῶδες ὃ κρύπτεις ἐν ἑαυτῷ. P. τόνδε] τὸν περὶ τῆς τοῦ Διὸς πεπρωμένης. |
| Pr 522 | B. καιρὸς γεγωνεῖν] πρέπον λέγειν. |
| Pr 523 | συγκαλυπτέος] ἄξιος ὑπάρχει κρύπτεσθαι. B. σώζων] φυλάττων παρ’ ἐμαυτοῦ καὶ μὴ ἐκφαίνων. |
| Pr 524 | B. ἐκφυγγάνω] ἐκφεύξομαι· ἵνα γὰρ αὐτὸν εἴπω, ἐκλύσεταί με Ζεὺς τοῦ δεσμοῦ. |
| Pr 525 [5] | B. μηδάμ’ ὁ πάντα νέμων] ὁ πάντα κρατῶν, φησὶ, καὶ διοικῶν Ζεὺς μηδαμῶς ποτε ἀντίπαλον κράτος καὶ οἱονεὶ ἐχθρὸν ποιήσειε τῇ ἐμῇ γνώμῃ, ἤγουν μηδέποτε ἐναντίος μοι γένοιτο· μηδὲ βραδύναιμι νισσομένη καὶ πορευομένη πρὸς τοὺς θεοὺς ἱεραῖς θοίναις, καὶ θυσίαις βουφόνοις, ταῖς μεγάλους ποιούσαις φόνους καὶ σφαγὰς τῶν ἱερείων. |
| Pr 526 [15] | ἤτοι, μηδέποτε παυσαίμην τοῦ τιμᾶν τοὺς θεοὺς, καὶ θυσίας τούτοις προσάγειν παρὰ τὸν τοῦ Ὠκεανοῦ πόρον, μηδὲ διὰ λόγων εἰς αὐτούς ποτε τοὺς θεοὺς ἁμαρτήσαιμι, ἀλλά μοι τόδε, τουτέστι τὸ τιμᾶν αὐτοὺς, εἴη διὰ παντὸς, καὶ μήποτ’ ἐκτακείη, τουτέστι μηδέποτε πηρωθείη. ἐκ μεταφορᾶς τοῦ κηροῦ· τὸ γὰρ τήκεσθαι κυρίως ἐπὶ τοῦ κηροῦ καὶ τῆς χιόνος λέγεται. A. μηδαμῶς σχοίην ἀντίπαλον τὸν Δία, μηδὲ παυσαίμην θυσίας καὶ ἑορτὰς τοῖς θεοῖς ἄγειν. P. μηδάμ’] εἰς φόβον ἐλθὼν ὁ χορὸς διὰ τὴν πρὸς τὸν Προμηθέα ὁμιλίαν φησὶ, μήποτε γένοιτο ὁ Ζεὺς ἐχθρὸς ἔμοιγε, μηδὲ παυσαίμην πρὸς τοὺς θεοὺς ἐρχομένη ἐν θυσίαις μεγάλαις ὁσίαις παρὰ τὸν Ὠκεανὸν, τουτέστι, μήποτε παυσαίμην τῆς πρὸς θεοὺς τιμῆς. πάντα νέμων] ἐξάγων, ἢ πάντα διοικῶν. B. ἀντίπαλον] ἐχθρόν. |
| Pr 528 | B. ἐλιννύσαιμι] ἀργήσαιμι καὶ ἀμελήσαιμι. |
| Pr 529 | B. ἐλιννύσαιμι] ὀκνοῖμι, λήγοιμι, σχολάζοιμι, βραδύνοιμι, ἐγχρονίζοιμι. C. ὁσίαις] ἐντίμοις, μεγάλαις. B. θοίναις] θυσίαις. |
| Pr 530 | ποτινισσομένα] προσερχομένη. B. βουφόνοις] ἢ μεγάλαις, ἢ ταῖς ἐκ βοῶν γινομέναις. |
| Pr 531 | πατρός] ἡμῶν. B. ἄσβεστον] ἀκατάπαυστον. |
| Pr 532 | B. μηδ’ ἀλίτοιμι λόγοις] μηδὲ προσκρούσαιμι πρὸς αὐτοὺς ἐν τοῖς πρὸς τὸν Προμηθέα λόγοις. |
| Pr 533 | B. τόδε] τὸ τιμᾶν τοὺς θεούς. |
| Pr 534 | B. ἡδύ τι θαρσαλέαις] εὐφραντὸν ἐλπίσι θαρραλέαις τὸν μακρὸν τείνειν βίον, ἐν εὐφροσύναις φανεραῖς τρέφουσαν τὴν ψυχὴν ἐμέ. |
| Pr 536 [5] | A. τοῦτο πρὸς τὸν κεκρυμμένον λόγον τοῦ Προμηθέως, εἰς ὃν ἐκκρεμῆ τὴν ἐλπίδα ἔχει, φαίνεται λεχθῆναι. εἴρηκε γὰρ ἄνω· “τόνδε γὰρ “σώζων ἐγὼ δεσμοὺς ἀεικεῖς καὶ βίας ἐκφυγγάνω.” P. ἡδύ] εὐφραντόν. θαρσαλέαις] ποιούσαις θάρρος. B. τὸν μακρὸν] τὸν πολύν. |
| Pr 537 | τείνειν βίον] διαβιβάζειν. B. φαναῖς] σαφεστάταις. |
| Pr 538 | B. θυμὸν ἀλδαίνουσαν] τὴν ψυχὴν αὔξουσαν. |
| Pr 539 | B. ἐν εὐφροσύναις] ἃς ἔχω εἰς τοὺς θεοὺς τιμαῖς. B. φρίσσω δέ σε] δειλιῶ καὶ τρέμω βλέπουσά σε διακοπτόμενον μυρίοις πόνοις. |
| Pr 540 [5] | τὸν Δία μὴ φοβούμενος ἐν ἰδίᾳ γνώμῃ καὶ αὐθαιρέτως ἄγαν ὑπερβολικῶς σέβῃ καὶ τιμᾷς τοὺς ἀνθρώπους, ἄγαν φιλάνθρωπος εἶ. A. φρίσσω] τρέμω. B. διακναιόμενον] κατεργαζόμενον. |
| Pr 541 | B. ἰδίᾳ γνώμῃ] ἰδίῳ θελήματι. |
| Pr 543 | σέβῃ] τιμᾷς. B. φέρ’] ἴδε, σκόπησον. |
| Pr 545 | ἄχαρις χάρις] τῶν βροτῶν ἐστί. B. ὦ φίλος] φέρε, ὦ φίλος, ἐπειδὴ ἣν εἰς τοὺς βροτοὺς πεποίηκας χάριν, ἄχαρις καὶ οὐκ ἀποδεκτὴ ἔδοξε τῷ Διῒ, εἰπὲ τί δύνανται νῦν οἱ ἄνθρωποι βοηθῆσαί σοι κακῶς δι’ ἐκείνους πάσχοντι. |
| Pr 546 [5] | ἢ οὕτως, ἐπειδὴ ἡ εἰς τοὺς βροτοὺς χάρις ἄχαρις ἔδοξε, καὶ οὐδ’ ἡντιναοῦν ἀπ’ αὐτῶν ἂν ἔχοις ὠφέλειαν διὰ τούτους παθὼν, λέξον τίς ἄλλη ἀλκὴ καὶ τῶν παρόντων ἀπαλλαγή ἐστί σοι. ἀλκὰ τίς ἐφαμερίων] δύναμις ἀνθρώπων. B. ἄρηξις] βοήθεια. |
| Pr 547 | ἐδέρχθης] ἐθεάσω. B. ὀλιγοδρανίην] ἀσθενῆ δύναμιν. |
| Pr 548 | B. ὀλίγην δύναμιν, ἀπὸ τοῦ δραίνω ἢ δράω. ἄκικυν] φαύλην ἰσχύν. C. ἰσόνειρον] ὅτι σκιαῖς ὀνείρων οἱ ἄνθρωποι παρεμφερεῖς, κατὰ τὸν Πίνδαρον. |
| Pr 549 | ἀλαὸν γένος] ἀπροόρατον τοῦ μέλλοντος. A. ἰσόνειρον] ἰσχὺν ἀνυπόστατον. ᾇ] ᾗτινι. φωτῶν] ἀνθρώπων. ἀλαὸν] τυφλὸν καὶ μάταιον. B. ἐμπεποδισμένον] διεστραμμένον O. |
| Pr 550 | κεκρατημένον ἐστί. B. οὔποτε τὰν Διὸς] ὑψηλῶς καὶ τραγικῶς τὸ τῆς εἱμαρμένης ὄνομα Διὸς ἁρμονίαν εἶπεν, ἀλλ’ οὐ τὴν εἱμαρμένην. |
| Pr 551 [5] | φησὶ γὰρ ὅτι οὔποτε αἱ τῶν ἀνθρώπων βουλαὶ διαφεύγουσι τὴν μοῖραν, ἀλλ’ ὃ αἱ Μοῖραι βούλονται, τοῦτο καὶ ποιοῦσιν. ἔμαθον τάδε, ὦ Προμηθεῦ, τὰς σὰς ὀλεθρίας τύχας θεασαμένη. A. οὔποτε] ὃν ὁ Ζεὺς κολάζει οὐδεὶς ἀνθρώπων ἐξελεῖν δύναται. ἁρμονίαν] τὸν ὅρον, τὸ θέλημα. B. παρεξίασι] ὑπερβαίνουσιν. |
| Pr 552 | B. τάδε] ἅ φημι. |
| Pr 553 | B. ὀλοὰς] ὀλεθρίας. |
| Pr 554 [5] | B. τὸ διαμφίδιον δέ μοι μέλος] τοῦτό φησιν, ὅτι ἐπεγένετο καὶ ἐπῆλθέ μοι τὸ δισσὸν μέλος, τοῦτο ὃ νῦν θρηνῶ ἐπὶ τῷ σῷ πάθει, καὶ ἐκεῖνο ὅπερ ἐτραγῴδουν περὶ τὸν καιρὸν τοῦ σοῦ γάμου, ὅτε τὴν Ἡσιόνην πρὸς γάμον ἤγαγες· οὐ γὰρ μόνη καθαρά μοι ἡ ἡδονὴ ἐκείνη καθέστηκεν, ἀλλ’ ἔχει ἐν ταυτῷ καὶ τὸ λυπηρὸν, τουτέστιν, ὁμοῦ προσεγένετό μοι καὶ ἡ ἡδονὴ καὶ ἡ θλίψις διὰ σέ. |
| Pr 555 [20] | Ἄλλως. τὸ δισσὸν μέλος ἐπῆλθε, τόδε καὶ τοῦτο ὃ νῦν ἐτραγῴδουν ἐπὶ τῷ σῷ πάθει, ἐκεῖνό τε ὅπερ ἐτραγῴδουν περὶ τὰ λουτρὰ καὶ τὴν κοίτην ἐν ἰότητι γάμων, τουτέστιν ἐν συνόδῳ καὶ συνελεύσει, παρὰ τὸ ἰέναι πρὸς συνουσίαν, ὅτε ἤγαγες δάμαρτα καὶ γυναῖκα ὁμόλεκτρον τὴν ὁμοπάτριον ἡμῖν Ἡσιόνην ἕδνοις καταπείσας. ἕδνα δέ εἰσι τὰ ἐπὶ προικὶ διδόμενα πράγματα. A. ἢ ὅτε τὴν ὁμοπάτριον ἐμοὶ Ἡσιόνην ἤγαγες, πιθὼν τὴν ἑαυτῆς μητέρα ἕδνοις, ἤτοι προικίοις, ἔχειν ἐκείνην ὁμόλεκτρον. Ἡσιόνην δὲ θυγάτηρ ἦν Ὠκεανοῦ καὶ Τηθύος. O.P. τὸ διαμφίδιον δέ μοι] τὸ διπλοῦν μέλος ἐπῆλθέ μοι, τόδε καὶ ἐκεῖνο, ὅτε περὶ τὰ σὰ λουτρὰ ὑμεναίουν, καὶ ὅτε περὶ τὸ σὸν λέχος, ὅτε τὴν Ἡσιόνην καταπείσας ἐν δώροις ἤγαγες γυναῖκα ὁμόλεκτρον, ἥτις ἦν μία τῶν Ὠκεανίδων ὥσπερ καὶ ἡμεῖς. τοῦτο γὰρ λέγει τὸ ὁμοπάτριον. τὸ τόδε καὶ τὸ ἐκεῖνο ἀσύνδετον. προσέπτα] ἐπῆλθε κατὰ νοῦν. B. ὅτε] ὁπότε. |
| Pr 556 | B. καὶ λέχος] καὶ περί. |
| Pr 557 | B. ἰότητι γάμων] πορείᾳ, ἤγουν ἐν συνόδῳ γάμων, παρὰ τὸ ἰέναι πρὸς συνουσίαν. |
| Pr 558 [5] | A. ὑμεναίουν] κατὰ τὸν σὸν γάμον ᾖδον. ἰότητι γάμων] συνελεύσει. B. ὁμοπάτριον] τὴν ταυτοῦ πατρὸς ἡμῖν. B. ἕδνοις] ἕδνα ἀπὸ τοῦ δεῖν τὴν εὐνὴν ἢ τὸ ἴδιον ἐκ νέου ἐν προιξί. |
| Pr 559 | P. πιθὼν] καταπείσας αὐτήν. |
| Pr 560 | κοινόλεκτρον] ὁμόκοιτον. B. τίς γῆ, τί γένος] τὸ τῆς Ἰοῦς πρόσωπον μονῳδεῖ μὲν, ἔχει δὲ πρὸς ὑποκείμενον συναφὲς, ὅτι μαντεύεται αὐτῇ Προμηθεὺς τὰ μέλλοντα γενέσθαι, ὥσπερ ἀπ’ αὐτῆς ἔσται τρισκαιδέκατος κατὰ γενεὰν, ὃς αὐτῷ ὕστερον τῷ χρόνῳ ποτὲ ἐπαμυνεῖ. |
| Pr 561 [30] | ἄλλως τε καὶ ὅτι αὐτὴν ὑπὸ Διός φησιν ἠδικῆσθαι, διὰ τοῦτο παραμυθεῖται τὸν Προμηθέα. τρισκαιδέκατον δὲ ἀπ’ αὐτῆς τὸν Ἡρακλέα λέγει ὁ Προμηθεύς· οὗτος γὰρ ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν. A. Ἡ Ἰὼ ἡ τοῦ Ἰνάχου θυγάτηρ, ἡ καὶ Ἰνὼ λεγομένη, ἐρασθεῖσα παρὰ Διὸς, ἐπεὶ τοῦτο ἔγνω ἡ Ἥρα καὶ ἔμελλε καταλαμβάνεσθαι παρ’ αὐτῆς, μετεβλήθη παρὰ τοῦ Διὸς εἰς βοῦν, ἵνα μὴ γνωσθῇ τίς εἴη. ἡ Ἥρα δὲ προσελθοῦσα τῷ Διῒ ἐξῄτησε ταύτην, καὶ ἔλαβε δῶρον παρ’ αὐτοῦ, καὶ ἔδωκεν Ἄργῳ τῷ πανόπτῃ φυλάττειν αὐτήν. ὁ δὲ Ζεὺς πάλιν ἐρασθεὶς αὐτῆς ἔπεμψε τὸν Ἑρμῆν, ἀφελέσθαι ταύτην τοῦ Ἄργου καὶ διακομίσαι αὐτῷ· καὶ ἐπεὶ ἄλλως λαθεῖν Ἄργον τὸν πανόπτην οὐκ ἦν, διὰ βολῆς λιθείας τοῦτον ἀνῄρηκεν. οὗ τὸ φάσμα ἡ Ἥρα τῇ Ἰοῖ καὶ μετὰ τὸν αὐτοῦ θάνατον παρεδείκνυεν ἐπὶ τῷ μάλιστα ἐκφοβεῖν αὐτήν. ἡ δὲ πολλὰ πλανηθεῖσα κατὰ διαφόρους τόπους τὸ τελευταῖον ἀπῆλθε καὶ πρὸς τὸν Καύκασον, ὀψομένη τὸν Προμηθέα. A. Ἡ Ἰὼ κατὰ χόλον τῆς Ἥρας μεταβληθεῖσα εἰς βοῦν καὶ οἰστρηλατουμένη, ἐλθοῦσα καὶ εἰς ἑτέρους διαφόρους τόπους, κατήντησε καὶ ἔνθα ἦν ὁ Προμηθεὺς δεδεμένος πρὸς τοῖς Εὐρωπαίοις μέρεσι τοῦ Καυκάσου· καὶ ὁρᾷ αὐτὸν ἐκεῖσε προσηλωμένον ἐν ταῖς πέτραις τοῦ ὄρους, καὶ φησὶ θαυμάζουσα· τίς ἐστιν ἡ γῆ αὕτη; ποία γενεά; τίνα εἴπω βλέπειν τοῦτον τὸν κακοπαθοῦντα ἐν δεσμοῖς πετρίνοις ὀρείοις; εἶτα πρὸς τὸν Προμηθέα λέγει· ὑπὲρ ποινῆς ποίας ἁμαρτίας φθείρῃ; εἰπέ μοι, ποῦ πεπλάνημαι καὶ ἐν ποίᾳ γῇ εἰμί; ὅτε γὰρ συνεζεύχθης τῇ Ἡσιόνῃ, εἴχομεν χαράν· τανῦν δὲ ὁρῶσαί σε οὕτως πικρῶς προσαυαινόμενον λυπούμεθα. P. τίς γῆ] ἐστὶν ᾗ βαίνω. τί γένος] τὸ ἐνταῦθα οἰκοῦν. φῶ] εἴπω. λεύσσειν] βλέπειν. B. ἐν πετρίνοισι] τοῖς ὀρείοις, ἢ στερροῖς. |
| Pr 562 | διὰ τὸ τῇ τοῦ Καυκάσου πέτρᾳ προσηλῶσθαι τοῦτό φησι. B. χειμαζόμενον] πάσχοντα. |
| Pr 563 [5] | ἀμπλακίης] τίνος ἀμπλακίας ἤγουν πταίσματος κολάσεως ὀλέκῃ καὶ φθείρῃ; ἤγουν τί πταίσας καὶ κολασθεὶς ἐνταῦθα προσήλωσαι; καὶ εἰ μὲν περισπᾶται τὸ ποινᾶς, οὕτως· εἰ δὲ βαρύνεται, οὕτως, τίνος πταίσματος ὀλέκῃ καὶ μετὰ φθορᾶς δίδως ποινάς; B. ὀλέκῃ] πάσχεις. |
| Pr 564 | σήμηνον ὅπη] εἰπὲ ποῦ. B. ἡ μογερὰ] ἡ ἀθλία. |
| Pr 565 | B. ἂ ἄ, ἔα ἔα] φεῦ φεῦ φεῦ φεῦ. |
| Pr 566 [5] | B. τὸ ἆ κλητικὸν ἐπίρρημά ἐστιν, ἢ μᾶλλον προσφωνηματικόν· διαφέρει δὲ τῆς διὰ τοῦ ὦ προσφωνήσεως, ὅτι τοῦτο μὲν ψυχῆς ἀπαθοῦς, τὸ δὲ ἆ πάθος ταραχῶδες δηλοῖ ψυχικὸν, οἷον ἢ σχετλιασμὸν ἢ ὄνειδος ἢ ἀγανάκτησιν. P. ἆ ἆ ἒ ἔ] θαυμαστικὸν καὶ ἐκπληκτικὸν τὸ ἒ ἔ, θρηνητικὸν δὲ τὸ ἂ ἄ. O. χρίει τις] κεντρίζει, κεντᾷ μέ τις τὴν ἀθλίαν οἶστρος. |
| Pr 567 [10] | τοῦτο δὲ εἶπε παραδηλῶν καὶ δεικνύων τὸ χρίει τις αὖ με. αὐτὴ δὲ ἐμμανὴς οὖσα ὑπὸ τοῦ οἴστρου φαντάζεται. A. κεντρίζει κατὰ μετάληψιν. O. χρίει τίς με τάλαιναν οἶστρος] ζωΰφιον. O. κεντεῖ, διεγείρει, ἤγουν οἰστροῦμαι καὶ ἀναβακχεύομαι, φαντάζομαι τὴν τοῦ Ἄργου εἰκόνα. ἐπειδὴ ὑπὸ Διὸς ἐρασθεῖσα Ἰὼ εἰς βοῦν ὑπ’ αὐτοῦ μετεβλήθη, ἵνα λάθῃ τὴν Ἥραν, γνοῦσα αὕτη ταύτῃ ἐπέστησε κύνα Ἄργον καλούμενον, ὃν Ἑρμῆς ἀνελὼν Διὸς προστάγματι Ἀργειφόντης κέκληται. Ἥρα δὲ ἐποίησε τὴν Ἰὼ καὶ ἀποθανόντα αὐτὸν δοκεῖν ὁρᾶν, ἀντ’ αὐτοῦ δὲ τὸν ταὼ ἀνθρώποις ἔδειξε, τῶν αὐτοῦ πεποικιλμένων πτερῶν ὥσπερ τισὶν ὀφθαλμοῖς. B. εἴδωλον Ἄργου] τινὲς οὕτω φασὶν, ἄλευ’ ἀντὶ τοῦ ἀναχώρει καὶ ἔκκλινε. |
| Pr 568 [5] | τοῦτο γὰρ δηλοῖ τὸ ἄλευε. τὸ δὲ ὦ δᾶ ἀντὶ τοῦ ὦ γῆ Δωρικῶς· οἱ γὰρ Δωριεῖς τὴν γῆν δᾶν φασὶ καὶ τὸν γνόφον δνόφον. ἄλλοι δὲ γράφουσιν Ἀλευάδα, πατρωνυμικὸν ἀπὸ τῆς Ἀλεύας εὐθείας· ἤτοι φοβοῦμαι τὸ εἴδωλον Ἄργου τοῦ Ἀλευάδα καὶ τοῦ υἱοῦ τοῦ Ἀλεύα· ὁ γὰρ Ἀλεύας πατὴρ ἦν τοῦ πανόπτου. ἢ, ὃν δεῖ φυλάξασθαι καὶ ἐκκλῖναι. φαντάζεται γὰρ αὐτὸν καὶ μετὰ θάνατον φοβουμένη. A. ἀλευ’ ὦ δᾶ] φεῦ ὦ γῆ, ἢ τοῦ Ἀλευάδα τοῦ υἱοῦ Ἀλεύα. B. τὸν μυριωπὸν] πολυόφθαλμον. |
| Pr 569 [5] | πολλοὺς γὰρ ὀφθαλμοὺς εἶχεν ὁ Ἄργος, ὡς μυθεύεται· ὅθεν καὶ πανόπτης ἐλέγετο. βούταν δὲ αὐτὸν καλεῖ ἤτοι βουκόλον, διὰ τὸ αὐτῆς τῆς Ἰοῦς ἐπιστατεῖν μεταμειφθείσης εἰς βοῦν. A. τὸν μυριωπὸν] τὸν διὰ παντὸς τοῦ σώματος ὀφθαλμοὺς ἔχοντα. βούταν] βόσκον. B. ὁ δὲ πορεύεται] πρὸ ὀφθαλμῶν. |
| Pr 570 | δόλιον] κακὸν, εἰς οἶστρον γάρ με φανεὶς ἐπαίρει. B. ὃν οὐδὲ κατθανόντα] ὃν οὐδὲ θανόντα ἡ γῆ κατέχει, ἀλλ’ ἐκ τῶν νεκρῶν ἀνερχόμενος ἐμὲ τὴν ἀθλίαν ὀπίσω καταδιώκει καὶ ποιεῖ πλανᾶσθαι νῆστιν. |
| Pr 571 [5] | A. τὸ γὰρ φάσμα τοῦ Ἄργου μετὰ τὸ ἀναιρεθῆναι παρὰ τοῦ Ἑρμοῦ αὐτὸν διὰ λίθου παρεδείκνυεν ἡ Ἥρα τῇ Ἰοῖ ἐπὶ τῷ μάλιστα ἐκφοβεῖν αὐτήν. O.P. οὐδὲ κατθανόντα γαῖα κεύθει] κρύπτει, ἀλλ’ ὡς ζῶν μοι φαντάζεται. B. ἐξ ἐνέρων περῶν] ἐκ τῶν νεκρῶν ἐρχόμενος. |
| Pr 572 | B. κυνηγετεῖ, πλανᾷ τε νῆστιν] ἀνιχνεύει καὶ πανταχῆ φοιτώσῃ παρίσταται καὶ πλανᾶσθαι ποιεῖ νῆστιν καὶ ἐστερημένην σιτίων ἢ στάσεως. |
| Pr 573 | B. ὑπὸ δὲ κηρόπλαστος] ὅτι μετὰ κηροῦ ἦν πεπλασμένος ὁ δόναξ. |
| Pr 574 | A. ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ] ὁ ἐν ταῖς ὀπαῖς παρακείμενον ἔχων κηρὸν ὑπηχεῖ αὐλός. B. ὑπνοδόταν νόμον] ἑσπέρα, φησὶν, ἐστὶν ἤδη καὶ ἡ σῦριγξ ἠχεῖ. |
| Pr 575 [15] | τοῦτο γὰρ δηλοῖ τὸ δόναξ. τὸ δὲ ἀχέτας, ἀντὶ τοῦ πολυήχητος, ὃς πρὸς ἑσπέραν ἐστὶν αὐλούμενος τοῖς ποιμέσι διὰ τὴν τῶν ποιμνίων εἰσαγωγὴν καὶ πρὸς τὴν μάνδραν αὐτῶν εἰσέλευσιν. ἑσπέρα οὖν ἐστι, κἀγὼ νῆστις οὖσα ἐλαύνομαι· τοῦτο γὰρ δηλοῖ τὸ ὑπνοδόταν νόμον, ἀντὶ τοῦ κατὰ τὸν καιρὸν τοῦ ὕπνου, ἤτοι καιρὸν τὸν διδόντα τὸν ὕπνον, τουτέστι τὴν νύκτα. Ἄλλως. ἴσως ὑπνοποιόν τι μέλος πρὸς ἑσπέραν αὐλούμενον, ἢ τὸν ἐν τῷ καιρῷ τῆς ἑσπέρας διδόμενον ὕπνον τοῖς βουσί. φησὶν οὖν ὅτι ἤδη ἑσπέρα ἐστὶ κἀγὼ νῆστις οὖσα ἐλαύνομαι. Ἄλλως. ᾠδήν· ὅθεν καὶ τὸ νόμιον μέλος. τοιαύτην ᾠδὴν ᾄδει οἵαν ᾄδουσιν οἱ ποιμένες, ὁπότε τὰ θρέμματα ἐπὶ τὴν μάνδραν κατάγουσι κοιμηθησόμενα, οὐ μὴν δὲ οἵαν ὁπότε εἰς νομὴν αὐτὰ ἐξάγουσι. A. ἀχέτας] καὶ ἐμμελής. ὑπνοδόταν νόμον] διὰ τοῦτο λέγει τοῦτο, ἐπειδὴ νὺξ ἦν ὅτε ἐκεῖσε κατέλαβεν, ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ ποιμένες αὐλοῦσι παυσάμενοι τῆς νομῆς· ἢ ὅτι πᾶν μέλος ἐπαγωγόν ἐστι πρὸς ὕπνον, σαῖνον καὶ κατακλῶν τοὺς ἀκούοντας. ἐστὶ δὲ τὸν νόμον πρὸς τὸ ὑποτοβεῖ. ἰὼ ἰὼ, ποῖ ποῖ, ποποῖ ποποῖ] φεῦ φεῦ φεῦ φεῦ φεῦ. B. τηλέπλαγκτοι πλάνοι] μακρὰν πλανῶντες. |
| Pr 576 | εὕρηται δὲ οὐ μόνον πλάνη, ἀλλὰ καὶ πλάνος, ὥσπερ καὶ εὐθύνη καὶ εὔθυνος. καὶ μαρτυρεῖ Ἰσοκράτης λέγων τοὺς φυγαδικοὺς πλάνους. B. Κρόνιε] Ζεῦ. |
| Pr 577 | B. ἐνέζευξας] ἐνέβαλες. |
| Pr 579 | B. ἁμαρτοῦσαν] πταίσασαν. B. ἓ ἕ] ἐπιφώνημα. πλεονασμός. P. οἰστρηλάτῳ δείματι] δι’ οἴστρου ἐλαύνοντι καὶ ἀναβακχεύοντι φοβήματι, ὃ πάσχω Ἄργον φανταζομένη. |
| Pr 580 | B. παράκοπον] μανικὴν καὶ παρακεκομμένην τὸν νοῦν. |
| Pr 581 | B. ποντίοις δάκεσι] θαλασσίοις θηρίοις. |
| Pr 583 | βορὰν] τροφήν. B. εὐγμάτων] εὐχῶν. |
| Pr 584 | B. ἄδδην] δαψιλῶς καὶ ἀρκούντως. |
| Pr 585 | πολύπλαγκτοι] πολλαχῆ γῆς φέρουσαι. B. ὅπη πημονὰς ἀλύξω] τὰς παρεστώσας ἐμοὶ κακοδαιμονίας ἐκφεύξομαι. |
| Pr 586 | B. κλύεις πρόσφθεγμα] ἀκούεις τοὺς λόγους. |
| Pr 588 [5] | βούκερω] τῆς εἰς βοῦν μεταβληθείσης. B. παρθένον λέγει ταύτην οὐχ ὡς οὖσαν παρθένον· ὁ Ζεὺς γὰρ ἔφθειρεν αὐτήν· ἀλλ’ ὡς ἔθος ἐστὶ τοῖς τραγικοῖς τὰς μοιχευθείσας βιαίως καὶ μὴ κατὰ τὴν ἰδίαν προαίρεσιν καλεῖν καὶ ταύτας παρθένους. O.P. οὐ κλύω] οὐκ ἀκούω. |
| Pr 589 | οἰστροδινήτου] τῆς ἐν μανίᾳ στρεφομένης. B. τῆς Ἰναχείας] διὰ τοῦτο ὁ Προμηθεὺς τὸ ὄνομα τοῦ πατρὸς τῆς Ἰοῦς Ἰνάχου ἐνέφηνεν, Ἰναχείαν κόρην καλεῖσθαι αὐτὴν, ἵνα δείξῃ εὐθὺς ὅτι μάντις ἐστὶν, ὡς παρ’ Ὁμήρῳ ὁ Τειρεσίας, “νόστον “δίζηαι μελιηδέα, φαίδιμ’ Ὀδυσσεῦ. |
| Pr 590 [5] | O.P. τῆς Ἰναχείης] τῆς θυγατέρος τοῦ Ἰνάχου. ἣ Διὸς θάλπει κέαρ] ἥτις τοῦ Διὸς μαραίνει, ἐκκαίει τὴν ψυχὴν τῷ ἔρωτι αὑτῆς. B. ἔρωτι] ἔρως, μέθη, ζῆλός τε καὶ δαίμων ἴσα. |
| Pr 591 | P. ὑπερμήκεις δρόμους] τὴν μακρὰν πλάνην. B. στυγητὸς] μεμισημένη καὶ ζηλοτυπουμένη. |
| Pr 592 | B. στυγητὸς διὰ τὸν ζῆλον. τὸ δὲ ἰδίωμα Ἀττικόν· εἰώθασι γὰρ ἐκεῖνοι τὰ εἰς η λήγοντα θηλυκὰ διὰ τοῦ ος ἐκφέρειν, ὡς τὸ “κλυτὸς Ἱπποδάμεια.” P. πρὸς βίαν γυμνάζεται] βιάζεται, διέρχεται. B. ἀπύεις] φωνεῖς. |
| Pr 593 [5] | B. εἰπέ μοι τᾷ μογερᾷ] εἰπέ μοι τῇ ἀθλίᾳ, τίς ὢν σὺ οὕτως ἀληθῶς προσφωνεῖς καὶ ὀνομάζεις ἐμὲ, τὴν ἐκ θεᾶς τε τῆς Ἥρας ἐπελθοῦσάν μοι νόσον εἴρηκας; (λέγει δὲ τὸν τῆς πλάνης οἶστρον), ἥτις μαραίνει καὶ καίει με κεντοῦσα βέλεσι φοιταλέοις, τοῖς ποιοῦσιν ἐμὲ ἁπανταχοῦ πορεύεσθαι πλανωμένην. |
| Pr 594 | A. τᾷ μογερᾷ] κακοπαθεστάτῃ. O. τῇ ἀθλίᾳ. B. μ’] πρὸς ἐμέ. |
| Pr 595 | B. ἐτήτυμα] ἀληθῆ. |
| Pr 596 | προσθροεῖς] προσφθέγγῃ, προσαγορεύεις. B. θεόσσυτον] θεόθεν ἀπὸ τῆς Ἥρας ὁρμωμένην. |
| Pr 597 | B. μαραίνει] τήκει καὶ καταβάλλει. |
| Pr 598 | χρίουσα] κεντοῦσα. B. φοιταλέοισι] ὁρμητικοῖς. |
| Pr 599 [5] | B. σκιρτημάτων δὲ νήστισιν αἰκίαις] ἐν μάστιξι δὲ σκιρτημάτων, τῶν ἀπὸ τοῦ οἴστρου κινήσεων καὶ πλανῶν, νήστισιν, ἤγουν ποιούσαις ἐμὲ ἀσιτεῖν, παρεγενόμην λαβρόσσυτος καὶ ταχεῖα καὶ ἄγαν ὁρμητικὴ, δαμασθεῖσα μήδεσι καὶ βουλεύμασι τῆς Ἥρας ἐπικότοις καὶ ὀργίλοις καὶ μανικοῖς. |
| Pr 600 | γράφεται δὲ καὶ νήστησιν διὰ τοῦ ἡ, ἤγουν ποιούσαις ἐμὲ μὴ ἵστασθαι, ἀλλὰ πλανᾶσθαι τῇδε κἀκεῖσε, ἀπὸ τοῦ νη στερητικοῦ μορίου καὶ τοῦ στάσις ἢ τοῦ ἵστημι στήσω. A. νήστισιν αἰκίαις] ἐστερημέναις τροφῆς καὶ στάσεως. B. πληγαῖς, μάστιξι. C. λαβρόσσυτος] λίαν ὁρμωμένη. |
| Pr 601 | B. ἐπικότοισι μήδεσι] ὀργίλαις βουλαῖς Ἥρας. |
| Pr 602 | B. δυσδαιμόνων] ἀπὸ τῶν δυσδαιμόνων εἰσὶν οἵτινες τοιαῦτα μογοῦσιν οἷα ἐγώ. |
| Pr 603 | P. δυσδαιμόνων δέ τινες] εἰσὶ, ἤτοι δυσδαίμονες. ἓ ἓ] φεῦ φεῦ. μογοῦσιν] πάσχουσιν. B. τορῶς τέκμηρον] ἀληθῶς, σαφῶς διασάφησον. |
| Pr 604 | B. ἐπαμμένει] ἀπόκειται. |
| Pr 605 | B. χρὴ] ἀπόκειται. |
| Pr 607 | φάρμακον νόσου] θεραπεία καὶ ἀπαλλαγὴ τῆς μορφῆς ἀλλοιώσεως καὶ μανίας. B. φράζε τᾷ δυσπλάνῳ] λέγε ἐμοὶ τῇ κακῶς καὶ μανικῶς πεπλανημένῃ. |
| Pr 608 | B. λέξω τορῶς σοι] φανερῶς καὶ διαδήλως εἴπω σοι, οὐκ ἐμπλέκων λόγους ψευδεῖς τῷ πιθανῷ, ὥστε τούτους δοκεῖν ἀληθεῖς ἀλλ’ ἁπλῷ λόγῳ καὶ ἀψευδεῖ ταῦτα φράσαιμι, ὥσπερ πρέπει τοὺς φίλους ἀνοίγειν τὸ στόμα πρὸς φίλους, ἤτοι λαλεῖν. |
| Pr 609 [5] | A. τορῶς] σαφῶς. B. οὐκ ἐμπλέκων αἰνίγματα] οἱ γὰρ παλαιοὶ τὰ ποιήματα αὑτῶν πρῶτον μὲν ἐν προοιμίοις καὶ αἰνίγμασιν ἔγραφον, ὕστερον δὲ καὶ καθόλου φανερῷ ἐχρῶντο τῷ λόγῳ. |
| Pr 610 [5] | A. οὐκ ἐμπλέκων αἰνίγματ’] οὐκ αἰνιγματωδῶς καὶ ἀσαφῶς φράζω. ἁπλῷ λόγῳ] σαφές. B. ὥσπερ] καθά. |
| Pr 611 | B. πυρὸς βροτοῖς δοτῆρ’ ὁρᾷς] τοῦτο λέγει δεικνὺς αὐτῇ ὅτι τῷ τῶν ἀνθρώπων εὐεργέτῃ ὁμιλεῖ, καὶ διὰ τοῦτο, ἐπειδὴ καὶ αὐτὴ ἄνθρωπός ἐστι, οὐκ ἂν ἀπατηθείη. |
| Pr 612 | B. ὦ κοινὸν ὠφέλημα] ὦ κοινὴ ὠφέλεια γεγονὼς ὅλου τοῦ γένους τῶν ἀνθρώπων, ἄθλιε Προμηθεῦ, χάριν τίνος καὶ ὑπὲρ ποίου ἁμαρτήματος ἀνταποδίδως ταύτην τὴν τιμωρίαν; τίνος ἕνεκα τιμωρῇ; A. |
| Pr 614 [5] | τλῆμον] ἄθλιε διὰ τὰ παρόντα. τοῦ δίκην πάσχεις τάδε] τίνος πταίσματος τὴν τιμωρίαν πάσχεις, τουτέστι τί ἁμαρτὼν πάσχεις ταῦτα τὰ δυστυχήματα, κόλασιν τοῦ πταίσματος; τὸ γὰρ οὕτως ἀθλίως προσηλῶσθαί σε κόλασίς ἐστί τινος ἁμαρτίας· τίς οὖν ἐστὶν αὐτή; B. ἁρμοῖ πέπαυμαι] νεωστὶ, ἀπὸ μεταφορᾶς τῶν ἁρμάτων τῶν συντιθεμένων καὶ ἁρμοζόντων τῷ νέῳ, ἢ παρὰ τὸ ἁρμόζειν καὶ τῷ μέλλοντι καὶ τῷ ἐνεστῶτι, ἅμα γὰρ εἶπον καὶ ἅμα παρῆλθον. |
| Pr 615 [5] | A. νεωστὶ, μεταφορικῶς ἀπὸ τῶν ἁρμάτων τῶν νεωστὶ συντεθειμένων. ἔστι δὲ τὸ ἁρμοῖ τοπικὸν κυρίως, ἐνταῦθα δὲ χρονικόν. καὶ γὰρ πρὸ ὀλίγου τὰ αὐτὰ κακὰ ἔλεγε πρὸς τὰς νύμφας. P. ἁρμοῖ] ἀπείρηκα, ἀπὸ μεταφορᾶς τῶν ἁρμάτων. B. οὔκουν πόροις ἂν] οὔκουν παράσχοις ἐμοὶ, φησὶ, τήνδε τὴν δωρεὰν, ἤτοι τὸ ἀναδιδάξαι με τίς ὁ δεσμεύσας σε ἐν τῷ Καυκάσῳ; τὸ δὲ δωρεὰν ἐπὶ συμφορᾶς λαμβάνεται, καὶ ἐπὶ κακοῦ, ὡς καὶ Ἀρχίλοχος “Κρύπτομεν ἀνιηρὰ Ποσειδῶνος ἄνακτος δῶρα. |
| Pr 616 [5] | ” A. πόροις] παράσχοις. B. αἰτῇ] ζητεῖς. |
| Pr 617 | πᾶν γὰρ] ὃ θέλοις. μου] ἐμοῦ. B. ὤχμασε] ἐποίησεν ἀναβασταχθῆναι. |
| Pr 618 [5] | ὀχμὴ λέγεται τὸ μέσον ἐχόμενον, ἢ παρὰ τὸ ἔχειν ἔχημα, καὶ ἔχμα κατὰ συγκοπήν. A. σήμηνον] εἰπέ. ἐν φάραγγι] ἐν τῷ κρημνώδει τόπῳ τούτῳ. ὤχμασεν] προσεπαττάλευσεν. B. βούλευμα μὲν τὸ Δῖον] πρὸς τὴν τῆς Ἰοῦς ἐρώτησιν ἀποκριθεὶς ὁ Προμηθεὺς εἰπούσης τίς σε ὤχμασε καὶ προσέδησεν ἐν τῷ ὄρει, φησὶν ὅτι τὸ δῖον βούλευμα, τουτέστιν ἡ βουλὴ τοῦ Διὸς, τὴν δέσιν ἐπεβουλεύσατό μοι, ἡ χεὶρ δὲ τοῦ Ἡφαίστου ὑπουργήσασα αὐτῷ πρὸς τὴν ἐμὴν δέσιν προσήλασεν ἐμοὶ μοῖραν θανατηφόρον καὶ κῆρα. |
| Pr 619 | A. βούλευμα μὲν τὸ Δῖον] ἡ βουλὴ τοῦ Διός. Ἡφαίστου δὲ χεὶρ] οὗτος γὰρ αὐτῷ ὑπηρέτησε. B. ποινὰς] δίκας. |
| Pr 620 | τίνεις] δίδως, ἤγουν τί ἁμαρτὼν ὧδε κολάζῃ; B. τοσοῦτον ἀρκῶ] διὰ τὸ μὴ ταυτολογῆσαι. |
| Pr 621 | A. τοσοῦτον] ὅσον εἴρηκα. B. καὶ πρός γε τούτοις] καὶ σὺν τούτοις δίδαξόν με ποῖος χρόνος γενήσεται πλήρωμα τῆς ἐμῆς πλάνης, ἀντὶ τοῦ ἐν ποίῳ καιρῷ τοῦ πλανᾶσθαι παυσθήσομαι. |
| Pr 622 | A. τέρμα] τέλος. B. δεῖξον] φανέρωσον. |
| Pr 623 | χρόνος] ὁ δοῦναι μέλλων. B. τὸ μὴ μαθεῖν] ὁ Προμηθεύς φησι πρὸς αὐτὴν ὅτι κρεῖσσόν ἐστι μὴ μαθεῖν ταῦτα παρὸ μαθεῖν. |
| Pr 624 [5] | ἡ δὲ πάλιν πρὸς αὐτὸν, μηδαμῶς ἀποκρύψῃς ὅπερ μέλλω παθεῖν. A. Ἄλλως. Ἐπικούρειόν ἐστι τοῦτο τὸ δόγμα, ἀναιροῦν τὴν μαντικήν· εἱμαρμένης γὰρ, φησὶ, πάντων κρατούσης, πρὸ καιροῦ λελύπηκας εἰπὼν τὴν συμφορὰν, ἢ χρηστὸν τὴν ἡδονὴν ἐξέλυσας. λέγουσι δὲ καὶ τὸ “Ἃ δεῖ γενέσθαι, “ταῦτα καὶ γενήσεται.” P. μὴ μαθεῖν] τοῦτο. ἢ] παρό. τάδε] ταῦτα. B. μὴ] ὅρα ἵνα. |
| Pr 625 | B. μεγαίρω τοῦδε τοῦ δωρήματος] φθονῶ σοι τοῦ εἰπεῖν σοι τοῦτο. |
| Pr 626 [10] | B. ἀλλ’ οὐ φθονῶ σοι, φησὶ, τούτου τοῦ δωρήματος· δηλονότι τοῦ μαθεῖν σε ἀπ’ ἐμοῦ τὰς σὰς συμφορὰς καὶ ἃ μέλλεις παθεῖν. τοῦτο δὲ εἰπόντος τοῦ Προμηθέως, φησὶν ἡ Ἰὼ πρὸς αὐτόν· διὰ τί οὖν βραδύνεις καὶ ἀργεῖς μὴ γεγωνίσκειν καὶ βοᾶν καὶ λέγειν ἐμοὶ ἅπαν ὃ μέλλω παθεῖν; εἶτα πάλιν πρὸς αὐτὴν ἀποκριθεὶς ὁ Προμηθεύς φησιν· οὐχὶ διὰ φθόνον τοῦτο ποιῶ, τὸ μὴ ἀναδιδάξαι σε πάντα ἃ μέλλεις παθεῖν, ἀλλὰ διότι δειλιῶ ταράξαι τὸν σὸν λογισμόν· ἡ γὰρ τούτων διήγησις ταραγμὸν ἐμποιήσει σοι. πρὸς τοῦτο δὲ ἀντιλέγει ἡ Ἰὼ, μὴ παρὸ δεῖ καὶ πλέον ἢ ἐμαυτὴν ἐλεῶ φρόντιζέ μου· ὅτι ἐμοὶ λίαν εὐφραντὸν τὸ ἀκούειν τὰς ἐμὰς συμφοράς. τοῦτο δὲ ἔξωθεν λαμβάνεται. O.P. τί δῆτα μέλλεις] βραδύνεις. |
| Pr 627 | O. τί οὖν ἀναβάλλῃ, ἐπεὶ οὐ φθονεῖς, ὡς λέγεις; φθόνος μὲν οὐδεὶς] τοῦτο λέγειν. ὀκνῶ θρᾶξαι] ἀναβάλλομαι ταράξαι. B. θρᾶξαι] ἤγουν ταράξαι, τροπῇ τοῦ τ εἰς θ καὶ ἐκβολῇ τοῦ α. |
| Pr 628 | P. μᾶσσον] μᾶσσον τὸ μακρότερον, τὸ μὴ ἆσσον. |
| Pr 629 | P. προκήδου] φρόντιζε. μᾶσσον] μᾶλλον. μεῖζον ἢ δεῖ. ὡς] ὅτι. ἐμοὶ γλυκὺ] τοῦτο μαθεῖν. B. προθυμῇ] προθυμίαν ἔχεις. |
| Pr 630 | χρὴ] πρέπει. B. μήπω γε] ὁ χορὸς λέγει, μήπω εἴπῃς τὰ τῆς Ἰοῦς, ἀλλὰ δὸς κἀμοὶ μερίδα ἡδονῆς ἔχειν, τοῦ ἀκοῦσαι τῶν ταύτης παθημάτων. |
| Pr 631 [10] | ἀπ’ αὐτῆς δὲ πρῶτον λεγούσης τὰς πολυφθόρους ἑαυτῆς τύχας μάθωμεν καὶ ἀκούσωμεν τὴν αὐτῆς νόσον, τὰ ἐπίλοιπα δὲ τῶν ἄθλων καὶ τῶν πόνων καὶ τῶν κακοπαθειῶν αὐτῆς ὧν μέλλει ἔτι παθεῖν διδαχθήτω παρὰ σοῦ. τοῦτο δὲ λέγει ἅμα σαφηνίζων τῷ ἀκροατῇ τὰ πράγματα διὰ τῶν τῆς Ἰοῦς καὶ Προμηθέα παραμυθούμενος, ὅπως ἐν τῷ μεταξὺ τά τε τῆς Ἰοῦς ῥηθείη, εἶτα πάλιν τὰ παρ’ αὐτοῦ, καὶ ἡ ἐξαλλαγὴ τῆς τάξεως νεαροποιήσῃ τοὺς ἀκούοντας. A. μοῖραν] μερίδα. πόρε] πάρασχε. B. ἱστορήσωμεν] μάθωμεν, ἐρωτήσωμεν. |
| Pr 632 | B. πολυφθόρους τύχας] πολυπλάνους. |
| Pr 633 | O. τὰς πολλῆς φθορᾶς καὶ δυστυχίας προξένους. B. ἄθλων] κακοπαθημάτων. |
| Pr 634 | O. τῶν αὐτῆς πόνων. διδαχθήτω] μαθέτω. B. ὑπουργῆσαι] διακονῆσαι. |
| Pr 635 | B. καὶ κασιγνήταις πατρὸς] εἰκότως φησὶ τὸν Ἴναχον ποταμὸν ἀδελφὸν εἶναι τῶν Ὠκεανίδων, ἐπειδή φασι τὸν Ὠκεανὸν πατέρα εἶναι πάσης ὑγρᾶς οὐσίας. |
| Pr 636 [15] | A. καὶ κασιγνήταις πατρός] Ὠκεανοῦ καὶ Τηθύος υἱὸς μὲν Ἴναχος, θυγατέρες δὲ αἱ Ὠκεανίδες νύμφαι λεγόμεναι. τοῦ δὲ Ἰνάχου θυγάτηρ Ἰώ. διὰ τοῦτο οὖν τὰς Ὠκεανίδας ἀδελφὰς τοῦ Ἰνάχου φασίν. Ἴναχος ἦν βασιλεὺς, ἔχων θυγατέρα Ἰὼ, ἀκόλαστον οὖσαν καὶ πρὸς συνουσίαν ἀρρένων ἐπιρρεπῆ. βλέπων οὖν αὐτὴν ὁ πατὴρ αἰσχρὰ πράττουσαν ἀπεδίωξε τῆς πατρίδος· ἡ δὲ πάσας χώρας διήρχετο μαινομένη καὶ οἷον ὑπὸ οἴστρου κεντουμένη ὑπὸ τῆς ἀκολασίας καὶ ἀσελγείας. P. ἄλλως τε πάντος] ὅτι δεῖ πείθεσθαι τοῖς κελεύουσιν ἃ μὴ βάρος προσφέρει. τὸ δὲ κασιγνήταις πατρὸς λέγει, ἐπειδὴ αὗται μὲν Νηρηΐδες ἦσαν, ὁ δὲ πατὴρ αὐτῆς Ἴναχος ποταμὸς Ἄργους. ἄλλως] κατὰ ἄλλον τρόπον. κασιγνήταις πατρὸς] ἀδελφαῖς οὔσαις τοῦ σοῦ πατρός. B. ὡς ἀποκλαῦσαι] τοῦτο τοιοῦτόν ἐστιν, ὅτι πᾶς ὅστις μέλλει οἴσεσθαι δάκρυ καὶ οἰκτειρηθῆναι παρὰ τῶν ἀκουόντων ἀξίαν τριβὴν καὶ ἐπιμονὴν τῆς διηγήσεως ἔχει ἐκεῖ. |
| Pr 637 [5] | ἡ σύνταξις, ἐνταῦθα ὅπου μέλλει τις οἰκτειρηθῆναι παρὰ τῶν ἀκουόντων, ἤγουν ὅπου εἰσὶν ἀκροαταὶ συμπαθεῖς καὶ οἰκτίρμονες, ἀξίαν καὶ πρέπουσαν σχολὴν ἔχει ἀποκλαῦσαι καὶ θρηνῆσαι τὰς οἰκείας τύχας. A. ἀποκλαῦσαι] αὐτάς. τύχας] τὰς σὰς δυστυχίας. B. ἐνταῦθ’] εἰς ἐκεῖνο τὸ πρᾶγμα. |
| Pr 638 | ὅπη] ὅπου. B. πρὸς τῶν κλυόντων] παρὰ τῶν ἀκουόντων. |
| Pr 639 | B. ἀξίαν τριβήν] ἔγκαιρον διήγησιν. O. ἀργίαν. εἰς ὃ πρᾶγμα τοὺς συναλγήσοντας ἕξει τις, εἰ διατρίψει διηγούμενος, τοῦτο οὐκ εἰς κενὸν αὐτῷ ἡ διατριβὴ ἔσται. B. οὐκ οἶδ’ ὅπως] ἡ Ἰώ φησι πρὸς τὸν χορὸν ὅτι οὐκ οἶδα πῶς ἀπειθήσω ὑμῖν θελούσαις μαθεῖν τὰ περὶ ἐμοῦ. |
| Pr 640 [15] | ἐν λόγῳ δὲ ἀληθεῖ μαθήσεσθε ἅπαν ὅπερ θέλετε. καίτοι καὶ εἰς δάκρυα ἐμβάλλομαι διηγουμένη τὴν ἐκ θεῶν ἐπελθοῦσάν μοι ζάλην καὶ τὸν κλύδωνα τῶν συμφορῶν καὶ τὴν ἀλλοίωσιν τῆς ἐμῆς μορφῆς, ὅθεν μοι ἐπῆλθεν. εἶτα ἀφηγεῖται τὴν πᾶσαν ὑπόθεσιν, τὸν τοῦ Διὸς ἔρωτα πρὸς αὐτὴν, τὴν τοῦ πατρὸς Ἰνάχου πρὸς τὴν Πυθίαν ἀποστολὴν, τὴν τοῦ Ἀπόλλωνος μαντείαν, καὶ τὴν ἑαυτῆς ἐκδίωξιν ἀπὸ τοῦ οἴκου τοῦ πατρὸς, καὶ τὴν εἰς βοῦν μεταβολὴν, καὶ τὴν τοῦ Ἄργου τοῦ πανόπτου φυλακὴν, λέγουσα ὅτι ἀεὶ ὄψεις νυκτεριναὶ, ἤτοι ὄνειροι ἀναστρεφόμενοι εἰς τοὺς ἐμοὺς οἴκους, ἔλεγον ἐν λόγοις ὁμαλοῖς πρὸς ἐμὲ, ὦ μεγάλως εὐτυχεστάτη κόρη, τί παρθένος μένεις ἐπὶ πολὺ, δυνατοῦ σοι ὄντος γάμου μεγίστου τυχεῖν; ὁ γὰρ Ζεὺς κατακαίεται βέλει τοῦ σοῦ ἔρωτος καὶ θέλει συμβοηθῆσαι αὐτῷ καὶ τὴν Ἀφροδίτην. σὺ δὲ μὴ ἀπορρίψῃς τὴν τοῦ Διὸς συνουσίαν, ἀλλ’ ἔξελθε πρὸς τὴν πηγὴν τὴν Λέρνην, ἵνα ὁ Ζεὺς παυθῇ τοῦ ἔρωτος. A. ὅπως] πῶς. ἀπιστῆσαι] ἀπιθῆσαι. χρὴ] πρέπει. B. σαφεῖ δὲ μύθῳ] ἀληθεῖ λόγῳ. |
| Pr 641 | B. πεύσεσθε] μαθήσετε. |
| Pr 642 | B. θεόσσυτον χειμῶνα] θεοπόρευτον. |
| Pr 643 | O. τὴν ἐκ τῆς Ἥρας ὁρμηθεῖσαν δυστυχίαν. B. ὅθεν] ἀφ’ ἧς αἰτίας. |
| Pr 644 | προσέπτατο] ἐπῆλθε. B. ὄψεις ἔννυχοι] θεωρίαι νυκτεριναὶ, ὀνείρατα. |
| Pr 645 | πολεύμεναι] ἐπερχόμεναι. B. ἐς παρθενῶνας] εἰς τοὺς οἴκους. |
| Pr 646 | παρηγόρουν] παρέπειθον, ἠπάτων με. B. λείοισι] μαλακοῖς, θελκτικοῖς. |
| Pr 647 | μέγ’ εὐδαίμων] λίαν εὐτυχής. B. δαρὸν] ἐπιπολύ. |
| Pr 648 | ἐξὸν] δυνατοῦ ὄντος. B. ἱμέρου] ἐπιθυμίας τῆς σῆς. |
| Pr 649 | B. τέθαλπται] ἐξεκαύθη, τέτρωται. |
| Pr 650 [5] | ἐπειδήπερ τὸν ἔρωτα καὶ βέλη καὶ πῦρ φέρειν φασὶ, διὰ τοῦτο οὐκ εἶπε τέτρωται πρὸς τὸ βέλει, ἀλλὰ τέθαλπται, παριστὰς ἐντεῦθεν τὸ πῦρ τοῦ θεοῦ. συναίρεσθαι Κύπριν] μετὰ σοῦ λαβεῖν εἰς γαμικὴν φιλίαν Ἀφροδίτην. συναίρομαί σοι τοῦδε καὶ συναίρομαί σοι τόδε, B. ξυναίρεσθαι] γρ. ξυνάρασθαι. συναίρομαι τὸ συλλαμβάνω καὶ τὸ συμβοηθῶ. συμβοηθῆσαι, ὑπουργῆσαι εἰς μίξιν καὶ συνελθεῖν. P. ἀπολακτίσῃς] ἀποφύγῃς. |
| Pr 651 | O. ἀπορρίψῃς, ἀτιμάσῃς. B. Λέρνη] πηγὴ Ἄργους. |
| Pr 652 | B. λειμῶνα] λιβαδιαστικὸν τόπον. |
| Pr 653 | O. ἄλσος. B. βουστάσεις πατρὸς] προάστια, ἔνθα ἵσταντο οἱ βόες τοῦ πατρός. O. ὡς] ἵνα. |
| Pr 654 | λωφήσῃ] καταπαύσῃ. B. τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι] τοιούτοις ὀνείροις συνειχόμην ἡ ἀθλία κατὰ πάσας νύκτας ἔς τε καὶ ἕως οὗ ὑπέμεινα ταῦτα ἀναγγεῖλαι καὶ εἰπεῖν τῷ πατρί μου. |
| Pr 655 [15] | ὁ δὲ πατήρ μου εἰς τὴν Πυθὼ καὶ εἰς τὴν γῆν τῆς Δωδώνης, εἰς τὰ τοῦ Ἀπόλλωνος μαντεῖα, ἔπεμπε πολλοὺς θεοπρόπους, ἢ θεωροὺς μηνυτὰς τῶν μαντείων, ἵνα μάθῃ τί ποιήσει ἢ εἴπῃ. ὑπέστρεψαν δὲ καὶ ἦλθον οἱ ἀποσταλέντες παρ’ ἐκείνου, ἀναγγέλλοντες καὶ μηνύοντες μαντείας ποικίλας καὶ αἰνιγματώδεις καὶ ἀσαφεῖς· τοῦτο γὰρ δηλοῖ τὸ ἀσήμους, ἀντὶ τοῦ οὐ φανερούς. τὸ δὲ “δυσκρίτως εἰρημένους” ἀντὶ τοῦ αἰνιγματωδῶς καὶ λοξῶς λεχθέντας. ὕστερον δὲ ἦλθε τῷ Ἰνάχῳ μαντεία φανερὰ, λέγουσα καὶ παραινοῦσα ἐκβάλλειν ἐμὲ τῶν τε οἴκων πόρρω καὶ τῶν τῆς πατρίδος χώρων ἀπόλυτον πλανᾶσθαι ἕως ἐσχάτου τῆς γῆς. καὶ ἐὰν οὐ θέλῃ, ἐπελθεῖν εἰς αὐτὸν πυρίνην ὄψιν ἔχοντα κεραυνὸν τοῦ Διὸς, ὃς πᾶν τὸ γένος αὐτοῦ ἀφανίσει. A. εὐφρόνας] τὰς νύκτας. B. ἔς τε] μέχρι ὅτου. |
| Pr 656 | B. ἔτλην γεγωνεῖν νυκτίφοιτ’ ὀνείρατα] ὑπέμεινα ἐγὼ εἰπεῖν τὰ ἐν τῇ νυκτὶ ἐπερχόμενά μοι. |
| Pr 657 | B. Πυθὼ] τὸ μαντεῖον τοῦ Ἀπόλλωνος. |
| Pr 658 | Δωδώνην] πόλις ἔνθα Διὸς ἱερὸν ἦν ἔχον δρῦν λαλοῦσαν καὶ μαντευομένην. B. θεοπρόπους] Ὁμηρικὴ ἡ λέξις. |
| Pr 659 | P. θεοπρόπος οὐ μόνον ὁ μάντις, ἀλλὰ καὶ ὁ πεμπόμενος δέχεσθαι παρὰ θεῶν χρησμούς. ἴαλλεν] ἔπεμπεν. B. λέγοντα] αὐτόν. |
| Pr 660 | δαίμοσι] τοῖς θεοῖς. φίλα] προσφιλές. B. ἀναγγέλλοντες] δηλοῦντες. |
| Pr 661 | αἰολοστόμους] ποικίλους, δυσνοήτους. B. ἀσήμως δυσκρίτως] σκοτεινῶς, ἀγνώστως. |
| Pr 662 | τὸ ἀσήμως καὶ δυσκρίτως εἰρημένους ἑρμηνεία ἐστὶ πρὸς τὸ αἰολοστόμους. B. ἐναργὴς βάξις] φήμη, ἀγγελία. |
| Pr 663 | O. φανερὰ ῥῆσις. B. ἐπισκήπτουσα] παραινοῦσα, προστάττουσα. |
| Pr 664 | μυθουμένη] λέγουσα. B. πάτρας ὠθεῖν με] τῆς πατρίδος ἐκβάλλειν ἐμέ. |
| Pr 665 | B. ἄφετον] ἐλεύθερον. |
| Pr 666 | B. κεἰ μὴ θέλει] ὁ Ἴναχος τοῦτο ποιῆσαι. |
| Pr 667 | B. πυρωπὸν] καυστικόν. O. πυρώδη. μολεῖν] ἐλθεῖν. B. πᾶν] ὅλον. |
| Pr 668 [5] | ἐξαϊστώσει] ἀφανίσει. B. τοιοῖσδε πεισθείς] τοιαύταις μαντείαις τοῦ Ἀπόλλωνος πεισθεὶς ὁ πατήρ μου Ἴναχος ἐξεδίωξέ με ἀπὸ τῶν οἴκων ἄκουσαν ἄκων, μήτε ἐκεῖνος θέλων, μήτε ἐμὲ θέλουσαν, ἀλλ’ ἐβίαζεν αὐτὸν κατὰ ἀνάγκην ταῦτα ποιεῖν ὁ τοῦ Διὸς χαλινὸς, τὸ βούλημα τοῦ Διὸς καὶ ἡ βία, ἤγουν αὐτὸς ὁ Ζεὺς κατὰ περίφρασιν. |
| Pr 669 | τηνικαῦτα δὲ μετάμειψις καὶ ἀλλοίωσις γέγονε τῆς ἐμῆς μορφῆς· μετεβλήθην γὰρ εἰς βοῦν, καὶ αἱ φρένες διεστραμμέναι ἦσαν ἐμοί. οὐ γὰρ εἶχον πεφρενῶσθαι ἀνθρωπίνως. A. διὰ τούτων καταπεισθείς. Λοξίου] τοῦ Ἀπόλλωνος. B. ἐξήλασε] ἐδίωξε. |
| Pr 670 | κἀπέκλεισε] ἔξω ἔκλεισε τῶν δωμάτων. B. ἄκουσαν ἄκων] μὴ βουλομένην καὶ μὴ βουλόμενος. |
| Pr 671 | νιν] αὐτόν. B. πρὸς βίαν πράσσειν τάδε] βιαίως ἐμέ. |
| Pr 672 | B. μορφή] ἡ ἐμή. |
| Pr 673 | διάστροφοι ἦσαν] διεστραμμέναι ἐγένοντο. B. κεράστις] ἤτοι κέρατα ἔχουσα, βοῦς κερασφόρος γενομένη, ὡς βλέπετε, τρωθεῖσα μύωπι ὀξυστόμῳ, τῷ ὀξέως δάκνοντι, μανικῶς ᾖσσον, ὥρμων καὶ ἐκινούμην, πρός τε τὸν ῥοῦν τῆς Κέγχρης, ἥτις κρήνη ἐστὶν Ἄργους, καὶ πρὸς τὴν Λέρνην τὴν πηγήν. |
| Pr 674 [5] | A. κεράστις] κερασφόρος. ὡς] καθά. ὀξυστόμῳ] ὀξὺ στόμα ἔχοντι. μύωπι] πλήκτρῳ. χρισθεῖς’] παρακινηθεῖσα. B. μύωπι χρισθεῖς’, ἐμμανεῖ σκιρτήματι] πάνυ ἐπιτηδείως ὁ Αἰσχύλος ἐχρήσατο τῷ λόγῳ τοῦ κέντρου διὰ τὸ περιστᾶν τὴν Ἰὼ βοόμορφον· εἰώθασι γὰρ οἱ βόες κέντροις πρὸς ἐργασίαν νύττεσθαι. |
| Pr 675 | O.P. ᾖσσον] ὥρμησα, ἦλθον. |
| Pr 676 | εὔποτον ῥέος] τὸ καλῶς καὶ ἡδέως πινόμενον ῥεῦμα. B. γηγενὴς] ὁ ἐκ τῆς γῆς γεννηθείς. |
| Pr 677 [5] | B. βουκόλος δὲ γηγενής] βουκόλος δὲ ἀπηνὴς καὶ ἀνήμερος (λέγει δὲ τὸν Ἄργον, τὸν πανόπτην, ὃν βουκόλον καλεῖ, διὰ τὸ ἐπιστατεῖν αὐτῆς μεταβληθείσης εἰς βοῦν) ὡμάρτει καὶ συνηκολούθει μοι ἐν πυκνοῖς ὀφθαλμοῖς, (πολυόφθαλμος γὰρ ἦν, ὡς προείρηται) δεδορκὼς καὶ ἐπιτηρῶν καὶ βλέπων τὰς ἐμὰς ὁδούς. ἀνέλπιστος δὲ θάνατος αὐτὸν τῆς ζωῆς ἀπεστέρησεν· ὁ γὰρ Ἑρμῆς, πεμφθεὶς ὑπὸ τοῦ διὸς ἐπὶ τῷ ἀναλαβέσθαι τὴν Ἰὼ ἐξ αὐτοῦ, ἀνεῖλεν αὐτὸν διὰ λιθείας βολῆς. O.P. ἄκρατος] ὁ μηδὲν ἡμερότητος ἐν ἑαυτῷ φέρων, ἀλλ’ ἄκρατος ὢν τὴν ὀργὴν, ἤτοι ἀκαταπόνητος, μὴ κρατούμενος. |
| Pr 678 [5] | A. ἄκρατος ὀργὴν] ὁ πολὺς καὶ ἀκράτητος κατὰ τὴν ὀργήν. B. ἄκρατον δὲ λέγει αὐτὸν κατὰ τὴν ὀργὴν καὶ λίαν ὀργίλον ὄντα καὶ μηδὲν ἡμερότητος ἐν ἑαυτῷ περιφέροντα. ἐγὼ δὲ, ὑπὸ τοῦ οἴστρου πεπληγμένη, γῆς πρὸς γῆν ἐλαύνομαι, ἀντὶ τοῦ, ἀφ’ ἑτέρας γῆς εἰς ἑτέραν πορεύομαι καὶ ἐλαύνομαι πλανωμένη. P. ὄσσοις δεδορκὼς] ἠκολούθει πυκνοῖς, συχνοῖς ὀφθαλμοῖς βλέπων. |
| Pr 679 | τοὺς ἐμοὺς κατὰ στίβους] τὰς ἐμὰς ὁδοιπορείας. B. ἀπροσδόκητος] ἀνέλπιστος. |
| Pr 680 | αἰφνίδιος μόρος] ἐξαίφνης θάνατος. B. οἰστρόπληξ] οἰστρόπληξ, ὁ ὑπὸ οἴστρου πλησσόμενος. |
| Pr 681 [5] | καὶ βουπλήξ ὁ τὸν βοῦν πλήσσων. A. οἰστροπλήξ ὁ πλήσσων οἶστρος, οἰστρόπληξ δὲ ὁ ὑπὸ τοῦ οἴστρου πλησσόμενος. καὶ βουπλήξ ὁ τὸν βοῦν πλήσσων, βούπληξ δὲ ὁ πλησσόμενος ὑπὸ τοῦ βοός. P. μαινομένη, τῷ οἴστρῳ πληγεῖσα. B. θείᾳ] ἐκ τοῦ Διός. |
| Pr 682 [5] | γῆς] ἀπό. πρὸς γῆν] ἄλλην. ἐλαύνομαι] διώκομαι. B. κλύεις τὰ πραχθέντα] καταλέξασα καὶ προειποῦσα ἃ πέπονθε νῦν φησὶ πρὸς τὸν Προμηθέα, ἤκουσας ἃ πέπονθα, ἀντὶ τοῦ, ταῦτά ἐστιν ἃ εἶπόν σοι, ἤγουν τὰ ἐμὰ παθήματα, εἰ δὲ καὶ ἄλλο τι ἔχεις σὺ εἰπεῖν ἐπίλοιπον τῶν ἐμῶν πόνων, σήμαινε, δείκνυε, λέγε μοι, μηδὲ οἰκτίσας ξύνθαλπε λόγοις ψευδέσι· οἱονεὶ, μή με αἰδούμενος μηδ’ ἐλεῶν παρηγόρει λόγοις ψευδέσιν· ὡς τὸ “μηδέ τί μ’ αἰδόμενος “μειλίσσεο μηδ’ ἐλεαίρων, ἀλλ’ εὖ μοι κατάλεξον. |
| Pr 683 [10] | ” A. νόσημα γὰρ κάκιστόν φημι τοὺς ψευδεῖς λόγους καὶ μὴ τὴν ἀλήθειαν ἐμφανῶς λέγοντας. O.P. τὰ πραχθέντ’] τὰ εἰς ἐμὲ, τὰ γενόμενα. εἰ δ’ ἔχεις] Προμηθεῦ. B. πόνων] τῶν ἐμῶν κόπων. |
| Pr 684 | σήμαινε] δήλου. οἰκτίσας] ἐλεήσας. B. ξύνθαλπε μύθοις] βοήθει, παραμυθοῦ. |
| Pr 685 | B. συνθέτους λόγους] ψευδεῖς. |
| Pr 686 | ἤγουν τὸ παρὰ τὸ ὂν συντεθέν. O. συνθέτους] τοὺς ψευδεῖς. B. ἔα, ἔα] φεῦ, φεῦ. |
| Pr 687 | ἐπιρρηματικόν. B. ἄπεχε] ἀποχώρει. P. οὔποτ’] οὐδέποτε. |
| Pr 688 [10] | ξένους] ἀλλοτρίους. μολεῖσθαι] ἐλθεῖν. B. οὔποτ’ οὔποτ’ ηὔχουν] ἐθάρρουν, ἤλπιζον, προσεδόκων. γρ. ηὐχόμην. P. ηὐχόμην] ὁ χορὸς ἀκούσας τῶν τῆς Ἰοῦς τληπαθημάτων φησὶ, φεῦ, οὐδέποτε ἔλεγον ἢ προσεδόκων ἢ ἐκαυχώμην εἰς τὴν ἐμὴν ἀκοὴν ἐλθεῖν λόγους παραδόξους· οὐδ’ οὕτως ᾠόμην τὰ δυσθέατα καὶ κάκιστα καὶ δύσοιστα καὶ ἃ δυσκόλως τις ὑπομείνῃ πήματα, ἤτοι βλάβας, ἐν ἀμφήκει κέντρῳ καὶ ἀμφοτέρωθεν τέμνοντι ψύχειν ἤγουν νεκροῦν τὴν ἐμὴν ψυχήν. O.P. ξένους] σκυθρωποὺς, παραδόξους. γρ. ξύννους. P. εἰς ἀκοὰν ἐμὰν] εἰς τὴν ἀκοὴν ἐμήν. |
| Pr 689 | ὧδε δυσθέατα] οὕτως δυσθεώρητα. B. δύσοιστα] δυσυπομόνητα. |
| Pr 690 | O. ἀφόρητα. B. πήματα, λύματα, δείματα] βλάβας, φθορὰς, φόβους. |
| Pr 691 | B. λύματα] ἢ ὀλέθρια, παρὰ τὸ λυμαίνω, ἢ καθάρσεως δεόμενα, ὡς ἀποτρόπαια. διὸ καὶ ἄπεχε εἶπεν. εἰσὶ μὲν οὖν πήματα τῇ Ἰοῖ, λύματα δὲ τῷ ἀκούοντι χορῷ δεομένῳ καθάρσεως. P. ἀμφήκει] ἀμφοτέρωθεν πλήττοντι. |
| Pr 692 | B. ψύχειν] ψυχραίνειν, νεκροῦν, λυπεῖν. P. ἰὼ] φεῦ. |
| Pr 694 | μοῖρα] τύχη. B. πέφρικ’] ἐφοβήθην. |
| Pr 695 | B. πρό γε στενάζεις] ἤτοι πρὶν ἢ μάθοις καὶ τὰ λοιπὰ, δυσφορεῖς καὶ θαυμάζεις ταῦτα καὶ περίφοβος εἶ· καρτέρησον ἕως οὗ καὶ τὰ λοιπὰ μάθῃς. |
| Pr 696 [5] | ἡ δέ φησι, λέγε· τοῖς γὰρ κακῶς πάσχουσιν εὐφραντὸν τὸ προγινώσκειν καὶ εἴ τι ἄλλο λυπηρὸν μέλλουσι παθεῖν. A. στενάζεις] θρηνεῖς. πλέα] πεπληρωμένη. B. ἐπίσχες] πρόσμεινον, ἢ κράτησον τὸ στενάζειν. |
| Pr 697 | προσμάθοις] ἐξ ἐμοῦ. B. λέγε] ταῦτα. |
| Pr 698 | ἐκδίδασκε] ἐμέ. B. πλατέως λέγε. O. τὸ λοιπὸν] τὸ ὑπόλοιπον. |
| Pr 699 | προὐξεπίστασθαι τορῶς] γινώσκειν ἀληθῶς, βεβαίως. B. τὴν πρίν γε χρείαν] ὑμεῖς μὲν οὖν οὗ ἐχρῄζετε ἐτύχετε, καὶ ἤδη τὸ παρ’ ὑμῶν ζητούμενον ἤνυσται. |
| Pr 700 [5] | τοῦτο δὲ ἦν τὸ μαθεῖν τὰ τῆς Ἰοῦς καὶ ὅσα πέπονθε, πλὴν ἐξ αὐτῆς καὶ οὐ παρ’ ἄλλου τινός. A. τοῦ ἀκοῦσαι τῆς Ἰοῦς. ἠνύσασθ’ ἐμοῦ πάρα] ἐτελειώσατε ὅσον παρ’ ἐμοῦ. B. κούφως] ἐλαφρῶς, εὐκόλως. |
| Pr 701 | τῆσδε πρῶτ’] ταύτης καταρχάς. B. ἐξηγουμένης] διεξηγουμένης. |
| Pr 702 | B. οἷα χρή] ὁποῖα ἀπόκειται. |
| Pr 703 | B. τλῆναι] ὑπομεῖναι, παθεῖν. |
| Pr 704 | πρὸς Ἥρας] παρὰ τῆς Ἥρας. τήνδε] τὴν Ἰοῦν. B. Ἰνάχειον σπέρμα] ὦ σπέρμα τοῦ Ἰνάχου. |
| Pr 705 | B. θυμῷ] ἐν τῷ σῷ λογισμῷ. |
| Pr 706 | ὡς] ἵνα. τέρματ’] τὰ σημεῖα. B. ἐνθένδ’] ἐκ τούτου. |
| Pr 707 | B. στεῖχ’] πορεύου. |
| Pr 708 | ἀνηρότους] τοὺς μὴ ἀροτριῶντας. γύας] ἔθνος. B. οἳ πλεκτὰς στέγας] οἵτινες οἱ Σκύθαι ναίουσι καὶ κατοικοῦσι πλεκτὰς στέγας, πεδάρσιοι δηλονότι, καὶ ἀπὸ τῆς γῆς ἐπαιρόμενοι καὶ ὑψούμενοι ἐπὶ τοῖς εὐκύκλοις ὄχοις, ἤτοι ταῖς ἁμάξαις ταῖς εὐτρόχοις. |
| Pr 709 [5] | τούτων γὰρ ἄνωθεν οἱ Σκύθαι τὰς ἑαυτῶν ποιοῦνται σκηνὰς ἐξηρτημένοι καὶ θαρροῦντες οἷον ἐν τοῖς ἑκηβόλοις τόξοις. P. Σκύθας] εἰς τοὺς Σκύθας. ἀφίξῃ] μέλλεις ἐλθεῖν. νομάδας] τὸν νομαδικὸν βίον βιοῦντας. πλεκτὰς στέγας] πεπλεγμένας οἰκίας. B. πεδάρσιοι] ἐν πεδίῳ αἰρόμενοι. |
| Pr 710 | ἐπ’ εὐκύκλοις ὄχοις] καλοὺς τροχοὺς ἔχουσι ἐν τοῖς ἅρμασι. B. ἐκηβόλοις] μακρόθεν βάλλουσι. |
| Pr 711 [5] | ἐξηρτημένοι] παρεσκευασμένοι. B. τοῖς τόξοις ἐξαρτῶντες. O. οἷς μὴ πελάζειν] οἷστισι Σκύθαις μὴ προσπέλαζε καὶ πλησίαζε, διότι ἀναιρεταὶ τῶν ξένων εἰσὶν, ἀλλὰ χρίμπτουσα καὶ προσεγγίζουσα ταῖς ῥαχίαις καὶ ταῖς παραθαλασσίαις πέτραις ταῖς ἁλιστόνοις ταῖς ὑπὸ τῆς ἁλὸς στεναζούσαις καὶ ἠχούσαις, ἐκπέρα τὴν χθόνα καὶ τὴν γῆν τῶν Γυπόδων. |
| Pr 712 [10] | τὴν γὰρ αἰτιατικὴν τὸ Γύποδας ἀντὶ γενικῆς νόει κατ’ ἀντίπτωσιν. Ἄλλως. ὑπὸ ἁλὸς τινασσομέναις. μὴ δι’ ὀρεινῶν, φησὶ, τόπων πορεύου, ἀλλὰ δι’ ἐναλίων. Γύποδες δὲ ὄνομα ἔθνους. ἕτεροι δὲ ἐν τῷ γύποδας τὸ γυ ποιοῦνται γε καὶ τὸν τόνον καταβιβάζοντες λέγουσιν οὕτως, ἁλιστόνοις γε πόδας χρίμπτουσα ῥαχίαισιν, ἤτοι προσεγγίζουσα τοὺς πόδας ταῖς ῥαχίαις πέτραις, ἤγουν διὰ τῶν οἰκείων ποδῶν περῶσα. ἄλλοι δὲ γυμνόποδας, γυμνοὺς κατὰ πόδας, ἐξεδέξαντο κατὰ συγκοπήν. A. μὴ πελάζειν] μὴ θέλε πλησιάζειν. ἁλιστόνοις] ταῖς στεναγμόν σοι ποιούσαις ἐν τῷ πλανᾶσθαι, διέρχεσθαι δι’ αὐτῶν. B. χρίμπτουσα] πλησιάζουσα. |
| Pr 713 [5] | ῥαχίαισιν] διὰ τῶν ῥαχῶν. B. ῥαχίασιν] πᾶς πετρώδης αἰγιαλὸς, ᾧ προσάρακτόν τι κῦμα. ἐκπερᾶν] θέλε. χθόνα] τὴν αὐτῶν. C. λαιᾶς δὲ χειρὸς] ἐν τοῖς ἀριστεροῖς, φησὶ, μέρεσι κατοικοῦσιν οἱ τὸν σίδηρον ἐργαζόμενοι Χάλυβες, οὓς πρέπει φυλάξασθαι ἤγουν ἀποφυγεῖν καὶ μὴ προσελθεῖν αὐτοῖς, διότι ἀνήμεροί εἰσιν, οὐδὲ τοῖς ξένοις πλησιαζόμενοι, ἤτοι ὑπὸ τῶν ξένων· βλάπτονται γὰρ παρ’ αὐτῶν οἱ ἐκεῖσε ἀφικόμενοι. |
| Pr 714 | A. λαιᾶς] ἐπὶ τῆς ἀριστερᾶς. σιδηροτέκτονες] οἱ τὸν σίδηρον κατασκευάζοντες. B. οἰκοῦσι] κατοικοῦσι. |
| Pr 715 | B. ἀνήμεροι] ἄγριοί εἰσι. |
| Pr 716 | πρόσπλαστοι ξένοις] πλησιαστοὶ τοῖς ξένοις. B. ἥξεις δ’ ὑβριστὴν] ὑβριστὴν ποταμὸν τὸν Ἀράξην φησίν. |
| Pr 717 [10] | Ἀράξης δὲ λέγεται παρὰ τὸ ἀράσσειν καὶ ἠχεῖν τὰ κύματα αὐτοῦ. τῷ γὰρ ὀνόματι τούτου καὶ ἡ πρᾶξίς ἐστι συνᾴδουσα. ὅπερ Αἰσχύλος ἐμφαίνων φησὶν οὐ ψευδώνυμον ἤγουν οὐ μάτην κληθέντα Ἀράξην, ὃν μὴ περάσῃς· δύσκολος γὰρ καὶ οὐκ εὔβατός ἐστι περᾶσθαι. P. Ὕβρισε τὰς ἀρούρας, ἤτοι κατέλυσεν καὶ ἠρήμωσεν. ἀφύβρισε δὲ πέλαγος παρὰ Συνεσίῳ, ἀντὶ τοῦ ἔπαυσε. καὶ ἀφυβρικὼς βοῦς παρὰ τῷ Θεσσαλονίκης, ἤτοι γηραιὸς καὶ σώφρων καὶ τοῖς ἀφροδισίοις μὴ κάτοχος. P. ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον] ὃς διὰ τὸ ἐξάγεσθαι τῶν ὀρῶν καὶ κατακλύζειν τὰ παρατυχόντα οὕτω καλεῖται. ὑβριστὴς διὰ τὸ τὰ πέριξ ὀλλύειν καὶ διαφθείρειν ἀτάκτῳ φορᾷ, ὅθεν καὶ τὴν ἐπωνυμίαν ἀληθῶς ἔσχεν Ἀράξης, ὅπερ ἀπὸ τοῦ ἀράσσω τὸ πλήττω γίνεται. B. μὴ] ὅρα ἵνα. |
| Pr 718 | εὔβατος] εὔκολος. περᾶν] εἰς αὐτόν. B. πρὶν ἂν πρὸς αὐτὸν Καύκασον] ἤτοι πρὸς τὸ ἕτερον μέρος τοῦ Καυκάσου. |
| Pr 719 | ὁ γὰρ Προμηθεὺς ἔν τινι μέρει καὶ ἀκρωρείᾳ τοῦ Καυκάσου ἐσταυρώθη. ὁ δὲ Καύκασος ὄρος ἐπὶ πολὺ διῆκον. A. πρίν] μέχρι. μόλῃς] ἔλθῃς. B. ἔνθα] ὅπου. |
| Pr 720 | ποταμὸς] ὁ ὑβριστής. ἐκφυσᾷ μένος] ἐξάγει τὴν ὁρμὴν τοῦ ῥεύματος. B. κροτάφων ἀπ’ αὐτῶν] τῶν ὀφρύων τοῦ Καυκάσου. |
| Pr 721 | ἀστρογείτονας] τὰς μέχρις ἀστέρων διηκούσας. B. τοὺς ποταμοὺς οἱ παλαιοὶ βουκράνους ἱστοροῦσιν· ὅθεν Αἰσχύλος ἔφησε ἐνταῦθα τὸ κροτάφων. P. κορυφὰς] τοῦ Καυκάσου. |
| Pr 722 | ὑπερβάλλουσαν] ὑπερβᾶσαν. B. ἐνθ’ Ἀμαζόνων] ὡς τὸ πρῶτον τῶν Ἀμαζόνων ἐν Σκυθίᾳ οἱκουσῶν. |
| Pr 723 [20] | λέγει δὲ ὅπου καταλάβῃς τὸν στυγάνορα καὶ τὸν τοὺς ἄνδρας στυγοῦντα καὶ μισοῦντα στρατὸν τῶν Ἀμαζόνων, αἵτινες Ἀμαζόνες κατοικίσουσι ποτὲ τὴν Θεμίσκυραν πόλιν περὶ τὸν Θερμώδοντα ποταμὸν, ὅπου ἐστὶν ἡ τραχεῖα τῆς θαλάττης γνάθος, ἤγουν ὀξύτης, ἢ ἡ σιαγὼν ἡ Σαλμυδησσία, ἡ ἐχθρόξενος τοῖς ναύταις μητρυιὰ νεῶν. γνάθον οὖν εἶπε, διότι Σαλμυδησσία θάλασσα τοιοῦτον σχῆμα ἔχει οἷον καὶ ἡ τοῦ ὄνου γνάθος. τὸ δὲ ἐχθρόξενος καὶ μητρυιὰ νεῶν τροπικῶς εἴρηκεν, ἐκ μεταφορᾶς τῶν μητρυιῶν τῶν κακῶς καὶ ἀπεχθῶς διακειμένων πρὸς τοὺς μεθ’ ἑτέρας γυναικὸς τῶν οἰκείων ἀνδρῶν γόνους. οἱ γὰρ ἐκεῖσε διαπλέοντες καταποντίζονται. Ἄλλως. τὸ σχῆμα ἀναχρονισμός· τὸ γὰρ πρὸ πολλῶν χρόνων γενόμενον ὡς γενησόμενον λέγει. καὶ γὰρ πρὸ τοῦ Αἰσχύλου αἱ Ἀμαζόνες ἀφεῖσαι τὴν οἰκείαν πατρίδα κατῴκισαν Θεμίσκυραν πλησίον τοῦ Θερμώδοντος ποταμοῦ. νῦν δὲ λέγει καὶ μέλλουσι κατοικίσαι, ὡς τὸ πρότερον τῶν Ἀμαζόνων ἐν Σκυθίᾳ οἰκουσῶν. λέγονται δὲ Ἀμαζόνες ἢ ὅτι μάζαις καὶ ἄρτοις οὐκ ἐχρῶντο, ἢ ὅτι ἔκαιον τοὺς μαζοὺς, ἢ ὅτι οὐδ’ ὅλως εἶχον μαζοὺς, ἢ ὅτι μαζὸν οὐκ ἐθήλαζον, ἀλλὰ φοράδων γάλα ἤσθιον, οὖσαι νεογνοί. A. βῆναι] πορευθῆναι. B. στυγάνορα] τὸν τοὺς ἄνδρας στυγοῦντα. |
| Pr 724 | B. Θεμίσκυραν] ὄνομα τόπου Ἀρμενίας, ἢ ποταμός. O. πόλιν Σκυθίας. B. κατοικιοῦσιν] μέλλουσιν οἰκήσειν. |
| Pr 725 | B. Σαλμυδησσία] ὀξύτης, ἐξοχὴ τοῦ στόματος. |
| Pr 726 | O. ἡ Σαλμυδησία ἐστὶ ῥαχία ἀκρωτηριώδης ἐοικυῖα ὄνου γνάθῳ. καλεῖται δὲ ἀπό τινος Σαλμυδησοῦ ποταμοῦ ἐντεῦθεν ἐκρέοντος εἰς τὴν θάλασσαν. γνάθος] ἐοικυῖα. B. ἐχθρόξενος ναύτῃσι] ἐνταῦθα πλεῖστα ναυάγια νεῶν γίνεται. |
| Pr 727 | B. μητρυιὰ] φθοροποιός. O. μάλ’ ἀσμένως] φιλήσουσιν ὡς γυναῖκα. |
| Pr 728 | B. πύλαις] ἐξόδοις. |
| Pr 729 | A. λίμνης] τῆς Μαιώτιδος. B. Κιμμερικὸν] ἥξεις δὲ εἰς τὸν Ἰσθμὸν τὸν Κιμμερικὸν ἐπ’ αὐταῖς ταῖς στενοπόροις πύλαις τῆς λίμνης, δηλαδὴ τῆς Μαιώτιδος. |
| Pr 730 [20] | λέγει δὲ τὸν Κιμμερικὸν Βόσπορον, ὅς ἐστι πλήρωμα τῆς Μαιώτιδος λίμνης. O.P. Τοὺς Κιμμερίους οἱ πολλοὶ ἔθνος φασὶν ὑπάρχειν περὶ τὸν Ταῦρον Σκυθικὸν καὶ τὴν Μαιῶτιν λίμνην, οἵπερ ἀφώτιστοί εἰσιν, ἥλιον οὐχ ὁρῶντες, ἐν σκότῳ δὲ διάγουσιν ἔν τε νυκτὶ βαθείᾳ ἡμέρας τεσσαράκοντα· καιρὸς δ’ αὐτοῦ τοῦ σκότους, ὅταν ἐν αἰγοκέρωτι ὁ ἥλιος ὑπάρχῃ· ἄλλας δὲ τεσσαράκοντα ὁλόφωτοι τελοῦσιν. τοὺς Κιμμερίους δ’ Ὅμηρος περ’ Ἰταλίαν λέγει καὶ ἀφωτίστους εἰσαεὶ τούτους φησὶν ὑπάρχειν. εἰσὶ δὲ οἱ Κιμμέριον μέρος βραχὺ καὶ δῆμος ἔθνους τινὸς Ἰταλικοῦ· αἱ δὲ οἰκήσεις τούτων ἐν φάραγξι καὶ κοίλοις δὲ καὶ καταδένδροις τόποις, καὶ οὔτε ἥλιος αὐτοῖς οὐδόλως ἐπιλάμπει. ἐκεῖ καὶ λίμνη τίς ἐστι, Σιάχα καλουμένη· ᾗ καὶ τὰ φύλλα πίπτοντα βυθίζεται τῶν δένδρων. P. θρασυσπλάγχνως] θαρσαλέως. B. αὐλῶν’] τὸ στενὸν ὃ πρόσθεν ἰσθμὸν ἐκάλει. |
| Pr 731 | B. ἔσται] γενήσεται. |
| Pr 732 [5] | B. ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας] γενήσεται δὲ τοῖς ἀνθρώποις μεγάλη φήμη τῆς σῆς πορείας. Βόσπορος γὰρ ὀνομασθήσεται ἀεὶ ὁ τόπος ὁ θαλάσσιος, ὃν σὺ περάσεις βοῦς οὖσα. καταλείψασα δὲ τὴν Εὐρώπην ἔλθῃς εἰς τὴν γῆν τῆς Ἀσίας. O.P. ἐπώνυμος] σοῦ τῆς βοοός. |
| Pr 733 | B. κεκλήσεται] οὗτος ὁ ἰσθμός. |
| Pr 734 | B. Εὐρώπης πέδον] τὴν δύσιν. περιφραστικῶς τὴν Εὐρώπην. O. ἤπειρον] εἰς γῆν. |
| Pr 735 | Ἀσιάδ’] ἀνατολῆς. B. τύραννος] ὁ Ζεύς. |
| Pr 736 | ὁμῶς] ὁμοίως. B. βίαιος] σκληρὸς δυνάστης. |
| Pr 737 | τῇδε γὰρ θνητῇ] ταύτῃ τῇ Ἰοῖ. θεός] ὤν. B. ἐπέρριψε] ἐπέζευξεν. |
| Pr 738 | O. ἐπέφερε. B. πικροῦ] λυπηροῦ, ἀηδοῦς. |
| Pr 739 | ἔκυρσας] ἔτυχες. B. μνηστῆρος] ἀνδρός. |
| Pr 740 | B. σοὶ μηδέπω ’ν προοιμίοις] ἤγουν ἅτινα εἶπόν σοι μηδὲ χώραν ἔχουσι προοιμίου πρὸς ἃ μέλλεις παθεῖν. |
| Pr 741 [15] | O. διττόν ἐστι τοῦτο· ἃ εἶπον, ἀληθῆ λίαν νόμιζε, καὶ γὰρ οἱ σοφοὶ ἐν τοῖς προοιμίοις τῶν λόγων αὑτῶν ἔλεγον ψευδῆ· ἡνίκα δὲ περὶ τῶν πραγμάτων γυμνῶς ἔλεγον, γυμνῇ τῇ ἀληθείᾳ ἐν τούτοις ἐχρῶντο. ἢ ὅτι οὐδὲ χώραν ταῦτα ἔχουσι προοιμίου· ἃ γὰρ εἶπον, μικρά ἐστι πρὸς τὰ ἄλλα. A. ὁ τὴν προλεχθεῖσαν οὖν δεχόμενος ἔννοιαν συντασσέτω καὶ προοιμίους ἤγουν ψευδεῖς κατὰ πτῶσιν αἰτιατικήν. σὺ δὲ κλαίεις καὶ στενάζεις· τί ποιήσεις, ἐὰν καὶ τἄλλα μάθῃς κακά; P. δόκει] ἀληθῶς ὑμῖν ὑποπτεύεται, πρὸς τὸν χορόν φησι τοῦτο ὁ Προμηθεὺς, ὁ τῶν θεῶν τύραννος καὶ ἐξουσιαστὴς Ζεὺς ὁμοίως εἰς πάντας εἶναι βαρὺς καὶ βίαιος. ταύτῃ γὰρ τῇ ἀνθρώπῳ ἤγουν τῇ Ἰοῖ ὁ Ζεὺς θέλων συμμιγῆναι τὰς τοιαύτας πλάνας ἐπέθηκεν. O.P. εἶτα στρέφει τὸν λόγον πρὸς τὴν Ἰὼ καί φησι, σὺ δὲ, ὦ παρθένε, πικροῦ μνηστῆρος ἐπέτυχες, ὅσους γὰρ ἀκήκοας λόγους, εἶναι δόκει σοὶ μηδέπω ’ν προοιμίοις. ἔστι δὲ τοῦτο διττόν. ἢ ἃ εἶπον ἀληθῆ νόμιζε καὶ μηδὲ ψευδῆ· οἱ γὰρ σοφοὶ—πρὸς τὰ ἄλλα. (ut supra) P. δόκει σοὶ] νόμιζε. μηδέπω ’ν προοιμίοις] τοσοῦτοι γάρ εἰσιν οὓς μέλλεις ἀκοῦσαι, ὡς οὐδὲ προοίμια τούτων εἶναι οὓς ἤκουσας. B. ἰὼ ἰώ] φεῦ φεῦ. |
| Pr 742 | ἓ ἕ] φεῦ. B. σὺ δ’ αὖ κέκραγας] ἀποκλαίεται ὁ Προμηθεὺς, βλέπων αὐτὴν κακῶς πάσχουσαν παρὰ τοῦ Διός. |
| Pr 743 | A. ἀναμυχθίζῃ] ἀχθομένη. B. ὅταν τὰ λοιπὰ πυνθάνῃ] τὰ ἐπίλοιπά σοι μάθῃς. |
| Pr 744 [5] | B. ἦ γάρ τι λοιπὸν] ὁ χορὸς ἀκούσας τοῦ Προμηθέως εἰπόντος πρὸς τὴν Ἰὼ, σὺ δὲ κλαίεις ἐπὶ τούτοις οἷς ἤκουσας, τί ποιήσεις λοιπὸν ἐὰν μάθῃς καὶ ἃ μέλλεις ἔτι παθεῖν; φησὶ πρὸς αὐτὸν κατ’ ἐρώτησιν, ἆρα λέξεις τι ἐπίλοιπον τῶν βλαβῶν ταύτῃ; ἀντὶ τοῦ, ἄλλο τι λυπηρὸν εἴπῃς αὐτῇ; ὁ δὲ Προμηθεὺς ἀποκριθεὶς λέγει, ναὶ τὸ δυσχείμερον πέλαγος τῆς ἀτηρᾶς καὶ βλαβερᾶς δύης καὶ κακοπαθείας εἴποιμι ἂν, ἤτοι τὸ πλῆθος τῶν ἐσομένων αὐτῇ κακῶν. |
| Pr 745 [10] | τὸ δὲ δυσχείμερον πρὸς τὴν τῶν κακῶν αὐτῆς ποιότητα ἔφη. A. ἦ] ὄντως, ἄρα. B. τῇδε] τῇ Ἰοῖ. γρ. καὶ τῶνδε. O. δυσχείμερον] τὸ ἄγριον. |
| Pr 746 [5] | ἀτηρᾶς δύης] σκληρᾶς καὶ ἀφορήτου δυστυχίας. B. τί δῆτ’ ἐμοὶ ζῆν κέρδος] ἀκούσασα ἡ Ἰὼ τοῦ Προμηθέως εἰπόντος ὅτι καὶ ἄλλα πολλὰ κακὰ μέλλει παθεῖν αὐτὴ, φησὶ, ποία μοι ὠφέλεια τοῦ ζῆν, ἀλλ’ οὐ ταχέως ἔρριψα ἐμαυτὴν ἀπὸ ταύτης τῆς τραχείας πέτρας καὶ ὑψηλῆς (ὅπου ἦν ἐσταυρωμένος ὁ Προμηθεὺς) ὡς ἂν εἰς τὴν γῆν καταπεσοῦσα καὶ ἐκ τούτου φονευθεῖσα ἀπηλλάγην τῶν πολλῶν πόνων; κρεῖσσον γὰρ καὶ βέλτιον ἅπαξ ἀποθανεῖν παρὸ ζῆν καὶ τὰς ὅλας ἡμέρας κακοπαθεῖν. |
| Pr 747 | A. ζῆν κέρδος] τὸ ζῆν ὠφέλεια. ἐν τάχει] συντόμως. B. στύφλου] σκληρᾶς. |
| Pr 748 | B. σκήψασα] πεσοῦσα βαρέως. |
| Pr 749 | B. ἀπηλλάγην] ἠλευθερώθην. |
| Pr 750 | B. ἦ δυσπετῶς] ὁ Προμηθεὺς ἰδὼν τὴν Ἰὼ λυπουμένην δι’ ἃ πάσχει κακὰ, φησὶ πρὸς αὐτὴν, ὄντως ἂν δυσχερῶς τὰς ἐμὰς κακοπαθείας ὑπέμεινας καὶ ἐκαρτέρησας. |
| Pr 752 [10] | τὸ γὰρ φέροις ἀντὶ τοῦ ἔφερες· τοῦτο δὲ Ἀττικὸν, τὸ τοὺς εὐκτικοὺς ἐνεστῶτας ἀντὶ τῶν παρῳχημένων λαμβάνεσθαι. ᾧτινι ἐμοὶ οὐκ ἔστι πεπρωμένον ἀποθανεῖν, οἷα θεῷ. τοῦτο γὰρ ἂν, ἤτοι τὸ θανεῖν, ἦν μοι ἐλευθερία τῶν δεινῶν· νῦν δὲ οὐδέν μοι τέλος πρόκειται τῶν ἐμῶν κακοπαθειῶν, πρὶν ἂν ὁ Ζεὺς ἐκβληθῇ τῆς βασιλείας. A. ἦ] ὄντως, ἄρα. δυσπετῶς] δυσκόλως. τοὺς ἐμοὺς ἄθλους] τὰς ἐμὰς δυστυχίας δίκην ἀγῶνος ὑφίστασαι. B. ὅτῳ] ἐμοί. |
| Pr 753 | πεπρωμένον] μεμοιρασμένον. B. αὕτη] τὸ ἀποθανεῖν. |
| Pr 754 [5] | ἀπέδωκε τὴν σύνταξιν πρὸς τὸ ἀπαλλαγὴ, ὥσπερ τὸ, “ξύλινον μόρον εὑρόντες, ἣν καλέουσι παγίδα.” B. αὕτη πρὸς τὸ ἐπιφερόμενον ἀπαλλαγὴ, καὶ γὰρ οὐδέτερον ἔμελλε πρὸς τὸ πεπρωμένον, ἀλλ’ εἶπε πρὸς τὸ ἀπαλλαγὴ θετικὸν τὸ αὕτη. P. τέρμα] τέλος. |
| Pr 755 | προκείμενον] φανερόν. B. ἦ] ὄντως. |
| Pr 757 | B. τήνδ’ ἰδοῦσα συμφοράν] ἤτοι ἐκπεσεῖν τὸν Δία τῆς βασιλείας τῶν θεῶν συμφορὰν λέγει, τὴν σύμβασιν, ὡς ἀπιστοῦσα τῷ μέλλειν πεσεῖν τὸν Δία ἐκ τῆς βασιλείας. |
| Pr 758 [5] | πῶς οὐκ ἂν εὐφράνθην ἐγὼ ἐξ αὐτοῦ πολλὰ κακὰ καὶ ἐπαχθῆ πάσχουσα; A. ἥδοιμ’ ἂν] εὐφρανθείην. B. ἐκ Διὸς] ὑπὸ τοῦ Διός. |
| Pr 759 | B. ὡς τοίνυν ὄντων] ἤτοι ὡς βεβαίων καὶ ἀληθινῶν καὶ ἡδρασμένων καὶ ἐνεστώτων τούτων ὄντων πάρεστί σοι μαθεῖν. |
| Pr 760 | A. τῶνδ’] ὧν ὁ Ζεὺς πείσεται, λέγω τῆς ἀρχῆς ἐκπεσεῖν. B. πρὸς τοῦ] παρὰ τίνος, φησὶν, ἀφαιρεθήσεται τὰ σκῆπτρα, τύραννα, τουτέστι τυραννικῶς· οὕτως γὰρ ἔμελλεν εἰπεῖν· νῦν δὲ πρὸς τὸ σκῆπτρα τὴν σύνταξιν ἀπέδωκεν. |
| Pr 761 | ἢ τὰ τύραννα σκῆπτρα ἀντὶ τοῦ βασιλικά. B. αὐτὸς πρὸς αὑτοῦ κενοφρόνων βουλευμάτων] οὐκ εἰδὼς γὰρ, φησὶν, λήψεται τὴν Θέτιν, ἥτις τέξεται τὸν μέλλοντα ἐκβαλεῖν αὐτὸν τῆς ἀρχῆς. |
| Pr 762 [5] | O.P. αὐτὸς πρὸς αὑτοῦ] τινὲς λέγουσι τὸ πρός οὐ πρὸς τὸ αὑτοῦ, ἀλλὰ πρὸς τὸ βουλευμάτων, οὕτω, αὐτὸς πρὸς τῶν βουλευμάτων αὑτοῦ τῶν κενοφρόνων· σὺ δὲ πρὸς τὸ αὑτοῦ σύναπτε, ἵν’ ᾖ τὸ κενοφρόνων βουλευμάτων ἑρμηνεία τοῦ πρὸς αὑτοῦ. αὑτοῦ] παρανοίᾳ. κενοφρόνων] ἐκ τῶν ματαιοφρόνων. B. γαμεῖ γάμον] τῶν Ἀττικῶν ἔνθα λήγει τὸ ῥῆμα ἄρχεται τὸ ὄνομα. |
| Pr 764 | O. ἀσχαλᾷ] λυπηθήσεται. B. θέορτον, ἢ βρότειον] ζηλοτυποῦσα ἐρωτᾷ ἡ Ἰὼ τὸν Προμηθέα εἰ ὁ γάμος, ὃν μέλλει γαμῆσαι ὁ Ζεὺς, ἔσται ἤτοι θεᾶς τινος, ἢ ἀνθρώπου. |
| Pr 765 [10] | εἰπέ μοι, εἰ ἐστί σοι δυνατὸν ῥηθῆναι τοῦτο. ὁ δέ φησι πρὸς αὐτὴν, τί δ’ ὅντινα; ἀντὶ τοῦ, διὰ τί ἐρωτᾷς ὅντινα καὶ ποῖον γάμον γαμήσει ὁ Ζεύς; οὐ γὰρ πρέπει λέγεσθαι τοῦτο. εἶτα πάλιν ἐρωτᾷ ἡ Ἰὼ, ἆρα παρὰ τῆς γυναικὸς αὐτοῦ Ἥρας ἐκβληθήσεται τῆς βασιλείας; ὁ δὲ Προμηθεὺς ἀξυμφανῶς φησιν, ἥτις τέξεται παῖδα κρείττονα αὐτοῦ, ἤγουν τοῦ Διὸς, ἐκεῖνος τῆς βασιλείας καταβιβάσει αὐτόν. θέορτον, ἀπὸ τοῦ θεοῦ κινηθέντα, ἐκ τοῦ ὄρω τὸ διεγείρω καὶ τοῦ θεός. A. θέορτον] θεόρμητον. O. ἐκ θεοῦ ὁρμώμενον, ἤτοι θεῖον. ῥητὸν] δυνάμενον ῥηθῆναι. B. τί δ’ ὅντινα] ἐρωτᾷς. |
| Pr 766 | ῥητὸν αὐδᾶσθαι] ἄξιον λέγεσθαι. B. πρὸς] παρά. |
| Pr 767 | ἐξανίσταται] εἰκότως εἶπε τὸ ἐξανίσταται. ἐπειδὴ γὰρ θρόνων εἴρηκεν, ἐν δὲ τοῖς θρόνοις καθήμεθα, διὰ τοῦτο ἐξανίσταται εἶπεν, ἀντὶ τοῦ τῆς βασιλείας ἐκβληθήσεται. B. ἣ τέξεται] ἥτις τέξεται. |
| Pr 768 | φέρτερον] ἰσχυρότερον. B. πατρός] τοῦ σκοτεινοῦ. O. οὐδ’ ἔστιν αὐτῷ] τῷ Διῒ τίς ἀποδίωξις τῆς τοιαύτης τύχης, ἤτοι τοῦ μὴ συνελθεῖν τοιούτῳ γάμῳ; τίς οὖν ἐστιν ὅστις μέλλει λῦσαί σε ἀπὸ τῶν δεσμῶν, μὴ βουλομένου τοῦ Διὸς καὶ θέλοντος; A. |
| Pr 769 [5] | ἀποστροφὴ] ἀποφυγή. B. οὐ δῆτα] οὐδαμῶς. |
| Pr 770 | λυθῶ] ἐλευθερωθῶ. B. ἄκοντος] μὴ θέλοντος. |
| Pr 771 | B. τῶν] ὑπό. |
| Pr 772 | ἐκγόνων] ἀπό. χρεών] πρέπον. B. ἦ ’μὸς] ὁ ἐμός. |
| Pr 773 | κακῶν] ἀπὸ τῶν. B. τρίτος δὲ γένναν πρὸς δέκ’] τρισκαιδέκατος. |
| Pr 774 [20] | ἀπὸ Ἰοῦς Ἔπαφος, οὗ Λιβύη, ἧς Βῆλος, οὗ Δαναὸς, οὗ Ὑπερμνήστρα, ἡ μὴ κτείνασα τὸν Λυγκέα τὸν ὁμόζυγον, ἧς Ἄβας, οὗ Προῖτος, οὗ Ἀκρίσιος, οὗ Δανάη, ἧς Περσεὺς, οὗ Ἠλεκτρυὼν, οὗ Ἀλκμήνη, ἧς Ἡρακλῆς. B. τρίτος δὲ γένναν πρὸς δέκ’ ἄλλαισιν γοναῖς] τρισκαιδέκατος γόνος εὑρεθείη ὁ Ἡρακλῆς. εἰ οὕτως ἀριθμοίη καὶ γενεαλογοίη ὁ ἐρευνῶν ἀπὸ τοῦ Ἐπάφου τοῦ πρώτου γόνου, τοῦ γεννηθέντος ἐκ τῆς Ἰοῦς, ποιούμενος τὴν ἀρχὴν καὶ λέγων· ἐκ τῆς Ἰοῦς Ἔπαφος· οὗ Λιβύη· ἧς Βῆλος· οὗ Δαναός· οὗ Ὑπερμνήστρα, ἡ μὴ κτείνασα τὸν ὁμόζυγον· ἧς Ἄβας· οὗ Προῖτος· οὗ Ἀκρίσιος· οὗ Δανάη· ἧς Περσεύς· οὗ Ἠλεκτρυών· οὗ Ἀλκμήνη· ἧς Ἡρακλῆς. P. τρισκαιδέκατος, φησὶν, ἔσται ἀπὸ σοῦ κατὰ γενεὰν ὁ μέλλων λῦσαί με τῶν δεσμῶν. λέγει δὲ τὸν Ἡρακλέα· οὗτος γὰρ τρισκαιδέκατος ἀπὸ τῆς Ἰοῦς οὕτως. πρώτη ἡ Ἰὼ, ἀφ’ ἧς Ἔπαφος· οὗ Αἴγυπτος καὶ Δαναός. οὗ ἡ θυγάτηρ Ὑπερμνήστρα, ἡ φυλάξασα τὸν ἄνδρα αὑτῆς Λυγκέα· ἧς Ἄβας· οὗ Προῖτος· οὗ Ἀκρίσιος· οὗ Δανάη· ἧς Περσεύς· οὗ Ἀλκαῖος· οὗ Ἠλεκτρυών· οὗ Ἀλκμήνη· ἀφ’ ἧς καὶ Ἀμφιτρύωνος ἢ Διὸς τρισκαιδέκατος Ἡρακλῆς. O.P. ὡς μὴ νοήσασα τὸ ῥηθὲν τοῦτο λέγει ἡ Ἰώ· αὕτη ἡ χρησμῳδία, οὗτος ὁ λόγος, ὃν λέγεις, οὐδαμῶς ἐστιν εὐκόλως καὶ καλῶς νοούμενος. O.P. εὐξύμβλητος] νοητή. |
| Pr 775 | A. εὔγνωστος. B. μηδὲ] ἐπεὶ ἃ λέγω οὐ γινώσκεις. |
| Pr 776 | B. προτείνων] λέγων τὰ πρὸς ἡδονὴν καὶ ὠφέλειαν καὶ εἰς μέσον ταῦτα προθεὶς, εἶτα μὴ ἀφαίρει τὴν ἐκ τούτων ἡδονὴν καταλέγων μοι ἅπαντα. |
| Pr 777 | O.P. ἐξαπλῶν, διδούς. B. δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι] ἤτοι ἐκ δύο τινῶν λόγων καὶ ὑποθέσεων σὲ τῷ ἑτέρῳ καὶ τῷ ἑνὶ τούτων δωρήσομαι, ἤγουν δεξιώσομαι. |
| Pr 778 [5] | εἶτα φησὶν ἡ Ἰὼ, ποίοιν λόγοιν εἶπας; αὐτὸς πρόδειξον καὶ οὕτως ἐμοὶ αἵρεσιν δίδου, ποῖον ἂν ἐκ τούτων λάβοιμι. εἶτα πρὸς αὐτὴν λέγει ὁ Προμηθεὺς, ἰδοὺ, δίδωμί σοι αἵρεσιν· πρόκρινε γὰρ, ἢ τὰ ἐπίλοιπα τῶν σῶν πόνων λέξω σαφῶς, ἢ τὸν μέλλοντα λῦσαι ἐμὲ ἀπὸ τῶν δεσμῶν. O.P. δωρήσομαι] δεξιώσομαι. B. ἀντιστροφὴ τὸ σχῆμα. O. ποίοιν] λόγοιν. |
| Pr 779 | αἵρεσιν] ἐκλογὴν, πρόκρισιν. B. πόνων] τῶν σῶν κόπων. |
| Pr 780 | B. σαφηνῶς] ἀληθῶς. |
| Pr 781 [5] | O. φανερῶς. B. τούτων σὺ τὴν μὲν τῇδε] ἀκούσας ὁ χορὸς τοῦ Προμηθέως εἰπόντος πρὸς τὴν Ἰὼ ὅτι ἑλοῦ δυεῖν θάτερον, ἢ τὰ ἐπίλοιπα τῶν σῶν πόνων εἰπὲ, ἢ τὸν λύσοντά με τῶν δεσμῶν μαθεῖν, φησὶ πρὸς αὐτὸν ὁ χορὸς, τὴν μὲν μίαν χάριν θέλησον πληρῶσαι τῇ Ἰοῖ, ἤτοι τὸ εἰπεῖν αὐτῇ τὴν λοιπὴν πλάνην ἣν ἔτι μέλλει πλανηθῆναι· ἐμοὶ δὲ ἑτέραν δὸς χάριν, ἤτοι εἰπεῖν μοι καὶ ἀναδιδάξαι με τίς ὁ μέλλων λῦσαί σε· τοῦτο γὰρ θέλω μαθεῖν. |
| Pr 782 [10] | εἶτα κοινῶς πρός τε τὸν χορὸν καὶ τὴν Ἰώ φησιν ὁ Προμηθεὺς, ἐπεὶ θέλετε καὶ προθυμεῖσθε μαθεῖν, οὐκ ἀντιστῶ ὑμῖν εἰς τὸ μὴ εἰπεῖν πᾶν ὅσον θέλετε μαθεῖν. καὶ πρῶτόν σοι, ὦ Ἰοῖ, εἴπω τὴν πολύστροφον πλάνην, ἥντινα ἐγγράφου σὺ ἐν ταῖς δέλτοις καὶ βιβλίοις τῆς διανοίας σου. A. τῇδε] τῇ Ἰοῖ. B. μηδ’ ἀτιμάσῃς λόγους] μὴ ἀπορρίψῃς καὶ οὐκ ἐθελήσῃς εἰπεῖν. |
| Pr 783 | B. γέγωνε] εἰπέ. |
| Pr 784 | B. τὸν λύσοντα] τὸν ἐλευθερώσοντα. |
| Pr 785 | ποθῶ] ἀγαπῶ. B. προθυμεῖσθ’] προθυμίαν ἔχετε. |
| Pr 786 | οὐκ ἐναντιώσομαι] ὑμῖν. B. γεγωνεῖν] λέγειν. |
| Pr 787 | B. Ἰοῖ] ὦ. |
| Pr 788 | πολύδονον] πολυτάραχον. B. πολύδινον] πολύστροφον· γρ. πολυτάραχον. P. μνήμοσιν] ταῖς μνήμοσι καὶ ταῖς μνημονευτικαῖς· τοῦτο δὲ καὶ Πίνδαρός φησι λέγων “Πόθι φρενὸς ἐμᾶς γέγραπται,” τὴν ἀκριβῆ κατάληψιν αἰνιττόμενος. |
| Pr 789 [10] | τότε γὰρ, φησὶν, ἐγγράφου ταῖς σαῖς διανοίαις τὴν σὴν πολύστροφον πλάνην, ὅταν περάσῃς τὸν ποταμὸν τὸν Τάναϊν· τοῦτον γὰρ λέγει ὅρον καὶ ὁρισμὸν καὶ διαχωρισμὸν τῶν ἠπείρων, ἤτοι τῶν δύο γαιῶν τῆς Εὐρώπης καὶ τῆς Ἀσίας, ὡς καὶ ὁ περιηγητής “Εὐρώπην δ’ Ἀσίης Τάναϊς διὰ μέσσον “ὁρίζει.” ὁ δὲ Νεῖλος τὴν Εὐρώπην καὶ τὴν Λιβύην πρὸς ἀνατολάς. A. ἐγγράφου] ἐγχάραττε. μνήμοσι] μνημονευτικαῖς. B. ῥεῖθρον ἠπείρων ὅρον] τὸν Ἑλλήσποντον· τὸν Τάναϊν τῆς Ἀσίας καὶ Εὐρώπης ὁρισμόν. |
| Pr 790 | B. φλογῶπας, ἡλιοστιβεῖς] ἤγουν πρὸς τὴν ἀνατολὴν, ἔνθα βαδίζει ὁ ἥλιος. |
| Pr 791 | A. Πόντου] τοῦ Βοσπόρου. |
| Pr 792 [5] | B. φλοῖσβον] τὸν Εὐφράτην. O. ἐξίκῃ] ἐξέλθῃς. B. πρὸς Γοργόνεια πεδία] ἥτις Κισθήνη πόλις ἐστὶ Λιβύης ἢ Αἰθιοπίας, περὶ τὰ μέρη δὲ αὐτῆς κατοικοῦσιν αἱ Φορκίδες καὶ αἱ Γοργόνες οὕτω καλούμεναι, θυγατέρες Φόρκυνος, τοῦ υἱοῦ Πόντου καὶ τῆς Γῆς, καὶ Κητοῦς τῆς αὐτοῦ ἀδελφῆς· αὐτῇ γὰρ συμμιγεὶς ταύτας ἀπέτεκε. |
| Pr 793 [30] | καὶ αἱ μὲν Φορκίδες ἦσαν τρεῖς, ἡ Ἐνυὼ, ἡ Πεφρηδὼ καὶ ἡ Δεινώ· ἃς καὶ κυκνομόρφους φησὶν, ἢ διὰ τὸ εἶναι αὐτὰς λευκὰς, ἢ διὰ τὸ ἔχειν τραχήλους μακροὺς, ἢ διὰ τὸ ἔχειν εἶδος κύκνου. ἦσαν δὲ καὶ μονόδοντες· εἶχον δὲ καὶ αἱ τρεῖς ὀφθαλμὸν ἕνα, καὶ ἑτέρα παρ’ ἑτέρας λαμβάνουσα τὸν ὀφθαλμὸν ὅτε ἤθελεν ἔβλεπε καὶ πάλιν ἀπεδίδου τῇ ἑτέρᾳ. αἱ δὲ Γοργόνες ἦσαν, ἡ Σθενὼ ἡ Εὐρυάλεια καὶ ἡ Μέδουσα· εἶχον δὲ καὶ αὗται ἕνα ὀφθαλμὸν, ὥσπερ καὶ αἱ Φορκίδες. ἦσαν δὲ πτερωταὶ καὶ τρίχας δράκοντος ἔχουσαι, ἃς εἴ τις εἶδεν ἄνθρωπος, εὐθὺς ἐτελεύτα· εἶχον δὲ καὶ συῶν μεγάλων ὀδόντας, χεῖρας χαλκᾶς καὶ πτέρυγας αἷς ἐπέτοντο. Κισθήνη δὲ πόλις Λιβύης, ἢ Αἰθιοπίας. φησὶ δὲ ἐν τοῖς ἑξῆς, τοιοῦτο μέν σοι λέγω τοῦτο ἄξιον φυλάξασθαι, ἄλλην δὲ μάθε δυσχερῆ καὶ κακίστην ὄψιν, φύλαξαι δὲ καὶ πρόσχες μή πως ἀπέλθῃς ἔνθα εἰσὶν οἱ ἀκραγεῖς κύνες, ἤγουν οἱ γρῦπες, οἱ ἀεὶ κράζοντες λίαν, ἢ οὐ κράζοντες· περὶ ὧν Ἡσίοδος πρῶτος ἐτερατεύσατο. φύλαξαι δὲ καὶ τὸν μουνῶπα στρατὸν, ἤτοι τὸν μονόφθαλμον, τὸν Ἀριμασπὸν, τὸν ἐν τοῖς ἵπποις βαίνοντα, ἤτοι τὸν πολεμικὸν, οἵτινες οἰκοῦσι περὶ τὸ νᾶμα τοῦ πόρου καὶ τοῦ ὁρισμοῦ τοῦ Πλούτωνος. Πλούτων δέ ἐστι ποταμὸς Αἰθιοπίας. οὕτω δὲ λέγεται διὰ τὸ πολὺν ἐκεῖσε καταρρεῖν τὸν χρυσόν. A. Κισθίνης] Κισθίνη πόλις Αἰθιοπίας, περὶ δὲ αὐτὴν εἰσὶ τὰ Γοργόνεια πεδία, ἐν οἷς κατοικοῦσι Δινὼ, Πεφριδὼ καὶ Ἐνυὼ, αἱ τοῦ Φόρκυνος τοῦ υἱοῦ τοῦ Ποσειδῶνος καὶ Γῆς, ὃς μιγεὶς τοῦ ἑαυτοῦ ἀδελφῇ Κητοῖ ταύτας ἀπέτεκε. κατῴκουν δὲ ὑπὸ γῆν, καὶ οὔτε ἡλίῳ οὔτε σελήνῃ ἦσαν θεαταὶ, κυκνόμορφοι δὲ ἦσαν διὰ τὴν λευκότητα. B. δηναιαὶ] πολυχρόνιοι. |
| Pr 794 | O. ἀθάνατοι. B. ἐκτημέναι] κτησάμεναι. |
| Pr 795 | B. προσδέρκεται] βλέπει αὐτάς. |
| Pr 796 | B. μήνη] ἡ σελήνη. |
| Pr 797 | B. κατάπτεροι] πτερωταί. |
| Pr 798 | B. δρακοντόμαλλοι] ἀντὶ γὰρ πλοκάμου ὄφεις ἔχουσιν ἐξαπτομένους ταῖς κεφαλαῖς. |
| Pr 799 | B. οὐδεὶς εἰσιδὼν ἕξει πνοὰς] λιθοῦται γὰρ αὐτίκα. |
| Pr 800 | B. φρούριον] καταγωγὴν, ἣν ὀφείλεις φυλάξασθαι. |
| Pr 801 [10] | A. τοῦτο φρούριον] ἐνταῦθα τὸ ὅταν ἀποδίδοται, καὶ οὐχ ὡς φασί τινες ὄπισθε, λέγοντες οὕτω, ἣν ἐγγράφου σὺ μνήμοσι δέλτοις φρενῶν, τοῦτο, ὅταν περάσῃς τὸν τῆς Ἀσίας καὶ Εὐρώπης διορισμὸν Τάναϊν. ἀλλ’ εἰπὼν ὅταν περάσῃς τὸν Τάναϊν ἔστ’ ἂν εἰς τὰς Φόρκυνος θυγατέρας καὶ ἐς τὰς Γοργόνας ἀφίξῃ, ἐπιφέρει τοῦτο· τοιοῦτον μέν σοι φρούριον λέγω, τουτέστιν ἃς ἄνωθεν εἶπον Γοργόνας καὶ Φορκίδας δεῖ σε φυλάττεσθαι, ἵνα μὴ τὸ ζῆν ἀπολέσῃς. δόξει δὲ τισὶ τοῦτο δυσχερὲς, πλὴν οὐ τοῖς ἄριστα μεταχειριζομένοις τοὺς λόγους. B. ὀξυστόμους] ὀξυόδοντας. |
| Pr 803 | B. ἀκραγεῖς] τοὺς ἀεὶ κράζοντας. O. ἀφώνους. B. μουνῶπα] μονόφθαλμον. |
| Pr 804 | B. Ἀριμασπὸν] Ἀριμασπὸς ἐτυμολογεῖται ἀπὸ τοῦ ἐν τῷ Ἄρει καὶ τοῦ μασπῶ τὸ μετὰ αὐθαδείας κινεῖσθαι. |
| Pr 805 [5] | O. Ἀριμασποὶ καλοῦνται διὰ τὸ ἕνα ὀφθαλμὸν ἔχειν. ἄρι γὰρ κατὰ γλῶσσαν τὸ ἓν, καὶ μασπὸς ὁ ὀφθαλμὸς, καὶ αὐτὸ κατὰ γλῶσσαν. ἱπποβάμονα] ἱππικόν. B. νᾶμα Πλούτωνος] τοῦ Πακτωλοῦ, ἤγουν τοῦ πλουτοποιοῦ. |
| Pr 806 [5] | O. ἀπὸ τοῦ πολὺν ἐν τούτῳ χρυσὸν εὑρίσκεσθαι τοῦτο τὸ ὄνομα ἐσχηκώς. ἕτεροι δὲ τὸν Πλούτωνα οὐκ ὄνομα ποταμοῦ φασιν, ἀλλὰ τὸν Νεῖλον αὐτὸν, ὃς διὰ τὸ πιαίνειν τὴν Αἴγυπτον πλούτων καὶ χρυσορρόας καλεῖται· σὺ δὲ μὴ τοῦτο νόει, ἀλλ’ ἕτερον. B. τούτοις σὺ μὴ πέλαζε] τούτοις, φησὶν, οἷς εἶπον Ἀριμασποῖς μὴ πέλαζε, ἤγουν μὴ πλησίαζε, εἰς μακρὰν δὲ γῆν ἔλθῃς εἰς τὸ κελαινὸν φῦλον, ἤτοι εἰς τὸ μέλαν γένος. |
| Pr 807 [15] | λέγει δὲ τοὺς Αἰθίοπας, οἵτινες κατοικοῦσι πρὸς ταῖς πηγαῖς τοῦ ἡλίου, ἔνθα ἐστὶ καὶ ὁ ποταμὸς ὁ λεγόμενος Αἰθίοψ. καὶ παρὰ τὰς ὄχθας καὶ τὰ χείλη τούτου τοῦ Αἰθίοπος ποταμοῦ ἕρπε καὶ βάδιζε, ἕως ἂν ἐξέλθῃς τὸν καταβασμόν. ὁ δὲ καταβασμὸς ὄρος ἐστὶν ὁρίζον καὶ διαχωρίζον Λιβύην καὶ Αἴγυπτον, ὅπου εἰς τὸν καταβασμὸν τοῦ ὄρους ἐκπέμπει ὁ Νεῖλος γλυκὺ ῥεῦμα, τίμιον τοῖς ἐκεῖ, ἀπὸ τῶν ὀρῶν τῶν Βυβλίνων. ἡ δὲ Βύβλος πόλις ἐστὶν Αἰγύπτου περὶ τὰ τοιαῦτα κειμένη ὄρη. φησὶ δὲ ταῦτα Βύβλινα ἀπὸ τῆς ἐν αὐτοῖς φυομένης βοτάνης βύβλου καλουμένης. O.P. Βύβλινα ὄρη ἐκλήθησαν ἀπὸ τῶν δένδρων τῶν βυβλίνων τῶν ὄντων ἐν αὐτοῖς· ἀφ’ ὧν τῶν δένδρων ἐλάμβανον οἱ ἄνθρωποι τὰ δείματα αὐτῶν καὶ ἔγραφον πρὸ τοῦ εὑρεθῆναι τὰς νῦν χάρτας. ἀφ’ ὧν καὶ βυβλία τὰ νῦν γραφόμενα καλοῦμεν, ὡς ἀπὸ τοῦ ὀνόματος τούτων τῶν δένδρων. O. τηλουρὸν] μακράν. B. κελαινὸν φῦλον] τοὺς Σαρακηνούς. |
| Pr 808 | O. μέλαν. B. πηγαῖς] ἀνατολαῖς. |
| Pr 809 | O. ταῖς ἀρχαῖς. B. Αἰθίοψ] ὁ Γάγγης. O. ἕρφ’] βάδιζε. |
| Pr 810 | ἐξίκῃ] ἐξέλθῃς. B. καταβασμὸν] ὄρος διορίζον Λιβύην καὶ Ἀσίαν. |
| Pr 811 | B. σεπτὸν] σεβάσμιον διὰ τὸ πιαίνειν τὴν Αἴγυπτον. |
| Pr 812 | B. οὗτός ς’ ὁδώσει] οὗτος, φησὶν, ὁ καταβασμὸς ὁδηγήσει σε καὶ ἄξει εἰς τὴν γῆν τὴν Νειλῶτιν, ἤγουν τὴν Αἰγυπτίαν, καὶ τὴν τρίγωνον. |
| Pr 813 [10] | καὶ διὰ τοῦτο λέγεται τρίγωνος αὕτη, ὅτι ἐν Αἰγύπτῳ ὁ Νεῖλος ἐξερχόμενος κατὰ καιρὸν τὰ τῆς Αἰγύπτου πάντα πεδία κατήρδευεν. ἔνθα καὶ ἦν ἰδεῖν ἔριν πρὸς ἀλλήλους τῶν Αἰγυπτίων, φιλονεικούντων ὡς τοῦ μὲν τὴν γῆν πλεῖον, τοῦ δὲ ἧττον ἢ οὐδ’ ὀλίγον κατήρδευσε. ταῦτ’ ἄρα καὶ οἱ Αἰγύπτιοι, ὅρους ταῖς αὑτῶν γαῖς ἐπιθεῖναι σπουδάζοντες, σχηματογραφοῦντες αὐτὰς ἐνεχάρασσον, τὴν μὲν τρίγωνον, ἑτέραν δὲ τετράγωνον σχηματίζοντες, ἀφ’ ὧν καὶ τοῖς φιλοσόφοις τὰ γραμμικὰ σχήματα ἐφευρέθησαν. A. ὁδώσει] ὁδηγήσει. τρίγωνον ἐς χθόνα] τὴν Αἴγυπτον, ἢ τὴν Ἀλεξάνδρειαν. O. τὴν Αἴγυπτον, ἣν καὶ Δέλτα καλοῦσιν. B. Νειλῶτιν] ὑπὸ Νείλου ἀρδευομένην. |
| Pr 814 [5] | B. ἀποικίαν] ἀποικία ἐλέγετο παρὰ τοῖς παλαιοῖς, ὅταν ἐπλήθυναν οἱ ἄνθρωποι ἐν οἵᾳ δή τινι χώρᾳ καὶ ἐξέβαλον ἀπ’ αὐτῶν τινας, καὶ οἱ ἐκβληθέντες ἐν ἄλλῃ χώρᾳ κατῴκησαν. μετὰ ταῦτα δὲ ἐκαλεῖτο ἡ χώρα ἐκείνη, ἧς ἐξῆλθον, τούτων μητρόπολις. P. κτίσαι] ποιῆσαι. |
| Pr 815 | B. ψελλόν τε καὶ δυσεύρετον] ἀπὸ τούτων ὧν σοι εἶπον εἴ τι δύσγνωστον καὶ ἀσαφές ἐστιν (ἀπὸ μεταφορᾶς τῶν ψελλιζόντων παιδίων καὶ ἄγνωστον ποιούντων τὸ λαληθέν), πάλιν ἐρώτησον, καὶ διασαφηνίσω σοι τοῦτο. |
| Pr 816 [5] | A. ψελλόν] παρακεκομμένον καὶ δύσκολον εἰς τὸ γνωσθῆναι. O. δύσγνωστον, ἐκ μεταφορᾶς τῶν ψελλιζόντων παίδων. B. σχολὴ] ἄδεια. |
| Pr 818 [5] | ἢ] παρό. B. εἰ μέν τι τῇδε λοιπὸν] ὁ χορός φησι πρὸς τὸν Προμηθέα, εἰ μέν τι καὶ ἕτερον μέλλεις εἰπεῖν τῇ Ἰοῖ, καὶ οὐκ ἔφθης εἰπεῖν παραδραμὸν ἴσως τὸν σὸν λογισμὸν καὶ οἷον ἀποφυγὸν ἢ παρειμένον, ἀντὶ τοῦ μέλλον μὲν λεχθῆναι, καταλειφθὲν δὲ διά τι παρεμπεσὸν, πάλιν εἰπὲ αὐτῇ καὶ τοῦτο· εἰ δὲ πάντα εἶπας, πλήρωσον καὶ ἡμῖν τὴν χάριν ἥν σε ζητοῦμεν. |
| Pr 819 [10] | μέμνησαι δέ που τίς ἐστιν αὕτη. λέγει δὲ τὸ εἰπεῖν τίς ἐστιν ὁ μέλλων λῦσαι αὐτὸν τοῦ δεσμοῦ. A. παρειμένον] ὃ παρῆκας. φιλανθρώπως δὲ αἱ Ὠκεανίδες ἡγοῦνται χάριν ἰδίαν τὸ ἀκοῦσαι περὶ τῆς λύσεως αὐτοῦ. A. παρειμένον] παροφθὲν, παραλελειμμένον. B. γεγωνεῖν] λέγειν. |
| Pr 820 | B. εἴρηκας] εἶπας. |
| Pr 821 | αὖ] πάλιν. B. αἰτούμεσθα] σέ. |
| Pr 822 [5] | δέ που] ἴσως. B. τὸ πᾶν πορείας ἥδε τέρμ’ ἀκήκοεν] ὁ Προμηθεὺς πρὸς τὸν χορόν φησιν, ἡ Ἰὼ ἅπαν τὸ πλήρωμα τῆς οἰκείας πλάνης μεμάθηκεν· ἵνα δὲ γνῷ καὶ μάθῃ ὅτι οὐ ψευδῶς ταῦτα εἶπον αὐτῇ, φράσω καὶ διηγήσομαι καὶ ἃ ἐκακοπάθησε πρὸ τοῦ ἐλθεῖν ἐνταῦθα, δοὺς τεκμήριον καὶ σημεῖον τῶν ἐμῶν λόγων ὅτι ἀληθεῖς εἰσι, τοῦτο τὸ εἰπεῖν τὰ προγεγονότα εἰς αὐτήν. |
| Pr 823 [10] | τοὺς μὲν οὖν πολλοὺς λόγους ἐάσω, πρὸς αὐτὸ δὲ τὸ κεφάλαιον τῶν σῶν πλανημάτων πορεύσομαι. A. λέγουσι δὲ τὴν Ἰὼ πλανωμένην ἐλθεῖν καὶ πρὸς τὴν Δωδώνην, ἔνθα εἰσὶν αἱ μαντευόμεναι δρύες, κἀκεῖθεν ἀκοῦσαι παρὰ τῶν δρυῶν φανερῶς εἰπουσῶν, αὕτη ἡ Διὸς κλεινὴ δάμαρ μέλλουσα ἔσεσθαι. O. τὸ πᾶν] ὅλον. ἥδε] αὕτη. τέρμα] τέλος. B. εἰδῇ] γνώσῃ. |
| Pr 824 | B. μολεῖν δεῦρ’] ἐλθεῖν ἐνταῦθα. |
| Pr 825 | φράσω] λέξω. B. τεκμήριον τοῦτο] σημεῖον καὶ παράστασιν. |
| Pr 826 | O. τὸ τὰ πρόσθεν ἐρεῖν. μύθων ἐμῶν] οὓς ἔφην αὐτῇ περὶ τῆς λοίπης πλάνης. B. ὄχλον] ὄχλησιν καὶ πολυλογίαν. |
| Pr 827 | O. τὸ πλῆθος. ἐκλείψω] καταλείψω. B. ἐάσω. O. εἶμι] ἐλεύσομαι. |
| Pr 828 | B. τέρμα σῶν πλανημάτων] τέρμα λέγεται ἡ κεφαλὴ καὶ τὸ ἄκρον· ἐνταῦθα δὲ τὴν κεφαλήν φησι. P. ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ δάπεδα] ἐπεὶ γὰρ ἦλθες πρὸς τὴν γῆν τῶν Μολοσσῶν καὶ περὶ τὴν Δωδώνην τὸ ὄρος. |
| Pr 829 [5] | A. ἐπεὶ] ἀφ’ οὗ. B. Μολοσσὰ] τὰ μαντικά· ἢ εἰς τὰ Θεσσαλικὰ, ἀπὸ ἔθνους τινὸς Μολοσσῶν λεγομένου ἀπὸ τοῦ μολεῖν ἐκεῖσε τὴν ὄσσαν καὶ τὴν μαντείαν. P. μεταξὺ Θετταλίας καὶ Αἰτωλίας οἱ Μολοσσοί. B. τὴν αἰπύνωτον] ὑψηλὴν, ὅπου μαντεῖά εἰσι. |
| Pr 830 | A. ὄρος, ἐξ οὗ καὶ ἡ Δωδώνη πόλις. P. τὴν αἰπύνωτον] τὴν ὑψηλήν. ἀμφὶ] περί. B. θῶκος] θρόνος τοῦ Θεσπρωτοῦ Διός. |
| Pr 831 | A. Θεσπρωτοῦ Διὸς] ἀπὸ Θεσπρωτίδος γῆς ὠνομασμένου. B. προσήγοροι] αἱ προσαγορεύουσαι καὶ μαντευόμεναι δρύες, αἱ ἔμφωνοι (ἄπιστον γὰρ τέρας τὸ τὰς δρῦς ἐκπέμπειν φωνὰς), ὑφ’ ὧν μαντείων καὶ τῶν μαντικῶν δρυῶν ἐλέχθη σοι φανερῶς καὶ οὐκ αἰνιγματωδῶς ὅτι μέλλεις γενέσθαι γυνὴ τοῦ Διὸς κλεινή. |
| Pr 832 [5] | A. τέρας τ’ ἄπιστον αἱ προσήγοροι δρύες] ἀπιστοῦσι γὰρ οἱ ἄνθρωποι εἶναι δρῦν φωνικὴν, καὶ ἰδόντες ἐκπλήττονται. τὸ δὲ προσήγοροι ἀντὶ τοῦ φωνικαί. B. ὑφ’ ὧν] δρυῶν. |
| Pr 833 | λαμπρῶς] φανερά. αἰνικτηρίως] αἰνιγματωδῶς καὶ ἀσαφῶς. B. προσηγορεύθης] ἐκλήθης. |
| Pr 834 | κλεινὴ δάμαρ] ἔνδοξος γυνή. B. προσσαίνει] εἰς μνήμην ἔρχεται καὶ εὐφραίνει σε, διὰ τὸ εἶναι ἀληθῶς δάμαρτα Διός· χαίρεις γὰρ ὀνομασθεῖσα γυνὴ τοῦ Διός. |
| Pr 835 [5] | P. εἰς μνήμην σου ἔρχεται καὶ εὐφραίνει σε διὰ τὸ εἶναι ἀληθὲς καὶ ὑπομιμνήσκει τὰ παρὰ σοῦ πραχθέντα πρώην. O. τῶνδε] ἐκ τούτων. B. προσσαίνει] εἰς ἡδονὴν ἄγει σε καὶ εὐφραίνει. O. κολακεύει. τοῦτο διὰ μέσου· λέγει δὲ ὅτι προσσαίνει σέ τι τούτων ἀντὶ τοῦ θέλγει καὶ κατέχει καὶ οὐκ ἄλλης τινὸς ἢ σοῦ ταῦτα γνωρίζεις πάθη. B. οἰστρήσασα] ὑπὸ οἴστρου βακχευθεῖσα. |
| Pr 836 | B. μέγαν κόλπον Ῥέας] ἐντεῦθεν καὶ ἀπὸ τούτου παραγενομένη τὴν παραθαλασσίαν ὁδὸν ἐβάδισας πρὸς τὸν μέγαν κόλπον τῆς Ῥέας, ἀφ’ οὗ κλυδωνίζῃ ἐν πλανωμένοις δρόμοις. |
| Pr 837 [5] | λέγει δὲ τὸν νῦν καλούμενον Ἰόνιον· πάλαι γὰρ οὗτος Ῥέας κόλπος ἐλέγετο. καὶ Ἀπολλώνιος Κρονίην ἄλα τὸν Ἰόνιόν φησιν· οὕτω γὰρ ἐκαλεῖτο. A. κέλευθον ᾖξας] ὁδὸν ἦλθες. κόλπον Ῥέας] τὸν Ἰόνιον κόλπον, ἀπὸ τοῦ ἐκεῖσε τὴν Ῥέαν τιμᾶσθαι. B. ἀφ’ οὗ] καιροῦ, ἢ τοῦ Ἰονίου. |
| Pr 838 | B. παλιμπλάγκτοισι] εἰς τοὐπίσω στρεφομένη κλυδωνίζῃ. O. ἀφ’ οὗ κλυδωνίζει ἐν δρόμοις πλανωμένη. P. πολυστρόφοις. B. χρόνον δὲ τὸν μέλλοντα] εἰς τὸν μετὰ ταῦτα δὲ καιρὸν, ἀντὶ τοῦ ὕστερον, ὁ θαλάσσιος οὗτος κόλπος Ἰόνιον πέλαγος ὀνομασθήσεται ἀπὸ σοῦ, μνημόνευμα τῆς σῆς πορείας καὶ πλάνης. |
| Pr 839 [5] | A. χρόνον μέλλοντα] εἰς τόν. πόντιος μυχὸς] τῆς θαλάσσης τὸ βάθος. B. ἐπίστας’] γίνωσκε. |
| Pr 840 | κεκλήσεται] ὀνομασθήσεται. B. πορείας] διαβάσεως. |
| Pr 841 [5] | μνῆμα] μνήμην. B. σημεῖά σοι τάδ’ ἐστὶ τῆς ἐμῆς φρενὸς] ταῦτά σοί ἐστι σημεῖα καὶ ὑποδείγματα τῆς ἐμῆς διανοίας, ὅτι μαντική ἐστι καὶ προορᾷ πλέον τι τοῦ γενομένου καὶ φαινομένου, ἀντὶ τοῦ ἀπὸ τούτων πιστώθητι, ὅσα σοι εἶπον εἰς τὸ μετέπειτα σὲ παθεῖν, ὅτι ἀληθῆ εἰσι. |
| Pr 842 | O.P. φρενὸς] διανοίας. |
| Pr 842bis | B. τοῦ πεφασμένου] τοῦ φανεροῦ. |
| Pr 843 | ἀντὶ τοῦ, καὶ τὰ κρυπτὰ οἶδεν ἡ ἐμὴ φρήν. A. ὡς δέρκεται] ὅτι βλέπει. τοῦ πεφασμένου] τοῦ φανέντος. B. τὰ λοιπὰ δ’ ὑμῖν τῇδέ τ’ ἐς κοινὸν φράσω] κοινὸν ποιεῖται τὸν λόγον ἐνταῦθα ὁ Προμηθεὺς πρός τε τὸν χορὸν καὶ τὴν Ἰὼ, καί φησιν ὅτι τὰ ἐπίλοιπα εἰς κοινὸν ἤγουν κοινῶς εἴπω ὑμῖν καὶ ταύτῃ τῇ Ἰοῖ τῆς πρώην ἁψάμενος διηγήσεως. |
| Pr 844 [5] | εἶτα ἀναλαμβάνει τὰ προειρημένα καὶ οἱονεὶ ἀναγνωρισμὸν ποιεῖται τῆς Αἰγύπτου καὶ λέγει πρὸς τὴν Ἰὼ ὅτι πόλις ἐστὶ λεγομένη Κάνωβος εἰς τὰ ἔσχατα τῆς χθονὸς ἤγουν Αἰγύπτου κειμένη ἐν αὐτῷ τῷ χείλει τοῦ Νείλου καὶ τῷ προσχώματι. O.P. φράσω] εἴπω. |
| Pr 844bis | B. ἐς ταυτὸν] ἐκεῖσε ὅθεν τοὺς λόγους ἀφῆκα. |
| Pr 845 | B. ἐστιν πόλις Κάνωβος] ἀναχρονισμός. |
| Pr 846 [5] | ἔστι δὲ καὶ σχῆμα διηγηματικὸν τῆς τῶν Αἰγυπτίων χθονὸς, οὐχὶ πάσης. A. ἐστι] ὑπάρχει. Κάνωβος] ὀνομαζομένη. Κάνωβος ἦν κυβερνήτης τῶν νεῶν Μενελάου, ὃν μετὰ τὴν ἐκ Τροίας ἀπόβασιν ἐν τούτῳ τῷ τόπῳ ὄφις δακὼν ἀναιρεῖ, καὶ Μενέλαος νεὼν αὐτοῦ καὶ πόλιν κτίζει ἐπώνυμον. ἐσχάτη χθονὸς] τελευταία τῆς γῆς. B. προσχώματι] ἀναχωματίσματι. |
| Pr 847 [5] | O. οἱονεὶ τῷ ἀναχωματισμῷ. O. λέγονται δὲ προσχώματα οἱ ἀναχωματισμοὶ καὶ οἱονεὶ ὑπερανεστηκότες τόποι. λέγεται δὲ πρόσχωμα κἀκεῖνο ἔνθα καταρρέον ὕδωρ ἰλὺν περιττὴν καὶ ψάμμον τίθησι σωρηδόν. A. ἐνταῦθα ἤγουν ἐν τῷ Κανώβῳ πάλιν ὁ Ζεὺς εἰς ἄνθρωπον μεταμείψει σε ἔμφρονα καὶ νοῦν ἔχουσαν, ἀφόβῳ χειρὶ ἁψάμενός σου. O.P. ἐνταῦθα] ἐν τῷ στόματι τοῦ Νείλου. |
| Pr 848 | B. ἐπαφῶν] ἐφαψάμενος. |
| Pr 849 | ἀταρβεῖ] χωρὶς φόβου. τὸ ἀταρβεῖ χειρί λέγει ἀντὶ τοῦ οὐκ ἐπὶ κακῷ, ἀλλ’ ἐπὶ καλῷ αὐτῆς θιγών. B. τῶν] ἀπό. |
| Pr 850 | γεννημάτων] τῶν παιδίων. γεννημάτων Διὸς λέγει περὶ τῆς ἐπαφῆς, αὕτη γὰρ ἀντὶ σπέρματος ἤρκεσεν. B. τέξεις] τέξεις δὲ καὶ παῖδα Ἔπαφον ὀνομαζόμενον, ἐπώνυμον τῆς ἐπαφήσεως τοῦ Διός· ὃς κυριεύσει πάσης τῆς γῆς, ὅσην ἄρδει Νεῖλος ὁ ποταμὸς, ἤγουν τῆς Αἰγύπτου πάσης. |
| Pr 851 [10] | O.P. Ἰστέον δὲ ὅτι ὅπερ ὁ Νεῖλος ἐν τῇ Αἰγύπτῳ ποιεῖ, τοῦτο καὶ ὁ ἐν τῇ Ἰνδίᾳ ῥέων ποταμός. ἄρδει γὰρ καὶ οὗτος τὰ ἐκεῖσε πεδία. διαφέρει δέ τι τοῦ Νείλου. μετὰ δὲ τὸ ἀρδεῦσαι τοῦτον τὰ ἐκεῖσε χωράφια, συνελθόντες οἱ ἐν τῇ Ἰνδίᾳ οἰκοῦντες φωνὰς εὐχαριστηρίους μετὰ κυμβάλων καὶ ἤχων ὀργάνων τούτῳ τῷ ποταμῷ ἀναπέμπουσι. τέλος δὲ ποιήσαντες μέδιμνον χρυσοῦν ἐμβάλλουσιν εἰς αὐτὸν ὥσπερ ἀνάθημά τι εὐχαριστήριον. P. μέλλεις γεννῆσαι. κελαινὸν] τὸν μέλανα. καρπώσεται] κτήσεται. B. χθόνα] τὴν Αἴγυπτον καὶ τὴν ἄλλην Αἰθιοπίαν. |
| Pr 852 | B. πέμπτη] πέμπτη δὲ, φησὶ, γέννα ἀπὸ τοῦ Ἐπάφου πεντήκοντα παῖδας ἔχουσα πάλιν μὴ θέλουσα παραγενήσεται εἰς τὸ Ἄργος, φεύγουσα τὸν συγγενικὸν γάμον τῶν ἀνεψιῶν. |
| Pr 853 [35] | πέμπτην δὲ γενεὰν λέγει ἀπὸ τοῦ Ἐπάφου τὰς πεντήκοντα θυγατέρας τοῦ Δαναοῦ. πῶς δὲ πέμπτη γενεὰ ἦσαν αὗται ἀπὸ τοῦ Ἐπάφου μάνθανε. πρώτη γενεὰ Ἔπαφος, οὗ Λιβύη, ἧς Βῆλος, οὗ Δαναὸς, οὗ αἱ πεντήκοντα θυγατέρες, ἃς Αἰσχύλος πέμπτην γενεὰν εἶπεν. ἱστορεῖται δὲ ἀδελφοὺς εἶναι Αἴγυπτον καὶ Δαναὸν, παῖδας δὲ Ἀγχινόης καὶ Βήλου υἱοῦ Ποσειδῶνος καὶ Λιβύης, ἀφ’ ἧς καὶ ἡ χώρα Λιβύη ὠνόμασται, ὃς Βῆλος τὸν μὲν ἕνα παῖδα αὐτοῦ Δαναὸν ἐν Αἰγύπτῳ κατῴκισεν, τὸν δὲ ἕτερον ἤγουν τὸν Αἴγυπτον ἐν Ἀραβίᾳ. γίνονται δὲ τῷ μὲν Αἰγύπτῳ, ὃς τοὺς Μελάμποδας χειρωσάμενος ἀφ’ ἑαυτοῦ τὴν χώραν αὐτῶν ὠνόμασεν Αἴγυπτον, ἐκ πολλῶν γυναικῶν πεντήκοντα παῖδες, Δαναῷ δὲ πεντήκοντα θυγατέρες. ἐπεὶ δὲ μέσον αὐτῶν φιλονεικία ἐγένετο, ἑκάστου τῆς ἀρχῆς ὄγκον ἐφέλκοντος πρὸς ἑαυτὸν, φοβηθεὶς ὁ Δαναὸς μή πως ἀναιρεθήσεται ὑπὸ τῶν υἱῶν Αἰγύπτου (ἦν γὰρ χρησμὸς αὐτῷ δοθεὶς πάλαι περὶ τούτου) ναῦν κατεσκεύασε τὴν κληθεῖσαν πεντηκόντορον, ὡς ἀπὸ τοῦ ἀριθμοῦ ὧν ἐγέννησε θυγατέρων· ᾗ τὰς οἰκείας κόρας ἐνθέμενος εἰς τὸ Ἄργος ἀπῄει, φυγὼν τὸν ἀδελφὸν αὑτοῦ Αἴγυπτον· ὃς, ὡς εἴπομεν ἄνωθεν, εἶχεν υἱοὺς πεντήκοντα, οἳ τὰς τοῦ Δαναοῦ θυγατέρας ἐζήτουν ἐπὶ τῷ συνοικῆσαι αὐταῖς. καὶ τὸ μὲν ἀληθὲς τῆς ἱστορίας οὕτως ἔχει· ὁ δὲ παρὼν ποιητής φησι, διὰ τοῦτο ἐλεύσεται εἰς τὸ Ἄργος ἡ θηλύσπορος γέννα, ἡ πέμπτη ἀπὸ Ἐπάφου, ἤγουν αἱ πεντήκοντα θυγατέρες τοῦ Δαναοῦ, διὰ τὸ μὴ θέλειν συνελθεῖν εἰς γάμον τοῖς ἐξαδέλφοις αὐτῶν. ὕστερον οὖν σπεισαμένων τοῦ τε Δαναοῦ καὶ τοῦ Αἰγύπτου ἔδωκεν ὁ Δαναὸς τὰς οἰκείας θυγατέρας εἰς γάμον τοῖς τοῦ Αἰγύπτου υἱοῖς ἐν τῷ Ἄργει ἐλθοῦσιν. ἐπεὶ δὲ ἐπτοεῖτο κατὰ τὸν χρησμὸν μὴ ὑπὸ ἑνὸς ἐκείνων ἀναιρεθείη, παρήγγειλε ταῖς θυγατράσιν αὑτοῦ ἀνελεῖν νυκτὸς τοὺς νυμφίους. καὶ αἱ μὲν ἄλλαι πᾶσαι οὕτως ἐποίησαν, μία δὲ θελχθεῖσα ὑπὸ τοῦ ἔρωτος οὐκ ἀνεῖλε τὸν οἰκεῖον νυμφίον, ὃς ἦν Λυγκεὺς, ἀλλ’ εἴασε ζῆν· περὶ ἧς ὁ Αἰσχύλος ἐνταῦθά φησι. A. πέμπτη δ’ ἀπ’ αὐτοῦ γέννα] πέμπτην γένναν τὸν Δαναὸν λέγει φεύγοντα εἰς Ἄργος διὰ τὸ μὴ βούλεσθαι τῶν αὑτοῦ θυγατέρων γάμον συνάψαι τοῖς αὐτοῦ ἀδελφοῦ Αἰγύπτου παισί. γεγράφαμεν δὲ τὴν ἱστορίαν ἐν τῇ Εὐριπίδου Ἑκάβῃ. B. πάλιν] ἐκ δευτέρου. |
| Pr 854 | B. θηλύσπορος] ὁ Δαναός. |
| Pr 855 | B. ἀνεψιῶν] ἐξαδέλφων. |
| Pr 856 | O.B. οἱ δὲ Αἰγύπτιοι ἠσχολημένοι περὶ τὰ ἐρωτικά. O. σημείωσαι ὅτι τὸν ἐξάδελφον ἀνεψιὸν λέγει, τὸν δὲ ἀνεψιὸν ἀδελφιδοῦν. P. ἐπτοημένοι] περιεσπασμένοι καὶ πεφροντισμένοι. B. κίρκοι πελειῶν] πελείας τὰς νύμφας, ἤτοι τὰς τοῦ Δαναοῦ θυγατέρας (ἀφροδισιαστικὸν γὰρ τὸ ὄρνεον τοῦτο ἡ περιστερὰ) κίρκους δὲ, ἤτοι ἀετοὺς, τοὺς νυμφίους, ἤγουν τοὺς υἱοὺς τοῦ Αἰγύπτου, διὰ τὸ ἁρπακτικὸν, λέγει. |
| Pr 857 [5] | A. καθὰ καὶ ἀετοί. O. κίρκοι] ὀξύπτεροι ἀετοί. πελειῶν] περιστερῶν. οὐ μακρὰν] οὐ πολύ. λελειμμένοι] ἐναπολειφθέντες. B. θηρεύσοντες] κυνηγήσοντες. |
| Pr 858 | ἐκεῖνοι γὰρ ἠγρεύθησαν ὑπ’ αὐταῖς. οὐ θηρασίμους] οὐκ ἀξίους ὄντας ὥστε θηραθῆναι ἤγουν γενέσθαι. B. φθόνον δὲ σωμάτων ἕξει θεὸς] ἤτοι ὁ Ἄρης. |
| Pr 859 [5] | ἀντὶ τοῦ φθονήσει τοῖς τῶν νυμφίων σώμασιν. P. πρὸς τῶν σωμάτων τῶν θηλυτέρων φειδὼ καὶ ἔλεον. ἢ μέμψις κατὰ τῶν ἀρσένων. P. ἡ Ἀφροδίτη ἢ ἡ Ἥρα. O. ἢ ὁ Ἄρης ἢ ἡ Ἥρα· ἡ Ἀφροδίτη ἢ ὁ Ἔρως, ἢ καὶ ἄλλως. P. φθονήσας τοῖς αὐτοῖς σώματα ἀπώλεσεν αὐτά. B. Πελασγία] ἡ γῇ, ἤτοι τὸ Ἄργος. |
| Pr 860 | δέξεται] τὰ αὐτῶν σώματα. θηλυκτόνῳ] αἱ Δαναΐδες γὰρ αὐτοὺς ὤλεσαν ἐν νυκτί. B. δέξεται θηλυκτόνῳ] λάβῃ τὰ σώματα. P. Ἄρει δαμέντων] πολέμῳ δαμασθέντων. |
| Pr 861 | B. νυκτιφρουρήτῳ] νυκτὸς γὰρ ἐπιτηρήσαντες αὐτοὺς ἀνεῖλον. O. ἐν τῇ νυκτὶ φρουρουμένῳ. B. αἰῶνος] τῆς κατ’ αὐτὸν ζωῆς. |
| Pr 862 | B. δίθηκτον] δίστομον, ἄμφηκες, ἀμφοτέρωθεν ἠκονημένον. |
| Pr 863 | P. δίστομον. B. βάψασα] ἐκβαλοῦσα. O. θήσασα. B. τοιάδ’ ἐπ’ ἐχθροὺς] ἡ Ἀφροδίτη ἐπιστάτις τῶν ἀφροδισίων ἐστίν· αὕτη γὰρ γάμων ἔφορος, ἡδείας τὰς συνουσίας ποιοῦσα. |
| Pr 864 [5] | νῦν δὲ λέγει ὁ Προμηθεὺς ὅτι αἰτία θανάτου γένοιτο Ἀφροδίτη τοῖς ἐμοῖς ἐχθροῖς, ἤγουν τοῖς τοῦ Αἰγύπτου υἱοῖς. ἐχθροὺς δὲ καλεῖ αὐτοὺς ὡς καταγομένους ἀπὸ τοῦ Διός. A. εἴποι δ’ ἄν τις τοῦτο λεχθῆναι καὶ διὰ τὸν Δία· οὗτος γὰρ ἐλύπει τότε τὸν Προμηθέα. P. τοιάδ’] τοιαύτη. Κύπρις] Ἀφροδίτη, ἔρως. B. μίαν δὲ] τὴν Ὑπερμνήστραν. |
| Pr 865 | αὕτη γὰρ μιγεῖσα ἔλεον ἔσχεν αὐτοῦ. ἵμερος θέλξει] ἐπιθυμία κρατήσει. B. σύνευνον] τὸν Λυγκέα. |
| Pr 866 | ἀπαμβλυνθήσεται] ἐξασθενήσει κτεῖναι τὸν ἄνδρα. B. λεπτυνθήσεται, παύσῃ. O. ἀσθενὴς μείνῃ ὑπὸ τοῦ ἔρωτος. P. γρ. ἐπαμβληθήσεται, ἤγουν ἐκκοπήσεται τοῦ φόνου. P. δυεῖν] δυῶν. |
| Pr 867 | βουλήσεται] θελήσει. B. κλύειν] ὀνομάζεσθαι. |
| Pr 868 | ἢ] παρό. B. τορῶς] σαφῶς καὶ καταληπτῶς. |
| Pr 870 | B. σπορᾶς] ἐκ τῆς. |
| Pr 871 | φύσεται θρασὺς] γεννηθήσεται ἰσχυρὸς Ἡρακλῆς. B. ἐκ τῶνδε] γρ. ἐκ τῆσδε, ἤγουν ἐκ τῆς τοῦ Ἄβαντος, τῆς Ὑπερμνήστρας. P. κλεινὸς] ἔνδοξος. |
| Pr 872 | B. λύσει] ἐλευθερώσει τοξεύσας τοὐμὸν ἧπαρ ἐσθίοντα ἀετόν· τοῦτο διὰ μέσου εἴρηται. |
| Pr 873 | B. Τιτανὶς Θέμις] ἡ καταχθόνιος δαίμων. |
| Pr 874 | B. ὅπως δὲ χὤπη] ὅπως δὲ ἔχω τύχης καὶ δι’ ἣν αἰτίαν λυθήσομαι, μακροῦ καὶ πολλοῦ λόγου ἂν τοῦτο εἴη. |
| Pr 875 [5] | A. ὅπως δὲ] γενήσεται ταῦτα. τὸ ὅπως καὶ τὸ ὅπη ἀντὶ τοῦ πῶς ἐστὶν, οὐκ ἐκ παραλλήλου, ἀλλὰ τὸ μὲν πρῶτον ἔμφασιν ἔχει, τὸ καθ’ ὅντινα τρόπον ἡ λύσις ἔσται, εἴτε δι’ ὅπλων, εἴτε διὰ χειρῶν· τὸ δὲ δεύτερον παριστᾷ τί βουλόμενος Ἡρακλῆς παραγένηται Καυκάσῳ. δεῖ] χρεία ἐστί. B. ἐκμαθοῦσα] ἐξ ἐμοῦ. |
| Pr 876 | B. ἐλελελελελεῦ] ἐπίφθεγμα θρηνῶδες. |
| Pr 877 | O. φεῦ φεῦ. B. σφάκελος] σπασμὸς τοῦ ἐγκεφάλου. |
| Pr 878 [10] | O. πάθος κατὰ τὸν ἐγκέφαλον. B. ἰστέον ὅτι ὁ ἐγκέφαλος ἀεικίνητός ἐστιν. ὅταν δὲ εἰς αὐτὸν γίνηται πλείων θόρυβος ἢ κτύπος, τότε πάσχει σπασμὸν καὶ ἐξ αὐτοῦ λέγεται καὶ ὁ σφάκελος οἱονεὶ σπάκελός τις ὢν, ἀπὸ τοῦ σπῶ. “Τῷ σφακέλῳ τῶν γραμμάτων ἠνώχλησα, ἤγουν ἐπιστη“μόνως εἶδον, ἠρεύνησα.” P. σφάκελος νόσος καὶ σφακελίζω καὶ σφακελισμὸς ἡ παραπληξία καὶ ἡ σῆψις τῶν μελῶν. λέγεται δὲ σφάκελος καὶ ὁ μέσος τῆς χειρὸς δάκτυλος. λέγεται δὲ καὶ ὁ σφυγμὸς καὶ ὁ παλμός. σφάκελον δ’ ἔνιοι τὴν σῆψιν λέγουσι τῶν ὀστέων, καὶ σφακελίσαι τὸ κατασαπῆναι καὶ ἀπονεκρωθῆναι. φάκελος δὲ ἡ συλλογὴ τῶν ξύλων. διαφέρει δὲ σφάκελος φακέλου· σφάκελος μὲν γάρ ἐστιν ὁ σπασμὸς τῆς κεφαλῆς, φάκελος δὲ ὁ δεσμός· ἀφ’ οὗ καὶ φακιόλιον. φάκαι γὰρ παρὰ Ῥωμαίοις τὰ δεσμά. O.P. θάλπους’] ἐκκαίουσι, καὶ διεγείρουσι. |
| Pr 879 | O. ὑπεκκαίουσι. B. ἄρδις] ἄρδις τὸ ξίφος, τὸ ἀρὰς καὶ βλάβας διδοῦν. P. βέλος. B. ἄπυρος] πολύπυρος, διὰ τὸ σφοδρὸν καὶ πολὺ τοῦ πάθους· ἢ δίκην πυρὸς ἐμπιπρῶσα καὶ κατακαίουσα, πῦρ δὲ μὴ ἔχουσα. |
| Pr 880 | A. χρίει] κεντεῖ, νύττει. B. καρδία δὲ φόβῳ] ἀντὶ τοῦ, παράφρων γίνομαι ἀπὸ τοῦ φόβου, ἡ καρδία μου διαπαντὸς ἐκ τοῦ φόβου λακτίζει, σφύζει καὶ πάλλεται καὶ λακτίζει τὴν φρένα μου· περὶ γὰρ τὴν καρδίαν αἱ φρένες εἰσί. |
| Pr 881 [15] | τινὲς δὲ τὸ λακτίζειν φρένα φασὶν ἀντὶ τοῦ παραφρονεῖν ὑπὸ τοῦ πάθους. A. καρδία δὲ φόβῳ φρένα λακτίζει] τύπτει. φόβου γὰρ τῇ καρδίᾳ συμβάντος ἥδε παλλομένη τὰς γείτονας φρένας πλήττει. φρένες δέ εἰσιν ὁ περὶ τὸ ἧπαρ ὑμενοειδὴς τυλιγμός. ἢ ὅτι τῆς καρδίας πασχούσης ἀχλὺς ἀναθυμιάσεως πρὸς τὸν ἐγκέφαλον ἀνιοῦσα συνθολοῖ τὰς φρένας καὶ τοῦ καθεστηκότος ἐξίστησι. B. φρὴν δὲ ἐστὶν ὑμήν τις διήκων ἀπὸ τοῦ φάρυγγος μέχρι τῶν ὑπογαστρίων μερῶν. διερχόμενος οὖν ἔνθεν κἀκεῖθεν ὥσπερ τι ζῶσμα γίνεται· ὃ καὶ διάφραγμα καλεῖται. ἔστι δὲ μέσον τῶν ἀναπνευστικῶν καὶ τῶν θεραπευτικῶν. ἀναπνευστικὰ δὲ εἰσὶ πνεύμων, καρδία, θεραπευτικὰ δὲ σπλὴν, ἧπαρ. μέχρις ἂν οὖν σώζηται ὁ ὑμὴν οὗτος, ὑγιαίνει τὸ ζῷον· ὅταν δὲ πάθῃ κοπὴν, τότε παραφρονεῖ, καὶ συμβαίνει καὶ ἡ φρενῖτις νόσος. ἐξ αὐτοῦ καὶ μετάφρενα τὰ τῆς ῥάχεως ὄπισθεν λέγονται. P. τροχοδινεῖται] οὐκ εἰμὶ ἐν τῷ καθεστῶτι. |
| Pr 882 | A. τροχοδινεῖται] περιφέρεται. B. ἑλίγδην] συστροφικῶς. O. περιεστραμμένως. B. δρόμου] τοῦ καθεστηκότος. |
| Pr 883 | B. τοῦ ὀρθοῦ. O. γλώσσης ἀκρατὴς] ὑπὸ τῆς μανίας μὴ κατέχουσα τὴν γλῶτταν, μὴ κυριεύουσα ταύτης, ἀλλὰ παραπαίουσα, λάλος εἰμί. |
| Pr 884 | P. πνεύματι μάργῳ] διὰ τῆς φορᾶς τῆς μανικῆς τῆς ἐμῆς. γλώσσης ἀκρατὴς] οὖσα. B. θολεροὶ δὲ λόγοι] λόγοι δὲ προσκρούουσι πρὸς κύμασι στυγνῆς καὶ χαλεπῆς μανίας θολεροὶ καὶ συγκεχυμένοι, τουτέστιν ὑπὸ τοῦ χειμῶνος τῆς μανίας ἀναταραχθεῖσα τὸν λογισμὸν θολεροὺς λόγους προΐεται. |
| Pr 885 [5] | θολεροὶ] τεταραγμένοι, ἄδηλοι. παίουσιν εἰκῆ] ταράττουσι μάτην. B. θολεροί] λόγοι δὲ θολεροὶ καὶ ὑβριστικοὶ καὶ λυπηροὶ καὶ μάρανσιν ἐμποιοῦντες τῷ ἀκούοντι καὶ τῆξιν σαρκὸς παίουσι καὶ ὁρμῶσι καὶ μετὰ ῥύμης ἐκπέμπονται πρὸς κύμασι τῆς ἐμῆς ἄτης, ἤτοι τῷ κλύδωνι καὶ τῇ τρικυμίᾳ τῶν ἐμῶν κακῶν. P. στυγνῆς πρὸς κύμασιν ἄτης] ταραχαῖς. |
| Pr 886 [10] | O. λυπηρᾶς κινήμασιν βλάβης. B. ἦ σοφὸς] τὸν Πιττακὸν λέγει, ὅν ποτε τὶς βιαζόμενος ὑπὸ δύο γυναικῶν, τῆς μὲν μιᾶς οὔσης πλουσίας, τῆς δὲ ἑτέρας πενεστέρας καὶ τοῦ γένους αὐτοῦ ἀξίας, καὶ ἀπορῶν ποίας κληθείη ἀνὴρ, ἠρώτησε ποίᾳ χρήσεται γυναικί· τοῦ δὲ εἰπόντος, μέτιθι πρὸς τοὺς παῖδας τοὺς πλησίον ἡμῖν τοὺς βέμβικας παίζοντας, ὅ ἐστι τὰς στρόμβας, καὶ ἀπ’ αὐτῶν μαθήσῃ ποίᾳ ἂν χρήσαιο γυναικὶ, ἀπελθὼν ἐκεῖνος ἠκροάσατο τῶν παίδων λεγόντων πρὸς τὴν οἰκείαν στρόμβαν, τὴν καθ’ ἑαυτὸν ἔλαυνε· καὶ αἰσθόμενος τοῦ λόγου τῶν παίδων τὴν μὲν πλουσιωτέραν ἀφῆκε, τῇ δὲ πενεστέρᾳ ἐχρήσατο γυναικὶ, τῇ καὶ τοῦ γένους αὐτοῦ ἀξίᾳ. |
| Pr 887 [25] | τοῦτο οὖν ὁ χορὸς ἐνθυμούμενος λέγει ὅτι σοφὸς ἦν ἐκεῖνος ὁ εἰπὼν τὸ ἐπὶ μακρῷ χρόνῳ καὶ ἀριστεύειν καὶ εὐημερεῖν τοὺς τοῖς ἀξίοις τοῦ γένους αὐτῶν ἐπιγαμβρεύοντας· ἐὰν γὰρ ἡ Ἰὼ συνεμίγη τινὶ ἀνδρὶ ἀξίῳ ὄντι τοῦ γένους αὐτῆς, καὶ πόρρω ἦν τῆς μίξεως τοῦ Διὸς, οὐκ ἂν νῦν ἐπλανᾶτο. A. Ὁ χορός φησι τοῦτο· ὄντως σοφὸς ἦν ὅστις πρῶτος ἐν διανοίᾳ ἐβάστασε καὶ γλώσσῃ διεμυθολόγησεν καὶ εἶπεν ὅτι κατὰ πολὺ κάλλιστόν ἐστι τὸ τινὰ γυναῖκα συνελθεῖν νυμφίῳ ὁμοίῳ αὐτῇ, ἤγουν ἐὰν ἐστὶ πένησσα, πένητι, εἰ δὲ πλουσία, πλουσίῳ· ἢ καὶ τὸ ἕκαστον ἄνδρα συνελθεῖν γυναικὶ ὁμοίᾳ ἐκείνῳ κατὰ τὸ γένος καὶ κατὰ τὸν πλοῦτον. τοῦτο δὲ λέγει ὁ χορὸς διὰ τὴν Ἰὼ, ἰδὼν αὐτὴν πάσχουσαν μυρία κακὰ διὰ τὸ σχεῖν ἐραστὴν τὸν πρώτιστον τῶν θεῶν Δία, ἄνθρωπον οὖσαν φθαρτήν. καλὸν οὖν φησὶν ἕκαστον τῶν ἀνθρώπων καθ’ ἑαυτὸν κηδεῦσαι, ἤτοι ὁμοίως ἑαυτῷ κατὰ τὴν αὐτοῦ εὐτέλειαν εἰς γάμον συνελθεῖν, καὶ μήτε γάμων τῶν θρυπτομένων καὶ τρυφώντων τῷ πλούτῳ ἐπιθυμῆσαι τὸν ὄντα χερνήταν, ἤγουν τὸν ταπεινὸν καὶ εὐτελῆ καὶ ἄσημον καὶ τῶν κάτω, μήτε τῶν μεγαλαυχούντων τῷ γένει ἤτοι τῶν εὐγενῶν. ἢν γὰρ καὶ ἡ Ἰὼ πόρρω τῆς μίξεως ἦν τοῦ Διὸς, οὐκ ἂν τοσαῦτα δεινὰ ἔπασχε. O.P. ἦ] ὄντως. ἦν] ὑπῆρχε. B. ὃς πρῶτος ἐν γνώμᾳ] καὶ καταρχὰς ἐνόησε τοῦτο. |
| Pr 888 | B. ὡς τὸ κηδεῦσαι καθ’ ἑαυτὸν] ὅτι συγγένειαν ποιήσασθαι οἷος αὐτός ἐστι. |
| Pr 890 | ἀριστεύει μακρῷ] ἄριστόν ἐστι καταπολύ. B. διαθρυπτομένων] τρυφώντων, σοβούντων. |
| Pr 891 | B. μεγαλυνομένων] μεταιρομένων καὶ μεγαλαυχούντων. |
| Pr 892 | B. χερνήταν] εὐτελῆ. |
| Pr 893 [5] | ἔστι δὲ τροπικὸν ἀπὸ τῶν ἀπόρων γυναικῶν, αἵπερ οἰκείαις μογοῦσαι χερσὶ καὶ νήθουσιν ἔρια ἢ λίνον ἑαυταῖς ἐκ τούτων κομίζονται τὴν τροφήν. Ἄλλως. εὐτελῆ, διὰ τῶν χειρῶν νήθοντα, ἢ ἄλλως ἐργαζόμενον. κυρίως δὲ ἐπὶ γυναικὸς, ἣ νήθουσα ταῖς χερσὶ τὰ πρὸς τροφὴν κομίζεται. A. χερνήταν] χειροτεχνίτην. ἐραστεῦσαι] ἐπιθυμῆσαι· τοῦτο δὲ λέγει διὰ τὴν Ἰὼ ὁμιλήσασαν Διῒ τὰ ἐρωτικὰ, διὰ τοῦτο ταῦτα παθοῦσαν. B. μήποτε μήποτέ μ’, ὦ Μοῖραι] ὁ χορός φησι βλέπων τὴν Ἰὼ κακῶς πάσχουσαν διὰ τὸ ἐρασθῆναι αὐτῆς τὸν Δία, εἴθε, ὦ Μοῖραι, μὴ ἴδοιτέ με ποτὲ ὑπάρχουσαν εὐνάτειραν καὶ σύγκοιτον τοῦ Διός· ἤτοι μὴ ἐρασθείη μου ὁ Ζεύς ποτε, μηδὲ πλασθείην καὶ προσπελάσω καὶ προσεγγίσω τινὶ γαμέτῃ τῶν ἐξ οὐρανοῦ, ἤγουν τινὶ οὐρανίωνι θεῷ ἔχοντι γυναῖκα· τοῦτο γάρ ἐστι τὸ γαμέτᾳ. |
| Pr 895 [15] | ἢ, μηδὲ δι’ ἔχθρας γενοίμην ὁμευνέτῃ τινὶ τῶν οὐρανίων. φοβοῦμαι γὰρ βλέπουσα τὴν τῆς Ἰοῦς παρθενίαν τὴν ἀστεργάνορα· ἣν οὐ στέργει ὁ γενόμενος αὐτῆς ἀνήρ· ἢ, τὴν ὑπὸ ἀρσένων λίαν στεργομένην· τῷ γάμῳ τοῦ Διὸς δαπτομένην καὶ δακνομένην ἐν ἀλητείαις καὶ πλάναις πόνων τῆς Ἥρας δυσπλάγχνοις, ἤτοι ἀφορήτοις, ἃς οὔτις ὑπενεγκεῖν ἐν τοῖς αὑτοῦ σπλάγχνοις δυνήσεται. μηδὲ ὁ ἔρως τῶν κρειττόνων θεῶν ἐπίδοι με. εἶτα παρακατιὼν, ἐφερμηνεύων τὸ ἔρως, φησὶν ὅτι τὸ ὄμμα φημὶ τὸ ἄφυκτον τῶν θεῶν, ὅπερ οὐκ ἐκφεύξομαι καίπερ μηχανησαμένη πολλά. A. εὐνάτειραν] ἔγκοιτον. |
| Pr 896 | πέλουσαν] ὑπάρχουσαν. B. πλασθείην] πλησιάσαιμι. |
| Pr 897 | B. ταρβῶ γὰρ] ἡ δὲ σύνταξις οὕτω, ταρβῶ γὰρ καὶ φοβοῦμαι τὴν ἀστεργάνορα παρθενίαν τῆς Ἰοῦς, εἰσορῶσα αὐτὴν δαπτομένην καὶ δαμαζομένην ἐν τῷ γάμῳ τοῦ Διός. |
| Pr 898 [5] | ἢ τὸ ἀστεργάνορα ἐπίθετον παρθενίας· πᾶσα γὰρ παρθενία οὐ στέργει τοὺς ἄνδρας, ἡ γὰρ μὴ πρὸς αὐτοὺς τὸ παράπαν συνάφεια οὐκ ἄλλο οὐδὲν ἢ παρθενία ἐστίν. ἢ πρὸς μὲν τὸ ταρβῶ ὑποστικτέον, παρὰ δὲ τὸ ὁρῶσα συναπτέον τὸ ἀστεργάνορα παρθενίαν. ἀστεργάνορα] ἣν οὐκ ἔστερξεν ὁ ἀνὴρ αὐτῆς ὁ Ζεύς. B. γάμῳ δαπτομέναν] ἅμα τῷ γάμῳ· λείπει γὰρ τὸ ἅμα. |
| Pr 899 | A. γάμῳ δαπτομέναν] τὴν παρθενίαν δηλοῖ ἀφανιζομένην. B. δυσπλάγχνοις Ἥρας ἀλατείαισι] κακοσπλάγχναις ἤτοι ὀργίλαις πλάναις, ἃς Ἰοῖ περιέβαλλε. |
| Pr 900 | B. ὁμαλὸς] ἥσυχος, κακῶν ἄπειρος. |
| Pr 901 | B. ἄφοβος] ἀπτόητος. |
| Pr 902 | O. εἰμί. οὐ δέδια] οὐ φοβοῦμαι. B. ἄφυκτον] ὃ οὐδεὶς δύναται φυγεῖν. |
| Pr 903 | προσδέρκοιτο] θεάσαιτο. B. ἀπόλεμος] ἀκαταμάχητος, ὃν καὶ πολλὰ μηχανησαμένη οὐ φεύξομαι. |
| Pr 904 [10] | ἄπορα πόριμος] οἷον, οὗτος ὁ πόλεμος ὁ ἐρωτικός ἐστι πόρον διδοὺς καὶ εἰς τὰ ἄπορα, καὶ οἷον εἰπεῖν, καὶ τοῖς ἀδυνάτοις ἐπιχειρῶν, καὶ πόριμος αὐτοῖς. ψαύουσι γὰρ καὶ τῶν ἀψαύστων οἷς λίχνοι οἱ ὀφθαλμοί. A. ἄπορος πρὸς ἀπορίαν, ὅ ἐστι πολλὴν ἔχων ἀπορίαν· ὅτι ὁ πρὸς κρείσσονας πόλεμος ἀκαταμάχητος. P. ἰσχυρὸς εἰς τὸ ποιεῖν τοὺς ἀνθρώπους ἀπόρους καὶ μὴ δυναμένους εὑρεῖν τινα μηχανὴν εἰς ἀπαλλαγὴν τοῦ τῆς ἐρωτοληψίας κακοῦ. O.P. Ἄλλως. πολυπόλεμος οὗτός ἐστιν ὁ ἔρως καὶ πόριμος ἀπόρων, τουτέστι χαλεπῶν καὶ μεγάλων κακῶν, ἐν οἷς οὐκ ἔστι πόρον εὑρεῖν. P. ἀπόλεμος] ἀκαταμάχητος. O. ἄμαχος. B. πόριμος] ὁ τῶν θεῶν. |
| Pr 905 [5] | ἐφευρεταὶ μηχανῶν· ἔνθα γὰρ οὐ δύναταί τις εὑρεῖν μηχανὴν, οἱ θεοὶ εὑρίσκουσιν ἐρῶντες· καὶ μαρτυρεῖ Ζεὺς χρυσὸς γενόμενος καὶ καταρρυεὶς ἀπὸ τοῦ τέγους πρὸς τὴν Ἀκρισίου Δανάην ἐντὸς οὖσαν πύργου χαλκοῦ. ὁ γὰρ πατὴρ Ἀκρίσιος χρησμὸν λαβὼν ὡς ὁ γεννηθεὶς ἐκ τῆς θυγατρὸς αὐτοῦ καθελεῖ αὐτὸν τῆς ἀρχῆς, καθεῖρξε τὴν παῖδα. B. μῆτιν] βουλήν. |
| Pr 906 | ὅπη] ὅπου. B. ἦ μὴν ἔτι] ὅπερ προείρηκεν ὁ Προμηθεὺς ἐν οἷς ἔλεγεν ὅτι ὁ Ζεὺς ἐκβληθήσεται τῆς βασιλείας εἰς γάμον συνελθὼν τῇ Θέτιδι, τοῦτο καὶ ἐνταῦθα πάλιν φησί. |
| Pr 907 [20] | λέγει οὖν ὅτι ὄντως δὴ ὁ Ζεὺς, καίπερ αὐθάδης καὶ ἐπηρμένος ὢν καὶ ὑπέρογκος, ἔσται ταπεινός. ἑτοιμάζεται γὰρ γάμον γαμεῖν, ὃς αὐτὸν βασιλείας ῥίψει. καὶ τότε πληρωθήσεται ἡ τοῦ Κρόνου κατάρα, ἣν εἶπεν ἐπ’ αὐτῷ τῷ Διῒ ἐκπίπτων τῶν μακροχρονίων καὶ παλαιῶν θρόνων τῆς βασιλείας. ἀποτροπὴν δὲ καὶ ἀποφυγὴν καὶ φύλαξιν τῶν ἀπὸ τοῦ εἰρημένου γάμου κακοπαθειῶν μελλουσῶν αὐτῷ ἐπελθεῖν οὐδεὶς τῶν θεῶν ἰσχύσει ἀποδεῖξαι χωρὶς ἐμοῦ. ἐγὼ ταῦτα γινώσκω, καὶ ποίῳ τρόπῳ γενήσεται. πρὸς ταῦτα οὖν καθήσθω νῦν ἐν τοῖς ὑψηλοῖς καὶ τῆς γῆς ὑπεραιρομένοις τόποις (ἢ ἐν τῷ ὑψηλῷ Ὀλύμπῳ), πιστὸς καὶ θαρρῶν, ἢ πυστὸς, περίπυστος καὶ διάδηλος, καὶ ἔντιμος ἐν βρονταῖς, ἤγουν διὰ τὸ ποιεῖν βροντὰς, μεγαλυνόμενος καὶ ἐκπέμπων βέλος πυρπνόον καὶ πυρὸς πνέον· λέγει δὲ τὸν κεραυνόν· οὐδὲν γὰρ ταῦτα αὐτῷ βοηθήσει εἰς τὸ μὴ καταπεσεῖν πτώματα ἀνυπομόνητα καὶ ἀφόρητα. τοιοῦτον ἀντίπαλον καὶ ἀντίμαχον νῦν εὐτρεπίζει αὐτὸς ἑαυτῷ, ὅστις καὶ ὑπὲρ κεραυνὸν καταφλέξει αὐτὸν καὶ τὸν γενναῖον κτύπον τῆς βροντῆς καὶ τὴν τρίαιναν, αἰχμὴν τοῦ Ποσειδῶνος, δι’ ἧς σαλεύει τὴν γῆν, διασκεδάσει καὶ ἀφανίσει καὶ διαλύσει. λέγει δὲ ὃν ἔμελλε γεννῆσαι ὁ Ζεὺς μιγεὶς τῇ Θέτιδι. A. ἦ μὴν] ὄντως. αὐθάδης] ἀκρατόστομος. B. ἔσται] γενήσεται. |
| Pr 908 | ἐξαρτύεται] ἑτοιμάζεται, κατασκευάζει. B. ὃς] ὁ γάμος. |
| Pr 909 | B. ἄϊστον] ἀφανῆ. |
| Pr 910 | B. κρανθήσεται] τελεσθήσεται. |
| Pr 911 | B. ἐκπιτνῶν] ὑπ’ αὐτοῦ ἐκπίπτων. |
| Pr 912 | ἠρᾶτο] αὐτῷ. δηναιῶν] τῶν παλαιῶν, ἀρχαίων. B. μόχθων ἐκτροπὴν] ἐκφυγὴν καὶ ἀποσόβησιν. |
| Pr 913 | O. δυστυχιῶν ἐκφυγήν. B. αὐτῷ] τῷ Διΐ. |
| Pr 914 | σαφῶς] φανερῶς. B. οἶδα] γινώσκω. |
| Pr 915 | ᾧ τρόπῳ] ἐκφύγοι. B. θαρσῶν] ἐπαιρόμενος καὶ κομπάζων. |
| Pr 916 | τοῖς πεδαρσίοις κτύποις] ταῖς ἐν τῷ ὑψηλῷ ὑπ’ αὐτοῦ γινομέναις βρονταῖς. B. πιστὸς] θαρσαλέος, βέβαιος ὤν. |
| Pr 917 | τινάσσων] κινῶν. πυρπνόον βέλος] τὸν κεραυνόν. B. ταῦτ’] αἱ βρονταὶ καὶ ὁ κεραυνός. |
| Pr 918 | B. οὐκ ἀνασχετὰ] μὴ δυνάμενα ἐπανορθωθῆναι. |
| Pr 919 | O. ἀλλ’ ἀφόρητα. B. τοῖον] τοιοῦτον. |
| Pr 920 | παρασκευάζεται] εὐτρεπίζει. B. ἐπ’ αὐτὸς] ὑπερβατὸν κατὰ λέξιν. |
| Pr 921 | O. δυσμαχώτατον] δυσκαταγώνιστον. B. ὃς δὴ κεραυνοῦ] ταῦτα αἰνιγματωδῶς φησι, καὶ διὰ τοὺς Κύκλωπας τὸν Βρόντην καὶ τὸν Στερόπην, οἳ ἀδελφοὶ ἦσαν τοῦ Κρόνου τοῦ πατρὸς τοῦ Διός. |
| Pr 922 [15] | εἶχον δὲ ἕνα μόνον ὀφθαλμὸν πρὸς τοῖς μετώποις. οὓς ὁ Κρόνος μὲν τῷ ταρτάρῳ προσέδησεν, ὡς ἐπιβούλους πτοούμενος, ὁ δὲ Ζεὺς τῆς βασιλείας κρατήσας τὸν μὲν πατέρα Κρόνον εἰς τάρταρον κατάγει, τοὺς δὲ εἰρημένους ἀνάγει καὶ συνεργοὺς τοῦ κράτους ἐσχήκει, τὸν μὲν Βρόντην βροντὴν μηχανώμενον αὐτῷ, τὸν δὲ Στερόπην ἀστραπὴν εἰς ἐκφόβησιν πάντων τῶν ἄλλων θεῶν. φησὶν οὖν ὁ Προμηθεὺς ὅτι ὁ μέλλων γεννηθῆναι ἀπὸ τοῦ Διὸς συνευνασθέντος τῇ Θέτιδι καὶ ὕστερον ὑπὲρ τὸν Στερόπην καὶ τὸν Βρόντην ἔσται. ἐπεὶ δὲ ᾤετο καὶ τὸν Ποσειδῶνα βοηθῆσαι αὐτῷ τῷ Διῒ, ὡς ἀδελφὸν αὐτοῦ ὄντα, φησὶν ὅτι οὐδὲ ἡ τὴν γῆν σαλεύουσα τρίαινα τοῦ Ποσειδῶνος ἔσται τῷ Διῒ εἰς βοήθειαν. τρίαιναν δὲ λέγουσι κρατεῖν τὸν Ποσειδῶνα ἢ διὰ τὸ τρίτον στοιχεῖον εἶναι αὐτὸν, ἢ διὰ τὸ εἰς τρία διαιρεῖσθαι τὸ ὕδωρ, εἰς ποτάμιον, εἰς θαλάσσιον καὶ εἰς λιμναῖον. A. κρείσσον’] ἐπικρατέστερον. B. καρτερὸν] ἰσχυρόν. |
| Pr 923 | B. θαλασσίαν] ἐκ τῆς θαλάσσης. |
| Pr 924 | τινάκτειραν νόσον] δυναμένην ἁπλοῦν ἢ διδόναι. B. τρίαιναν] γρ. |
| Pr 925 | τριαίνας. O. κάμακα. B. αἰχμὴν] βίαν. O. σκεδᾷ] σκορπίσει. B. πταίσας] προσκρούσας. |
| Pr 926 [5] | τῷδε πρὸς κακῷ] παρὰ τοῦ κακοῦ. ἐμπέσῃ γὰρ ἂν τῇδε τῇ δυστυχίᾳ ἀπὸ τῆς κακίας αὐτοῦ. ἢ τὸ πρὸς κακῷ ἀντὶ τοῦ ἐκ τοῦ προσπταῖσαι καὶ δυστυχῆσαι καὶ τῆς ἀρχῆς ἐκπεσεῖν. πρὸς μὲν οὖν τὸ πρῶτον ὑπόστιξον εἰς τὸ πρὸς κακῷ, πρὸς δὲ τὸ δεύτερον εἰς τὸ τῷδε. B. ὅσον] καλὸν ὑπάρχει. |
| Pr 927 | δίχα] κεχωρισμένως. B. ἐπιγλωσσᾷ] τῇ γλώττῃ κατηγορεῖς, ἐποιωνίζῃ κατὰ τοῦ Διὸς ἃ βούλῃ γενέσθαι αὑτῷ. |
| Pr 928 [10] | ἔστι δὲ τὸ “ἐπιγλωσσᾷ Διὸς” κατ’ ἐρώτησιν. A. χρῄζεις] ἐπιποθεῖς. ἐπιγλωσσᾷ] καταβοᾷς. B. σὺ θὴν ἃ χρῄζεις, ταῦτ’ ἐπιγλωσσᾷ Διός] ὁ χορὸς ἀκούων τοῦ Προμηθέως κακὰ προλέγοντος περὶ τοῦ Διὸς, φησὶ πρὸς αὐτόν· σὺ δὴ, ὦ Προμηθεῦ, ταῦτα ἐπιγλωσσᾷ ἤτοι λέγεις καὶ στρέφεις ἐν γλώσσῃ, ἃ χρῄζεις, ἤγουν ἃ θέλεις καὶ ἀποδέχῃ. ὁ δὲ Προμηθεύς φησι πρὸς τὸν χορόν· ταῦτα λέγω, ἅπερ μέλλει γενέσθαι, σὺν τούτοις καὶ ἃ βούλομαι παθεῖν αὐτὸν τὸν Δία. ὁ δὲ χορός φησι· καὶ ἐνδέχεταί ποτε προσδοκήσειν τινὰ δεσπόσειν τοῦ Διός; ὁ δὲ πρὸς αὐτόν· οὐ μόνον ἄλλοι κυριεύσουσιν αὐτοῦ, ἀλλὰ καὶ ἄλλους πόνους ἕξει δυσχερεστέρους καὶ χαλεπωτέρους. O.P. ἅπερ] ἐκεῖνα λέγω. |
| Pr 929 | B. προσδοκᾶν] ἐλπίζειν. |
| Pr 930 | χρὴ] πρέπει. B. τῶνδε] ὧν λέγω. |
| Pr 931 [5] | δυσλοφωτέρους] ἀφορητοτέρους καὶ δυσβαστακτοτέρους. B. λόφος ὁ ἄνω τένων, ἤτοι ὁ περὶ τὸν τράχηλον ἄνωθεν· ὅθεν καὶ τὸ καταλοφάδια ἐν Ὀδυσσείᾳ καὶ παρὰ Σοφοκλεῖ τὸ ὑπὸ ζυγὸν νῶτον εὐκόλως φέρειν. ὡς λόφου ἐν τοῖς ζῴοις ὄντος τοῦ κατὰ τὸν τράχηλον μέρους, ᾧ ἐπίκειται ὁ ζυγός. P. πῶς οὐχὶ ταρβεῖς] πῶς οὐχὶ φοβῇ τοιαῦτα ὑβριστικὰ λόγια κατὰ τοῦ Διὸς πέμπων τῆς ἰδίας γλώττης; ὁ δὲ Προμηθεύς φησι, διὰ τί φοβοίμην ἐγὼ, ᾧ οὐ πεπρωμένον ἐστὶν ἀποθανεῖν; P. |
| Pr 932 | ταρβεῖς] εἰς φόβον πίπτεις. B. μόρσιμον] μεμοιρασμένον. |
| Pr 933 | B. ἀλλ’ ἆθλον ἄν σοι] ἀλλὰ καὶ εἰ μή ἐστι σοὶ πεπρωμένον ἀποθανεῖν, πόροι καὶ παράσχοι ἤγουν δώσει σοι πόνον ἀλγίω καὶ ἀλγεινότερον καὶ λυπηρότερον τούτου οὗ νῦν πάσχεις. |
| Pr 934 [5] | ὥσπερ δὲ ὁ βελτίων τοῦ βελτίονος κλίνεται καὶ ὁ καλλίων τοῦ καλλίονος, ἔχουσι δὲ τὰς αἰτιατικὰς βελτίω καλλίω, οὕτω καὶ τὸ ἀλγίω αἰτιατική ἐστιν ἀπὸ τῆς ἀλγίων εὐθείας. A. τοῦδ’] ἢ ἐὰν θάνῃς. ἆθλον] κάματον. B. πάντα] ὅσα ἂν ποιήσει. |
| Pr 935 | προσδοκητὰ] ἐλπιστά. B. οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν] οἱ σέβοντες, οἱ τιμῶντες τὴν Ἀδράστειαν, ἤτοι τὴν τύχην, ἣν οὐκ ἐκφεύγει τις. |
| Pr 936 [5] | ἢ τὴν τύχην τὴν μὴ ἐῶσαν ἡμᾶς δρᾶν τὸ θελητόν. ἢ τὴν Δίκην τὴν Ἄδραστον τιμωρήσασαν. θεὰ γὰρ ἦν τις τοὺς ὑπερηφάνους τιμωροῦσα. Ἄλλως. παραινεῖ πτοεῖσθαι μή ποτέ τις νεμεσήσῃ δικαίως αὐτῷ ὡς τὸν Δία ὑβρίζοντι. A. Ἀδράστεια ἡ Νέμεσις. O. Ἀδράστεια ἔφορος μέμψεως. λέγει οὖν ὡς οἱ μὴ μεμφθῆναι σπουδάζοντες φρονιμοί εἰσι. B. σέβου, προσεύχου] σὺ σέβου καὶ κολάκευε καὶ θέλγε τὸν Δία τὸν ἀεὶ κρατοῦντα· (τοῦτο δὲ κατ’ εἰρωνείαν φησίν· ἐλπίζει γὰρ ὅσον οὔπω ἀπὸ τῆς βασιλείας ἐκπεσεῖν αὐτὸν) ἐμοὶ δὲ μικρὸν καὶ ὀλίγον ἢ οὐδ’ ὅλως φροντίς ἐστι τοῦ Διός. |
| Pr 937 [5] | τοῦτον τὸν καιρὸν δράτω καὶ πραττέτω ἃ βούλεται καὶ βασιλευέτω εἰς τὸν βραχὺν χρόνον. ἐπὶ πολὺ γὰρ οὐκ ἄρξει καὶ βασιλεύσει τοῖς θεοῖς. A. σέβου] τίμα. θῶπτε] κολάκευε. ἀεὶ] τὸ ἀεὶ πρὸς τὸ σέβου καὶ οὐ πρὸς τὸ κρατοῦντα· οὐ γὰρ ἀεὶ τὸν Δία λέγει κρατοῦντα, ἐπεὶ τάχιστ’ αὐτὸν ἐκπεσεῖσθαι τῆς ἀρχῆς διατείνεται. B. Ζηνὸς] περί. |
| Pr 938 | B. τὸν βραχὺν] τὸν ὀλίγον. |
| Pr 939 | B. ὅπως θέλει] καθὰ θέλει. |
| Pr 940 | δαρὸν] ἐπιπολύ. θεοῖς] δέον θεῶν εἰπεῖν, θεοῖς εἶπεν Ὁμηρικῷ ζήλῳ, ἐκεῖνος γάρ τινα δὲ τοῖς Ἀχαιοῖς λέγει· ἔστι δὲ πλαγιασμός. B. τρόχιν] ἄγγελον, ἀπὸ τοῦ τρέχειν. |
| Pr 941 [5] | δηλοῖ δὲ τὸν σπουδαῖον οἰκέτην τὸν σπουδαίως πράττοντα τὰ προστάγματα τοῦ κυρίου αὐτοῦ καὶ μὴ βραδύνοντα καὶ χρονίζοντα. A. ἀλλὰ βλέπω τοῦτον τὸν ἄγγελον τοῦ Διὸς, τὸν ὑπηρέτην τοῦ νέου τυράννου, ἤτοι τοῦ Διός. λέγει δὲ τὸν Ἑρμῆν. πάντως τι νέον ἦλθε μηνύσων ἡμῖν. ὁ πατὴρ τῶν θεῶν ὁ Ζεὺς, φησὶν ὁ Ἑρμῆς, κελεύει σοι εἰπεῖν οὕστινας μετ’ ἀλαζονείας λέγεις γάμους, παρ’ ὧν ἐκεῖνος τῆς βασιλείας ἐκβληθῇ. καὶ ταῦτα μέντοι λέγε μηδόλως αἰνιγματωδῶς, ἀλλ’ αὐτὰ ἐκεῖνα ἕκαστα φανερά. P. τὸν ἄγγελον. B. τυράννου] τοῦ Διός. |
| Pr 942 | διάκονον] ὑπηρέτην. B. πάντως] ὁμολογουμένως. |
| Pr 943 | καινὸν] νέον. ἀγγελῶν] μηνύων. B. σὲ τὸν σοφιστὴν] ἀπατεῶνα. |
| Pr 944 | O. εἰρωνικῶς τοῦτο λέγει. B. τὸν ἡμέροις] ἀνθρώποις. |
| Pr 945 | ἢ τοῖς ἡμέροις, πρὸς ἀντιδιαστολὴν τῶν ἀγρίων. γράφεται τὸν ἐφημέροις. P. τὸν ἐξαμαρτόντ’] τὸν πταίσαντα. ἐφημέροις] ἀνθρώποις. B. πορόντα] παρασχόντα. |
| Pr 946 | B. ἄνωγε] ἐκέλευσε. |
| Pr 947 | B. κομπεῖς] φλυαρεῖς. O. αὐδᾶν] λέγειν. |
| Pr 948 | ὧν] ἀφ’. B. μηδὲν αἰνικτηρίως] μηδαμῶς αἰνιγματωδῶς. |
| Pr 949 | B. μηδέ μοι διπλᾶς] μηδ’ ἐμοὶ, ὦ Προμηθεῦ, προσβάλῃς καὶ προξενήσῃς καὶ δώσῃς διπλᾶς ὁδοὺς, ἀντὶ τοῦ μὴ ποιήσῃς ἀπελθεῖν με κενὸν καὶ πάλιν ἐλθεῖν πρὸς σέ. |
| Pr 950 [10] | βλέπεις γὰρ ὅτι τοῖς τοιούτοις ὁ Ζεὺς οὐ καταπραΰνεται. Ἄλλως. μὴ κάματόν μοι διπλοῦν προξενήσῃς δεύτερόν με ποιῶν ὑποστρέψαι. τοῦτο δὲ αἰνίττεται διὰ τοῦ λόγου, μὴ βούλοιό με αὖθις ἀπελθεῖν κενὸν πρὸς τὸν Δία. ἤγουν, ἅπερ εἶπας κατὰ τοῦ Διὸς, μὴ κρύψῃς, ἵνα μὴ κἀκεῖνος πάλιν με πρὸς σὲ πέμψῃ. A. αὖθ’ ἕκαστα] φανερά. μηδέ μοι διπλᾶς ὁδοὺς] εἰ γὰρ ἀσαφῶς εἴποις, πέμψει με πάλιν ὁ Ζεὺς πρὸς σὲ, ἵνα σαφῶς εἴποις. B. Ζεὺς τοῖς τοιούτοις] τοῖς μὴ πειθομένοις αὐτῷ, ἢ τοῖς ψευδέσι λόγοις χρωμένοις οὐ κάμπτεται, οὔτε μειλίσσεται, ἀλλ’ ἐπὶ πολὺ θυμοῦται καὶ ἀμείλικτος γίνεται τοῖς τοιούτοις. |
| Pr 952 [5] | A. τοῖς τοιούτοις] τοῖς ἀσαφέσι. μαλθακίζεται] ἀπατᾶται καὶ παράγεται. B. σεμνόστομός γε] κατ’ εἰρωνείαν ὁ Προμηθεὺς, μὴ, φησὶν, ὁ μῦθος καὶ ὁ λόγος οὗτος προσήκων τῶν θεῶν, τοῦ Ἑρμοῦ. |
| Pr 953 [5] | ταῦτα δὲ λέγει καταγελῶν αὐτοῦ. ἤτοι ἐστὶ καὶ καλῶς εἰρημένος καὶ φρονήματος γέμων, ὡς ῥηθεὶς ὑπὸ ὑπηρέτου τῶν θεῶν. ἢ τὸ σεμνόστομος ἀντὶ τοῦ κενόδοξος καὶ ἐπηρμένος καὶ γέμων οἰήσεως. A. σεμνόστομος] εἰρωνικῶς. B. φρονήματος] ἀλαζονείας. O. πλέως] πεπληρωμένος. B. ὁ μῦθος] ὁ λόγος. |
| Pr 954 [5] | ὡς] καθά. B. νέον νέοι] νῦν νέοι θεοὶ βασιλεύετε καὶ νομίζετε χωρὶς πένθους ἀεὶ κατοικεῖν τὰς τοῦ Ὀλύμπου ἀκρωρείας καὶ μέρη· ἐκ τούτων δὲ τῶν τοῦ Ὀλύμπου μερῶν καὶ ἀκρωρειῶν κατενόησα καὶ εἶδον δύο τυράννους ἐκπεσόντας καὶ ἐκβληθέντας τῆς βασιλείας (λέγει δὲ τὸν Ὀφίωνα καὶ τὴν Εὐρυνόμην καὶ τὸν Κρόνον, ὃν ἔρριψεν ὁ Ζεὺς) τρίτον δὲ καὶ τὸν νῦν τυρραννοῦντα Δία θεάσομαι ἐκπεσόντα καὶ κακῶς καὶ ἐφυβρίστως καὶ συντόμως. |
| Pr 955 [10] | μὴ δοκῶ σοι φοβεῖσθαι τοὺς νέους θεούς; ἐγὼ πολλοῦ ἐλλείπω τοῦ φοβεῖσθαι αὐτούς. σὺ δὲ τὴν ὁδὸν ἣν ἐβάδισας ἐρχόμενος ἐνταῦθα πάλιν βάδιζε. οὐδὲν γὰρ εἴπω σοι ὧν ἐμὲ ἐρωτᾷς. A. νέον] νεωστί· οὐ γὰρ ἀρχαία ὑμῶν ἡ βασιλεία. B. ναίειν ἀπενθῆ πέργαμα] ἐπειδὴ ναίειν εἶπε, ὁ δὲ ναίων ἐντὸς τοίχους ναίει, διὰ τοῦτο πέργαμα εἶπε· λέγει δὲ τὸν οὐρανόν. |
| Pr 956 | B. πέργαμα] τὰ ὑψηλά. C. ἀπενθῆ] ποταπά. B. ᾑσθόμην] ἔγνων. |
| Pr 957 | B. τρίτον] ἐβασίλευσε πρῶτον μὲν ὁ Ὀφίων καὶ Εὐρυνόμη, ἔπειτα Κρόνος καὶ Ῥέα, μετὰ ταῦτα δὲ Ζεὺς καὶ Ἥρα. |
| Pr 958 | A. τὸν νῦν τυραννοῦντ’] τὸν Δία. ἐπόψομαι] ἐκπεσεῖν. B. πολλοῦ γε καὶ] σημείωσαι, πολλοῦ ἐλλείπω, ἀντὶ τοῦ, πολλοῦ γε καὶ δεῖ, ἢ, πολλοῦ γε καὶ δέω. |
| Pr 961 | A. ἐγκόνει πάλιν] σπεύδων ἀπέρχου. |
| Pr 962 | B. ἂν ἱστορῇς] ζητῇς. |
| Pr 963 | B. τοιοῖσδε] ἐν ταύταις ταῖς κενοδοξίαις καὶ ὑπερηφανίαις καὶ ἀναισχυντίαις καὶ πρὶν σαυτὸν εἰσήγαγες καὶ ἐνέδησας εἰς τὰς βλάβας ἃς πάσχεις νῦν. |
| Pr 964 [5] | A. πρὶν] ὅτε τὸ πῦρ κέκλοφας. αὐθαδίσμασιν] κομπάσμασιν· ἔλεγ’ ὡς δικαίως κέκλοφε. B. ἐς τάσδε] ἐν αἷς νῦν τυγχάνεις. |
| Pr 965 | B. τῆς σῆς λατρείας] τοῦτό φησιν ὁ Προμηθεὺς πρὸς τὸν Ἑρμῆν, σαφῶς γίνωσκε ὅτι οὐκ ἂν ἀλλάξαιμι τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν. |
| Pr 966 [5] | ἤγουν, οὐ προτιμήσομαι τὸ λατρεύειν τῷ Διῒ καὶ ὑπηρετεῖν αὐτῷ καὶ εἶναι ἄγγελος αὐτοῦ, ὥσπερ σὺ, τοῦ πάσχειν οὕτω κακῶς. τουτέστι, κρεῖσσον ἡγοῦμαι τοῦ λατρεύειν καὶ ἀγγελιαφορεῖν τῷ Διῒ ὡς σὺ τὸ προσηλῶσθαι τῇ πέτρᾳ ταύτῃ καὶ πάσχειν κακῶς. A. ἀλλάξαιμ’] οὐ μόνον ἐπὶ τοῦ ἀλλάττω τὸ διδόμενόν ἐστι γενικὴ καὶ τὸ λαμβανόμενον αἰτιατικὴ, ἀλλὰ καὶ τοὔμπαλιν, ὡς κἀνταῦθα καὶ παρ’ Ὁμήρῳ τὸ “χρύσεα χαλκείων ἀλλάξατο. |
| Pr 967 | ” ἐκεῖ γὰρ ὁ Γλαῦκος χρύσεα δοὺς χάλκεα ἔλαβεν. B. λατρεύειν] προσταλαιπωρεῖν. |
| Pr 968 | B. φῆναι] λέξαι. |
| Pr 969 | B. τοὺς ὑβρίζοντας] Ἑρμῆς γὰρ πρόσθεν τοῦτον ὑβρίσας τοιαῦτα παρ’ αὐτοῦ ἤκουσεν. |
| Pr 970 | B. χλιδᾶν ἔοικας] ἀκούσας ὁ Ἑρμῆς τοῦ Προμηθέως εἰπόντος ὅτι κρεῖσσον ἡγοῦμαι τὸ προσηλῶσθαι τῇδε τῇ πέτρᾳ παρὸ ἀγγελιοφόρον εἶναι ἐμὲ τοῦ Διὸς, φησὶ πρὸς αὐτὸν ὅτι ἔοικας τρυφᾶν καὶ χαίρειν τοῖς κακοῖς οἷς πάσχεις. |
| Pr 971 [5] | ἀποκριθεὶς δὲ ὁ Προμηθεύς φησι πρὸς αὐτὸν, τρυφῶ καὶ χαίρω τοιαῦτα πάσχων κακά; οὕτως εἴθε τοὺς ἐμοὺς ἐχθροὺς ἴδοιμι τρυφῶντας, καὶ σὲ μετὰ τούτων. A. ἄμποτε ἴδοιμι. O. χλιδᾶν] τρυφᾶν καὶ εἰς οὐδὲν ταῦτα λογίζεσθαι. τοῖς παροῦσι πράγμασι] ταῖς προσούσαις σοι νῦν δυστυχίαις. B. οὕτως] ὧδε. |
| Pr 973 | B. ἦ] ὄντως. |
| Pr 974 | B. ἐχθαίρω] μισῶ. |
| Pr 975 | B. παθόντες εὖ] παρ’ ἐμοῦ. |
| Pr 976 | κακοῦσι] κακοποιοῦσι. ἐκδίκως] ἀδίκως. B. κλύω ς’ ἐγὼ] νοῶ σε, φησὶν, ἐγὼ μεμηνότα καὶ παραφρονοῦντα καὶ πάσχοντα νόσον κακήν. |
| Pr 977 [5] | ὁ Ἑρμῆς ταῦτα λέγει πρὸς τὸν Προμηθέα, ὁ δὲ πρὸς αὐτὸν, ἔστω νοσεῖν με, κατὰ σὲ κριτὴν, εἰ νόσημά ἐστι καὶ παραφροσύνη καὶ μανία τὸ στυγεῖν τοὺς ἐχθρούς. οὔ φησιν, ὁρῶ, ἀλλὰ κλύω· οὐ γὰρ δι’ ἔργων ὕβριζεν ὁ Προμηθεὺς τοὺς θεοὺς, ἀλλὰ διὰ λόγων. A. κλύω] αἰσθάνομαι. μεμηνότ’] μαινόμενον. B. νοσοῖμ’ ἂν] ἄμποτε νοσοίην. |
| Pr 978 | O. εἶ] ἐὰν ὑπάρχει. στυγεῖν] μισεῖν. B. εἴης φορητὸς οὐκ ἂν, εἰ πράσσοις καλῶς, καὶ εἶχες καλῶς κατὰ τὰς φρένας, οὐκ ἂν ὑπέμεινας ταῦτα, ἅπερ πάσχεις, ἀλλὰ δηλονότι ἂν ἐβόας. |
| Pr 979 | P. εἰ τοσούτοις συνὼν κακοῖς θρασύνῃ, τί ποτ’ ἂν ἔδρασας εὐτυχῶν; φορητὸς] ὑπομονητός. B. ᾤμοι] φεῦ. |
| Pr 980 | τόδε] τὸ ὤμοι. B. ἀλλ’ ἐκδιδάσκει πάνθ’] ὁ μακρὸς καὶ πολὺς χρόνος διδάσκει ἡμᾶς ἃ οὐ γινώσκομεν. |
| Pr 981 | καὶ τὸν Δία γοῦν ὁ χρόνος διδάξει τὸ στενάζειν. O.P. ὥστε κἀκεῖνος τοῦτο μαθήσεται. B. ὁ γηράσκων] ὁ παλαιὸς, ὁ μακρός. O. καὶ μὴν] σὲ οὐδὲ ὁ χρόνος ἐδίδαξε σωφρονεῖν. |
| Pr 982 | P. οὔπω σωφρονεῖν] ἐπειδὴ δυστυχῶν οὐχ ὑποκλίνῃ ταῖς συμφοραῖς, ἀλλὰ τοῦ Διὸς καταφέρῃ, ὥσπερ οὐκ εἰδὼς ὅτι σου μείζων ἰσχύει. ἐπίστασαι] γινώσκεις. B. σὲ γὰρ] καλῶς λέγεις μὴ φρονεῖν ἐμέ· εἰ γὰρ ἐγὼ ἐφρόνουν, οὐκ ἂν προσεφώνουν σε καὶ διελεγόμην πρὸς σὲ ὑπηρέτην ὄντα καὶ οὐ θεόν. |
| Pr 983 | O.P. εἰκότα λέγει. B. καὶ μὴν ὀφείλων] τίνοιμι καὶ ἀποδώσω αὐτῷ χάριν ὑπὲρ ὧν ἐποίησεν εἰς ἐμὲ ὥσπερ χρεωστῶν αὐτῷ. |
| Pr 985 [10] | τοῦτο δὲ κατ’ εἰρωνείαν λέγει. P. εἰπόντος Ἑρμοῦ πρὸς τὸν Προμηθέα ὡς ἔοικας οὐδὲν ἐρεῖν ὧν χρῄζει πατὴρ, οὗτος εἰρωνευόμενός φησι πρὸς αὐτὸν, καὶ μὴν ὀφείλων καὶ χρεωστῶν αὐτῷ χάριν τίνοιμι ἂν καὶ ἀνταποδοίην· ὅπερ ὁ Ἑρμῆς γνοὺς ἐν εἰρωνείᾳ ῥηθὲν (οὐ γὰρ ὤφειλε Προμηθεὺς οὐδ’ ὁτιοῦν τῷ Διῒ) αἰτιᾶται τοῦτον κερτομήσαντα εἰρωνευσάμενον αὐτὸν ὡς παῖδα ὄντα, εἰ μηδὲν ἐπῄσθετο ὅτι ψεύδεται. παῖδα ἀντὶ τοῦ δοῦλον νοοῦσιν, ἵν’ εἴη ὁ λόγος διὰ τὴν τοῦ Ἑρμοῦ δουλείαν, ὅτι σὺ μὲν ὡς δοῦλος πάντα ὀφείλεις ὑπηρετεῖν αὐτῷ, ἐγὼ δὲ οὔ. ὅπερ ἐξελέγχεται διὰ τῆς τοῦ Προμηθέως κατασκευῆς. B. χάριν] ἀντίχαριν καὶ ἀμοιβήν. O. ἐκερτόμησας δῆθεν ὡς παῖδ’ ὄντ’ ἐμέ] ὕβρισας ὡσανεὶ δοῦλον. |
| Pr 986 [5] | παῖς γὰρ λέγεται καὶ ὁ νέος καὶ ὁ δοῦλος· ὡς τὸ “Ὀφθαλ“μοὶ παιδίσκης” ἤγουν δούλης. καὶ τὸ “Ἐγένοντό μοι παῖδες καὶ “παιδίσκαι,” ἀντὶ τοῦ, δοῦλοι καὶ δουλίδες. O.P. ὡς] καθά. B. παῖς] δοῦλος. |
| Pr 987 | B. ἀνούστερος] μωρός. O.B. πευσεῖσθαι] μαθεῖν. |
| Pr 988 | B. αἴκισμ’] τιμωρισμός. |
| Pr 989 | O. κόλασις. B. προτρέψεται] παρακινήσει, διεγερεῖ. |
| Pr 990 | O. γεγωνῆσαι] φωνῆσαι. B. χαλασθῆ δεσμὰ λυμαντήρια] τοῦ προσόντος ἐμοὶ δεσμοῦ ἐκλυθῶ. |
| Pr 991 [5] | B. πρὸς ταῦτα, ῥιπτέσθω μὲν αἰθαλοῦσα φλόξ] πρὸς ταῦτα καταφερέσθω μὲν ἄνωθεν ἀστραπὴ καὶ κεραυνὸς, ἐν νιφάδι δὲ καὶ χιόνι λευκοπτέρῳ καὶ λεπτῇ κατερχομένῃ ἀπὸ τοῦ οὐρανοῦ καὶ ἐν βρονταῖς ταραττέτω πάντα· οὐδὲν γὰρ ἀπὸ τούτων κάμψει καὶ πείσει με, ὥστε εἰπεῖν αὐτῷ πρὸς τίνος ἀπόκειται τῆς τυραννίδος ἐκβληθῆναι αὐτόν. |
| Pr 992 | P. αἰθαλοῦσα φλὸξ] ἀστραπαί τε καὶ κεραυνός. B. νιφάδι] χιόνι. |
| Pr 993 [5] | βροντήμασι χθονίοις] σεισμοῖς· ἐπειδὴ αἱ βρονταὶ ἄνωθεν γίνονται ῥηγνυμένων νεφῶν, διὰ τοῦτο βροντήμασι χθονίοις εἶπεν ἀντὶ τοῦ τῷ τὴν γῆν κινοῦντι σεισμῷ. B. βροντήμασι] γρ. ἐκβροντήμασι. αἱ γὰρ βρονταὶ καὶ οἱ σεισμοὶ καὶ αἱ νιφάδες χθονός εἰσιν ἤτοι τῶν βροτῶν καταπληκτικά. τοῖς δὲ θεοῖς οὔ (γράφεται ἡμῖν δὲ τοῖς θεοῖς, οὔ.) P. κυκάτω] ταρασσέτω. |
| Pr 994 | B. γνάμψει] ἐπικλάσει. |
| Pr 995 | φράσαι] εἰπεῖν. B. χρεὼν] ἀποκείμενον. |
| Pr 996 | νιν] αὐτόν. B. ὅρα νυν εἴ σοι ταῦτ’ ἀρωγὰ φαίνεται] ὁ Ἑρμῆς φησι πρὸς τὸν Προμηθέα, βλέπε καὶ πρόσεχε, ἐάν εἰσί σοι ταῦτα ὠφέλιμα καὶ δυνάμενα λῦσαί σε τοῦ δεσμοῦ. |
| Pr 997 [5] | ὁ δὲ Προμηθεὺς πρὸς αὐτόν· ταῦτα ἔκπαλαι ἐμελετήθησαν καὶ ἐβουλεύθησαν. O.P. ταῦτα] ἃ φῄς. ἀρωγὰ] κερδαίνεις γὰρ οὐδὲν ταῦτα βοῶν. B. βεβούλευται τάδε] ὅτι οὐδὲν ὠφελοῦμαι ἐκ λόγων. |
| Pr 998 | B. ὀχλεῖς μάτην με, κῦμ’ ὅπως, παρηγορῶν] μάτην με, φησὶ, βιάζῃ, ὥσπερ εἰς κῦμα λαλῶν ἤγουν ἀναισθήτῳ προσδιαλεγόμενος. |
| Pr 1001 [5] | ὁ δὲ, εἰσελθέτω μήποτε, φησὶ, σοὶ ἔννοια ὅτι ἐγὼ φοβηθεὶς τὴν ἀπηνῆ γνώμην τοῦ Διὸς μαλακισθήσομαι καὶ θηλύνους γενήσομαι, ἤτοι θῆλυς καὶ ἄνανδρος τὸν νοῦν, καὶ παρακαλέσω τὸν ἐμοὶ μεγάλως μισούμενον Δία ἐν ὑπτιάσμασι χειρῶν γυναικομίμοις, ἤγουν ἐν ἐκτάσεσι χειρῶν ἀσθενέσιν, ὥστε λῦσαί με τῶνδε τῶν δεσμῶν. O.P. παρηγορῶν] παρ’ ἃ φρονῶ πείθειν ἐπιχειρῶν. B. εἰσελθέτω] ἔννοια, γνῶσις. |
| Pr 1002 | ὡς] ὅτι. B. γνώμην φοβηθείς] καὶ συντάσσεται οὕτω· μὴ εἰσελθέτω σε γνώμη καὶ ἐνθύμησίς ποτε ὅτι ἐγὼ φοβηθεὶς ἕνεκα τοῦ Διὸς θηλύνους ἤτοι θῆλυς καὶ ἄνανδρος τὸν νοῦν γενήσομαι. |
| Pr 1003 | P. λιπαρήσω] παρακαλέσω. |
| Pr 1004 | στυγούμενον] μισούμενον. B. λῦσαι] ἐλευθερῶσαι. |
| Pr 1006 | δέω] ἐλλείπω. B. λέγων ἔοικα] πολλὰ, φησὶ, λέγω, καὶ ἔοικα ταῦτα λέγειν μάτην. |
| Pr 1007 [5] | οὐδὲν γὰρ μαλθάσσῃ καὶ πραΰνῃ καὶ τέγγῃ καὶ ἐνδίδως τῆς ἐνστάσεως, ἀλλ’ ὥσπερ νεωστὶ ἀχθεὶς εἰς τὸν ζυγὸν πῶλος, δάκνων τὸν χαλινὸν, βιάζῃ σὺ καὶ ἀνθίστασαι, καὶ πρὸς τοὺς χαλινοὺς ἀντιμάχῃ, καὶ σφοδρύνῃ, καὶ θρασύνῃ ἐν οὐδαμινῷ σοφίσματι καὶ μὴ δυναμένῳ ὠφελῆσαι. ὃ εἶπε περὶ τοῦ Διός. καὶ μάτην ἐρεῖν] γράφεται, ἀλλ’ ἐρεῖν μάτην. A. τέγγῃ] μεταβολὴν δέχῃ. |
| Pr 1008 | B. μαλθάσσῃ λιταῖς] εἴκεις. C. σφοδρύνῃ] κομπάζῃ καὶ ἐπαίρῃ. |
| Pr 1011 | ἀσθενεῖ σοφίσματι] ψευδεῖ ἀπάτῃ. B. αὐθαδία] ἡ ἔπαρσις. |
| Pr 1012 | O. μωρία. B. σκέψαι δὲ] σκόπησον ποταπὸς χειμὼν καὶ ζάλη τῶν ἀθλίων καὶ τῶν κακῶν τρικυμία ἄφυκτος, ἣν οὐ δυνήσῃ ἐκφυγεῖν, ἔπεισι καὶ ἐπέρχεται ἐπὶ σέ. |
| Pr 1014 [5] | πρῶτα μὲν τὴν ὀκρίδα φάραγγα (τραχεῖαν δὲ λέγει φάραγγα τὸ τραχὺ ὄρος τὸν Καύκασον) βροντῇ καὶ κεραυνῷ διασχίσει ὁ Ζεὺς, καὶ ἔνδον ταύτης καλύψει τὸ σὸν σῶμα. ἡ πετραία δὲ ἀγκάλη καὶ κοιλότης σὲ βαστάσει καὶ δέξεται. πολὺ δὲ μῆκος χρόνου τελειώσας ἄψορρον καὶ ὀπισθορμήτως ἥξεις ἐς φῶς. A. πεισθῇς] καταπεισθῇς. B. οἷος] ὁποῖος. |
| Pr 1015 | τρικυμία] ἦχος. B. ἔπεις’] ἐπεισέρχεται. |
| Pr 1016 | ὀκρίδα] τραχεῖαν καὶ χαλεπήν. B. πετραία δ’ ἀγκάλη σὲ] ἀγκάλη λέγεται τὸ ἀπόρρηγμα καὶ κοίλωμα τῆς πέτρας. |
| Pr 1019 | τοῦτο γοῦν φησι, χάσματος γενομένου μετέωρος ἔσῃ, κρεμάμενος τῶν χειρῶν. A. πετραία δ’ ἀγκάλη σε βαστάσει] ἐντὸς αὐτῆς τριβήσῃ. B. ἐκτελευτήσας] ἐκτελέσας ἐντός. |
| Pr 1020 | B. ἄψορρον] ὀπισθόρμητον. |
| Pr 1021 [5] | B. πτηνὸς κύων] μυθεύεται ὅτι ὁ Ζεὺς εἰς ὄρος τὸν Καύκασον προσηλώσας τὸν Προμηθέα μέσον κίονος ἐποίησεν ἀετὸν κατέρχεσθαι καὶ ἐσθίειν καθ’ ἡμέραν τὸ ἧπαρ αὐτοῦ, διὰ πάσης μὲν ἡμέρας βιβρωσκόμενον, νυκτὸς δὲ πάλιν ἀναπληρούμενον καὶ οἷον ἀνακαινιζόμενον, ἕως οὗ ὁ Ἡρακλῆς τοξεύσας τὸν ἀετὸν ἀπέκτεινε, τὸν Προμηθέα δὲ κακῆς μερίμνης ἀπέλυσε. |
| Pr 1022 [30] | ταῦτα δὲ ἦν πάσχων ὁ Προμηθεὺς διὰ δύο αἰτίας, μίαν μὲν ὅτι τὸ πῦρ κεκρυμμένον ὂν παρὰ τοῦ Διὸς δολίως ἀποκλέψας οὗτος ἐν νάρθηκι κατήγαγε καὶ τοῖς ἀνθρώποις ἐδωρήσατο τοῦτο, δι’ οὗ αἱ τέχναι πᾶσαι ἀνύονται· ἑτέραν δὲ, ὅτι βοῦν μέγαν θύσαντες οἱ θεοὶ περὶ τὴν Σικυῶνα τὴν πόλιν τὸν Προμηθέα μεριστὴν τῶν κρεάτων ἐποίησαν, οὗτος δ’ ὀστᾶ μόνα τῇ πιμελῇ δολίως συγκαλύψας, εἰς μὲν τὰς τῶν ἑτέρων θεῶν μοίρας ἔγκατα καὶ σάρκας παρέθετο, τῷ δὲ Διῒ μόνα τὰ ὀστᾶ πρὸς εὐωχίαν παρέθετο, ὁ δὲ ὀργισθεὶς κατ’ αὐτοῦ οὕτως αὐτὸν ἐτιμώρησεν. Ἄλλως. τοῦτό φησιν, ὅτι τοῦ Διὸς κύων ἀετὸς (τῷ Διῒ γὰρ ὁ ἀετὸς ἀνατίθεται, ὡς ζῷον βασιλικὸν) διακόψει μέγα ῥάκος τοῦ σώματος, τουτέστι μέρος καὶ ἀπόκομμα, ἐρχόμενος ἀκάλεστος εὐωχητής· ἐκθοινήσεται δὲ καὶ φάγεται τὸ ἧπαρ τὸ ἐκ τῆς βρώσεως μελαινόμενον. τοῦ τοιούτου δὲ δεσμοῦ καὶ τῆς τοιαύτης κακοπαθείας μηδέν τι προσδόκα τέλος, πρὶν ἄν τις τῶν θεῶν διάδοχος φανῇ τῶν σῶν πόνων καὶ εἰς τὸν σκοτεινὸν Ἅιδην θελήσῃ παραγενέσθαι καὶ εἰς τὸν τάρταρον. τοῦτο δὲ λέγει, ὡς τοῦ βοηθοῦντος αὐτῷ πεισομένου ταῦτα πάντα. ὁ μέλλων βοηθῆσαί σοι, φησὶ, καὶ ἀπολυτρῶσαί σε τοῦ πόνου τούτου εἰς τὸν Ἅιδην ἥξει καὶ ταρταρωθήσεται. A. δαφοινὸς] ἄγαν φονικός. O. αἰετὸς] ὁ ἀετὸς ἀνάκειται τῷ Διΐ· κύνα δὲ αὐτὸν λέγει διὰ τὸ ἁρπακτικὸν, ἢ διότι ἀναιδῶς ἔμελλε τῷ Προμηθεῖ ἐπιτίθεσθαι. ὃν ἐτόξευσεν Ἡρακλῆς, ὅτε τὸν περὶ τῶν μήλων ἆθλον ἐπόνει, ὃς ἑνδέκατος ἦν αὐτῷ. ἴσθι δὲ ὡς διὰ πάσης τῆς ἡμέρας τὸ Προμηθέως ἧπαρ τῷ ἀετῷ βιβρωσκόμενον, ἀνεπληροῦτο πάλιν νυκτὶ καὶ ἄρτιον ἦν. λάβρος] λαιμαργός. B. διαρταμήσει] διακόψει. |
| Pr 1023 | ἀρταμὸς δὲ κυρίως ὁ δαιτρός. γίνεται δὲ ἀπὸ τοῦ ἄρτιον, τὸ ὁλόκληρον, καὶ τοῦ τέμνειν· ὁ τὰ ἄρτια ἤγουν τὰ ὁλόκληρα καὶ ἀκέραια τεμμαχίζων. P. ῥάκος] τὸ δέρμα. B. δαιταλεὺς πανήμερος] δαιτυμὼν διὰ πάσης τῆς ἡμέρας. |
| Pr 1024 | B. κελαινόβρωτον] τὸ μελαινόμενον ὑπὸ τῆς βρώσεως. |
| Pr 1025 | διὰ τὸ αἷμα δὲ τοῦτο λέγει. P. μέλαν. ἐκθοινήσεται] καταφάγῃ. B. τοῦ σοῦ δὲ μόχθου] τῆς σῆς δυστυχίας. |
| Pr 1026 | τέρμα μή τι προσδόκα] μὴ ἀπαλλαγὴν ἔλπιζε τῆς συμφορᾶς ταύτης, εἰ μή τις τῶν θεῶν ἐθελήσει κινδυνεῦσαι ὀλόμενος ἀπαλλάξαι τῶν κακῶν, οὐδέποτε ἔσται ὡς τοῦδ’ αὐτὸς, εὖ ἴσθι, λελύσῃ. B. ἀναύγητον] ζοφερὸν, σκοτεινόν. |
| Pr 1028 | O. κνεφαῖα] σκοτεινά. |
| Pr 1029 | B. πρὸς ταῦτα βούλευ’] πρὸς ταῦτα βουλεύου καὶ σκόπει τὸ προσῆκον, ὅτι ταῦτα ἅ σοι λέγω, οὐκ εἰσὶ πεπλασμένα καὶ ψευδῆ, ἀλλὰ λίαν ἀληθῆ. |
| Pr 1030 [5] | τὸ γὰρ Δῖον στόμα, ἤτοι τὸ τοῦ Διὸς, οὐκ ἐπίσταται ψευδολογεῖν, ἀλλὰ πᾶν ὃ ἂν εἴπῃ εἰς τέλος καὶ πλήρωμα ἄγει. σὺ δὲ ἐπιτήρει καὶ πρόσεχε, μηδὲ τὴν ἀναίδειαν ἡγήσῃ ποτὲ κρείττονα τῆς εὐβουλίας. A. βούλευ’] τὰ συμφέροντά σοι. ὡς] ὅτι. B. κόμπος] τὸ κόμπος εἶπε κατὰ τὴν τοῦ Προμηθέως δόξαν· ᾤετο γὰρ Ἑρμῆν μάτην πρὸς αὐτὸν ταῦτα κομπάζειν. |
| Pr 1031 | B. λίαν εἰρημένος] μετ’ ἐπάρσεως λεγόμενος. O. ἀληθὴς καὶ οὐ μάταιος. B. ψευδηγορεῖν γὰρ] ψευδῆ λέγειν οὐκ ἐπίσταται. |
| Pr 1032 | ἐκεῖνος γὰρ προσέταξέ μοι ταῦτά σοι φάναι. B. πᾶν ἔπος] ὃ ἂν εἴποι. |
| Pr 1033 | B. πάπταινε] ἐπιτήρει. |
| Pr 1034 | O. σκόπει. φρόντιζε] τοῦ λυσιτελοῦντος. B. ἀμείνον’] κρείττονα. |
| Pr 1035 | B. οὐκ ἄκαιρα] ἀλλὰ ἔγκαιρα. |
| Pr 1036 | B. ἀνάρμοστα. O. ἐρευνᾶν] ζητεῖν. |
| Pr 1038 | B. σοφῷ] οἷος αὐτὸς εἶ. |
| Pr 1039 | B. αἰσχρὸν] ἄσχημον. O. εἰδότι] γινώσκοντι. |
| Pr 1040 | B. ἐθώϋξε] εἶπε. |
| Pr 1041 | B. ἀεικὲς] ἀπρεπές. |
| Pr 1042 | B. πρὸς ταῦτ’ ἐπ’ ἐμοὶ] πρὸς ταῦτα ῥιπτέσθω μὲν ἐπ’ ἐμοὶ ἡ ἑλικοειδὴς τοῦ πυρὸς καταφορά· ἀμφήκης δέ ἐστιν ὁ ὀξύς· βόστρυχον δὲ εἶπε διότι δίκην βοστρύχου πίπτει ὁ κεραυνός. |
| Pr 1043 [10] | ὁ αἰθὴρ δὲ καὶ ὁ ἀὴρ ἐρεθιζέσθω καὶ κινείσθω ἐν βροντῇ, σφακέλῳ τε ἀγρίων ἀνέμων, τουτέστι συντόνῳ κινήσει. σφάκελος δὲ κυρίως ἡ σῆψις τοῦ ἐγκεφάλου. τὴν γῆν δὲ ἐκ τῶν πυθμένων καὶ τῶν κατωτάτων τόπων σὺν αὐτοῖς θεμελίοις κραδαίνοι καὶ κινήσειεν. τὸ κῦμα δὲ τῆς θαλάσσης ἐν τραχεῖ ῥεύματι συγχώσειεν ἐμὲ καὶ τὸ σῶμα τὸ ἐμὸν ἀναρρίψῃ εἰς τὰς διόδους τῶν οὐρανίων ἄστρων, ἤτοι εἰς τὸν οὐρανὸν, ὅπου εἰσὶ τὰ ἄστρα. ἢ εἰς τὸν μέλανα Ἅιδην. A. πρὸς ταῦτ’] διὰ τοῦτο. B. ἀμφήκης] ἀμφοτέρωθεν ἠκονημένος, συνεχὴς ὄμβρος. |
| Pr 1044 | O. δι’ ὅλου καυστικός. αἰθὴρ] ἀήρ. B. ἐρεθιζέσθω βροντῇ] κινείσθω ἐν βροντῇ. |
| Pr 1045 | σφακέλῳ] συστροφῇ. B. πυθμένων] τῶν βαθυτάτων τόπων. |
| Pr 1046 | B. κραδαίνοι] κραδαινέτω καὶ κινείτω. |
| Pr 1047 | B. ταράσσοι, τινάσσοι. C. τραχεῖ ῥοθίῳ] σφοδρῷ ῥεύματι. |
| Pr 1048 | B. συγχώσειεν] συγχωσάτω αὐτήν. |
| Pr 1049 | B. διόδους] εἰς τὰς διεξόδους. |
| Pr 1050 | κελαινὸν] σκοτεινόν. B. ἄρδην ῥίψειε] ὁμοῦ ῥιψάτω. |
| Pr 1051 | B. ἄρδην] σφοδρῶς. C. δίναις] συστροφαῖς. |
| Pr 1052 [5] | B. τοιάδε μέντοι] ἀκούσας ὁ Ἑρμῆς τοῦ Προμηθέως εἰπόντος ὅτι, εἴ τι βούλεται ὁ Ζεὺς ἐπ’ ἐμοὶ, ποιησάτω· ἐμὲ γὰρ οὐ θανατώσει· πρὸς τὰς Ὠκεανίδας φησὶ, τοιαῦτα μέντοι τῶν φρενοπλήκτων καὶ τῶν εἰς νοῦν βεβλαμμένων καὶ παραφρονούντων τὰ βουλεύματα καὶ λόγια ἔστιν ἀκοῦσαι· τί γὰρ ἐλλείπει πρὸς τὸ μὴ παραφρονεῖν αὐτὸν, ὦ Ὠκεανίδες; O. |
| Pr 1054 | P. ἢ διὰ τί χαλᾷ καὶ ἐνδίδωσι τῶν μανιῶν, εἰ τάδ’ εὐτυχῆ ὑπάρχουσιν; O. φρενοπλήκτων] τῶν μανικῶν. B. παραπαίειν] παραφρονεῖν. |
| Pr 1056 | A. αὐτόν. B. εἰ δ’ εὐτυχῆ, τί χαλᾷ μανιῶν] ἔνι δὲ ὁ λόγος ὅλος τοῦ Ἑρμοῦ· ἡ ἔννοια δὲ τοιαύτη· εἰ ταῦτα εὐτυχῆ δοκοῦσι τῷ Προμηθεῖ, τί διαφέρει τοῦ μαινομένου; Ἄλλως. |
| Pr 1057 [5] | εἰ τὰ τοῦδε εὐτυχῶς ἔχουσι, τί χαλᾷ καὶ ἐνδίδωσι τῶν μανιῶν; Ἄλλως. εἰ τοῦδε εὐτυχεῖ, τί χαλᾷ μανιῶν; γράφεται καὶ εἰ τοῦδ’ εὐτυχῆ [εἰσί σοι], τί χαλᾷ [ἐλλείπει] μανιῶν. P. εἰ δ’ εὐτυχῆ] σοί. ἤγουν εἰ τὴν παροῦσαν συμφορὰν ἐν εὐτυχίας ἡγοῖο μέρει, τί μανιῶν ὑφίεσαι, τουτέστιν ἀτεχνῶς μαινόμενος εἶ καὶ οὐ καθ’ ὁτιοῦν σωφρονεῖς; τί χαλᾷ] ὑφίεσαι. B. ἀλλ’ οὖν ὑμεῖς γ’ αἱ πημοσύναις] πρὸς τὰς Ὠκεανίδας φησὶν ὁ Ἑρμῆς, ἀλλ’ οὖν ὑμεῖς γε, ὦ γυναῖκες συλλυπούμεναι καὶ συγκακοπαθοῦσαι ταῖς τοῦ Προμηθέως βλάβαις, ὑποχωρεῖτε ταχύτατα ἐκ τῶν ἐνταῦθα τόπων, μὴ τὰς φρένας ὑμῶν ματαιώσῃ καὶ μωρὰς ἢ παραπλῆγας ποιήσῃ τὸ ἤχημα τῆς τοῦ Διὸς βροντῆς, τὸ ἀτέραμνον καὶ σκληρὸν καὶ μέγα. |
| Pr 1058 | A. πημοσύναις] βλάβαις. O. δυστυχίαις. B. συγκάμνουσαι] κοπιῶσαι. |
| Pr 1059 | B. μετά που χορεῖτ’] εἰκότως ἐνταῦθα πεποίηκε τὸ ὑπερβατὸν κίνησιν παρεγγυώμενος καὶ μετανάστασιν τῷ χορῷ. |
| Pr 1060 | θοῶς] ταχέως. B. ἠλιθιώσῃ] εἰς ἀναισθησίαν ἄξῃ. |
| Pr 1061 | B. μύκημα] κτύπημα. |
| Pr 1062 | O. κτύπος. ἀτέραμνον] σκληρὸν, σφοδρόν. B. ἄλλο τι φώνει] ἄλλο τι λέγε καὶ παραμυθοῦ καὶ παραλογίζου καὶ ἀπάτα ἐμὲ, εἰς ὅπερ καὶ πείσεις καταλεῖψαι τὸν Προμηθέα. |
| Pr 1063 [5] | οὐ γὰρ τοῦτο τὸ ἔπος, δηλαδὴ τὸ, μὴ ἠλιθιώσῃ τὰς φρένας ὑμῶν τὸ τῆς βροντῆς ἤχημα, τλητὸν καὶ ὑπομονητὸν καὶ καρτερητὸν παρέσυρας καὶ παρέρριψας καὶ παρήγαγες εἰς τὸ πεῖσαι καταλεῖψαι τὸν Προμηθέα. A. παραμυθοῦ] παράπειθε. B. τλητὸν] γρ. |
| Pr 1065 | λητὸν, ἤγουν λαθαστόν. P. ἀνεκτὸν ἡμῖν. παρέσυρας] ἐξήνεγκας. B. παρέρριψας. O. πῶς με κελεύεις κακότητ’ ἀσκεῖν] πῶς με κελεύεις κακίαν ἀγαπᾶν καὶ μισεῖν τοῦτον; διά τινα Ἰφικράτην στρατηγόν. |
| Pr 1066 [5] | λαβὼν γὰρ δῶρα προὔδωκε τὸν οἰκεῖον στρατὸν τοῖς ἐναντίοις. Ἄλλως. τοὺς προδότας μισῶ, καὶ πῶς προδώσω τὸν ἐμοὶ φίλον καὶ τούτῳ συμπονήσω; P. κακότητ’ ἀσκεῖν] κακίαν ἀγαπᾶν καὶ μισεῖν τοῦτον. A. τὸ γὰρ προδιδόναι τοὺς φίλους εἰς τοῦτο φέρει. B. χρὴ] ἀπόκειται. |
| Pr 1067 | B. προδότας] τῶν φίλων. |
| Pr 1068 | B. τῆσδ’] προδοσίας. |
| Pr 1070 [5] | B. ἀλλ’ οὖν μέμνησθ’ ἅττ’ ἐγὼ] ἀλλ’ οὖν μέμνησθε ἅπερ προλέγω ὑμῖν, μηδὲ παρ’ ἄτης θηραθεῖσαι, ἤγουν εἰς βλάβην ἐμπεσοῦσαι, μέμψησθε τὴν δυστυχίαν ἣν μέλλετε παθεῖν· μηδὲ εἴπητε ποτὲ ὅτι ὑμᾶς ὁ Ζεὺς εἰς ἀπροσδόκητον ἢ ἀνέλπιστον καὶ αἰφνίδιον βλάβος εἰσέβαλεν, μηδαμῶς εἴπητε τοῦτο. |
| Pr 1071 | αὐταὶ δὲ ὑμᾶς αὐτὰς, λείπει τὸ αἰτιᾶσθε. εἰδυῖαι γὰρ καὶ ἐπιστάμεναι καὶ οὐκ ἀγνοοῦσαι, οὐδὲ ἐξαίφνης καὶ λαθραίως ἐμπλεχθήσεσθε εἰς τὸ δίκτυον τῆς βλάβης τὸ ἀπέραντον, οὗ τέλος οὐχ εὑρήσετε. A. μέμνησθ’] ἐνθυμεῖσθε. B. θηραθεῖσαι] κρατηθεῖσαι. |
| Pr 1072 | O. μέμψησθε] κατηγορήσητε. |
| Pr 1073 | B. ἀπρόοπτον] ἄσκοπον. |
| Pr 1074 | B. ὑμᾶς αὐτὰς] ἐμβαλεῖτε. |
| Pr 1076 | B. ἀπέραντον] ἀδιέξοδον. |
| Pr 1078 | B. ὑπ’ ἀνοίας] τῶν ὑμῶν. |
| Pr 1079 | B. καὶ μὴν ἔργῳ] καὶ μὴν ἐν ἔργοις αὐτοῖς, οὐκ ἐν μύθῳ (ὡς ἁπλῶς Ἑρμοῦ λέγοντος ὅτι μέλλει γενέσθαι τάδε) ἡ γῆ σεσάλευται· ἡ τῆς βροντῆς δὲ φωνὴ ἡ βρύχουσα παραμυκᾶται καὶ ἠχεῖ καὶ βοᾷ. |
| Pr 1080 [10] | ἐκλάμπουσι δὲ καὶ αἱ πολύπυροι ἕλικες τῆς στεροπῆς, ἤτοι αἱ ἐλικοειδεῖς κατὰ τὰ νέφη τῶν ἀστραπῶν κινήσεις· οἱ στρόμβοι δὲ καὶ αἱ κινήσεις ἢ αἱ ἑλίξεις τῶν ἀνέμων ἑλίσσουσι καὶ συστρέφουσι τὴν κόνιν· σκιρτᾷ δὲ τῶν ἀνέμων πάντων τὰ πνεύματα ἀποδεικνύντα πρὸς ἄλληλα στάσιν ἀντίπνουν· ἤγουν τῇ ἐναντίᾳ ἀλλήλων πνοῇ πρὸς ἄλληλα ἀνθιστάμενα· ξυντετάρακται δὲ ὁ ἀὴρ ἐν τῇ θαλάσσῃ. τριαύτη ἐπ’ ἐμοὶ ἐπέρχεται καὶ κινεῖται ῥιπὴ καὶ κίνησις καὶ ζάλη καὶ τρίχωμα ἀπὸ τοῦ Διὸς, κατασκευάζουσά μοι φόβον. A. μύθῳ] λόγῳ. B. χθὼν] ἡ γῆ. |
| Pr 1081 | B. ἕλικες] συστροφαί. |
| Pr 1083 | B. στεροπῆς] ἀστραπῆς. |
| Pr 1084 | ζάπυροι] λίαν καυστικοί. στρόμβοι] καταιγίδες ἀέρων. B. στάσιν] ταραχήν. |
| Pr 1087 | ἀντίπνουν] ἐναντίαν ἀλλήλοις. B. αἰθὴρ] ἀήρ. |
| Pr 1088 | B. ῥιπὴ] ὁρμή. |
| Pr 1089 | B. τεύχουσα] κατασκευάζουσα. |
| Pr 1090 | B. ὦ μητρὸς ἐμῆς σέβας] περιφραστικῶς, ὦ μῆτερ ἐμὴ Γῆ, ὦ Θέμις. |
| Pr 1091 [5] | A. ὦ μητρὸς ἐμῆς σέβας] σεβασμία μήτηρ. ὦ πάντων Θέμις] Δίκη, ἢ ἣν πάντες Θέμιν ἡγοῦνται, ἢ ἡ τὸ δίκαιον πᾶσι ποιοῦσα, ἢ ὦ δικαιοσύνη πάντ’ ἐσορῶσα· ὃ καὶ κρεῖττον. B. κοινὸν φάος εἱλίσσων] ὁ φωτίζων, συστρέφων, κινῶν. |
| Pr 1092 | O. εἰς πάντας φῶς συστρέφων. B. ὡς] πῶς. |
| Pr 1093 | πάσχω] κάμνω. B. ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ. |
| Th hyp (t) [45] | ΥΠΟΘΕΣΙΣ. Ὁ Λάϊος τοῦ Λαβδάκου υἱὸς ὢν ἐβασίλευσεν ἐν Θήβαις, γυναῖκα κεκτημένος Ἰοκάστην, τὴν θυγατέρα τοῦ Μενοικέως· ᾗ συνελθεῖν καὶ τέκνα ποιῆσαι οὐκ ἐτόλμα, τὰς τοῦ Πέλοπος δεδιὼς ἀράς. φασὶ γὰρ ὅτι τὸν τοῦ Πέλοπος υἱὸν Χρύσιππον, ὃς ἦν αὐτῷ ἐξ ἄλλης γυναικὸς, καὶ, οὐκ ἐκ τῆς θυγατρὸς τοῦ Οἰνομάου Ἱπποδαμείας, ὁ Λάϊος ἥρπασεν ἐρασθεῖς αὐτοῦ καὶ αὐτῷ συνεγένετο, καὶ πρῶτος ἐν ἀνθρώποις τὴν ἀρρενοφθορίαν ὑπέδειξε, καθώσπερ καὶ ὁ Ζεὺς ἐν θεοῖς, τὸν Γανυμήδην ἁρπάσας. ὅπερ ὁ Πέλοψ μαθὼν τὸν Λάϊον κατηράσατο ἐξ οἰκείας φονευθῆναι γονῆς. ἐπεὶ οὖν ὁ Λάϊος δι’ ὃν εἴρηται τρόπον ἄπαις ἤδη παρήκμαζεν, εἰς τὸ τοῦ Ἀπόλλωνος μαντεῖον παρεγένετο, ἐρωτήσων εἰ δέοι τεκνώσασθαι· ἐξήνεγκε δὲ αὐτῷ τὸ χρηστήριον Μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ. λαβὼν δὲ τὸν χρησμὸν καὶ ἀπελθὼν ἐφύλαττε μὴ συνευνᾶσθαι τῇ ἰδίᾳ γυναικί. ἐν μιᾷ δὲ τῶν ἡμερῶν τῷ οἴνῳ βαρυνθεὶς συνῆλθε τῇ γυναικὶ αὑτοῦ, ἀφ’ ἧς ἔσχε τὸν Οἰδίποδα· φοβηθεὶς δὲ τὸν χρησμὸν εἰπόντα Εἰ γὰρ τεκνώσεις παῖδ’, ἀποκτενεῖ ς’ ὁ φύς, καθὼς καὶ Πέλοψ κατηράσατο ἡνίκα ὁ Οἰδίπους ἐγεννήθη, διατορήσας τοὺς πόδας αὐτοῦ καὶ χρυσέους κρίκους διαπερονησάμενος ἐν Κιθαιρῶνι τοῦτον ἐξέθετο. εὑρόντες δέ τινες αὐτὸν ποιμένες καὶ ἀναλαβόντες ἀνήνεγκαν τῷ τότε βασιλεῖ Κορίνθου Πολύβῳ· ὃς λαβὼν αὐτὸν ἐπιμελείας ἠξίωσε καὶ εἰς ἀνδρῶν ἡλικίαν ἤγαγεν. ἔπειτα δὲ ὁ Οἰδίπους, παρά τινος ὑβρισθεὶς καὶ ὀνειδισθεὶς ὡς νόθος ἐστὶ καὶ οὐ γνήσιος τοῦ Πολύβου, ἀπῆλθεν ἐρωτήσων εἰς τὴν Πυθίαν, ἤγουν εἰς τὸ τοῦ Ἀπόλλωνος μαντεῖον, τίς τε εἴη καὶ τίνος υἱός. εἶπε δὲ αὐτῷ τὸ μαντεῖον ὅτι προκειταί σοι φονεῦσαι τὸν πατέρα σοῦ καὶ τῇ μητρὶ σοῦ συνευνασθῆναι. ἀκούσας δὲ τοῦ χρησμοῦ κατέλειψεν ἀπελθεῖν εἰς Κόρινθον πρὸς τὸν Πόλυβον διὰ τὰ εἰρημένα, ὡς δοκῶν τὸν Πόλυβον λέγειν τὸ χρηστήριον πατέρα καὶ τὴν αὐτοῦ γυναῖκα μητέρα· καὶ ἀπῆλθεν εἰς τὴν ἐς Θήβας ὁδόν. διεπορεύετο δὲ τὴν ὁδὸν ἐκείνην καὶ ὁ Λάϊος ὁ τούτου πατὴρ, ἀπερχόμενος καὶ οὗτος εἰς τὸ μαντεῖον, ἐρωτήσων περὶ τοῦ παρ’ αὐτοῦ ἐκτεθέντος παιδὸς, ἤγουν τοῦ Οἰδίποδος, τί γέγονε. ἐπεὶ δὲ συνήντησαν ἄμφω, οἱ τοῦ Λαΐου δορυφόροι πρὸς τὸν Οἰδίποδα εἶπον, παραχώρησον, ὦ ξένε, τῷ βασιλεῖ τῆς ὁδοῦ· ὁ δ’ οὐκ ἐπείσθη. πληγεὶς δὲ παρὰ τοῦ Λαΐου ἐμάνη ἐπὶ τούτῳ καὶ ἀπέκτεινεν αὐτὸν καὶ πάντας τοὺς μετ’ αὐτοῦ, ἕνα δὲ μόνον ἀφῆκεν, ὃς στραφεὶς οἴκοι ἀπήγγειλε πάντα. ἐλθὼν δὲ εἰς Θήβας ὁ Οἰδίπους ὕστερον εὗρε κακὸν αὐτοῖς ἐπικείμενον μέγα, τὴν Σφίγγα· ἥτις αἰνίγματα ἔλεγε καὶ τὸν μὴ ἰσχύοντα λῦσαι αὐτὰ κατήσθιε. προέκειτο δὲ τότε παρὰ τῶν Θηβαίων τῷ εὑρόντι τὸ αἴνιγμα τῆς Σφιγγὸς βραβεῖον ἡ τοῦ Λαΐου γυνὴ Ἰοκάστη, δοθησομένη αὐτῷ εἰς γάμον. εἰπούσης οὖν τῆς Σφιγγὸς τὸ αἴνιγμα τὸ “τετράπους, δί“πους τε καὶ πάλιν τρίπους,” ὃ σημαίνει τὸν ἄνθρωπον, ἐφεῦρε τοῦτο ὁ Οἰδίπους· ἡ δὲ Σφὶγξ μανεῖσα ἀνεῖλεν ἑαυτήν. συνελθὼν οὖν ὁ Οἰδίπους τῇ ἰδίᾳ μητρὶ παῖδας ἐποίησε τέσσαρας, τὸν Πολυνείκην καὶ τὸν Ἐτεοκλῆν, τὴν Ἀντιγόνην καὶ τὴν Ἰσμήνην. ὕστερον δὲ μαθὼν τὸ ἀνόμημα ὃ ἔδρασεν ἐτύφλωσεν ἑαυτὸν, τοῖς δὲ εἰρημένοις υἱοῖς αὑτοῦ τὴν βασιλείαν κατέλειψεν. ἐπεὶ δὲ οὗτοι τοῦτον ὄντα τυφλὸν ἐν οἰκίσκῳ καθεῖρξαν, κατηράσατο αὐτοὺς ὥστε διὰ ξίφους καὶ πολέμου τὴν βασιλείαν διαμερίσασθαι. |
| Th hyp (50) [5] | οὗ ἕνεκα καὶ φοβούμενοι τὸ ὁμοῦ μὲν εἶναι ἐν ταῖς Θήβαις καὶ βασιλεύειν κατέλειψαν, συμπεφωνήκασι δὲ ἵνα τοῦ ἑνὸς ἐξερχομένου τῆς πόλεως καὶ ἀποδημοῦντος ἐπὶ χρόνον ἕνα ὁ ἕτερος βασιλεύοι, καὶ πάλιν τοῦ ἀποδημοῦντος εἰσερχομένου ὑποχωροίη ὁ ἕτερος, ὡς ἂν ἐκ τούτου φύγωσι τὴν ἀράν. ὁ γοῦν Πολυνείκης πρῶτος ὢν ἐκράτησεν ἐν χρόνῳ ἑνὶ τῆς βασιλείας, εἶτα ἐξῆλθε, τῷ Ἐτεοκλεῖ παραχωρήσας αὐτῆς. τοῦ χρόνου δὲ συμπληρωθέντος ἐπὶ τὸ βασιλεύειν ὁ Πολυνείκης καὶ αὖθις εἰς τὰς Θήβας παρεγένετο κατὰ τὸ συμπεφωνημένον· μὴ παραδεχθεὶς δὲ ὑπὸ τοῦ Ἐτεοκλέους εἰς τὸν τοῦ Ἄργους βασιλέα Ἄδραστον ἀπῆλθε, καὶ τούτου γαμβρὸς ἐπὶ θυγατρὶ γέγονεν, ἐπὶ ὑποσχέσει τοιαύτῃ, ἵνα συνεργήσῃ αὐτῷ ὁ Ἄδραστος ἐπανελθεῖν εἰς τὴν ἰδίαν πόλιν καὶ βασιλείας δράξασθαι. λαβὼν τοίνυν ἐκ τοῦ Ἄργους στρατιὰν πλείστην ἄπεισιν εἰς Θήβας κατὰ τοῦ οἰκείου ἀδελφοῦ. ἔνθα καὶ αὐτὸς καὶ ὁ ἀδελφὸς αὐτοῦ ὑπ’ ἀλλήλων ἐφονεύθησαν. Ἡ μὲν οὖν σκηνὴ τοῦ δράματος ἐν Θήβαις ὑπόκειται· ὁ δὲ χορὸς ἐκ Θηβαίων ἐστὶ παρθένων· ἡ δὲ ὑπόθεσις, στρατιὰ Ἀργείων πολιορκοῦσα Θηβαίους, τοὺς καὶ νικήσαντας· καὶ θάνατος Ἐτεοκλέους καὶ Πολυνείκους. ἐπιγέγραπται δὲ ὑπόθεσις τῶν ἑπτὰ ἐπὶ Θήβαις, διὰ τὸ ἑπτὰ στρατηγοὺς φυλάσσειν τὰς πύλας τῶν Θηβῶν. εἰσὶ δὲ αὗται αἱ Θῆβαι ἑπτάπυλοι, αἱ δὲ ἐν τῇ Αἰγύπτῳ οὖσαι ἑκατοντάπυλοι. Κάδμου πολῖται] ὁ Ἐτεοκλῆς προλογίζει, καὶ παρασκευάζων τὸν λαὸν ἅπαντα τῶν Θηβαίων πρὸς φρουρὰν τῆς πόλεως, φησὶν, ὦ Κάδμου πολῖται, ἤτοι ὦ Θηβαῖοι, πρέπει λέγειν τὰ καίρια καὶ τὰ ἐνδεχόμενα, ἢ καὶ τὰ ἀναγκαῖα, τὸν ἄνθρωπον ἐκεῖνον ὅστις φυλάσσει καὶ ἔχει καὶ φέρει τὸ πρᾶγος, ἤγουν πρᾶγμα καὶ ἐξουσίαν, ἐν πρύμνῃ, ἤγουν ἐν τῇ ἀρχῇ, νωμῶν καὶ κινῶν καὶ οἰκονομῶν οἴακα πόλεως, ἤγουν τὴν τῆς πόλεως κυβέρνησιν, μὴ κοιμῶν καὶ κοιμίζων καὶ ἀναπαύων τοὺς ὀφθαλμοὺς ἐν ὕπνῳ. |
| Th 1 [25] | τροπικῶς δὲ τῷ λόγῳ ἐχρήσατο ὁ ποιητὴς, πρύμνην μὲν τὴν ἀρχὴν ὀνομάσας τῆς πόλεως, οἴακα δὲ τὴν ταύτης κυβέρνησιν. A. προλέγει νῦν Ἐτεοκλῆς ὡς εἰ κινδυνεύσει πρὸς πόλεμον, θρήνοις καὶ ᾠδαῖς τιμῆσαι ἂν αὐτὸν τοὺς πολίτας· οὐχ, ὡς οἴονταί τινες, ἀτιμάσαι αὐτὸν καὶ ὑβρίσαι, τὸ ὑμνοῖτο ἀντὶ τοῦ ἀτιμάζοιτο ἐκλαμβάνοντες· ὅτι δὲ ἀληθές ἐστι τοῦτο, καὶ οὐχ ὅπερ ἐκεῖνοί φασι, μαρτυρεῖ τὸ οἰμώγμασι. πῶς γὰρ ἂν οἷόν τ’ ἦν ἅμα μὲν ὑβρίζειν αὐτὸν, ἅμα δὲ θρήνοις τιμᾶν; ἀλλὰ ὑμνοῖτο καὶ θαυμάζοιτο ὑπὸ τῶν ἀστῶν ἐν πολλοῖς ἐπαίνοις, ὡς ὑπὲρ τῆς πατρίδος κεκινδυνευκὼς, καὶ θρήνων ἀξιοῖτο ἀνὰ πᾶσαν τὴν πόλιν. ἐπεὶ καὶ τὸ τοῦ προοιμίου ὄνομα οὐκ ἄλλο οὐδὲν ἢ τὸν ἔπαινον δηλοῖ. πρὸ γὰρ τῶν οἴμων καὶ τῶν ὁδῶν οἱ παλαιοὶ τοὺς ἐπαίνους ᾖδον, ὥσπερ ἐστὶ καὶ τὸ ἐγκώμιον τὸ ἐν κώμαις καὶ στενωποῖς λεγόμενον. κώμας γὰρ ἐκάλουν τοὺς στενωπούς. ἴσως δ’ ἄν τις ἐνταῦθα ἐνσταίη λέγων ὡς οὐ καιρὸν εἶχε τοιαῦθ’ ὑπὲρ αὑτοῦ πρὸς τοὺς πολίτας λέγειν Ἐτεοκλῆς. καὶ φαμὲν ὡς οὐ παρακελευόμενος ταῦτα λέγει, ἀλλ’ εἰκάζων καὶ οἱονεὶ μαντευόμενος, ἐπειδὴ καὶ εὐκτικῷ, ἀλλ’ οὐ προστακτικῷ ἐχρήσατο ῥήματι. χρὴ λέγειν] ἐκεῖνον. τὰ καίρια] τὰ ἐνδεχόμενα καὶ ἁρμόζοντα τῷ καιρῷ. B. ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως] ἀρχὴν καὶ ἐξουσίαν πόλεως ἔχει. |
| Th 2 | εἴρηται δὲ ἐκ μεταφορᾶς τοῦ ἐν τῇ νηῒ κυβερνήτου. B. οἴακα νωμῶν] κυβερνήτης ὢν τῶν τῆς πόλεως πραγμάτων. |
| Th 3 [5] | καλῶς δὲ ὁ ποιητὴς τὸν ἄρχοντα τῆς πόλεως ἐξισοῖ τῷ τῆς νηὸς κυβερνήτῃ. ὃ γὰρ ὁ κυβερνήτης ἐν τῇ νηῒ, τοῦτο καὶ ἀρχηγὸς ἐν τῇ πόλει, μὴ κοιμώμενος, ἐκ φροντίδων τῆς πόλεως. καὶ Ὅμηρος Οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα. A. ἐξουσίαν διεξάγων, κινῶν· ὅστις ἐν πρύμνῃ καθήμενος καὶ τοὺς οἴακας ἔχων, τουτέστι, τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν τῆς πόλεως. μὴ κοιμῶν] ἀναπαύων, ἀλλὰ ἐκφροντίζων. B. εἰ μὲν γὰρ εὖ πράξαιμεν] εἰ μὲν γὰρ καλῶς, φησὶ, πράξαιμεν, τῆς εὐπραγίας ἡ αἰτία ἐπὶ τοὺς θεοὺς ἀναφέρεται, τῆς δὲ δυσπραξίας ἐπὶ τοὺς ἄρχοντας. |
| Th 4 [10] | διὸ καί φησιν, εἰ δ’ αὖτε καὶ πάλιν συμφορὰ καὶ δυστυχία τύχοι, ἤγουν ἐὰν δυστυχήσωμεν καὶ κακῶς πάθωμεν (ὅπερ εἴθε μὴ γένοιτο) ὁ Ἐτεοκλῆς ἂν (τουτέστιν ἐγὼ) εἷς ὢν, πολὺς κατὰ πόλιν ὑμνοῖτο καὶ λοιδοροῖτο καὶ ὑβρίζοιτο ὑπὸ τῶν πολιτῶν διὰ κακῶν καὶ πολυστρόφων ὕβρεων καὶ ψόγων καὶ ὀνειδισμῶν, ὧντινων τούτων ὁ Ζεὺς γένοιτο ἀλεξητήριος, ἐπώνυμος τῇ πόλει Καδμείων, ἀντὶ τοῦ οὕτως ὀνομαζόμενος ἐν Θήβαις· τοῦτο γὰρ ἔχει ἐπώνυμον ἐν Θήβαις ὁ Ζεὺς, καὶ ἐκεῖ Ζεὺς τιμᾶται ἀλεξητήριος. φησὶν οὖν, συμφώνως ἑαυτῷ τιμῷτο. A. εὖ πράξαιμεν] εὐτυχήσαιμεν. αἰτία θεοῦ] τῆς εὐτυχίας τῆς πόλεως ὑπερμαχοῦντος. B. αὖθ’] πάλιν. |
| Th 5 | μὴ γένοιτο] εἴθε. B. πολὺς] δέον πολὺ εἰπεῖν πολὺς εἶπε πρὸς τὸ Ἐτεοκλῆς. |
| Th 6 | B. ὑμνοῖτο] εὐφήμως εἶπεν αὐτὸ, ὡς καὶ τὰς Ἐρινύας, ὀφείλων λέγειν δυσμενίδας, ἐν εὐφήμῳ ὀνόματί φησιν Εὐμενίδας· καὶ “σεμνῶν Κορυβάντων,” ὡς καὶ τὸ χαίρειν πολλάκις ἀντὶ τοῦ φθείρεσθαι λαμβάνεται. |
| Th 7 [5] | P. ὕμνος ἐπὶ ἐπαίνου ..... ὁ δὲ Αἰσχύλος ἐνταῦθα κατὰ ἀντίφρασιν τὸ κακολογεῖν ὑμνεῖν φησιν, ὥσπερ καὶ τὸ τῆς πομπῆς σεμνὸν τινὲς κοινότερον ἀντιφράζοντες ψογερῶς ποτὲ προφέρονται. S. ὑμνοῖτο] ἐπαινοῖτο. φροιμίοις πολυρρόθοις] ἐπαίνοις παμπόλλοις. B. λοιδορίαις κακούχοις. O. οἰμώγμασι] θρήνοις. |
| Th 8 | B. μετὰ κλαυμοῦ ὕβρεσι. O. ὧν] οἰμωγμάτων. ἀλεξητήριος] ἀποσοβητής. B. ἀποσοβητικός. O. ἐπώνυμος] ἐπειδὴ πολλαὶ Διὸς προσηγορίαι, καλεῖται γὰρ φίλιος, ξένιος, ἀλεξητήριος, καὶ ἕτερα, διὰ τοῦτο εἴρηκεν ἐπώνυμος. |
| Th 9 | δέον δὲ ἐπωνύμως εἰπεῖν ἐπώνυμος εἶπε πρὸς τὸ Ζεύς. B. τὸν ἐλλείποντ’ ἔτι] καὶ τὸν ἐλλείποντα ἔτι ἡλικίας ἀκμαίας καὶ ὀξυτάτης, ἤτοι τὸν νεάζοντα· καὶ τὸν ἔξηβον χρόνῳ, ἤτοι τὸν γηραιὸν καὶ παρηβηκότα καὶ παρακμάσαντα ὑπὸ τοῦ χρόνου. |
| Th 10 [5] | A. τὸν μήπω ἀκμάσαντα ἤγουν εἰς τὸ ἄκρον τῆς ἥβης ἐλθόντα, ἤγουν τὸν νέον. O. ὑμᾶς δὲ χρὴ] τοῦτο κατὰ ἄθροισιν καὶ μερισμόν. ἐλλείποντα] στερούμενον. B. ἥβης ἀκμαίας] ἡλικίας ἀκμαζούσης καὶ πρὸς μάχην ἐπιτηδείας, ἀλλ’ ἔτι μειράκιον ὄντα. |
| Th 11 | καὶ ἔξηβον χρόνῳ, ἀντὶ τοῦ γέροντα ὄντα. B. βλάστημον] ἤτοι αὔξησιν καὶ προκοπὴν αὔξοντα καὶ βλαστάνοντα σωματικὴν, ὡς ἀκμαῖον καὶ νεανικὸν εἶναι πρὸς μάχην. |
| Th 12 [5] | A. βλάστημον ἀλδαίνοντα σώματος] ἤτοι τὴν αὔξησιν καὶ προκοπὴν αὔξοντα καὶ βλαστάνοντα σώματος, ὡς ἀκμαῖον καὶ νεανικὸν εἶναι πρὸς μάχας. B. ὥραν] φροντίδα, ἢ ἡλικίαν, ἵν’ ᾖ ὁ νοῦς οὕτως, ἕκαστον ὑμῶν ἔχοντα φροντίδα τῆς πόλεως, ἢ ἕκαστον κατὰ τὴν ἡλικίαν ἑαυτοῦ βοηθεῖν τῇ πόλει, ὡς πρέπον ἐστίν. |
| Th 13 [10] | A. ἢ καὶ οὕτως ἡ σύνταξις· ἕκαστον καὶ πάντα ἔχοντα ὤραν καὶ φροντίδα ὑπὲρ τῆς πόλεως ὡς καὶ καθὰ συμπρεπὲς τὶ καὶ ἁρμόδιον ὑπάρχει, καὶ τῇ πόλει ἀρήγειν καὶ βοηθεῖν, καὶ τοῖς βωμοῖς τῶν ἐγχωρίων θεῶν, ὥστε μὴ ἐξαλειφθῆναι καὶ ἀφανισθῆναί ποτε τὰς τιμὰς τούτων τῶν ἐγχωρίων θεῶν, τέκνοισι καὶ ὑπὸ τῶν τέκνων τῆς μητρὸς γῆς τῆς φιλτάτης τροφοῦ. ταῦτα δὲ κατ’ ἀντίπτωσιν. P. ὥραν] φροντίδα τῆς πόλεως. ἕκαστον] μειράκιον, γέροντα, νεανίσκον. ὥς τι συμπρεπὲς] καθώς ἐστιν ἁρμόζον τῇ ἑαυτοῦ ἡλικίᾳ. δέον δὲ εἰπεῖν καὶ τὸν ἀλδαίνοντα ἀσυνδέτως ἐξήνεγκε, ὥστε τοὺς μὲν γέροντας σὺν τοῖς μειρακίοις λιτὰς ποιεῖσθαι, τοὺς δὲ νέους μάχεσθαι. B. ἀρήγειν] βοηθεῖν. |
| Th 14 | B. ἐξαλειφθῆναι] πεπαῦσθαι. |
| Th 15 | B. τέκνοις] ἀρήγειν ἀπὸ κοινοῦ. γῇ τε μητρὶ, φιλτάτῃ τροφῷ] βροτῶν· τουτέστι τῇ μητρὶ τῇ φιλτάτῃ τῶν ἐν ἀνθρώποις μητέρων. B. ἡ γὰρ] αὕτη γὰρ ἡ γῆ ἐθρέψατο ὑμᾶς κατοίκους πολεμικοὺς στρατιώτας ἐν εὐμενεῖ καὶ εὐτραφεῖ πέδῳ ἕρποντας νέους ὄντας· κυρίως δὲ τοῦτο ἐπὶ τῶν παίδων λέγεται. |
| Th 17 [5] | Καὶ ἄλλως. τὴν νηπιώδη ἡλικίαν ἀναμιμνήσκει αὐτοῖς ὅτε ἐπὶ γῆς ἐσύροντο, καὶ παραθαρρύνει αὐτοὺς ὑπεραποθνήσκειν τῆς πατρίδος. P. ἕρποντας] κυρίως περὶ παίδων τὸ ἕρποντας. A. ἡ] αὕτη. νέους] ὑμᾶς ὄντας. B. πανδοκοῦσα] ὑπομείνασα καὶ προσδεχομένη ἅπασαν παιδεύσεως κακοπάθειαν. |
| Th 18 [5] | O. ὑποδεχομένη. πάντα πόνον τῆς παιδικῆς ἡλικίας ὑποδεχομένη. A. πανδοκοῦσα παιδίας ὄτλον] δεχομένη παιδεύσεως κακοπάθειαν, πόνον. B. οἰκιστῆρας ἀσπιδοφόρους] οἰκήτορας πολεμιστὰς καὶ ἀνδρείους. |
| Th 19 | B. κατοίκους. O. πιστοὺς] βεβαίους. |
| Th 20 | ὅπως γένοισθε πρὸς χρέος τόδε] ἵνα ὑπάρξητε πρὸς τὴν παροῦσαν χρείαν ἣν ὑμῶν ἔχει ἡ πόλις ὑπὲρ τῆς αὐτῆς σωτηρίας. B. πρὸς βοήθειαν αὐτῆς. P. βοηθήσατε πρὸς ταύτην τὴν χρείαν ἤγουν τὴν ἐκδίκησιν τοῦ πολέμου. O. ἐς τόδ’ ἦμαρ εὖ ῥέπει θεὸς] μέχρι τῆσδε τῆς ἡμέρας καλῶς ἡμῖν ἐκ τύχης ἔχει τὰ πράγματα. |
| Th 21 | B. χρόνον] κατά. |
| Th 22 | πυργηρουμένοις] πολιορκουμένοις. B. περικυκλουμένοις καὶ φυλασσομένοις. O. καλῶς] ἁρμοζόντως. |
| Th 23 [5] | O. τὰ πλείω] κατά. ἐκ θεῶν] ἐκ τῆς αὐτῶν βοηθείας. κυρεῖ] ὑπάρχει. B. νῦν δ’ ὡς ὁ μάντις] νῦν δὲ ὡς λέγει ὁ Τειρεσίας ὁ βοσκὸς τῶν ὀρνέων (καὶ γὰρ οἰωνοσκόπος ἦν), νωμῶν καὶ κινῶν καὶ κρίνων ἐν ὠσὶ καὶ φρεσὶ τοὺς μαντικοὺς ὄρνιθας, οὗτος ἐξουσιαστὴς τῶν τοιούτων βουλευμάτων (τοῦτο δέ ἐστιν ἐπανάληψις) λέγει ἐν νυκτὶ βουλεύεσθαι προσβολὴν καὶ ἔφοδον μεγάλην Ἀχαϊκὴν, καὶ ἐπιβουλεύσειν τῇ ἡμετέρᾳ πόλει. |
| Th 24 [15] | τὸ δὲ ἐν ὠσὶ καὶ φρεσὶ τοῦτο δηλοῖ, ὅτι ὁ Τειρεσίας τυφλὸς ὢν οὐκ αὐτὸς δι’ ἑαυτοῦ αὐτόπτης τῆς πτήσεως τῶν ὀρνέων ἐτύγχανεν, εἴτ’ ἐπὶ δεξιᾷ ἐστιν εἴτ’ ἐπ’ ἀριστερᾷ, καὶ οὕτως τὰς μαντείας ἐξέφερεν, ἀλλ’ ὑπ’ ἄλλων ὑπαγορευόντων τὴν πτῆσιν τῶν οἰωνῶν μανθάνων οἵα ἐστὶν ἐσκόπει, ταύτην κατὰ νοῦν διὰ τῆς ἀκοῆς παραδεχόμενος, καὶ οὕτως ἐμαντεύετο. τουτέστιν ἐξ ἀκοῆς τὰς πτήσεις τῶν ὀρνέων διέκρινεν οὐχ ὁρῶν ὁ Τειρεσίας, ἀλλ’ ἑτέρου ὑπαγορεύοντος. O.P. ὁ μάντις] ὁ Τειρεσίας. οἰωνῶν βοτὴρ] ποιμήν. διὰ τὸ τὰς πτήσεις αὐτῶν ἀνιχνεύειν ἐν ταῖς μαντείαις. B. ἐν ὠσὶ νωμῶν] διεξάγων. |
| Th 25 [5] | τὸ ἐν ὠσὶ καὶ φρεσὶ λέγει, ἐπειδὴ τυφλὸς ὢν ἠρώτα τὴν ἑαυτοῦ θυγατέρα πῶς αἱ ὄρνιθες ἵπτανται, καὶ παρ’ αὐτῆς ἀκούων ἐλογίζετο κατὰ νοῦν καὶ τὰς μαντείας ἐποίει. τὸ δὲ πυρὸς δίχα εἶπε πρὸς τὸ συναγόμενον ἀπὸ τοῦ ἐν ὠσὶ καὶ φρεσὶ νωμῶν χρηστηρίους ὄρνιθας, ἵν’ ᾖ ὁ δι’ ὀρνίθων μαντευόμενος, καὶ οὐ διὰ πυρός. B. χρηστηρίους ὄρνιθας] τοὺς τῆς μαντείας ἐφόρους καὶ συντελεῖς. |
| Th 26 | B. οὗτος] σκόπει τὴν σύνταξιν· εἰπὼν γὰρ ἄνω νῦν δὲ, καὶ δέον οὕτω ποιήσασθαι τὴν ἀπόδοσιν, νῦν δὲ ὡς ὁ μάντις φησὶν ὑπὸ τῶν πολεμίων ἐπιβουλευόμεθα, οὕτω δέον εἰπεῖν, τινὰ διὰ μέσου ἐπανάληψιν ἐποίησε καὶ ἄλλως τὴν σύνταξιν ἔτρεψεν. |
| Th 27 [5] | εὕρηται δὲ πολλὰ τοιαῦτα καὶ παρὰ λογοποιοῖς. B. προσβολὴν Ἀχαΐδα] ἐπέλευσιν τοῦ τῶν Ἀχαιῶν στρατοῦ. |
| Th 28 [5] | B. νυκτηγορεῖσθαι] ἐν νυκτὶ βουλεύεσθαι κατὰ τῆς πόλεως. P. κατὰ τὴν νύκτα συναθροίζεσθαι. O. ἐν νυκτὶ ἀγείρεσθαι. B. ἀλλ’ ἔς τ’ ἐπάλξεις] ἀλλὰ πάντες σὺν παντευχίᾳ καὶ σὺν πᾶσι τοῖς ὅπλοις, ἤγουν ὡπλισμένοι, σοῦσθε, ὁρμᾶσθε, ἐς τὰς ἐπάλξεις καὶ τοὺς προμαχῶνας τῶν πύργων καὶ ἐπὶ τὰς πύλας, καὶ ἐπὶ τοῖς σέλμασι καὶ ταῖς καθέδραις καὶ ταῖς κατασκευαῖς τῶν πύργων στάθητε, μίμνοντες δὲ καὶ ἐπιμένοντες καὶ καρτεροῦντες θαρσεῖτε, μηδὲ λίαν φοβεῖσθε τὸν ὅμιλον καὶ τὸ πλῆθος τῶν ἐπηλύδων, ἤγουν τῶν ἀπὸ ξένης ἐλθόντων πολεμίων. |
| Th 30 [10] | εὖ καὶ καλῶς ὁ θεὸς παράσχοι ἡμῖν καὶ ἀγαθὰ πράξειεν. ὅμιλος ἐτυμολογεῖται ἀπὸ τοῦ ὁμοῦ τὴν ἴλην ἔχειν. A. ἐπάλξεις] τείχη. πύλας πυργωμάτων] ἐν γὰρ πύργοις αἱ πύλαι. B. σοῦσθε] ὁρμᾶσθε. |
| Th 31 | παντευχίᾳ] πανοπλίᾳ. B. πληροῦτε θορακεῖα] τὰ τείχη, διὰ τὸ τὴν πόλιν ὡς θώρακα αὐτὰ ἐπενδιδύσκεσθαι γύρωθεν. |
| Th 32 [5] | σέλμασι] ταῖς καθέδραις, μεταφορικῶς ἀπὸ τῶν νηῶν. A. πληροῦτε θωρακεῖα] γεμίζετε ἑαυτῶν τὰς ἐπάλξεις. σέλμασι] στάσεσι, καθέδραις. B. ἐπεξόδοις] ταῖς διοδεύσεσι. |
| Th 33 | O. εὐθαρσεῖτε] θαρροῦντες ἀτρέπτως ἵστασθε. |
| Th 34 | ἐπηλύδων] ξένων. B. εὖ τελεῖ θεός] πληροῖ μέχρι τοῦ νῦν. |
| Th 35 [5] | O. ταρβεῖτε] ἐκπλήττεσθε καὶ φοβεῖσθε. ὅμιλον] πληθύν. εὖ τελεῖ θεός] καλῶς ὁ θεὸς ἀεὶ ποιεῖ· ὥστε καὶ τὸν ἡμῶν ὄλεθρον οὐκ ἐθελήσει. B. σκοποὺς δὲ κἀγὼ] καὶ ἐγὼ δὲ, φησὶν Ἐτεοκλῆς, ἔπεμψα σκοποὺς καὶ ἐπιτηρητὰς καὶ κατοπτῆρας τοῦ στρατοῦ τῶν Ἑλλήνων, τοὺς καὶ οὕστινας πέποιθα καὶ θαρρῶ μὴ ματᾶν καὶ ματαιοπονεῖν ἐν τῇ ὁδῷ, τουτέστι μὴ μάτην ἀπελθεῖν, ἀλλὰ μαθεῖν ἅπαντα καὶ κατοπτεῦσαι τὸν στρατὸν τῶν Ἑλλήνων. |
| Th 36 | καὶ ἀπὸ τούτων μαθὼν ἐγὼ οὐδαμῶς ληφθῶ καὶ κρατηθῶ τῶν Ἑλλήνων δόλῳ. τὸ δὲ μή παρέλκον. A. σκοποὺς] ἐπιτηρητάς. O. κατασκόπους. B. κατοπτῆρας] καταπατητάς. O. στρατοῦ] τῶν πολεμίων. B. ματᾶν ὁδῷ] ματᾶν κυρίως τὸ ματαιοπραγεῖν καὶ ἀργοὺς ἵστασθαι· ἀφ’ οὗ καὶ τὸ ματίζειν παρὰ τῷ Σοφοκλεῖ κατὰ παραγωγήν· τὸ δὲ κοινὸν ματαιάζειν. |
| Th 37 | S. ματαίως ἀνύσαι τὴν τῆς κατασκοπῆς πορείαν. B. ματαιοπονεῖν ἐν τῇ ὁδῷ. Gl. O. ληφθῶ δόλῳ] κρατηθῶ δόλῳ τῷ τῶν πολεμίων. |
| Th 38 | B. Ἐτεόκλεες, φέριστε] ἄγγελος ἐλθών φησι πρὸς τὸν Ἐτεοκλέα, ὦ φέριστε βασιλεῦ τῶν Καδμείων, ἥκω καὶ ἔρχομαι φέρων σοι σαφῆ καὶ φανερὰ πάντα τὰ ἐκεῖσε· καὶ αὐτὸς δ’ ἐγώ εἰμι κατάσκοπος τῶν πραγμάτων, οὐχ ὑπ’ ἄλλων ταῦτα μαθών. |
| Th 39 [5] | A. φέριστε] λαμπρέ. O. ὑπέρτατε. B. ἥκω] ἦλθον. |
| Th 40 | σαφῆ] φανερά. τἀκεῖθεν ἐκ στρατοῦ] τῶν πολεμίων. τὸ ἐκεῖθεν καὶ τὸ στρατοῦ ἐκ παραλλήλου, μεθερμηνευτικὸν ὂν τοῦ στρατοῦ τὸ ἐκεῖθεν. φέρων] σοί. B. κατόπτης] ἐπιτηρητής. |
| Th 41 | O. θεατής. τῶν πραγμάτων] ἃ καθ’ ἡμῶν οἱ πολέμιοι μέλλουσιν ἐργάζεσθαι. B. θούριοι λοχαγέται] ὁρμητικοὶ πρὸς πόλεμον λοχαγέται, ἤγουν στρατηγοί. |
| Th 42 | A. ἡγεμόνες λόχων ἤτοι τάξεων. O. θούριοι λοχαγέται] πολεμικοὶ στρατηγοί. B. ταυροσφαγοῦντες] οὕτω θύοντες ἐπάνω τῶν ἀσπίδων ἐμαντεύοντο. |
| Th 43 [5] | μελάνδετον σάκος] ἤτοι τὸ μελανθὲν τῷ αἵματι· ἢ τὸ ἐκ μελαινῶν βυρσῶν κατεσκευασμένον. ἢ τὸ περιφέρειαν σιδηρᾶν ἔχον· μέλας γὰρ ὁ σίδηρος. τὸ μελάνδετον δὲ καλῶς ἂν ἐπὶ ξίφους ῥηθείη, ἐπὶ δὲ σάκους παρέλκει τὸ δετον, ὡς ἐπὶ τοῦ κελαινεφὲς τὸ νέφος. A. τὸ ἀπὸ μέλανος σιδήρου δεδεμένον. O. ταυροσφαγοῦντες] ταύρους σφάττοντες. μελάνδετον σάκος] διὰ σιδήρου δεδεμένην ἀσπίδα. B. θιγγάνοντες] ψαύοντες. |
| Th 44 | χερσὶ] ταῖς αὐτῶν. φόνου] αἵματος. B. Ἐνυὼ] μάχην. |
| Th 45 [5] | φιλαίματον φόνον] τὸν αἵματι χαίροντα, εὔφορον τοῦ φόνου θεόν· εὕρηται καὶ φόβον. B. ὡρκωμότησαν] ὅρκους ἐποίησαν εἰς τὸν Ἄρην τε καὶ τὴν Ἐνυὼ καὶ τὸν φιλαίματον Φόβον (Φόβος δὲ καὶ Δεῖμος θεράποντες Ἄρεος), τοῦτο ὤμοσαν, ἢ λαπάξειν καὶ κατασκάψειν τὴν πόλιν τῶν Θηβαίων ἐν βίᾳ, θέντες καὶ ποιήσαντες ταύτῃ τῇ πόλει κατασκαφὰς, ἢ ἀποθανεῖν ἐν ταύτῃ τῇ γῇ. |
| Th 46 | A. ὅρκους ἐποίησαν εἰς τοῦτο, ἢ κατασκάψαι τὴν πόλιν, ἢ ἀποθανεῖν ἐκεῖσε. O. ὡρκωμότησαν] ὤμοσαν. κατασκαφὰς] πορθήσεις καὶ ἀφανισμούς. B. λαπάξειν] ἐκπορθήσειν. |
| Th 47 | B. ἀφανίσειν, πορθήσειν. O. τήνδε] τὴν τῶν Θηβαίων. |
| Th 48 | φυράσειν φόνῳ] βάψειν τῷ αἵματι. B. μνημεῖα] περόνας ἢ βοστρύχους ἢ τρίχας ἤ τι τοιοῦτον. |
| Th 49 | ἔθος γὰρ ἦν τοὺς ἐν πολέμῳ θανόντας τοῖς οἰκείοις πέμπειν σημεῖα. P. μνημεῖα] ἐνθυμήσεις. B. ἔστεφον] ὁ Ἀμφιάραος, εἷς τῶν Ἀργείων ὢν, οἷα μάντις, προεῖπεν αὐτὸν μόνον τὸν Ἄδραστον καὶ τὸ αὐτοῦ ἅρμα ὑποστρέψειν ἐκ Θηβῶν, τοὺς δὲ ἄλλους ἐκεῖσε ἀπολεῖσθαι. |
| Th 50 [10] | διὰ τοῦτο γοῦν ἕκαστος τῶν Ἀργείων ἐζωγράφει τῷ ἅρματι τοῦ Ἀδράστου τὴν οἰκείαν μορφὴν, ἵνα ἐὰν συμβῇ ἀπολωλέναι αὐτοὺς ἐκεῖσε, ὑποστρέψῃ δὲ ὁ Ἄδραστος μόνος μετὰ τοῦ οἰκείου ἅρματος, θεῶνται ἐν εἰκονίσμασιν ὑπό τε τῶν γονέων καὶ φίλων καὶ πολιτῶν. A. ἔστεφον] ἔγραφον. O. περιετίθουν. ὁ μάντις Ἀμφιάραος εἷς ὢν τῶν ἑπτὰ στρατηγῶν ἔφη καὶ αὑτὸν καὶ τοὺς ἄλλους ἓξ ἐν Θήβαις πεσεῖν, Ἄδραστον δὲ μόνον εἰς Ἄργος ἀναχωρήσειν. διὰ τοῦτο ἕκαστος ἐδίδου αὐτῷ ἢ δακτύλιον ἢ ἄλλο τι ὃ εἶχεν ἀγαγεῖν Ἄργος, ἵνα οἱ σφῶν πατέρες ταῦτ’ ἔχοντες μέμνωνται αὐτῶν. B. οἶκτος δ’ οὔτις ἦν] οὐκ ἦν ἔλεος διὰ τῆς γλώττης αὐτῶν προϊὼν καὶ ἐκθηλύνων τὴν ὁρμήν· ἤγουν, οὐκ ἦν παρ’ αὐτοῖς φιλόψυχος λογισμὸς, οὐδ’ οἶκτον ζωῆς ἐν γλώττῃ προέφερον, ἀνακόπτοντα αὐτοὺς τοῦ ἐγχειρήματος. |
| Th 51 [10] | σιδηρόφρων γὰρ καὶ ἀκαμπὴς καὶ σκληρὸς θυμὸς αὐτῶν ἔπνει ἀναπτόμενος τῇ ἀνδρείᾳ, δεδορκότων καὶ βλεπόντων αὐτῶν Ἄρην, ἤτοι φονικὸν καὶ πολεμικὸν ὁρώντων, ὡς λεόντων. A. λείβοντες] χέοντες. οἶκτος] ἔλεος. διὰ στόμα] ἑαυτῶν. ἡ διά οὐ μόνον ὅταν δηλοῖ αἰτίαν συντάσσεται αἰτιατικῇ, ἀλλὰ καὶ ὅταν δηλοῖ καὶ ἐνέργειαν, οὐ γὰρ μόνον φαμὲν ὅτι διὰ τῶν ῥητόρων πάνθ’ ἡμῖν τὰ χρηστὰ, ἀλλὰ καὶ διὰ τοὺς ῥήτορας. εὑρήσεις δὲ καὶ προϊὼν “διὰ στόμα πυριγενετᾶν χαλινῶν·” οἱ πολλοὶ δὲ ἀγνοοῦντες ἀντὶ τῆς εἰς λαμβάνουσι, διὰ στόμα ἀντὶ τοῦ εἰς στόμα λέγοντες. B. σιδηρόφρων] σκληρὸς καὶ ἄκαμπτος. |
| Th 52 | θυμὸς] αὐτῶν. φλέγων] θερμῶς κινούμενος. B. ἔπνει] ἐκινεῖτο. |
| Th 53 | O. Ἄρην] καθὰ τὸν σίδηρον βλεπόντων. O. πύστις οὐκ ὄκνῳ χρονίζεται] ἡ περὶ τούτων ἀκοὴ οὐ βραδύνει εἰς ἐπέκτασιν πολλοῦ χρόνου, ἤγουν οὐ βραδέως ἠγγέλθη, ἀλλὰ ταχέως. |
| Th 54 [5] | P. τῶνδε πύστις] τούτων φήμη, ἀκοή. οὐκ ὄκνῳ χρονίζεται] οὐκ ἀναβολῇ βραδύνει. B. ὑπερθέσει οὐ βραδύνεται. O. κληρουμένους δ’ ἔλειπον] κατέλειψα δὲ αὐτοὺς ἐκεῖσε κληρουμένους, κλῆρον ποιουμένους, ὅπως ἕκαστος αὐτῶν ἄγοι λόχον καὶ ἐνέδραν καὶ τάξιν πολεμικὴν πρὸς πύλας, πάλῳ καὶ κλήρῳ τοῦτο λαχών. |
| Th 55 [5] | κλήρους γὰρ ποιησαμένων τῶν ἑπτὰ λοχαγῶν, μία πύλη ἑκάστῳ ἐδόθη πρὸς φυλακήν. A. κληρουμένους] κλήρους βάλλοντας. ὡς] ἵνα. πάλῳ] κλήρῳ. B. λόχον] ἐνέδραν B. |
| Th 56 [1] | πρὸς ταῦτ’] ἅπερ εἶπον δηλονότι ἀκούσας σύ. O. ἐκκρίτους] ἐξειλεγμένους. B. ἐκλελεγμένους. O. τάγευσαι] ὡς ταγὸς καὶ ἡγεμὼν τῆς πόλεως τάξαι. |
| Th 58 | B. ἐγγὺς] τῆς πόλεως. |
| Th 59 | ἤδη] ἀπὸ τοῦ νῦν. B. κονίει] κόνιν ἐγείρει ἀπὸ τῆς σπουδῆς. |
| Th 60 | O. ἀργηστὴς] λευκός. B. χραίνει] μολύνει. |
| Th 61 | O. βρέχει. σταλαγμοῖς] ῥανίσι. B. διὰ τῶν σταλαγμῶν τῶν ἐξερχομένων ἐγκάτων. θερμαίνεται τῶν ζῴων τὰ ἔγκατα καὶ οὕτως ὁ ἀφρὸς ἐ...μπετ.... O. σὺ δ’ ὥστε νηὸς] σὺ δ’ ὥσπερ ἀγαθὸς κυβερνήτης νεὼς φράξαι καὶ φρούρησον τὴν πόλιν. |
| Th 62 | A. ὡς] ὥσπερ. κεδνὸς οἰακοστρόφος] συνετὸς κυβερνήτης. B. καταιγίσαι] πρὶν σφοδρῶς πνεῦσαι τὰς πνοὰς τοῦ πολέμου. |
| Th 63 [5] | τροπικὸς δὲ ὁ λόγος· ὤφειλε γὰρ εἰπεῖν πνοὰς ἀνέμου, ἀλλὰ περὶ πολέμου λέγων διὰ τοῦτο καὶ τὴν τροπὴν φυλάττει, νῆα μὲν τὴν πόλιν ὀνομάζων, πνοὰς δὲ Ἄρεος τὴν σφοδρότητα τοῦ πολέμου, κῦμα δὲ χερσαῖον τὴν σύρροιαν τοῦ πλήθους τοῦ στρατοῦ τῶν ἐναντίων. A. βαρέως ἐπεξελθεῖν τὰς κινήσεις. O. φράξαι] φύλαξον καὶ ἀσφαλίσαι. καταιγίσαι] καταβαλεῖν καὶ ἀνατρέψαι. χρῆται δὲ δι’ ὅλου τῇ μεταφορᾷ. B. κῦμα χερσαῖον στρατοῦ] παρακεκινδυνευμένως εἶπε κῦμα χερσαῖον. |
| Th 64 [5] | εἰπὼν δὲ πνοὰς Ἄρεος ἐπήγαγεν ἐπιδεξίως καὶ τὸ κῦμα. χωρὶς γὰρ πνευμάτων κύματα οὐκ ἐγείρονται. P. ὁ κλύδων. O. τὸ φοσσάτον. P. ἐπειδὴ τὸ κῦμα θαλάσσης ἐστὶ, διὰ τοῦτο χερσαῖον εἶπε. δηλοῖ δὲ ἐντεῦθεν τὴν σφοδρὰν τοῦ στρατοῦ ῥύμην. B. τόνδε καιρὸν] τουτέστι μὴ ἐκπέσῃς τοῦ δέοντος καιροῦ, ἀλλὰ σωφρόνως σκόπησον. |
| Th 65 [5] | O. τουτέστι μὴ ἀφήσῃς τὸν προσήκοντα καιρὸν παρελθεῖν μηδὲ τοῦ προσήκοντος ἐκπέσῃς χρόνου. P. τὸν τῆς προσβολῆς ἐκείνων. ὅστις ὤκιστος] ταχύτατος, ἤγουν πρόλαβε ταχέως τὴν ἐκείνων ἔφοδον. B. γρ. ὥς τις. P. κἀγὼ] καὶ ἐγὼ ἕξω τὰ ἐπίλοιπα ὀφθαλμὸν ἡμεροσκόπον πιστὸν, τουτέστιν ἀπελθὼν αὖθις ἐκεῖσε καὶ ἕκαστα τῶν πραττομένων σκοπῶν ἀγγελῶ σοι. |
| Th 66 [5] | καλεῖ δὲ τὸν ὀφθαλμὸν ἡμεροσκόπον, ἐπειδὴ ὥσπερ τοὺς κατασκόπους ἔχομεν, οὕτω καὶ τοὺς οἰκείους ὀφθαλμούς. τὸ δὲ πιστὸν λέγει, ὅτι ὁ ἰδών τι μᾶλλον τοῦ ἀκούσαντος ἐπίσταται, καὶ μαρτυρεῖ ἡ παροιμία, ὀφθαλμοὶ ὤτων πιστότεροι. τὰ λοιπὰ] τούτων. πιστὸν] βέβαιον. B. σαφηνείᾳ λόγου] ἀκριβεστάτῃ ἀγγελίᾳ τοῦ ἐμοῦ λόγου. |
| Th 67 | B. τῶν θύραθεν] τῶν πολεμίων. |
| Th 68 [5] | B. ὦ Ζεῦ] ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοὶ, οἱ τὴν πόλιν συνέχοντες καὶ ἑδραιοῦντες, ἡ ἀρά τε τοῦ πατρὸς, ἤτοι τοῦ Οἰδίποδος, ἡ μέγα δυναμένη, μή μοι τὴν πόλιν πρυμνόθεν ἤτοι ἐκ βάθρων αὐτῶν παντελῶς ὀλεθρευθεῖσαν ἐκκόψατε, δηϊάλωτον καὶ ὑπὸ δηΐδος ἤγουν μάχης καὶ πολέμου κρατηθεῖσαν, Ἑλληνίδα καὶ ταύτην οὖσαν· μηδὲ τοὺς οἴκους ἡμῶν τὴν ἐλευθέραν τε πόλιν σχῆτε καὶ κρατήσητε ἐν ζυγοῖς δουλείας, γένεσθε δὲ ἀλκὴ καὶ βοήθεια ἡμῖν καὶ ἀποσόβημα τῶν κακῶν. |
| Th 69 [10] | κοινωφελῆ δὲ ἡμῖν τοῖς ἀνθρώποις τοῖς κατοίκοις τῆς πόλεως καὶ ὑμῖν τοῖς θεοῖς νομίζω λέγειν· ἡ γὰρ πόλις ὅταν εὐτυχῆ, τιμᾷ τοὺς θεούς. καὶ ἡμεῖς οὖν ἐὰν ἀβλαβεῖς ἐσμὲν, τιμῶντες ὑμᾶς ἐσόμεθα. εἰ δὲ κακῶς πάσχομεν, βλασφημήσομεν καθ’ ὑμῶν. O.P. πολισσοῦχοι θεοὶ] οἱ τὴν πόλιν συνέχοντες καὶ φυλάσσοντες. B. Ἐρινὺς] φθοροποιέ. |
| Th 70 | πατρὸς] τοῦ ἡμετέρου. B. πρυμνόθεν] ῥιζόθεν. |
| Th 71 | πανώλεθρον] ποταπήν. B. ἐκθαμνίσητε] δίκην θάμνου ἐκριζώσητε. |
| Th 72 [10] | θάμνος γάρ ἐστιν εἶδος χαμαιζήλου φυτοῦ καὶ πολυκλάδου, παρὰ τὸ θαμά ἐτυμολογούμενος. οὐ γὰρ μονοστέλεχον κατὰ τὰ δένδρα ἄνεισιν, ἀλλὰ πυκνὸς ὁ θάμνος καὶ πολυστέλεχος εὐθύς ἐστιν ἐκ ῥιζῶν. O.P. θάμνοι δὲ οὗτοι ῥᾷον πυρὶ πίπτουσιν· οὐ γὰρ δήπου μεγάλα δένδρα· ἡ δὲ πτῶσις διὰ τὸν ἄνεμον καὶ διὰ τὸ πολὺ πῦρ ἐξικμάζον τὴν συνεκτικὴν τῶν λεπτῶν θάμνων ὑγρότητα. O. διὰ θάμνου ἐκριζώθητε. θάμνος εἶδος φυτοῦ. O. ἐκθαμνίσητε] θάμνος κυρίως τὸ φρύγανον, καταχρηστικῶς δὲ πᾶν χθαμαλὸν δένδρον. O. ἐκσπάσητε. δῃάλωτον] ὑπὸ πολέμου ἠφανισμένην. Ἑλλάδος φθόγγον χέουσαν] διάλεκτον· ἤτοι Ἑλληνίδα οὖσαν. B. δόμους ἐφεστίους] τῶν πολιτῶν, ἢ ἐμῶν. |
| Th 73 | B. ἐγκατοίκους. O. μήποτε σχέθειν] τὸ ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ, ἀντὶ τοῦ, μήποτε σχῆτε ἐν ζυγοῖς τοῖς δουλίοις τὴν ἐλευθέραν πόλιν. |
| Th 75 [5] | A. ζυγοῖσι δουλείοισι] ἤτοι δουλείᾳ. μήποτε σχέθειν] ἐθελήσατε κρατηθῆναι. B. ἀλκὴ] δύναμις καὶ βοήθεια. |
| Th 76 | ξυνὰ] ἡμῖν καὶ ὑμῖν. B. θρέομαι φοβερὰ μεγάλ’ ἄχη] ἤτοι θρηνῶ, βοῶ φοβερὰς μεγάλας θρηνῳδίας. |
| Th 78 [15] | εὐπτόητος δὲ ἡ τῶν παρθένων ἡλικία πρὸς φόβον, καὶ μάλιστα πρὸς πολιορκίαν. τὸ δὲ φοβερὰ, ἢ διὰ τὸ φοβερὰ ἄχη· ἢ φοβερὰ γινομένη, ὅ ἐστιν ἐπίτρομος. A. Ἄλλως. θρεῦμαι] ἐμφαίνεται ὁ τῶν παρθένων χορὸς ὁρῶν οἱονεὶ νοεροῖς ὀφθαλμοῖς πῶς ὁ τῶν Ἀργείων ὄχλος κεκίνηται κατὰ τῆς χώρας αὐτῶν, καί φησι θρηνῶν, ὁ ἱππικὸς στρατὸς συγκεχώρηται καὶ ἀφίεται, πρὸς τὴν πόλιν ὁρμᾷ, καταλείψας τὸν τόπον ἔνθα ἔκειτο. ὧδε πολὺς λαὸς ἱππότης πρόδρομος, ἤτοι δρομαῖος ἢ προτρέχων τῶν ἄλλων, οἱονεὶ τῶν πεζῶν. πείθει δέ με ταῦτα σκοπεῖν ὁ ἐν τῷ ἀέρι ἀναφαινόμενος κονιορτὸς, ὁ ἄναυδος καὶ ἄφωνος ὢν, σαφὴς δὲ καὶ ἀληθὴς μηνυτὴς τούτων, ἤγουν, ἡ γὰρ τοῦ κονιορτοῦ κίνησις ἱππέων πλῆθος σημαίνει ἐπέρχεσθαι. O.P. αἰθερία δὲ κόνις ἡ αἰρομένη μέχρι τοῦ αἰθέρος, καίτοι ἄφωνος οὖσα, ἐναργής ἐστιν, ὥσπερ ἄγγελος, καὶ ἀληθής. φαντάζονται δὲ ταῦτα πάντα. A. θρέομαι] φοβοῦμαι. ἄχη] τὰ ἐπερχόμενα δηλονότι. B. μεθεῖται] ἀφίεται, ἔρχεται. |
| Th 79 | O. ἐκ τοῦ οἰκείου τόπου ἐφ’ ἡμᾶς ὁρμᾶται. στρατόπεδον] τὸν τόπον ἐν ᾧ ἔκειτο. B. ῥεῖ] οἷον ἀφεῖται ὁ ὄχλος ἀπὸ τοῦ στρατοπέδου. |
| Th 80 [5] | ἤδη τὴν ὁρμὴν ποιοῦνται ἐπὶ τὴν πόλιν οἱ πολέμιοι. ταῦτα δὲ φανταζόμεναι λέγουσιν ὡς ἀληθῆ. τὸ δὲ χ πρὸς τὴν διαφορὰν τοῦ στρατοῦ καὶ τοῦ στρατοπέδου. στρατόπεδον γὰρ καλεῖται τὸ ἐνδιαίτημα τοῦ στρατοῦ. ἢ στικτέον εἰς τὸ στρατὸς, ὁμοίως δὲ εἰς τὸ ῥεῖ. P. ῥεῖ] δίκην ῥεύματος ἔπεισι. πρόδρομος] προτρέχων ποταπός. B. αἰθερία κόνις] καὶ μέχρις ἀέρος φθάνουσα ταῖς τῶν ἵππων ὁπλαῖς. |
| Th 81 | με πείθει] ἐπειδὴ τὸ πείθειν διὰ λόγου γίνεται, διὰ τοῦτο εἶπε τὸ ἄναυδος. B. σαφὴς δὲ] στικτέον εἰς τὸ δέ, ὡς ἂν ἡ σύνταξις εἴη τοιαύτη· ἡ κόνις φανεῖσα αἰθερία, ἤγουν ἐν τῷ ἀέρι, πείθει με τὴν ἔφοδον ὑπονοεῖν τοῦ στρατοῦ ἄναυδος καὶ ἄφωνος οὖσα, σαφὴς δέ. |
| Th 82 [10] | τὸ δὲ ἔτυμος ἄγγελος οὕτως νοητέον καὶ συντακτέον· ὁ ἄγγελος ὁ ἐλεδέμνας ἤγουν ὁ ἐλάσας ἡμᾶς τῶν δεμνίων (στικτέον γὰρ καὶ ἐν τούτῳ), ὁ πρὸ μικροῦ ἐπαγγείλας τῷ Ἐτεοκλεῖ τὴν τοῦ στρατοῦ πρὸς τὴν πόλιν ἐπίθεσιν, ἀληθὴς ἦν· ἅπερ γὰρ ἐκεῖνος ἀπήγγειλε πρὶν, καὶ νῦν ἡ κόνις μηνύει. P.N. ἑλεδεμνὰς ἤτοι ἑλοῦσα καὶ λαβοῦσα τὸ δέμας ὑμῶν. S. σαφὴς ἔτυμος ἄγγελος] φανερὸς ἀληθὴς μηνυτὴς, ὡς κατ’ ἐμοῦ γίνεται. B. ἐλεδεμνὰς] ὁ ἐλαύνων καὶ διεγείρων ἀπὸ τῶν δεμνίων. |
| Th 83 [15] | Ἄλλως. ἐλεδεμνάς: χρίμπτεται δὲ καὶ πλησιάζει ἡμῖν τι ἢ κατά τι ἡμῖν προσπελάζει βοὴ πεδιοπλόκτυπος, ἤγουν τῶν ἁρμάτων, κτύπον ἐμποιοῦσα τῇ γῇ. O.P. ἑλεδεμνὰς ἀντὶ τοῦ τὸ δέμας καὶ τὸ σῶμα ἡμῶν λαμβάνουσα τῷ φόβῳ καὶ συσφίγγουσα καὶ κατέχουσα. τινὲς δὲ ὠτὶ χρίμπτεται γράφουσιν, ἤτοι τῇ ἀκοῇ ἡμῶν προσπελάζει βοή. ἠχεῖ δὲ αὕτη ἡ βοὴ τρόπον ὕδατος ἀπειρίτου καὶ ἀπολεμήτου διὰ τὸ ἰσχυρὸν τοῦ ἀπὸ τῶν ὀρῶν κατερχομένου καὶ κτυποῦντος. O.P.N. πεδιοπλόκτυπος] καὶ τὸ τῆς γῆς δέ μου πέδον κατακτυπούμενον τοῖς ὅπλοις ποιεῖ μου τοῖς ὠσὶ προσπελάζειν τὸν ἦχον. A. ἤγουν ὁ κτύπος ὁ ἐκ συγκρουσμοῦ τῶν ὅπλων πρὸς ἄλληλα καὶ ἐκ τῆς ἐν τῇ γῇ τῶν ἵππων ποδοκροτήσεως γινόμενος. P. ὑπὸ τοῦ κτύπου τῶν ποδῶν τῶν ἵππων ἐν τοῖς πεδίοις γινομένου. O. ἢ στικτέον εἰς τὸ βοά· τὸ δὲ ἑξῆς οὕτως, καὶ χρίμπτεται βοὰ πεδιοπλόκτυπος. P. ἐλεδεμνὰς] ἐλαύνων ἐμὲ ἐκ τῶν δεμνίων καὶ οὐκ ἐῶν καθεύδειν, φόβον ἐμβαλών. πεδιοπλόκτυπος] κτύπον ἐν τῷ πεδίῳ τοῖς ὅπλοις ἐγείρουσα. B. ἐγχρίμπτεται βοὰ] ἔπεισι καὶ πλησιάζει ἦχος. |
| Th 84 | ποτᾶται] ἐναέριος φέρεται, ἠχεῖ ἡ βοὴ τῶν ὅπλων. B. ἀμαχέτου] ἀκαταπονήτου. |
| Th 85 | O. πρὸς ὃ μὴ δύναταί τις μαχήσασθαι, ἤτοι κατασχεῖν φερόμενον. ὀροκτύπου] τοῦ κτύπον ἐν τῷ ὄρει ἐγείροντος τῇ φορᾷ. ἢ τοῦ ἔχοντος ἐν τῷ ὄρει καὶ ὁρμᾶν. B. ἰὼ, ἰὼ, ἰὼ] ὦ ὦ ὦ. |
| Th 86 [5] | ὀρόμενον] ταρασσόμενον καὶ ἐγειρόμενον, φερόμενον. ἀλεύσατε] ἀποσοβήσατε. B. βοᾷ ὑπὲρ τειχέων] ἐν βοῇ, ἤγουν σὺν θορύβῳ καὶ ὄχλῳ ὁ Ἀργεῖος λαὸς ὁ λευκὰς ἀσπίδας ἔχων ὄρνυται καὶ διεγείρεται καὶ ὁρμᾷ ὑπεράνω τῶν τειχέων, εὐπρεπὴς, ἤτοι τοῖς ὅπλοις κεκοσμημένος, ἐπὶ τὴν πόλιν τρέχων, προορᾷ δὲ οἷον ὁ χορὸς τὴν τοῦ Καπανέως, ὅστις ἐκ τοῦ στρατοῦ τῶν Ἀργείων ἦν, ἐπὶ τὰ τείχη ἄνοδον, ἥνπερ Εὐριπίδης φησί. |
| Th 87 [10] | O.P. σημείωσαι δὲ ὅτι ἡ ὑπέρ πρόθεσις, ὅτε τὴν ἀνωτάτω σχέσιν δηλοῖ, μετὰ αἰτιατικῆς συντάσσεται· οἷον, ὑπὲρ τὴν γῆν ὁ ἥλιος· ἐν τῷ οὐρανῷ γάρ· ὅτε δὲ τὸ πλησίον καὶ ἐγγὺς, μετὰ γενικῆς, ὡς τὸ ὑπὲρ τῆς γῆς ὁ ἀνήρ, ἤτοι πλησίον τῆς γῆς· ἄνωθεν γὰρ αὐτῆς πορεύεται. καὶ ὁ Λυκόφρων “ὑπὲρ Καλυδνῶν “λευκὰ φαίνουσαι πτίλα,” ἤγουν τὰ ἱστία ὑπεράνω τῶν Καλυδνῶν φέρουσαι νήσων, μικρόν τι ταῦτα τῶν νήσων ἐξέχοντα. τοιοῦτόν ἐστι καὶ τὸ ὑπὲρ τειχέων. O.Q. βοᾷ] ἐστίν. B. ὄρνυται] διεγείρεται. |
| Th 89 | O. ὁρμᾶται. B. εὐπρεπής] τοῖς ὅπλοις κεκοσμημένος. O. εὐτρεπής] ποταπὸς ἕτοιμος. B. διώκων] ἐλαύνων, σπεύδων. |
| Th 90 | B. ῥύσεται] ἡμᾶς τῶν τοιούτων. |
| Th 92 | B. ἐπαρκέσει] βοηθήσει ἡμῖν. B. πότερα δῆτ’ ἐγὼ] πρὸς τὰ εἴδωλα τῶν θεῶν πέσω, παρακαλοῦσα καὶ δυσωποῦσα αὐτοὺς, ἢ ἄλλο τι πράξω; A. |
| Th 94 [10] | πότερα] ποῖον· ἐπειδὴ τὸ πότερα διστακτικὴν ἔμφασιν ἔχει. φαμὲν γὰρ, πότερα ποιήσω τόδε ἢ τόδε; ἐνταῦθα τὸ μὲν ἓν σκέλος εἶπεν, ἐπειδὴ συντελεῖ, τὸ δὲ ἕτερον παρῆκεν, δέον εἰπεῖν, ἢ οὐ προσπέσω; ὥστε πρὸς τὸ δαιμόνων πρῶτον ὑπόστιζε, ἵνα ἡ μὲν ὑποστιγμὴ εἴη διότι ὁ λόγος κρεμᾶται, ἡ δὲ στιγμὴ, διότι εἰ τὸν λόγον ἀπέδωκας, ἔστιξας ἂν ἐν τῷ τέλει τῆς ἀποδόσεως. τῶν δὲ μὴ ταῦτα δεχομένων βραχὺς λόγος· ἱκανὴν γὰρ τὴν ἐκ τῆς ἀγνοίας διδόασι δίκην. ποτιπέσω] προσπέσω. B. προσπαρακαλέσω. O. βρέτη] εἰκόνας. |
| Th 95 | B. εὔεδροι] ἐπ’ ἀγαθῷ ἱδρυμένοι. |
| Th 96 | ἢ ἐπὶ τῶν καλῶν καθεδρῶν καθεζόμενοι. P. ὧν οἶκοι ἐν τοῖς ναοῖς. B. ἀκμάζει βρετέων ἔχεσθαι] τοῦτό φησι, καιρὸς ἀκμαῖός ἐστι νῦν ἔχεσθαι βρετέων ἤτοι προσπίπτειν τοῖς εἰδώλοις τῶν θεῶν καὶ παρακαλεῖν αὐτούς. |
| Th 97 [5] | τί βραδύνομεν καὶ οὐχ ἱκετεύομεν, ὦ ἀγάστονοι, ἡμεῖς αἱ ὑπὸ τοῦ στόνου ἀγόμεναι καὶ κατεχόμεναι, ἢ λίαν θρηνοῦσαι. ταῦτα δὲ τινὲς τῶν τοῦ χοροῦ γυναικῶν πρὸς τὰς ἑτέρας φασίν. A. ἀκμὴ καὶ καιρός ἐστιν εἰδώλων ἅπτεσθαι ἐπὶ δεήσει. ἀγάστονοι] ἄγαν στενάζουσαι μόνον καὶ οὐχ ἱκετεύουσαι. B. πέπλων καὶ στεφέων] πότε ἕξομεν καὶ ἁψόμεθα τῶν πέπλων καὶ τῶν στεφάνων τῶν θεῶν, εἰ μὴ νῦν αὐτῶν ἐπελαβόμεθα, περὶ τὴν λιτὴν τὴν περὶ ἡμῶν καὶ τὴν τῆς πόλεως; τινὲς δὲ, πότε τῶν πέπλων καὶ τῶν στεφάνων τῶν ἡμετέρων καὶ κεφαλοδέσμων ἁψόμεθα, καὶ ταῦτα πρὸς γῆν κάτωθεν ῥίψασαι ὀλοφυρμὸν αὐταῖς περιθήσομεν, εἰ μὴ νῦν περὶ τὴν λιτήν; O. |
| Th 101 [15] | P. πότε πέπλων καὶ στεφέων ἕξομεν ἢ νῦν, τραπεῖσαι πρὸς λιτανείαν τὴν περὶ ἡμῶν αὐτῶν καὶ τῆς πόλεως; ἀνετίθεσαν γὰρ καὶ πέπλους καὶ ἕτερά τινα ἄμφια ἐν ταῖς δεήσεσι. Ὅμηρος “πέπλον ὅστις τοι χαριέστατος.” P. πέπλων] τῶν ἐν τοῖς ἀγάλμασι. στεφέων] τῶν περὶ αὐτὰ στεφάνων. πότε] ἕξομεν. ἀμφὶ λιτὰν] περὶ παράκλησιν. ἕξομεν] οἱονεὶ διατεθῶμεν. ὁ γὰρ περί τι διατεθεὶς ἄντικρυς τοῦτο κατέχει. τὸ ἕξομεν οὕτω νόει ὡς ἔφημεν, συνάπτων πρὸς τὸ ἀμφὶ λιτάν, τὸ δὲ ἀμφὶ λιτάν πρὸς τὸ πέπλων καὶ στεφάνων· χρῶνται δὲ τούτῳ εἰς τοιαύτην σημασίαν καὶ οἱ ῥήτορες· καὶ μαρτυρεῖ ὁ Σύριος Λουκιανὸς λέγων, “ἔπειτ’ ἀμφὶ πλοῦν εἴχομεν.” ἀγνοοῦντες δέ τινες τὸ ἕξομεν ἀντὶ τοῦ ἑξόμεθα λέγουσι, συνάπτοντες πρὸς τὸ πέπλων. ἔθος ἦν τοῖς παλαιοῖς, ὁπότε ἱκέτευον τοὺς θεοὺς, ἐν χερσὶν ἔχειν τοὺς αὐτῶν πέπλους καὶ στεφάνους καὶ διὰ τούτων αὐτοὺς ἐξιλεοῦσθαι. B. κτύπον δέδορκα] μετήγαγε τὰς αἰσθήσεις πρὸς τὸ ἐναργέστερον, ὡς “Ἤκουσας ὁ κόραξ οἷος ἦλθ’ ἐξ Ὠρεοῦ;” P. |
| Th 103 | κτύπον δέδορκα] κατανοῶ. ὃ γὰρ κατανοῶ, τοῦτο δέδορκα τοῖς τοῦ νοῦ ὀφθαλμοῖς. πάταγος] κτύπος. B. τί ῥέξεις] τί ποιήσεις, ὦ παλαίχθων Ἄρης; προδώσεις ἡμᾶς εἰς χεῖρας ἐχθρῶν; A. |
| Th 105 [10] | παλαίχθων] ἔκπαλαι τῇ χθονὶ ἡμῶν τιμώμενος, ὁ κατοικῶν ἔκπαλαι τὴν χθόνα. O. ἀντὶ τοῦ, ὁ ἐκ παλαιοῦ κληρωσάμενος τήνδε γῆν. τιμᾶται γὰρ παρὰ Θηβαίοις ὁ Ἄρης. διὸ καὶ Ἄρειον τεῖχος καὶ Ἀρητιὰς κρήνη παρ’ αὐτοῖς. Ἄρης Ἀττικὸν, ὦ Ἄρης κλητικόν. οἱ δὲ γράφουσιν, ὦ Ἄρη. ἱερὰ δὲ Θήβη τοῦ Ἄρεως. ἔστιν οὖν πάλαι τὴν γῆν κατέχων. A. ῥέξεις] ποιήσεις. παλαίχθων Ἄρης] ὁ πάλαι καὶ ἐξ ἀρχῆς τὴν τῶν Θηβῶν χθόνα λαχὼν εἰς οἴκησιν. παρὰ Θηβαίοις ὁ Ἄρης τιμᾶται· Ἁρμονία γὰρ ἡ τούτων προμήτηρ Ἀφροδίτης καὶ Ἄρεος ἦν παῖς. καλεῖται δὲ ἐνταῦθα καὶ Ἄρειον τεῖχος, καὶ Ἀρητιὰς κρήνη, ἣν ὁ Ἄρης τηρεῖ καὶ ἐπισκοπεῖ. τὰν σὰν γᾶν] πόλιν δηλονότι. B. τὴν σὴν γῆν, ἤτοι τὰς Θήβας. O. ἔπιδε] ἤτοι ἐπίσκεψαι καὶ φύλαξον, ὦ Ἄρης χρυσοπήληξ καὶ χρυσῆν περικεφαλαίαν ἔχων· ἢ μετὰ χρυσέων περικεφαλαιῶν οἱ σπαρτοὶ ἀνεδόθησαν· ἥντινα, δηλονότι τὴν ἡμετέραν πόλιν, ποτὲ ἔθου πεφιλημένην. |
| Th 106 | O.P. χρυσοπήληξ] χρυσῆν περικεφαλαίαν ἔχων. |
| Th 107 | ἔπιδε] ἤτοι εὐμενῶς βλέψον. B. εὐφιλήταν] ἀγαπητήν. |
| Th 108 | B. πολισσοῦχοι χθονὸς] οἱ τὴν πόλιν καὶ τὴν περὶ αὐτὴν γῆν συνέχοντες. |
| Th 109 | B. ἴθ’ ἴτε πάντες] τινὲς μὲν ἴτ’ ἴτε φασὶ, τραπῆναι τὸ τ εἰς θ ὑπὸ τοῦ ποιητοῦ διὰ τὸ κακόφωνον λέγοντες, ἄλλοι δὲ ἴθι ἑνικῶς λέγουσι, πρὸς τὸν Ἄρην τοῦτο ἀποτείνοντες, τὸ δὲ ἕτερον εἰς τοὺς θεούς. |
| Th 110 [5] | ὁ δὲ νοῦς ἐστι τοιοῦτος, ἔλθετε, ὦ θεοὶ σύμπαντες, ἴδετε καὶ θεάσασθε τὸν ἱκέσιον λόχον τῶν παρθένων γυναικῶν, ἤγουν τὸ πλῆθος καὶ τὴν συνάθροισιν τὴν ἱκετεύουσαν ὑμᾶς ὑπὲρ τοῦ μὴ γενέσθαι δούλας αὐτὰς τοῖς ἐχθροῖς. A. παρθένων] ἡμῶν. |
| Th 111 | ἱκέσιον λόχον] παράκλητον συνεδρίαν, ἀγοράν. δουλοσύνας ὕπερ] δουλείας, ὑπὲρ τοῦ μὴ δουλεῦσαι. B. κῦμα γὰρ περὶ πτόλιν δοχμολόφων ἀνδρῶν] ταῦτα τροπικῶς εἶπεν. |
| Th 113 [5] | ἤτοι, ὀργὴ καὶ θυμὸς τῶν δοχμολόφων ἀνδρῶν καχλάζει ταῖς πνοαῖς ταῖς διεγειρομέναις. δοχμολόφων δὲ, τῶν ἐπινευόντων τοὺς λόφους, ἤτοι τὰ κράνη αὐτῶν· ἐν γὰρ τῇ κινήσει συμβαίνει πλαγιάζεσθαι τοὺς λόφους. ἄλλοι δὲ δοχμολόφων φασὶ, διότι οἱ πολεμοῦντες κόρυθας ὑπὲρ τῆς κεφαλῆς ἐπεφέροντο τρεῖς λόφους ἐχούσας, νεύοντας τῇδε κἀκεῖσε. A. πλησίον κύκλῳ τῆς πόλεως ἐχόντων λόφους πλαγίους τείνοντας. O. δοχμολόφων] ἤτοι τῶν ἐχόντων τοὺς λόφους δοχμίους ἐν τῷ κινεῖσθαι. |
| Th 114 | λόφος δέ ἐστιν ἡ λεγομένη ἵππουρις, ἣν ἄνω τοῦ κράνους πηγνύουσιν. B. καχλάζει] ἠχεῖ. |
| Th 115 | ὀρόμενον] διεγειρόμενον. B. παντελὲς] ἀλλ’ ὦ Ζεῦ ὁ πάντως καὶ κατ’ ἀλήθειαν πάντα ποιῶν καὶ ἐξάγων εἰς τέλος (τοῦτο γάρ ἐστι τὸ παντελές) βοήθησον εἰς τὴν ἀπὸ τῶν πολεμίων ἅλωσιν τῆς ἡμῶν δηλονότι πόλεως, μή πως ἁλῷ. |
| Th 118 [5] | οἱ γὰρ Ἀργεῖοι τὴν πόλιν κυκλοῦσι, φόβος δὲ ἡμῖν ἀπὸ τῶν πολεμικῶν ὅπλων ἐγγίνεται. O.P. τὸ παντελὲς ἢ πρὸς τὸ Ζεῦ νοητέον οὕτω, ὦ Ζεῦ παντελὲς, ἤτοι ὦ πάντα τελῶν, ἢ ὁ κατὰ πάντα τέλειος· ἢ πρὸς τὸ ἄρηξον οὕτω, ἄρηξον παντελὲς, ἤγουν διόλου. πάντως] ἀληθές. B. ἄρηξον] βοήθησον ἡμῖν. |
| Th 119 | δαΐων ἅλωσιν] τὴν τῶν πολεμίων καταστροφήν. B. κυκλοῦνται] κυκλοῦσι. |
| Th 121 | φόβος] ἡμῖν. ἀρηΐων] πολεμικῶν. B. χαλινοὶ δὲ οἱ διάδετοι καὶ ἐκκρεμάμενοι τῶν ἱππικῶν γενύων καὶ στομάτων κινύρονται φόνον, ἤτοι ἦχόν τινα φονικὸν καὶ φονεργάτην ἐκπέμπουσι. |
| Th 122 [5] | O.P. συντάσσεται οὕτως, οἱ διὰ τῶν ἱππείων γενύων δετοὶ καὶ δεδεμένοι χαλινοί. P. διάδετοι γενύων ἱππείων] πανταχόθεν δεδεμένοι ἱππικῶν στομάτων. B. κινύρονται] ἀπὸ κινήσεως ποιοῦνται φόβον. |
| Th 123 | O. ἠχοῦσιν ἡμῖν. B. ἀγήνορες πρέποντες στρατοῦ] ὑπερήφανοι καὶ αὐθάδεις. |
| Th 124 | P. ἄγαν ἀνδρεῖοι, ἔξοχοι· πρέπουσι γὰρ ἐν τοῖς ἄλλοις οἱ ἔξοχοι προὔχοντες. B. δορυσσόοις σάγαις] ταῖς διὰ τοῦ δορὸς σούσαις καὶ κινούσαις εἰς φόβον τοὺς πολεμίους. |
| Th 125 [5] | σάγαις δὲ ἀντὶ τοῦ πανοπλίαις. O.P. πολεμικαῖς πανοπλίαις. δορυσσόος πανοπλία ἡ ἐν τῷ δορὶ καὶ ἐν τῷ πολέμῳ σώους διατηροῦσα τοὺς ἔχοντας. B. πάλῳ] κλήρῳ. |
| Th 126 | B. πρὸς τὴν Ἀθηνᾶν καὶ τὸν Ποσειδῶνα ταῦτά φησιν ὁ χορός. |
| Th 127 [5] | λέγει δὲ πρὸς τὴν Ἀθηνᾶν, φιλοπόλεμε, γενοῦ ῥυσίπτολις, ἤτοι ῥῦσαι τὴν ἡμετέραν πόλιν ἀπὸ τῶν ἐχθρῶν. καὶ σὺ δὲ ὁ τῆς θαλάσσης βασιλεύων θεὸς Ποσειδὼν ἐπίλυσιν τῶν φόβων δίδου, καταβαλὼν τοὺς ἐχθροὺς ἐν τῇ τριαίνῃ. O.P. Διογενὲς] ἐκ Διὸς γεννηθέν. φιλόμαχον] πολεμικόν. B. ῥυσίπτολις] ἐλευθεροῦσα. |
| Th 128 | O. ῥυομένη τὴν πόλιν. B. ἵππειος] ὁ ἔφορος τῶν ἵππων. O. ἱππικός· ἢ διὰ τὸ ὕδωρ ταχὺ, ἢ διότι τῷ Πέλοπι πρῶτος ἅρμα παρέσχεν. B. ἰχθυβόλῳ μηχανᾷ] τῇ τριαίνῃ λέγει. |
| Th 131 | O. τῷ κάμακι ἢ τῇ τριαίνῃ. B. ἐπίλυσιν δίδου] πάλιν δὶς εἶπε τὸ ἐπίλυσιν. |
| Th 132 | τεταραγμένης δὲ ψυχῆς ταῦτα ἤθη καὶ ἐμφάσεως ἕνεκα λεγόμενα. A. ἐπίλυσιν] ἀπαλλαγήν. |
| Th 133 | φόβων] τῶν νῦν. δίδου] ἡμῖν. B. Κάδμου ἐπώνυμον] Καδμεῖοι οἱ Θηβαῖοι. |
| Th 135 | B. κήδεσαί τ’ ἐναργῶς] ἐπιμελήθητι. |
| Th 138 [5] | γράφεται καὶ κήδευσαι. O. κηδεστὴς ἐναργῶς γενοῦ. Ἁρμονίαν γὰρ τὴν Ἀφροδίτης καὶ Ἄρεως εἶχεν ὁ Κάδμος· ἢ ἀντὶ τοῦ, φρόντισον ἡμῶν καὶ τῆς πόλεως ἐναργῶς. A. κήδεσαί τ’ ἐναργῶς] φρόντισον φανερῶς. B. καὶ Κύπρις, ἅτε γένους] Κύπρις ἡ Ἀφροδίτη λέγεται· ταύτης δὲ καὶ Ἄρεος θυγάτηρ ἡ Ἁρμονία ἐγένετο, ἣν ὁ Κάδμος ἔλαβεν εἰς γυναῖκα· ἀφ’ ἧς οἱ ἀπὸ τοῦ Κάδμου πάντες γεγόνασι. |
| Th 139 [5] | φησὶν οὖν ὁ χορὸς πρὸς τὴν Ἀφροδίτην καὶ τὴν ταύτης θυγατέρα Ἁρμονίαν ὅτι βοήθησον ἡμῖν· ἀπὸ γὰρ τοῦ αἵματος τοῦ σοῦ ἐγεννήθημεν, ἀντὶ τοῦ ἀπὸ σοῦ καταγόμεθα. A. Κύπρις] ὦ. ἅτε] ἥτις. γένους] τοῦ ἡμετέρου. προμάτωρ] ἐξ Ἄρεος καὶ Ἀφροδίτης Ἁρμονία ἡ Κάδμου γυνή. B. ἄλευσον] ἀποσόβησον τὰ παρόντα. |
| Th 141 | σέθεν] σοῦ. ἐξ αἵματος] τοῦ γένους, ἤτοι τῆς Ἁρμονίας τῆς σῆς θυγατρός. B. θεοκλύτοις] ἃς ὁ θεὸς ἀκούει. |
| Th 142 | O. λιταῖς σε θεοκλύτοις ἀπύουσαι] παρακλήσεσιν αἷς ἄνθρωποι τοὺς θεοὺς καλοῦσιν εἰς ἔλεον ἐπικαλούμεναι. |
| Th 143 | B. πελαζόμεθα] τῷ σῷ βωμῷ πλησιάζομεν. |
| Th 144 | B. Λύκει’ ἄναξ, λύκειος γενοῦ] Λύκειόν φασι τὸν Ἀπόλλωνα, ἢ διὰ τὸ ἐν τῇ Λυκίᾳ τῇ πόλει τιμᾶσθαι αὐτὸν, ἢ διὰ τὸ ἀνατίθεσθαι αὐτῷ λύκον ὡς ἱερὸν, ἢ διὰ τὸ λύκους ἀνελεῖν. |
| Th 145 [5] | ἢ, ὅ γε κρεῖττον, διὰ τὸ λυκόφως ποιεῖν τῆς νυκτὸς ὑποχωρησάσης. Ἀπόλλων γὰρ ὁ Ἥλιος. A. Λύκει’ ἄναξ] ὁ λύκον ὀλέσας ποτέ. Λύκειος γενοῦ] φθορεὺς, καὶ οἷος ἐφάνης λύκῳ ποτέ. B. ἀφανιστικὸς, τιμωρητικός. O. στρατῷ δαΐῳ] τῷ τῶν πολεμίων. |
| Th 146 | στόνων ἀϋτᾶς] τῶν ἡμετέρων στεναγμάτων ἀκροατής. B. Λατογένεια] ἐκ Λητοῦς γεννηθεῖσα. |
| Th 147 | B. εὖ πυκάζου] ἤτοι ἐντέχνως καὶ ἐπιστημόνως εὐτρέπιζε τὸ τόξον. τὸ γὰρ πύκα ἀντὶ τοῦ ἐπιστημόνως παραλαμβάνεται. A. εὐτρέπιζε κατὰ τῶν πολεμίων. B. ὄτοβον ἁρμάτων] ἀκούω, φησὶ, τὸν τῶν χνοῶν κτύπον. |
| Th 151 | A. τῶν καρουχῶν. O. ὄτοβον] κτύπον. ἁρμάτων] τῶν πολεμίων. B. πότνι’ Ἥρα] σεβασμία. |
| Th 153 | τὸ πότνια Ἥρα καὶ τὸ Ἄρτεμι φίλα ἐπιφωνήματά ἐστι πρὸς τοὺς θεοὺς διὰ μέσου τῶν στεναγμάτων λεγόμενα, εἰς οἶκτον αὐτοὺς προκαλούμενα. τοιαῦτα δὲ καὶ προϊὼν εὑρήσεις. B. χνοαὶ λέγονται αἱ τῶν τροχῶν χοινικίδες. |
| Th 154 [15] | ἤγουν αἱ σύριγγες, ὅ ἐστιν ὀπαὶ, ἃς καὶ πλήμνας φασὶν, ἤγουν τὰ μέσα τῶν εἰρημένων συρίγγων, εἰς ἃς ἐντίθενται τὰ ἄξονος ἄκρα. πλῆμναι δὲ καλοῦνται διὰ τὸ πλήσσεσθαι ἢ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος· ἐλήλαται δὲ ταῖς χοινικίσιν ἐμβαλλόμεναι. ἢ πασσαλίσκοι κωλύοντες ἐξιέναι τὸν τροχόν. ἐπίσωτρα οἱ ἐπικείμενοι κύκλοι τοῖς τροχοῖς ἤτοι οἱ κανθοὶ οὕτω λέγονται, διὰ τὸ ἐπιτρέχειν, ὡς ἀπὸ τῆς ἐπί προθέσεως καὶ τοῦ σῶ τὸ ὁρμῶ· ἢ παρὰ τὸ σώζειν. σωστικοὶ γὰρ τῆς εἴσω περιφερσίας εἰσὶν οἱ κανθοί. τὸ δὲ χνοαὶ βαρύτονον. τὰ εἰς η καθαρὸν δισύλλαβα τῷ ο παραληγόμενα ἀπὸ δύο συμφώνων ἀρχόμενα ὧν προηγεῖται δασὺ, βαρύνεται, οἷον χνόη φθόη χλόη. τὸ δὲ πνοὴ οὐκ ἔχει δασύ. P. ἔλακον] ἤχησαν. ἀξόνων] τῶν ἐν τοῖς ἅρμασι. βριθομένων] βαρυνομένων τοῖς ἐφεστῶσι. χνόαι] αἱ ὀπαὶ, ἤτοι τὰ ἅρματα περιφραστικῶς. B. αἱ σύριγγες. O. δορυτίνακτος δ’ αἰθὴρ] διὰ τῶν δοράτων τῶν πολεμίων κινούμενος ὁ ἀὴρ ταράσσεται. |
| Th 155 | B. ἐπιμαίνεται] γρ. ἐπισημαίνεται. P. ἄμμιν] ἡμῖν. |
| Th 156 | B. ποῖ δ’ ἔτι τέλος] ποῦ; εἰς νίκην ἢ εἰς ὄλεθρον; θεὸς] τύχη. |
| Th 157 | B. ἀκροβόλων δ’ ἐπάλξεων λιθὰς] βαλλομένων κατὰ τὸ ἄκρον. |
| Th 158 [10] | O. ἀκροβολίζεσθαί ἐστι τὸ ἐν πολέμοις κατάρχεσθαι. λιθὰς] λιθὰς, ἤτοι σωρὸς λίθων, ἔρχεται ἐπὶ τῶν ἐπάλξεων, ἤτοι τῶν μικρῶν πυργισκίων τῶν ἀκροβόλων, ἤτοι τῶν πόρρωθεν βαλλομένων, διὰ τὸ ἐν ἄκρῳ τῶν τειχῶν καὶ ἄνωθεν ἵστασθαι. A. λιθὰς] σωρεία λίθων. ἔρχεται] τὸ ἔρχεται, εἰ μὲν νοήσεις ἀπὸ Θηβαίων πρὸς τοὺς πολεμίους, τὸ ἀκροβόλων ἀντὶ τοῦ ἐξ ἄκρων τοῦ τείχους εἰς τρῶσιν τῶν πολεμίων πεμπομένων ἐρεῖς· εἰ δὲ ἀπὸ τῶν πολεμίων πρὸς τοὺς Θηβαίους, ἀκροβόλων ἀντὶ τοῦ εἰς τρῶσιν τῶν ἐν τοῖς ἄκροις ἱσταμένων τοῦ τείχους πεμπομένων ἐκ πολεμίων. ταῦτα δὲ λέγει ὁ χορὸς οὐχ ὅτι ἀληθῶς ἐγίνετο, ἀλλ’ Αἰσχύλος ἐξεπίτηδες τοῦτο ποιεῖ τὴν τῶν γυναικῶν παριστῶν φύσιν, ἡνίκα ταραχθεῖεν φόβῳ, καὶ τὰ οὐκ ὄντα φανταζομένων. B. ὦ φίλ’ Ἄπολλον] ὦ Ἄπολλον, καὶ δέον εἰπεῖν ὦ Ζεῦ, τέλος ἡμῖν πολεμόκραντον ἁγνὸν καὶ ἀναίμακτον δός· ὁ δὲ οὐχ οὕτως ἔφη, ἀλλὰ πρὸς τὸ τέλος τὸν λόγον ἐποιήσατο. |
| Th 159 | ἐστὶ δὲ τὸ αὐτό. B. κόναβος ἐν πύλαις] κόναβος καὶ ἦχος καὶ κτύπος τῶν σακέων καὶ ἀσπίδων τῶν ὑπὸ χαλκοῦ συνδεδεμένων, ἐν μάχαις καὶ τέλος καὶ πλήρωμα ζωῆς (ἤτοι θάνατος) ἐν τῷ πολέμῳ πληρωθὲν, ἁγνὸν καὶ καθαρόν. |
| Th 160 [10] | ἐπεὶ γὰρ οὐ μιαρὸς ὁ ἐν πολέμῳ φόνος, ἁγνὸν μᾶλλον τοῦτον ἔφησεν, ἐπεὶ οἱ πολεμίους ἀποκτείναντες καθαροί εἰσι μᾶλλον ἢ οἱ φίλους ἀνελόντες. τέλος δὲ ὁ φόνος καὶ ὁ πόλεμος· τέλος γάρ τινες τοῦ βιότου ἐν τούτῳ πολλάκις εὑρίσκουσι. τέλος γὰρ τῆς τοῦ ἀνθρώπου ζωῆς ὁ θάνατος. A. κόναβος] κτύπος ἐστί. χαλκοδέτων σακέων] ἐκ σιδήρου δεδεμένων ἀσπίδων. B. Διόθεν] ἐκ τοῦ Διός. |
| Th 161 | πολεμόκραντον] τὸν πόλεμον κρᾶναν καὶ τελειῶσαν. ἁγνὸν] καθαρὸν, ἀναίμακτον. B. μάκαιρ’ ἄνασς’ Ὄγκα] Ὄγκα ἡ Ἀθηνᾶ παρὰ Θηβαίοις ἐτιμᾶτο. |
| Th 164 [20] | ἐπεύχεται δὲ τὴν ἐπιχώριον Ἀθηνᾶν καλῶν εἰς βοήθειαν, ὡς ὁ Θετταλὸς τὸν Δία, λέγων, “Ζεῦ ἄνα Δωδωναῖε.” καὶ ὁ Λύκιος τὸν Ἀπόλλωνα, “Κλῦθι ἄναξ, ὅς που Λυκίης ἐν πίονι δήμῳ εἶς.” καὶ ὁ Ἰδαῖος, “Ζεῦ πάτερ Ἴδηθεν μεδέων.” Ὀγκαία τοίνυν ἡ Ἀθηνᾶ τιμᾶται παρὰ Θηβαίοις. Ὄγκα δὲ παρὰ Φοίνιξιν ἡ Ἀθηνᾶ, καὶ Ὀγκαῖαι πύλαι. μέμνηται τούτου καὶ Ἀντίμαχος καὶ Ῥιανός. Φοῖνιξ δὲ τὸ γένος ἄνωθεν ὁ Κάδμος ἐτύγχανεν ὁ τῶν Θηβαίων οἰκιστής· διὸ καὶ ὡς ἐκ Φοινίκων κατηγμένος Ὄγκαν Ἀθηνᾶν παρὰ Θηβαίοις τιμᾶσθαι ἐποίησε. τὸ δὲ “πρὸ πόλεως ἑπτάπυλον ἕδος “ῥύου” οὕτως ῥητέον, ὦ μάκαιρ’ ἄνασσα Ὄγκα, ὦ μακαρία θεὰ Ἀθηνᾶ πρὸ τῆς πόλεως γενομένη βοήθησον αὐτῇ. κάλλιον δὲ εἰπεῖν τὸ πρὸ τῆς πόλεως οὕτως, ὦ Ὄγκα Ἀθηνᾶ ἡ πρὸ τῆς πόλεως, ἤτοι οὖσα ἐζωγραφημένη πρὸ τῆς πόλεως, ἤγουν ἔμπροσθεν, ῥύου τὸ ἑπτάπυλον ἕδος, ἤτοι τὴν ἑπτάπυλον πόλιν τῶν Θηβαίων. γίνωσκε γὰρ ὅτι ἐζωγράφουν ταύτην πρὸ τῶν πυλῶν τῆς πόλεως, ἣν καὶ ὁ Λυκόφρων πυλαίτιδα λέγει, διὰ τὸ ἄνωθεν ἵστασθαι ταύτην τῶν τῆς πόλεως πυλῶν. A. Ὄγκα] Ἀθηνᾶ Φοινίκων γλώττῃ. ἑπτάπυλον ἕδος] τὰς Θήβας. B. παναλκεῖς] γρ. |
| Th 166 | παναρκεῖς. P. παντοδύναμοι. B. τέλειοι] ἀνελλιπεῖς· ἀνελλιπὲς γὰρ τὸ θεῖον. |
| Th 167 | B. δορύπονον] ποταπὴν αἰχμάλωτον. |
| Th 169 | B. ἑτεροφώνῳ] τῷ πρὸς ἐκείνους ἑτεροφώνῳ· ἑτέρα γὰρ ἡ τῶν Βοιωτῶν διάλεκτος καὶ ἑτέρα ἡ τῶν Ἀργείων, διότι οἱ μὲν Ἀργεῖοι Δωριεῖς εἰσιν, οἱ δὲ Θηβαῖοι καὶ Ἀθηναῖοι Ἴωνες· ἢ ὅτι εἶχον συμμάχους καὶ τινὰς βαρβάρους. |
| Th 170 [10] | Ἄλλως. τῷ ἔχοντι ἄνδρας συμμίκτους ἐκ πολλῶν ἐθνῶν καὶ ἀλλόθρους καὶ ἀλλογλώσσους. Ὅμηρος “Ἄλλη δ’ ἄλλων γλῶσσα.” P. ἑτεροφώνῳ] ἀλλογλώσσῳ. B. κλύετε παρθένων] ἀκούετε ἡμῶν τῶν παρθένων, δικαίως εἰς οὐρανὸν ἀνασχουσῶν τὰς χεῖρας. τοῦτο δὲ τὴν ἐκ ψυχῆς ἱκετείαν δηλοῖ· καὶ Ὅμηρος “Χεῖρας ἀνασχόντες μεγάλ’ εὐχετόωντο.” A. πανδίκους] δικαίας, ὑπὲρ τῆς πατρίδος αὐτῶν φερομένας. B. χειροτόνους λιτὰς] ἡμῶν εἰς τὸν οὐρανὸν ἐχουσῶν τὰς χεῖρας. O. μετὰ χειρῶν τάσεως γενομένας. B. λυτήριοι ἀμφιβάντες] ὦ θεοὶ περὶ τὴν πόλιν ἐλθόντες λυτήριοι, ἤτοι ἀφανισταὶ τῶν κακῶν, καὶ σωτῆρες, ἐξ ἔργων αὐτῶν δείξατε ὅτι φιλοπόλιες ἐστὲ, ἤτοι τὴν ἡμετέραν ἀγαπῶντες πόλιν. |
| Th 175 | A. περιέποντες, φυλάσσοντες. P. ὡς] ὅτι. |
| Th 176 | φιλοπόλιες] ἐστέ. B. μέλεσθ’ ἱερῶν δημίων] ἤτοι φροντίζετε τῶν ἀνακειμένων καὶ ἀνατεθειμένων ἐν τοῖς ὑμῶν ναοῖς ἱερῶν δημίων, τῶν ἀπὸ τοῦ δήμου· κοινῇ γὰρ πάντες ἐκείνοις ἀνετίθουν χρήματα. |
| Th 177 [10] | περιφραστικῶς οὖν εἶπε τοῦτο, μέλλων εἰπεῖν, φροντίζετε τῶν ναῶν ὑμῶν, μή πως κατερειπωθῶσι παρὰ τῶν πολεμίων καὶ ἀφαιρεθῇ τὰ ἐν αὐτοῖς ἀνθήματα. A. ἄλλοι δὲ οὕτως φασί· μέλεσθε καὶ φροντίζετε, ὦ θεοὶ, περὶ τῶν πολιτῶν ἐπὶ τῶν ἱερῶν δημίων, ἤτοι ἐπὶ τῶν ἀπομοιραζομένων παρὰ τῶν πολιτῶν ἀπὸ τῆς περιουσίας αὐτῶν. ἀπόμοιραν γὰρ οἱ πολῖται κατὰ καιρὸν ἐποιοῦντο ἀπὸ τῆς περιουσίας αὐτῶν, καὶ ταῦτα τοῖς θεοῖς ἀνετίθεσαν. O.P. μελέτην ἔχετε τῶν ἱερῶν δημοσίων. O. μέλεσθε] φροντίζετε. ἱερῶν δημίων] τῶν δημοσίᾳ γινομένων ὑμῖν παρὰ τῶν πολιτῶν θυμάτων. B. ἀρήξατε] ἡμῖν. |
| Th 178 | B. φιλοθύτων] τῶν προσφιλῶν μετὰ θυμάτων ἡμῖν μυστηρίων. |
| Th 179 | A. μνήστορές ἐστε] μνείαν καὶ ἐνθύμησιν ἔχοντες. |
| Th 180 | B. ὑμᾶς ἐρωτῶ, θρέμματ’ οὐκ ἀνασχετὰ, ἢ ταῦτ’ ἄριστα] καθ’ ὑπόκρισιν, ἢ ἐν ἐρωτήσει μετ’ ἐπιτιμήσεως ἀναγνωστέον. |
| Th 181 [15] | ὁ Ἐτεοκλῆς ἀκούσας τῶν παρθένων ὀδυρομένων καὶ παρακαλουσῶν τοὺς θεοὺς φησὶ πρὸς αὐτὰς, ἐρωτῶ ὑμᾶς, θρέμματα οὐκ ἀνασχετὰ, ἤτοι ἐμοὶ φορτικευόμενα καὶ βάρος ἐτώσιον νομιζόμενα, μὴ ἀνεχόμενα καὶ βασταζόμενα παρ’ ἐμοὶ, ἐρωτῶ ὑμᾶς, εἴπατε, ἆρα ταῦτα, ἃ ποιεῖτε, σωτήρια τῷ στρατῷ καὶ τῇ πόλει τυγχάνουσι; δηλονότι τὸ πεσούσας ὑμᾶς πρὸς τὰ εἴδωλα τῶν πολισσούχων θεῶν λακάζειν καὶ θρηνεῖν καὶ βοᾶν, ἅτινα τοῖς σώφροσι μισητὰ νομίζονται. A. ὑμᾶς ἐρωτῶ, θρέμματ’ οὐκ ἀνασχετὰ] ἐπεὶ εἰώθασιν οἱ ποιηταὶ δόγματά τινα εἰς ὠφέλειαν τῷ ἀκούοντι εἰσφέρειν, οὕτω καὶ ὁ Αἰσχύλος εἰσάγει τὸν Ἐτεοκλέα ἀπαγορεύοντα μὴ ἀπάγειν τὸν ὄχλον εἰς δειλίαν καὶ διὰ τὸν φόβον φυγεῖν αὐτόν. O. θρέμματ’ οὐκ ἀνασχετὰ] γεννήματα ἃ οὐ δύναταί τις ὑπομένειν. B. ἦ] ὄντως, ἄρα. |
| Th 182 | ταῦτα] ἃ ποιεῖτε. B. πυργηρουμένῳ] πολιορκουμένῳ, ἢ τῷ ἐν πύργοις ἱσταμένῳ. |
| Th 184 | B. βρέτη] εἴδωλα. |
| Th 185 | πολισσούχων] τῶν τὴν πόλιν συνεχόντων. B. αὔειν, λακάζειν] ταῦτα ἐπὶ τῶν ὀρνέων λέγεται. |
| Th 186 [15] | ἀλόγοις γοῦν ζῴοις παρέβαλε τὰς παρθένους, ὅτι ἐν φαντασίᾳ γεγόνασι πρῶτον μὲν γυναικείᾳ καὶ δειλῇ, δεύτερον δὲ οὐκ ἀληθεῖ. λακάζειν δὲ λέγεται τὸ ἠχεῖν, ἀπὸ τοῦ λήκω ῥήματος κατὰ τροπὴν τοῦ η εἰς α καὶ κατὰ παραγωγήν. P. αὔειν] βοᾶν. σωφρόνων μισήματα] ἃ οἱ σώφρονες ἄνδρες μισοῦσιν. B. μήτ’ ἐν κακοῖσι] τοῦτό φησι, μήτε ἐν δυστυχίαις μήτε ἐν κακοῖς μήτε ἐν εὐεστοῖ φίλῃ, ἤτοι ἐν εὐδαιμονίᾳ προσφιλεῖ, συγκάτοικος εἴην τῷ γυναικείῳ γένει. ἡ γὰρ γυνὴ ὅταν ἐκτὸς φόβου τυγχάνῃ καὶ οὐδὲν ἔχῃ αὐτῇ ἐπικείμενον φοβερὸν, ἔστιν ἀναιδὴς καὶ θρασεῖα καὶ ἀκράτητος, ὅταν δὲ φοβηθῇ, γίνεται μέγα κακὸν καὶ τῷ ἰδίῳ οἴκῳ καὶ μᾶλλον τῇ πόλει. καὶ νῦν δὲ ὑμεῖς (πρὸς τὰς παρθένους ταῦτά φησιν ὁ Ἐτεοκλῆς) θεῖσαι καὶ ποιήσασαι φυγὰς πρὸς τοὺς ναοὺς τῶν θεῶν διαδρόμους καὶ σπουδαίους καὶ συντόνους διερροθήσατε καὶ ἐκινήσατε καὶ διὰ τοῦ θορύβου ἐνεβάλετε τοῖς πολίταις ἄψυχον κάκην, ἤτοι δειλίαν· τοῦτο δέ ἐστιν ὃ λέγει ὅτι ὑμεῖς φυγοῦσαι ἐποιήσατε καὶ τοὺς πολίτας φοβηθῆναι, τοὺς δὲ πολεμίους θρασυνθῆναι. O.P. εὐεστοῖ] εὐτυχίᾳ. |
| Th 187 | B. ὁμιλητὸν] φορητὸν, ὑπομονητόν. |
| Th 189 | O. κρατοῦσα] εὐτυχής. O. νικῶσα. οὐχ ὁμιλητὸν θράσος] οὐχ οἵα τε ὁμιλεῖσθαι ὑπ’ ἀσχέτου θρασυνομένη χαρᾶς. B. οἴκῳ] τῆς αὐτῆς. |
| Th 190 | πλέον] τοῦ δέοντος. B. διαδρόμους φυγὰς] τὰς διὰ μέσου ἐρχομένας. |
| Th 191 | O. διὰ πάσης τῆς πόλεως ὑφ’ ὑμῶν γενομένας. B. θεῖσαι] ποιήσασαι. |
| Th 192 | B. διερροθήσατε] διεκινήσατε. O. ἐνεβάλετε. ἄψυχον κάκην] δειλίαν. ὥσπερ γὰρ τὴν ἀνδρείαν εὔψυχόν φαμεν, οὕτω καὶ τὴν δειλίαν ἄψυχον. B. τὰ τῶν θύραθεν] τὰ τῶν πολεμίων. |
| Th 193 | ὡς ἄριστα] λίαν. ὀφέλλετε] αὔξετε ἀνυποστάτους ἐκείνους οἷς ποιεῖτε δεικνύουσαι. ἢ ὅτι κατεπτοηκότας ἡμᾶς ἂν αἴσθωνται, πολὺ μᾶλλον θρασυνθήσονται. B. αὐτοὶ δ’ ὑπ’ αὐτῶν ἔνδοθεν] αὐτοὶ δὲ καὶ ἡμεῖς ὑπ’ αὐτῶν (ἤτοι ὑφ’ ὑμῶν τῶν γυναικῶν, δεικτικῶς) πορθούμεθα, τουτέστι, καὶ μὴ πολεμούμενοι πολεμούμεθα. |
| Th 194 | γράφεται καὶ ὑφ’ αὑτῶν, ἤτοι αὐτοὶ δι’ ἑαυτῶν. A. συνναίων] πρὸς ἑαυτόν φησιν ὁ Ἐτεοκλῆς. |
| Th 195 | O. συγκατοικῶν. B. κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς] τοῦτό φησιν ὁ Ἐτεοκλῆς πρὸς τὸν χορὸν, ὅτι ἐὰν μή τις ἀκούσεται τῆς ἐμῆς ἐξουσίας καὶ τὸ ἐμὸν ποιήσῃ πρόσταγμα, εἴτε ἀνὴρ, εἴτε γυνὴ, εἴτε τι τούτων μεταίχμιον καὶ μέσον, ὀλεθρία ψῆφος κατ’ αὐτοῦ συμβουλεύσεται. |
| Th 196 [5] | τὸν θάνατον δὲ λιθόλευστον, τὸν διὰ βολῆς λίθων γινόμενον, οὔτι μὴ φύγῃ, οὐδαμῶς ἐκφύγῃ. τὸ δὲ μή παρέλκον. A. ἀρχῆς τῆς ἐμῆς] ἤγουν ὃ ἐγὼ προστάσσω. B. μεταίχμιον] μεταίχμιον καὶ τὸ μέσον ἐστὶν, οἷον οἱ ἀνήλικοι παῖδες, οἱ μήτε τὰ τῶν ἀρρένων ἐνεργοῦντες μήτε τὰ τῶν θηλειῶν. |
| Th 197 [5] | εἰπὼν οὖν ἄνδρα καὶ γυναῖκα ἀναγκαίως ἔστι νοῆσαι τὸ τούτων μέσον, καὶ παῖδα νεογνὸν πρὸς τὴν τῶν ἑκατέρων ἡλικίαν. τινὲς δὲ λέγουσιν εἶναι τὸ μεταίχμιον τὸν ἀληθῶς ὀργιζόμενον. A. χὤ τι τῶν μεταίχμιον] ὅπερ τῶν γυναικῶν καὶ τῶν ἀνδρῶν μέσον. τοῦτο δέ φησιν οὐχ ὅτι ἐστί τι γένος ἀνδρῶν μεταξὺ καὶ γυναικῶν, ἀλλ’ ἵνα δείξῃ τὸ τῆς προσταγῆς ἀκριβές. οἱ δὲ τοὺς εὐνούχους λέγοντες ἐρρώσθωσαν. B. δήμου δ’ οὔτι] τὸν ἐκ δήμου συστῆσαι μόρον. |
| Th 199 | A. λευστῆρα] λιθαστικόν. οὔτι] οὐδαμῶς. B. μέλει γὰρ] τῷ ἀνδρὶ γὰρ διὰ φροντίδος ἐστὶ τὰ ἔξωθεν, μὴ γυνὴ περὶ τούτων βουλευέτω. |
| Th 200 [5] | ἔνδον δὲ οὖσα ἡσύχαζε καὶ μὴ βλάβην ποίει τῇ πόλει δειλαινομένη καὶ κλαίουσα καὶ τοὺς πολίτας θορυβοῦσα. A. μέλει] διὰ φροντίδος ἐστί. B. βλάβην τίθει] ποίει πρὸς τοὺς πολίτας ὀλολύζουσα καὶ σπαραττομένη. |
| Th 201 | B. ὦ φίλον] ἀπολογοῦνται διότι ἐθορύβησαν. |
| Th 203 [5] | A. ἔδεισα] ἐφοβήθην. B. ἁρματόκτυπον ὄττοβον] ἀκούσασα τὸν ἦχον τὸν ἐκ τοῦ κτύπου τῶν ἁρμάτων γινόμενον, καὶ τῶν διὰ στόμα, τουτέστι τῶν εἰς τὸ στόμα, τῶν ἵππων ὄντων ἱππικῶν πηδαλίων, τῶν ἀΰπνων καὶ τῶν μὴ ἐώντων ἐμὲ ἠρεμεῖν ἐν ὕπνῳ, τῶν χαλινῶν λέγω τῶν πυριγενετῶν, ἤτοι τῶν ἐν τῷ πυρὶ χαλκευθέντων, καὶ ὅτι αἱ σύριγγες αἱ ἑλίτροχοι περὶ ἃς ἑλίσσονται οἱ τροχοὶ ἔκλαγξαν. |
| Th 204 [10] | Q. τὸν ἁρμάτων γινόμενον κτύπον. ὄττοβον] σημείωσαι τὴν σύνταξιν. πρῶτον μὲν γὰρ πρὸς τὸ ἀκούσασα συνέταξε τὸ ὄττοβον, εἶτα ἐνήλλαξε διὰ τοῦ ὅτι, καὶ πάλιν τῇ προτέρᾳ συντάξει ἐχρήσατο, ἀπὸ κοινοῦ πρὸς τὸ χαλινῶν τὸ ὄττοβον ἐκδεχόμενος. B. σύριγγες ἔκλαγξαν] περιφραστικῶς τοὺς τροχούς φησι. |
| Th 205 [10] | σύριγγες δέ εἰσι τὰ ξύλα τὰ μέσον τοῦ περιφεροῦς ξύλου τοῦ τροχοῦ διαπερονούμενα. τὸ μὲν γὰρ αὐτῶν ἐστι μέγα, τὸ δὲ ἕτερον τούτων μικρότερον, ἄλλο δὲ αὖ τοῦ δευτέρου μικρότερον, λόγον τῶν αὐλῶν τῶν συρίγγων ἐπέχοντα. ἑλίτροχοι] περὶ ἃς ἑλίσσονται οἱ τροχοί. ἱππικῶν] ἱππικὰ πηδάλια λέγει καὶ τοὺς χαλινούς. ὥσπερ τὸ πηδάλιον ἐν τῇ νηῒ, οὕτω καὶ ὁ χαλινὸς ἐν τῷ ἵππῳ. A. σύριγγες ἔκλαγξαν] αἱ ὀπαὶ τοῦ ἄξονος ἤχησαν. ἑλίτροχοι] αἱ συνελοῦσαι τοὺς τροχοὺς δι’ ὧν τὸ ἅρμα ἐλαύνεται. ἱππικῶν τ’ ἀΰπνων] τῶν μὴ τοὺς ἵππους ἐώντων ἠρεμεῖν, ἀλλ’ ἐλαυνόντων δρόμον. B. πηδαλίων διὰ στόμα] τῶν ἵππων, καθάπερ τὴν ναῦν τὰ πηδάλια· ἔστι δὲ τὸ διὰ στόμα πρὸς τὸ πηδάλιον. |
| Th 207 | B. πυριγενετᾶν χαλινῶν] τῶν ἐκ πυρὸς χαλκευθέντων. |
| Th 208 [5] | τὸν ὄττοβον ἀπὸ κοινοῦ λάμβανε. B. τί οὖν; ὁ ναύτης] ὁ Ἐτεοκλῆς, εἰπόντος τοῦ χοροῦ ὅτι διὰ τοῦτο ἔφυγον πρὸς τοὺς ναοὺς τῶν θεῶν, ὅτι ἐφοβήθην ἀκούσασα τὸν κτύπον τῶν ἁρμάτων καὶ τῶν χαλινῶν τῶν ἵππων, φησὶ πρὸς αὐτὸν, τί οὖν, ὁ ναύτης ἆρα μὴ τῆς νηὸς καταποντιζομένης ἐν τῇ θαλάσσῃ εὗρε μηχανὴν σωτηρίας, φυγὼν ἀπὸ πρύμνης εἰς πρῷραν; οὕτως οὖν οὐδὲ ὑμεῖς μηχανὴν σωτηρίας εὑρήσετε παριοῦσαι καὶ ἐλθοῦσαι ὧδε καταλείψασαι τὰ οἰκεῖα οἰκήματα. |
| Th 209 [1] | A. τί οὖν] ἔστω τοῦτο ὃ λέγεις. ἆρα] ἐκ παραλλήλου. ἐς πρῷραν φυγὼν] καθάπερ ὑμεῖς ἄνω καὶ κάτω τῆς πόλεως ἰοῦσαι. B. πρύμνηθεν] ἀπὸ τῆς πρύμνης. μηχανὴν σωτηρίας] μέθοδον τοῦ πῶς δεῖ σεσῶσθαι. B. καμούσης] χειμαζομένης. |
| Th 210 | πρὸς] ἐν. B. ἀλλ’ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον] ὅτε βρόμος καὶ ἦχος καὶ κτύπος γέγονεν ἐν πύλαις (τοῦτο δὲ ἔξωθεν, νιφάδος νιφομένης ὀλοῆς) τότε δὴ ἦλθον πρὸς τὰ ἀρχαῖα καὶ πατρῷα εἴδωλα τῶν θεῶν, θαρρῶν τοῖς θεοῖς· τότε ἤρθην πρὸς μακάρων λιτάς· ἀσυνδέτως ταῦτα. |
| Th 211 [10] | ἢ οὕτως, ἐπὶ τὰ δαιμόνων ἦλθον βρέτη, διότι βρόμος ἐν πύλαις νιφάδος ὀλοῆς νιφομένης, ἤγουν συχνῶν βελῶν καταφερομένων πρὸς τὴν πόλιν, καὶ οὕτω τὸ ἑξῆς· τότε δὴ ἦλθον πρὸς μακάρων λιτάς. A. ἀλλ’] οὐ μάτην ἐφερόμην πρὸς τὴν πόλιν. ἀρχαῖα βρέτη] τὰ ἐξ ἀρχῆς ὄντα τῇ πόλει ἀγάλματα. B. ἀρχαῖα βρέτη] ἤγουν τὰ πατρῷα εἴδωλα τῶν θεῶν. νιφάδος] νιφάδα φησὶ τὸ τῶν πολεμίων πλῆθος. A. ὀλοὴν νιφάδα λέγει τὴν σύρρευσιν καὶ συνέχειαν τῶν βελῶν. O. πίσυνος] θαρροῦσα. νιφάδος ὅτ’ ὀλοᾶς] βλέπων καὶ λίθων σωρείας ἐπ’ ὀλεθρίαν. B. νιφομένης] δίκην χιόνος πιπτούσης. |
| Th 213 | βρόμος] ἦχος ἐγένετο. B. ἤρθην] διηγέρθην. |
| Th 214 | λιτὰς] δεήσεις. B. ἀλκὰν] βοήθειαν. |
| Th 215 | B. πύργον στέγειν εὔχεσθε] εὔχεσθε τὸν πύργον, ἤτοι τὰ ἡμέτερα τείχη, μένειν ἀσφαλῶς. |
| Th 216 [5] | καὶ στέγειν καὶ ὑπομένειν τὸ πολεμικὸν δόρυ. οὐκ οὖν ταῦτα, ἃ φῂς, ἔσται πρὸς θεῶν, τὸ ἀλκὴν καὶ βοήθειαν παρέχειν ἡμῖν. A. πύργον] ἤτοι τὴν πόλιν, ἀπὸ μέρους. στέγειν] ὑπομένειν. B. ἁλούσης] πορθουμένης. |
| Th 218 | λόγος] φήμη ἐστί. B. μήποτ’ ἐμὸν κατ’ αἰῶνα] μηδέποτε αὕτη ἡ πανήγυρις τῶν θεῶν, ἤγουν ἡ συναγωγὴ τῶν ἐνταῦθα ὄντων θεῶν, καταλείποι τὴν πόλιν κατ’ ἐμὸν αἰῶνα καὶ χρόνον, ἤγουν ἡμῶν ζώντων, ἢ ἐπὶ τοῦ ἐμοῦ βίου. |
| Th 219 [5] | A. ἐμὸν κατ’ αἰῶνα] ἤγουν κατὰ τὴν ἐμὴν ζωήν. B. πανήγυρις] ἡ πληθύς. |
| Th 220 | B. ἀστυδρομουμέναν] ὑπὸ τῶν ἀστῶν περιερχομένην. |
| Th 221 [5] | οἱ γὰρ τῆς ἁλούσης πόλεως πολῖται ἄνω καὶ κάτω πρὸς αὐτὴν χωροῦσι, γυναῖκας, τέκνα, χρήματα, ἐσθῆτας, τἄλλα σώζειν θέλοντες. στράτευμα] τὸ στράτευμα διὰ τοὺς πολεμίους νόει, οὕτω, μηδὲ ἐπίδοιμι τὸ στράτευμα τῶν πολεμίων ἁπτόμενον τῆς πόλεως ἐν πυρὶ δαΐῳ, ἤτοι καῖον αὐτήν. B. ἁπτόμενον] ἅπτεσθαι. |
| Th 222 | δαΐῳ] πολεμικῷ. B. βουλεύου κακῶς] διὰ θρήνων καὶ σπαραγμάτων τοὺς πολίτας κατακλῶσα καὶ πρὸς δειλίαν ἐπάγουσα. |
| Th 223 | B. πειθαρχία γάρ ἐστι] πάνυ εὐφυῶς ὁ Αἰσχύλος τὴν πειθαρχίαν γυναῖκα ὠνόμασε μητέρα τῆς εὐπραξίας τῆς σωτῆρος, λέγων, ἡ πειθαρχία γυνή ἐστι μήτηρ τῆς σωτῆρος εὐπραξίας. |
| Th 224 [5] | οὕτως λέγεται λόγος ὑπεμφαίνων ὅτι καλόν ἐστι τὸ πειθαρχεῖν. πειθόμεναι γὰρ αἱ πόλεις τοῖς κρατοῦσιν ἵστανται. Ἄλλως. γυνὴ σωτῆρος] λείπει Διὸς, ἵνα ᾖ, γυνὴ Διὸς σωτῆρος οἰκείως ἔχουσα πρὸς τὸ σώζεσθαι. A. πειθαρχίᾳ] ἡ εὐπείθεια. ἐνταῦθ’ Αἰσχύλος σωματοποιεῖ τὴν πειθαρχίαν. λέγει δὲ ὡς ὁ πειθόμενος τῷ τὰ λῷστα συμβουλεύοντι, οὗτος ἄριστα πράσσει. B. σωτῆρος] σωστικῆς. |
| Th 225 | ὧδε] οὕτως. B. ἔστι θεοῖς δ’ ἔτ’ ἰσχὺς] ὁ χορός φησι πρὸς τὸν Ἐτεοκλέα, ἀληθές ἐστιν ὅτι ἡ πειθαρχία μήτηρ τῆς σωστικῆς εὐπραξίας πέφυκεν· ἔστι δὲ καὶ τοῖς θεοῖς δύναμις ὑπερέχουσα πάντα. |
| Th 226 [5] | πολλάκις δὲ ἡ τῶν θεῶν ἰσχὺς τὴν ἀμήχανον νεφέλην καὶ ἐκ χαλεπῆς δύης κρεμαμένην ὕπερθεν τῶν ὀμμάτων ὀρθοῖ καὶ ἀποσοβεῖ αὐτήν. A. ἔστι] καλῶς εἶπας τοῦτο. καθυπερτέρα] ὑψηλοτέρα τῆς πειθαρχίας. B. ἀμήχανον] εἰς ἣν οὐκ ἔχει τις μηχανήσασθαι. |
| Th 227 | B. ἐκ χαλεπᾶς δύας] κακῆς τύχης. |
| Th 228 | ὕπερθε] ὑπεράνω. B. κρημναμέναν] ὑπερκειμένην. |
| Th 229 | νεφέλαν ὀρθοῖ] τὴν τῆς ἀθυμίας σκοτομήνην ἐγείρει καὶ εἰς τοὐναντίον τρέπει. B. τὴν θλίψιν φερομένην ἀποσοβεῖ καὶ ἀποδιώκει. O. σφάγια] θύματα. |
| Th 230 [5] | τὰ σφάγια καὶ χρηστήρια ἐκ παραλλήλου· οὐ γὰρ μόνον χρηστήρια τὰ μαντεύματα, ἀλλὰ καὶ τὰ θύματα· ἢ ὅτι θύοντες τοῖς θεοῖς καὶ αὐτῶν περὶ τοῦ δεομένου τὰς μαντείας δεχόμεθα, ἢ ὅτι μέρος μαντικῆς ἐστι τὸ καὶ διὰ σφαγίων τὰς μαντείας ποιεῖσθαι, ὁρῶντας τὴν τοῦ ζῴου χολὴν καὶ τὸ ἧπαρ καὶ τὴν κύστιν. B. ἕρδειν] ποιεῖν· πειρωμένων] πεῖραν λαμβανόντων καὶ ἐγχειρούντων αὐτοῖς πρὸς πόλεμον. |
| Th 231 | B. ἀποσόβησιν ποιουμένων. O. σὸν δ’ αὖ] γυναικός ἐστι τοῦτο. |
| Th 232 | A. σὸν] ἐστί. ἔσω δόμων] ἐντὸς τῶν δόμων. B. διὰ θεῶν πόλιν] διὰ τῆς ἐπικουρίας τῶν θεῶν νεμόμεθα τὴν πόλιν ἀδάμαστον, μὴ δαμαζομένην ὑπὸ τῶν πολεμίων καὶ καταπονουμένην, τὸν ὄχλον δὲ τῶν δυσμενέων καὶ τῶν ἐχθρῶν ἀποστέγει καὶ ὑπομένει καὶ καρτερεῖ ὁ πύργος καὶ τὸ τεῖχος τῆς πόλεως. |
| Th 233 [5] | A. διὰ θεῶν] διὰ τῆς αὐτῶν βοηθείας. νεμόμεθα] οἰκοῦμεν. ἀδάμαστον] ποταπὴν ἀπόρθητον. B. ὄχλων] εἰ δὲ τὸ ὄχλων μικρογραφήσεις, τὸ ἀποστέγει ἀντὶ τοῦ ὑπομένει μόνον ἐρεῖς, τὴν ἀπό ἀργὴν λαμβάνων, τὸ δὲ διὰ θεῶν κατὰ κοινοῦ. |
| Th 234 [10] | τὸ δὲ, τί τάδε, εἰ μὲν στίξεις εἰς τὸ τί, τὸ “τάδε “νέμεσις στυγεῖ” κατ’ ἐρώτησιν εἴποις οὕτω, τί φῂς, τάδε, τὸ διὰ τῆς βοηθείας τῶν θεῶν οἰκεῖν καὶ σώαν ἔχειν τὴν πόλιν μεμπτόν ἐστιν; εἰ δὲ οὐ στίξεις, καθ’ ὁμαλισμὸν εἴποις ἀντὶ τοῦ, τί ταῦτα ἃ ποιῶ, λέγω δὴ τὸ δεῖσθαι τῶν θεῶν, μεμπτὰ λογίζονται; εἰκότως δὲ εἶπε τὸ νέμεσις στυγεῖ καὶ οὐκ αὐτὸ μισεῖς· βαρὺς γὰρ ἂν εἶχεν ὁ λόγος εἰ αὐτοπροσώπως πρὸς αὐτὸν ἐτείνετο. πύργος ἀποστέγει] ἤγουν ἀπὸ μακρὰν ἐκείνων ὑπομένει, τουτέστιν οὐχ ὑπ’ ἐκείνων. B. τί τάδε νέμεσις στυγεῖ;] ἡ σὴ ἀγανάκτησις. |
| Th 235 [5] | O. ὁ χορός φησι πρὸς τὸν Ἐτεοκλέα, τί τάδε, ἅ φημι περὶ τῶν θεῶν, εὐεργέτας τούτους ἀποκαλῶν, στυγεῖ ἡ νέμεσις, ἤτοι ἡ ἀπὸ σοῦ μέμψις; ὁ δὲ πρὸς αὐτὴν, οὐδαμῶς φθονῶ καὶ νεμεσῶ σοι τοῦ τιμᾶν τοὺς θεοὺς, ἀλλ’ ἵνα μὴ τοὺς πολίτας ποιῇς δειλοὺς, ἴσθι καὶ ὕπαρχε ἕκηλος καὶ ἤσυχος, μὴ λίαν φοβοῦ. A. τί τάδε νέμεσις στυγεῖ] ἤτοι μεμπτά ἐστι. B. φθονῶ] μέμφομαι. B. ὡς] ἵνα. |
| Th 237 | κακοσπλάγχνους] δειλούς. τιθῇς] ποιῇ. B. ἕκηλος ἴσθι] γράφεται καὶ εὔκηλος. |
| Th 238 | τὸ γὰρ υ μέτρου αἰτίας ἕνεκα ποτὲ παραλαμβάνεται. A. ἕκηλος λέγεται ὁ ἥσυχος ἀπὸ τοῦ ἑκὰς καὶ πόρρω εἶναι ἁλμάτων καὶ ταραχῶν. P. εὔκηλος ἴσθι] ἥσυχος ἔσο. B. ποταίνιον κλύουσα] ὁ χορὸς πάλιν ἀνελθὼν εἰς τὸ τεῖχος τῆς πόλεώς φησι, νεωστὶ γεγενημένον καὶ πρόσφατον κτύπον καὶ ἦχον ἀκούσασα σὺν φόβῳ παρεγενόμην εἰς ταύτην τὴν ἀκρόπολιν καὶ τίμιον ἔδαφος. |
| Th 239 [5] | A. ποταίνιον] πρόσφατον. πάταγον] κτύπον. ἅμα] σύν. B. τίμιον ἕδος] διὰ τὸ τοὺς θεοὺς ἐνταῦθα ἱδρῦσθαι. |
| Th 241 | ἢ ὅτι τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἐνταῦθα ἦν. εὕρηται γὰρ ἕδος καὶ τὸ ἄγαλμα καὶ παρὰ ποιηταῖς καὶ λογοποιοῖς. B. μὴ νῦν ἐὰν θνήσκοντας] ὁ Ἐτεοκλῆς φησι πρὸς τὸν χορὸν ἐπὶ τῆς ἀκροπόλεως ἱστάμενον, μὴ ἁρπαλίζητε ἐν κωκυτοῖς, μὴ ἁρπάζητε τὸ θρηνεῖν, ἐάν τινας ἀκούσητε σφαττομένους ἢ ἡττημένους. |
| Th 242 [5] | A. τετρωμένους] γρ. τετραμμένους. P. πύθησθε] μάθητε. |
| Th 243 | κωκυτοῖσιν ἁρπαλίζετε] θρήνοις ὁρμᾶτε. B. Ἄρης βόσκεται] ἐν τούτῳ γὰρ τῷ ὀδύρεσθαι καὶ θρηνεῖν βόσκεται ὁ Ἄρης, ἤτοι τρέφεται ἐν αἵματι τῶν σφαττομένων τῷ φόβῳ τῶν βροτῶν. |
| Th 244 [10] | χαυνούμενοι γὰρ ὑπὸ τῶν θρήνων καὶ τῶν ὀδυρμῶν οὐκέτι καιρίως μαχόμενοι ἵστανται ἀνδρείως καὶ κατὰ τῶν ἀντιπάλων ἀνδρικῶς στρατευόμενοι, ἀλλὰ τὰ νῶτα κλίναντες ἀναιροῦνται εὐθύς. A. τούτῳ] δέον οὕτω εἰπεῖν τούτῳ εἶπεν πρὸς τὸ φόνῳ, ὥσπερ ἐστὶ καὶ τὸ “ξύλινον μόρον, ἣν παγίδα καλέουσιν.” ἢ μὴ σύναπτε τὸ τούτῳ πρὸς τὸ φόνῳ, ἀλλ’ οὕτω λέγε, ἐν τούτῳ γὰρ τῷ κωκυτοῖσιν ἁρπαλίζειν βόσκεται ὁ Ἄρης, ἐν τῷ φόνῳ τῶν βροτῶν. B. καὶ μὴν ἀκούω] πῶς οὖν μὴ θρηνῶ; B. |
| Th 246 | ἐμφανῶς] φανερῶς. μὴ—ἄκου’ ἄγαν] ἀλλ’ ἐθελοκώφει. B. ὡς κυκλουμένων] περιλαμβανομένων ἡμῶν. O. ἡμῶν ἀπὸ τῶν πολεμίων. B. οὐκοῦν] τὸ λοιπόν. |
| Th 248 | B. δέδοικα] φοβοῦμαι. |
| Th 249 | ἀραγμὸς ὀφέλλεται] κτύπος αὐξάνεται. B. προσκρουσμός. O. τῶνδ’] ὧν λέγεις. |
| Th 250 | B. ξυντέλεια] τὸ κοινὸν ἄθροισμα τῶν θεῶν ἐκ μεταφορᾶς τῆς τῶν στρατιωτῶν ἀθροίσεως. |
| Th 251 [5] | τέλος γὰρ τὸ τάγμα τὸ ὁποιονοῦν λέγεται, εἴτε ἀρχόντων εἴτε στρατηγῶν εἴτε ἑτέρων τινῶν. Ὅμηρος “Ἐλθεῖν εἰς φυλάκων ἱερὸν τέλος.” φησὶν οὖν ὁ χορὸς πρὸς τὸ πλῆθος τῶν θεῶν, μὴ προδῷς τὴν ἡμετέραν πόλιν. O.P. συνέλευσις τῶν θεῶν. O. ἄθροισμα τῶν θεῶν, ἐκ μεταφορᾶς τῆς εἰς τὸ κοινὸν εἰσφορᾶς, ἣν καλοῦσι ξυντέλειαν. B. οὐκ ἐς φθόρον] οὐκ εἰς φθορὰν ἀπελθοῦσα ἀφώνως μενεῖς. |
| Th 252 | εἰώθαμεν δὲ τοιούτοις λόγοις πρὸς τοὺς ἐνοχλοῦντας χρῆσθαι. φθόρον] φθοράν. ἀνασχήσῃ] ὑπομενεῖς. B. θεοὶ πολῖται] θεοὶ πατρῷοί εἰσιν οἱ ἐφ’ ἑστίας, οὓς ἐτίμων οἱ ἐγκάτοικοι τοῦ οἴκου καὶ οἱ συγγενεῖς αὐτῶν· ἐγχώριοι δὲ οὓς ἐτίμα πᾶσα ἡ χώρα. |
| Th 253 | P. μή με δουλείας τυχεῖν] θελήσητε. B. πόλιν] πᾶσαν. |
| Th 254 | B. παγκρατὲς] πανίσχυρε. |
| Th 255 [5] | τὸ παγκρατὲς εἰ μὲν πρὸς τὸ ὦ Ζεῦ συνάψεις, ἀρσενικὴ κλητική ἐστιν, εἰ δὲ πρὸς τὸ βέλος, οὐδετέρα εὐθεῖα. B. ὦ Ζεῦ γυναικῶν] ὁ Ἐτεοκλῆς ἀκούων τῶν παρθένων πολλὰ λεγουσῶν φησι πρὸς τὸν Δία, ὦ Ζεῦ, ποταπὸν τὸ γένος τῶν γυναικῶν τοῖς ἀνθρώποις ἔδωκας; καὶ φησὶν ὁ χορὸς, τοιοῦτον ἔδωκεν ὁ Ζεὺς τοῖς ἀνδράσι τὸ γυναικεῖον φῦλον μοχθηρὸν οἷόν εἰσιν ἄνδρες ὧν ἂν κρατηθῇ ἡ πόλις. |
| Th 256 [10] | καὶ ὁ Ἐτεοκλῆς πρὸς αὐτὸν εἰπόντα τὸ ὧν ἂν ἁλῷ πόλις εἴρηκε, παλινστομεῖς αὖ; ἤτοι καὶ πάλιν δυσφημεῖς καὶ τὰ αὐτὰ φάσκεις τοῖς πρίν; ὁ δὲ χορὸς πρὸς αὐτὸν, ἐν δειλίᾳ ὁ φόβος ἁρπάζει τὴν γλῶσσαν· τουτέστιν ἐκ δειλίας κινεῖ με ὁ φόβος φθέγγεσθαι ἃ μὴ αἱροῦμαι. O.P. ὤπασας] παρέσχες τῷ βίῳ. B. μοχθηρὸν] ὤπασε. |
| Th 257 | ὥσπερ ἄνδρας] μοχθηροὺς ὤπασε. B. παλινστομεῖς] ἤγουν πάλιν στωμυλεύεις. |
| Th 258 | θιγγάνουσα] ψαύουσα. B. ἀψυχίᾳ] δειλίᾳ. |
| Th 259 | B. αἰτουμένῳ] ἐὰν δοίης καὶ παράσχοις τέλος τῇ αἰτήσει, ἀβαρές σοί ἐστιν, ἤτοι, ἐὰν ἐμοὶ ζητοῦντί σοι τὸ σιωπᾶν παράσχοις τέλος καὶ ποιήσῃς τὸ ἐμὸν θέλημα, ἀβαρές σοι ἐστί. |
| Th 260 [10] | ἢ εἰ ἔνι εἲ δοίης, συντάσσεται οὕτως· εἴθε ἀποπληρώσαις τὸ αἴτημά μου μετ’ εὐκολίας· εἰ δὲ ἔνι εἰ δοίης χωρὶς τόνου, οὕτως· ἐὰν δοίης μοι αἰτοῦντι τέλος τῆς αἰτήσεως κοῦφον ἤτοι ἐλαφρῶς καὶ μετ’ εὐπειθείας, εἶτα λάμβανε ὡς λεῖπον τὸ καλῶς ποιήσεις. ἢ εἰδοίης ἀντὶ τοῦ ἂν γκ τὸ αἴτημά μου κοῦφον, ὡς δῆλον ἐκ τῆς τοῦ χοροῦ ἀπολογίας, τάχ’ εἴσομαι. O. τέλος] γράφεται λόγον. A. αἰτουμένῳ] εἰ παράσχοις ἐμοὶ αἰτουμένῳ τι κοῦφον καὶ ἀβαρές σοι, τέλος μοι δοίης τὸ πεπληρῶσθαι λέγω τὴν αἴτησιν. ἢ οὕτω, εἰ αἰτουμένῳ ἐμοὶ δοίης τέλος τῆς αἰτήσεως, κοῦφον καὶ ἀβαρὲς ἔσται σοί. B. λέγοις ἂν] τὴν αἴτησιν. |
| Th 261 | τάχ’ εἴσομαι] εἰ κοῦφον τὸ τῆς αἰτήσεως τέλος. B. τάλαινα] ἀθλία. |
| Th 262 | B. σιγῶ· σὺν ἄλλοις] ὁ χορός φησι πρὸς τὸν Ἐτεοκλέα ὅτι τὸ σὸν βούλημα ποιῶ, ἰδοὺ σιγῶ· σὺν τοῖς ἄλλοις πᾶσι πείσομαι καὶ πάθω τὸ μόρσιμον, ἤγουν τὸ πεπρωμένον, τουτέστι, τὸ εἱμαρμένον μετὰ πάντων τῶν ἄλλων πείσομαι ἐγὼ, εἴ τί μοι ἀπόκειται. |
| Th 263 [5] | A. τὸ μόρσιμον] τὸ μεμοιρασμένον. B. τοῦτ’ ἀντ’ ἐκείνων] εἰπόντος τοῦ χοροῦ σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον, φησὶν ὁ Ἐτεοκλῆς πρὸς αὐτὸν ὅτι καὶ τοῦτο τὸ ἔπος, τὸ ὅτι σὺν τοῖς ἄλλοις πείσομαι τὸ μόρσιμον, προκέκρικα μᾶλλον ἐκείνων, ἀντὶ τῶν ἄλλων ἐπῶν ὧν εἴρηκας. |
| Th 264 [5] | Ἄλλως. ἀντ’ ἐκείνων, ἤγουν ἀνθ’ ὧν ἄλλων δυσφήμως εἴρηκας, τοῦτο μᾶλλον παρὰ σοῦ αἱροῦμαι. A. τοῦτο] ὃ λέγεις. ἀντ’ ἐκείνων] ὧν ἐποίεις κλαίουσα πρὸς τὰ ἀγάλματα. B. καὶ πρός γε] σὺν τούτοις δὲ οἷς τὴν ψυχήν μου κατέθελξας, ἐκστὰς ἀπὸ τῶν ἀγαλμάτων τῶν θεῶν καὶ μὴ ἐχόμενος αὐτῶν, ὡς ὁ θανεῖν δεδοικὼς, εὔχου τοὺς θεοὺς βοηθεῖν ἡμῖν. |
| Th 265 | A. τούτοις] οἷς νῦν προὔκρινας. B. ὀλολυγμὸν] καὶ πρῶτον ἐμοῦ εὐξαμένου, εἶτα σὺ ὕμνησον ὀλολυγμὸν ἱερὸν, ἤτοι ὕμνον, καὶ εὐχὴν ἱερὰν, ἐξευμενίζουσαν τοὺς θεούς. |
| Th 268 [5] | A. ὀλολυγμὸς λέγεται ἡ εὐχὴ μετὰ τοῦ οἴκτου. O. ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον] μετὰ συντριβῆς εὐχὴν ἐξιλαστικὴν ᾆσον. B. Ἑλληνικὸν νόμισμα] ἤτοι κατὰ τὸν νόμον τὸν ἱερὸν τὸν Ἑλληνικὸν τῆς βοῆς τῆς περὶ τὰς θυσίας γινομένης. |
| Th 269 [5] | ἢ, ὡς νενόμισται τοῖς Ἕλλησι περὶ τὰς θυσίας ὀλολύζειν. A. Ἑλληνικῆς νόμισμα] ὡς εἰώθασιν ποιεῖν Ἕλληνες. θυστάδος βοῆς] τῆς περὶ τὰς θυσίας γενομένης. B. θάρσος φίλοις] ἤτοι διὰ τῶν τοιούτων εὐχῶν θάρσος ἐμποιοῦσα τοῖς φίλοις καὶ λύουσα τὸν ἐν αὐτοῖς ἐνόντα τῶν πολεμίων φόβον. |
| Th 270 [10] | τὸ γὰρ εὔχεσθαι τοῖς θεοῖς θάρσος ἐμποιεῖ τοῖς φίλοις. τινὲς δὲ πολέμιον φόβον τὸν ὀλολυγμὸν ἐξηγήσαντο ἐν τῷ, λύουσα πολέμιον φόβον. καὶ γὰρ πολέμιον φόβον λέγουσι τὴν ἣν ἐποίει ὁ χορὸς πρὸς τοὺς θεοὺς θρηνώδη ὀλολυγὴν, ἣ τοὺς πολίτας δεινῶς κατεπολέμει καὶ ἐξετάραττε. τουτέστι, τὸν φόβον ὃν ὁ χορὸς ἐποίει τῷ ὀλολύζειν καὶ κλαίειν. A. θάρσος φίλοις] τὸ γὰρ μετὰ σιγῆς ὕμνους πρὸς θεοὺς ποιεῖσθαι καὶ ἐξευμενίζειν διὰ θυσίας αὐτοὺς τῇ πόλει, ὥσπερ εἰώθασιν ποιεῖν Ἕλληνες, καιρῶν ὁμοίων ἐπιστάντων, τοῦτο θάρσος ἐστὶ τοῖς οἰκείοις καὶ τοῦ πολεμίων ἀπαλλαγὴ φόβου, ὥσπερ ἐστὶ τοὔμπαλιν δειλίας ἐμποιητικὸν τὸ χωρεῖν ἄνω καὶ κάτω θρήνοις καὶ ὀδυρμοῖς καὶ τὸ ζῆν ἀπολέγεσθαι. B. πολισσούχοις] τοῖς τῆς πόλεως φύλαξι. |
| Th 271 | B. πεδιονόμοις] ἤτοι τοῖς κλῆρον τῶν ἀλσῶν καὶ τῶν πεδίων ἀφωρισμένον ἔχουσιν ἑαυτοῖς. |
| Th 272 [5] | ἄλση γὰρ καὶ παραδείσους καὶ πεδία λιπαρὰ οἱ πολῖται ἐκτέμνοντες τῶν ἰδίων κτημάτων, ταῦτα τοῖς θεοῖς ἀνετίθεσαν. A. πεδιονόμοις] τοῖς κατοικοῦσιν ἐν τῷ πεδίῳ. ἀγορᾶς ἐπισκόποις] τοῖς ἐν ἀγορᾷ τοὺς ναοὺς ἔχουσι. B. οὐδ’ ἀπ’ Ἰσμηνοῦ λέγω] καλῶς εἶπεν, οὐκ ἀριθμῶ τοὺς ἀπὸ τῶν Θηβῶν, τῆς ἐμῆς δηλαδὴ πόλεως (Ἰσμηνὸς γὰρ ποταμὸς Θηβῶν) ὡς δήλου ὄντος ὅτι τιμῶνται καὶ ἐγγράφονται τοῖς τιμωμένοις. |
| Th 273 [15] | πῶς γὰρ οὔ; ὅτι τοῖς ἀπὸ τοῦ Ἰσμηνοῦ θύω πᾶσιν αὐτοῖς τῶν πραγμάτων εὐτυχῶς ἀποβάντων. Ἄλλως. οὐδὲ λέγω τοὺς θεοὺς τοὺς ἀπὸ τοῦ Ἰσμηνοῦ, ἀλλὰ μόνον τοὺς ἀπὸ τῆς Δίρκης· ἐτιμῶντο γὰρ καὶ αὐτοὶ οἱ παρὰ τῷ Ἰσμηνῷ παρὰ τοῖς Θηβαίοις. κατέλειψε δὲ εἰπεῖν ἅπαντας, διὰ τὸ θαρρεῖν καὶ ἐν ὀλίγαις δεήσεσιν εἰσακουσθῆναι. A. Δίρκης τε πηγαῖς] ταῖς ἐν αὐταῖς Νύμφαις. οὐδ’ ἀπ’ Ἰσμηνοῦ λέγω] οὐδ’ ἀφαιρῶ τοῦ λόγου καὶ τῆς εὐχῆς τὸν Ἰσμηνὸν καὶ τοὺς ἐν αὐτῷ θεούς. πρῶτον καθολικῶς εἶπεν τοῖς τῆς χώρας θεοῖς, εἶτα μερικῶς ἐπήνεγκε, πολισσούχοις λέγων καὶ πεδιονόμοις καὶ ἀγορᾶς ἐπισκόποις. ἐπεὶ δὲ καὶ τοὺς ἐκτὸς τῆς πόλεως εἰπεῖν ἔδει, περιεκτικὸν γὰρ ἡ χώρα τῆς πόλεως, οὐκ εἴρηκε καὶ τοῖς ἐν ταῖς πηγαῖς τῆς Δίρκης θεοῖς, ἀλλὰ ταῖς πηγαῖς τῆς Δίρκης μόνον ἔφη, τουτέστι ταῖς ἐν αὐταῖς κατοικούσαις Νύμφαις· εἶτα πάλιν ἐνήλλαξε τὴν σύνταξιν, καὶ φησὶν, οὐδ’ ἀπ’ Ἰσμηνοῦ λέγω, οὐκ ἀφαιρῶ τοῦ λόγου καὶ τῆς εὐχῆς τὸν Ἰσμηνὸν καὶ τοὺς ἐν αὐτῷ θεούς. B. εὖ ξυντυχόντων] τῶν πραγμάτων. |
| Th 274 | B. ἑστίας] τοὺς βωμούς. |
| Th 275 | B. ὧδε] ὣς ἔφην. |
| Th 276 | B. θήσειν] ἡμᾶς. |
| Th 277 | τρόπαια] τῆς νίκης. πολεμίων δ’ ἐσθήματα] τὰς πανοπλίας. B. δαΐων] τῶν πολεμίων. |
| Th 278 | δουρίπληκτα] διὰ τοῦ ἐμοῦ δορὸς σκυλευθέντα. ἁγνοῖς] καθαροῖς θήσειν. B. τοιαῦτα] οἷα ἐμοῦ ἤκουσας. |
| Th 279 | φιλοστόνως] θρηνητικῶς. B. ματαίοις] ἀνωφελέσι. |
| Th 280 | ποιφύγμασιν] θρήνοις, βοαῖς. B. οὐ γάρ τι μᾶλλον] οὐ γὰρ θρηνοῦσα μᾶλλον ἢ μὴ θρηνοῦσα ἐκφύγῃς ὅ σοι παθεῖν πέπρωται. |
| Th 281 | ἀλλ’ εἰ καὶ διὰ παντὸς θρήνοις ἐκδοίης σαυτὴν, οὐδέν σοι τοῦτο λυσιτελήσει πρὸς τὸ μὴ παθεῖν σε τὰ πεπρωμένα. μόρσιμον] μεμοιρασμένον. B. ἐγὼ δ’ ἐπ’ ἄνδρας] ἡ ἐπί πρὸς τὸ ἐχθροῖς. |
| Th 282 [10] | ἐγὼ δὲ παραγενόμενος ἐπ’ ἄνδρας ἓξ σὺν ἐμοὶ ἑβδόμῳ τάξω εἰς ἑπτατειχεῖς ἐξόδους, ἤτοι εἰς τὰς ἑπτὰ πύλας τῆς πόλεως, ἀντηρέτας καὶ ἀντιμάχους τοῖς ἐχθροῖς (ἀπὸ τοῦ ἀνταίρω ῥήματος) πρὶν ἱκέσθαι καὶ παραγενέσθαι πρὸς ἡμᾶς λόγους μηνυτὰς συνεχεῖς καὶ κατεπείγοντας ἡμῶν τὴν ἔξοδον, ἡμᾶς ἐκεῖσε ἀπελθεῖν. A. παρέλκον τὸ ἐπί. O. ἐγὼ δ’ ἐπ’ ἄνδρας] οὕτως σύντασσε, ἐγὼ δὲ μολὼν ἐπ’ ἄνδρας ἓξ τάξω αὐτοὺς τὸν μέγαν τρόπον ἐς ἑπτατείχεις ἐξόδους σὺν ἐμοὶ ἑβδόμῳ, ἀντηρέτας τοῖς ἐχθροῖς· μὴ λάβοις δὲ εἰς τὸ “τὸν μέγαν “τρόπον” ἔξωθεν κατά, ἀλλ’ ὡς φαμὲν τάττω τάξιν, οὕτω καὶ τοῦτο. B. ἀντηρέτας] κυρίως ἀντικωπηλάτας, νῦν δὲ τοὺς ἀντιστάτας. |
| Th 283 | P. ἀντιπάλους. τὸν μέγαν τρόπον] τὸ γὰρ διατάττειν στρατηγοὺς καὶ στρατεύματα μεγιστόν ἐστι καὶ τοῦ βασιλέως ἄξιον. B. ἑπτατειχεῖς] γρ. |
| Th 284 | ἑπτατείχους. P. ἀγγέλους] γρ. |
| Th 285 | ἀγγέλων. P. σπερχνοὺς] ταχεῖς, σπουδαίους. B. ταχυρρόθους] γρ. ταχυρρόους P. φλέγειν] φλέγεσθαι ὑπὸ τῆς ἀνάγκης. |
| Th 286 [10] | O. ἐκκαίειν, δαμάζειν. B. μέλει, φόβῳ δ’ οὐχ] φησὶν ὁ χορὸς, μέλει ἡ ψυχή μου, ἤτοι φροντίζει ὧν εἶπεν ὁ Ἐτεοκλῆς· ἀλλ’ ὁ ἐν ἐμοὶ φόβος οὐκ ἠρεμεῖν ἀφίησι καὶ ἡσυχάζειν ἐμέ. αἱ δὲ ἐν τῇ καρδίᾳ μου μέριμναι τὸν ἐμὸν φόβον ἀνάπτουσιν ἐν ἐμοὶ διὰ τὸν ἀμφιτειχῆ λεών. A. μέλει] φροντίς ἐστί μοι ὧν εἶπον. οὐχ ὑπνώσσει κέαρ] οὐ καταραθυμήσει καὶ οἱονεὶ τοῦ φροντίζειν χαλάσῃ, μὴ νήφῃ τοῦ φόβου πείθοντος, ἀλλὰ πρὸς δάκρυα καὶ οἰμωγὰς ἔχειν παρασκευάζοντος· αἱ γὰρ ἐν τῇ ψυχῇ μου φροντίδες φόβον ἀνάπτουσι τὸν ἀμφιτειχῆ λεὼν, τουτέστι φοβοῦμαι. ἔστι δὲ ὁ φόβος οὐχ ἕτερος ἀλλ’ ἢ ὁ πέριξ τῶν πολεμίων στρατός· οὗτος γὰρ ἐμβάλλει τὸν φόβον περιϊστάμενος καὶ πολιορκῶν τὴν πόλιν. οὕτω λέγε καὶ μὴ λάμβανε ἔξωθεν ἀμαθῶς τὸ διά, λέγων, διὰ τὸν ἀμφιτειχῆ λαόν. B. ζωπυροῦσι] ἀνάπτουσι. |
| Th 289 | B. ἀμφὶ] περί. |
| Th 290 | B. δράκοντα δ’ ὥς τις] δέδοικε γὰρ ἡ καρδία μου. |
| Th 291 [5] | τὸν γὰρ δέ σύνδεσμον ἀντὶ τοῦ γάρ νοητέον. A. τὸν ἀμφιτειχῆ λεών, ἤτοι τὸν ἀμφοτέρωθεν τῶν τειχῶν λαόν. O.P. δράκοντα δ’ ὥς τις—πάντροφος πελειάς] ὥς τις καὶ ὥσπερ ἡ πάντων τροφὸς πελειὰς δέδοικε τὸν δράκοντα ὑπὲρ τῶν ἑαυτῆς τέκνων, ἡ δυσευνήτειρα τῶν λεχέων ἤτοι ἡ διὰ τὸν φόβον τῶν ἑαυτῆς νεοσσῶν προσκαθημένη τῇ καλιᾷ αὐτῶν ἄγρυπνος. πάντροφος δὲ ἡ διηνεκῶς ἐκτρέφουσα τὰ ἑαυτῆς τέκνα, ἐπειδὴ πάντα τὰ ὄρνεα ἅπαξ τοῦ ἔτους τίκτει, ἡ δὲ περιστερὰ ἀεί· διὸ καὶ ἀνάκειται τῇ Ἀφροδίτῃ. O.P. ὑπερδέδοικε] ἀπὸ τούτου λάμβανε τὸ ἔξωθεν τὸ δέδοικα, ἵνα ᾖ οὕτως, δέδοικα ὑπὲρ τοῦ λαοῦ. |
| Th 293 | B. δυσευνήτειρα] δυσκόλως κοιμωμένη. O. ἄγρυπνος διὰ τὸν φόβον. B. πάντροφος πελειὰς] ἡ δι’ ὅλου τοῦ ἔτους τίκτουσα· διὸ καὶ ἀνάκειται τῇ Ἀφροδίτῃ. |
| Th 294 [5] | B. οἱ μὲν γὰρ ποτὶ πύργους] οὗτοι μὲν γὰρ ἤγουν οἱ πολῖται πανδημεὶ στείχουσιν εἰς τοὺς πύργους, τοὶ δὲ ἤγουν οἱ πολέμιοι ἰάπτουσι καὶ πέμπουσιν ἐπὶ τοῖς πολίταις τοῖς ἀμφιβόλοις, ἤτοι τοῖς πάντοθεν παρὰ τῶν πολεμίων βαλλομένοις, ἢ τοῖς ἀμφιβολίαν ἔχουσι περὶ τοῦ ποῖον στράτευμα νικήσει ἐκ τῶν δύο. |
| Th 295 | O.P. πρὸς γὰρ τὸ ἔξωθεν στράτευμα καὶ ἔσωθεν ὁμοίως ἕτερον πρὸς αὐτὸν ἀντετείνετο. O.P. τοὶ μὲν] ἄλλοι. B. πανδημεὶ] κατὰ συστήματα καὶ πλήθη. |
| Th 296 | B. τοὶ] ἄλλοι. |
| Th 298 [5] | ἀμφιβόλοισι] γρ. ἀμφοτέροισι. P. τὸ ἀμφιβόλοις οὐχ ὡς φασί τινες, τοῖς ἀμφοτέρωθεν βαλλομένοις, ἀλλὰ ἀμφιβόλοις πολίταις τοῖς ἀμφίβολον καὶ οὐ βέβαιον ἔχουσι τὸ εἶναι πολίταις, ἀλλὰ μέσοις οὖσι καὶ κινδυνεύουσιν ἐκπεσεῖν τοῦ προσρήματος διὰ τὸν ἐπηρτημένον τῇ πόλει κίνδυνον. B. ἰάπτουσι] πέμπουσι. |
| Th 299 | B. χερμάδα] χειροπληθῆ λίθον. |
| Th 300 | O.P. ὀκριόεσσαν] λίθον τραχύν· ἀρχὴ γὰρ τοῦ πολέμου τῶν πετρῶν αἱ καταρραγαὶ γίνονται. O.P. χαλεπήν. B. παντὶ τρόπῳ] πάσῃ μηχανῇ καὶ σπουδῇ. |
| Th 301 [5] | Διογενεῖς] οἱ ἐκ Διὸς ἔχοντες τὸ γένος ἅτε πατρὸς ἀνδρῶν τε θεῶν τε. B. Διογενεῖς] Διογενεῖς τοὺς θεοὺς λέγει, ὅτι ἐκ Διὸς τὸ γένος ἔχουσι· πατὴρ γὰρ ἀνδρῶν καὶ θεῶν ὁ Ζεὺς ὀνομάζεται κοινῶς· ἰδίᾳ δὲ καὶ κατ’ ἐξοχὴν Διογενεῖς θεοί εἰσιν ἡ Ἀθηνᾶ καὶ ὁ Ἀπόλλων καὶ ἡ Ἄρτεμις. O.P. ῥύεσθε] κίνδυνον. |
| Th 302 [5] | B. ποῖον δ’ ἀμείψεσθε] ποῖον δὲ πέδον καὶ γήδιον ἕτερον ἀμείψεσθε ἄρειον καὶ βέλτιον καὶ κρεῖττον ταύτης τῆς γῆς· ἀντὶ τοῦ ποῖον ἄλλο γῆς δάπεδον οἰκήσετε, ἐχθροῖς ἀφέντες καὶ καταλείψαντες καὶ δόντες τὴν αἶαν καὶ τὴν γῆν βαθύχθονα καὶ λιπαράν· ὕδωρ τε πάλιν τὸ τῆς Δίρκης τῆς πηγῆς ἀφέντες τὸ εὐτρεφέστατον τῶν ποταμῶν ὁπόσων ἵησι καὶ ἐκπέμπει ὁ Ποσειδῶν ὁ γαιήοχος, οἱ παῖδές τε τῆς Τηθύος ἤγουν τῆς γῆς. |
| Th 304 [10] | ἰστέον ὅτι εἴρηται ἐν Ξοανηφόροις Σοφοκλέους ὡς οἱ θεοὶ ἀπὸ τῆς Ἰλίου φέρουσιν ἐπὶ τῶν ὤμων τὰ ἑαυτῶν ξόανα, εἰδότες ὅτι ἁλίσκεται. ἐὰν οὖν ταύτην, φησὶ, τὴν γῆν προδῶτε τοῖς πολεμίοις, ποίαν βελτίονα αὐτῆς εὑρήσετε; A. Δίρκη δὲ πηγὴ ἐν Θήβαις, ἐξ ἧς ποταμοὶ δύο ῥέουσιν, Ἰσμηνὸς καὶ Διρκαῖος ἀπὸ τῆς πηγῆς ἔχων τὸ ὄνομα. O.P. ἄρειον] κρεῖττον. |
| Th 305 | B. βαθύχθονα] εὔγειον. |
| Th 306 | A. πλουσίαν γῆν. O. λιπαράν· τὴν εἰς βάθος δεχομένην τὰ σπέρματα. B. εὐτραφέστατον] ποτιμώτατον, γλυκύτατον. |
| Th 309 | O. ὅσων ἵησιν Ποσειδῶν] τὸν Ποσειδῶνα λέγει ἐκπέμπειν τοὺς ποταμοὺς, ὅτι τῆς ὑγρᾶς οὐσίας δεσπότης οὗτός ἐστιν. |
| Th 310 [5] | ἢ ὅτι ἐκ τῆς θαλάσσης οἱ ὄμβροι ἀναδίδονται, εἶθ’ οὕτως ῥήγνυνται, ἐκ δὲ τούτων οἱ χείμαρροι γίνονται. Τηθύος δὲ παῖδας πάλιν τοὺς ποταμοὺς ὀνομάζει. μυθεύεται γὰρ ὅτι ὁ Οὐρανὸς συμμιγεὶς τῇ Γῇ ἀπέτεκε τὸν Ὠκεανὸν καὶ τὴν Τηθὺν καὶ ἄλλους οὐκ ὀλίγους παῖδάς τε καὶ θυγατέρας. ὁ δὲ Ὠκεανὸς μιγεὶς τῇ Τηθύϊ τῇ αὑτοῦ ἀδελφῇ ἐγέννησε τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τὰς οὔσας ἐν τῷ κόσμῳ, καὶ οὕτως λέγονται οἱ ποταμοὶ παῖδες Τηθύος. A. ὅσων ἵησιν] ἐκπέμπει. σπογγοειδοῦς γὰρ οὔσης τῆς γῆς, ἐκ τῆς θαλάττης εἰς τοὺς πόρους αὐτῆς εἰσιὸν ὕδωρ, εἰ μὲν στενοί τινες τύχοιεν ὄντες οἱ πόροι, ὥσπερ διηθίζεται τοῦτο καὶ γλυκὺ ἐκ τῆς γῆς ἀναρρήγνυται· εἰ δ’ αὖ εὐρεῖς, ἁλμυρὸν, πλὴν ὅσον οὐχ οἷον ἦν ἐξ ἀρχῆς, ἀλλὰ πολὺ τῆς ἀρχαίας ποιότητος παραλλάττον, ὥστε καὶ οἱ εἰσβάλλοντες εἰς αὐτὴν ποταμοὶ, ἐξ ὧν ἔφαμεν πόρων πάλιν εἰς αὐτοὺς ἀποκαθίστανται. B. πρὸς τάδ’, ὦ πολιοῦχοι θεοὶ] πρὸς ταῦτα, ὦ πολιοῦχοι θεοὶ, τοῖς μὲν ἔξω πύργων, ἤτοι τοῖς πολεμίοις, ἐμβαλόντες ἄταν καὶ βλάβην τὴν τοὺς ἄνδρας φθείρουσαν καὶ ποιοῦσαν ῥίπτειν τὰ ὅπλα, ἄροισθε κῦδος, ἤτοι ἕξετε δόξαν, τοῖς δὲ πολίταις στάθητε εὔεδροί τε καὶ καλῶς ἡδρασμένοι καὶ εὐστήρικτοι καὶ ἀμετάκλιτοι φύλακες τῆς πόλεως, οἱονεὶ δυσωπηθέντες ταῖς ὀξυγόοις λιταῖς ἡμῶν. |
| Th 312 | A. τοῖσι μὲν ἔξω] τοῖς πολεμίοις. |
| Th 313 | B. ῥίψοπλον ἄταν] τὴν ῥῖψαι παρασκευάσασαν αὐτοὺς τὰ ὅπλα. |
| Th 315 | B. ἄροιτε] λάβοιτε ἄν. |
| Th 316 | B. κῦδος] δόξαν. |
| Th 317 | B. ῥυτῆρες] φύλακες. |
| Th 318 | B. εὔεδροι] εὐκάθεδροι. |
| Th 319 | B. λιταῖσιν] ἡμῶν. |
| Th 320 | B. ὠγυγίαν] ἀρχαίαν. |
| Th 321 [5] | B. διὰ τὸ λεπτόγειον καὶ Ἀζανὴς ἐκαλεῖτο, διὰ τὴν ἄζην, ὅ ἐστι τὴν ξηρασίαν. καὶ ἔθνος οἱ Ἀζᾶνες αὐτόθι καὶ πάλιν ἐν Ἀρκαδίᾳ μέχρι καὶ νῦν οὕτω καλούμενοι. καὶ Ἀπίαν δέ φασι τὴν χώραν κληθῆναι καὶ Ἀπιδανεῖς τοὺς ἐγχωρίους κατὰ στέρησαν τοῦ πιεῖν καὶ τῶν τέως πιδάκων. ἐπεὶ οὖν εἶχεν ἡ χώρα πίδακας τὴν ἀρχὴν ὡς δύνασθαι διὰ τοῦτο καὶ πολυδίψιος λέγεσθαι, ἔμελλε δὲ γενέσθαι εὔυδρος. S. προϊάψαι] μετὰ βλάβης πέμψαι. |
| Th 322 | O. δοῦναι. B. ψαφαρᾷ σποδῷ] λεπτῇ γῇ, ἤτοι τῷ Ἄργει· λεπτόγειον γὰρ τοῦτο, διὸ καὶ διψηρόν. |
| Th 323 | B. θεόθεν] βουλεύσει θεῶν. |
| Th 324 | B. τὰς δὲ κεχειρωμένας] τὰς δὲ νέας καὶ γηραιὰς ἄγεσθαι κεχειρωμένας ἀπὸ τῶν πλοκάμων ἱππηδὸν, ἤτοι δίκην ἵππων, τουτέστι μετὰ ἀνάγκης. |
| Th 326 [5] | οἱ γὰρ ἵπποι μετὰ ἀνάγκης ἕλκονται. καὶ Ὁμηρός φησιν “ἄκοντε πετέσθην.” A. ἢ ὑπὸ ἵππων σύρεσθαι τῶν πλοκάμων μετὰ ἀνάγκης, ἢ διὰ τὸ δασὺ τῶν ἀγόντων καὶ μανικὸν, ἢ διὰ τὸ σύντονον. P. κεχειρωμένας] κεκρατημένας. B. ἱππηδὸν] δίκην ἵππου. B. περιερρηγμένων] ἐσχισμένων. |
| Th 329 [5] | B. βοᾷ δ’ ἐκκενουμένα] θρηνεῖ δὲ ἡ πόλις ἐκκενουμένη, τῆς λαΐδος, ἀντὶ τοῦ ληΐδος, ἤγουν τῆς πληθύος τοῦ λαοῦ, τουτέστι τῶν πολιτῶν, ὀλλυμένης καὶ φθειρομένης, τῆς μιξοθρόου, ἤτοι τῆς θροῦν καὶ βοὴν ποιουμένης ἀνάμικτον· γυναῖκες γὰρ καὶ παῖδες ἀκμάζοντες καὶ ἀρτιγενῆ βρέφη καὶ ἄνδρες καὶ γέροντες ἐποιοῦντο τὸν θρῆνον σύμμικτον. |
| Th 330 | A. ἢ μιξοθρόου λέγει διὰ τὴν ἀναμιγὴν τοῦ λαοῦ τοῦ τε βαρβαρικοῦ, ἤτοι τοὺς περὶ τὸν Ἄδραστον καὶ τοὺς τοῦ κάστρου. ἢ διὰ τὸ βαρβάρων καὶ Ἑλλήνων οἰκούντων τὰς Θήβας. O. λαΐδος] ληΐδος, λαοῦ. |
| Th 331 | μιξοθρόου] τῶν μεμιγμένων θρόων ἀποτυχούσης, ἅτε ἐξ ἀνδρῶν καὶ γυναικῶν καὶ γερόντων καὶ παίδων οὔσης. B. τῆς λαφυραγωγίας τῆς ἐχούσης θροῦν καὶ βοὴν μεμιγμένην. O. τύχας] τὰς μελλούσας δηλονότι. |
| Th 332 | προταρβῶ] πρὸ τοῦ γενέσθαι φοβοῦμαι. B. κλαυτὸν δ’ ἀρτιτρόποις] ἄξιον μεγάλου κλαυθμοῦ ταῖς κόραις ταῖς ἄρτι δρεπομέναις τὴν παρθενίαν, πρὸ τοῦ ἐλθεῖν εἰς ὥραν γάμου, αἰχμαλωτισθῆναι καὶ δούλας εἰς ξένην χώραν ἀπελθεῖν. |
| Th 333 [20] | Ἄλλως. κλαυτὸν δὲ καὶ θρήνου ἄξιον ἔσεται ταῖς ἀρτιτρόποις, ταῖς ἄρτι ἀπὸ τῆς παιδικῆς ἡλικίας ἐπὶ τὴν τελειοτέραν τραπείσαις, ἀπὸ τῶν ἑαυτῶν δωμάτων διαμεῖψαι καὶ ὁδεῦσαι ὁδὸν στυγερὰν καὶ μίσους ἀξίαν, ἤτοι διακορηθῆναι καὶ διαπαρθενευθῆναι παρὰ τῶν ἐχθρῶν τῶν ὠμοδρόπων. ὠμοδρόπων νομίμων προπάροιθεν] κλαυτόν ἐστι τὸ διαπαρθενευθῆναι ὑπὸ τῶν ἐχθρῶν τῶν ὠμοδρόπων, προπάροιθεν νομίμων, ἤτοι τοῦ νενομισμένου καιροῦ, δρεπομένων καὶ τρυγωμένων. τὰ γὰρ ἔξω τοῦ καιροῦ δρεπόμενα καὶ μήπω πεπανθῆναι τῷ χρόνῳ φθάσαντα πάντως ἀγλευκῆ τυγχάνουσι καὶ πικρίας πολλῆς ἀνάμεστα. Ἄλλως. ὠμοδρόπων] ὑπὸ τῶν ἐχθρῶν τῶν τὴν παρθενίαν αὐτῶν καὶ ἥβην ὠμὴν καὶ ἄωρον δρεπομένων, πρὸ τῶν νομίμων γάμων. A. τῶν ὠμῶς δρεπομένων, ἤτοι τῶν ὠμὸν καὶ ἄωρον δρεπομένων τὴν παρθενίαν. O. κλαυτὸν] ἄξιον θρήνων. ἀρτιτρόποις] ταῖς νέαις ταῖς ἄρτι τρεπομέναις ἀπὸ τῆς παιδικῆς ἡλικίας πρὸς τὴν τελειοτέραν. ὠμοδρόπων] τὸ παρθένους ἀτίμως ἐκ τῶν δωμάτων ἑλκομένας διαμεῖψαι στυγερὰν ὁδὸν, ἤτοι ἐφθάρθαι πρὸ τοῦ νενομισμένου χρόνου, ἐπειδὴ παρὰ τάξιν γέγονεν, ἄξιόν ἐστι θρήνου. ἢ τὸ διαμεῖψαι στυγερὰν ὁδὸν ἀντὶ τοῦ ἀτίμως δημοσίᾳ ἕλκεσθαι, ὅπερ ἐστὶ λυπηρὸν ταῖς οἰκουρούσαις καὶ παρθενευούσαις γυναιξίν. δέον εἰπεῖν ὠμοδρόπως, ὠμοδρόπων εἶπε πρὸς τὸ νομίμων. B. νομίμων] ὧν ἂν κατὰ νόμους ἔτυχον. |
| Th 334 | διαμεῖψαι] ὁδεῦσαι. B. δωμάτων] ἀπό. |
| Th 335 | στυγερὰν] ἄτιμον. B. τί] φημὶ τοῦτο. |
| Th 336 | τὸν φθίμενον] νεκρόν. B. γρ. φθίμενον γὰρ πρὸ λέγω, τὸν προφθίμενον. P. βέλτερα τῶνδε] καλλίω τῶν ἐν ταῖς πολιορκίαις. |
| Th 337 | B. δαμασθῇ] πορθηθῇ. |
| Th 338 | B. πράσσει] τουτέστι δυστυχεῖ. |
| Th 339 | O. γρ. πράσσειν. P. πάσχει. B. τὰ δὲ πυρφορεῖ] ἄλλος δὲ τῆς πόλεως οἷον οἴκους καίει καὶ πῦρ φέρουσι. |
| Th 341 | B. καπνῷ δὲ] χαλεπώτερος γὰρ ὁ καπνὸς τῶν ἑλεπόλεων καὶ πετροβολισμῶν, καὶ πόρθησιν πολλῷ δεινοτέραν τῆς ἐκ τῶν τοιούτων πορθήσεως ὑπαινίττεται. |
| Th 342 | A. χραίνεται] γρ. κρίνεται. P. μελαίνεται. B. λαοδάμας] κύριον· νῦν δὲ ὡς ἐπίθετον Ἄρεος. |
| Th 343 | P. ὄλεθρος τοῦ λαοῦ. B. εὐσέβειαν] τὴν κοσμιότητα. |
| Th 344 | O. τὰ ἱερὰ καὶ τὴν εἰς θεοὺς τιμήν. B. κορκορυγαὶ] κυρίως ἡ ἠχὼ τῶν ἐντέρων. |
| Th 345 [5] | O. κορκορυγαὶ δὲ κυρίως τὸ τῆς γαστρὸς ἔσωθεν εἰλοῦν πνεῦμα καὶ ταρασσόμενον. P. ἄσημοι βοαί. κορκορυγὴ γὰρ κυρίως τὸ ἐν τοῖς νεοσφαγέσι τῶν ζῴων ἔσωθεν ἀπὸ τῶν ἐντέρων ἠχοῦν πνεῦμα πρὸς τὴν σφαγὴν ἀπαντῶν, ἢ τὸ τῆς ἀρτηρίας πνεῦμα τῆς πλησίον οὔσης τῆς τὴν σφαγὴν δεχομένης φλεβός. ὁρκάνη δὲ εἶδος δικτύου. ἀνὰ ἄστυ] γίνονται. B. ὁρκάνη] κλῖμαξ εἰς τὸν πύργον ἄγουσα. |
| Th 346 | O. τὸ θηρευτικὸν δίκτυον, ὃ καὶ σαργάνη καλεῖται. A. ποτὶ πτόλιν] ἐστίν. ὁρκάνα] συνέχουσα ἢ πύργον περιλαμβάνουσα. ἢ τὸ πυργῶτις ἀντὶ τοῦ μεγάλη. B. βλαχαὶ δ’ αἱματόεσσαι] ἡ βληχὴ κυρίως ἐπὶ τῶν προβάτων λέγεται ἢ λαμβάνεται ἠχώ τινα καὶ φωνὴν ποιὰν ἄσημον ἐκπεμπόντων. |
| Th 348 [5] | ἐξελάβετο δὲ τοῦτο ὁ ποιητὴς καὶ ἐπὶ τῶν νεογνῶν καὶ ἀρτιγενῶν καὶ ἀτελῶν βρεφῶν, ὡς τοιᾷδε τῇ φωνῇ, ἀσήμῳ δηλαδὴ καὶ ἀνάρθρῳ, χρωμένων. ἃ παρὰ τῶν πολεμίων ἀπαγόμενα αἱμάσσεται, ὥστ’ ἄναρθρον φωνὴν καὶ προβατώδη προΐεσθαι. A. βληχαὶ δ’ αἱματόεσσαι] κλαυθμυρισμοὶ, ἦχοι. O. ἄσημοι βοαὶ ἀπὸ αἵματος καὶ φόνου γενόμεναι. B. τῶν ἐπιμαστιδίων] νηπίων. |
| Th 349 | B. ἀρτιτρεφεῖς] ἀρτιτρεφῶν, ἤτοι νεογνῶν, ἔδει εἰπεῖν πρὸς τὸ μαστιδίων, ἐπήνεγκε δὲ πρὸς τὸ βληχαὶ, αἵτινες τῶν νηπίων ἦσαν. |
| Th 350 | B. ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες] φυγῶν· ὁ γὰρ ἁρπάζων τι φεύγει, μή πως καταληφθῇ, ὅθεν ὁμαίμονα τὴν φυγὴν τῆς ἁρπαγῆς εἶπε. |
| Th 351 | B. ξυμβολεῖ] συναντᾷ. |
| Th 352 | B. γρ. ξυμβολῇ. P. ξύννομον] συμμεριστὴν, βοηθόν. |
| Th 354 | O. οὔτε μεῖον οὔτ’ ἴσον] διὰ τούτων τοὺς πλεονεκτοῦντας ἐμφαίνει. |
| Th 355 [5] | ὁ γὰρ μήτε ἔλασσον μήτε ἴσον τῷ προλαβόντι λαβεῖν αἱρούμενος φαίνεται πλείονος ὀρεγόμενος. τινὲς δὲ τὸ λελιμμένοι διὰ τοῦ ι γράφουσιν, οἷον λελιμμένοι καὶ ἐπιθυμοῦντες· ὤφειλε δὲ πρὸς τοῦτο “μείονος καὶ ἴσου” γράφεσθαι, ἀλλὰ λαμβάνουσιν ἔξωθεν τὸ λαβεῖν καὶ λέγουσιν, οὔτε μεῖον οὔτε ἴσον ἐπιθυμοῦντες λαβεῖν. λελημμένοι οὖν διὰ τοῦ η ἐκ τοῦ λήβω τὸ λαμβάνω, τὸ δὲ λελιμμένοι διὰ τοῦ ι ἐκ τοῦ λίπτω τὸ ἐπιθυμῶ. A. λελιμμένοι] ἐπιθυμοῦντες λαβεῖν. B. τίν’ ἐκ τῶνδε] τῶν ἐν ἁλώσεσι συμβαινόντων. |
| Th 356 | λέγει δὲ ὅτι πάνθ’ ὅσα ἂν εἴπωμεν ἐλάττω τῶν τότε συμβαινόντων ἐροῦμεν. B. παντοδαπὸς δὲ καρπὸς] σῖτος, κριθὴ, κέγχρος, πάνθ’ ὁμοῦ χρήματα. |
| Th 357 [5] | B. χαμάδις] ἐπίγειος. ἀλγύνει] λυπεῖ. κυρήσας] τίνι; τοῦτο δὲ ἄλλως εἰπεῖν ἔδει, οὐ γὰρ ὁ καρπὸς ἐντυγχάνει τινὶ, ἀλλὰ τῷ καρπῷ τις ἐντυγχάνει. B. πικρὸν] ἐλεεινόν. |
| Th 359 [5] | O. πικρὸν δ’ ὄμμα] τὸ δὲ πικρὸν ὄμμα διὰ τοῦτό φησιν, ὅτι σκυλευόμεναι θρῆνον ἐγείρουσι καὶ τὸ αὐτῶν ὄμμα ἐκτήκουσι γόοις κατ’ Εὐριπίδην, ἢ ὅτι ὁρῶντες αὐτὰς ἕτεροι ἀθλίως ἑλκομένας δακρύων σταλαγμοὺς ἐξ ὀφθαλμῶν καθιᾶσιν. θαλαμηπόλων] νέων νυμφῶν ἢ οἰκουρῶν· θάλαμος γὰρ οὐ μόνον ὁ παστὸς, ἀλλὰ καὶ ὁ οἶκος. B. πολλὰ δ’ ἀκριτόφυρτος] ἡ πολλὴ δὲ δόσις καὶ ὁ καρπὸς τῆς γῆς, ἡ ἀκριτόφυρτος καὶ ἀναμεμιγμένη, φέροται ἐν τοῖς τοῦ πολέμου ῥεύμασιν. |
| Th 360 | A. ἀκριτόφυρτος] ἀδιαίρετος. B. οὐτιδανοῖς ἐν ῥοθίοισι] ἀχρείοις, ἤτοι ἀνευφράντοις, οὔτι δάνος καὶ ἡδονὴν ἐμποιοῦσιν. |
| Th 361 [5] | οἱ γὰρ Δωριεῖς τὸ γάνος δάνος λέγουσι, καὶ τὴν γῆν δᾶν, καὶ τὸν γνόφον δνόφον. εὐφυῶς δὲ ὁ ποιητὴς τῷ ῥοθίοισι προσέθηκε τὸ οὐτιδανοῖς· ἐπειδὴ γὰρ τὰ ῥόθια καὶ τὰ τῆς θαλάσσης ὑγρὰ κέλευθα ἐπωφελῆ πᾶσι τυγχάνουσι, δι’ αὐτῶν γὰρ ὁ πλοῦς τὰ ζωαρκῆ κομίζει ταῖς πόλεσιν, ἐξ ὧν αὐταὶ συνίστανται, ὁ ποιητὴς ἐνταῦθα εἰπὼν ῥοθίοισιν, ἵνα μὴ τοῖς ὠφελίμοις νοήσῃ τις καὶ ζωογόνοις, τὸ οὐτιδανοῖς προσέθηκε. Ἄλλως. ἐπειδὴ τὰ κύματα ἔσθ’ ὅτε ὠφέλειαν παρέχεται ταῖς πόλεσι· δι’ αὐτῶν γὰρ ὁ πλοῦς τὰ ἐπιτήδεια κομίζει· προσέθηκεν ἐπίτηδες τὸ οὐτιδανοῖς, οἷον ἀχρείοις. τροπικῶς δὲ ῥόθια εἶπε τὰ συνεχῆ κινήματα τῶν πολεμίων. Ἄλλως, ταῖς ὑβριστικαῖς κινήσεσι τῶν πολεμίων. ἢ τούτους ῥόθιά φησιν, ἐπειδὴ συντόνως πολεμοῦσι. A. γᾶς δόσις] σῖτος. B. δμωΐδες] ἐν γὰρ τῇ ἁλώσει οὐ μόνον γραῖαι γυναῖκες δουλείας ἀνάγκῃ φέρονται, ἀλλ’ ἴδοις ἂν καὶ νέας δούλας γενομένας, ἄρτι πρῶτον δυστυχησάσας τλήμονας καὶ ἀθλίας εἰς τὴν αὐτῶν εὐνὴν αἰχμάλωτον, ζώντων τῶν οἰκείων ἀνδρῶν καὶ ὁρώντων αὐτὰς ὑφ’ ἑτέρων εἰς μίξιν βιαζομένας, ἅτε δυνατωτέρων. |
| Th 363 [15] | καὶ οὕτω μὲν εἴποις λαμβάνων τὴν εἰς ἔξωθεν εἰς τὸ εὐνήν· ἑτέρως δὲ οὕτω, δοῦλαι δέ εἰσι τότε νέαι γυναῖκες, ἐκ νέου δυστυχήσασαι τλήμονες καὶ ἀθλίαι, εὐτυχούντων τῶν οἰκείων ἀνδρῶν τὴν αὐτῶν εὐνὴν αἰχμάλωτον, τουτέστιν ὁρώντων αὐτὰς ὑπὸ τῶν πολεμίων πασχούσας ἄθεσμα καὶ οὐ δυναμένων ἀμύνειν, μεῖζον γὰρ αὐτῶν ἰσχύουσιν οὗτοι· ὃ καὶ κρεῖττον. μὴ ξενισθῇς δὲ, εἰ τὸ εὐτυχῆσαι ἐπὶ κακοῦ λαμβάνεις, δέον ἐπὶ καλοῦ, ὡς καὶ τὸ ὄνομα αὐτοῦ μαρτυρεῖ. οὐ γὰρ μόνον εὐτυχῆσαι λέγομεν χρήματα, ἀλλὰ καὶ εὐτυχῆσαι ἵππου ἀπώλειαν, οἱονεὶ κτήσασθαι. ἔστι δὲ ἡ τοιαύτη εὐτυχία οὐ κυρίως, ἀλλὰ παρακεκινδυνευμένη. B. καινοπήμονες] αἱ νεωστὶ πάσχουσαι καινὰ πήματα. O. εὐτυχοῦντος] κτωμένου. |
| Th 365 | B. ὑπερτέρου] κρείττονος. |
| Th 366 | B. ἐλπίς ἐστι μολεῖν καὶ παραγενέσθαι νύκτερον τέλος· περιφραστικῶς νύκτα τῶν πολλῶν κλαυθμῶν ἐπίρροθον καὶ αὐξητικήν. |
| Th 367 [5] | νύκτα δὲ εἶπεν ἤτοι ἀθυμίαν καὶ θρῆνον καὶ κωκυτὸν ἄσβεστον. O.P. νύκτερον τέλος] ἤτοι δυστυχίαν περιφραστικῶς, ἥτις ἀμαυροῖ τοὺς ἔχοντας. B. ἐπίρροθον] αὐξητικόν. |
| Th 368 [5] | B. ὅ τοι κατόπτης] ὁ ἐπιτηρητὴς τοῦ στρατοῦ ἤγουν ὁ ἄγγελος φέρει ἡμῖν, ὦ φίλαι, (τὸ ἡμιχόριον τῶν παρθένων τοῦτό φησιν πρὸς τὸ ἕτερον) τινὰ νεαροχῆ άν (sic) καὶ πρόσφατον ἀγγελίαν λυπηρὰν, διώκων καὶ κινῶν ἐν σπουδῇ τὰς πομπίμους καὶ ὁδευτικὰς χνόας καὶ ἐξοχὰς τῶν ποδῶν. |
| Th 369 [1] | χνόας δὲ ποδῶν μεταφορικῶς ἐκ τῶν ἁρμάτων τὰ ἄκρα τῶν ποδῶν ἔφησε· τοῦ γὰρ ἄξονος τὸ ἄκρον τὸ ἐντεθειμένον τῇ χοινικίδι χνόη καλεῖται. παραβολικῶς οὖν τὸ κίνημα τῶν ποδῶν χνόην εἴρηκεν. O.P. στρατοῦ] τῶν πολεμίων. B. πευθὼ] ἀγγελίαν. |
| Th 370 | B. διώκων] φέρων. |
| Th 371 | πομπίμους] ὁδευτικάς. χνόας] τὰ ἄκρα, ἤτοι τοὺς πόδας. B. καὶ μὴν ἄναξ ὅδε τὸ τέκος τοῦ Οἰδίπου εἶσι καὶ ἔρχεται μαθεῖν τὸν λόγον τοῦ ἀγγέλου τὸν ἀρτίκολλον, ἤτοι τὸν ἄρτι τοῦ εἱρμοῦ καὶ τῆς ἐπιπλοκῆ καὶ τῆς κολλήσεως παρὰ τοῦ ἀγγέλου δραξάμενον. |
| Th 372 [5] | κατὰ μέρος γὰρ ὄντα καὶ διακεχωρισμένα τὰ παρ’ αὐτοῦ θεαθέντα τῆς διηγήσεως οὗτος δραξάμενος τὰ διακεχωρισμένα εἰς ἓν συνῆψε καὶ συνηρμόσατο καὶ οἱονεὶ ἓν καὶ ὡς σειρὰν τῇ προσκολλήσει τῆς διηγήσεως τὰ κατὰ μέρος πεποίηκεν ἅπαντα. ἄλλοι δὲ τὸν ἀρτίκολλον, οἷον ἄρτι τὸν Ἐτεοκλῆν ἀκουσόμενον, ὥστε κολλῆσαι τῇ διανοίᾳ ἢ τοῖς ὠσὶν ἀκούσαντα. O.P. εἰς ἀρτίκολλον] πλησιέστατα. |
| Th 373 | O. ἀρτίκολλον] τὸ νεωστὶ κολληθέν. O. εἶς’] πορεύεται. ἀρτίκολλον] ποταπὸν ὁλόκληρον. B. σπουδὴ δὲ] ἔοικε δὲ, φησὶ, καὶ ὁ ἄγγελος ἐκ τῆς ἄγαν ἐπιφαινομένης σπουδῆς μὴ ἡδρασμένον ἔχειν τὸν αὑτοῦ πόδα, ἀλλ’ ἐκκρεμῆ τοῦτον ἐπιφέρειν καὶ ἄστατον. |
| Th 374 [5] | A. οὐκ ἀπαρτίζει] ἄρτιον καὶ ὁλόκληρον ποιεῖ καὶ εἰς τὸ καθεστηκὸς ἄγει. B. λέγοιμ’ ἂν] ὁ ἄγγελος ὁ παρὰ τοῦ Ἐτεοκλέους ἀποσταλεὶς κατάσκοπος τῶν πολεμίων, ἐλθὼν, φησὶ, λέγοιμ’ ἂν πάντα τὰ τῶν ἐναντίων, καλῶς ταῦτα γινώσκων, πῶς τε ἕκαστος ἔλαβε κλῆρον ἐν ταῖς πύλαις. |
| Th 375 [15] | ἐπειδὴ γὰρ ἑπτάπυλος ἦν ἡ πόλις τῶν Θηβαίων, κλήρους ἔβαλλον οἱ πρώτιστοι τῶν ἄλλων στρατηγοὶ τῶν Ἀργείων, ποίαν ἂν πύλην λάχοι ἕκαστος. ἰδὼν οὖν ἅπαντα ἔρχεται καὶ ἀπαγγέλλει ταῦτα, καί φησιν ὅτι ὁ Τυδεὺς ἄρτι μὲν βρέμει καὶ ἠχεῖ, καὶ ὀργίλον καὶ μανικὸν πνέει πρὸς ταῖς πύλαις ταῖς Προιτίσιν (αἱ γὰρ οὕτω καλούμεναι πύλαι ἔλαχον αὐτῷ) ὁ δὲ Ἀμφιάραος ὁ μάντις οὐκ ἀφίησιν αὐτὸν περᾶν τὸν Ἰσμηνὸν ποταμὸν, λέγων ὅτι οὐ καλὰ θύματα γίνεται. ὁ δὲ Τυδεὺς μαινόμενος καὶ μάχης ἐπιθυμῶν βοᾷ καὶ μαίνεται, ὥσπερ ὁ δράκων τῷ τοῦ ἡλίου ὑπεκκαύματι, τότε γὰρ μάλιστα μαίνεται. θείνει δὲ καὶ τύπτει ἐν ὀνείδει, ἤτοι βάλλει ὀνειδισμοῖς, τὸν μάντιν τὸν Οἰκλείδην, τὸν υἱὸν τοῦ Οἰκλέους τὸν Ἀμφιάρεων. A. ὡς] καθά. |
| Th 376 | B. Προιτίσι] ταῖς ἀπὸ Προίτου. |
| Th 377 | B. βρέμει] μαίνεται, ὁρμᾷ. |
| Th 378 | B. ὁ μάντις] Ἀμφιάρεως. |
| Th 379 | σφάγια] τὰ θύματα. B. μαργῶν] μαινόμενος. |
| Th 380 | λελιμμένος] ἐπιθυμῶν. B. μεσημβριναῖς] φύσει γὰρ ψυχρὸς ὢν ὁ ὄφις ἐν μεσημβρίᾳ ἀκμάζοντος τοῦ ἡλίου θερμαινόμενος εὐκίνητός ἐστι καὶ συριγμοῖς προσέχει. |
| Th 381 | κλαγγαῖσιν] ἤχοις. ἔστι δὲ ποιὰ φωνὴ κυρίως ἐπὶ ὀϊστῶν καὶ ἐπὶ γεράνων λεγομένη, ὡς Ὁμηρός φησι. B. θείνει] τύπτει. |
| Th 382 | ὀνείδει] ἐν. Οἰκλείδην] τὸν υἱὸν τοῦ Οἰκλέους. B. σαίνειν] κολακεύειν. |
| Th 383 | O. εὐλαβεῖσθαι. B. καὶ μάχην] γρ. μή. P. ἀψυχίᾳ] δειλίᾳ. B. τοιαῦτ’ ἀϋτῶν] τοιαῦτα φωνῶν σείει καὶ κινεῖ τρεῖς κατασκίους λόφους. |
| Th 384 [10] | ἡ γὰρ τούτου περικεφαλαία τρεῖς λόφους ἦν ἔχουσα· χαίτωμα δὲ ταύτας εἴρηκε, διὰ τὸ δίκην χαίτης ἐπικαμπῶς πως ἵστασθαι ἄνωθεν, ἢ διὰ τὸ τρίχας ἐξ ἵππων χαίτης ἔχειν ἄνωθεν. ἀπὸ δὲ τῆς ἀσπίδος τούτου οἱ κώδωνες οἱ χαλκήλατοι καὶ οἱ ἐκ χαλκοῦ κατεσκευασμένοι κλάζουσι φόβον, ἤγουν τῷ οἰκείῳ κωδωνισμῷ ποιοῦσι φόβον. τρεῖς κατασκίους] νεωτερικὸν τοῦτο. A. ἀϋτῶν] κατὰ τοῦ μάντεως βοῶν. κατασκίους] σκιὰν ἔχοντας ἀπὸ τῆς ἐν αὐτοῖς οὔσης ἱππούρεως, ἣν καὶ χαίτωμα καλεῖ, ἐπειδὴ καὶ κράνος εἶπε· χαίτη γὰρ τῆς κεφαλῆς ἡ θρίξ. B. ὑπ’ ἀσπίδος] ἐπάνω. |
| Th 385 | O. ὑποκάτω. B. κλάζουσι] ἐκπέμπουσιν, ἠχοῦσιν. |
| Th 386 | B. ἔχει δ’ ὑπέρφρον] ἔχει δὲ ἐπὶ τῆς ἀσπίδος ὑπέρφρον καὶ ὑπερήφανον σημεῖον τοῦτο, κατεσκευασμένον οὐρανὸν λάμποντα ἐν ἄστροις. |
| Th 387 [15] | ἡ λαμπρὰ δὲ πανσέληνος, ἡ σελήνη οὖσα ἤγουν πλήθουσα, τὸ πρέσβιστον ἄστρον τῶν ἄλλων, ἢ τὸ τιμιώτατον, ὁ ὀφθαλμὸς καὶ τὸ φέγγος τῆς νυκτὸς πρέπει ἐν μέσῳ τῷ σάκει, καὶ ἐν μέσῃ τῇ ἀσπίδι. A. ὑπέρφρον] σοβαρόν. σῆμ’] σημεῖον. ἰστέον ὅτι ὁ Τυδεὺς ὑποκάτω μὲν τῆς ἀσπίδος κώδωνας εἶχε προσπεπηγμένους, ἵν’ ὄχλον παρέχῃ καὶ φοβερὸς δοκῇ τοῖς ἀκούουσιν. ἐπάνω δέ τοι, οὗ ἦν τὸ σημεῖον, ἡ μὲν ἐπιφάνεια πᾶσα μέλαινα ἦν, εἶτα κατεσκεύασεν ἐν ἐπιχρύσῳ χαλκῷ πέριξ μὲν ἀντ’ οὐρανοῦ ἐντὸς δίκην ἄστρων φωλίδας διισταμένας ἀπ’ ἀλλήλων, ἐν δὲ τῷ ὀμφαλῷ φωλίδα ἑτέραν εὐρεῖαν ἐν ὁμοιώματι σελήνης ὁλοτελοῦς· προσβαλόντος δὲ τοῦ ἡλίου τῷ τοιαύτῳ ἐπιχρύσῳ χαλκῷ αἴγλη τις ἐντεῦθεν ἀπήντα τοῖς ὁρῶσι καὶ οὐ προσβλέπειν ἠδύναντο. ὅτι δὲ ἦν πᾶσα ἡ ἐπιφάνεια μέλαινα δῆλον ἐκ τοῦ, Καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ’ ἀσπίδος. B. ἐπάνω. O. φλέγονθ’] ἐκλάμποντα. |
| Th 388 | τετυγμένον] κατεσκευασμένον. B. ἐν μέσῳ σάκει] ἐν τῷ ὁμφαλῷ. |
| Th 389 | B. πρέσβιστον ἄστρων] ἐξαίρετον. |
| Th 390 [5] | O. οὐ καινὸν ἐὰν τὴν σελήνην ἐνταῦθα ὁ Αἰσχύλος ἄστρον καλεῖ· καὶ Πίνδαρος γὰρ ἄστρον τὸν ἥλιόν φησι. P. νυκτὸς ὀφθαλμὸς] ἐφερμηνευτικόν ἐστι τοῦτο. τῆς νυκτὸς γὰρ ὀφθαλμὸς ἡ σελήνη ἐστὶν, ὥσπερ καὶ τῆς ἡμέρας ὁ ἥλιος. A. πρέσβιστον] ὑπέρτατον. πρέπει] λάμπει. B. τοιαῦτ’ ἀλύων] τοιαῦτα ἀλύων καὶ φωνῶν ταῖς ὑπερκόμποις καὶ κενοδόξοις σάγαις καὶ πανοπλίαις βοᾷ παρὰ τοῖς χείλεσι τοῦ Ἰσμηνοῦ ποταμοῦ. |
| Th 391 [10] | τὸ δὲ ἑξῆς οὕτως, ἀσθμαίνει δὲ καὶ σπεύδει ὡς ἵππος πολεμιστὴς σάλπιγγος ἀκούων, ἐπιθυμῶν πολέμου, ὅτε εἴργεται παρὰ τοῦ ἐπιβάτου. τὸ δὲ “ἵππος ὣς κατασθμαίνων μένει” ἀντιστροφή ἐστιν, ἀντὶ τοῦ ὡς ἵππος. A. ἀλύων] μετὰ λύπης βοῶν. O. ἀλύω γίνεται κατ’ ἐπίτασιν τοῦ α καὶ τοῦ λύω· οἱ γὰρ χαίροντες λελυμένην ἔχουσι τὴν ψυχὴν ἐκ τῶν καλῶν. O. ἀδημονῶν, δυσχεραίνων ὅτιπερ οὐκ ἐᾷ ὁ μάντις περᾶν. σάγαις] πανοπλίαις. B. κατασθμαίνων] καταφρυαττόμενος. |
| Th 393 | μένει] ἐκδέχεται τὸν πόλεμον ὁ Τυδεύς. B. ὁρμαίνων] σφαδάζων. |
| Th 394 [5] | μένει] ἐκδέχεται. B. γρ. ὁρμαίνει μένων. P. τιν’ ἀντιτάξεις] ἀντὶ τοῦ, τίνα, ὦ Ἐτεόκλεις, ἀντιπαρατάξεις καὶ ἀντιστήσεις τούτῳ ἀντίμαχον; τίς βέβαιος καὶ ἀξιόχρεως (τοῦτο γὰρ δηλοῖ τὸ φερέγγυος) προΐστασθαι τῶν Προίτου πυλῶν, λυθέντων τῶν κλείθρων, ἤτοι ἀνοιχθέντων τῶν πυλῶν; ἢ τὸ φερέγγυος οὕτως ῥητέον, τίνα ἀντιτάξεις τούτῳ ὥστε προΐστασθαι τῶν τοῦ Προίτου πυλῶν, λυθέντων τῶν κλείθρων, ἤτοι ἀνοιγεισῶν τῶν πυλῶν; τὸ δὲ ἑξῆς, τίς φερέγγυος, ἀντὶ τοῦ, τίς φέρων τὸ ἵστασθαι αὐτοῦ πλησίον; ἐγγὺς γὰρ λέγεται τὸ πλησίον. |
| Th 395 [10] | A. ἀντιτάξεις] ἀντιθήσεις. τίς Προίτου πυλῶν] ἐντεῦθεν δείκνυσιν ὅτι εἰς ταύτην Τυδεὺς τέτακται. B. προστατεῖν] φυλάσσειν, ὑπερμαχεῖν. |
| Th 396 | φερέγγυος] ἀσφαλὴς, ἀξιόχρεως. B. κόσμον] πανοπλίαν, καλλωπισμόν. |
| Th 397 | O. διακόσμησιν, καθόπλισιν. τρέσαιμ’] δειλιάσαιμι. B. οὐδ’ ἑλκοποιὰ] ταῦτα παρ’ Ἀλκαίου εἴρηται. |
| Th 398 | οὐ τιτρώσκει τὰ ἐπίσημα ὅπλα, οὐδὲ αὐτὰ καθ’ ἑαυτὰ δύναμιν ἔχει, εἰ μὴ ἄρα ὁ φέρων αὐτὰ δύναμιν ἔχει καὶ γενναῖος ᾖ. A. δάκνουσι] λυποῦσι. |
| Th 399 | B. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπὶ τῆς ἀσπίδος κυρεῖν καὶ ὑπάρχειν, τάχα ἂν αὕτη ἡ νὺξ τινὶ γενήσεται. |
| Th 400 [5] | οὕτως γὰρ εἰπεῖν ὤφειλεν· εἶπε δὲ, τάχα ἂν ἡ ἄνοια μάντις τινὶ γένοιτο, καὶ διὰ τοῦτο πλὴν ἀμυδρῶς ἐκπληρῶν τὸ ὃ ἔφημεν. ἐπιφέρει δὲ ὥσπερ ἐξηγούμενος, εἰ γὰρ τῷ ἐπιφέροντι σῆμα τοῦτο τὸ ὑπέρκομπον, ἤτοι τῷ ἔχοντι ἐπὶ τῆς ἀσπίδος τὴν νύκτα ἐζωγραφημένην, ἐπ’ ὀφθαλμοῖς πέσοι ἡ νὺξ (ἤγουν καλυφθήσεται τῇ νυκτὶ τοῦ θανάτου) γένοιτο ἂν τοῦτο τὸ σῆμα ἐπώνυμον τῇ αὐτοῦ ἀναιρέσει. A. μαρμαίρουσαν] ἐκλάμπουσαν. |
| Th 401 [5] | κυρεῖν] ὑπάρχειν. B. τάχ’ ἂν γένοιτο] ἡ σύνταξις· τάχα ἂν καὶ ἴσως γένοιτο ἄν τινι ἤγουν τῷ Τυδεῖ ἡ ἄνοια μάντις καὶ προμηνύτριά τινος κακοῦ, ἣν λέγεις νύκτα ὑπάρχειν ἐπὶ τῆς ἀσπίδος ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ ἐκλάμπουσαν, ταύτην γὰρ ἄνοιαν καλεῖ ὡς ἀπονενοημένην καὶ δίχα νοῦ ἐνσημωθεῖσαν. |
| Th 402 | B. ὑπέρκομπον] σοβαρόν. |
| Th 404 | B. ὀρθῶς] ἀσφαλῶς. |
| Th 405 | O. ὕβριν] θάνατον. |
| Th 406 | O. κεδνὸν] συνετόν. |
| Th 407 [5] | ὅρα ὡς εἰκότως αἱρεῖται τοὺς ἀντιπάλους Ἐτεοκλῆς, καὶ μᾶλλον ἐναντίους οἷς ὁ ἄγγελος περὶ τῶν Ἀργείων διέξεισιν. ὁ μὲν γὰρ ὑπέρφρονας αὐτοὺς καὶ τὰ μεγάλα φυσῶντας ὑπ’ ἀνοίας φησὶν, Ἐτεοκλῆς δὲ σώφρονας αὐτοῖς καὶ συνετοὺς ἀντιτάττει. B. τόνδ’ ἀντιτάξω] καλῶς ἀντέταξε τὸν μὴ τοῖς ἤθεσιν αὐτοῦ συμφωνοῦντα, ἀλλ’ ἐναντίον. |
| Th 408 [5] | Αἰσχύνης δὲ θρόνον τὴν αἰδῶ αὐτὴν ὀνομάζει· ὑπέρφρονας δὲ λόγους τοὺς ὑπερηφάνους φησὶν, οἱονεὶ, οὔτε ὑπερήφανα λέγει ὡς ὁ Τυδεὺς, καὶ μισεῖ τοὺς ὑπερηφάνους λόγους A. προστατεῖν] προστάτην. B. μάλ’ εὐγενῆ] οὐκ ἐθέλοντα ὑπὲρ ἄνθρωπον φρονεῖν. |
| Th 409 | τὸν αἰσχύνης θρόνον τιμῶντα] ἵνα μὴ περιπέσῃ αἰσχύνῃ καταγωνισθείς. B. ἀργὸς] ἀμέτοχος. |
| Th 411 | κακὸς] δειλός. B. σπαρτῶν δ’ ἀπ’ ἀνδρῶν] λέγεται ὅτι Ἄρης ἐνέσπειρε τῇ γῇ τοὺς ὀδόντας τοῦ δράκοντος καὶ εὐθέως ἄνδρες ἔνοπλοι ἀνεδόθησαν τῆς γῆς, καὶ τοῦ σπείραντος κατεξανέστησαν πολεμοῦντες αὐτόν. |
| Th 412 [5] | οὗτος δὲ λίθον μέσον αὐτῶν πέμψας πρὸς ἔριν ἀλλήλων καὶ φόνον αὐτοὺς ἠρέθισεν, ὅθεν καὶ ὑπ’ ἀλλήλων ἀνῃρέθησαν, δέκα μόνον τινῶν ἐναπομεινάντων, οὓς ὁ Κάδμος μετὰ ταῦτα λαβὼν ἐν τάξει τούτους αὐτοῦ ἀπειργάσατο, ἐξ ὧν κατήγετο ὁ Μελάνιππος. O.P. ἀνεῖται] ἀνέφυσεν, ἀνεβλάστησεν, ἢ καταλέλειπται. |
| Th 413 | B. ἔργον δ’ ἐν κύβοις] λίαν ἐξ ἔργων αὐτῶν ἀποδείξειεν ὅτι γνήσιον γέννημα τῆς πατρίδος ἐστὶ καὶ ἀπ’ ἐκείνων τῶν σπαρτῶν ἀνδρῶν κατάγεται. |
| Th 414 [5] | Ἄλλως. ἐν τοῖς κύβοις δὲ τὸ τοῦ πολέμου ἔργον ὁ Ἄρης κρινεῖ, καὶ ὅπως αὐτοῖς τὰ τοῦ πολέμου ἐξέλθοι δῆλον ποιήσειεν. O.P. ἐν κύβοις] ἐν τοῖς ἀγῶσι τοὺς κύβους καλεῖ, διὰ τὸ τῆς νίκης ἀμφίβολον. B. ἐν δίκῃ δὲ, ἤτοι δικαίως, ὁ δαίμων κάρτα καὶ λίαν αὐτὸν προστέλλεται εἴργειν καὶ κωλύειν τὸ πολεμικὸν ὄργανον δόρυ, ἀπὸ τῆς τεκούσης μητρὸς ἢ ἀπὸ τῆς πατρῴας γῆς. |
| Th 415 [5] | P. ὁμαίμων] γράφεται καὶ ὁ δαίμων καὶ ὁμαίμων. καὶ πρὸς μὲν τὸ ὁμαίμων οὕτως ἐρεῖς, προπέμπει αὐτὸν δίκη ὁμαίμων, τουτέστιν, ἐπειδὴ ὑπὲρ τῆς ἐνεγκούσης στρατεύει, οἰκείως καὶ δικαίως στρατεύει· τὸ δὲ δαίμων προφανές ἐστιν, ὁ δαίμων γὰρ καὶ ἡ τύχη προπέμπει αὐτὸν ἐν δίκῃ, ἢ ἡ Δίκη ἡ θεά. νιν] αὐτόν. προστέλλεται] προπέμπει. B. τεκούσῃ] ἀντίπτωσις, ἀποσοβεῖν ἀπὸ τῆς τεκούσης. |
| Th 416 | O. μὴ εἴποις τὸ τεκούσῃ ἀντὶ τοῦ τῆς τεκούσης, ἀλλ’ ὥσπερ φαμὲν ἀφαιρῶ σοι τόδε, οὕτω καὶ εἴργω σοι τόδε. B. τὸν ἀμὸν νῦν ἀντίπαλον] ἀντὶ τοῦ τὸν ἐμὸν Δωρικῶς τὸν τοῖς ἐμοῖς ἐχθροῖς ἐναντιούμενον εὐτυχεῖν οἱ θεοὶ δοῖεν, ὅτι δικαίως πρόμαχος πόλεως ὄρνυται, ἤγουν προμάχεται τῆς πόλεως. |
| Th 417 | O.P. ἀμὸν] ἐμόν. B. ὡς] ὅτι. |
| Th 418 | B. τρέμω δ’ ἰδέσθαι καὶ ἰδεῖν τοὺς μόρους τοὺς αἱματηφόρους τῶν ἀπολλυμένων πολιτῶν μοι ὑπὲρ τῶν ἰδίων φίλων. |
| Th 421 | O.P. οὕτως] ὡς εὔχῃ. |
| Th 422 | B. Ἠλέκτραισιν] ταῖς ἀπὸ Ἠλέκτρας θυγατρὸς τοῦ Ἄτλαντος καλουμέναις. |
| Th 423 | εἴληχε] διὰ κλήρου τέτακται. B. ὁ κόμπος] αὐτοῦ. |
| Th 425 | B. κράνοι] τελειώσει. |
| Th 426 | B. οὐδὲ τὴν Διὸς Ἔριν] ἤτοι οὐδὲ τὴν ὀργὴν καὶ τὸν θυμὸν τοῦ Διὸς τῇ γῇ ἐπελθόντα φησὶν ἐκποδὼν σχέθειν καὶ κρατήσειν, ἤτοι ποιήσειν αὐτὸν μακρὰν τῆς πόλεως. |
| Th 428 [5] | A. οὐδὲ τὴν Διὸς Ἔριν] τὸ οὐδὲ τὴν Διὸς Ἔριν διπλῶς νόει, ἢ τὴν θεὰν Ἔριν τὴν θυγατέρα Διὸς, ἢ ἀντὶ τοῦ οὐδὲ τὸ Δία αὐτὸν ἐλθόντα ἐξ οὐρανοῦ καὶ ἐρίσαντα αὐτῷ δυνηθῆναι κωλῦσαι αὐτὸν μὴ πορθῆσαι τὴν πόλιν. B. σκήψασαν] ἐμπεσοῦσαν. |
| Th 429 [5] | O. ἐπελθοῦσαν. ἐμποδὼν σχέθειν] κωλύσειν αὐτὸν τῆς πορθήσεως. B. τὰς δ’ ἀστραπὰς] τὰς δ’ ἀστραπάς τε καὶ τὰς κεραυνίας βολὰς τοῦ Διὸς παρείκασε καὶ ὡμοίωσε μεσημβρινοῖς θάλπεσιν, ἤτοι, ἔφησε δύνασθαι φέρειν καὶ ὑπομένειν τὰς τοῦ Διὸς ἀστραπὰς καὶ τοὺς κεραυνοὺς, ὥσπερ τὰς μεσημβρινὰς τοῦ ἡλίου φορὰς, ἤτοι τὰ μεγάλα καὶ καυστικὰ καύματα. |
| Th 430 | A. ἀστραπὰς] αἷς ὁ Ζεὺς πρὸς τοὺς ἀσεβεῖς καὶ ὑπέρφρονας χρῇται. B. προσείκασεν] προσωμοίωσεν. |
| Th 431 | B. ἔχει δὲ σῆμα] ἡ δὲ ἀσπὶς αὐτοῦ σημεῖον ἔχει ἄνδρα γυμνὸν λαμπάδα βαστάζοντα ἐν ταῖς χερσὶν αὑτοῦ ἀνθ’ ὅπλου, καὶ φωνοῦντα διὰ τῶν ἐν αὐτῷ χρυσέων γραμμάτων, πρήσω τὴν πόλιν. |
| Th 432 [5] | Ἄλλως. ὁ Καπανεὺς δὲ εἶχεν ἐν τῇ ἀσπίδι αὐτοῦ ἐζωγραφημένον γυμνὸν ἄνθρωπον, κατέχοντα τῇ χειρὶ λαμπάδα ἀναπτομένην· οὐκ ἄλλο τι δηλοῦντος τοῦ σημείου ἢ ὥσπερ ὁ γυμνὸς οὐ κώλυσιν ἔχει εἰς τὸ δραμεῖν, οὕτω καὶ ἡμεῖς ἀκώλυτοι καὶ χωρὶς ἐμποδίου ταύτην ἐμπρήσομεν, ἢ γυμνὴν αὐτὴν παντελῶς ἐργασόμεθα, ἔπειτα δὲ καὶ καύσομεν. A. διὰ χερῶν] τοῦ ἐν τῇ ἀσπίδι ἀνδρός. |
| Th 433 | ὡπλισμένη] ὡς ὅπλον κρατουμένη. B. ξυστήσεται] συμπαρατάξεται. |
| Th 435 | B. τρέσας] δειλιάσας. |
| Th 436 [5] | B. καὶ τῷδε κέρδει] εἰπόντος τοῦ ἀγγέλου πρὸς τὸν Ἐτεοκλῆν, τίς τῷ τοιούτῳ ἀνδρὶ ξυστήσεται, ἤγουν τίς ἀντιμαχόμενος ἔσται αὐτῷ καὶ ἀντιπαλαμώμενος; τίς ὑπομενεῖ, μὴ πτοηθεὶς ἄνδρα ὑπέρκομπον; (λέγει δὲ τὸν Καπανέα) φησὶν ὁ Ἐτεοκλῆς πρὸς αὐτὸν ὅτι σὺν τῷδε τῷ κέρδει καὶ ἄλλο κέρδος τίκτεται, τουτέστι, καὶ σὺν τῷ ἔχειν ἄνδρα ἱκανὸν πρὸς πόλεμον αὐτῷ συστῆναι τῇ μάχῃ καὶ ἀντιπαλαμήσασθαι, καὶ πόλεμον ἐπίσης αὐτῷ προσαγαγεῖν, ἔχομέν τι καὶ ἕτερον κέρδος, δηλαδὴ τὸ νικῆσαι. |
| Th 437 [10] | A. τῷδε κέρδει] τῷ ἀντιστάτην ἔχειν ἱκανόν. κέρδος ἄλλο] τὸ εἶναι αὐτὸν μεγάλαυχον καὶ θεῶν ὑπέρφρονα. B. τῶν τοι ματαίων] ἡ γλῶσσά ἐστιν ἀληθὴς διδάσκαλος τῶν ἐν ἀνθρώποις ματαίων φρονημάτων. |
| Th 438 | θεατρίζει γὰρ οἷα ἕκαστος φρονεῖ. εἰ μὲν συνετὸς καὶ ταπεινός ἐστι, συνετὰ καὶ ταπεινὰ φθέγγεται· εἰ δὲ μωρὸς καὶ ὑπέρκομπος, μωρὰ πάλιν καὶ ἐπηρμένα βοᾷ. A. ἢ γλῶσς’] ἐπειδὴ γὰρ διὰ τῆς γλώττης τὰ κομπάσματα φέρεται, κατήγορον αὐτὴν τούτων γίνεσθαί φησι, τουτέστιν, οἱ κομπάζοντες δυστυχίᾳ περιπίπτοντες ὕστερον αὐτοὶ ὑπ’ αὐτῶν ἐξελέγχονται, ἐπὶ κακῷ σφίσιν ἀποβάντος τοῦ κόμπου. |
| Th 439 [5] | B. κατήγορος] γράφεται καὶ διδάσκαλος. O. Καπανεὺς δ’ ἀπειλεῖ] ὁ Καπανεὺς δὲ ὡπλισμένος ἀπειλεῖ κακὰ ποιεῖν εἰς ἡμᾶς τοὺς θεοὺς ἀτιμάζων, καὶ τὸ στόμα μὴ κατέχων καὶ παιδεύων, ἄνθρωπος ὢν φθαρτὸς, πέμπει εἰς οὐρανὸν τῷ Διῒ ἔπη ταραχώδη, ἤγουν ὑβρίζει τὸν θεὸν τὸν Δία, ἐν χαρᾷ ματαίᾳ καὶ ψευδεῖ· οὐ γὰρ οἶδεν ὅπως αὐτῷ τὰ κατὰ τὸν πόλεμον ἀποβήσεται. |
| Th 440 | θαρρῶ δὲ αὐτῷ ἐπελθεῖν τὸν καυστικὸν κεραυνὸν, κατ’ οὐδὲν ἴσον τοῖς μεσημβρινοῖς τοῦ ἡλίου θάλπεσιν, ἀλλὰ φλέγοντα καὶ ἀπολλύντα. A. δρᾶν] ἡμᾶς κακά. παρεσκευασμένος] ηὐτρεπισμένος. B. ἀτίζων] ἀτιμάζων. |
| Th 441 | ἀπογυμνάζων] ἀναιδῶς ἀποκαλύπτων καὶ διανοίγων. B. ματαίᾳ] ἀνωφελεῖ. |
| Th 442 | B. κυμαίνοντ’] θρασέα, βλάσφημα. |
| Th 443 | B. ξὺν δίκῃ] δικαίως. |
| Th 444 | B. ἐξεικασμένων] ὡμοιωμένον ὡς αὐτός φησι. |
| Th 445 | B. ἀνὴρ δ’ ἐπ’ αὐτῷ] ἐπ’ αὐτῷ δὲ τῷ Καπανεῖ, εἰ καὶ φλύαρος καὶ ὑπέρκομπος ἄγαν ἐστὶν, τέτακται ἀνὴρ αἴθων, ἤτοι φρόνιμος καὶ διάπυρος. |
| Th 447 [10] | τοῦτο τὸ αἴθων οἱ μὲν διὰ τοῦ ω μεγάλου γράφουσι καὶ συντάσσουσιν οὕτως, ἀνὴρ ἐπ’ αὐτῷ αἴθων καὶ πρόθυμος καὶ διάπυρος τέτακται ἐν βίᾳ, ἤτοι ἐν δυνάμει, λῆμα Πολυφόντου, περιφραστικῶς ὁ Πολυφόντης· οἱ δὲ διὰ τοῦ ο μικροῦ, καὶ συντάσσουσιν οὕτως, ἀνὴρ δ’ ἐπ’ αὐτῷ τέτακται, αἶθον λῆμα, ἤτοι φρόνημα δραστήριον καὶ διάπυρον καὶ τὰ πολεμικὰ ἐμπειρότατον, Πολυφόντου βία, ἤτοι περιφραστικῶς ὁ Πολυφόντης, ὡς τὸ Ἡρακλείη βίη Ἡρακλῆς. A. στόμαργος] πολύλογος. O. ὁ μὴ ἔχων ποτὲ στόμα ἀργὸν καὶ ἡσυχάζον. O. a m. sec. φλύαρος. B. αἴθων] διάπυρος. |
| Th 448 | B. φερέγγυον] ἀσφαλὲς, πιστότατον. |
| Th 449 | προστατηρίας Ἀρτέμιδος] ὅτι ἐν ταῖς πύλαις αἷς ὑπερμαχεῖν ἔμελλεν ἡ Ἄρτεμις ἦν, καὶ τούτων προστάτις ἐγέγραπτο, ἢ ἱερεὺς ἦν αὐτῆς. B. Ἀρτέμιδος εὐνοίαισι] τοῦτο λέγει ὡς τοῦ Πολυφόντου ἱερέως ὄντος τῆς Ἀρτέμιδος. |
| Th 450 [5] | ἀφιέρωται δὲ τῇ Ἀρτέμιδι ἡ τῶν Θηβῶν πόλις. διὰ τοῦτο οὖν οὗτος λέγει, εὐνοίαις τῆς Ἀρτέμιδος καὶ τῶν ἄλλων πολιούχων θεῶν. A. εὐνοίαισι] ἐν ταῖς ἀγάπαις. B. ὄλοιθ’ ὃς πόλει] ὁ χορὸς εὐχόμενός φησιν, εἴθε ὄλοιτο καὶ φθαρείη ὃς μεγάλως ἐγκαυχᾶται κατὰ τῆς πόλεως ἡμῶν. |
| Th 452 [5] | βέλος δὲ τοῦ κεραυνοῦ ἐπισχέθοι καὶ κρατήσοι αὐτὸν, πρὶν ἐς τὸν ἐμὸν οἶκον θορεῖν καὶ πηδᾶν καὶ ὁρμᾶν, ἐκ τῶν πωλικῶν τε καὶ παρθενικῶν ἑδωλίων καὶ καθεδρῶν (πώλοις γὰρ αἱ παρθένοι εἰκάζονται) ἐκπορθῆσαι καὶ ἐξαρπάσαι ἐμέ. A. μεγάλ’] κακὰ δηλονότι. B. ἐπισχέθοι] κωλύσει τῆς ὁρμῆς. |
| Th 453 | B. ἐσθορεῖν] εἰσπηδῆσαι. |
| Th 454 | πωλικῶν θ’ ἑδωλίων] παρθενικῶν καθεδρῶν. B. ποτ’] ἄρα. |
| Th 456 | ἐκλαπάξαι] ἡμᾶς. B. καὶ μὴν τὸν ἐντεῦθεν] εἰπόντος τοῦ Ἐτεοκλέους, λέγ’ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα, φησὶν ὁ ἄγγελος, καὶ δὴ λέξω τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις. |
| Th 457 [5] | τῷ γὰρ Ἐτεόκλῳ τρίτος ἐξῆλθε κλῆρος, προσβαλεῖν λόχον καὶ ἐνέδραν καὶ φυλακὴν ἐν ταῖς πύλαις ταῖς καλουμέναις Νηΐτισιν. ἐξῆλθε δὲ ὁ κλῆρος ἐκ τοῦ καλῶς κεχαλκευμένου κράνους (ἤτοι περικεφαλαίας) τοῦ ὑπτίου, ἤγουν τοῦ ἀνατετραμμένου. A. τὸν ἐντεῦθεν] τὸν μετ’ ἐκεῖνον ὃν ἔφη. B. τρίτῳ γὰρ] ὁ γὰρ Ἐτέοκλος Ἀργεῖος ἦν. |
| Th 458 [5] | O. ἔθος γὰρ τοῖς μέλλουσι κλήρους ποιεῖν κράνος λαμβάνειν, καὶ ἐντὸς καθιέναι σημεῖα αὐτῶν, οἷον δακτύλια καὶ ἄλλο τι τοιοῦτον δυνάμενον ἐκπηδῆσαι κούφως τοῦ κράνους, εἶτα τούτου κυκωμένου ὅτου πρῶτον τὸ σημεῖον ἐξήρχετο, ἐτέτακτο οὗτος εἰς ἔργον δι’ ὃ ταῦτ’ ἐγίνετο. B. ὑπτίου] ἀνατετραμμένου. |
| Th 459 | O. Νηΐτισι] ταῖς ἀπὸ Νηΐδος. |
| Th 460 | προσβαλεῖν] προσάξειν. B. ἵππους δ’ ἐν ἀμπυκτῆρσιν] ἀμπυκτῆρες οἱ κορυφιστῆρες, τὰ κυρίως λεγόμενα προμετωπίδια. |
| Th 461 [5] | νῦν δὲ λέγει τοῖς χαλινοῖς, ἵν’ ᾖ τοὺς ἵππους θυμοῦ πλήρεις ὄντας τοῖς χαλινοῖς ἀνακόπτει καὶ παράγει, ἤδη βουλομένους ἐλθεῖν παρὰ ταῖς πύλαις. O.P. ἐν ἀμπυκτῆρσιν] χαλινοῖς. κυρίως οἱ περὶ τὴν κεφαλὴν ἱμάντες τοῦ χαλινοῦ ἄμπυξ καλοῦνται. ἐμβριμωμένας] θυμὸν πνεούσας καὶ φρυαττούσας. B. δινεῖ] συστρέφει, ἀνακόπτει. |
| Th 462 | O. φιμοὶ] ἠχοῦσι, ἀποτελοῦσι κακὰ κατὰ τὴν συνήθειαν τὴν βαρβαρικήν. |
| Th 463 [5] | O. οἱ πρὸς τοῖς ῥώθωσι τοῦ ἵππου σιδηρέαι τῶν χαλινῶν περιφέρειαι ὥσπερ κώδωνας εἶχον κενοὺς, εἰς οὓς ἐκ τῶν μυκτήρων εἰσιὸν πνεῦμα ἦχον ἀπετέλει. ἐποίουν δὲ τοῦτο οἱ βάρβαροι, ἐμιμοῦντο δέ τινες τῶν Ἑλλήνων, ὥσπερ καὶ ὁ Ἐτεοκλῆς οὗτος. B. μυκτηροκόμποις πνεύμασι] ἡ δοτικὴ ἀντὶ γενικῆς. |
| Th 464 | O. τοῖς ἐκ τῶν μυκτήρων σφοδρῶς ἐκπνεομένοις. B. ἐσχημάτισται] ἡ ἀσπὶς δὲ τοῦ Ἐτεόκλου ἐζωγράφηται οὐ μικρὸν τρόπον, ἤγουν οὐ λιτῶς οὐδὲ εὐτελῶς· ἔχει δὲ ἐσχηματισμένον ἄνδρα ὁπλίτην πρὸς ἀναβάσεις κλίμακος βαδίζοντα καὶ ἀνερχόμενον πρὸς τὸν πύργον τῶν ἐχθρῶν. |
| Th 465 [10] | βοᾷ δὲ οὗτος ὁ ἐν τῇ ἀσπίδι ὁπλίτης ἐν συλλαβαῖς γραμμάτων ὡς οὐδ’ ἂν ὁ Ἄρης σφε καὶ αὐτὸν ἐκβάλοι τῶν πύργων. καὶ τῷδε ἤγουν τῷ Ἐτεόκλῳ πέμπε τὸν ἱκανὸν ἀπείργειν ἀπὸ τῆς πόλεως τῆς ἡμετέρας τὸν δούλειον ζυγὸν, τουτέστι τὸν δυνάμενον μὴ ἐᾶσαι ἡμᾶς γενέσθαι δούλους τοῖς ἐχθροῖς. O.P. ἐσχημάτισται] τετύπωται. οὐ μικρὸν] ταπεινὸν καὶ φαῦλον. B. οὐ πενιχρῶς, εὐτελῶς. O. ἢ καὶ οὕτως ἡ σύνταξις· ἀνὴρ γὰρ ὁπλίτης καὶ ὁπλοφόρος ἐρχόμενος, δηλονότι πρὸς τῶν ἐχθρῶν καὶ παρὰ τῶν ἐχθρῶν, (τοῦτο δὲ ἐλλειπτικῶς ἐστιν) τί ποιεῖ; στείχει καὶ ἀνέρχεται πρὸς τὰς ἀναβάσεις—θέλων ἐκπέρσαι. |
| Th 466 | P. χοὖτος] ὥσπερ ὁ τοῦ Καπανέως. |
| Th 468 | B. φερέγγυον] ἱκανώτατον. |
| Th 470 | B. τόνδε] ὃν μέλλω εἰπεῖν. |
| Th 472 | τῷ] τίνι πεμφθήσεται. B. οὐ κόμπον ἐν χεροῖν ἔχων] οὐκ ἀσπίδα κομπασμάτων πλήρη φέρων. |
| Th 473 | B. ὃς οὔτι καὶ οὐδαμῶς φοβηθεὶς βρόμον καὶ ἦχον φρυαγμάτων ἱππικῶν μάργων, οἱονεὶ μαινομένων καὶ ἐνθουσιώντων, ἐκ τῶν πυλῶν χωρισθείη. |
| Th 475 | O.P. μάργων] μανικῶν. B. ἀλλ’ ἢ θανὼν πληρώσει καὶ ἀποδώσει τὰ τροφεῖα τῇ χθονὶ, ἤγουν ἀποδώσει τὰς τῆς ἀνατροφῆς χάριτας τῇ πατρίδι ἀποθανὼν ὑπὲρ αὐτῆς. |
| Th 477 [5] | ἢ καὶ τοὺς δύο ἄνδρας, τὸν Ἐτέοκλον δηλαδὴ καὶ τὸν ἐζωγραφημένον τῇ ἀσπίδι αὐτοῦ, ἑλὼν καὶ τὸ πόλισμα (τουτέστι τὸν πύργον) τὸ ἐν τῇ ἀσπίδι, εἰς ὃ ὁ ὁπλίτης ἀνήρχετο, κοσμήσει τοῦ πατρὸς δῶμα ἐν τοῖς λαφύροις. κωμῳδεῖ δὲ τοῦτο ὁ ποιητὴς ἐμπαίζων. O.P. τροφεῖα] τὰ ὀφειλόμενα τοῖς τροφεῦσι γέρα. πληρώσει] τελέσει. B. ἀνταποδώσει. O. δύ’ ἄνδρε] τὸν ἐν ἀσπίδι καὶ τὸν φέροντα ταύτην. |
| Th 478 | B. ἑλὼν] γρ. |
| Th 479 | ἐλθών. P. κρατήσει. B. πατρός] γρ. πάλιν. P. ἄλλῳ] γρ. |
| Th 480 | ἄλλον. P. ἐπεύχομαι] ἐπεύχομαι δὴ κατὰ πάντα μὲν εὐτυχεῖν σε, ὦ πρόμαχε τῶν ἐμῶν δόμων, ὦ προπολεμῶν τῆς οἰκίας ἡμῶν, τοῖσι δὲ, ἤγουν τοῖς πολεμίοις, ἐπεύχομαι δυστυχεῖν. |
| Th 481 [10] | ὥσπερ δὲ ὑπέραυχα καὶ ὑπέρογκα καὶ κενόδοξα λέγουσιν ἐπὶ τῇ ἡμετέρᾳ πόλει, τώς νιν, οὕτως αὐτοὺς ἐπίδοι ὁ Ζεὺς ὁ πάντα διανέμων καὶ διοικῶν, κοταίνων καὶ ὀργιζόμενος κατ’ αὐτῶν. A. ἢ στικτέον εἰς τὸ εὐτυχεῖν, ἵν’ ᾖ ἡ σύνταξις οὕτως· ἐπεύχομαι δὴ τάδε μὲν, ἤγουν τὰ παρ’ ἡμῶν γινόμενα, εὐτυχεῖν καὶ εὐτυχῶς ἔχειν, τοῖσι δὲ καὶ τούτοις δυστυχεῖν. ἢ οὕτως· ἐπεύχομαι τῷδε μὲν καὶ τούτῳ τῷ Ἐτεοκλεῖ ὥστε εὐτυχεῖν, τοῖσι δὲ καὶ τούτοις, ἤγουν τοῖς πολεμίοις, ἐπεύχομαι ὥστε δυστυχεῖν. τὸ δὲ ἰὼ πρόμαχ’ ἐμῶν δόμων διὰ μέσου. Q. τῷδε] τῷ ἡμετέρῳ. B. πρόμαχ’] Ἐτέοκλες. |
| Th 482 | τοῖσι] τοῖς πολεμίοις. B. ὑπέραυχα] ἀλαζονικά. |
| Th 483 | O. ὑπέρκομπα. βάζουσι] βοῶσιν, ἀπειλοῦσιν. εἰπὼν πρόσθεν πληθυντικῶς βάζουσιν εἶτα ἐπήνεγκε ἑνικὸν τὸ νίν. εἰσὶ δὲ οἵ φασιν καὶ τὸ νίν ἀντὶ τοῦ αὐτούς. B. νιν] αὐτόν. |
| Th 484 | B. νεμέτωρ] ὁ πάντα διοικῶν, ἢ ὁ μεμφόμενος τοῖς ὑπέρφροσιν, ἢ ὁ πάντων πάροχος. |
| Th 485 | B. τέταρτος ἄλλος, γείτονας πύλας ἔχων] ἤτοι γείτονας τῶν ὧν εἶπεν ἄνωθεν. |
| Th 486 [15] | γείτονας οὖν πύλας τὰς τῆς Ἀθηνᾶς φησι τῆς Ὀγκαίας, ἀφ’ ἧς καὶ αἱ πύλαι αὗται Ὀγκαῖαι ἐλέγοντο. ἄνωθεν γὰρ τῶν πυλῶν ἐκεῖσε ἡ Ἀθηνᾶ ἐγέγραπτο. σημείωσαι δὲ ὅτι ἐξ ἱστορίας τοιαύτης Ὄγκα ἡ Ἀθηνᾶ παρὰ Θηβαίοις ἐλέγετο. Ἀγήνωρ ὁ Τύριος ἔσχε παῖδας τρεῖς, Εὐρώπην, Κάδμον καὶ Κίλικα. τῆς δὲ Εὐρώπης ὑπὸ τοῦ Διὸς ἁρπαγείσης ἀπέστειλεν ὁ Ἀγήνωρ τοὺς ἑτέρους παῖδας αὑτοῦ εἰς ζήτησιν αὐτῆς, καὶ εἰ μὴ εὕροιεν, προσέταξε μὴ ἐπανήκειν. ὁ οὖν Κάδμος ἐλθὼν εἰς Ἑλλάδα καὶ μὴ εὑρὼν τὴν Εὐρώπην εἰς Δελφοὺς ἦλθεν ἐρωτήσων τὸν Ἀπόλλωνα ποῦ κατασταίη. ὁ δὲ θεὸς εἶπεν αὐτῷ μετὰ τὸ ἐξελθεῖν τοῦ ἱεροῦ τῷ εὑρεθέντι ἀκολουθεῖν. εὑρέθη βοῦς· ἠκολούθει οὖν αὐτῇ. ἦλθεν εἰς Θήβας, ὤλισθεν ἡ βοῦς, καὶ ὁ Κάδμος ἐκεῖ ᾤκησε, καὶ ἔθυσε τὴν βοῦν Ἀθηνᾷ, καὶ τῇ Αἰγυπτίων φωνῇ ταύτην ἐτίμησεν Ὄγκαν ὀνομάσας· οὕτω γὰρ ἐν τῇ Αἰγύπτῳ καὶ τῇ Τύρῳ καὶ τῇ Φοινίκῃ καλεῖται ἡ Ἀθηνᾶ· ὅθεν οὕτως καὶ αἱ πύλαι ὠνομάσθησαν. ἀπὸ δὲ τοῦ Κίλικος τοῦ Κάδμου ἀδελφοῦ Κιλικία ἡ χώρα. A. γείτονας] ταῖς Νηΐτισι. B. σχῆμα καὶ μέγας τύπος] τὸ σχῆμα καὶ ὁ τύπος ἐκ παραλλήλου. |
| Th 488 | μέγας] φοβερός. B. ἅλω δὲ πολλὴν] ἅλως ἐστὶ κυρίως, ὅταν νέφη περὶ τὸν ἥλιον ἐκταθέντα λευκὰ φαίνηται καὶ ὡς ἐν κύκλῳ τοῦ ἡλίου γένηται. |
| Th 489 [5] | νῦν δὲ λέγει τὸν ῥοῖζον καὶ τὴν συνεχῆ κίνησιν τῆς ἀσπίδος. φησὶν οὖν, δινήσαντος, ἤγουν κινήσαντος, ταύτην τοῦ Ἱππομέδοντος ἔφριξα, καὶ οὐ ψευδῆ λέγω. A. ἔφριξα] ὠρθίασα ταῖς θριξί. |
| Th 490 [5] | O. οὐκ ἄλλως] παρ’ ἃ εἶδον. B. ὁ σηματουργὸς δ’ οὔ τις] ὁ δὲ ποιήσας τὴν ἀσπίδα καὶ σημεῖα ἐγγράψας αὐτῇ οὐκ ἦν, ὡς ἔοικεν, εὐτελὴς, ὅστις ὤπασεν ἐπὶ τῆς ἀσπίδος, ἤτοι ἔδωκεν καὶ παρέσχε καὶ ἱστόρησεν ἐπὶ τῆς ἀσπίδος τοῦτο τὸ ἔργον, τουτέστι Τυφῶνα ἀφιέντα ἀπὸ τοῦ στόματος καπνὸν μέλανα, τὸν τοῦ πυρὸς ἀδελφόν. |
| Th 491 | τὸ γὰρ πῦρ καὶ ὁ καπνὸς ἀδελφοί εἰσιν ἐκ τῆς εὐεξάπτου ὕλης τικτόμενοι. αἰόλην δὲ τὴν εὐκίνητον καὶ ταχεῖαν λέγει καὶ ἑλισσομένην συχνῶς. A. σηματουργὸς] ζωγράφος. O. σημείων ἐργάτης. εὐτελὴς] φαῦλος. B. ὤπασε] ἱστόρησε. |
| Th 492 | O. ἐτύπωσε. B. ἱέντα] πέμποντα. |
| Th 493 | B. λιγνὺν] ἀναθυμίασιν. |
| Th 494 [5] | O. καπνόν. καπνὸς ἀπὸ ξύλων, ἀτμὸς ἀπὸ ὕδατος, αἰθάλη ἀπὸ λίθου, βδέλος ἀπὸ λύχνου, λιγνὺς ἀπὸ κηρίων καὶ ἐλαίων, κνίσσα δὲ ἀπὸ κρεῶν. B. αἰόλην] ταχεῖαν. O. ποικίλην. πυρὸς κάσιν] ὁ γὰρ καπνὸς ἕπεται τῷ πυρὶ φυσικῶς. B. ὄφεων δὲ πλεκτάναισι] τὸ κύτος δὲ, φησὶ, τὸ στρογγύλον τοῦ κύκλου δηλαδὴ τῆς ἀσπίδος τῆς κοιλογάστορος (ὅλη γάρ τις περιφερὴς καὶ κοίλη προσυπεμφαίνεται) προσηδάφισται καὶ προσπέπλεκται πλεκτάναις τῶν ὄφεων νειόθεν καὶ ἀπ’ ἀρχῆς αὐτῆς τῆς ἀσπίδος, ἤτοι ἡ ἀσπὶς κύκλοθεν ἔχει ἐζωγραφημένους ὄφεις περιπεπλεγμένους. |
| Th 495 | περίδρομον κύτος] τὸ χώρημα τῆς ἀσπίδος. A. περίδρομον] ἐν κύκλῳ. κύτος] τὸ πλάτος. B. στρογγύλον τὸ διαχώρημα. O. προσηδάφισται] ὑπέστρωται. |
| Th 496 | B. ἔνθεος δ’ Ἄρην βακχᾷ] βακχᾷ δὲ καὶ ἐνθουσιᾷ καὶ ὁρμᾷ πρὸς τὸν πόλεμον ἔνθεος καὶ ὁρμητικὸς καὶ πηδητικὸς πρὸς τὴν ἀλκὴν ὡς θυὰς ἤτοι βάκχη τις, φόβον βλέπων, ἤτοι ἐκπληκτικῶς καὶ φοβερῶς. |
| Th 497 [5] | γράφεται δὲ καὶ βάκχα, καὶ συντάσσεται οὕτως, ἔνθεος δὲ καὶ ὁρμητικός ἐστιν ὁ Τυφὼς πρὸς τὸν Ἄρην, ὥσπερ τις βάκχα θυὰς καὶ μαινομένη. A. ἔνθεος] κάτοχος καὶ ἐξεστηκώς. B. βακχᾷ] μαίνεται. |
| Th 498 | ἀλκὴν] πόλεμον. θυὰς] μαινὰς Διονυσιακή. φόβον βλέπων] ἤγουν ἐκ μόνης τῆς θέας φόβον ἐμβάλλων. B. πεῖραν] δοκιμήν. |
| Th 499 | O. ἔντευξιν. εὖ φυλακτέον] ἄξιός ἐστι φυλάξασθαι καὶ σκοπῆσαι ἵνα ἀρκοῦντά τινα ἀντιτάξεις αὐτῷ. B. πρὸς πύλαις] αἷς ἐτάχθη. |
| Th 500 [5] | κομπάζεται] ὑψοῦται καὶ φέρεται δι’ ἐκείνου. B. πρῶτα μὲν Ὄγκα] πρῶτα μὲν ἡ Ἀθηνᾶ, ἥτις ἀγχίπτολις πύλαισι τούτων, ἤτοι πλησίον τῶν τῆς πόλεως πυλῶν ἐστι γειτνιάζουσα (ἄνωθεν γὰρ τῶν πυλῶν ἐγέγραπτο ἡ Ἀθηνᾶ μισοῦσα τὴν ὑπερηφανίαν τοῦ Ἱππομέδοντος καὶ τὴν εἰς τοὺς θεοὺς ὕβριν) εἴρξει αὐτὸν ἀπὸ τῆς πόλεως, ὥσπερ ἀετὸς τῶν νεοττῶν αὐτοῦ δράκοντα δύσχιμον. |
| Th 501 [15] | σὺν τῇ Ἀθηνᾷ δὲ καὶ ὁ Ὑπέρβιος ὁ υἱὸς τοῦ Οἴνοπος· εἶτα μεταξὺ ἐπαινεῖ ἐκεῖνον λέγων, ἀνὴρ οὔτε κατὰ τὸ εἶδος οὔτε κατὰ τὴν προθυμίαν οὔτε κατὰ τὴν κίνησιν τῶν ὅπλων μωμητὸς προεκρίθη ἀντιμαχέσασθαι τῷ Ἱππομέδοντι, θέλων ἐξιστρορῆσαι μοῖραν, ἤτοι θέλων μαθεῖν τὰ πεπρωμένα καὶ πῶς αὐτῷ ταῦτα ἔχουσι, καὶ εἴτε ἱκανός ἐστι τούτῳ ἀντιτάξασθαι εἴτε καὶ μὴ, καὶ πῶς τὰ τῆς μοίρας ἐκβαίη αὐτῷ. ταῦτα δὲ μάθοι ἐν τῇ χρείᾳ τοῦ κατὰ τύχην συμβεβηκότος αὐτῷ. O.P. ἀγχίπτολις] γρ. ἐγχίπτολις, ἡ διὰ τοῦ ἔγχους πορθοῦσα τὰς πόλεις. P. ὕβριν] καὶ μεγαλαυχίαν. |
| Th 502 | B. εἴρξει] κωλύσει αὐτὸν ἀπὸ τῶν πολιτῶν ὡς ἀπὸ τῶν νεοσσῶν ὁ ἀετὸς τὸν χαλεπὸν δράκοντα τὸν δύσχιμον, ἀπὸ τοῦ δυς καὶ τοῦ εἷμα, δύσιμον, καὶ πλεονασμῷ τοῦ χ δύσχιμον, ὡς καὶ τὸ “πέπλοι “μελάγχιμοι. |
| Th 503 [10] | ” P. νεοσσῶν] ὑμῶν τῶν αὐτῆς θρεμμάτων. δύσχιμον] δυσχείμερον ἀνέχοντα τὸν χειμῶνα. ὁ ὄφις φύσει ψυχρὸς ὤν. ἐπεὶ δὲ νεοσσῶν εἶπε, διὰ τοῦτο ἐπήγαγε καὶ τὸν δράκοντα οἰκείως, ἅτε πολέμιον τοῖς νεοσσοῖς. ὤφειλε δὲ τὸ δύσχιμον διὰ διφθόγγου γράφεσθαι ἀπὸ τοῦ χειμῶνος, νῦν δὲ ἠναγκάσθη διὰ τὸ μέτρον καὶ συνέστειλεν αὐτό· ἕκτος γάρ ἐστι πούς. B. κατ’ ἄνδρα] τὸν Ἱππομέδοντα. |
| Th 505 | ᾑρέθη] προὐκρίθη. B. ἐξιστορῆσαι] γνῶναι, ἐρωτῆσαι. |
| Th 506 | O. μαθεῖν. μοῖραν] τὴν αὐτοῦ. ἐν χρείᾳ τύχης] χρεία γὰρ καιρός ἐστι μαθεῖν τὴν αὐτοῦ τύχην. ὁ γὰρ πόλεμος τοὺς εὐτυχεῖς καὶ τοὺς δυστυχεῖς κρίνει. B. θυμὸν] τὴν ψυχικὴν προθυμίαν. |
| Th 507 | σχέσιν] διάθεσιν. B. Ἑρμῆς δ’ εὐλόγως συνήγαγεν] ἰστέον ὅτι πάντα τὰ ὁδαῖα καὶ τὰ ἑρμαῖα καὶ κατὰ τύχην συμβεβηκότα τοῖς βροτοῖς τῷ Ἑρμῇ ταῦτα ἀνατιθέασιν Ἕλληνες. |
| Th 508 [10] | ἐπεὶ οὖν καὶ τούτοις συνέβη τυχηρῶς πως ἀλλήλοις ἀντιτάξασθαι, τοῦτο εἴρηκεν. A. Ἑρμῆς] λέγεται ὁ λόγος καὶ θεός. O. τὰ γὰρ ἀπὸ τῆς τύχης συμβαίνοντα Ἑρμῇ ἀνατιθέασιν οἱ Ἕλληνες, ὅθεν καὶ τὰ ἐν ὁδῷ εὑρηθέντα ἕρμαια ἐκάλουν, ὅτι συμμερίτην αὐτῶν ἐποίουν Ἑρμῆν. ἐπεὶ οὖν καὶ τῷ Ὑπερβίῳ ἐκ τύχης πάντα ταῦτα συνῆλθεν, εἶδος ψυχῆς, προθυμία πρὸς μάχην, διάθεσις ὅπλων, ἦν δὲ καὶ ὁ Ἱππομέδων τοιοῦτος. εἰκότως Ἑρμῆν αὐτοὺς ξυναγαγεῖν εἴρηκεν. ἢ, ὃ καὶ κρεῖττον, ἐπειδὴ ὁ μὲν Ὑπέρβιος τὸν Δία ἐπὶ τῆς ἀσπίδος φέρει, ὁ δὲ Ἱππομέδων τὸν Τυφῶ, Ζεὺς δὲ καὶ Τυφὼς ἐχθροὶ, διὰ τοῦτο τὸν Ἑρμῆν εὐλόγως ξυναγαγεῖν εἶπεν· ὅθεν καὶ τὴν κατασκευὴν ἐπάγει. ξυνήγαγεν] αὐτούς. B. ἀνὴρ] ὁ ἡμέτερος. |
| Th 509 | ἀνδρὶ τῷ] τῷ πολεμίῳ. ξυστήσεται] συμπαρατάξεται. B. συνοίσετον δὲ πολεμίοις] συνεισφέρουσι δὲ, φησὶν, οἱ δύο, Ἱππομέδων καὶ ὁ τοῦ Οἴνοπος υἱὸς, ἐπὶ τῶν ἀσπίδων πολεμίους θεοὺς ἐζωγραφημένους. |
| Th 510 [5] | ὁ μὲν γὰρ Ἱππομέδων ἔχει τὸν Τυφῶνα, τῷ Ὑπερβίῳ δὲ ἐγκεκόλαπται σταδαῖος καὶ στάσιμος, ὡς κατὰ σύστασιν μαχόμενος, ὁ Ζεὺς ἀπὸ τῆς χειρὸς φλέγων καὶ ἀνάπτων τὸν κεραυνὸν, καὶ οὐδαμῶς τις οἶδε τὸν Δία νικηθέντα πώποτε παρά τινος. O.P. ξυνοίσετον] συνάψουσι. B. ὁ μὲν] Ἱππομέδων. |
| Th 511 | B. σταδαῖος ἧσται] ἡδρασμένος ἑδράζεται. |
| Th 513 | βέλος] τὸν κεραυνόν. B. φλέγων] γρ. φέρων. εἰ μὲν γρ. φλέγων, ἡ διά ἀντὶ τῆς ἀπό ληφθείη. εἰ δὲ φέρων, ἡ διά ἀντὶ τῆς ἐπί. P.N. τοιάδε μέντοι] τοιαύτη μέν ἐστιν ἡ ἡμετέρα τῶν Ἀργείων οἰκείωσις καὶ σχέσις καὶ φιλία πρὸς τοὺς θεούς. |
| Th 515 [5] | εἶτα παρακατιὼν οἷον ἐν λύσει τοῦ ἀθρόου φησὶν ὅτι ἡμεῖς παρὰ τῶν κρατούντων ἐσμὲν ἀεὶ ἀρχόμενοι, δηλαδὴ τοῦ Διὸς καὶ τῶν ἑτέρων θεῶν, οἱ δὲ Ἀργεῖοι εἰσὶ τῶν νικωμένων, τουτέστι τοῦ Τυφῶνος καὶ τῶν ὁμοίων. τὸν γὰρ Τυφῶνα ὁ Ζεὺς κεραυνώσας κατεταρτάρωσεν ἀντιστάντα αὐτῷ. O.P. τοιάδε] εἰρωνικόν. προσφίλεια] σχέσις, οἰκείωσις. B. πρὸς τῶν κρατούντων δ’ ἐσμὲν] ἡμέτερος γάρ ἐστιν ὁ Ζεύς. |
| Th 516 | οἱ δ’ ἡσσωμένων] ἐκείνοις δὲ ὁ Τυφώς. B. ὧδ’] οὕτως. |
| Th 517 [5] | B. εἰ ὁ Ζεὺς, φησὶν, ἰσχυρότερός ἐστιν ἐν τῇ μάχῃ τοῦ Τυφῶνος, (ἐστὶ δὲ εἰκὸς τοὺς μὴ φιλοῦντας τοῦτον πράξειν κακῶς κατὰ τὰ γεγραμμένα ἐπὶ ταῖς ἀσπίσιν αὐτῶν ὀγκηρὰ σήματα), πάντως καὶ τῷ Ὑπερβίῳ πρὸς τὸν λόγον τοῦ ἐν τῇ ἀσπίδι αὐτοῦ σήματος γένηται· ἐπὶ δὲ τῆς ἀσπίδος αὐτὸς τυχὼν ἐζωγραφημένος ἀναντιρρήτως σωτὴρ γένοιτο. |
| Th 518 | O.P.Q. καρτερώτερος] ἰσχυρότερος. B. τυχών] συμβὰς, εὑρεθείς. |
| Th 520 | B. ὁ χορός φησιν ὅτι θαρρῶ ἔμπροσθεν τῶν πυλῶν ῥῖψαι τὴν κεφαλὴν αὐτοῦ τοῦ ἐπὶ τῆς ἀσπίδος ἔχοντος εἰκονισμένον τὸν Τυφῶνα τὸν τοῦ Διὸς ἐχθρόν. |
| Th 521 [5] | καὶ εἰ ὁ μὲν νοῦς τοιοῦτος, καὶ ἡ σύνταξις οὕτως· πέποιθα τὸν ἐν τῷ σάκει βαστάζοντα τὸ σῶμα τὸ ἀντίτυπον καὶ ἐναντίον τοῦ Διὸς, περιφραστικῶς αὐτὸν τὸν Τυφῶνα τὸν μισητὸν τοῖς ἀνθρώποις καὶ τοῖς ἀθανάτοις θεοῖς, ἰάψειν καὶ πέμψειν ἔμπροσθεν τῶν πυλῶν τὴν ἑαυτοῦ κεφαλήν. O.P. τὸν] Ἱππομέδοντα. ἀντίτυπον] τὸν ἀντίπαλον. B. τοῦ χθονίου] τοῦ ὑπὸ γῆν Τυφῶνος. |
| Th 522 | B. δαίμοσιν ἐχθρῶν εἴκασμα] ἤτοι εἰς ἴνδαλμα καὶ τύπον τῶν ἐχθρῶν τοῖς θεοῖς, τουτέστιν εἰς σημεῖον καὶ παράδειγμα τῶν ὧν πάσχουσιν οἱ τῶν θεῶν ἐχθροί. |
| Th 523 | O.P. δαίμοσιν] τοῖς ἥρωσιν. εἴκασμα] εἰκονισμένον. B. δαροβίοις] τοῖς ἀϊδίοις. |
| Th 524 | B. ἰάψειν] ῥίψειν· φονευθεὶς γὰρ πεσεῖται. |
| Th 525 | B. Βορραίαις πύλαις] ταῖς ἀφορώσαις πρὸς τὸ βόρειον μέρος. |
| Th 527 | O. ταῖς ἀπὸ Βορραίου καλουμέναις. B. τύμβον κατ’ αὐτὸν] πλησίον γὰρ ἦν. |
| Th 528 | B. σέβειν] τιμᾶν. |
| Th 530 | πεποιθὼς] ἐν αὐτῇ. ὑπέρτερον] κρείττονα. B. βίᾳ] ἀνάγκῃ, ἀκουσιότητι. |
| Th 531 | B. τόδ’ αὐδᾷ] τοῦτο φωνεῖ καὶ λέγει τὸ βλάστημα τὸ ἐκ τῆς ὀρεσκόου καὶ ὀριτρόφου μητρὸς, τὸ καλλίπρῳρον καὶ τὸ εὐειδὲς, τὸ τὴν πρῷραν ἐπανθοῦσαν ἔχον τοῖς κάλλεσι. |
| Th 532 [15] | τοῦτο δὲ τροπικὸν ἀπὸ τῆς νεώς· ὥσπερ γὰρ ἡ πρῷρα ταύτης θεωρία τις καὶ ἄποψις τυγχάνει τῶν πόρρωθεν, καὶ οἷον δι’ αὐτῆς τὸ μακρόθεν διαγινώσκεται, οὕτω καὶ τὸ τοῦ ἀνθρώπου εἶδος πρῷρά τις φαίνεται. καὶ προορᾶται γὰρ ἐμφανῶς ἅπασι καὶ καταφαίνεται μάλιστα τῶν ἄλλων μερῶν τοῦ σώματος. A. ὀρεσκόου] τῆς περὶ τὰ ὄρη ἀναστρεφομένης, ὡς τοξικῆς τε καὶ κυνηγετικῆς ἐφόρου· ἤτοι τῆς Ἀταλάντης τῆς ἐν τῷ ὄρει κοιμωμένης καὶ διατριβούσης ἐκεῖσε· κυνηγὸς γὰρ ἦν. τὸ δὲ σκο μικρὸν διὰ τὸ μέτρον. O.P. ματρός] αὕτη ἡ Ἀταλάντη θυγάτηρ ἦν τινὸς ὑπηρετρίας τῆς Ἀρτέμιδος, συγκυνηγὸς δὲ ἐχρημάτιζε τῇ Ἀρτέμιδι, ἐν ὄρεσιν ἐρχομένη ἀεί. ἐρασθεῖσα δὲ ὑπό τινος βοσκοῦ καὶ φθαρεῖσα τὴν παρθενίαν ἐμυσάχθη ὑπὸ τῆς θεοῦ. ἔτεκε δὲ παῖδα καὶ ὠνόμασε τοῦτον Παρθενοπαῖον. O.P. ματρὸς ἐξ ὀρεσκόου] Ἀταλάντης τῆς ἐν τῷ ὄρει διαιτωμένης ἅτε ἱερείας οὔσης Ἀρτέμιδι. B. Ἀ. τ. ἐν τ. ὄ. κοιμωμένης. O. ἀνδρόπαις ἀνὴρ] ἢ ὁ παῖς ὁ νεωστὶ εἰς ἄνδρας ἐλθὼν, ἢ ὁ ἐν τῇ παιδικῇ ἡλικίᾳ ἀνδρεῖος ὤν. |
| Th 533 [5] | λέγει δὲ τὸν Παρθενοπαῖον τὸν υἱὸν τῆς Ἀταλάντης, ἥτις καὶ Παρθενόπη ἐλέγετο, ἀφ’ ἧς καὶ οὗτος Παρθενοπαῖος ἐκλήθη· ὃς ἐξ Ἀρκαδίας εἰς τὸ Ἄργος μετῴκησε. A. βλάστημα] γέννημα. καλλίπρῳρον] καλλιπρόσωπον, ἐκ μεταφορᾶς τῆς ἐν νηῒ πρῴρας. ἀνδρόπαις] πρὸς ἄνδρας παραγγείλας ἄρτι ἤτοι πλησίον. B. στείχει δ’ ἴουλος ἄρτι] ἤτοι νῦν ἀπήρξατο γενειάζειν· στείχει δὲ καὶ βαδίζει διὰ τῶν παρειῶν αὐτοῦ ἴουλος, φησὶ, θρὶξ ἀνατέλλουσα καὶ ἀναφύουσα, ἀναβλαστάνουσα, ἀναφερομένη καὶ ἐξερχομένη τῆς ὥρας φυούσης, ἤγουν τῆς αὐτοῦ ἡλικίας, φυούσης καὶ ἀναθαλλούσης καὶ ἐπανθούσης. |
| Th 534 | ἢ τοῦ νενομισμένου καιροῦ τοῖς νέοις ἀναφύοντος τὸν ἴουλον. A. ἴουλος] γένειον. B. ὥρας φυούσης] πρέποντος καιροῦ. |
| Th 535 [10] | ταρφὺς] δασυτάτη ἢ τρυφερά. B. πυκνὴ, συνεχῶς. O. ἀντέλλουσα] ἀναβλαστάνουσα. B. ὁ δ’ ὠμὸν, οὔτι] εἴπομεν ἄνωθεν ὅτι περὶ τοῦ Παρθενοπαίου τοῦ υἱοῦ τῆς Ἀταλάντης ἐνταῦθα διαλαμβάνει. φησὶν οὖν, ὁ δὲ, ἤτοι ὁ Παρθενοπαῖος, προσίσταται ταῖς πύλαις, οὐδαμῶς φρόνημα ἔχων παρθένων, χαῦνον δηλαδὴ καὶ μαλακὸν, ἐπώνυμον αὐτῷ, οἷα καὶ Παρθενοπαίῳ καλουμένῳ, ἀλλὰ ὠμὸν καὶ ἀπηνὲς καὶ χαλεπὸν, ἔτι δὲ καὶ γοργὸν ὄμμα ἔχων. A. ὠμὸν] θρασὺ, φονικόν. B. παρθένων ἐπώνυμον] τουτέστι χαῦνον, ἥμερον. O. ἤτοι μαλακὸν καὶ κατὰ τὸ ὄνομα αὐτοῦ. B. γοργὸν] καταπληκτικὸν, ἐκ μεταφορᾶς τῆς Γοργοῦς. |
| Th 537 | B. τὸ γὰρ πόλεως ὄνειδος] περὶ τῆς Σφιγγός φησιν, ἐξ ἧς τῷ Οἰδίποδι προσεγένετο τῇ οἰκείᾳ συμμιγῆναι μητρὶ, ἀναιρήσαντι ταύτην τῇ εὑρέσει τοῦ αἰνίγματος· ὅθεν τῇ πόλει πάσῃ τῶν Θηβαίων ἐγένετο ὄνειδος. |
| Th 539 [10] | συντάσσεται δὲ οὕτως, τὸ γὰρ πόλεως ὄνειδος, τὸ δι’ οὗ δηλαδὴ τῷ Οἰδίποδι καὶ τῇ πόλει πάσῃ ὄνειδος ἐγένετο, τουτέστι τὴν Σφίγγα τὴν ὠμόσιτον, ἐνώμα καὶ ἐκίνει καὶ ἔφερε προσμεμηχανευμένην καὶ κατεσκευασμένην ἐν σάκει χαλκηλάτῳ γόμφοις, ἤτοι διαπεπερονημένῳ τοῖς ἥλοις, τῷ τοῦ σώματος προβλήματι. τοῦτο γὰρ δηλοῖ τὸ σάκος, ὅπερ ὁ πολεμιστὴς τοῦ οἰκείου προτίθησι σώματος. A. ὄνειδος] διὰ γὰρ τὴν Σφίγγα ὠνειδίζοντο Θηβαῖοι. B. προβλήματι] σκεπάσματι. |
| Th 540 | O. φυλακῇ. B. ὠμόσιτον] τὴν ὠμῶς καὶ ἀπηνῶς σιτουμένην τοὺς ἄνδρας. |
| Th 541 | μεμηχανημένην] μετὰ μηχανῆς κατεσκευασμένην καὶ προσηλωμένην. B. μετὰ μηχανῆς προσκεκαρφωμένην καὶ ἐζωγραφημένην. O. λαμπρὸν ἔκκρουστον δέμας] πρὸς τὸ λαμπρὸν τέθεικε καὶ τὸ ἔκκρουστον, ἤτοι ἐκκροῦον καὶ ἀποτρέπον, καταπληκτικὸν καὶ ὑπερεκπλῆττον τῇ λαμπρότητι τοὺς θεατάς. |
| Th 542 [5] | καὶ Ὅμηρος ἡνία σιγαλόεντα φησὶ τὰ λαμπρὰ καὶ σιγὴν καὶ ἔκπληξιν ἐμποιοῦντα τοῖς βλέπουσι. A. γόμφοις] ἐν καρφίοις. O. ἥλοις. λαμπρὸν] χρυσοειδές. ἔκκρουστον] κατάπληκτον τῇ αἴγλῃ. B. φέρει δ’ ὑφ’ αὑτῇ φῶτα] φέρει δὲ ἡ Σφὶγξ ἕνα τῶν Καδμείων ἐν τοῖς ὄνυξιν ἑαυτῆς οὕτως ὥστε δοκεῖν ἐπ’ αὐτῷ πλεῖστα βέλη ἰάπτεσθαι καὶ ἐμβάλλεσθαι. |
| Th 543 [5] | λέγει δὲ βέλη τοὺς αὐτῆς ὄνυχας. A. φέρει δ’ ὑφ’ αὑτῇ] οὕτω γὰρ ἐμεμηχάνητο ἡ Σφὶγξ ἐν τῷ σάκει ἁρπάζουσα καὶ διασπαράττουσα ἕνα Καδμείων ὥστ’ εἰκάσαι ἂν πολλοῖς βέλεσι τοῦτον βάλλεσθαι· πανταχῆ γὰρ τοῦ σώματος ἐσπαραγμένος ἐδόκει τοῖς ὄνυξι ταύτης. B. ἰάπτεσθαι] πέμπεσθαι. |
| Th 544 | B. παραγενόμενος δὲ ἐνταῦθα ἔοικεν οὐ ψεύσασθαι καὶ τῷ δοκεῖν ἀπατῆσαι τοὺς βλέποντας, μὴ καλῶς καὶ ὡς προσῆκον ἀνδρὶ γενναίῳ μαχόμενος. |
| Th 545 | τῆς γὰρ μάχης ὁλοσχερῶς ἅπτεται. O.P. καπηλεύσειν] ψεύσασθαι, προδώσειν, διαφθείρειν. B. πόρον] πορείαν. |
| Th 546 | B. ὁ δὲ τοιόσδ’ ἀνὴρ ἀνόσιον φόνον δράσας ὁ Παρθενοπαῖος πρὸς Ἄργος ἔφυγεν· Ἀρκὰς γὰρ ἦν. |
| Th 547 [5] | διὰ δὲ τὸ συμβὰν αὐτῷ εἰς Ἄργος κατῆλθε. φησὶν οὖν ὅτι ὁ ἀνὴρ οὗτος μέτοικός ἐστιν ἐξ Ἀρκαδίας, Ἄργει δὲ ἐκτίνων καὶ ἀποδιδοὺς καλὰ τροφεῖα καὶ χάριτας τῆς ἐκεῖσε ἀνατροφῆς αὐτοῦ ἀπειλεῖ τοῖς ἡμετέροις πύργοις κακὰ ἃ μὴ πληρώσειεν ὁ θεός. O.P. μέτοικος] ἐν Ἀρκαδίᾳ γὰρ γεννηθεὶς, ἐν Ἄργει μετοικήσας ἀνετράφη. |
| Th 548 | ἐκτίνων] ἀποδιδούς. B. θεὸς] ἡ τύχη. |
| Th 549 | B. εἰ γὰρ τύχοιεν] εἰ γὰρ παρὰ τῶν θεῶν τύχοιεν ἐπαξίως ὧν φρονοῦσι καὶ ἀλαζονεύονται ἐπὶ τῶν ἀσπίδων κομπάσματα ἔχοντες, ὄντως ἂν οὗτοι παγκάκως ὀλοίατο. |
| Th 550 [10] | O.P. γρ. εἴ ἀντὶ τοῦ εἴθε. Λουκιανοῦ “Εἲ γὰρ γένοιτο.” εὐκτικὸν τὸ εἴ. πολὺ δὲ παρὰ Πλάτωνι τοῦτο. P. ἡ κατασκευὴ αὐτὴ πρὸς τὸν τοῦ ἀγγέλου λόγον ἔστιν. εἰπόντος γὰρ ἐκείνου ἅπερ ἀπειλεῖ τῇ πόλει μὴ τελειώσειεν ἡ τύχη, φησὶν οὗτος, ἐπινοουμένου ἔξωθεν τοῦ ναί, εἴθε γὰρ τύχοιεν παρὰ τῶν θεῶν ὧν καθ’ ἡμῶν φρονοῦσιν, τουτέστιν ἅπερ ἡμῖν ἀπειλοῦσιν αὐτοὶ πάθοιεν, καὶ ὄντως ἂν εἰ γένοιτο τοῦτο, ἀπολεσθεῖεν ἂν σὺν αὐτοῖς ἐκείνοις κομπάσμασι πανώλεθροι καὶ παγκάκως. B. αὐτοῖς ἐκείνοις] σύν. |
| Th 551 | B. ἤτ’] ὄντως καί. |
| Th 552 | πανώλεις] πανώλεθροι. ὀλοίατο] φθάροιεν ἄν. B. χεὶρ δ’ ὁρᾷ τὸ δράσιμον] ἄλλο οὐδὲν οὗτος οἶδεν ἢ σιωπᾶν μὲν, τῇ δὲ χειρὶ πολεμεῖν. |
| Th 553 | περιφραστικῶς, ἀντὶ τοῦ πολεμικώτατός ἐστιν. A. χεὶρ] αὐτοῦ. |
| Th 554 | B. τοῦ πάρος λελεγμένου] τοῦ Ὑπερβίου. |
| Th 555 [5] | B. ὃς οὐκ ἐάσει γλῶσσαν] ὅστις Ἄκτωρ ὁ τοῦ Ὑπερβίου ἀδελφὸς οὐκ ἐάσει τὴν γλῶτταν τῶν ἐργμάτων ἄτερ ἔσω τῶν τῆς πόλεως πυλῶν εἰσελθεῖν καὶ αὐξῆσαι τὰ κακὰ, ἤτοι ὃς τὸν κόμπον τῶν πράξεων ἀποδέοντα οὐκ ἐάσει, ἤγουν ἐφέξει, ὥστε μὴ εἴσω πυλῶν γενέσθαι τῆς πόλεως, δηλονότι τὸν Παρθενοπαῖον τὸν φέροντα ἐπὶ τῆς ἀσπίδος τῆς πολεμικῆς εἰκόνα καὶ ἱστορίαν τοῦ μισητοῦ θηρίου, τουτέστι τῆς Σφιγγός. |
| Th 556 [10] | A. ὃς οὐκ ἐάσει] ὃς οὐκ ἐάσει τὸν Παρθενοπαῖον ἅπερ ἀπειλεῖ καθ’ ἡμῶν διαπράττεσθαι, διὰ λόγων μὲν πορθοῦντα τὴν πόλιν, ἀλλ’ οὐ διὰ πράξεων. εἰ δὲ τὸ ἐργμάτων ἀντὶ τοῦ κωλυμάτων λάβοις, οὕτως εἴποις, ἀκωλύτως καὶ δίχα ἐμποδισμάτων, διὰ γλώττης ἀσώτως πολλῶν γινομένων. ἐργμάτων] πράξεων ἢ, κωλυμάτων. B. ἐργμάτων ἄτερ] γρ. ἁρμάτων ἄτερ. P. ἔσω] γρ. |
| Th 557 | ἔξω. εἰ μὲν γρ. ἔσω, τὴν οἰκείαν γλῶτταν λέγει· εἰ δὲ ἔξω, τὴν τοῦ Παρθενοπαίου. P. ἀλδαίνειν] αὐξάνειν. B. εἰσαμεῖψαι] εἰσελθεῖν. |
| Th 558 | ἐχθίστου] μισητοῦ τῇ πόλει. δάκους] παντὸς θηρίου ὥσπερ ἐπώνυμόν ἐστι τὸ δάκος· πάντα γὰρ δάκη λέγεται ὡς λύπης αἴτια. B. εἰκὼ] εἰκόνα. |
| Th 559 | B. ἔξωθεν εἴσω φέροντι μέμψεται] ἤτοι ἡ Σφὶγξ ἡ τῷ σάκει ἐγγεγραμμένη, ἔξωθεν ἱσταμένη τοῦ τείχους καὶ πετροβολουμένη, μέμψεται τῷ φέροντι αὐτὴν ἔσωθεν, ἤτοι τῷ διὰ τῆς χειρὸς αὐτὴν φέροντι. |
| Th 560 [5] | A. μέμψεται] ἡ Σφίγξ. B. πυκνοῦ κροτησμοῦ] σφοδροτάτου συνεχοῦς λιθοβολισμοῦ. |
| Th 561 | B. ἱκνεῖται] διέρχεται. |
| Th 563 | λόγος] ὁ περὶ τοῦ Παρθενοπαίου. ἀκούουσα τὸν Παρθενοπαῖον τοιαῦτα καθ’ ἡμῶν φρονοῦντα τρέμω καί μοι δέος εἰσέρχεται. B. τριχὸς δ’ ὀρθίας] τοιοῦται γὰρ τῶν φοβουμένων αἱ τρίχες γίνονται. |
| Th 564 | ὄρθιος ἔδει εἰπεῖν πρὸς τὸ πλόκαμος, νῦν δὲ ἐπήνεγκε πρὸς τὸ τριχός. ἐστὶ ταυτόν. B. μεγάλα μεγαληγόρων κλύων] πλαγίως ἐνταῦθα τὸν λόγον ὤφειλεν ἀποδοῦναι οὕτως· κλυούσης καὶ ἀκουούσης ἐμοῦ μεγαληγόρων ἀνδρῶν ἀνοσίων, ἤτοι τῶν μεγάλα καὶ ἐπῃρμένα μεγαληγορούντων, ὅμως δὲ κατ’ εὐθείας ἀπέδωκε τοῦτο πρὸς τὸν πόλεμον. |
| Th 565 [5] | O.P. μεγαληγόρων] μεγαλαύχων. B. ἀνοσίων ἀνδρῶν] ἀσεβῶν, ἅτε μηδ’ αὐτῶν τῶν θεῶν ποιουμένων φροντίδα. |
| Th 567 | B. ἕκτον] ὁ ἄγγελός φησι πρὸς τὸν Ἐτεοκλέα, ἰδοὺ λέγοιμι ἂν καὶ τὸν ἕκτον ἄνδρα σωφρονέστερον τῶν προειρημένων πέντε, πρὸς πύλαις δὲ ταῖς Ὁμολωΐσι τεταγμένον. |
| Th 568 | Ὁμολωΐδες δὲ ἐλέγοντο ἀπὸ Ὁμολωΐδος τῆς θυγατρὸς τῆς Νιόβης. O.P. Ὁμολωΐσι] ταῖς ἀπὸ Ὁμολωΐδος θυγατρὸς Νιόβης καλουμέναις. |
| Th 570 | B. κακοῖσι βάζει] ἐν ὑβριστικοῖς λόγοις βάζει καὶ ὑβρίζει πολλὰ τὸν Τυδέα, τὸν ἀνδροφόντην λέγων, τὸν τῆς πόλεως ταράκτορα. |
| Th 571 [5] | ἀνδροφόντην δὲ τοῦτον ἐκάλεσεν, ἐπειδὴ τοὺς Μελαίνης ἀπέκτεινε παῖδας, Ἀλκάθουν καὶ Λυκάνορα. O.P. κακοῖσι βάζει] κακολογεῖ, λέγει. B. τὸν ἀνδροφόντην] ἐπεὶ τῆς Μελαίνης ἀπέκτεινε παῖδας, Ἀλκίφθορον καὶ Λυκάνορα. |
| Th 572 [5] | τὸν πόλεως ταράκτορα] τὸν δημεγέρτην. B. ταράκτορα] τὸν πολλὰ καὶ κακὰ καταράξαντα τὴν πόλιν. λέγει δὲ αὐτὸν συνωθῆσαι τοὺς Ἀργείους κατὰ Θηβῶν ἐκστρατεῦσαι· ὡς γὰρ φονεὺς ἀπελθὼν εἰς τὸ Ἄργος τοῦ καθαρθῆναι γέγονεν Ἀδράστου γαμβρός. O. μέγιστον Ἄργει τῶν κακῶν] ἤγουν τοῦ κατὰ Θηβαίων πολέμου. |
| Th 573 | B. Ἐρινύος κλητῆρα] τὸν καλεστὴν τῆς κατάρας. |
| Th 574 [10] | O. ἐπειδὴ ἐπηράσατο ὁ Οἰδίπους τοῖς τέκνοις αὑτοῦ μεθ’ αἵματος διαμερίσαι τὴν βασιλείαν, ταύτης τῆς Ἐρινύος, φησὶ, καλεστὴς ὁ Τυδεὺς γέγονεν· οὗτος γὰρ συγκατῆλθε μετὰ τοῦ Πολυνείκους εἰς τὸ Ἄργος πρὸς τὸν ἐκεῖσε βασιλεύοντα Ἄδραστον, καὶ συνεβούλευσεν αὐτῷ στρατεῦσαι κατὰ Θηβαίων. O.P. κλητῆρα] καλεστήν. ἐπειδὴ γὰρ αἱ μὲν Ἐρινύες ἔφοροι κακῶν καὶ δυστυχημάτων, κατηράσατο δὲ ὁ Οἰδίπους τοῖς αὑτοῦ παισὶ σιδήρῳ διαλαχεῖν τὴν ἀρχὴν, εἰκότως αὐτὸν Ἐρινύος κλητῆρα λέγει, ὡς μᾶλλον τὸν κατὰ Θηβαίων παρακινήσαντα πόλεμον, ὥσπερ εἰ ἔλεγε πληρωτὴν κατάρας τῆς τοῦ Οἰδίποδος. B. τῶνδε βουλευτήριον] τῶν παρόντων σύμβουλον. |
| Th 575 | B. τὸν σὸν αὖθις πρόσμορον] τὸν ἐγγὺς τοῦ θανάτου, κακοθάνατον. |
| Th 576 [10] | O. γρ. πρόσσπορον, ἀντὶ τοῦ ἐκ τοῦ αὐτοῦ σπόρου. P. καὶ τὸν σὸν ἀδελφὸν, δηλαδὴ τὸν Πολυνείκην, τὸν πλησιοθάνατον, ἢ τὸν συμπράκτορα τοῦ Τυδέως, κακοῖσι βάζει ἀπὸ κοινοῦ ἐξυπτιάζων καὶ ἐξαπλῶν καὶ οἷον ὕπτιον καὶ ἀνατεταμένον τιθεὶς τῇ διαλύσει τὸ τούτου ὄνομα, λέγω δὴ τὸ Πολυνείκης, δίς τε ἐνδατούμενος ἤτοι εἰς δύο μερίζων καὶ διακόπτων αὐτὸ εἰς τὸ πολύ καὶ τὸ νεῖκος, τὸ ἐν τῇ τελευτῇ καλεῖ καὶ τοῖς ἑαυτοῦ περιφέρει χείλεσι, τὸ νεῖκος δηλαδὴ λέγων, ὡς πολλὰ νείκη τῇδε θήσεται. O.P. τὸν οὐκ ἐπὶ φιλίᾳ συνάδελφον γενόμενον, ἀλλ’ ἐπὶ μάχῃ καὶ φθορᾷ, τὴν βίαν λέγω τοῦ Πολυνείκους, ἤτοι τὸν Πολυνείκην, ἐξυπτιάζων καὶ ἀναπτύσσων τὸ αὐτοῦ ὄνομα καὶ εἰς δύο τέμνων καλεῖ καὶ ὀνομάζει ἐν τῇ τελευτῇ νεῖκος καλῶν, τὸ πολύ παριείς. B. ἐξυπτιάζων] ἐξαπλῶν, ἐξευτελίζων. |
| Th 577 | O. διαλύων, ἀναπτύσσων. ὄνομα] αὐτοῦ. B. λέγει δὲ τοῦτ’ ἔπος] εἰρωνευόμενος. |
| Th 579 | B. προσφιλές] εὐαπόδεκτον. |
| Th 580 | O. ἀκοῦσαι] τινά. |
| Th 581 | μεθυστέροις] τοῖς μεθ’ ἡμᾶς. B. τοὺς ἐγγενεῖς] τοὺς ἐν τῷ γένει τῶν Θηβαίων ὄντας καὶ ἐντεῦθεν τὴν γέννησιν σχόντας, οἷον Ἡρακλῆν, Διόνυσον, Σεμέλην, τοὺς ἄλλους. |
| Th 582 | ἢ τὸ ἐγγενεῖς ἀντὶ τοῦ ἐκ προγόνων τοῖς Θηβαίοις τιμωμένους, ἵν’ ᾖ καθολικὸν διὰ πάντας θεούς. B. ἐπακτὸν] ξένον. |
| Th 583 | ἐμβεβληκότα] ἐπαγαγόντα. B. μητρός τε πηγήν] τινὲς δὲ στίζουσι μέχρι τοῦ πηγήν, καὶ λέγουσιν οὕτως· μητρός τε πηγὴν, τὴν Δίρκην, περιφραστικῶς δὲ τὰς Θήβας, τὴν τῆς Ἰοκάστης πατρίδα. |
| Th 584 [10] | ἕτεροι δὲ ὡς ἓν ἀναγινώσκοντές φασιν οὕτως· τὴν τῆς μητρὸς πηγὴν, ἤτοι τὰ δάκρυα, τίς καὶ ποία δίκη κατασβέσει καὶ ἐκδικήσει; O.P. τῶν Θηβαίων τὰ δάκρυα μαράνῃ. O. πηγὴν] τῶν δακρύων. δίκην] εἰ καὶ δικαίως πρὸς τὸν πόλεμον ὥρμησεν ὑπὲρ τῆς πατρίδος στρατεύων ἀλλὰ, τῆς μητρὸς δάκρυα, ἃ ὑπὲρ ἀμφοτέρων τῶν ἀδελφῶν πολεμούντων καθίησιν ἐξ ὀμμάτων, πάσης δίκης ὑπέρτερα· ὅθεν δεῖ φοβεῖσθαι ταῦτα μὴ σοὶ γένοιτο κινδύνου αἴτια. B. πῶς σοὶ σύμμαχος] ἐκ τοῦ “πῶς σοὶ σύμμαχος γενήσεται” δηλοῖ ὅτι, εἰ πορθήσεις αὐτὴν καὶ κύριος γενήσῃ, μεμνημένη ὧν ὑπὸ σοῦ πέπονθεν, οὐ βοηθήσει σοὶ ἐν χρείᾳ πολέμου. |
| Th 586 [5] | ὃν γὰρ οἱ ὑπήκοοι αἰδοῦνται καὶ μὴ δεδίασιν, οὗτος βέβαιός ἐστιν ἄρχων. γενήσεται] ἐν ὑστέρῳ καιρῷ. B. ἔγωγε μὲν δὴ] ἔγωγε μὲν ταύτην τὴν γῆν πιανῶ, ἐπὶ τῆς πολεμίας γῆς κρυφθεὶς μάντις. |
| Th 587 | κεραυνῷ γὰρ σχισθεῖσα ἡ γῆ ἔλαβεν αὐτόν. A. πιανῶ] δοξάσω, κοσμήσω. B. κεκευθὼς] κρυβεὶς, κατακευσθείς. |
| Th 588 [5] | B. ὑπὸ] γρ. ἐπί. P. μαχώμεθ’, οὐκ ἄτιμον] ὁ Ἀμφιάραος, οἷα μάντις, εἰδὼς ὅτι ἐκεῖ καταποθεὶς ὑπὸ τῆς γῆς ὕστερον μετὰ θάνατον ἔσται μαντείας ἐκφέρων τοῖς θέλουσι καὶ χρήζουσι καὶ τιμὰς ἕξει λαμπρὰς, φησὶ, μαχώμεθα· οὐ γὰρ ἄτιμον καὶ ἄδοξον καὶ ἀφανῆ ἐλπίζω μόρον· αἰνιττόμενος τὴν μετὰ θάνατον αὑτοῦ τιμήν. |
| Th 589 | θανὼν γὰρ αὐτὸς ἐμαντεύετο ἐκ τοῦ μαντείου· ὅθεν καὶ ἐτιμήθη ὡς θεὸς παρὰ τοῖς Θηβαίοις. A. τοιάδ’ ὁ] γρ. |
| Th 590 | τοιαῦθ’ ὁ. P. νέμων] γρ. ἔχων. P. ηὔδα] ἔλεγε. |
| Th 591 | κύκλῳ] ἤγουν τῇ ἀσπίδι. B. βαθεῖαν ἄλοκα] βαθεῖαν ἔχων τὴν ἄλοκα τῆς φρενὸς, ἐξ ἧς φρενὸς φύεται τὰ ἀγαθὰ βουλεύματα. |
| Th 593 [5] | τοῦτο ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ ἀπεδέξατο σφόδρα. τοῦτο οὖν, φησὶ, καρπούμενος καὶ τρυγῶν βαθεῖαν καὶ λιπαρὰν ἄλοκα τῆς φρενὸς, ἐξ ἧς φύεται τὰ ἀγαθὰ βουλεύματα, ὥσπερ βλαστήματα. A. βαθεῖαν] λιπαράν. O. δασεῖαν. B. καρπούμενος] ἔχων, τρυγῶν. O. ἔχων, κτώμενος. B. κεδνὰ] συνετά. |
| Th 594 | βλαστάνει] ἀναφύεται. B. τούτῳ σοφούς τε] τούτῳ, φησὶ, τῷ Ἀμφιαράῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας καὶ ἀντιπάλους καὶ ἀντιμάχους ἐπαινῶν καὶ κρίνω στεῖλαι. |
| Th 595 | τροπικῶς ὡς ἐπὶ ναυμαχίας. A. ἀντηρέτας] ἀντιστάτας. B. ἐπαινῶ] ἀποδέχομαι. |
| Th 596 | δεινὸς] δεξιός. B. φεῦ τοῦ ξυναλλάσσοντος] τοῦ συνάγοντος. |
| Th 597 [10] | ἀπὸ μεταφορᾶς τῶν τὰς συναλλαγὰς καὶ συμβόλαια ποιουμένων. τοῦτο δέ ἐστιν ὃ λέγει, ἰδὼν τὸν Ἀμφιάραον ὁ Ἐτεοκλῆς, ἄνδρα ὄντα ἀγαθὸν καὶ εὐσεβῆ, συστρατευόμενον μετ’ ἀνθρώπων πονηρῶν καὶ ἀσεβῶν, ἐπαρᾶται τῇ τύχῃ, καί φησι, φεῦ τοῦ ὄρνιθος, ἤγουν τῆς τύχης καὶ τοῦ μαντεύματος τοῦ συναλλάσσοντος καὶ συνάγοντος καὶ ἑνοῦντος τὸν δίκαιον ἄνδρα τοῖς ἀσεβεστέροις. ἀποκλαίεται γὰρ αὐτὸν ὁ Ἐτεοκλῆς ὡς προλέγοντα ἐκεῖσε θανεῖν αὑτόν. A. συναλλάσσοντος] συναριθμοῦντος. ὄρνιθος] τῆς τύχης καταχρηστικῶς. B. καρπὸς οὐ κομιστέος] οὐκ ἄξιος κομίζεσθαι ὁ καρπὸς τῆς τῶν πονηρῶν φιλίας ἄντικρύς ἐστιν. |
| Th 600 | P. καρπὸς] τῆς κακῆς ὁμιλίας τὸ ἀποτέλεσμα. οὐ κομιστέος] οὐκ ἄξιος κομίσασθαί τινα αὐτόν. B. ἄτης] βλάβης. |
| Th 601 [5] | O. ἐκκαρπίζεται] ἐκφύει. B. ἢ γὰρ ξυνεισβὰς] τὰ ἀπὸ τῆς κακῆς ὁμιλίας γινόμενα κατὰ μέρος διέξεισι, καί φησιν ὅτι ὁ εὐσεβὴς ἀνὴρ, εἴτε ἐν θαλάσσῃ συμπλέοι πονηροῖς καὶ κακοῖς ἀνδράσιν, εἴτε ἐν γῇ διάγοι μετὰ πονηρῶν καὶ ἀσεβῶν ἀνδρῶν, φθείρεται καὶ ἀπόλλυται καὶ αὐτὸς σὺν ἐκείνοις, διὰ τὴν ἐκείνων ἀσέβειαν. |
| Th 602 [10] | ἡ δὲ σύνταξις οὕτως, ὁ εὐσεβὴς γὰρ ἀνὴρ ἢ εἰς πλοῖον συνεισβὰς καὶ συνελθὼν ναύταις θερμοῖς καὶ σπουδαίοις εἰς τὸ πανουργεύεσθαι ὄλωλε σὺν τῷ τοῖς θεοῖς μισητῷ γένει τῶν ἀσεβῶν ἀνδρῶν, ἢ δίκαιος ὢν σὺν πολίταις ἀνδράσιν ἐχθροξένοις τε καὶ ἐχθροῖς τῶν ξένων καὶ ἀμνήμοσι τῶν θεῶν ἐδάμη καὶ ἐδαμάσθη, πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ. A. ξυνεισβάς] συνελθών. B. θερμοῖς] πρὸς τὴν κακίαν θερμοῖς καὶ γελωτοποιοῖς. |
| Th 603 [10] | οἱ γὰρ γελοιαζόμενοι θερμὴν καὶ ἔκλυτον ἔχουσι τὴν ψυχήν. ἰστέον δὲ ὅτι πολλή ἐστιν ἡ διαφορὰ τοῦ διαλελυμένου καὶ τοῦ συνθέτου. μέγας μὲν θυμὸς τὸ πολὺ τοῦ χόλου, μεγάθυμος δὲ ὁ μεγαλόφρων καὶ μεγαλόψυχος. καὶ χειροδίκης μὲν συνθέτως ὁ βίαιος καὶ οὐκ ἐν τοῖς νόμοις, ἀλλ’ ἐν ταῖς χερσὶν αὑτοῦ κείμενον ἔχων τὸ δίκαιον, δίκην δὲ ἔχων ἐν χερσὶν ὁ δίκαιοις καὶ ἀεὶ πρὸ χειρῶν οἷον φέρων τὸ δίκαιον. οὕτω καὶ θερμὸν ἔργον διαλελυμένως μὲν τὸ ἀναιδὲς καὶ θρασὺ, θερμουργὸς δὲ ἀνὴρ ἐν συνθέσει, κατὰ λόγον ἐπαινετὸν, ὁ θαρραλέος καὶ μὴ ψυχρὸς εἰς ἔργον. A. θερμοῖς] διαπύροις εἰς κακίαν. B. θεοπτύστῳ] κακῷ, θεομισεῖ. |
| Th 604 | B. ἐχθροξένοις] ἐχθρῶς περὶ ξένων ὑποδοχὴν διακειμένοις, ἢ ἐχθροῖς περὶ τοὺς φίλους. |
| Th 606 | B. ταυτοῦ κυρήσας] κυρήσας καὶ ἐπιτυχὼν δικαίως τοῦ αὐτοῦ καὶ τοῦ ὁμοίου ἐκείνοις ἀγρεύματος. |
| Th 607 [5] | τουτέστι, σὺν αὐτοῖς θηρευθεὶς καὶ τῇ αὐτῇ παγίδι παγείς. A. ταυτοῦ κυρήσας] ὁμοίου ἐπιτυχών. ἐκδίκως] ἀδίκως. B. ἐνδίκως] γρ. ἐκδίκως. P. παγκοίνῳ] γρ. |
| Th 608 | παγκοίνως. P. δημοσίᾳ. δάμη] ἠφάνισται. B. οὗτος δ’ ὁ μάντις] τὸν υἱὸν λέγω τοῦ Οἰκλέους, ἤγουν τὸν Ἀμφιάρεων. |
| Th 609 [5] | σώφρων καὶ δίκαιος καὶ εὐσεβὴς ἀνὴρ ὢν συγκαθελκυσθήσεται καὶ εἰς τὸν Ἅιδην καταχθήσεται μετὰ τῶν ἀσεβῶν, συμμιγεὶς ἀνοσίοις καὶ ἀσεβέσιν ἀνδράσι, θρασυστόμοις καὶ φλυάροις. A. υἱὸν Οἰκλέως] γρ. Ὀϊκλέους. P. Ἀμφιάραος. B. εὐγενὴς] γενναῖος. |
| Th 610 | B. εὐσεβής] γρ. εὐγενής. P. θρασυστόμοισιν] ὑβρισταῖς. |
| Th 612 [5] | βίᾳ φρενῶν] ἤγουν ἄκων. B. τείνουσι] ἕλκουσιν αὐτόν. πομπὴν] πορείαν. μακρὰν] μεγάλην. πόλιν] εἰς. B. δοκῶ μὲν οὖν] δοκῶ, φησὶ, τὸν Ἀμφιάραον μηδὲ προσεγγίσαι ταῖς τῆς ἡμετέρας πόλεως πύλαις, οὐχ ὡς δειλὸν, οὐδὲ ἐν κακίᾳ φρονήματος, ἀλλὰ γινώσκειν ὅτι σφε, ἤγουν αὐτὸν, ἀπόκειται τελευτῆσαι ἐν τῇ μάχῃ, εἰ ἔσται καρπὸς καὶ τέλος τοῖς τοῦ Ἀπόλλωνος μαντεύμασιν, ἤτοι, εἰ ἀληθῆ εἰσι τὰ θέσφατα τοῦ Ἀπόλλωνος. |
| Th 615 | A. δοκῶ] λογίζομαι. σφε] αὐτόν. τὸ πρῶτον σφέ ἀντὶ τοῦ αὐτὸν, τὸ δὲ δεύτερον ἀντὶ τοῦ αὐτούς. προσβαλεῖν] πλησιάζειν. B. ὡς] ὅτι. |
| Th 616 | λήματος κάκῃ] φρονήματος δειλίᾳ. B. ὡς] ὅτι. |
| Th 617 [5] | σφε] αὐτούς. χρὴ] ἀπόκειται. τελευτῆσαι μάχῃ] ἄνω διεξιόντος τοῦ ἀγγέλου ὡς Ἀμφιάραος εἶπεν ὅτι ὑπὸ γῆν κρυβήσεται καὶ ταύτην δοξάσει, Ἐτεοκλῆς τῷ μὲν περὶ τοῦ μάντεως θανάτῳ πιστεύει, λέγει δὲ εἰκαστικῶς ὡς, ἐπειδὴ μάντις ἐστὶν, οἶδε καὶ τὴν τῶν ἄλλων τελευτὴν, οὐκ ἐθέλει δὲ λέγειν τοῦτο, ἀλλὰ σιγᾷ. B. εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου] εἰ φύει ἀλήθειαν τὸ μάντευμα τοῦ Ἀπόλλωνος, εἰ ἡ ἀλήθεια παρέπεται τῷ μαντεύματι ὡς καρπὸς, εἰ ταῖς τοῦ Ἀπόλλωνος μαντείαις τέλος ἔνι. |
| Th 618 [5] | A. καρπὸς] κέρδος. θεσφάτοις τοῦ Λοξίου] μαντεύμασιν ἃ Ἀπόλλων αὐτῷ δέδωκε· πάντες γὰρ οἱ μάντεις ἐξ ἐκείνου τὴν μαντικὴν ἔχουσιν. B. φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια] παραδιαζευκτικὸς ἀντὶ τοῦ συνδετικοῦ, ἤγουν ἢ λέγειν ἀντὶ τοῦ καὶ λέγειν. |
| Th 619 | A. τὰ καίρια] τὰ ἔγκαιρα, τὰ ὠφέλιμα παρασιγᾶν. O. τὸ καὶ περὶ τῆς αὐτῶν τελευτῆς. B. ὅμως δ’ ἐπ’ αὐτῷ] ὅμως δὲ ἐπ’ αὐτῷ τῷ Ἀμφιαράῳ ἀντιτάξομεν καὶ ἀντιστήσομεν πυλωρὸν, ἤγουν φύλακα τῶν πυλῶν, ἄνδρα ἐχθρόξενον, ἤτοι ἐχθρὸν ὄντα τοῖς ἐξ ἀλλοδαπῆς ἐλθοῦσι πρὸς βλάβην ἡμῶν, Λασθένους βίαν, περιφραστικῶς τὸν Λασθένην. |
| Th 620 | A. ἐχθρόξενον] δημοτικὸν καὶ ἀλλοφύλοις ἐχθρόν. |
| Th 621 | ἀντιτάξομεν] ἀντιστήσομεν. B. ἡβῶσαν] γρ. |
| Th 622 | ἡβῶντα. P. ἀκμάζουσαν. φύσει] λίαν. γράφεται καὶ φέρει. δέον δὲ εἰπεῖν φέροντα πρὸς τὴν προηγουμένην αἰτιατικὴν, φέρει εἶπεν ἐναλλάξας τὴν σύνταξιν. B. ποδῶκες ὄμμα] σημείωσαι ὅτι ὁ Εὐριπίδης ἔνθα γράφει “πόδα τυφλόν” ἀπὸ τοῦ ἐνταῦθα ῥητοῦ τὸ τοιοῦτον ἀφείλετο. |
| Th 623 [15] | P. εὔστροφον. B. χεῖρα δ’ οὐ βραδύνεται] τὴν χεῖρα δὲ οὐ βραδύς ἐστιν ὥστε ἁρπάσαι καὶ προσβαλεῖν τὸ δόρυ εἰς μέρος ἐχθροῦ, γυμνωθὲν τῆς ἀσπίδος. ὅμως δὲ εἰ καὶ ἀνδρεῖός ἐστιν οὗτος καὶ ἐπιτήδειος, ἀλλὰ τοῦ θεοῦ ἐστι δῶρον εὐτυχεῖν τοὺς ἀνθρώπους. O.P. τοσοῦτον γάρ ἐστι ταχὺς εἰς πόλεμον ὥστε ἁρπάσαι καὶ προσλαβεῖν δόρυ γυμνωθὲν παρὰ τῆς ἀσπίδος, τουτέστιν ἐάν τινα αἴσθηται μέλλοντα βάλλειν αὐτὸν, καὶ ἐν ᾧ μέλλει βαλεῖν καὶ κινήσειν τὴν χεῖρα, γυμνωθέντα τῆς ἀσπίδος, ἣν εἶχεν εἰς φυλακὴν καὶ δι’ ἧς ἐκαλύπτετο, ἐὰν ταῦθ’ οὕτω γενόμενα ἴδοι, πρὶν παρ’ ἐκείνου τετρῶσθαι, αὐτὸς ἐν τῷ γυμνωθέντι μέρει ἐκεῖνον βάλλει τῷ δόρατι. ἢ οὕτως, ἁρπάσαι καὶ ταχέως κινῆσαι δόρυ παρὰ τὸ γυμνωθὲν μέρος τῆς ἀσπίδος τοῦ ἀνταγωνιστοῦ, τουτέστιν εἰ συνίδοι τὸν αὐτοῦ ἀντίπαλον γυμνωθέντα τῆς ἀσπίδος κατά τι μέρος αὐτοῦ, τάχιστα βάλλει αὐτὸν ἐκεῖσε τῷ δόρατι. B. εὐτυχεῖν] τὸ νικᾶν. |
| Th 625 [5] | O. ὁ χορὸς παρακαλῶν τοὺς θεούς φησιν, ὦ θεοὶ, κλύοντες καὶ ἀκούοντες δικαίους λιτὰς ἡμετέρας, εἰς τέλος ταύτας ἄγετε, ἵνα ἡ πόλις εὐτυχῇ, ἐκ τῆς ἡμετέρας πόλεως τρέποντες καὶ ἀποδιώκοντες τὰ ἀπὸ τοῦ πολέμου κακὰ πρὸς τοὺς ἐπιμόλους καὶ ἀπὸ ξένης γῆς παραγενομένους ἐνταῦθα. |
| Th 626 | ὁ Ζεὺς δὲ ἔκτοθεν τῶν πύργων ἀποβαλὼν αὐτὸν κάνοι καὶ κόψοι κεραυνῷ. ἢ οὕτως· ὁ Ζεὺς ἔξω τῶν τειχῶν διαφθερεῖ αὐτοὺς βαλὼν κεραυνῷ. O.P. τελεῖθ’] τέλος ἄγετε. |
| Th 627 | B. δορύπονα] πολεμικά. |
| Th 628 [5] | B. ἐκτρέποντες] ἀπορρίπτοντες, ἀποβάλλοντες, εἰς τοὐπίσω τρέποντες. O. ἐκτοπίζοντες, ἀποφέροντες. B. γᾶς πρὸς ἐπιμόλους] γρ. γᾶς ἐπιμόλους χωρὶς τῆς πρός. P. τοὺς ἐπελθόντας ἐχθρούς· τούτους γὰρ δορύπονα κακὰ λέγει. B. σφε] αὐτούς. |
| Th 630 | κάνοι] ἀφανίσειε καὶ οὐδένα ἄγοι. B. γρ. κοινοῖ, καὶ εἰς κοινὸν ποιοῖ. P. κατεύχεται] ηὔχετο Πολυνείκης συμπαρατάττεσθαι Ἐτεοκλεῖ, καὶ φονεύσας τοῦτον θανεῖν καὶ αὐτὸς πλησίον αὐτοῦ. |
| Th 633 [5] | ἢ ὥσπερ αὐτὸς περὶ τοῦτον ἐποίησε πρώην ἐξελάσας τῆς πόλεως, οὕτω νῦν καὶ οὗτος περὶ αὐτὸν ποιήσειε, βουλὴν ἔχων πρὸ τῆς συμπαρατάξεως τοιαύτην, πλησιάσαι τοῖς τείχεσι καὶ παρὰ τῶν οἰκείων βασιλεὺς τῆς χθονὸς ἀναγορευθῆναι, καὶ πρὸς τοὺς θεοὺς ὕμνον καὶ εὐχὴν ᾆσαι τοιαύτην, δοίητέ μοι, θεοὶ, πορθῆσαι τὰς Θήβας δκαίως στρατευομένῳ. ἐστὶ δὲ τὸ τώς καὶ τὸν αὐτὸν τρόπον ἐκ παραλλήλου. τύχας] δυστυχίας. B. ἐπεμβὰς] ἐπελθών. |
| Th 634 | κἀπικηρυχθεὶς] ἀναγορευθεὶς ἄρχων. B. ἁλώσιμον παιᾶν’] τὸν ἐπὶ πορθήσει γινόμενον πρὸς θεοὺς ὕμνον. |
| Th 635 [10] | ἐπεξιακχάσας] ᾄσας. B. ἐπεξιακχάσας] ἀντὶ τοῦ ἀλαλάξας παιᾶνα καὶ ὕμνον ἁλώσιμον καὶ ἐπινίκιον, τουτέστιν τὸν ἐν τῇ ἁλώσει τῶν Θηβῶν. ἴακχος δέ ἐστιν ὕμνος, ὃν ἔλεγον καταρχὰς οἱ μυούμενοι ἐπὶ τῷ Διονύσῳ. τοῦτο δὲ ἦν εὐχόμενος ὁ Πολυνείκης, ἢ συμπολεμῆσαι μετὰ σοῦ καὶ φονεύσας σε φονευθῆναι πέλας σοῦ, ἢ σὲ τὸν ἀτιμαστῆρα ἐκεῖνον τὸν ἀνδρηλάτην καὶ τὸν ἐξελάσαντα ἐκεῖνον ἀπὸ τῆς ἰδίας πατρίδος ζῶντα τιμωρῆσαι, κατὰ τὸν αὐτὸν τοῦτον τρόπον, τουτέστιν ὥσπερ ἐδίωξας ἐκεῖνον ἀπὸ τῆς πατρίδος, τὸν αὐτὸν τρόπον διώξει ἐκεῖνος σέ. O.P. συμφέρεσθαι] συμπαρατάττεσθαι. |
| Th 636 | B. ἀτιμαστῆρα] τὸν ἀτιμάσαντα αὐτὸν πρώην. |
| Th 637 | B. τὸν αὐτὸν] ὅνπερ σὺ αὐτόν. |
| Th 638 [5] | τίσασθαι] τιμωρῆσαι. B. τοιαῦτ’ ἀϋτεῖ] φωνεῖ καὶ βοᾷ ἡ Πολυνείκους βία, περιφραστικῶς, αὐτὸς ὁ Πολυνείκης, καὶ καλεῖ τοὺς θεοὺς τοὺς γενεθλίους τῆς πατρικῆς χώρας γενέσθαι παντελῶς ἐποπτῆρας καὶ ἐπιτηρητὰς τῶν εὐχῶν αὐτοῦ, καὶ βοηθοὺς γενέσθαι αὐτῷ ἐπακούσαντας τῶν εὐχῶν αὐτοῦ. |
| Th 639 [10] | ἐστὶ δὲ ἡ περίφρασις ἡ διὰ πλειόνων λέξεων ἕν τι δηλοῦσα φράσις, ἐκ περιττῶν γὰρ γίνεται λέξεων. αὐξάνει δὲ τὸν ἔπαινον τοῖς ὑποκειμένοις προσώποις, ὡς τὸ “ἱερὸν μένος Ἀλκινόοιο,” καὶ “ἱερὰ ἲς Τηλεμάχοιο,” καὶ “βίη Ἡρακλείη,” ἤγουν ὁ Ἀλκίνοος, ὁ Τηλέμαχος, καὶ ὁ Ἡρακλῆς. A. γενεθλίους] τοὺς ἐφόρους τῆς γενέσεως. O. πατρῴους. B. ἐποπτῆρας] ἐπακουστὰς καὶ πληρωτάς. |
| Th 640 | B. ὧν] ἰδίων. |
| Th 641 [5] | πάγχυ] λίαν. B. ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος] ἔχει δὲ, φησὶν, ὁ Πολυνείκης ἀσπίδα παραδόξως κατεσκευασμένην εὔκυκλον· καὶ ἐν αὐτῇ ἔχει σημεῖον κατεσκευασμένον διπλοῦν, ἤτοι ἄνδρα λέγω στρατιώτην, χρυσῷ κατεσκευασμένον, καὶ γυναῖκα ἡγουμένην ἤγουν προπορευομένην σωφρόνως. |
| Th 642 [15] | δι’ ὧν δὲ ἄνωθεν ἑαυτῆς ἐπιφέρει γραμμάτων ἡ γυνὴ αὕτη λέγει, ἐγὼ εἰμὶ ἡ Δίκη, ἤγουν ἡ Δικαιοσύνη, καὶ κατάξω καὶ εἰσάξω τὸν ἄνδρα τοῦτον εἰς τὴν ἑαυτοῦ πατρίδα. ἵσταται γὰρ ἐπὶ τῆς ἀσπίδος ἐζωγραφημένος ὁ Πολυνείκης καὶ ἔμπροσθεν ἐκείνου εἰκονισμένη γυνὴ σωφρόνως πορευομένη καὶ οὐκ ἀσχημόνως. αὕτη δέ ἐστιν ἡ Δίκη, καὶ ἔχει ἄνωθεν ἑαυτῆς γράμματα λέγοντα ὅτι ἐγώ εἰμι ἡ Δικαιοσύνη, καὶ ἐπεὶ ἀδίκως ἐξῶσεν ὁ Ἐτεοκλῆς τὸν Πολυνείκην ἀπὸ τῆς ἑαυτοῦ πατρίδος, πάλιν ἐγὼ κατάξω τοῦτον τὸν Πολυνείκην εἰς τὴν ἑαυτοῦ πατρίδα καὶ βασιλέα ταύτης ποιήσω. A. εὔκυκλον] γράφεται καὶ εὔθετον ἀντὶ τοῦ εὐβάστακτον. θεῖναι γὰρ τὸ ἐναγκαλίζεσθαι λέγουσιν οἱ Ἀττικοὶ, ὡς τὸ “ὅπλα ἔθεντο” ἀντὶ τοῦ ἔλαβον. O.P. καινοπηγὲς] παραδόξως κατεσκευασμένον. B. προσμεμηχανευμένον] ἐκ μηχανῆς πεποιημένον. |
| Th 643 | B. χρυσήλατον] ἐκ χρυσοῦ κατεσκευασμένον. |
| Th 644 | τευχηστὴν] ὡπλισμένον. B. ἡγουμένη] προοδοποιοῦσα. |
| Th 645 | B. ἐπιστροφὰς] διατριβάς. |
| Th 648 | B. τἀξευρήματα] μηχανήματα. |
| Th 649 | B. ἀνδρὶ τῷδε] ἀντὶ τοῦ ἐμοὶ, οὐ μέμψῃ ἐμοὶ ὧν ἀπήγγειλα. |
| Th 651 | A. ἀνδρὶ τῷδε] ἐμοί. B. μέμψῃ] Ἀττικῶς γράφεται δίφθογγον. |
| Th 652 | O. ναυκληρεῖν πόλιν] περιέπειν, φροντίζειν τῆς πόλεως. A. ναυκληρεῖν] σώζειν. B. ὦ θεομανές τε] ὦ θεοῖς ἐπιμαινόμενε. |
| Th 653 [5] | ἐπιστρατεύῃ γὰρ τῇ πατρίδι καὶ τοῖς πατρῴοις θεοῖς. καὶ ὦ μέγα στύγος καὶ μῖσος τῶν θεῶν, ὦ πολλῶν δακρύων ἄξιε ἀδελφέ (λέγει δὲ ταῦτα ὁ Ἐτεοκλῆς πρὸς τὸν Πολυνείκην) φεῦ μοι, αἱ τοῦ πατρὸς, ἤγουν τοῦ Οἰδίποδος, κατάραι νῦν τέλος φέρουσιν ἑαυτῶν. κατηράσατο γὰρ ὁ Οἰδίπους διὰ σιδήρου καὶ αἵματος γενέσθαι αὐτοῖς τὴν διανομὴν τῶν χρημάτων. A. θεομανές] θεόργητον. στύγος] μίσημα. B. πανδάκρυτον] πολυπενθές. |
| Th 654 [5] | B. ἀλλ’ οὔτε κλαίειν] ὁ Ἐτεοκλῆς εἰς θρῆνον τραπεὶς διὰ τὰς τοῦ πατρὸς ἀρὰς, καὶ διὰ τὴν πρὸς τὸν ἀδελφὸν μάχην, ἵνα μὴ ὑπὸ τοῦ θρήνου ταράξῃ τοὺς πολίτας, πάλιν μεταφέρει ἑαυτὸν, καί φησιν, ἀλλ’ οὔτε κλαίειν οὔτε ὀδύρεσθαι πρέπει νῦν, ἵνα μὴ καὶ ἀφόρητος γόος καὶ χαλεπὸς τεκνωθῇ, ἤγουν αὐξηθῇ, ἐν τῇ πόλει. |
| Th 656 | A. τεκνωθῇ] παρὰ τῆς πόλεως ἀναφύῃ. |
| Th 657 | δυσφορώτατος] δυσχερέστατος. τίς γὰρ ἰδὼν τὸν βασιλέα θρηνοῦντα οὐ μᾶλλον τότε ἢ πρώην θρηνεῖν ἐθελήσει; B. ἐπωνύμῳ] τοῦτό φησιν, ὅτι ταχέως γνωσόμεθα τὸ ἐπὶ τῆς ἀσπίδος ἐπίσημα ποῦ τελεσθήσεται, καὶ εἰς τί καταντήσει τῷ Πολυνείκει τῷ ἐπωνύμῳ. |
| Th 658 [5] | πάνυ γὰρ τὸ ἐπώνυμον τῇ φιλονεικίᾳ συμφωνεῖ. ἐτυμολογεῖται γὰρ τὸ ὄνομα ἀπὸ τοῦ πολὺ καὶ τοῦ νείκους, ἡ φιλονεικία. A. τῷ κατ’ ἐπώνυμα φιλονείκῳ. B. ὅποι τελεῖ] ὅπου ἄγει, φέρει. |
| Th 659 [5] | B. εἴ νιν κατάξει] ἐπεὶ ἄνωθεν εἶπεν ὅτι ἐπὶ τῆς οἰκείας ἀσπίδος ὁ Πολυνείκης ἔχει ἐζωγραφημένον ἄνδρα στρατιώτην, ἄγει δὲ ἐκεῖνον ἡ Δίκη, νῦν φησὶ περὶ αὐτοῦ ὁ Ἐτεοκλῆς, συντόμως νοήσομεν εἰς τί καταντήσει ἃ ἐπὶ τῆς ἀσπίδος ἔχει σημεῖα ὁ Πολυνείκης, ἐὰν αὐτὸν κατάξῃ εἰς τὴν πατρίδα καὶ κατοικήσῃ, τὰ χρυσότευκτα γράμματα τὰ φλυαροῦντα αὐτοῦ ἐπὶ τῆς ἀσπίδος, σὺν φοίτῳ καὶ μανίᾳ φρενῶν, ἤτοι μαινομένῃ διανοίᾳ. |
| Th 660 | O.P. νιν] αὐτόν. κατάξει] εἰς τὴν πατρίδα. B. φλύοντα] φλυαροῦντα. |
| Th 661 [5] | σὺν φοίτῳ φρενῶν] σὺν μανίᾳ. B. εἰ δ’ ἡ Διὸς παῖς] ἐὰν δὲ ἡ παρθένος ἡ παῖς τοῦ Διὸς ἡ Δίκη (τοῦ Διὸς γὰρ θυγάτηρ λέγεται αὕτη) παρῆν τοῖς ἔργοις ἐκείνου καὶ ταῖς φρεσὶ, τουτέστιν, ἐὰν τὴν δίκην εἶχεν ὁ Πολυνείκης συμπαροῦσαν καὶ ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασιν ἑαυτοῦ, καὶ οὐ κατὰ πάντα ἦν ἄδικος, τάχα ἂν τοῦτο ἦν, ἤγουν τὸ τὴν Δίκην βοηθῆσαι αὐτῷ, καὶ εἰσάξαι εἰς τὴν πατρίδα καὶ νικῆσαι ἡμᾶς. |
| Th 662 | A. παρῆν] ὑπῆρχεν. B. τάχ’ ἂν τόδ’ ἦν] τὸ τῆς καταγωγῆς. |
| Th 663 | B. ἀλλὰ τὸν Πολυνείκην οὐχ ἡ Δίκη λόγου ἄξιον ἔκρινεν οὔτε φυγόντα μητρόθεν σκότον ἤγουν γεννηθέντα, οὔτε ἀνατρεφόμενον, οὔτε ἀκμάσαντα οὔτε εἰς ἀνδρὸς ἡλικίαν καταστάντα, ἀντὶ τοῦ οὐδεμιᾷ ἡλικίᾳ ἔπραξέ τι δίκαιον, ἀλλ’ ἀεὶ ἄδικος καὶ ἄνομος ἦν. |
| Th 664 [5] | οὐδὲ νῦν οὖν ὑπολαμβάνω παραστατεῖν καὶ συνεῖναι αὐτῷ πλησίον νιν καὶ αὐτὴν τὴν Δίκην ἐπὶ κακώσει καὶ βλάβῃ τῆς πατρῴας γῆς. O.P. φυγόντα μητρόθεν σκότον] πεσόντα τῆς μητρικῆς γαστρὸς καὶ εἰς φῶς ἐλθόντα. βούλεται δὲ διὰ τούτων πάντων παριστᾶν καὶ ἐλέγχειν αὐτὸν ὡς ἄδικον. B. τροφαῖσιν] ἀνατροφαῖς. |
| Th 665 | ἐφηβήσαντα] εἰς ἥβην ἐλθόντα καὶ νεανίσκον γενόμενον. B. συλλογῇ τριχώματος] καλῶς ἐχρήσατο τῷ συλλογῇ· οὐ γὰρ ἀθρόως φύεται, ἀλλὰ συλλέγεται κατ’ ὀλίγον. |
| Th 666 | P. προσεῖπε καὶ κατηξιώσατο] εἶδεν αὐτὸν καὶ ἐφίλησε. |
| Th 667 | ἀντὶ τοῦ, ἐν οὐδεμιᾷ ἡλικίᾳ ἔπραξε τὸ δίκαιον. A. προσεῖπε] ἠσπάσατο. κατηξιώσατο] ἐτίμησε. B. μὴν] γρ. |
| Th 668 | μιν. P. κακουχίᾳ] ὀλέθρῳ. B. νιν] αὐτήν. |
| Th 669 | συμπαραστατεῖν] συνεῖναι. B. ἤδη τ’ ἂν εἴη] εἰ δὲ μὴ, ἀπὸ τοῦ νῦν, φησὶν, ἡ Δίκη πάντη δικαίως ἔσται ψευδώνυμος, οὐ προσηκόντως ὀνομαζομένη Δίκη, ἐὰν συνυπάρχῃ ἀνδρὶ πάντα τολμῶντι καὶ πράττοντι, καὶ μὴ πτοουμένῳ τοὺς θεούς. |
| Th 670 [5] | O.P. δῆτ’] ἄρα. B. παντόλμῳ φρένας] θρασυτάτῳ καὶ ἀδικωτάτῳ. |
| Th 671 | B. τούτοις] οἷς εἶπον. |
| Th 672 | ξυστήσομαι] συμπαρατάξομαι. B. συστάδην μαχεσθήσομαι. O. ἐνδικώτερος] ἢ ἐγώ. |
| Th 673 | B. ὡς] λίαν. |
| Th 675 | B. κνημῖδας] τὰς τοῖς ποσὶ καὶ τοῖς σκέλεσι περιβαλλομένας πρὸς φυλακήν. |
| Th 676 [15] | ἢ κνημῖδας τὰ σκουτάρια· καὶ γὰρ ταῦτά τις περιπεφραγμένος ἐντέχνως καὶ περικαλυψάμενος φυλάσσει ὅλῳ τῷ ἑαυτοῦ σώματι, καὶ οὐ προσβολαὶ καὶ ῥίψεις συνεχεῖς τῶν βελῶν καθάπτονται καὶ ἐμβάλλονται τῷ αὐτοῦ σώματι, ὡς περιτετειχισμένῳ καὶ καλῶς ὡπλισμένῳ. A. αἰχμῆς] γρ. αἰχμήν. P. αἰχμῆς καὶ πετρῶν προβλήματα] σκουτάρια. O. τὰ προβλήματα τῆς αἰχμῆς ἤτοι τὴν αἰχμὴν, περιφραστικῶς, ἣν προβαλλόμεθα εἰς μάχην. γράφεται καὶ πτερῶν, καὶ τὸ μὲν πετρῶν εἴποις οὕτως, τὰ προβλήματα τῶν πετρῶν ἤτοι τὴν ἀσπίδα, ἣν προβαλλόμεθα τοῦ σώματος, καὶ δι’ ἧς τοὺς ἐκ πολεμίων ἡμῖν ἐπιόντας λιθασμοὺς δεχόμεθα. τὰ δὲ πτερῶν προβλήματα τοὺς ὀϊστοὺς νόει. B. γρ. αἰχμὴν, ἵν’ ᾖ οὕτως· φέρε ὡς τάχος καὶ ταχέως τὰς κνημῖδας καὶ τὴν αἰχμὴν καὶ ἕνεκα τῶν πετρῶν τὰ προβλήματα, ἤτοι τὰ σκουτάρια. Q. τέκος] τέκνον. |
| Th 677 | B. ὀργὴν ὅμοιος] γρ. |
| Th 678 | ὁρμήν. P. τὸν τρόπον ὅμοιος τῷ ἀδελφῷ σου. τῷ κάκιστ’ αὐδωμένῳ] τῷ βλασφημουμένῳ ὑπὸ σοῦ. A. ὀργὴν] κατά. τῷ κάκιστ’ αὐδωμένῳ] τῷ κακωνύμῳ Πολυνείκει. B. ἀλλ’ ἅλις καὶ αὐτάρκως ἔχει τοὺς Καδμείους, ἤγουν τοὺς Θηβαίους, ἐλθεῖν εἰς χεῖρας τοῖς Ἀργείοις, ἀντὶ τοῦ ἀρκοῦσι καὶ δύνανται οἱ Θηβαῖοι συγκροτῆσαι πόλεμον μετὰ τῶν Ἀργείων. |
| Th 679 | O.P. ἅλις] ἀρκετόν ἐστι. B. αἷμα γὰρ καθάρσιον] τί δὲ αἰνιττόμενος διὰ τούτου τοῦ λόγου φησίν; ὅτι πᾶς ἄλλος φόνος καθαίρεται. |
| Th 680 [15] | ὁ γὰρ τῶν ἀλλοτρίων καὶ πολεμίων γινόμενος φόνος κάθαρσιν ἐπιδέχεται· ἡ δὲ μισητὴ ἀδελφοκτονία οὐδέποτε καθαίρεται. Ἄλλως. καθαρὸν τὸ αἷμα τῶν ἀλληλοκτονούντων ξένων ἐν πολέμοις, τὸ δ’ ἀδελφοκτονεῖν ἄντικρυς φονέων ἔργον. ἢ ὅτι αἷμα καθάρσιον ἀντὶ τοῦ πᾶς ἄλλος φόνος καθαίρεται, τὸ αἷμα δὲ τοῦτο καθάρσιον οὐκ ἐπιδέχεται, ὅταν οἱ ἀδελφοὶ αὐτόκτονοι γένωνται καὶ οὕτως αὐτοῖς ὁ θάνατος γένηται. A. εἰς χεῖρας] εἰς μάχην. αἷμα γὰρ καθάρσιον] ὁ τούτων πρὸς ἀλλήλους φόνος ἀνεύθυνός ἐστι καὶ καθαρὸς μιάσματος. κάθαρμα, καθάρσιον, κάθαρσις· καθάρσιον τὸ καθαῖρον· κάθαρσις αὐτὴ ἡ ἐνέργεια τῆς καθάρσεως· κάθαρμα δὲ αὐτὸ τὸ εἰς κάθαρσιν διδόμενον, οἷον λιμοῦ συμβάντος παρ’ Ἕλλησιν, ἤ τινος ἄλλου τῶν ἀπευκτῶν, λαμβάνοντες τὸν ἀηδέστατον καὶ παρὰ τῆς φύσεως ἐπιβεβουλευμένον πηρὸν, χωλὸν, τοὺς τοιούτους, τοῦτον ἔθυον εἰς ἀπαλλαγὴν τοῦ ἐνοχλοῦντος δαίμονος. ἐνταῦθα δὲ καθάρσιον αἷμα λέγεται καθαρὸν καὶ ἐλεύθερον μιάσματος. B. οὐκ ἔστι γῆρας] ἤγουν ἔκλειψις. |
| Th 682 [10] | τουτέστι, διὰ παντὸς γνωσθήσεται τοῦτο τὸ μίασμα. A. πέρας] τέλος. εὑρεῖν, σολοικοφανές. O. γῆρας] τέλος, ἀφανισμός. δέον δὲ εἰπεῖν ὡς οὐδέποτε εἰς λήθην ὁ τῶν ἀδελφῶν θάνατος ἔρχεται, ὁ δὲ ποιήσας ἐπανάληψιν πρὸς γενικὴν ἔτρεψεν εἰπὼν “οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος,” ἤγουν οὐδέποτε ἐξαλείφεται τοῦ γένους καὶ τῆς πόλεως ἡ τοιαύτη παρανομία. τὸ δὲ ὧδ’ αὐτοκτόνος ἀντὶ τοῦ ὑπ’ αὐτῶν τῶν ἀδελφῶν πραχθεὶς ὁ θάνατος καὶ οὐχ ὑπ’ ἄλλων. δέον δὲ εἰπεῖν αὐτοκτόνοιν πρὸς τὸ ἀνδροῖν, αὐτοκτόνος εἶπε πρὸς τὸ θάνατος. τοῦ μιάσματος] τῆς ἁμαρτίας. B. αἰσχύνης ἄτερ] τοῦτό φησι, τὸ εὐκλεῶς ἀποθανεῖν, διὰ τὸ τιμωρῆσαι τοὺς ἐχθρούς. |
| Th 683 [5] | ὁ γὰρ ἀντικρὺ καὶ ἀντιπρόσωπον τῶν πολεμίων ἀνθιστάμενος καὶ ἀντιπαλαμώμενος καὶ μὴ ἀντιστρέψας καὶ νῶτα διδοὺς τοῖς ἐχθροῖς, ἐκεῖνος, φημὶ, τὸν θάνατον ἐπιδέχεται ἐντίμως καὶ εὐκλεῶς, καὶ ἀεὶ ἐπαινεῖται καὶ μακαρίζεται. A. κακὸν] κίνδυνον. B. μόνον γὰρ κέρδος] ἕν ἐστι κέρδος τῷ τεθνηκότι τὸ ἑαυτὸν ἐκδικῆσαι ἀδικούμενον καὶ χωρὶς αἰσχύνης καὶ μετ’ εὐκλείας θανεῖν. |
| Th 684 [5] | ἐὰν δὲ ἀνεκδίκητος ἀποθάνῃ, ἕνεκά γε τῶν εἰς αὐτὸν γενομένων κακῶν καὶ αἰσχρῶν ἄδοξός ἐστι καὶ ἀκλεής. O.P. ἐν τεθνηκόσι] τὸ ἀμύνασθαι τὸν λυποῦντα. O. τουτέστι τὸ χωρὶς αἰσχύνης τεθνάναι. B. τί μέμηνας τέκνον] ὁ χορὸς βλέπων τὸν Ἐτεοκλέα σπεύδοντα πρὸς πόλεμον ἐξελθεῖν, φησὶ πρὸς αὐτὸν, τί μέμηνας καὶ ἐμάνης καὶ ὀργίζῃ; μὴ φερέτω καὶ κινείτω σέ τις ἄτη καὶ βλάβη θυμοῦ γέμουσα καὶ κατὰ τὸν πόλεμον μαινομένη. |
| Th 686 [10] | τοῦτο γὰρ τὸ δορίμαργος, ἡ τῷ δορὶ, ἀφ’ οὗ δηλοῖ τὸν πόλεμον, μαινομένη. A. τί μέμονας] γράφεται καὶ μέμονας καὶ μέμηνας, καὶ τὸ μὲν μέμηνας ἀντὶ τοῦ ἐκμαίνῃ, τὸ δὲ μέμονας ἀντὶ τοῦ μένῃς εἰς ταύτην τὴν γνώμην καὶ οὐκ ἀφίστασαι. B. τέκος] γρ. τέκνον. P. θυμοπληθὴς] πλήρης θυμοῦ. δορίμαργος] μανικὴ πρὸς πόλεμον. B. κακοῦ] τοῦ πολέμου. |
| Th 687 | ἀρχὰν] τὴν γνώμην, τὴν ὁρμήν. B. ἐπεὶ τὸ πρᾶγμα] ἐπεὶ βούλημά ἐστι τοῦ θεοῦ τοῦ Ἀπόλλωνος τὸ ἡμᾶς ἀποθανεῖν, καὶ αὐτὸς ἐπισπεύδει καὶ βιάζει τοῦτο, ἐλθέτω πρὸς τὸν Ἅιδην ἅπαν τὸ τοῦ Λαΐου γένος, ἤγουν ἡμεῖς οἱ ἀπὸ τοῦ Λαΐου καταγόμενοι. |
| Th 689 [10] | ἐλθέτω οὖν, φησὶ, κατ’ εὐθεῖαν τὸ τοῦ Κωκυτοῦ κῦμα (οὗτος δὲ ποταμὸς Ἅιδου, οὗ πορθμεὺς ὁ Χάρων), ἐπειδὴ πᾶν τὸ Λαΐου γένος κεκλήρωται τούτῳ, ὑπὸ τοῦ Ἀπόλλωνος μισηθέν. ἐπεὶ γὰρ ὁ θεὸς καθαρὸς καὶ ἀμίαντος ὢν παρήγγειλε τῷ Λαΐῳ, μὴ κοινωνεῖν τῇ γυναικὶ, μηδὲ συνουσιάζειν αὐτῇ, οὗτος δὲ παρήκουσεν αὐτοῦ, καὶ ἐγένετο ἀνόμως πατὴρ, διὰ τοῦτο ἐμίσησεν ἅπαν τὸ γένος αὐτοῦ. A. τὸ πρᾶγμα] τὸν ἡμέτερον ἀφανισμόν. ἐπισπέρχει θεὸς] ἐπισπεύδει ἡ τύχη, ἢ ὁ Ἀπόλλων. B. κατ’ οὖρον] καθ’ ὁρμὴν, καθ’ ὁδόν. |
| Th 690 | κῦμα Κωκυτοῦ λαχὸν] ἤγουν ἀπώλειαν καὶ φθορὰν κληρωσάμενον. B. πᾶν τὸ Λαΐου γένος] ὡς παραβεβηκός. |
| Th 691 | B. ὠμοδακὴς] ἄλογος ἄγαν ἐπιθυμία παρορμᾷ καὶ κινεῖ σε τελεῖν καὶ ποιεῖν ἀνδροκτασίαν, πικρὸν καρπὸν καὶ κέρδος ἔχουσαν, ἕνεκεν αἵματος καὶ φόνου οὐ δικαίου, τουτέστιν, ὅτι μέλλουσιν οἱ ἀδελφοὶ ἀλλήλους ἀναιρεῖν. |
| Th 692 [5] | A. ὠμοδακὴς] ἀπηνὴς, ἄγριος. ἵμερος] ἐπιθυμία. B. πικρόκαρπον] πικρὸν κέρδος ἔχουσαν. |
| Th 693 | ἀνδροκτασίαν τελεῖν] διαχείρισιν, φόνον ποιεῖν. B. αἵματος οὐ θεμιστοῦ] φόνου ἀνοσίου διὰ τὴν συγγένειαν. |
| Th 694 | B. ἐχθρά] μισητά. |
| Th 695 | O. αἰσχρά] γρ. ἐχθρά. P. τέλει’ ἀρά] γρ. πλεῖ ἀρά. P. ἀρὰ] ποταπή. B. ἀκλαύστοις ὄμμασι προσιζάνει] ἀδακρύτοις, ἀναλγήτοις διὰ τὸ τυφλοὺς εἶναι τοὺς ὀφθαλμοὺς τοῦ Οἰδίποδος καὶ μὴ δυναμένους διὰ τὴν πήρωσιν κατάγειν δάκρυον. |
| Th 696 [5] | O.P. ἀκαμπέσι καὶ ἀσυμπαθέσιν ὀφθαλμοῖς προσιζάνει καὶ προσκαθίζει καὶ ἐφορᾷ ἡμᾶς, καὶ οὐδαμῶς ὑφίεται τῶν κακῶν, ἀλλ’ ἐπισπεύδει τὸν ἡμῶν θάνατον. B. λέγουσα κέρδος] κέρδος μοι ὑποτιθεμένη τὸ προτερῆσαι ἀποκτείναντα, ἢ ὑστερῆσαι· ὅτι κρεῖττον τὸ προφθάσαι καὶ ἀναιρῆσαι τὸν πολέμιον ἢ καὶ ἐᾶσαι ἐκεῖνον ὕστερον ἀναιρεθῆναι ὑπ’ ἐκείνου. |
| Th 697 [5] | A. κέρδος] τὸ νῦν τεθνάναι. πρότερον] τιμιώτερον. B. ἀλλὰ σὺ μὴ ἐποτρύνου] καλῶς γὰρ καὶ ἐναρέτως ζήσας πρὸς τοὺς θεοὺς καὶ τὸν βίον εὖ διάξας οὐκ ὀνομασθήσῃ φαῦλος, οὐδὲ ἡ τὴν φοβερὰν καὶ μέλαιναν ἔχουσα αἰγίδα Ἐρινὺς εἶσι καὶ εἰσέρχεται ἐπὶ τὸν οἶκον ἐκείνου τοῦ ἀνθρώπου, οὗ ἂν ἐκ τῶν χειρῶν θεοὶ θυσίαν προσδέχωνται. |
| Th 698 | ἀντὶ τοῦ καθαρὰς τὰς χεῖρας ἔχοντος. A. ἀλλὰ] ναὶ, ἀλλά. ’ποτρύνου] ὅρμα. B. κακός] γρ. δειλός. P. βίον] ζωήν. |
| Th 699 | εὖ κυρήσας] εὐτυχήσας. μελαναιγὶς] μέλαιναν αἰγίδα φοροῦσα. B. δόμον] τὸν σόν. |
| Th 700 | ἐκ χερῶν] σου. B. θεοῖς μὲν ἤδη] τοῖς μὲν θεοῖς, φησὶν, ἄρτι καταπεφρονήμεθα. |
| Th 702 [20] | ἀγαθοεργία δέ τις ἀφ’ ἡμῶν θαυμάζεται, ὀλομένων, ἤγουν ἀποθανόντων, ἡμῶν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. μετὰ θάνατον αἱ πράξεις τῶν ἀνθρώπων θαυμάζονται. τί οὖν οὐχὶ γενναῖόν τι δράσαντες εὐκλεῶς ἀποθανούμεθα, τὸν Πολυνείκην ὡς ἀσεβῆ ἢ ἀσθενῆ ἀνελόντες, ἀλλὰ κολακεύομεν τὸν θάνατον καὶ οὐχὶ χωροῦμεν πρὸς αὐτὸν ἀδεῶς; A. πως] τὸ πῶς ἐνταῦθα ἢ ἀντὶ τοῦ κατὰ πολὺ, ἢ ἀντὶ τοῦ κατά τινα τρόπον. εἰπόντος τοῦ χοροῦ ὡς δεήθητι τῶν θεῶν καὶ ἱκέτευσον τὴν τοῦ πατρὸς ἀπελάσαι, φησὶ, παρωράθημεν τοῖς θεοῖς καὶ οὐδεμίαν ἡμῶν φροντίδα ποιοῦνται, πῶς· λίαν. ἀποθανόντων δὲ ἡμῶν θαυμάζεται χάρις, τουτέστι τιμὴ παρ’ ἀνθρώποις ἐστὶ καὶ εὔκλεια. τί οὖν οὐχὶ καὶ ἡμεῖς ζῆν ἀφέντες ὡς ἀπηχθημένοι θεοῖς ὡς εὐκλέα τὸν θάνατον μεταδιώξομεν ὑπὲρ τῆς πατρίδος ἀγωνισάμενοι; ἢ οὕτως, ἐπειδὴ τοῖς θεοῖς ἀπηχθήμεθα, θαυμάζεται ἀφ’ ἡμῶν χάρις ὀλομένων, ἤγουν κάλλιστόν ἐστιν ἀπολέσθαι καὶ μὴ δυστυχῶς προσορᾶν τὸν ἥλιον· κατ’ Εὐριπίδην γὰρ τὸ ζῆν μὴ καλῶς μέγας πόνος. ὅτι δὲ τοῦτο μᾶλλον δοκεῖ ἐκείνου δῆλον ἐκ τοῦ ἐπαγομένου, τί οὖν σαίνοιμεν καὶ κολακεύοιμεν καὶ παρασύροιμεν ὀλέθριον μόρον, καὶ οὐ προθυμίᾳ πρὸς τοῦτον χρώμεθα ὡς εὐεργέτην καὶ τῶν κακῶν ἀπαλλαγὴν, εἰ καὶ ὀλέθριος δοκεῖ τῷ τῶν ἀδελφῶν αἵματι; B. σαίνοιμεν] κολακεύοιμεν. |
| Th 704 [5] | ἀπὸ μεταφορᾶς τῶν κυνῶν τῶν σαινόντων τὰς οὐρὰς αὑτῶν ὅταν πρὸς εὐωχίαν οἱ δεσπόται κληθῶσι· τούτους λέγομεν σαινούρους. A. σαίνοιμεν] ἐκφύγοιμεν. O. κολακεύοιμεν, μεταχειριζοίμεθα, παραπέσοιμεν. B. νῦν ὅτε σοι παρέστακεν] νῦν κολακευτέον τὸν θάνατον, ὅτε σοι οὗτος παρέστηκε καὶ ἐπῆλθεν, ἐπεὶ ὁ θυμὸς χρονίως καὶ βραδέως ποτε ἴσως ἂν ἔλθοι, μετηλλαγμένος ἐν ἀνατροπῇ καὶ μεταλλοιώσει τοῦ φρονήματος, ἐν θαλερωτέρῳ καὶ ἀσθενεστέρῳ καὶ ἀναπεπτωκότι πνεύματι· νῦν δὲ ἀκμὴν ἀναβράζει ὁ θυμός. |
| Th 705 | τοῦτο δὲ λέγει, ὑπολαμβάνω ὅτι ἴσως ὀψέ ποτε ἀναπεσεῖ καὶ ῥαθυμήσει, καὶ τὸν θυμὸν καταστελεῖ, καὶ οὐ θελήσει ἀποθανεῖν. A. δαίμων] τὸ δαίμων ἢ ἐπὶ τῆς τύχης νοητέον, ἢ ἐπὶ τοῦ θυμοῦ, ὃν κατ’ ἀλλήλων ἄμφω τὼ ἀδελφὼ ἔχουσιν. B. λήματος ἀντροπαίᾳ] φρονήματος μεταβολῇ. |
| Th 706 | χρονίᾳ μεταλλακτὸς] μετὰ ταῦτα ἐνηλλαγμένος. B. θαλερωτέρῳ] ἡμερωτέρῳ, χαριεστέρῳ. |
| Th 707 | O. μαλακωτέρῳ. λέγει δὲ ὡς εἰ μὲν νῦν ἐθελήσεις αὐτὸν ῥῖψαι πρὸς κίνδυνον, τάχα ἂν ἡ τύχη εὐμενέσιν ὑμᾶς προσβλέψει τοῖς ὀφθαλμοῖς, εἰ καὶ τὰ μέγιστα νῦν χαλεπαίνει. B. ζεῖ] βράζει. |
| Th 708 | O. ἐκμαίνεται, ἀκμάζει. B. ἐξέζεσε] ναί· ἐξάνηψεν αὐτόν. |
| Th 709 | κατεύγματα] αἱ κατάραι. B. ἄγαν δ’ ἀληθεῖς] ὡς τοῦτο ἐν τοῖς ὀνείροις ἰδὼν ὁ Ἐτεοκλῆς, ὅτι δι’ αἵματος αὐτοῖς ἔσται ἡ τῶν χρημάτων διανομή. |
| Th 710 [5] | A. φασμάτων ἐνυπνίων] οὐ μόνον Οἰδίπους κατηράσατο τοῖς παισὶ σιδήρῳ τὸ δῶμα καταλαχεῖν, ἀλλὰ καὶ Ἐτεοκλῆς ἔννυχον ὄψιν εἶδε τοῦτο φαντάζουσαν. B. δατήριοι] μερίστριαι. |
| Th 711 | B. καίπερ] ἴσως. |
| Th 712 | O. οὐ στέργων] ἀποδεχόμενος ταῦτα. B. λέγοιτ’ ἂν] ἐκεῖνα. |
| Th 713 | ὧν ἄνη τις] τελείωσις ἔσται. οὐδὲ χρὴ μακρὰν] πολυλογεῖν. B. τεθηγμένον] ὡρμημένον, καὶ πρὸς τοῦτο παρασκευασθέντα εὐψύχως. |
| Th 715 | B. νίκην γε μέντοι] τοῦτο λέγει, ὅτι ὅρα μὴ τὸν ἀδελφόν σου φονεύσας τιμωρίαν ὑπόσχῃς τοῖς θεοῖς. |
| Th 716 [5] | τὴν γὰρ κακὴν νίκην, λέγω δὲ τὴν γινομένην ἀνόμως, τιμᾷ καὶ τιμωρεῖται ὁ θεός· ἢ κατ’ ἐρώτησιν ἀναγνωστέον, ἀντὶ τοῦ, ἀποδέχεται ὁ θεὸς καὶ τιμᾷ τὴν ἐπὶ κακῷ νίκην; A. μέντοι] ὅμως. τιμᾷ] ἀποδέχεται. B. οὐκ ἄνδρ’ ὁπλίτην] οὐχὶ χρὴ καὶ πρέπει ἐμὲ ἀγαπᾶν καὶ στέργειν τὸν ὑμέτερον λόγον, ὡς στρατιώτην ὄντα καὶ σπεύδοντα τιμωρήσασθαι τὸν ἐχθρόν. |
| Th 717 [5] | A. στέργειν] ἀποδέχεσθαι. B. ἔπος] τὸ λόγιον. O. δρέψασθαι εἶπε διότι ὥσπερ τὰ ἄνθη εἰσὶν ἐν τῷ ἐαρινῷ καιρῷ εἰς τὰ δένδρα, οὕτω καὶ τὸ αἷμα ἐν τῷ ἀνθρωπίνῳ σώματι. |
| Th 718 | P. δρέψασθαι] λαβεῖν. B. ἐκφύγοι] ὁ ἀδελφός μου. |
| Th 719 | B. τὰν ὠλεσίοικον] τὴν Ἐρινὺν, τὴν τοὺς οἴκους φθείρουσαν θεὸν Ἐρινὺν, τὴν οὐχ ὁμοίαν θεοῖς. |
| Th 720 [5] | πᾶς γὰρ θεὸς ἀγαθοποιὸς, αὕτη δὲ καὶ τοὐναντίον κακοποιὸς καὶ οὐδὲ μετὰ τῶν θεῶν συνδιάγει. O.P. ὠλεσίοικον] τὴν φθείρουσαν τοὺς οἴκους. οὐ θεοῖς ὁμοίαν] οἱ γὰρ θεοὶ εὖ ποιοῦσιν, αὕτη δὲ κακοποιεῖ. B. παρεκελεύσατο] ἐδήλωσε τῷ Ἐτεοκλεῖ. B. παναληθῆ, κακόμαντιν] τὴν ἐπὶ κακοῖς ἀληθεύουσαν. |
| Th 722 | ἃ γὰρ εἶπε νύκτωρ, ταῦτα καὶ ἐγένετο. A. κακόμαντιν] τὰ κακὰ τοῖς ἀνθρώποις μαντευομένην. B. πατρὸς εὐκταίαν Ἐρινὺν] τὴν εὐκταίαν τοῦ πατρὸς, ἣν ἐπηύξατο Οἰδίπους ἐλθεῖν τοῖς ἑαυτοῦ παισί. |
| Th 723 [5] | πέφρικα ταύτην καὶ πτοοῦμαι τελέσαι καὶ πληρῶσαι τὰς ὀργίλους κατάρας τοῦ Οἰδίποδος τοῦ καταβλαβέντος κατὰ τὴν φρόνησιν διὰ τὸ παρανόμως συνελθεῖν τῇ μητρί. O.P. εὐκταίαν] καταράσιμον. O. τὴν ἐξ ἀρᾶς γινομένην. B. περιθύμους] μανικὰς, τὰς ἐκ περισσοῦ θυμοῦ γενομένας. |
| Th 724 | O. βλαψίφρονος] βεβλαμμένου τὰς φρένας· οὐ γὰρ ἂν ἠράσατο τοῖς παισί. |
| Th 725 | B. ὀτρύνει] ἐκμαίνει, διεγείρει τοὺς ἀδελφοὺς κατ’ ἀλλήλων. |
| Th 726 | B. ξένος δὲ κλήρους] ποιητικῶς πάνυ ταῦτά φησι· τὸν γὰρ Χαλυβικὸν καὶ Σκυθικὸν σίδηρόν φησι ταῦτα πράττειν. |
| Th 727 [10] | σεσωματοποίηκε γὰρ τὸν σίδηρον, ὅν φησιν οὕτως ταῦτα κινεῖν κατὰ τῶν παίδων τῶν τὰ χρήματα μερίσασθαι βουλομένων καὶ διὰ ταῦτα πολεμούντων. οὗτος οὖν ὁ σίδηρος Χάλυβος Σκυθῶν ἄποικος, ὃς ἀπὸ τῆς Χάλυβος πόλεως τῶν Σκυθῶν ἐρευνᾶται, ὁ πικρὸς καὶ ἀπηνὴς χρηματοδαίτης τῶν κτεάνων, ἤτοι ὁ μεριστὴς τῶν χρημάτων, φησὶ, μερίζει τοῖς παισὶ τούτοις καὶ ὥσπερ ἀποκληροῖ οὐχὶ χώρας πολλὰς, ἀλλὰ γῆν ὀλίγην δυναμένην μόνον αὐτῶν τὰ σώματα χωρῆσαι πεπτωκότα. O.P. τοῦτο γάρ ἐστι τὸ, χθόνα ναίειν διαπήλας, ἀντὶ τοῦ τάφου μοῖραν ἀπομοιράσας αὐτοῖς καὶ ἀφορίσας κατοικεῖν γῆν τοσαύτην, ὁπόσην καὶ τοῖς νεκροῖς ἔξεστι κατέχειν. P. ἐπινωμᾷ] ἐπιμερίζει. B. Χάλυβος] ἐπειδήπερ εἰς τοὺς Χάλυβας εὕρηται ὁ σίδηρος, οἱ δὲ Χάλυβες μέρος τῶν Σκυθῶν, ἐντεῦθεν δὲ πανταχόσε τῆς γῆς μετενήνεκται, διὰ τοῦτο καλεῖ αὐτὸν ξένον ἤτοι φίλον τοῦ Χάλυβος καὶ ἄποικον τῶν Σκυθῶν. |
| Th 728 | B. κτεάνων χρηματοδότας] τῶν τοῦ Οἰδίποδος κτημάτων μεριστής. |
| Th 729 | B. ναίειν] αὐτούς. |
| Th 731 | διαπήλας] διὰ κλήρου δούς. B. ὁπόσαν] δέον εἰπεῖν ὁπόση καὶ φθιμένοισι ὁπόσην εἶπε πρὸς τὴν ὄπισθεν αἰτιατικήν. |
| Th 732 | μὴ οὖν λάμβανε ἔξωθεν τὸ εἰκός, ὡς τινές. ἢ οὕτως, ὁπόσην ἐστὶ δηλονότι καὶ τοῖς φθιμένοισι κατέχειν. φθιμένοισι] τοῖς ἀποθανοῦσι. B. μεγάλων πεδίων] τῆς Βοιωτίας. |
| Th 733 | B. αὐτοκτόνως] ὅταν μὲν οὖν αὑτοὺς κτάνωσι καὶ ἡ πατρῴα αὐτῶν γῇ πίῃ τὸ αἷμα, τίς ἂν καθάρσιον αὐτοῖς παράσχῃ, τίς ἂν λούσειεν αὐτοὺς ὡς νόμος ποιεῖν εἰς νεκρούς; P. |
| Th 734 | αὐτοκτόνως] ἀλληλοφόνως. B. αὐτοδάϊκτοι] αὐτοφόνευτοι. |
| Th 735 | O. αὐτοσφαγεῖς. B. μελαμπαγὲς] τὸ μετὰ τὸ πεπηγέναι μελαινόμενον. |
| Th 737 | B. καθαρμοὺς πόροι] αὐτοῖς μεμιασμένοις τῷ φόνῳ. |
| Th 738 | B. σφε] αὐτούς. |
| Th 739 | B. παλαιοῖσι] τοῖς τοῦ Λαΐου. |
| Th 740 | συμμιγεῖς] ἡνωμένοι. B. παλαιγενῆ γὰρ λέγω] παλαιὰν γὰρ λέγω παραβασίαν τὴν παρὰ τοῦ Λαΐου γενομένην πάλαι παράβασιν τῶν χρησμῶν τοῦ Ἀπόλλωνος, τὴν ὠκύποινον, τὴν ταχέως τιμωρήσασαν καὶ μετελθοῦσαν ἐκεῖνον. |
| Th 742 [5] | μένει δὲ ἀκμὴ καὶ εἰς τρίτην γενεὰν, Λαΐου, Οἰδίποδος, καὶ τῶν τέκνων αὐτοῦ, Ἐτεοκλέους καὶ Πολυνείκους. A. παραβασίαν ὠκύποινον] ἐπιορκίαν. |
| Th 743 | O. παράβασιν, τὴν ταχέως τιμωρηθεῖσαν. B. αἰῶνα δ’ ἐς τρίτον] γενεαὶ Λαΐου, Οἰδίποδος, Ἐτεοκλέους, Πολυνείκους. |
| Th 744 | μένει] ἡ παράβασις ἐξ ἐκείνου τοῦ χρόνου. B. Ἀπόλλωνος εὖτε Λάϊος] ὁπηνίκα ἦλθεν ὁ Λάϊος, λείπει δὲ τοῦτο, τοῦ Ἀπόλλωνος εἰπόντος πρὸς αὐτὸν ἐν τοῖς Πυθικοῖς μαντείοις σώζειν τὴν πόλιν θνήσκοντα γέννας ἄτερ, ἤγουν χωρὶς παιδοποιΐας, μὴ τεκνοποιήσαντα. |
| Th 745 [10] | διὰ δὲ τοῦ εἰπεῖν ὅτι τρὶς εἶπεν ὁ θεὸς τῷ Λαΐῳ, “Μὴ σπεῖρε τέκνων ἄλοκ’, ἐπεὶ κτενεῖ ς’ ὁ φύς,” τὸ φιλάνθρωπον ἐμφαίνεται καὶ κηδεμονικὸν τοῦ θεοῦ. αὐτὸς δὲ ὁ Λάϊος παρωσάμενος τὰς τοῦ θεοῦ ἐντολὰς, ὑπὸ τῶν αὐτοῦ φίλων ἡδονῶν κρατηθεὶς, ἢ τῆς γυναικός· κρείσσω γὰρ τὰ πάθη τοῦ λογισμοῦ· ἢ ἐκ φίλων νοητέον ἀντὶ τοῦ τῶν συγγενῶν, οἷς συνανεκοινώσατο τὸν χρησμόν· ἐγέννησε τὸν πατροκτόνον Οἰδίποδα, θάνατον ἑαυτῷ. A. βίᾳ] παρακοῇ. |
| Th 746 | τρὶς] πολλάκις. B. γέννας] τέκνου. |
| Th 748 | B. κρατηθεὶς δ’ ἐκ φίλων] γρ. |
| Th 750 [20] | καρτηθείς. P. τῶν τῆς γυναικὸς φίλτρων. τὸ δέ οὐχ, ὡς οἴονταί τινες, περιττὸν, ἀγνοοῦντες τὴν σύνταξιν. ἔχει γὰρ οὕτως· τὴν παλαιγενῆ γὰρ λέγω παραβασίαν τὴν ὠκύποινον καὶ τὴν ταχέως τιμωρηθεῖσαν, εὖτε καὶ ὁπηνίκα ὁ Λάϊος ἐν βίᾳ καὶ παρακοῇ τοῦ Ἀπόλλωνος εἰπόντος αὐτῷ τρὶς καὶ πολλάκις ἐν τοῖς μεσομφάλοις Πυθικοῖς χρηστηρίοις σώζειν τὴν πόλιν αὐτοῦ καὶ τὸ γένος ἅπαν θνήσκοντα χωρὶς τέκνου. πρὸς γοῦν τὸ βίᾳ Ἀπολλωνός ἐστι καὶ τὸ κρατηθεὶς δέ, ἵν’ ᾖ οὕτως, ἐν βίᾳ δὲ καὶ παρακοῇ τοῦ Ἀπόλλωνος, κρατηθεὶς δὲ ἐκ φίλων ἐν ἀβουλίᾳ, τουτέστι καὶ τὸν Ἀπόλλωνα παρακούσας καὶ τῆς γυναικὸς ἡττηθεὶς ἀφρόνως, ἐγείνατο μὲν θάνατον αὑτῷ τὸν Οἰδίποδα. ποιεῖ δὲ τὴν δεινότητα ὁ δέ σύνδεσμος καὶ τὸ εἰπεῖν ἐν βίᾳ καὶ οὐκ ἐπαγαγεῖν παραπλήσιον ὄνομα, ἀλλὰ μετοχήν. ὅτι δὲ ταῦθ’ οὕτως ἔχει μαρτύριον ἔν τε ἄλλοις ποιηταῖς τε καὶ λογοποιοῖς, καὶ ὅπερ ἐν Σωκράτους ἀπολογίᾳ πεποίηκε Πλάτων, λέγων περὶ τῶν ποιητῶν ὅτι οὐ σοφίᾳ ποιοῖεν, ἀλλὰ φύσει τινὶ καὶ ἐνθουσιάζοντες· οὐ γὰρ φύσει τινὶ καὶ ἐνθουσιασμῷ εἶπεν, ἀλλὰ μετοχὴν ἐπήνεγκεν. ἔχει δέ τι πλέον ἐνταῦθα Αἰσχύλος τὸ μὴ καί, ἀλλὰ δέ θεῖναι· εἰ γὰρ ἦν καί, οὐ τοσοῦτον ἂν ἐδόκει τὸ δυσχερές. B. ἀβουλίαις] τιμωρίαις. O. ὅστε μητρὸς] ὅστις ὁ Οἰδίπους ἔτλα καὶ ἐκαρτέρησε καὶ ὑπέμεινε, σπείρας ῥίζαν αἱματόεσσαν, ἤτοι ἀρχὴν γένους, ἵνα καὶ ὅπου ἐτράφη, ἤγουν εἰς τὴν τῆς μητρὸς αὐτοῦ γαστέρα, οὐχὶ πρὸς ἁγνὰν ἄρουραν, τουτέστιν οὐ πρὸς ὁσίαν καὶ νομίμην γυναῖκα. |
| Th 753 [5] | ἡ δὲ ἄνοια συνέμιξε νυμφίους φρενώλεις καὶ τὰς φρένας ἀπολέσαντας, τόν τε Οἰδίποδα καὶ τὴν Ἰοκάστην. A. ἵν’ ἐτράφη] ὅπου σπέρμα καταβληθεὶς ηὐξήθη. |
| Th 754 | B. ῥίζαν] γονήν. |
| Th 755 | αἱματόεσσαν] συγγενικήν. B. παράνοια συνάγαγε νυμφίους φρενώλεις] γρ. |
| Th 756 | σύναγε. P. μώρανσις ἥνωσε τὸν Οἰδίποδα καὶ τὴν Ἰοκάστην, τὰς φρένας αὐτῶν ἀπολέσαντας. B. κακῶν δ’ ὥσπερ] τὰ κακὰ ὥσπερ θαλάσσῃ ἔοικε, καὶ τὰ μὲν ἐπὶ Λαΐου γέγονε, τὰ δὲ ἐπὶ Οἰδίποδος, τὰ δὲ νῦν· ἅτινα βρέμει καὶ ἠχεῖ περὶ τὸ ἄκρον τῆς πόλεως. |
| Th 758 [5] | τοῦτο δὲ λέγει, ὅτι τὸ μὲν τῶν κακῶν κῦμα πίπτει, τὸ δὲ ἐγείρεται, τὸ δὲ περὶ τὴν ναῦν προσρήγνυται. A. κῦμ’ ἄγει] συμφοράν. B. πιτνόν] ἐκ τοῦ πίτω καὶ πλεονασμῷ τοῦ ’ν γίνεται πιτνῶ, διὰ τὸν κανόνα τὸν λέγοντα, ἡνίκα πλεονά σῃσύμφωνον συμφώνῳ ἔχοντι παραλεγόμενον τὸ ε τρέπεται εἰς ι, ὡς τὸ ἔχω ἴσχω, μένω μίμνω, πίτω πιτνῶ, καὶ ἀπ’ αὐτοῦ πιτνόν. |
| Th 759 [5] | O. τοῦτο λέγει, τὸ μὲν τῶν κακῶν κῦμα πίπτει· τὸ δὲ διεγείρεται· τὸ δὲ περὶ τὴν ναῦν προσρήγνυται P. πιτνὸν] προσπῖπτον. ἄλλο δ’ ἀείρει] ὑψοῖ. ἡ μὲν σύνταξις ἀεῖρον ἀπῄτει πρὸς τὸ πιτνὸν, ὁ δὲ ἀείρει πρὸς τὸ θάλασσα εἶπεν. B. τρίχαλον] τὴν τρικυμίαν βούλεται εἰπεῖν, τὴν ἐκ τριῶν μερῶν ποντίζουσαν τὴν ναῦν· ἢ τρίχαλον ἀπὸ τοῦ τρίχα, ὃ σημαίνει τὰ πολλὰ, καὶ τοῦ ἃλς ἁλὸς, ἵν’ ᾖ πολυκύματον· ἢ ἀπὸ τοῦ θρίξ καὶ τοῦ ἅλς λέγομεν ἐπὶ τῆς θαλάσσης φρίσσον, ὅταν ἄγρια καὶ μεγάλα κύματα ἀνιστᾷ, ὡς ἐπὶ χοίρου, ὅταν ὀρθὰς ἔχῃ αὐτοῦ τὰς τρίχας. |
| Th 760 | O. πολυκλυδώνιστον, κυρτόν. O. τραχύ. B. πρύμναν] τὴν ἀρχήν. O. καχλάζει] ἠχεῖ. |
| Th 761 | B. μεταξὺ δ’ ἀλκὰ] μεταξὺ δὲ ἡμῶν καὶ τῶν πολεμίων τείνει καὶ τείνεται ἀλκὴ καὶ βοήθεια ἡμῶν, καὶ ἀποσόβησις τῶν πολεμίων δι’ ὀλίγου. |
| Th 762 [5] | τίς δέ ἐστιν ἡ ἀλκὴ ἡ μεταξὺ ἡμῶν; ὁ πύργος τῆς πόλεως. τουτέστι, μόνον τὸν πύργον τῆς πόλεως ἔχομεν βοηθοῦντα ἡμῖν καὶ τοὺς ἐχθροὺς ἀποσοβοῦντα. A. ἀλκὰ] ἡμῶν, καὶ τῶν κακῶν ἀσφάλεια, βοήθεια. B. τείνει] φέρεται. |
| Th 763 | ἐν εὔρει] ἐν πλάτει αὐτοῦ, τουτέστιν ὅσον τόπον καὶ πλάτος ἐπέχει ὁ πύργος, τοσοῦτόν ἐστι τὸ μεταξὺ ἡμῶν καὶ τῶν κακῶν, ὅστις ἐστὶν ἀλκὴ καὶ βοήθεια δι’ ὀλίγου τείνουσα καὶ φέρουσα. B. δέδοικα δὲ] φοβοῦμαι μὴ σὺν τῷ Πολυνείκει καὶ Ἐτεοκλεῖ ἀφανισθῇ καὶ ἡ πόλις. |
| Th 764 [5] | τέλειαι γὰρ καὶ εἰς τέλος ἐξερχόμεναι καὶ πληρούμεναι αἱ πάλαι ῥηθεῖσαι τοῦ Οἰδίποδος ἀραὶ, ὅτε ηὔξατο τοὺς ἑαυτοῦ υἱοὺς διὰ σιδήρου τὴν βασιλείαν διαμερίσασθαι. ἢ, αἱ πάλαι χρησμοδοτηθεῖσαι τῷ Λαΐῳ. A. παλαίφατοι] παλαιαί. |
| Th 766 | B. βαρεῖαι καταλλαγαὶ] χαλεπαὶ αἱ τοῦ Οἰδίποδος καὶ τῆς Ἰοκάστης καταλλαγαὶ καὶ φιλίαι καὶ συνελεύσεις εἰς γάμον. |
| Th 767 [5] | P. αἱ φιλιώσεις τοῦ Οἰδίποδος καὶ τῆς Ἰοκάστης. O. τὸ γὰρ διὰ πολέμου καὶ μάχης αὐτοὺς βούλεσθαι τὸ δῶμα διαλαχεῖν βαρεῖα καταλλαγὴ, ἅτε φόνου συμβήσεσθαι μέλλοντος. B. τὰ δ’ ὀλοὰ] τὰ δὲ δεινὰ καὶ ὀλέθρια οὐ παρέρχεται ψευδῶς καὶ μάτην ἀφ’ ἡμῶν, ὅσον οὔπω τελόμενα, ἀντὶ τοῦ τελειούμενα καὶ πληρούμενα. |
| Th 768 [5] | A. ὀλοὰ] ὀλέθρια. τελλόμεν’] γινόμενα. παρέρχεται] παύεται. B. πρόπρυμνα] ὁ δὲ ὄλβος καὶ ὁ πλοῦτος καὶ ἡ εὐτυχία τῶν ἀνδρῶν τῶν ἀλφηστῶν καὶ τῶν φρονίμων καὶ τῶν ἐφευρετῶν τῶν ἀναγκαίων πραγμάτων (τοῦτο δὲ λέγει διὰ τὸν Οἰδίποδα) ἄγαν παχυνθεὶς, ἤτοι πολὺς καὶ μέγας γενόμενος, ἐκφορεῖται καὶ ἐκβολὴν πάσχει καὶ ὑπομένει. |
| Th 769 [15] | τοῦτο δὲ λέγει, ὅτι ἡ δόξα τοῦ Οἰδίποδος πολλὴ γενομένη καὶ ἄμετρος νῦν ἀφανίζεται καὶ ἐκδιώκεται καὶ ἀπὸ τῆς πόλεως ἐκβάλλεται. ἐκ μεταφορᾶς τῶν ἐμπόρων, οἵτινες πλοῦτον πολὺν σωρεύσαντες καὶ παχυνθέντες τῷ ὄλβῳ ὕστερον ἐκβολὴν ποιοῦνται τοῦ ὅλου φόρτου, ναυαγοῦντες καὶ κλυδωνιζόμενοι. A. δι’ ὅλου, ἐσχάτως. οἱ γὰρ ἀνδρῶν εἰς ἄκρον τοῦ φρονεῖν ἀφιγμένοι αὐξηθέντες τῇ τύχῃ καὶ μέγιστοι πάντων γενόμενοι ἄθροον ἀπέσβησαν, καὶ ἡ περὶ αὐτῶν τύχη εἰς οὐδὲν χωρεῖ, καὶ μάρτυς Οἰδίπους πρόσθεν τοῖς κλεινοῖς αἰνίγμασιν ὥσπερ τις θεὸς θαυμαζόμενος, καὶ νῦν τὸν αἰῶνα διάγων ἀθλίως οἴμοι καὶ δυστυχῶς, ὑφ’ ὅτου τις ἂν εἴποι μισούμενος καὶ σκότον κατ’ Εὐριπίδην ὁρῶν. τοῦτο δὲ εἶπεν ἐκ μεταφορᾶς τῶν ἐμπόρων, οἵτινες πλοῦτον ἐξ ἐμπορίας πλεῖστον συλλέξαντες, εἶτα ναυαγίᾳ χρησάμενοι πάντα τὸν φόρτοι ἀπώλεσαν, οἷς κέρδος ἦν συγκαταδῦναι τοῖς κύμασιν. ἐκβολὰν φέρει] ἔκπτωσιν ὑπομένει. B. ἀλφηστῶν] ἐφευρετῶν, πλουσίων. |
| Th 770 | O. ἐφευρετῶν, φρονίμων. B. ὄλβος ἄγαν] εὐδαιμονία. |
| Th 771 [5] | παχυνθεὶς] αὐξηθεῖσα. B. τίν’ ἀνδρῶν γὰρ] τίνα γὰρ ἀπὸ τῶν ὅλων ἀνδρῶν, φησὶ, τοσοῦτον ἐθαύμασαν καὶ οἱ θεοὶ καὶ οἱ κάτοικοι τῆς ἡμετέρας πόλεως, καὶ ἁπλῶς πάντες οἱ ἄνθρωποι (τοῦτο γὰρ δηλοῖ τὸ “πολύ“βοτος αἰὼν βροτῶν,” ἤγουν ἡ ζωὴ καὶ ὁ βίος τῶν ἀνθρώπων, ὁ πολύβοτος καὶ ὁ πολλοὺς τρέφων, ἢ ὑπὸ τῶν πολλῶν ἐμβατευόμενος, ἢ ὁ ἐπὶ πολὺ ἐκτεινόμενος) ὅσον τίον καὶ ἐτίμων καὶ ἐθαύμαζον τότε τὸν Οἰδίποδα, ἀφελόντα ἀπὸ τῆς ἡμετέρας πόλεως τὴν θανατηφόρον μοῖραν τὴν ἀναρπαξάνδραν, τὴν τοὺς ἄνδρας ἁρπάζουσαν καὶ ἐσθίσυσαν. |
| Th 772 | λέγει δὲ τὴν Σφίγγα. A. πολύβοτος] πολύτροφος. |
| Th 774 [5] | O. ὁ πολύβοτος ἢ ἀντὶ τοῦ πολυκτήμων λογιστέον, ἢ ὁ πολλοὺς βόσκων. καὶ τὸ μὲν δεύτερον πρόδηλον, τὸ δὲ πολυκτήμων οὕτως, τίνα τῶν ἀνδρῶν ἐθαύμασαν καὶ οἱ θεοὶ καὶ οἱ πολῖται καὶ ὁ αἰὼν τῶν βροτῶν πολύβοτος καὶ πολυκτήμων, τουτέστιν οὐδεὶς πλὴν τοῦ Οἰδίποδος τεθαύμασται, καὶ πρὸς ἔσχατα πλούτου ἀφίκετο. B. τίον] ἐτίμων. |
| Th 775 | B. ἀναρπαξάνδραν] τὴν ἄνδρας ἁρπάζουσαν Σφίγγα. |
| Th 776 | B. κῆρ’] φθοράν. |
| Th 777 | B. ἐπεὶ δ’ ἀρτίφρων] γρ. |
| Th 778 [10] | ἐπεὶ δ’ ἄρ’ ἔμφρων. P. ἐπεὶ δὲ ὁ μέλεος καὶ ἄθλιος ἀρτίφρων ἐγένετο καὶ συνῆκεν ὃ ἔπραξε κατὰ τῆς μητρὸς (εὐδαίμων γὰρ ἦν κατὰ πάντα πρὸ τοῦ μαθεῖν τὸ μητρομίξιον) βαρέως φέρων καὶ ἀνιώμενος ἐπὶ τῷ τῆς μητρὸς παρανόμῳ γάμῳ, ἐτέλεσε δίδυμα κακὰ, ἤγουν τοὺς δύο ὀφθαλμοὺς αὑτοῦ ἐτύφλωσε τῇ χειρὶ τῇ καὶ τὸν πατέρα Λάϊον φονευσάσῃ· ἐπλάγχθη δὲ καὶ ἐχωρίσθη τῶν τέκνων τῶν κρειττόνων τῶν ὀφθαλμῶν· τὰ γὰρ τέκνα τοῖς γονεῦσι κρείττω τῶν ὀφθαλμῶν νομίζονται. τοῖς τέκνοις ἐπαφῆκε κατάρας ὀργίλους. P. ἀρτίφρων] ἐπιγνώμων, εἰδήμων. B. ἐπ’ ἄλγει] ἐπὶ τῇ παρανομίᾳ. |
| Th 780 | δυσφορῶν] ἀγανακτῶν. B. μαινομένᾳ καρδίᾳ] λυπουμένῃ, ζεούσῃ τῷ θυμῷ. |
| Th 781 | B. δίδυμα] διπλᾶ. |
| Th 782 | τέλεσε] ἐποίησε. B. ἀραίας ἐφῆκεν ἐπικότους τροφὰς] γρ. |
| Th 785 [5] | ἀφῆκεν ἐπικότους τροφᾶς. στικτέον δὲ εἰς τὸ τροφᾶς. ἡ δὲ σύνταξις τοιαύτη· ἕνεκα δὲ τῆς τροφῆς καὶ τῆς ἀνατροφῆς ἀφῆκε καὶ ἔπεμψε τοῖς τέκνοις ἀραίας καὶ κατάρας ἐπικότους καὶ ὀργίλους καὶ μανικὰς, ἀρὰς πικρονόμους ἢ πικρογλώσσους. τὸ δὲ αἶ αἶ διὰ μέσου. P.Q. καταρασίμους. ἔπεμψεν ὀργίλας ἀνατροφάς. ἠράσατο γὰρ αὐτοῖς πάντα τὸν αὐτῶν αἰῶνα ἐκ παιδὸς μάχαις διαγαγεῖν, ἔπειθ’ ὕστερον καὶ σιδήρῳ τὴν βασιλείαν διαλαχεῖν. B. ἐπικότους] γρ. |
| Th 786 | ἐπισκότους. P. καὶ κατηράσατο αὐτοὺς ποτὲ λαχεῖν καὶ διαμερίσαι τὴν περιουσίαν ἅπασαν ἐν διαχρήσει τῇ ἀπὸ τοῦ σιδήρου γενομένῃ, ἤγουν μετὰ πολέμου καὶ σφαγῆς. |
| Th 788 [5] | νῦν δὲ φοβοῦμαι μὴ εἰς τέλος ἀγάγῃ τὰς ἀρὰς ἐκείνου ἡ Ἐρινὺς ἡ καμψίπους, ἡ κάμπτουσα τῶν κολαζομένων τοὺς πόδας καὶ συμποδίζουσα καὶ μὴ ἐῶσα φυγεῖν. ἢ τοὺς ἑαυτῆς πόδας ἐπικλίνουσα καὶ πρὸς πάντας ἐπερχομένη καὶ ποινηλαοῦσα τοὺς πταίοντας. O.P. σφε] αὐτούς. σιδαρονόμῳ] διὰ σιδήρου τὸν μερισμὸν ποιησάσῃ. B. διαχειρίᾳ] ἐν πράξει καὶ οἰκονομίᾳ. |
| Th 789 | B. τρέω] φοβοῦμαι. |
| Th 790 | B. καμψίπους] ἡ συμποδίζουσα καὶ μὴ ἐῶσα φυγεῖν οὓς τιμωρεῖται. |
| Th 791 | B. θαρσεῖτε] ἄγγελος ὁ καὶ πρότερον ἀπαγγείλας περὶ τῆς τῶν Ἀργείων ἐφόδου, οὗτος καὶ νῦν ἀπαγγέλλει τὴν ἀδελφοκτονίαν καὶ φησὶ πρὸς τὰς τοῦ χοροῦ γυναῖκας, μὴ φοβεῖσθε. |
| Th 792 | P. πόλις πέφευγεν] ἐπὶ τῆς προσβολῆς καὶ συγκρούσεως τῶν πολεμίων καὶ τῆς ἐκ τούτου ζάλης τροπικῶς τῷ λόγῳ ἐχρήσατο. |
| Th 793 [10] | πολλὰ χειμασθεῖσα ἡ πόλις παρὰ τῶν πολεμίων ἀπόρθητος μόλις ἔμεινε καὶ ἀβλαβὴς διεσώθη. ἐξέφυγε καὶ ἀπηλλάγη τῆς τοῦ χειμῶνος δριμύτητος, φρουρηθείσης καὶ φυλαχθείσης τῆς πόλεως τῇ τῶν θεῶν ἐπιδρομῇ καὶ βοηθείᾳ. κἀκεῖνοι μὲν εἰς ἀντιπαράταξιν τῇ τῶν πολεμίων μάχῃ ἀντέστησαν, καὶ πολλὰς κατ’ ἐκείνων τὰς τιμωρίας ἐπήγαγον καὶ εἰς φυγὴν ὤθησαν καὶ ἔτρεψαν, ὡς μὴ δυναμένων κἀκείνων τῶν θεῶν ἀντιμαχεσθῆναι καὶ πολεμήσασθαι. ἀνίκητοι γὰρ εἶεν οἱ θεοὶ καὶ ἀπροσπέλαστοι καὶ οὐδέποτε τρέπονται, ἀλλ’ ὅ τι πνεύσειεν ἀκλινεῖς ἵστανται εἰς ἀντιπαράστασιν. A. ἥδε] αὕτη. B. ὀμβρίμων] μεγαλαύχων. |
| Th 794 | B. ἐν εὐδίᾳ] ἔστι. |
| Th 795 | B. ἄντλον] τοῦ κύματος τὸ ὕδωρ, ἤγουν τὸ κῦμα αὐτό. |
| Th 796 [5] | ἀλληγορεῖ δὲ πάλιν καί φησιν ὅτι πολλῶν προσβαλόντων τῇ πόλει οὐδεὶς αὐτὴν εἰσέπεσε. P. ναυάγιον, πλήμμυραν κύματος, τὸ ὕδωρ. ἄντλον δὲ λέγεται τὸ ἀπὸ τοῦ κλύδωνος εἰσερχόμενον ὕδωρ. ἑτοίμως οὖν οἱ ναῦται ἐξαντλοῦσι καὶ ἔξω τὸ τῆς θαλάσσης ὕδωρ ἐκφέρουσιν· ἐξ οὗ καὶ τὸ καλούμενον ἀντλητήριον. A. ἄντλον] ναυάγιον, ῥεῦμα. O. κῦμα, ἀπώλειαν. B. στέγει] ἤγουν ὑπομένει καὶ ἵσταται, μὴ καταβληθεὶς ὑπὸ τῶν πολεμίων. |
| Th 797 | P ἀντέχει καὶ σῶος ἵσταται. B. φερεγγύοις] γρ. καὶ φερεγγύους, ἵν’ ᾖ πρὸς τὸ πύλας φερεγγύους, τὰς δυναμένας φέρειν τὴν ἐγγύην. P. ἀποχρῶσιν εἰς φυλακήν. B. ἐφραξάμεσθα] ἠσφαλισάμεθα. |
| Th 798 | προστάταις] ἀντιστάταις. B. καλῶς ἔχει] εὐτυχῶς ἔχουσι. |
| Th 799 [5] | B. ὁ σεμνὸς ἑβδομαγέτας] ἀξιοπίστως καὶ τὸν ἀριθμὸν τῶν πυλῶν ὁ ἄγγελος εἴρηκεν· ἐν γὰρ αὐταῖς ἐγένετο ἡ ἀδελφοκτονία· τὴν δὲ ἑβδόμην, φησὶ, πύλην προέκρινεν ὁ Ἀπόλλων φυλάττεσθαι τῷ τοῦ Οἰδίποδος τῷ Ἐτεοκλεῖ, ἵνα τὰ μαντεύματα τὰ τοῦ Ἀπόλλωνος τὰ τῷ Λαΐῳ δοθέντα πάλαι πέρας λάβοιεν. |
| Th 800 [10] | ἑβδόμῃ δὲ ἡμέρᾳ ἐγεννήθη ὁ Ἀπόλλων· διὸ καὶ ἑβδομαγέτας λέγεται. O.P. τὸν Ἀπόλλωνα λέγει, ὃς ἐν ἑβδόμῃ ἡμέρᾳ τοῦ μηνὸς γεννηθεὶς, ἐκλήθη ἑβδομαγέτας. A. ἑβδομαγέτας] ὁ ἐν ταῖς ἑβδόμαις πύλαις ἡγεμονεύων, ἢ ὁ ἑβδόμῃ γεννηθεὶς, καθ’ Ἡσίοδον, ἡμέρᾳ. B. εἵλετ’ Οἰδίπου γένει] ἐνέβαλε, προέκρινεν ὥστε φυλάττεσθαι τῷ Ἐτεοκλεῖ. |
| Th 801 [5] | A. εἵλετ’] προέκρινε. τοῦτο δὲ λέγει ἐπειδὴ ὁ κατὰ ἀλλήλων τοῖς ἀδελφοῖς γινόμενος πόλεμος Ἀπόλλωνος βουλήσει συνέβη διὰ τὴν Λαΐου παρακοήν. B. κραίνων] τελῶν. |
| Th 802 | δυσβουλίας] παρακοάς. B. νεόκοτον] νέον. |
| Th 803 | B. παραφρονῶ φόβῳ λόγου] τῶν φρενῶν ἐξίσταμαι· εἰπὼν γὰρ ταῦτα εἰς φόβον ἐνέβαλε. |
| Th 806 | B. Οἰδίπου γένος] τέθνηκεν. |
| Th 807 | B. μάντις εἰμὶ τῶν κακῶν] τῶν νῦν, πάλαι γὰρ ὁρῶν αὐτοὺς εἰς μάχην σπεύδοντας ἐμαντευσάμην ταῦτα. |
| Th 808 | B. οὐδ’ ἀμφιλέκτως] ἤγουν οὐδ’ ἀμφιβόλως καὶ ἀπιθάνως καὶ δυσχερῶς, ἀλλ’ ἀληθῶς καὶ ἀναμφιβόλως εἰσὶ τῇ σποδῷ κεκονιαμένοι, κατακεχωσμένοι, ἀνῃρημένοι. |
| Th 809 [5] | A. ἀμφιλέκτως] ἀμφιβόλως. B. κατεσποδημένοι] κατεχωσμένοι τεθνηκότες εἰσὶ καὶ κείμενοι ἐπάνω τῆς γῆς. O. πεπτωκότες. B. ἐκεῖθι] ἐνταῦθα, ἤγουν εἰς τὸ θανεῖν. |
| Th 810 | B. ἀδελφαῖς] ἀδελφικαῖς. |
| Th 811 | ἠναίροντ’ ἄγαν] ἐφονεύθησαν παντελῶς. B. ὁ δαίμων] τοῦ θανάτου εἱμαρμένη. |
| Th 812 | B. ἀναλοῖ] ἀπόλλυσι. |
| Th 813 | δύσποτμον] κακοθάνατον. O. ἄθλιον. B. τοιαῦτα πάρεστι χαίρειν καὶ δακρύειν· χαίρειν μὲν τὴν πόλιν, ὡς εὖ πράσσουσαν, ἤτοι εὐτυχοῦσαν καὶ σωθεῖσαν. |
| Th 814 [10] | οἱ δὲ τῆς πόλεως ἄρχοντες οἱ δισσοὶ στρατηγοὶ, ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης, διέλαχον καὶ διεμέρισαν τὴν παμπησίαν καὶ τὴν κτῆσιν καὶ τὴν διανομὴν τῶν κτημάτων ἐν τῷ διὰ σφύρας κεχαλκευμένῳ σιδήρῳ τῷ Σκύθῃ, τῷ ἀπὸ τῆς Σκυθίας ὄντι· ἐκεῖσε γὰρ γεννᾶται ὁ σίδηρος. σφυρήλατον δὲ Σκύθην σίδηρον τὴν σπάθην καλεῖ. O.P. συντακτέον καὶ οὕτως. οἱ στίχοι οὗτοι· ἕξουσι δ’ ἣν (γῆν) λάβωσιν ἐν ταφῇ, (ἀπὸ) χθονός πατρὸς κατ’ εὐχὰς (κατάρας) δυσπότμους φορούμενοι (οἱ φερόμενοι). P. χαίρειν] διὰ τὴν ἧτταν τῶν πολεμίων. δακρύεσθαι] διὰ τὸν ὄλεθρον τῶν βασιλέων. B. οἱ δ’ ἐπιστάται] ἄρχοντες ἡμῶν καὶ τῶν πολεμίων Ἐτεοκλῆς καὶ Πολυνείκης. |
| Th 815 | B. διέλαχον] διεμερίσαντο. |
| Th 816 | A. παμπησίαν] τὴν περιουσίαν, διανομὴν, ὁλοκληρίαν, ἀπὸ τοῦ πᾶς παντὸς καὶ τοῦ πῶ τὸ κτῶμαι. |
| Th 817 [5] | παμπησία δὲ λέγεται ἡ πᾶσα περιουσία τοῦ ὅλου βίου. A. Σκύθῃ] Σκυθικῷ, παρ’ ὅσον οἱ Χάλυβες εὗρον αὐτόν. παμπησίαν] πᾶσαν τὴν περιουσίαν. B. ἕξουσι] λάβωσι δὲ τοσαύτην γῆν ἕκαστος εἰς οἰκείαν μερίδα ὅσην ἕξουσιν ἀρκοῦσαν αὐτοῖς πρὸς ταφὴν φερόμενοι καὶ ἀγόμενοι, ὥσπερ κατηράσατο αὐτοῖς ὁ πατήρ. |
| Th 818 [5] | O.P. ἕξουσι δὲ ἣν τῆς χθονὸς λάβωσιν ἐν ταφῇ, τουτέστιν ἣν γῆν ταφέντες κτήσονται. ἢ τὸ ἥν διὰ τὸ παμπησίαν νόει οὕτω, ἕξουσι δὲ ἐκείνην τὴν περιουσίαν ἣν λάβωσιν ἐν ταφῇ χθονός· καὶ γὰρ καὶ ἡ γῆ εἰς ἣν ἔμελλον ταφήσεσθαι μέρος ἦν τῆς περιουσίας αὐτῶν. ἣν] ἥντινα. B. κατ’ εὐχὰς] κατ’ ἀράς. |
| Th 819 [5] | ἐπειδήπερ εὐχὰς εἶπε, τὸ δὲ τῆς εὐχῆς ὄνομα ἐπὶ καλοῦ λαμβάνεται, διὰ τοῦτο εἶπε δυσπότμους. δυσπότμους] δυστυχεῖς. φορούμενοι] φερόμενοι. B. ὦ μεγάλε Ζεῦ] ὦ μέγιστε Ζεῦ καὶ οἱ τὴν πόλιν συνέχοντες θεοὶ, οἵτινες δὴ νῦν ῥύεσθε καὶ φυλάττετε τούσδε τοὺς πύργους τοῦ Κάδμου, ἤτοι τῆς πόλεως τῶν Θηβαίων· ἆρα χαίρω καὶ ὑμνήσω καὶ παιανίσω ἐπὶ τῇ τῆς πόλεως σωτηρίᾳ, ἢ θρηνήσω καὶ ἀποκλαύσομαι τοὺς τληπαθεῖς καὶ δυστυχεῖς πολεμάρχους; λέγει δὲ τὸν Ἐτεοκλέα καὶ τὸν Πολυνείκην. |
| Th 822 | φρονίμως δὲ ὁ ποιητὴς μέσην ὁδὸν ἔδραμεν καὶ σωθείσης τῆς πόλεως ἄτοπον ἡγεῖται τὸ θρηνεῖν καὶ “οὐχ ὅσιον κτα“μένοισιν ἐπ’ ἀνδράσιν εὐχετάασθαι.” A. πότερον] ποῖον. |
| Th 825 | ἀπολολύξω] παιανίσω. B. ἀσινεῖ] ἀβλαβεῖ· σωτηρίας τοῦτο γὰρ ἐπίθετον. |
| Th 826 | B. μογεροὺς] ἀθλίους. |
| Th 827 | δυσδαίμονας] δυστυχεῖς. B. ἀτέκνους] τοὺς ἐπὶ κακῷ τεχθέντας, ἢ ἀτέκνους θανόντας. |
| Th 828 | P. τοὺς μὴ τέκνα εἰς διαδοχὴν τοῦ γένους αὐτῶν λιπόντας. B. ὀρθῶς] οἰκείως. |
| Th 829 | B. ὦ μέλαινα καὶ τελεία] ἡ συντελουμένη ἐπὶ τῷ γένει τοῦ Οἰδίποδος ἀρά. |
| Th 832 [5] | κρύος τι καὶ φόβος κακὸς καὶ χαλεπὸς περιπίπτει τῇ καρδίᾳ μου. ἢ φόβος κακοῦ ἀντὶ τοῦ κινδύνου. A. μέλαινα] σκότους καὶ θανάτου αἰτία. τελεία] εἰς τέλος ἐλθοῦσα. B. τελεστικὴ, ἀφανιστικὴ, ἡ ἀφανίσασα. O. γένος] ἤτοι τῶν παίδων. |
| Th 833 | B. κακὸν] ὅλον καὶ μέρος. |
| Th 834 | κρύος] τρόμος. B. γράφεται φόβος, θλίψις. O. ἔτευξα τύμβῳ μέλος] ἤτοι κατεσκεύασα καὶ ἐποίησα μέλος ἐπὶ τύμβῳ, ἤτοι θρῆνον ἐπιτύμβιον, ὡς Θυὰς καὶ ὡς Βάκχη, κλύουσα καὶ ἀκούουσα αὐτοὺς καὶ μαθοῦσα νεκροὺς αἵματι βεβρεγμένους, δυσμόρως θανόντας ὑπὸ δορὸς ἀλλήλων. |
| Th 835 [5] | Ἄλλως. κλύουσα αὐτοὺς δυσμόρως θανόντας ὑπὸ δορὸς ἀλλήλων, ἐπιτύμβιον θρῆνον ἔτευξα, ὡς Θυάς. A. ἔτευξα] κατεσκεύασα. B. Θυὰς] Βάκχη. αἱματοσταγεῖς] ᾑμαγμένους τῷ φόνῳ. B. στάζοντας τὸ αἷμα. O. δυσφόρους] γράφεται καὶ δυσμόρως. |
| Th 837 | O. ἦ δύσορνις] ὄντως δύσορνις καὶ δυσοιώνιστος καὶ οὐ κατὰ σκοπὸν γέγονεν αὐτοῖς ἡ συμφορὰ καὶ ἡ συνέλευσις τῆς μάχης, ἐπεὶ κακῶς συνῆλθον εἰς μάχην. |
| Th 838 [5] | ἡ δὲ τοῦ Οἰδίποδος κατάρα ἐξέπραξε καὶ εἰς τέλος ἤγαγε τὰ κακὰ, οὐδ’ ἀπεῖπεν, οὐδ’ ἀπηγόρευσε τοῦ ποιῆσαι τὰ δεινά. A. δύσορνις] κακόμαντις ὑπῆρχε. ξυναυλία δορὸς] τίς γὰρ ὁρῶν αὐτοὺς ξυμβάλλοντας ἀλλήλοις εἰς μάχην οὐκ ἂν ἅπερ ἔπαθον ἐμαντεύσατο; ξυναυλίαν δὲ δορὸς λέγει τὴν ἕνωσιν καὶ τὴν συμβολὴν τοῦ πολέμου. B. ἐξέπραξεν] ἐτελείωσεν ἑαυτήν. |
| Th 840 | B. εὐκταία] καταράσιμος. |
| Th 841 | B. βουλαὶ δ’ ἄπιστοι] αἱ βουλαὶ δὲ τοῦ Λαΐου διῆλθον καὶ διεπληρώθησαν. |
| Th 842 [5] | λέγει δὲ τὰς περὶ τὴν μίξιν τῆς αὐτοῦ γυναικός. ἄπιστοι δὲ, ὅτι οὐκ ἐπείσθη τῷ Ἀπόλλωνι εἰπόντι αὐτῷ μὴ συνελθεῖν τῇ γυναικὶ Ἰοκάστῃ. ἄπιστοι γοῦν ἀντὶ τοῦ δυσπειθεῖς, ἀπὸ δυσπειθείας γενόμεναι τῆς τοῦ Λαΐου πρὸς τὸν Ἀπόλλωνα. A. βουλαὶ δ’ ἄπιστοι Λαΐου] καθ’ ἃς οὐκ ἐπείσθη Ἀπόλλωνι. διήρκεσαν] μέχρι τοῦ νῦν ἐπάγουσαι συμφορὰς τοῖς ἐξ ἐκείνου. B. μέριμνα δ’ ἀμφὶ πτόλιν] ἡ μέριμνα δὲ, ἤτοι ἡ φροντὶς ἣν ἔσχεν ὁ Λάϊος περὶ τὴν μίξιν καὶ τὰ θεσπίσματα τοῦ Ἀπόλλωνος, οὐκ ἀμβλύνεται καὶ παρέρχεται καὶ εἰς ἀνεκπραξίαν ἔρχεται, ἀλλ’ ἔργοις τελεῖται. |
| Th 843 [5] | A. μέριμνα] φροντὶς καὶ ταραχή. B. θέσφατ’] αἱ τοῦ Ἀπόλλωνος μαντεῖαι δι’ ὧν εἶπεν αὐτῷ ὡς εἰ τεκνώσει παῖδα, αὐτόν τε καὶ πᾶν ἀϊστώσει γένος. |
| Th 844 | ἀμβλύνεται] ἐξασθενεῖ. B. πολύστονοι] πολλῶν στεναγμῶν ἄξιοι. |
| Th 845 | τόδ’] ὅπερ κατ’ ἀλλήλων ἐδράσατε. ἄπιστον] ἤγουν μικροῦ δεῖν εἰς ἀπιστίαν πῖπτον· τίς γὰρ πιστεύσειεν ὡς ἀδελφοὶ ἀλλήλους ἀπέκτειναν; B. αὐτόδηλα] αὐτὰ δὲ ταῦτα φανερά. |
| Th 848 | ὁρᾷ γὰρ αὐτὰ τὰ σώματα βασταζόμενα ὁ χορός. A. αὐτόδηλα] φανερὰ καὶ οὐκ ἀμφίβολα. προῦπτος] φανερὸς καὶ διαπρεπὴς καὶ διάδηλός ἐστι. B. διπλαῖ μέριμναι] ἐπειδὴ καὶ οἱ φονευθέντες δύο εἰσίν. |
| Th 849 | διδυμανόρεα] ἤγουν δύο ἀνδρῶν ἐστι. B. αὐτοφόνα] αὐτοσφαγῆ. |
| Th 850 | δίμοιρα] διπλᾶ. B. τέλεια] ἔσχατα καὶ ὑπερβολὴν οὐκ ἔχοντα. |
| Th 851 | B. πόνοι] εἰσί. |
| Th 852 | B. δόμων ἐφέστιοι] τοῦ Λαΐου καὶ Οἰδίποδος οἰκεῖοι συνήθεις. |
| Th 853 | B. ἀλλὰ γόον, ὦ φίλαι] ἀλλὰ θρῆνον ἐρέσσετε καὶ κινεῖτε· ἐκ μεταφορᾶς τῶν πλεόντων σὺν τῇ προοδευούσῃ κρούσει τῶν χειρῶν τῶν ἐπὶ τῆς κρατὸς καὶ τῆς κεφαλῆς. |
| Th 854 [5] | A. κατ’ οὖρον] κατὰ λόγον, καθ’ ὁρμὴν, κατ’ ἰσότητα, ἤγουν πρὸς τοὺς στεναγμοὺς ποιῶμεν, καὶ τὰς ἐν τῇ κεφαλῇ καὶ στέρνοις πλήξεις. B. πόμπιμον] ὃν ᾄδουσιν ἐπὶ πομπῇ τῶν νεκρῶν. |
| Th 855 | O. πίτυλον] τύψιν. |
| Th 856 [20] | O. πίτυλος ὁ κτύπος. ἀπὸ τοῦ τύπτω τύπτιλος, καὶ πίτυλος. καὶ ἐστὶ κυρίως ὁ ἐκ τῶν ἐρεσσομένων κωπίων γινόμενος θόρυβος. A. πίτυλον] κτύπον. ὃς αἰὲν δι’ Ἀχέροντ’] ἐπειδὴ ὁ γόος περὶ τοὺς νεκροὺς γίνεται, οὗτοι δὲ εἰς Ἅιδου ἀπέρχονται, δι’ Ἀχέροντα τοῦτον ἀμείβεσθαί φησι διὰ νηὸς εἰς χέρσον ἀνήλιον καὶ σκοτεινὴν, τουτέστι μετὰ νηὸς, διὰ τοῦτο πρὸς τὸν Ἅιδην χωρεῖ, ἣν ναῦν θεωρίδα καλεῖ ἄστονον ἤτοι κακοστένακτον, ἢ ἄστολον καὶ κακῶς ἐσταλμένην, μελάγκροκον καὶ μέλαν λαῖφος ἔχουσαν. ταῦτα δὲ τὰ ὀνόματα τό τε ἄστολον καὶ τὸ μελάγκροκον οἰκεῖα τῇ εἰς Ἅιδην φερούσῃ νηῒ ὡς τῶν ἐν βίῳ ἐναντίως ἐχουσῶν. θεωρίδα δὲ λέγει τὴν τοῦ Χάροντος ναῦν ἐκ μεταφορᾶς τῆς νηὸς τῆς κατ’ ἐνιαυτὸν ἐξ Ἀθηνῶν εἰς Δῆλον ἀγούσης τῷ Ἀπόλλωνι θυσίαν, ἣν θεωρίδα ἐκάλουν. δέον δὲ δι’ Ἀχέροντος εἰπεῖν, δι’ Ἀχέροντα εἶπε ποιητικῷ ἔθει, ὡς ἔχει καὶ τὸ “ἱππικῶν τ’ ἀΰπνων πηδαλίων διὰ στόμα,” καὶ πόλλ’ ἕτερα. λάμβανε δὲ καὶ εἰς τὸ θεωρίδα τὸ διά ἀπὸ κοινοῦ, σύναπτε δὲ καὶ τὸ ἀμείβεται εἰς τὸ ἀφανῆ τε χέρσον. ἀμείβεται] διέρχεται. B. ὃς αἰὲν δι’ Ἀχέροντα] ὅστις ὁ γόος διηνεκῶς διέρχεται τὸν Ἀχέροντα, ὅς ἐστι ποταμὸς τοῦ Ἅιδου κατὰ τὴν πολύστονον ναύστολον θεωρίδα, τὴν τοὺς νεκροὺς διάγουσαν πρὸς τὸν Ἅιδην. θεωρὶς δὲ ἦν ἡ τοῦ Ἀπόλλωνος ναῦς ἡ τοῦ θεοῦ θέσφατα πάλιν κομίζουσα τὰ ἐκεῖσε. τοιαύτη δὲ ἦν καὶ ἡ τοῦ Χάρωνος. διὰ τοῦτο γοῦν εἶπε τὴν ἀστιβῆ Ἀπόλλωνι, ἤτοι οὐ λέγω ἐκείνην τὴν θεωρίδα εἰς ἣν εἰσέρχεται ὁ Ἀπόλλων, ἀλλ’ ὁ Χάρων. O.P. ναύστολον] τὴν διάγουσαν τοὺς νεκρούς. |
| Th 858 [10] | θεωρίδα] οἱ Ἀθηναῖοι ἔστελλον ναῦν ἐστεφανωμένην εἰς τὸν Ἀπόλλωνα διὰ μαντείας. θεωρίδα γοῦν ἐκείνην ἐκάλεσαν ὡς εἰς θεὸν ἀπερχομένην καὶ τοῦ θεοῦ θέσφατα πάλιν μετακομίζουσαν. ἐξ ἐκείνης οὖν καταχρηστικῶς τὴν τοῦ Χάρωνος νῆα θεωρίδα ἐκάλεσεν. A. ἄστονον] πολύστονον. O. ναύστολον] τὴν ὡς ναῦν ἐσταλμένην, διὰ τὴν ναῦν τοῦ Χάροντος. μελάγκροκον] τὴν ἔχουσαν μέλαν λαῖφος. B. μελάγκροκον] τὴν μέλανα ἔχουσαν ἄρμενα. τὰ γὰρ ἐν Ἅιδῃ σκοτεινὰ, τὸ δὲ τοῦ Ἀπόλλωνος λευκόκροκον. κρόκος γὰρ τὸ ὑφάδιον. O. ἀστιβῆ] ἀδιόδευτον. |
| Th 859 | O. ἀπόρευτον. B. ἀνάλιον] τὴν μὴ βλεπομένην ὑπὸ τοῦ ἡλίου. O. πάνδοκον] πάντας δεχομένην μετὰ θάνατον. |
| Th 860 | ἀφανῆ] σκοτεινήν. B. ἣν οὐδὲ ὁ ἥλιος ὁρᾷ. P. ἀλλὰ γὰρ ἥκουσι καὶ ἔρχονται αἵδε καὶ αὗται ἡ Ἀντιγόνη καὶ ἡ Ἰσμήνη ἐπὶ τὸ πικρὸν πρᾶγος ἀδελφοῖν καὶ τῶν ἀδελφῶν, ὥστε δοῦναι ἐκείνοις θρῆνον. |
| Th 861 [10] | ἢ γρ. ἀδελφῶν, καί ἐστιν οὕτως ἡ σύνταξις· ἀλλὰ γὰρ ἥκουσιν αἵδε καὶ αὗται ἡ Ἀντιγόνη καὶ ἡ Ἰσμήνη ἐπὶ τὸ πρᾶγος τῶν ἀδελφῶν· τί δέ ἐστι τὸ πρᾶγος ἀδελφῶν; εἰς πικρὸν θρῆνον. ἢ ἀλλὰ γὰρ ἥκουσιν αἵδε καὶ αὗται ἐπὶ τὸν θρῆνον τὸν ἀδελφὸν καὶ τὸν ἀδελφικὸν, ἵν’ ᾖ τὸ φό διὰ τοῦ ο μικροῦ γραφόμενον, πρᾶγος καὶ πρᾶγμα πικρὸν καὶ χαλεπόν. Q. πρᾶγος πικρόν] πικρίας αἴτιον. O. αἵδ’] αὗται. B. οὐκ ἀμφιβόλως] ἀκριβῶς ἐπίσταμαι. |
| Th 863 | B. σφ’] αὐτάς. |
| Th 864 | ἐρατῶν] παρθενικῶν. βαθυκόλπων] τῶν βαθεῖς τοὺς κόλπους ἐξ ἱματίων ἐχόντων. B. ἥσειν] πέμψειν. |
| Th 865 [5] | ἐπάξιον] ἁρμόδιον καὶ προσῆκον ἐξ ἀδελφῶν εἰς ἀδελφοὺς γίνεσθαι. B. ἡμᾶς δὲ δίκαιον πρότερον τῶν παρθένων κατάρχεσθαι τοῦ γόου, χάριν τῆς φημισθείσης φήμης τοῦ θανάτου τῶν βασιλέων, ἰαχεῖν τε καὶ βοᾶν τὸν δυσκέλαδον καὶ κακόηχον ὕμνον τῆς Ἐρινύος, ἐπιμέλπειν καὶ λέγειν τὸν μισητὸν καὶ κάκιστον παιᾶνα καὶ ὕμνον τοῦ Ἅιδου, ἤτοι τὸν ἐπὶ θανάτοις ᾀδόμενον. |
| Th 866 | O.P.N.Q. δίκη] δίκαιον. πρότερον φήμης] πρὸ τοῦ κλαῦσαι ἐκείνους. B. δυσκέλαδόν θ’ ὕμνον] κακόφημον θρῆνον. |
| Th 867 | ἐπειδὴ γάρ ἐστιν αὐτὴ φόνων καὶ θανάτων παρεκτικὴ, εἰκότως καὶ ὁ θρῆνος ὕμνος αὐτῆς λέγοιτ’ ἂν οὐδενὶ ἄλλῳ τοσοῦτον χαιρούσης ὅσον ὀδυρμοῖς καὶ δάκρυσιν, ὃν ὀδυρμὸν καὶ παιᾶνα καλεῖ Αἵδου. B. ἐχθρὸν] κακόν· παρόσον ὁ παιὰν χαρᾶς αἴτιος. |
| Th 869 | B. ἐπιμέλπειν] γρ. καὶ ἐπιμάπτειν. P. δυσαδελφόταται] εἰς ἀδελφοὺς δυστυχεῖς. |
| Th 870 | B. στρόφον] ζώνην. |
| Th 871 [5] | ἢ τὴν ἰδιωτικῶς λεγομένην κομβοθυλαίαν. στρόφον ἐσθῆτα ἤγουν ἐζωσμένην. τὸ δὲ περιβάλλονται, εἰ μὲν ἐσθῆτα εἴποις, ἀντὶ τοῦ ἐνδύνονται λάβῃς, λέγων ὁπόσαι περιβάλλονται καὶ ἐνδύονται στρόφον καὶ ἐζωσμένην ἐσθῆτα· εἰ δὲ ἐσθῆσι γράψεις, ἀντὶ τοῦ περιάγουσι νοήσεις οὕτως, ὁπόσαι περιβάλλονται καὶ περιάγουσιν ἐν ταῖς ἐσθῆσι στρόφον καὶ ζώνην. ἐστὶ δὲ κρεῖττον τὸ ἐσθῆτα ἢ τὸ ἐσθῆσιν. B. περιβάλλονται] ἐνδύονται. O. δόλος] πανουργία. |
| Th 872 | B. ὀρθῶς] ἀληθῶς. |
| Th 873 | λιγαίνειν] ἀλαλάζειν. B. δύσφρονες] κακογνώμονες. |
| Th 874 | B. ἀτρύμονες] ἐν κακοῖς ἀκμῆτες, τῶν κακῶν ἀκόρεστοι. |
| Th 875 [5] | ταῦτα λέγει ὁ χορὸς πρὸς τὸν Ἐτεοκλῆν καὶ Πολυνείκην. Ἄλλως. ἀτρύμονες, ἀδάμαστοι, ἀκαταπόνητοι, ὑπὸ τῶν κακῶν μὴ νικηθέντες, ἢ οὓς πολλὰ κακὰ ἐδάμασαν. A. πολυδάμαστοι. O. φίλων ἄπιστοι] μὴ τοῖς φίλοις πεισθέντες ὥστε καταλῦσαι τὸν πόλεμον. κακῶν ἀτρύμονες] ἄκαμπτοι καὶ μὴ φοβούμενοι τὰ κακὰ ὥστε τούτων ἀφίστασθαι. B. ἑλόντες] οἱ χαλάσαντες, οἱ καταβαλόντες. |
| Th 876 [5] | O. λαβόντες, ἄθλιοι καὶ οὐκ εὐτυχεῖς. τεθνηκότες γὰρ εἰσῆλθον ἄμφω τὰς Θήβας καὶ πατρῴων μνημάτων τυχεῖν ἔμελλον, εἰ καὶ Πολυνείκης βίᾳ Κρέοντος ἄτιμος ἔρριπτο ὡς κατὰ τῆς πατρίδος ἐστρατευκώς. μελέως δὲ εἰπεῖν ἔδει, ἀλλ’ ἐπήγαγε πρὸς τὸ ἑλόντες· τὸ δὲ σὺν ἀλκῇ ἀντὶ τοῦ σὺν πολέμῳ. ἢ τὸ ἑλόντες ἀντὶ τοῦ πορθήσαντες καὶ καταβαλόντες· τὸ γὰρ ἀποθανεῖν σφὰς καταβολή τις ὥσπερ τῶν δόμων ἦν. B. μέλεοι] ἄθλιοι. |
| Th 877 | οἳ] οἵτινες. B. ἐπὶ λύμῃ] καὶ συμφορᾷ. |
| Th 879 | B. ἰὼ] φεῦ. |
| Th 880 | B. δωμάτων] γρ. δόμων. P. μοναρχίας] ἐπίθυμος γὰρ ἕκαστος ἀποκτείνας τὸν ἕτερον μόνος ἄρχειν, ὥστε ἣν ἐπεθύμουν μοναρχίαν ἰδεῖν, πικρὰ αὐτοῖς ἔδοξε, δι’ ἐκείνην στερηθεῖσι τοῦ ζῆν. |
| Th 881 | B. διήλλαχθε] κακὴ διαλλαγὴ ἡ διὰ θανάτου. |
| Th 892 [5] | μὴ ὄντες γὰρ οὐδὲ μάχην σχῆτε τὸ ἀπὸ τοῦδε. ἢ διήλλαχθε ἀντὶ τοῦ ἀπηλλάγητε. A. τοῦτό φησιν ὅτι ἡ διαλλαγὴ ὑμῶν οὐκ ἐπὶ φιλίᾳ γέγονεν, ἀλλ’ ἐπὶ ἀναιρέσει τῇ τοῦ σιδήρου. O.P. διήλλαχθε σιδάρῳ] τῆς μάχης πέπαυσθε, καὶ εἰς ἓν συνέλθητε τῇ κατ’ ἀλλήλων σφαγῇ, σιδήρῳ διαλλάκτῃ χρησάμενοι· φεῦ τοιούτου διαλλάκτου. σαφηνίζει δὲ τὸν διαλλάκτην φάσκων οὐκ ἐπὶ φιλίᾳ γεγενῆσθαι, ἀλλ’ ἐπὶ φόνῳ. τὸ δὲ διεκρίθητε ἀντὶ τοῦ κεχώριστε. B. κάρτα δ’ ἀληθῆ] κάρτα δὲ καὶ λίαν ἀληθῆ ἐπέκρανε καὶ ἐπλήρωσε τὰ κατεύγματα τοῦ πατρὸς Οἰδίποδος ἡ σεβασμία καὶ τιμία Ἐρινὺς ἐκείνου, τουτέστι τῷ ὄντι ἡ τοῦ Οἰδίποδος Ἐρινὺς ἐτελείωσε τὰς ἐκείνου ἀρὰς κατὰ τῶν παίδων. |
| Th 886 [5] | A. κάρτα] λίαν. B. πότνι’ Ἐρινὺς] ἣν δι’ ἀρᾶς ἐπήγαγε τοῖς παισί. |
| Th 887 | κατ’ εὐφημισμὸν λέγει τὴν Ἐρινὺν πότνιαν ὡς καὶ Εὐμενίδας φαμεν, ἢ ὡς θεὸν οὖσαν. B. δι’ εὐωνύμων τετυμμένοι] τὸ ἑξῆς τοῦ λόγου οὕτως νοητέον, ἤδη διήλλαχθε σιδήρῳ οὐκέτ’ ἐπὶ φιλίᾳ, ἀλλ’ ἐπὶ φόνῳ, διεκρίθητε τετυμμένοι καὶ τετρωμένοι δι’ εὐωνύμων. |
| Th 888 [15] | τοῦτο δὲ συμβαίνει ἐν τοῖς κατὰ τὸ ἐναντίον ἱσταμένοις, οἷον, διαμπὰξ ἀλλήλων τὰς πλευρὰς τρώσαντες. ἑκάτερος γὰρ τῶν μονομαχούντων τὸ ἀριστερὸν πλευρὸν τοῦ ἀντιπάλου τιτρώσκειν βούλεται. οἷον διὰ τῶν πλευρῶν αὐτῶν τετυμμένοι τεθνήκασιν οἱ ὁμοσπλάγχνοι. A. εὐωνύμους τὰς ἀλλήλων χεῖρας καλεῖ, ὡς κακῶν ἐργαστρίας, καὶ οὐ δεξιὰς ἐκείνας καλεῖ τῶν γὰρ δεξιῶν ἡ καλὴ ἐργασία. ἢ εὐώνυμα λέγει τὰ πληγώματα αὐτῶν. εὐωνύμως γὰρ ἐπλήγησαν. ἑκατέρᾳ γὰρ τῇ δεξιᾷ χειρὶ τὴν ἑκατέρου εὐώνυμον πλευρὰν ἔπληξαν. P. εὐωνύμων] ἀριστερῶν. τὸ εὐωνύμων πρὸς τὸ ὁμοσπλάγχνων πλευρωμάτων συντακτέον. ἔφη δὲ διὰ μέσου τὸ ἕτερον ἡμιχόριον τὸ “τετυμμένοι” ὥσπερ συμμαρτυροῦν τῷ προτέρῳ. συμβαίνει δὲ τοῖς μονομαχοῦσι κατὰ τὸ εὐώνυμον μέρος τὰς τρώσεις δέχεσθαι ἱσταμένοις ἐναντίον ἀλλήλων, ὡς ἑκατέρου τῇ δεξιᾷ χειρὶ τὴν ἀριστερὰν ἑκατέρου παίειν πλευράν. μαρτυρεῖ δὲ τοῦτο καὶ τὸ ἀντιφόνων καὶ τὸ διανταίαν. τετυμμένοι] τρωθέντες διεκρίθητε κατὰ κοινοῦ. B. τετυμμένοι δῆθ’, ὁμοσπλάγχνων] γρ. |
| Th 889 [10] | ὠμοσπλάγχνων. P. τὸ ἑξῆς τοῦ λόγου οὕτως, δι’ εὐωνύμων τετυμμένοι ὁμοσπλάγχνων τε πλευρωμάτων. “τετυμμένοι δῆθ’” ἐν τῷ μέσῳ ἔφη τὸ ἕτερον ἡμιχόριον συμμαρτυροῦν καὶ συμφωνοῦν ἐκείνῳ, ἀληθῶς τετυμμένοι. A. ὁμοσπλάγχνων τε πλευρωμάτων] τοῦ ἡμιχορίου ἀρξαμένου λέγειν δι’ εὐωνύμων τετυμμένοι, καὶ μέλλοντος εἰπεῖν καὶ τὸ ὁμοσπλάγχνων τε πλευρωμάταν, ἐν τῷ μέσῳ ἔφησε τὸ ἡμιχόριον, συμμαρτυροῦν καὶ συμφωνοῦν ἐκείνῳ, ἀληθῶς τετυμμένοι. O.P. ὁμοσπλάγχνων] ἀδελφικῶν. B. δαιμόνιοι] δυστυχεῖς. |
| Th 892 | B. ἀντιφόνων] τῶν ἐξ ἐναντίας γινομένων. |
| Th 893 | B. διανταίαν] τὴν ἀλλήλων ἐξ ἐναντίας γινομένην. |
| Th 894 [5] | B. δόμοισι καὶ σώμασιν] εἰπόντος τοῦ ἡμιχορίου, αἲ αἲ, ἰσοφόνων θανάτων ἀραὶ, καὶ πρὸς τοῦτο ἀντιφήσαντος τοῦ ἑτέρου ἡμιχορίου ὅτι διανταίαν λέγεις πληγὴν, ὥσπερ ἐφερμηνεῦον τὸ πρῶτον ἡμιχόριον τί εἶπεν ἄνωθεν, λέγει ὅτι φημὶ αὐτοὺς στερηθέντας καὶ οἴκων καὶ σωμάτων, διὰ τὸ ἀναιρεθῆναι αὐτοὺς ὑπ’ ἀλλήλων. |
| Th 895 [10] | A. δόμοισι καὶ σώμασι πεπλαγμένους] σφαγέντες γὰρ αὐτὸ ἀπολώλασι καὶ τῆς ἀρχῆς δι’ ἣν ἐμάχοντο ἀπεστέρηντο, τοῦτο γάρ ἐστι τὸ δόμοισι καὶ σώμασι πεπληγμένους· ἐπλήγησαν δὲ ἐν προθυμίᾳ ψυχῆς, οὐχ οἷά τε ῥηθῆναι καὶ ἐν δυστυχίᾳ, ἐκ κατάρας πατρὸς ἀπελθούσῃ διχόφρονι καὶ διπλῇ, κατ’ ἀμφοτέρων γὰρ ἦν. ἐννέπω] λέγω. B. ἀναυδάτῳ μένει] ἀκαθέκτῳ ὀργῇ ἀνῄρηνται ὑπ’ ἀλλήλων, ἰσχύϊ μεγάλῃ καὶ ἀνεκλαλήτῳ. |
| Th 897 | A. ἀναυδάτῳ] ἀρρήτῳ. μένει] προθυμίᾳ. B. ἀραίῳ] καταρασίμῳ. |
| Th 898 | B. διχόφρονι] διχογνωμονοῦντι, οὐχ ὁμογνωμονοῦντι. |
| Th 899 | P. διπλῷ. B. διήκει] διέρχεται. |
| Th 900 | B. φίλανδρον] τὸ ὑπ’ ἀνδρῶν φιλούμενον. |
| Th 902 [10] | B. μενεῖ κτέανά τ’ ἐπιγόνοις] τοῦτό φησιν, ὅτι τὰ χρήματα, δι’ ὧν, ἀντὶ τοῦ ὧν χάριν φιλονεικία ἐγένετο καὶ θανάτου τέλος τοῖς αἰνομόροις ἀδελφοῖς, ἀπομενεῖ καὶ ἐπικτηθήσεται τοῖς ἐπιγόνοις καὶ τοῖς συγγενέσιν ἐκείνων, τουτέστιν, ἄλλοι κερδήσουσι τὰ χρήματα δι’ ἃ ἐκεῖνοι ἀπώλοντο. ἢ οὕτως, τὰ κτέανα ταῦτα, οἱονεὶ τὰ ὀνείδη, διήξουσι μέχρι τῶν ἐπιγόνων. κτέανα δὲ εἶπεν ὡς ἐπὶ οὐσίας, οἱονεὶ κληρονόμοι τῶν παθῶν ἐκείνων καὶ τῶν ὀνειδῶν οἱ παῖδες γενήσονται, ὀνειδιζόμενοι τὴν τῶν προγόνων ἀπώλειαν. A. μενεῖ κτέανα] ἕτεροι κερδήσουσι τὴν ἀρχὴν δι’ ἣν κακῶς ἀπολώλασιν οὗτοι, ἢ τοῖς ὕστερον ἔσται λόγος, ὁρῶσι πρὸς τὴν τῶν Θηβῶν ἀρχὴν, ὡς διὰ ταύτην ἀδελφοῖς συμβέβηκεν θάνατος. ἐπιγόνοις] τοῖς ὕστερον. B. αἰνομόροις] τοῖς δυστυχέσι καὶ κακῶς θανοῦσι. |
| Th 904 | B. νεῖκος] μάχη. |
| Th 905 | ἔβα] ἦλθε. B. ἐμοιράσαντο] ὀξύθυμοι ὄντες ἐμοιράσαντο καὶ διενείμαντο τὰ κτήματα ὥστε ἴσον λαχεῖν. |
| Th 907 [5] | λέγει δὲ τὰς ταφάς· μόναι γὰρ αἱ ταφαὶ αὐτοῖς ἐξ ἴσου ἐμερίσθησαν, καὶ τοῦτο μόνον ἐκέρδησαν. A. ὀξυκάρδιοι] οἱ θυμώδεις, ὀργίλοι, δυσκίνητοι κατὰ τὴν καρδίαν. O. ὀξύθυμοι καὶ πρὸς μάχην καὶ φόνον θερμότατοι. B. ὥστ’ ἴσον λαχεῖν] οὕτω διεμοιράσαντο τὴν ἀρχὴν ὥστε αὐτῶν ἕκαστον ἴσον μέρος αὐτῆς λαχεῖν καὶ μὴ πλέον σχεῖν ἕτερον θατέρου· τὸ δέ ἐστι τὸ ἀμφοτέρους τεθνάναι· εἰ γάρ τις αὐτῶν ἔζη, ὁ μὲν μόνος εἶχεν, ὁ δὲ θανὼν ἀποστεροῖτο· εἰ δὲ καὶ ἄμφω, ἐπλεονέκτει ἂν ὁ μέν ποτε ἐκείνου, ὁ δὲ τούτου, καθάπερ καὶ πρόσθεν ἐγένετο. |
| Th 908 | B. διαλλακτῆρι δ’ οὐκ ἀμεμφία] οὐκ ἀμεμφία καὶ ἔπαινος καὶ τιμὴ τῷ καταλλάξαντι αὐτοὺς σιδήρῳ καὶ διαλύσαντι τὸ νεῖκος, ἀλλὰ μέμψις καὶ ὄνειδος. |
| Th 909 [10] | οἱονεὶ, μέμφονται δὲ οἱ φίλοι τῷ διαλλακτῆρι αὐτῶν σιδήρῳ, ὡς οὐδετέρῳ χαρισαμένῳ, ἀλλ’ ἀνελόντι καὶ τοὺς δύο. A. διαλλακτῆρι] ἐμέρισαν δὲ ἐν διαλλακτῆρι καὶ τῆς μάχης παυστῆρι, τῷ θανάτῳ δηλονότι, βαρεῖ μὲν τοῖς φίλοις καὶ δυσχερεῖ ἅτε φίλοις, οἱ δὲ ἐχθροὶ τὴν αὐτῶν φύσιν ἠρνήσαντο, οὐ γὰρ ἐπίχαρις αὐτοῖς ἔδοξεν, ἀλλὰ καὶ οὗτοι ἠλέησαν, τοσοῦτόν ἐστι τὸ κατ’ αὐτοὺς δρᾶμα. οὐκ ἀμεμφίᾳ] ἀλλ’ ἐπὶ ψόγῳ. B. ἐπίχαρις] ἀπόδεκτος τοῖς ἐχθροῖς. |
| Th 910 | B. ὧδ’] οὕτως. |
| Th 911 | B. μένουσι] ἐκδέχονται. |
| Th 912 | B. τάχ’ ἄν τις εἴποι τίνες] ὡς ἀνοήτως αὐτὸ εἰπούσης ἐρωτᾷ τίνες αὐτοὺς μένουσι. |
| Th 913 [5] | A. τάχ’ ἄν τις εἴποι τίνες αὐτοὺς περιμένουσι σιδηρόπληκτοι· τοῦτο δὲ τοῦ ἑνὸς ἡμιχορίου εἰπόντος, ἀποκρίνεται τὸ ἕτερον καί φησιν ὅτι αἱ λαχαὶ καὶ αἱ διορύξεις, ἀπὸ τοῦ λαχαίνω τὸ ὀρύσσω, τῶν τάφων τῶν πατρῴων, ἤτοι τῶν ὀμμάτων τῶν τοῦ πατρός. τάφοι γὰρ ἄντικρυς τῷ πατρὶ ἡ στέρησις τῶν ὀμμάτων. O.P.Q. λαχαὶ] ἢ ἀντὶ τοῦ διορύξεις νόει, λαχαίνω γὰρ τὸ σκάπτω, ἐξ οὗ καὶ λάχανα, ἢ (ὃ καὶ κρεῖττον) ἀντὶ τοῦ κληρώσεις, ἤγουν κεκληρωμένοι αὐτοῖς πατρῷοι τάφοι. |
| Th 914 | B. δόμων μάλ’ ἀχὼ] γρ. |
| Th 915 [5] | ἦχον. O. ἀπὸ τῶν δόμων ἠχὴν καὶ βοὴν προπέμπει ἐπ’ αὐτοὺς γόος καὶ θρῆνος δαϊκτὴρ καὶ διακόπτων πάντα, αὐτοπήμων, ἤτοι ἀφ’ ἑαυτοῦ ἔχων τὰ κακὰ, ἐκ βάθους θρηνῶν. ἥτις ἠχὼ μινύθει καὶ ἐλαττοῦται ἐμοῦ θρηνούσης, ἕνεκα τῶν δύο βασιλέων καὶ σφοδρότερον ἦχον καὶ μείζονα ποιουμένης. A. ἀχὴν] βοήν. ἐπ’ αὐτοὺς] τοὺς ἀδελφούς. B. αὐτόστονος, αὐτοπήμων] οἴκοθεν στενάζουσα, αὐτοβλαβής. |
| Th 917 | O. ἐν ἑαυτῷ τὸν στόνον ἔχων. ὁ δὲ γόος, φησὶν, αὐτοπήμων ἐστὶν, ἀφ’ ἑαυτοῦ τὰ κακὰ ἔχων καὶ τὰ πολέμια. δαΐφρων δὲ, ἤτοι διακόπτων τὰς φρένας, οὐκ ἐπὶ τοῖς καλοῖς χαίρων. A. δαΐφρων] πολέμιος ταῖς φρεσὶ, λυπηρὸς καὶ διακόπτων τὰς φρένας ὁ θρῆνος. |
| Th 918 [5] | πάντα δὲ τὰ τοιαῦτα ὀνόματα οἰκεῖα τῷ θρήνῳ· αὐτὸ γάρ ἐστι στεναγμὸς καὶ πῆμα τοῖς ἔχουσι. τὸ δὲ ἐτύμως πρὸς τὸ δαΐφρων καὶ οὐ πρὸς τὸ φιλαγαθής συντακτέον· ἀληθῶς γάρ ἐστιν ὁ γόος δαΐφρων. δακρυχέων δὲ ἐκ φρενὸς ἀντὶ τοῦ δάκρυ πέμπων ἐκ τῆς τοῦ ἔχοντος αὐτὸν διανοίας· οὐ γὰρ οἷόν τε γόον εἶναι χωρὶς δακρύων. φιλαγαθὴς] φιλογέλως. γήθω τὸ χαίρω. B. δακρυχέων] κινητικὸς δακρύων. ἃ] ἡ φρήν μου. B. μινύθει] σμικρύνεται, πάσχει. |
| Th 920 | B. πάρεστιν δ’ εἰπεῖν] πάρεστιν εἰπεῖν ἐπ’ ἀμφοτέρων, τοῦ τ’ Ἐτεοκλέους καὶ τοῦ Πολυνείκους, ὅτι πολλὰ κακὰ ἔπραξαν τοῖς πολίταις, τοῖς μὲν Θηβαίοις ὁ Ἐτεοκλῆς, τοῖς δὲ Ἀργείοις ὁ Πολυνείκης, ὡς ἐναντίοι γενόμενοι εἴς τε Θηβαίους καὶ Ἀργείους. |
| Th 922 | A. ὡς ἐρξάτην] ὅτι ἔπραξαν. |
| Th 924 [5] | πολλά] δεινὰ δηλονότι. ἐπειδὴ φαμὲν ποιῶ σοὶ τόδε καὶ ποιῶ σε ἠτιμημένον, ἀμφότερα Αἰσχύλος ἐνταῦθα πεποίηκε λέγων ὡς ἐποίησαν τοῖς πολίταις πολλὰ δεινὰ ἐν τῇ μάχῃ, καὶ τὰς στίχας καὶ τὰς τάξεις τῶν ξένων ἐποίησε πολυφθόρους, Ἐτεοκλῆς μὲν τοὺς πολίτας, Πολυνείκης δὲ τοὺς σὺν αὐτῷ, ὁ μὲν ἀγαγὼν ἐνταῦθα καὶ ἀπολωλεκὼς, Θηβαῖοι δὲ πολιορκίας δεινὰς ὑπέμειναν. B. πολυφθόρους] ποταπάς. |
| Th 926 | ἐν δαΐδι] ἐν τῇ μάχῃ. B. δυσδαίμων σφὶν ἁ τεκοῦσα] ἡ μήτηρ αὐτῶν δυστυχεστάτη πασῶν γυναικῶν ὁπόσαι παῖδας ἐποίησαν, θεμένη καὶ ποιήσασα ἄνδρα ἑαυτῆς τὸν ἴδιον παῖδα, τουτέστι δυσδαίμων, ὅτι ὃν ἔτεκεν ἄνδρα ἔσχε. |
| Th 927 [5] | λέγει δὲ τὸν Οἰδίποδα, ἐξ οὗ ἐγεννήθησαν ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης. A. σφὶν] ἐν αὐτοῖς. B. ὧδ’] ὡς ὁρῶμεν. |
| Th 931 | B. ὁμόσποροι] ὑπῆρχον. |
| Th 933 | πανώλεθροι] ὑπῆρξαν. B. νείκεος ἐν τελευτᾷ] θανόντες γὰρ πέπαυνται τοῦ φιλονεικεῖν τοῦ πρὸς ἀλλήλους. |
| Th 936 | B. ἐν δὲ γαίᾳ] ἐν δὲ τῇ γῇ ῥανθείσῃ τῷ αἵματι μέμικται ἡ ζωὴ αὐτῶν. |
| Th 937 | A. φονορρύτῳ] ἐν ᾗ τὸ αὐτῶν αἷμα ἔρρευσεν. |
| Th 938 | B. κάρτα δ’ εἴς’ ὅμαιμοι] κατὰ παντός εἰσιν ἀδελφοὶ, κατά τε γένος καὶ τύχην. |
| Th 940 | B. πικρὸς λυτὴρ νεικέων] χαλεπὸς καὶ πικρίας καὶ ὀδύνης αἴτιος λυτὴρ γέγονε τῶν νεικέων καὶ τῶν φιλονεικιῶν τοῦ Ἐτεοκλέους καὶ τοῦ Πολυνείκους ὁ ξένος σίδηρος, ὁ πόντιος, ὁ ἐκ πυρὸς συθεὶς καὶ ὁρμηθεὶς, θηκτὸς καὶ ἠκονημένος. |
| Th 941 [10] | πικρὸς δὲ μεριστὴς τῶν χρημάτων ὁ σίδηρος. πόντιον δὲ τὸν σίδηρον λέγει, ὅτι οἱ Χάλυβες παράλιοί εἰσιν, ἐν οἷς ὁ σίδηρος γίνεται. ἢ ὅτι ἔθνος ἐν τῷ Πόντῳ οἱ Χάλυβες, ὅθεν ὁ σίδηρος. ἐκ πυρὸς δὲ συθεὶς εἶπεν, ὅτι διὰ πυρὸς ἡ κατασκευὴ τοῦ σιδήρου. τὸ δὲ “ἀρὰν πατρὸς τιθεὶς ἀληθῆ” τοῦτό φησιν, ὅτι ἐπηράσατο ὁ Οἰδίπους διὰ ξιφῶν τὴν οὐσίαν αὐτοῦ μερίσαι καὶ διανείμασθαι τοὺς υἱοὺς αὑτοῦ, ταύτην δὲ τὴν τοῦ Οἰδίποδος ἀρὰν ἐπλήρωσεν ὁ σίδηρος. A. πικρὸς λυτὴρ] ἐγένετο. ὁ πόντιος] εἰ γὰρ οἱ Χάλυβες παράλιοι, ἐκ τούτων δὲ ὁ σίδηρος εὕρηται, καιρὸν ἂν ἔχοι καὶ τοῦτον πόντιον ξεῖνον καλεῖσθαι. B. ξεῖνος] φίλος. |
| Th 942 | συθεὶς] ὁρμηθεὶς, κατασκευασθείς. B. θηκτὸς] ἠκονημένος. |
| Th 944 | πικρὸς] ὑπῆρξε. B. δατητὰς] μεριστής. |
| Th 945 | B. τιθεὶς] ποιῶν. |
| Th 946 | B. διοσδότων] τῶν ἐκ Διὸς δοθέντων. |
| Th 948 | B. ὑπὸ δὲ σώματι γᾶς πλοῦτος ἄβυσσος ἔσται] πολλὴ τῆς γῆς ἡ ἀφθονία ὑποκείσεται αὐτοῖς. |
| Th 949 | ἢ οὕτως, ὑπὸ γῆν δὲ ὁ πολὺς πλοῦτος αὐτῶν κέκρυπται, ἀντὶ τοῦ ἐν ἀφανεῖ. A. πλοῦτος] τοῦτο διπλῶς νοητέον, ἢ ὅτι ἔσται αὐτοῖς ὑπὸ τῷ σώματι τῆς γῆς, ἤγουν ὑπὸ τῷ Ἅιδῃ, πλοῦτος πολὺς, ἢ ὁ πολὺς πλοῦτος καὶ ἡ εὐδαιμονία, δι’ ἣν οὕτως ἀθλίως ἀπώλοντο ὑπὸ τῷ Ἅιδῃ, ἔσται αὐτοῖς. |
| Th 950 [5] | ἔστι δὲ ἀμφότερα κατ’ εἰρωνείαν. ἄβυσσος] πολύς. αὐτοῖς] ἔσται. B. ἐπανθήσαντες] ἀνατραφέντες. |
| Th 951 | O. πόνοισι] δυστυχίαις. |
| Th 952 | B. τελευτᾷ δ’ αἵδ’ ἐπηλάλαξαν] γρ. |
| Th 953 [10] | τελευταία. P. ἐπὶ δὲ τῇ τελευτῇ αὐτῶν ἠλάλαξαν καὶ ἤχησαν, κατὰ τὸν ὀξύφωνον καὶ μεγαλόηχον νόμον, ἀραὶ τοῦ Οἰδίποδος, ἀντὶ τοῦ, θόρυβον μέγαν καὶ θρῆνον αἱ ἀραὶ ἐποίησαν ἐπὶ τῷ θανάτῳ τούτων, τοῦ γένους παντὸς τοῦ Οἰδίποδος οὐκέτι φέροντος τὰς συμφορὰς, ἀλλ’ ἡττηθέντος αὐτῶν καὶ οἱονεὶ δεδωκότος νῶτα τοῖς ἐχθροῖς, ἤγουν τοῖς κακοῖς τοῖς κατὰ τὸ γένος τοῦ Οἰδίποδος ἐνισχημένοις. τῆς δὲ βλάβης τὸ τρόπαιον ἕστηκεν ἐν αἷς πύλαις ἐθείνοντο καὶ ἐτύπτοντο τοῖς ξίφεσιν οἱ ἀδελφοὶ (λέγει δὲ τὰς ἑβδόμας πύλας τῆς πόλεως) καὶ τοὺς δύο ἀπολέσασα ἡ τύχη ἐπαύθη. A. τελευτᾷ δ’ ἐπηλάλαξαν] ἐν τέλει, ἐν ὑστέρῳ ἤχησαν. B. τὸν ὀξὺν νόμον] τὸν ὄρθιον καὶ εἰς μάχην παρακλητικὸν, ᾧ κατὰ τῶν ἀντιπάλων χρῶνται οἱ ἐν πολέμῳ φεύγοντες. |
| Th 954 [10] | ὥσπερ ἐν τῷ πολέμῳ ἐάν τινες ἀλαλαγὴν καὶ φόβον ἐμποιοῦσαν βοὴν πρὸς τοὺς αὐτῶν ἀντιπάλους ποιήσωνται, τούτοις τροπὴν ἐνεργάζονται καὶ δεῖγμα ταῖς νίκαις ἱστῶσι τρόπαιον, οὕτω καὶ νῦν Αἰσχύλος ποιεῖ. λέγων γὰρ πολλοῖς δεινοῖς τὸν Οἰδίποδος δόμον περιπεσεῖν, εἶθ’ ὥσπερ τινὰ δεινὸν ὁπλίτην εἰσάγει τὴν τούτου ἀρὰν, ἣν τοῖς παισὶ κατηράσατο, τοσοῦτον ὑπερβαλλομένην τὰ πρόσθεν δυστυχήματα ὡς παντελὲς ἐνεργάσασθαι ὅλου τοῦ γένους αὐτοῦ, τὸ δὲ ἦν Ἐτεοκλῆς καὶ Πολυνείκης, οἱ δι’ αὐτὸν ἀθλίως ἀπολωλότες. τὸ δὲ ἕστακεν ἄτας τρόπαιον ἐν πύλαις, διὰ τὴν δυστυχίαν λέγει, ἢ διὰ τὸν θάνατον τὸν ἐν ταῖς πύλαις συμβάντα αὐτοῖς. B. παντρόπῳ] πάσης τροπῆς καὶ ἥττης μεστῇ. |
| Th 955 | B. ἄτας] τῆς βλάβης. |
| Th 957 | B. τροπαῖον] νίκη. O. ἐθείνοντο] ἐσφάττοντο. |
| Th 959 | B. ὁ δαίμων] ἡ δυστυχία. |
| Th 960 | B. παισθεὶς] ἡ Ἀντιγόνη φησὶ πρὸς τὸν Πολυνείκην, τυφθεὶς καὶ πεσὼν ἔτυψας. |
| Th 961 | φιλικῶς γὰρ διέκειτο πρὸς αὐτόν. A. παισθεὶς] Πολύνεικες. B. σὺ δ’ ἔθανες] φησὶ πάλιν ἡ Ἰσμήνη, σὺ δὲ, ὦ Ἐτέοκλες, ὁ θανατώσας τὸν Πολυνείκην ἔθανες ὑπ’ αὐτοῦ. |
| Th 962 | Ἄλλως. οὗτος ὁ πλήξας ἐπλήγης, σὺ δὲ ἀνελὼν τὸν ἕτερον ἀπέθανες. A. Ἐτέοκλες. B. μελεόπονος] ἤγουν μέλεα πονήσας πρὸς τὸν ἀδελφόν. |
| Th 963 | μελεοπαθὴς] ἄθλια παθὼν παρ’ αὐτοῦ. B. ἴτω δάκρυα] ποτὲ πρὸς τοῦτον, ποτὲ πρὸς ἕτερον ἴτω δάκρυα. |
| Th 964 | καὶ ὁ ἀνελὼν τὸν ἕτερον καὶ αὐτὸς προκείσεται, τουτέστι τεθνήξεται. προκείσεται, δηλονότι νεκρός. A. μαίνεται] ταράσσεται. |
| Th 966 | B. ἔφθισο] ἐφθάρης. |
| Th 970 | B. διπλᾶ λέγειν] πάρεστι. |
| Th 971 | B. ἀχέων τοίων τάδ’ ἐγγύθεν] γρ. |
| Th 973 [5] | ἐγγύθι. ἅτινα ἐγγύθεν εἰσὶν, ἀντὶ τοῦ οὐκ ἀλλότρια, ἀλλὰ πάνυ ἄγχι στένοντα. P. γόων τοίων] διπλῶν. ἐπειδὴ γὰρ ἔφασαν ὡς διπλᾶ λέγειν καὶ διπλᾶ ὁρᾶν πάρεστι, διὰ τοῦτό φησιν Ἀντιγόνη καὶ αὖθις ὅτι τάδε τὰ παρόντα κακὰ πλησίον τοιούτων γόων, τουτέστιν εἰς διπλᾶ, καὶ τοὺς περὶ αὐτῶν γόους διπλοῦς εἶναι δεῖ. εὕρηται δὲ καὶ ἐν παλαιῷ βιβλίῳ, ἀχέω τάδ’ ἐγγύθεν, ἤγουν ἐκ τοῦ πλησίον ταῦτα θρηνῶ, ὅπερ ἐστὶ κρεῖττον. μαρτυρεῖ δὲ καὶ τὸ ἐπαγόμενον, τὸ πέλας δ’ αἵδ’ ἀδελφαὶ ἀδελφεῶν. B. πέλας αἵδ’ ἀδελφαὶ] ἐγγὺς δὲ κακῶν ὧν ἔπαθον οἱ ἀδελφοὶ ἐσμὲν καὶ ἡμεῖς οἱ ἀδελφαί. |
| Th 974 | A. ἰὼ μοῖρα] ἐφύμνιον. |
| Th 975 | φεῦ Μοῖρα βαρέα πάθη παρέχουσα καὶ ὦ σεβασμία Οἰδίπου σκιὰ, σύ τε, ὦ Ἐρινὺς, ὄντως μεγαλοδύναμος καὶ γενναία τις εἶ. A. Οἰδίπου σκιὰ] εἴδωλον, κατάρα. |
| Th 976 [5] | O. σκιὰν Οἰδίποδος αὐτὸν καλεῖ τὸν Οἰδίποδα. τυφλωθεὶς γὰρ εἴδωλον εἶναι δοκεῖ καὶ οὐ τέλειος ἄνθρωπος. A. πότνιά τ’ Οἰδίπου σκιὰ] ἤγουν ὦ Οἰδίπου διὰ τὸ γέρας σεβάσμιε. σκιὰν δὲ αὐτὸν καλεῖ διὰ τὴν τύφλωσιν, ὥσπερ καὶ Εὐριπίδης αἰθέρος εἴδωλον. τίνος δὲ τοῦτον ἕνεκα ἐνταῦθα καλεῖ, πρῶτον εἰποῦσα βαρυδότειρα Μοῖρα, ἔπειτα, ὦ μέλαινα Ἐρινύς; δι’ οὐδὲν ἄλλο ἣ ὡς τῶν παρόντων κακῶν αἰτίαν γεγονότα, δι’ ὧν τοῖς παισὶ κατηράσατο. B. μέλαινά τ’ Ἐρινὺς] ἤγουν ἡ μελαίνουσα ταῖς συμφοραῖς τοὺς κολαζομένους ἢ ἀφανῶς ἐπιοῦσα. |
| Th 977 | ἦ] ὄντως. μεγασθενὴς] οὐδεὶς γὰρ τὸ σὸν ἐξέφυγε κράτος. B. ἠὲ, ἠὲ] φεῦ φεῦ. |
| Th 978 [5] | τοῦτο ὡς πρὸς τὸν Πολυνείκην καὶ τοὺς μετ’ αὐτοῦ φησιν, ὅτι ἐκ τῆς φυγῆς ἐπανήκοντες ἐμοὶ τῇ ἐνταῦθα μεινάσῃ ἐδείξατε βλάβας ἀφορήτους. A. δυσθέατα] οὐκ ἀνεκτὰ ὁρᾶσθαι. ἐδείξατ’ ἐκ φυγᾶς] τοῦτο πρὸς μόνον τὸν Πολυνείκην φυγόντα καὶ κατὰ τῆς πατρίδος ἐπενεγκόντα στρατὸν, καὶ τῶν παρόντων συμφορῶν γενόμενον αἴτιον. B. οὐδ’ ἵκεθ’ ὡς κατέκτανε] οὐδ’ ἵκετο καὶ ὑπέστρεψεν καὶ ὄπισθεν παρεγένετο ὁ Ἐτεοκλῆς ἀφ’ οὗ τὸν Πολυνείκην ἀνῄρηκεν· πρῶτος γὰρ οὗτος κατέκτεινε τὸν ἕτερον. |
| Th 979 | O.P. οὐδ’ ἵκεθ’] ζῶν ὁ Ἐτεοκλῆς. |
| Th 980 | ὡς κατέκτανε] Πολυνείκην. B. πνεῦμα] τὴν ψυχήν. |
| Th 981 | B. ἀπώλεσε δῆτα] ἔφθειρεν ἀληθῶς. |
| Th 982 | ἐνόσφισε] ἐστέρησε. B. καὶ πάθη] γράφεται καὶ ἔπαθον. |
| Th 983 | O. κήδε’] πάθη. |
| Th 984 [5] | ὁμώνυμα] Πολυνείκει. B. ὁμώνυμα] ἀληθῶς γὰρ ὁ εἷς κλέος (γρ. κλέος μάταιον), ὁ δὲ ἕτερος νείκην (γρ. πολὺ νεῖκος) ἔφερον (γρ. ἔφερεν), ὅτι ὁ μὲν Πολυνείκης ἀπὸ τοῦ πολύ καὶ νεῖκος, ὁ δὲ Ἐτεοκλῆς ἀπὸ τοῦ ἐτός, ὃ δηλοῖ τὸ μάτην καὶ τὸ κλέος, ἐκλήθη (γρ. ὠνομάσθη). P. δίυγρα] ζῶντα πήματα χεόμενα καὶ πολλά. |
| Th 985 | P. αἰματοσταγῆ. τριπάλτων πημάτων] πολυορμήτων καὶ πολυκινήτων δυστυχημάτων· οἱ γὰρ μαχόμενοι πολλαῖς ὁρμαῖς χρῶνται πρὸς τοῦτο. B. λέγειν] πάρεστι. B. μογερὰ] θρηνητική. |
| Th 986 | B. ἦ μεγασθενής τις εἶ] ὄντως ἄρα μέγα δυνάμενος ὑπάρχεις. |
| Th 989 | B. σὺ τοίνυν οἶσθα] γρ. |
| Th 990 [15] | τοί νιν. P. σὺ οἶδας, ὦ Πολύνεικες, τὴν Μοῖραν ὅσον δύναται, διαβὰς αὐτὴν ἢ δι’ αὐτὴν καταβὰς εἰς τὸν Ἅιδην. σὺ δὲ, ὦ Ἐτέοκλες, οὐ μετ’ οὐ πολὺ, οὐδ’ ὕστερον ἔμαθες ἄντικρυς τῷ ἀδελφῷ σου πολεμήσας. A. σὺ τοίνυν οἶσθα διαπερῶν] εἰπούσης Ἀντιγόνης πρὸς τὴν Ἐρινὺν, ἦ μεγασθενής τις εἶ, φησὶν Ἰσμήνη πρὸς Πολυνείκην, σὺ νῦν οἶσθα καὶ γινώσκεις πρῶτος τὸ τῆς Ἐρινύος σθένος, διαπερῶν καὶ διερχόμενος καὶ οἱονεὶ ταύτης πειρώμενος. λέγει δὲ Ἐρινὺν τὴν ἐξ ἀρᾶς τοῦ πατρὸς τιμωρησαμένην αὐτοὺς δύναμιν. εἶτα θέλουσα ἐπαγαγεῖν τὴν αἰτίαν δι’ ἣν τὸ τῆς Ἐρινύος ᾐσθάνετο σθένος, αὐτὴν δὲ ἦν τὸ ἐπεὶ κατῆλθες, αὐτὸς γὰρ πρῶτος πεπείραται διὰ τῆς τοῦ πατρὸς ἀρᾶς ἐξελαθεὶς τῆς πόλεως, καὶ πάλιν κατελθὼν οὐκ εἰς φιλίαν, ἀλλ’ ἐπὶ μάχῃ· τοῦτο βουλομένη εἰπεῖν ἐκωλύθη παρ’ Ἀντιγόνης διὰ μέσου εἰπούσης, σὺ δὲ, ὦ Ἐτέοκλες, οὐδὲν πρόσθεν τὴν Ἐρινὺν ἐγίνωσκες, εὐτυχῶν καὶ ἄρχων τῆς πόλεως, ἔμαθες δὲ ὕστερον ὅτε συνῆλθες τῷ ἀδελφῷ, καὶ κτανὼν καὶ αὐτὸν καὶ αὐτὸς ὑπ’ ἐκείνου πεφόνευσαι. B. σὺ δ’ οὐδὲν] Ἐτέοκλες, ἐγίνωσκες. |
| Th 991 | ὕστερον μαθὼν] ὅτε συνῆλθες τῷ ἀδελφῷ. B. ἀντηρέτας] ἀντηρέτης, ἤγουν ἀντιστάτης τῷ Ἐτεοκλεῖ. |
| Th 993 | A. δορὸς] τοῦ πολέμου. ἀντηρέτας] ἀντιστάτης. B. ἰὼ ἰὼ κακὰ δώμασι] ἃ δι’ ὑμᾶς ἔχομεν. |
| Th 995 | A. πόνος] τῶν ἀδελφῶν. οὑφ’ ἡμῖν] ἐξημμένος, ἐξηρτημένος καὶ ἐνιστάμενος. ἰὼ ἰὼ] φεῦ. κακὰ δώμασι] τὰ ἐπελθόντα τοῖς δώμασι. B. καὶ χθονὶ] τῇ γῇ τῶν Θηβαίων τὰ ἐπελθόντα. |
| Th 996 | B. καὶ πρόσω γ’ ἐμοὶ] τὰ περισσότερα τὰ ἐπελθόντα ἐμοί. |
| Th 997 | B. δυσπότμων] αὕτη ἡ γενικὴ πρὸς τὸ ἀρχηγέτα. |
| Th 998 | κακῶν] τῶν νῦν. B. ἀρχηγέτα] οὐ γὰρ ἂν τὰ παρόντα συνέβη πήματα, εἰ μὴ τὸν ἀδελφὸν οὕτως ἐξήλασεν. |
| Th 999 | B. δαιμονῶντες] μαινόμενοι, ἀλόγως ὁρμῶντες κατ’ ἀλλήλων. |
| Th 1001 | B. θήσομεν] θάψομεν. |
| Th 1002 | B. ἰὼ ἰὼ πῆμα] ἀπὸ γὰρ τῆς εὐνῆς τῆς τοῦ Οἰδίποδος τὰ κακὰ ταῦτα, ἢ βλάβος τῷ πατρὶ προϊὸν τοῖς παισί. |
| Th 1004 [5] | Ἄλλως. πάρευνον, παρὰ τὴν εὐνὴν τοῦ πατρὸς, τουτέστι, πλησίον τοῦ πατρός. A. πῆμα] βλάβη. πάρευνον] τὸ ἐν εὐνοίᾳ, ἢ παρὰ τὴν εὔνοιαν αὐτοῦ, ἤγουν ἐκτός. ἐπειδὴ γὰρ ἡ μὲν ἀρὰ ἐξ αὐτοῦ, τὰ δὲ παρόντα ἐκ ταύτης γέγονε, εἰκότως τὸ αὐτῶν δυστύχημα σύνευνον τῷ πατρὶ καλεῖ, τουτέστιν οἰκεῖον καὶ ἐξ ἐκείνου γενόμενον. B. δοκοῦντα καὶ δόξαντα] ὁ κῆρυξ ἐλθών φησι πρὸς τὴν Ἰσμήνην καὶ τὴν Ἀντιγόνην ὅτι πρέπει με ἀπαγγεῖλαι ὑμῖν τὰ ἀρέσκοντα τοῖς στρατηγοῖς καὶ τοῖς προέχουσι τῶν Θηβαίων. |
| Th 1005 [10] | ταῦτα δέ εἰσι τὸ τὸν Ἐτεοκλέα μὲν ταφῆναι περιφανῶς καὶ ἐντίμως, διότι ὑπὲρ τῆς πόλεως τέθνηκε, τὸν δὲ Πολυνείκην ἄταφον ῥιφέντα βρωθῆναι ὑπὸ τῶν ὀρνέων, διότι ἦλθεν ἀφανίσαι τὴν πόλιν ἡμῶν, εἰ μὴ οἱ θεοὶ διεκώλυσαν. A. δοκοῦντα] νῦν. δόξαντα] τότε. τίνος χάριν ἔθηκεν ἀμφοτέρους χρόνους, τὸν ἐνεστῶτά τε καὶ παρῳχημένον; καὶ φαμὲν τὸν μὲν παρῳχημένον διὰ τὸ ἅπαξ δόξαι αὐτοῖς ὅτι περὶ τούτου ἡ σκέψις ἦν, τὸν δὲ ἐνεστῶτα διὰ τὸ καὶ νῦν ἔτι δοκεῖν. χρὴ] πρέπει. B. προβούλοις] τοῖς βουλευομένοις ὑπὲρ τοῦ δήμου. |
| Th 1006 | τοῖς ἄρχουσι. B. ἐπ’ εὐνοίᾳ] ἐπὶ φιλίᾳ. |
| Th 1007 [5] | εἰς τὸ ἐπ’ εὐνοίᾳ χθονὸς ἐλάμβανεν ἔξωθεν τὸ τελευτήσαντα, ἵν’ ᾖ οὕτως, τὸν ἐπ’ εὐνοίᾳ τῆς χθονὸς τελευτήσαντα Ἐτεοκλέα ἔδοξε θάπτειν ἐν φίλαις καὶ ἐντίμοις κατασκαφαῖς γῆς. ἢ οὕτως· πρέπει ἀπαγγέλλειν με τὰ δόξαντα τοῖς τῆς πόλεως ἄρχουσι. τὰ δὲ ἦν, τὸν μὲν Ἐτεοκλέα θάπτειν ἔδοξεν ἐπ’ εὐνοίᾳ χθονὸς ἐν κατασκαφαῖς καὶ ὀρύξεσι γῆς φίλαις αὐτῷ, τουτέστι, τὸ ταφῆναι αὐτὸν ἀγαπητὸν καὶ ἀπόδεκτον ὑπάρχοντα τῇ γῇ, ὡς ὑπὲρ αὐτῆς μέχρι θανάτου ἠγωνισμένον, ὅπερ ἐστὶ κρεῖττον τοῦ προτέρου. χθονὸς] γῆς. B. ἔδοξε] ἐφάνη καλόν. |
| Th 1008 | φίλαις κατασκαφαῖς] ἐντίμοις καὶ πρεπούσαις καὶ ἀποδέκτοις ἐκείνῳ. δήμου προβούλοις] παρήγγειλε γὰρ αὐτὰ Κρέοντι. B. εἴργων] κωλύων. |
| Th 1009 | εἷλε] ἐκτήσατο. B. ἱερῶν πατρῴων δ’ ὅσιος ὢν μομφῆς ἄτερ τέθνηκεν] λείπει ἡ ὑπὲρ, ἵν’ ᾖ, ὑπὲρ ἱερῶν πατρῴων ὁσίως μαχόμενος ἀπέθανεν ἀμέμπτως. |
| Th 1010 | A. ὅσιος] δίκαιος. μομφῆς] κατηγορίας. B. τέθνηκεν] τουτέστι, τέθνηκεν ὅσιος ὢν χωρὶς μέμψεως ἱερῶν πατρῴων, ἤγουν οὐ μεμπτὸς καὶ ἀσεβὴς δόξας τοῖς πατρῴοις ἱεροῖς, ὥσπερ ὁ Πολυνείκης πορθῶν αὐτά. |
| Th 1011 | οὗπερ] αὐτοῦ. B. ἐπέσταλται] ὥρισται ἐμοί. |
| Th 1012 | B. τούτου] τοῦ Ἐτεοκλέους. |
| Th 1013 | τόνδε] τὸν νεκρόν. B. ἁρπαγὴν] τροπήν. |
| Th 1014 | B. ὡς ὄντ’ ἀναστατῆρα] ὡς ὑπάρχοντα ἀφανιστὴν καὶ πορθητὴν τῆς πόλεως τῶν Θηβαίων, ἐὰν οὐχὶ οἱ θεοὶ διεκώλυσαν. |
| Th 1015 | A. ὡς] καθά. ἀναστατῆρα] ἀφανιστὴν ὅσον τὸ κατ’ ἐκεῖνον. B. θεῶν] ἀπὸ τῶν. |
| Th 1016 | B. ἄγος—κεκτήσεται] μεμισημένος ἔσται τοῖς ἐν Θήβαις θεοῖς. |
| Th 1017 | ἄγος] μῖσος. B. ἀτιμάσας] καὶ εἰς οὐδὲν λογισάμενος. |
| Th 1018 | B. ᾕρει πόλιν] ἐπολιόρκει. |
| Th 1019 | B. πετεινῶν] τῶν ὀρνέων. |
| Th 1020 | δοκεῖ] τοῖς ἄρχουσι. B. ταφέντα] ῥιφθέντα, βρωθέντα. |
| Th 1021 | ἐπιτίμιον] τὴν ἀξίαν ἀμοιβήν. B. καὶ μήθ’ ὁμαρτεῖν] καὶ μήτε τούτῳ ἐπακολουθῆσαι θύματα τὰ ἐπὶ τοῖς νεκροῖς διὰ χειρῶν ἐργαζόμενα τῷ τύμβῳ τοῦ νεκροῦ, μήτε μὴν ὀξυμόλποις καὶ ὀξυφώνοις θρήνοις τιμᾶν αὐτόν. |
| Th 1022 [5] | A. ὁμαρτεῖν] ἀκολουθεῖν αὐτῷ. τυμβοχόα] ἐπιτάφια. χειρώματα] θύματα τὰ διὰ τῆς χειρὸς γινόμενα. B. μήτ’ ὀξυμόλποις] μήτε θῦσαι τῷ Πολυνείκει μήτε κλαῦσαι ἐπάνω τοῦ τάφου αὐτοῦ καὶ ὀξυφώνοις θρήνοις τιμᾶν αὐτόν. |
| Th 1023 [5] | καὶ γὰρ καὶ τοῦτο οἱ παλαιοὶ τιμὴν ὑπελάμβανον, εἴ τις ἐπὶ τῷ τύμβῳ τοῦ τεθνεῶτος ἔθυσε καὶ ἐκόψατο. διὰ τοῦτο καὶ ὁ κῆρυξ, ἵνα μὴ τιμηθῇ ὁ Πολυνείκης, ἐντέλλεται μήτε διὰ θυσιῶν μήτε δι’ οἰμωγμάτων τιμηθῆναι αὐτόν. A. σέβειν] τιμᾶν αὐτόν. B. ἐκφορᾶς] ἐκκομιδῆς. |
| Th 1024 [5] | σημείωσαι ὅτι τὸ συγκομίζειν καὶ ἀνακομίζειν ἐπὶ νεκρῶν λέγεται. καὶ συγκομιδὴ μὲν λέγεται ἡ πρὸ τοῦ τάφου πᾶσα ἐπιμέλεια· ἐκκομιδὴ ἡ πρὸς τὸν τάφον ἀπαγωγή· ἀνακομιδὴ ἡ ἐκ τάφου εἰς τάφον μετάθεσις. A. ἐκφορᾶς] ἐξελεύσεως, ἐξοδίου. O. κηδεύματος. φίλων] ὑπὸ τῶν οἰκείων καὶ συγγενῶν. B. τοιαῦτ’ ἔδοξε] τοιαῦτα ἤρεσε τούτῳ τῷ τάγματι πάντων τῶν Θηβαίων καὶ πλήθει. |
| Th 1025 | A. τῷδε] τῷ Πολυνείκει. τέλει] τῇ ἐξουσίᾳ. B. ἢν] ἐάν. |
| Th 1027 | συνθάπτειν] σὺν τῷ ἀδελφῷ. B. κἀνὰ κίνδυνον βαλῶ] καὶ εἰς κίνδυνον ἐμβαλῶ ἐμαυτὴν διὰ τοῦτο. |
| Th 1028 [5] | Ἄλλως. καὶ βαλῶ αὐτὸν ἐν τῇ γῇ, ὥστε ἀνακίνδυνον εἶναι ἤγουν μή τινα κίνδυνον ὑποστῆναι παρά τινος θηρίων. εἰ δ’ ἔχει βαρεῖαν, λέγει τὸ, καὶ ῥίψω ἐμαυτὴν ἀνὰ κίνδυνον, θάψασα τὸν ἀδελφόν. A. σφε] αὐτόν. κίνδυνον] εἰς. βαλῶ] ἐμαυτήν. B. αἰσχύνομαι] αἰδοῦμαι. |
| Th 1029 | B. ἄπιστον] ἀπειθοῦσα τῇ γνώμῃ τῶν πολιτῶν καὶ μὴ πειθομένη τῷ τούτων θελήματι. |
| Th 1030 [5] | O.P. ἀνθισταμένην, ἐναντίαν. ἀναρχίαν] ἄναρχος δοκοῦσα καὶ μὴ πειθομένη τῇ πόλει τε καὶ τοῖς ἄρχουσιν. οὗτοι μὲν γὰρ ἄταφον βούλονται Πολυνείκην εἶναι, ἐγὼ δὲ τούτων ἀκόντων ταφῇ παραδώσω. B. δεινὸν τὸ κοινὸν] χαλεπὴ καὶ βίαιος ἡ φύσις αὕτη ἐξ ἧς γεγόναμεν· τουτέστιν ἐπεὶ ἀδελφός μου ἐστὶν, οὐκ ἐᾷ με τὸ φίλτρον ἀφεῖναι τοῦτον ἄταφον. |
| Th 1031 [5] | O.P. βέβαιον. O. μέγιστόν ἐστιν ἡ συγγένεια καὶ τῶν ἀδυνάτων πεῖσαι κατατολμᾶν, ἧστινος συγγενείας ἐγὼ καὶ Πολυνείκης πεφύκαμεν, ἐκ πατρὸς καὶ μητρὸς, τουτέστιν ἀδελφοὶ ὄντες καὶ ἐκ μιᾶς γαστρὸς προελθόντες, ταυτοῦ τυχόντες σπέρματος. πεφύκαμεν] ἐγεννήθημεν. B. μητρὸς] ὑπό. |
| Th 1032 | B. ἤτοι τῆς Ἰοκάστης· συνεμίγη γὰρ τῷ υἱῷ αὐτῆς Οἰδίποδι. O. τοιγὰρ θέλους’ ἄκοντι] οὐκ ἐγίνωσκε γὰρ ὁ Πολυνείκης ἐπανηκὼς εὑρήσειν τὸν ἀδελφὸν ἀποδιώκοντα τῆς ἰδίας πόλεως. |
| Th 1033 [10] | πρῶτος γὰρ ὢν τὸν ἑαυτοῦ χρόνον ἐτελείωσι βασιλεύων ἐν τῇ πόλει· εἶτα ἐξελθὼν καὶ χρονίσας, πάλιν ὑπέστρεψε κατὰ τὸ σύνθημα. οὐκ ἐδέχθη δὲ παρὰ τοῦ Ἐτεοκλέους· λοιπὸν ἄκων κατῆλθεν εἰς τὸ Ἄργος, καὶ ἐκεῖθεν λαβὼν στρατιὰν, ἦλθεν εἰς τὰς Θήβας, καὶ ἐλθὼν ἔθανεν· ἢ ὅτι καὶ ἄκοντα αὐτὸν ὁ Ἐτεοκλῆς προσεκαλέσατο εἰς τὴν μάχην. P. οὐκ ἐγίνωσκε—ἰδίας πόλεως· ὥστε ἄκων ἐχθρωδῶς πρὸς τὴν πόλιν διέκειτο τοῦ Ἐτεοκλέους τούτῳ πταίσαντος διὰ τὸ μὴ παραχωρεῖν αὐτὸν τὴν βασιλείαν λαβεῖν. O. τοιγὰρ θέλους’ ἄκοντι κοινώνει κακῷ] διὰ τοῦτο θέλουσα, ὦ ψυχὴ, κοινώνει ἀδελφῷ τῷ Πολυνείκει τῷ ἄκοντι καὶ δι’ ἀνάγκην γενομένῳ κακῷ. A. τοιγὰρ] τὸ λοιπόν. B. ψυχὴ] ὦ. |
| Th 1034 | B. συγγόνῳ] ἀδελφικῇ. O. ἀδελφῷ. φρενὶ] τὸ φρενὶ πρὸς τὸ ἄκοντι θανόντι λέγε, οὐ γὰρ εἶχε κατὰ νοῦν Πολυνείκης τὸν αὑτοῦ θάνατον, ἀλλὰ τὸν τοῦ ἀδελφοῦ. B. σπάσονται] λάβωσι, φάγωσι. |
| Th 1036 | δοκησάτω] τοῦτο. B. κατασκαφὰς] ὀρύγματα. |
| Th 1037 | B. μηχανήσομαι] ἐκ μηχανῆς ποιήσω. |
| Th 1038 | B. κόλπῳ φέρουσα] φέρουσα ἐν τῷ κόλπῳ τοῦ βυσσίνου πέπλου. |
| Th 1039 [5] | διὰ δὲ τούτου τὴν γῆν αἰνίττεται, ὡς ἐνταφιάσαι τοῦτον τῇ γῇ μέλλουσα. Ἄλλως. τῷ τοῦ βυσσίνου κόλπου πέπλῳ τὴν γῆν παρακομίζουσα, ὡς ἐπιβάλλειν μέλλουσα χῶμα διὰ τοῦ πέπλου, διὰ τὸ μὴ δύνασθαι ὀρύττειν. A. κόλπῳ] διὰ τοῦ κόλπου. φέρουσα] χοῦν δηλονότι. βυσσίνου πεπλώματος] τοῦ βασιλικοῦ ἱματίου. B. μηδέ τῳ δόξῃ πάλιν] μήτε ἀντεστραμμένως ἐμοὶ, ἤγουν ἐναντίως, τὶς οἰηθῇ γενήσεσθαι τοῦτο, τὸ θάψαι τὸν ἀδελφὸν τὸν Πολυνείκην. |
| Th 1040 [5] | A. μηδὲ] ὅρα ἵνα. τῷ] τινὶ ἄλλῳ. B. πάλιν] κατὰ ἄλλον τρόπον. O. ἄλλο τι. B. δραστήριος] ἔνεργος ἐφεύρηται, ἢ ὅθεν καὶ τοὺς τοιούτους ἄνδρας δραστηρίους καλοῦμεν. |
| Th 1041 | B. περισσὰ] πολλὰ καὶ ἀνόνητα. |
| Th 1043 | B. τραχύς γε μέντοι] τοῦτό φησιν ὁ κῆρυξ, ὅτι ὁ λαὸς τῆς πόλεως ἐλεύθερος τῶν κακῶν γενόμενος, ὡς ἐκποδὼν τῶν πολεμίων γενομένων, τραχὺς καὶ ἀπηνὴς ἔσται κατὰ σοῦ, ὡς παρὰ γνώμην αὐτοῦ τὸν Πολυνείκην θελούσης θάψαι. |
| Th 1044 [5] | ἡ δὲ Ἀντιγόνη φησὶ πρὸς αὐτὸν, τράχυνε, ἀντὶ τοῦ λέγε πολλάκις ὅτι τραχύς ἐστιν ὁ δῆμος, ἀλλ’ ὅμως οὐκ ἀναστείλῃς με θάψαι τὸν ἀδελφόν. A. τραχὺς] σκληρὸς ὑπάρχει. B. τράχυν’] εἰς ἀλαζονείαν ἔμβαλε τὸν δῆμον. |
| Th 1045 | O. σκληρὸς ὕπαρχε. οὐ γενήσεται] ἐστερημένος τάφου. B. ὃν] ὅντινα. |
| Th 1046 | στυγεῖ] μισεῖ. B. ἤδη τὰ τοῦδε] τὰ περὶ τῆς τιμῆς τούτου τοῦ Πολυνείκους ὑπὸ τῶν θεῶν οὐ κέκριται κακῶς, ἀλλὰ τίμιος καὶ οὗτος παρὰ θεοῖς. |
| Th 1047 [5] | A. ἤδη] πάλαι. εἰπόντος τοῦ ἀγγέλου πρὸς αὐτὴν, ἀλλ’ ὃν στυγεῖ ἡ πόλις, τοῦτον αὐτὴ τιμήσεις θάψασα; δυσχεραίνουσα αὐτή φησιν, ἤδη καὶ πάλαι οὐ διατετίμηται, καὶ οὐ διὰ τιμῆς ἤχθησαν τὰ τοῦδε τοῖς θεοῖς, τουτέστιν, ἐκ πολλοῦ ἠμέληται οὗτος παρὰ τῶν θεῶν καὶ οὐδεμίαν αὐτοῦ ἐποιοῦντο φροντίδα, οὐ γὰρ ἂν εἴασαν ἐκπεσεῖν τῆς χθονὸς ὑπὸ τοῦ ἀδελφοῦ ἀδίκως· ὥστε τι καὶ παρὰ τῶν πολιτῶν νῦν μισεῖται. πρὸς ὃ ἀπολογούμενος οὗτός φησι, οὒ, τουτέστιν, οὐ πρότερον ἠμέληται παρὰ τῶν θεῶν πρὶν εἰς κίνδυνον καταστῆσαι τήνδε τὴν χώραν. B. οὒ, πρίν γε χώραν] εἰπούσης τῆς Ἀντιγόνης ὅτι τὰ περὶ τῆς τιμῆς τοῦ Πολυνείκους κακῶς κέκριται παρὰ τοῖς θεοῖς, φησὶν ὁ κῆρυξ πρὸς αὐτὴν, οὐδαμῶς τὰ τοῦ Πολυνείκους ἠτιμήθησαν παρὰ τοῖς θεοῖς, πρὶν κακῶσαι αὐτὸν τὴν πόλιν, ἀλλὰ μετὰ τὸ αὐτὸν τὴν πόλιν ἐμβαλεῖν κακοῖς. |
| Th 1048 | A. πρὶν] πρὸ τοῦ. κινδύνῳ βαλεῖν] ἐν κινδύνῳ θεῖναι. B. παθὼν κακῶς] τιμωρηθεὶς, ἀδικηθείς. |
| Th 1049 | O. ὑπὸ τοῦ Ἐτεοκλέους. ἀντημείβετο] αὐτόν. B. ἀλλ’ εἰς ἅπαντας] ἀντὶ τοῦ ἑνὸς, Ἑτεοκλέους δηλαδὴ, (αὐτὸς γὰρ μόνος ἔβλαψεν αὐτὸν) εἰς πάντας τοὺς πολίτας ἦν τὸ ἀμείβεσθαι ἐν κακοῖς καὶ οὐκ ἐν ἐκείνῳ μόνῳ. |
| Th 1050 [5] | ὑπὸ γὰρ μόνου τοῦ Ἐτεοκλέους ἀδικηθεὶς πᾶσι τοῖς Θηβαίοις ἐπολέμησε. A. ἅπαντας] τοὺς πολίτας. ἀνθ’ ἑνὸς] ἀντὶ τοῦ Ἐτεοκλέους. τόδ’] ἔργον] ἡ μάχη. B. ἔρις] φιλονεικία. |
| Th 1051 [5] | παῦσον πολλά μοι λέγειν, περαίνει γὰρ καὶ τελεῖ τὸν μῦθον καὶ τὸν λόγον ἔρις ὑστάτη θεῶν, τουτέστι πολλὰ λέγοντες ἐγώ τε καὶ σὺ παυσόμεθα, μή πως ἀποκατασταῖμεν εἰς μάχην· τῶν γὰρ πολλῶν λόγων τὸ τέλος οὐκ ἔστιν ἕτερον ἢ μάχη. τὸ δὲ ὑστάτη θεῶν ἀντὶ τοῦ ἐλάττων. πάντες γὰρ οἱ θεοὶ ἀγαθῶν αἴτιοι, τὸ δὲ τῆς ἔριδος χρῆμα πληγὰς καὶ φόνους ἔσθ’ ὅτε παρασκευάζειν ἔλαττόν ἐστι καὶ τῆς θεῶν φιλανθρωποτάτης γνώμης ἀποστατεῖ. ὑστάτη] τελευταία. B. θάψω] καλύψω. |
| Th 1052 | μὴ μακρηγόρει] ἤγουν, μὴ μακρολόγει. B. ἀλλ’ αὐτόβουλος ἴσθι] τουτέστι, τῇ ἰδίᾳ γνώμῃ. |
| Th 1053 [5] | ὃ βούλει πρᾶττε. A. ἴσθ’] τὸ ἦσθα οὐ μόνον ἀντὶ τοῦ ὑπῆρχες, ἀλλὰ καὶ ἀντὶ τοῦ ὑπάρχεις, ὥσπερ φαμὲν καὶ ἦν ἀντὶ τοῦ ἐστὶ καὶ ἀντὶ τοῦ ὑπῆρχεν. ἀπεννέπω] ἀπαγορεύω. B. φεῦ φεῦ] διαιρεῖται ὁ χορὸς τῶν γυναικῶν, καὶ τὸ μὲν ὑπὲρ Πολυνείκους, τὸ δὲ ὑπὲρ Ἐτεοκλέους ἐστίν. |
| Th 1054 [5] | ὥσπερ δὲ μεμέρισται ὁ χορὸς, οὕτως καὶ αἱ ἀδελφαί. καὶ ἡ μὲν Ἰσμήνη τῷ Ἐτεοκλεῖ ἀκολουθεῖ καὶ τῇ πόλει, ἡ δὲ Ἀντιγόνη τῷ Πολυνείκει. A. μεγάλαυχοι] μεγαλοδύναμοι. B. φθερσιγενεῖς] αἱ ἐπὶ τῷ φθείρειν γεγονυῖαι. A. αἱ φθείρουσαι τὸ γένος ἡμῶν. B. κῆρες] θανατηφόροι. |
| Th 1055 | B. πρυμνόθεν] ἐσχάτως, ῥιζόθεν. |
| Th 1056 | B. τί πάθω] ἵνα. |
| Th 1057 | τί δὲ δρῶ] ἵνα ποιήσω. B. τύμβον] τὸν τάφον. |
| Th 1059 | B. κἀποτρέπομαι] καὶ ἀποδιώκω, ἀπαγορεύω, ἀπαναίνομαι. |
| Th 1060 | B. σύ γε μὴν πολλῶν πενθητήρων] ἐνταῦθα χωρίζονται γυναῖκές τινες, αἱ μὲν συγκλαίουσαι τῇ Ἀντιγόνῃ ἕνεκεν τοῦ Πολυνείκους, αἱ δὲ τῇ Ἰσμήνῃ, χάριν τοῦ Ἐτεοκλέους. |
| Th 1062 [5] | A. σύ γε] πρὸς τὸν Ἐτεοκλῆ φησιν. P. Ἐτέοκλες. B. πενθητήρων] θρηνῳδῶν. O. κεῖνος] ὁ Πολυνείκης. |
| Th 1063 | B. εἶσι] εἰς Ἅιδου πορεύεται. |
| Th 1065 [5] | B. τίς οὖν τὰ] τίς ἂν οὖν πεισθείη εἰς τὰ καὶ εἰς ταῦτα τῇ πόλει, καὶ τίς ἡμῶν ἐστι ταύτης τῆς γνώμης; P.Q. τὰ] ἃ λέγουσι. B. πίθοιτο] τοῖς ἄρχουσι. B. δράτω πόλις] λείπει τὸ κακῶς, ἵν’ ᾖ οὕτως, δράτω καὶ μὴ δράτω κακῶς ἡ πόλις τοὺς κλαίοντας καὶ διὰ τοῦτο τὸν Πολυνείκην τιμῶντας. |
| Th 1066 | A. δράτω] κακῶς. B. τοὺς κλαίοντας] τοὺς ὀδυρομένους. |
| Th 1067 | B. ἡμεῖς μὲν ἴμεν] ἡμεῖς γὰρ ἴμεν καὶ συνθάψομεν σὺν τῇ Ἀντιγόνῃ τὸν Πολυνείκην. |
| Th 1068 [5] | καὶ γὰρ οὐ πάντοτε τῷ δήμῳ καὶ τῇ πόλει τὰ αὐτὰ δοκεῖ. A. ἡμεῖς μὲν] μερίζεται ὁ χορὸς εἰς δύο, αἱ μὲν ὑπὲρ Πολυνείκους, αἱ δὲ ὑπὲρ Ἐτεοκλέους. ἴμεν] πορευόμεθα. συνθάψομεν] σὺν σοί. B. αἵδε] αὗται. |
| Th 1069 | προπομποὶ] προπέμπουσαι αὐτόν. γενεᾷ] τῇ ἀνθρωπίνῃ. B. ἄχος] ὁ θάνατος. |
| Th 1070 | ἄλλως] ἀλλοτρόπως. B. ἀλλοτ’ ἐπαινεῖ τὰ δίκαια] καὶ γὰρ οὐ πάντοτε τῷ δήμῳ καὶ τῇ πόλει τὰ αὐτὰ δοκεῖ. |
| Th 1071 | O. νῦν μὲν τούτους, νῦν δὲ ἐκείνους κολάζουσα, τοιοῦτο γάρ ἐστιν ὁ δῆμος, ὃ πρώην δίκαιον νομίζει, τοῦτο ὕστερον ἄδικον οἰόμενος. B. ἅμα τῷδ’] ἡμεῖς δ’ ἅμα τῷ Ἐτεοκλεῖ ἐκκομιζομένῳ ἴμεν ἀπὸ κοινοῦ. |
| Th 1072 | P. σὺν τῷ Ἐτεοκλεῖ. B. δίκαιον] δίκαιον γὰρ συμπονεῖν τῷδε ὑπὲρ πατρίδος ἠγωνισμένῳ. |
| Th 1073 | B. μετὰ γὰρ μάκαρας] μετὰ γὰρ τοὺς θεοὺς καὶ τὴν ἑαυτοῦ ἰσχὺν παρέθηκεν ὁ Ἐτεοκλῆς ὑπὲρ τῆς πόλεως (καὶ γὰρ ἐνίκησαν οἱ ἡμέτεροι πολῖται) καὶ οὐκ εἴασε τὴν πόλιν ἡμῶν οὕτω ὑπὸ χειμερινοῦ κύματος κατακλυσθῆναι πρὸς τῶν Ἀργείων. |
| Th 1074 [1] | κῦμα δὲ τὴν ἔφοδον εἴρηκε τῶν Ἀργείων. ἀκολούθως μέντοι τῷ κύματι τὸ κατακλυσθῆναι τροπικῶς ἐπήνεγκεν. A. μάκαρας] τοὺς θεοὺς τοὺς ἀθανάτους. ἰσχὺν] καὶ τὴν δύναμιν. B. ἤρυξε] ἐφύλαξε. |
| Th 1075 | O. ἐκώλυσεν. B. ἀνατραπῆναι] ἀφανισθῆναι. |
| Th 1076 | ἀλλοδαπῶν] ἀλλοτρίων. B. κύματι φωτῶν] γένει ἀνδρῶν. |
| Th 1077 | B. κατακλυσθῆναι] ποντισθῆναι. |
| Th 1078 | O. ἀφανισθῆναι. μάλιστα] λίαν. B. ΠΕΡΣΑ Ι. |
| Pers hyp1 (t) [35] | ΥΠΟΘΕΣΙΣ. Γλαῦκος ἐν τοῖς περὶ Αἰσχύλου μύθων ἐκ τῶν Φοινισσῶν φησι Φρυνίχου τοὺς Πέρσας παραπεποιῆσθαι, ὃς ἐκτίθησι καὶ τὴν ἀρχὴν τοῦ δράματος ταύτην, Τάδ’ ἐστὶ Περσῶν τῶν πάλαι βεβηκότων. πλὴν ἐκεῖ εὐνοῦχός ἐστιν ἀγγέλλων ἐν ἀρχῇ τὴν τοῦ Ξέρξου ἧτταν, στρωννύς τε θρόνους τινὰς τοῖς τῆς ἀρχῆς παρέδροις, ἐνταῦθα δὲ προλογίζει χορὸς πρεσβυτῶν. [τῶν δὲ χορῶν τὰ μέν ἐστι παροδικὰ, ὡς ὅτε λέγει δι’ ἣν αἰτίαν πάρεστιν, ὡς τὸ Τύριον οἶδμα λιποῦσα· τὰ δὲ στάσιμα, ὡς ὅτε ἵσταται καὶ ἄρχεται τῆς συμφορᾶς τοῦ δράματος· τὰ δὲ κομματικὰ, ὅτε λοιπὸν ἐν θρήνῳ γίνεται.] καὶ ἔστιν ἡ μὲν σκηνὴ τοῦ δράματος παρὰ τῷ τάφῳ Δαρείου· ἡ δὲ ὑπόθεσις Ξέρξης στρατευσάμενος καθ’ Ἑλλάδος, καὶ πεζῇ μὲν ἐν Πλαταιαῖς νικηθεὶς, ναυτικῇ δὲ ἐν Σαλαμῖνι, διὰ Θεσσαλίας φεύγων· ἐπεραιώθη εἰς τὴν Ἀσίαν. ἐκστρατεύοντι δὲ ἦν τούτῳ ἵππος μὲν ἄμετρος, νῆες δὲ χίλιαι διακόσιαι ἑπτὰ ἢ δεκατέσσαρες. οἱ Ἕλληνες δὲ οἱ τοῦτον νικήσαντες ἐν τριακοσίαις μόναις ἦσαν ναυσί. πρώτη ἔφοδος Περσῶν βασιλεύοντος Δαρείου ἐδυστύχησε περὶ Μαραθῶνα· δευτέρα δὲ, ἐπὶ Ξέρξου περὶ Σαλαμῖνα καὶ Πλαταιὰς, τοῦ Θεμιστοκλέους στρατηγοῦ ὄντος τότε καὶ ῥήτορος ἐν ταῖς Ἀθήναις, ὃς καὶ νῆας εἶπε ποιῆσαι καὶ ἀντιτάξασθαι πρὸς τὸν Ξέρξην. οὗ καὶ γενομένου περιεγένοντο αὐτοῦ. ὁ Ἀπόλλων γὰρ τοῖς Ἀθηναίοις μαντευομένοις πῶς τοὺς Πέρσας κατατροπώσονται, εἶπε τείχη ξύλινα κατασκευάσαι, καὶ οὕτω περιγενέσθαι αὐτῶν. καὶ οἱ μὲν τούτου ἀκούσαντες τείχη ἔλεγον ποιῆσαι εἰς τὴν πόλιν ξύλινα ἀντὶ τῶν λιθίνων· ὁ δὲ Θεμιστοκλῆς οὐχ οὕτως, ἀλλὰ νῆας εἶπε ποιῆσαι, αἳ πολλάκις διὰ τῶν οἰκείων τειχῶν σώζουσι τοὺς ἀνθρώπους. Ἐπὶ Μένωνος τραγῳδῶν Αἰσχύλος ἐνίκα Φινεῖ, Πέρσαις, Γλαύκῳ Ποτνιεῖ, Προμηθεῖ. Τοῦ Ξέρξου πατὴρ μὲν ἦν Δαρεῖος ὁ Περσῶν βασιλεὺς, μήτηρ δὲ Ἄτοσσα. γίνωσκε δὲ ὅτι Δαρεῖοι τρεῖς εἰσι· πρῶτος δὲ τούτων ὁ Ὑστάσπου, προκριθείς τε ὑπὸ τῶν Περσῶν καὶ βασιλεύσας αὐτῶν, ὃς ἦν καὶ Ξέρξου πατὴρ τοῦ στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας· δεύτερος δὲ Δαρεῖος ὁ Ἀρταξέρξου πατὴρ, Σύρος προσαγορευθείς. ἔσχατος δὲ Δαρεῖος ὁ ὑπ’ Ἀλεξάνδρου τοῦ Φιλίππου καταλυθείς. τινὲς δὲ καὶ τέταρτον Δαρεῖον εἶναι γράφουσιν. ΑΛΛΩΣ. |
| Pers hyp2 (t) [45] | Ἡ τούτου τοῦ δράματος ὑπόθεσίς ἐστιν ἡ κατὰ τῆς Ἑλλάδος ἐπιστρατεία τοῦ Ξέρξου καὶ αἱ ἐκεῖθεν δυστυχίαι καὶ ἀποχώρησις. τὰ δὲ πρόσωπα χορὸς γερόντων περὶ τὰ βασίλεια τοῦ Ξέρξου, Ἄτοσσα, ἡ τοῦ Ξέρξου μήτηρ, ἡ καὶ προβιβασθεῖσα δι’ ὀνειράτων τὴν τούτου ἥτταν, ἄγγελος πάντα διασαφῶν, εἴδωλον Δαρείου καὶ Ξέρξης. πᾶσα δὲ ἡ ἱστορία τοῦ Ξέρξου ἔχει οὕτως. Ἱππίας ὁ Πεισιστράτου τύραννος ὢν Ἀθηναίων ἐξέπεσε τῆς τυραννίδος. ἐλθὼν οὖν παρὰ Πέρσας ἱκετεύει Δαρεῖον στρατεύειν κατ’ Ἀθηνῶν, καὶ ὃς πείθεται, ὡς Ἀριστείδης φησίν. Ἡρόδοτος δὲ γράφει Ἀθηναίους ἀναπεισθέντας ὑπ’ Ἀρισταγόρου τοῦ Μιλησίου πορθῆσαι Σάρδεις οὔσας ὑπὸ Δαρεῖον καὶ ἑτέρας πολλάς. ὃ καὶ μαθὼν Δαρεῖος ἤρετο τίνες οἱ Ἀθηναῖοι καὶ ἀπέστειλε κατ’ αὐτῶν Μαρδόνιον μετὰ βαρείας δυνάμεως καὶ στόλου πολλοῦ. ναυαγήσαντα δὲ τοῦτον περὶ Ἄθων, ὡς δισμυρίους ἄνδρας ναυαγῆσαι καὶ τραυματισθῆναι ὑπὸ Θρᾳκῶν καὶ αὐτὸν, παραλύει μὲν ὁ Δαρεῖος τοῦτον τῆς ἀρχῆς, δευτέρῳ δὲ ἔτει ἔπεμψεν Ἀθηναίοις σπυρίδα, γῆν καὶ ὕδωρ αἰτῶν, οἱ δὲ τοὺς μὲν Περσῶν πρέσβεις εἰς φρέαρ ζῶντας βαλόντες ἄνωθεν γῆν καὶ λίθων βολὰς πέμποντες τούτους κατέχωσαν. Μῦν δέ τινα Σάμιον ἑρμηνεύσαντα τοῖς Ἀθηναίοις τὰ Πέρσου γράμματα κατὰ τινὰς μὲν ἀνεῖλον, κατὰ τινὰς δὲ ἄτιμον ἐποίησαν, ὡς καὶ Ἄρθμιον τὸν Ζελείτην ἠτίμωσαν, χρυσίον βαρβαρικὸν παρὰ Δαρείου κομίσαντα πρεσβευόμενον. Κυρσίλον δὲ τῆς βουλῆς ἕνα κατεθαλάττωσαν Ἀθηναῖοι, ὅτι γῆν καὶ ὕδωρ συνεβούλευε πέμπειν τῷ βαρβάρῳ· αἱ δὲ τῶν Ἀθηναίων γυναῖκες τὴν γυναῖκα Κυρσίλου ὁμοίως κατελίθωσαν, καὶ οἱ παῖδες τοὺς παῖδας αὐτοῦ. τῷ αὐτῷ ἔτει ὀλυμπιάδι οαʹ Δαρεῖος μετὰ τὸ ἐκστῆναι Μαρδόνιον τῆς ἀρχῆς ἔπεμψε πάλιν κατὰ Ἀττικῆς Δᾶτιν καὶ Ἀρταφέρνην, ἀνεψιὸν αὐτοῦ, χιλίων νεῶν στόλον. καὶ Νάξον εἷλον καὶ Ἐρέτριαν Εὐβοΐδα πόλιν, ἐν δὲ τῇ Δήλῳ Δᾶτις ἐθυμίασε τῷ Ἀπόλλωνι λιβανωτοῦ τʹ τάλαντα. ἀποπλεύσαντες δὲ καὶ περὶ Μαραθῶνα στρατοπεδευσάμενοι, σὺν οἷς καὶ ὁ τύραννος Ἱππίας, Μιλτιάδου στρατηγοῦντος Ἀθηναίων καὶ Στησίλεω, πολεμαρχοῦντος δὲ Καλλιμάχου καὶ Κυναιγείρου καὶ Πλαταιέων συμμαχούντων αὐτοῖς χιλίων, ἡττῶνται καὶ πρὸς Δαρεῖον ὑποστρέφουσιν, ὅσπερ ἀκηκοὼς κατὰ τῆς Ἑλλάδος ηὐτρεπίζετο στρατεύειν. ἐπὶ τρεῖς οὖν ὅλους ἐνιαυτοὺς στόλον τε ηὐτρέπιζε καὶ πεζὸν συνῆγε στρατόν. τετάρτῳ δὲ ἔτει Δαρεῖος μὲν τελευτᾷ, Ξέρξης δὲ καὶ τὴν βασιλείαν καὶ τὸν πόλεμον διαδέχεται, Μαρδονίου λέγοντος αὐτῷ πολεμεῖν, Ἀρταβάνου δὲ τοὐναντίον. ἦν οὖν ὁ πᾶς ἀριθμὸς αὐτοῦ τῆς στρατιᾶς ἀπόμαχός τε καὶ μάχιμος μυριάδες πεντακόσιαι, πλοῖα δὲ χίλια σζʹ. υʹ δ’ ἦν τάλαντα ἡμερησία τροφὴ τῷ στρατῷ. στρατευόντων οὖν κατὰ τῆς Ἑλλάδος ἠθέλησε καινοτομῆσαι τὰς φύσεις· Βουβάρης γὰρ καὶ ὁ πεντάπηχυς Ἀρταχαῖος προπεμφθέντες μετὰ πολλῶν μυριάδων τῆς ὀρυγῆς τοῦ Ἄθω ἐπεστάτουν καὶ διέκοπτον αὐτὸν καὶ ἐθαλάττουν εἰς βάθος. ἕτεροι δὲ γεφυροῦν ἐπέμφθησαν τὸν Ἑλλήσποντον περὶ τὴν τραχεῖαν ἀκτὴν λεγομένην μεταξὺ Σηστοῦ καὶ Ἀβύδου. γεγονυίας δὲ τῆς γεφύρας καὶ λυθείσης ὑπὸ χειμῶνος διακοσίαις ῥάβδων πληγαῖς ἔτυψε τὸν Ἑλλήσποντον, καὶ δύο ζεύγη δεσμῶν σιδηρῶν ἐκέλευσεν ἐμβάλλειν εἰς τὸ πέλαγος, ὡς δῆθεν τὴν θάλασσαν οἷα δούλην δεσμῶν τοῖς κλοιοῖς. ἑτέρας δὲ δύο γεφύρας ἀντὶ τῆς προτέρας τούτῳ τῷ τρόπῳ ἐποίησεν. |
| Pers hyp2 (50) [95] | ναῦς πελαγίας κατὰ ῥοῦν ἔστησαν καὶ ἐπλήρωσαν τὸ πέλαγος, ἄνωθεν δὲ τῶν νηῶν σχοίνους ὑπερμεγέθεις εἵλκυσαν ἐξ ἑκατέρου μέρους τῆς γῆς· ἄνωθεν δὲ τῶν σχοίνων δοκοὺς ὑπεστόρεσαν καὶ προσκαθήλωσαν. εἶτα γῆν ἐπέβαλλον ἐπὶ τοὺς δοκοὺς καὶ ἐπέρανον ἐπὶ τὴν γῆν φυλλάδα μυρσίνης καὶ δάφνης· ἑκατέρωθεν δὲ τῆς γεφύρας ἦσαν ἕτεροι δοκοὶ περικλείοντες τὴν γέφυραν, μή πώς τις ὀλισθήσας καταπέσῃ πρὸς τὴν θάλασσαν. οὕτω μὲν οὖν αἱ γέφυραι γεγόνασι περὶ τὸν Ἑλλήσποντον καὶ λίθινον ἕδραν αὐτῷ ὑψηλὴν ἐκεῖ ἐποιήσαντο, ἐν ᾗπερ ἐφιδρυνθεὶς ὕστερον, ὅτε παρεγεγόνει, τὸ στράτευμα ἔβλεπε. πρῶτον δὲ περὶ Κελαινὰς, πόλιν τῆς Φρυγίας, ἐλθὼν ξενίζεται σὺν παντὶ τῷ στρατεύματι παρὰ Πυθίου, ὃς καὶ τῷ Δαρείῳ πρὶν ἐδωρήσατο χρυσῆν ἀναδενδράδα ἤγουν πλάτανον, καὶ τῷ Ξέρξῃ τότε ἐχαρίζετο ἀργυρίου δισχίλια τάλαντα καὶ υʹ μυριάδας χρυσίου δαρεικοῦ νομίσματος χιλιάσιν ὀλίγαις ἀπολειπομένας. ὧν οὐδὲν ὁ Ξέρξης λαβὼν, ἀλλὰ τὴν προαίρεσιν ἀσπασάμενος καὶ τὸ λεῖπον μᾶλλον τῶν μυριάδων ἀναπληρώσας ἔμελλε πρὸς τὰ τοῦ Ἑλλησπόντου μέρη πορεύεσθαι διὰ Φρυγίας καὶ Λυδίας. περί τινα δὲ τόπον ἰδὼν πλάτανον ὡραίαν, καθ’ Ἡρόδοτον, ἐχρύσωσεν αὐτὴν διὰ τὸ κάλλος αὐτῆς· κατὰ δὲ ἑτέρους τινὰς, ὅτι κατὰ μεσημβρίαν καθεσθεὶς ὑπ’ αὐτὴν τὸ θάλπος ἐξέφυγε. πορευομένου δὲ αὐτοῦ προσωτέρω, ἐπικυψάντων τῶν ἵππων πιεῖν ἀπεζηράνθη ὁ Μαίανδρος, ὡς καὶ ὁ Πηνειὸς περὶ Θεσσαλίαν ὕστερον, καὶ ἐν Ἀθήναις ὁ Ἰλισσὸς, καὶ ἕτεροι. ἐφθακότος δὲ περὶ τὸν Ἑλλήσποντον ἔκλειψις ἡλίου καὶ σημεῖα ἐγένοντο ἕτερα. ὅμως ἑπτὰ νυξὶ καὶ ἡμέραις ὁ στρατὸς ἀπερικόπτως τὰς γεφύρας ἐπεραιοῦτο. τέλος ἐφ’ ἅρματος καὶ αὐτὸς διαπεραιοῦται. ἐρχομένου δὲ πρὸς τὴν Ἀττικὴν Ἀθηναίοις ἐδόθη χρησμὸς οὗτος· Τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τ’ ὀνήσει. μηδὲ σύ γ’ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπ’ ἠπείρου στρατὸν ἥσυχος, ἀλλ’ ὑποχωρεῖν, καὶ ἕτερα τοιαῦτα. τοῦτο γοῦν ἀκούσαντες οἱ Ἀθηναῖοι γυναῖκας μὲν καὶ γέροντας περὶ Τροιζῆνα ἐξέθεντο, πύργους δὲ ποιήσαντες ξυλίνους ἐν ταῖς Ἀθήναις εἴασαν μετά τινων, οὓς ὕστερον οἱ Πέρσαι σὺν τοῖς πύργοις κατέκαυσαν. οἱ δὲ Ἀθηναῖοι περὶ Σαλαμῖνα εἶχον τὸν στόλον, ὅπου ὕστερον καὶ τοὺς βαρβάρους κατεναυμάχησαν σοαʹ πάντα τὰ τῶν συμμάχων καὶ αὐτῶν ἔχοντες πλοῖα. ὁ δὲ Ξέρξης περὶ τὸ Αἰγιάλεων ὄρος ἀντικρὺ τῆς Σαλαμῖνος κείμενον ἐπὶ θρόνον λαμπρῶς ἐκάθητο βλέπων τὴν ναυμαχίαν. ἡττηθέντων δὲ τῶν αὐτοῦ τῇ ναυμαχίᾳ πεζῇ πολεμῆσαι ἠθέλησε, καὶ ἐκ τῆς τῶν Περσικῶν βελῶν ἐπαφήσεως ἐκρύβη ὁ ἥλιος. τοῦτο μαθών τις τῶν Ἑλληνικῶν στρατηγῶν εἶπε τοῖς στρατιώταις “ἀριστοποιήσασθε, ἄνδρες, ἵνα “παρ’ Ἅιδῃ δειπνήσωμεν μαχόμενοι. θαρρεῖτε δέ· οὐ γὰρ ὑπὸ “θάλπους ἡλίου, ὑπὸ σκιὰν δὲ βελῶν πολεμήσομεν.” Ξέρξου δὲ μετὰ παντὸς τοῦ στρατοῦ ἐρχομένου Λεωνίδης ὁ Σπαρτιάτης μετὰ τʹ τὰς περὶ Ἀρτεμίσιον παρόδους κατείληφε, καὶ ἀντιταξάμενος παρ’ αὐτὸν πολλοὺς μὲν ἀνεῖλε καὶ δύο ἀδελφοὺς τοῦ Ξέρξου. τοσοῦτον δὲ ἀντέστη γενναίως μαχόμενος ὡς καὶ τὸν Ξέρξην ἀποβῆναι τοῦ ἵππου καὶ πεζῇ μαχέσασθαι. τέλος συμπατήσαντες αὐτόν τε τὸν Λεωνίδην καὶ τοὺς τʹ διῆλθον διὰ τῶν σκηνωμάτων αὐτῶν, λαβόντες δὲ τὴν κεφαλὴν Λεωνίδου ἀνεσταύρωσαν. |
| Pers hyp2 (100) [5] | τέλος ἰδὼν ἑαυτὸν ὁ Ξέρξης ἔτι παρὰ τῶν Ἀθηναίων καὶ τῶν λοιπῶν Λακεδαιμονίων κακούμενον, προσέτι δὲ ἀκούων ὅτι τὴν γέφυραν λύειν μέλλουσιν οἱ Ἕλληνες, τὸν Μαρδόνιον ἀφεὶς πολεμεῖν, αὐτὸς δὲ μέρη λαβὼν τοῦ στρατεύματος ὑπεχώρει. καὶ τούτων δὲ οἱ πλείους περὶ τὴν πάροδον χειμῶνι καὶ λιμῷ διαφθείρονται. αὐτὸς δὲ ἀπὸ Στρυμόνος νηῒ Φοινίσσῃ ἐμβὰς καὶ δεινῇ τρικυμίᾳ περιπεσὼν, ὡς καὶ πολλοὺς ἀποπηδῆσαι τῆς νεὼς εἰς τὴν θάλατταν χάριν τῆς σωτηρίας αὐτῶν, μόλις εἰς τὴν πατρίδα δυστυχῶν ὑποστρέφει. καὶ τὸν Μαρδόνιον δὲ καὶ τοὺς σὺν αὐτῷ Πέρσας οἱ Ἀθηναῖοι ἀνεῖλον καὶ Μασίστιον, τὸν χρυσοῦν λεπιδωτὸν ἔχοντα, δι’ ὃν ἀνῃρημένον καὶ μεγάλη μάχη ἐγένετο. ταῦτα μὲν οὕτως· Ξέρξης δὲ πρὸ τοῦ ἀπελθεῖν εἰς τὴν ἑαυτοῦ πατρίδα μετὰ τοιαύτην ἧτταν, ἐν Σάρδεσι παραγεγονὼς, εἰς ἔρωτα τῆς Μασιστίου ἐμπέπτωκε γυναικὸς, καὶ ταύτῃ συνῆν καὶ συνέχαιρεν, ὥσπερ νενικηκὼς, ὁ πᾶσαν ἀπολωλεκὼς τὴν Περσίδα, οἷα καὶ πάντες οἱ ἡττημένοι διαπράττονται, εἰς ἀπόγνωσιν ἐμπεσόντες. τέλος ἐλθὼν εἰς τὴν πατρίδα τὸ πένθος αὐτῇ παρεσήμηνεν. τάδε μὲν Περσῶν] τοῦτο δεικτικῶς, οἷόν φησί τις πρὸς ἑαυτὸν ὅτι τάδε καὶ ταῦτα πιστὰ καὶ πιστώματα καλεῖται τῶν Περσῶν τῶν πορευθέντων εἰς τὴν Ἑλλάδα γῆν, ἀντὶ τοῦ, ἡμεῖς πιστοὶ χρηματοφύλακες τῶν Περσῶν καλούμεθα, καὶ ἐσμὲν ἐπόπται τῶν οἴκων αὐτῶν· οὕστινας ἡμᾶς αὐτὸς ὁ Ξέρξης ὁ βασιλεὺς, ὁ τοῦ Δαρείου υἱὸς, ὡς πρεσβύτας καὶ ἐντίμους ὄντας (τοῦτο γὰρ δηλοῖ τὸ κατὰ πρεσβείαν) προέκρινε τῶν ἄλλων ἐφορεύειν, ἤτοι ἄρχειν, καὶ ἐπόπτας εἶναι καὶ ἐπιτηρητὰς τῆς χώρας αὐτοῦ, μὴ δυναμένους πολεμεῖν. |
| Pers 1 [10] | τὸ δὲ πιστὰ τινές φασιν ὅτι ὑποπτεύσαντες τοὺς κατὰ τὸν χορὸν ἑαυτοὺς λέγειν πιστώματα Περσῶν, ἀγνοοῦντες ὅτι πόλις ἐστὶ Περσῶν ἔσωθεν Πίστειρα καλουμένη, ἣν συγκόψας ὁ ποιητὴς Πιστὰ ἔφη. A. οἰχομένων] πορευθέντων. B. πιστὰ] πιστώματα. |
| Pers 2 [5] | O. δέον εἰπεῖν, ἡμεῖς μὲν οἱ γέροντες καλούμεθα πιστὰ καὶ ἀσφαλῆ τῶν ἐστρατευκότων καθ’ Ἑλλάδος Περσῶν, τουτέστιν, ἡμᾶς ὁ Ξέρξης ἐνταῦθα κατέλιπεν ἀσφαλεῖς καὶ πιστοὺς τῆς ἀρχῆς φύλακας, ὥσπερ καὶ παρακατιὼν λέγει, πρὸς τὸ πιστὰ τάδε ἐπήνεγκεν. οἱ δὲ λέγοντες τὸ πιστὰ ἀντὶ τοῦ Πίστειρα κατὰ συγκοπὴν παντὶ δῆλον ὅτι ληροῦσι. B. ἀφνεῶν] ὀλβίων. |
| Pers 3 | B. ἑδράνων] κατοικήσεων. |
| Pers 4 | πρεσβείαν] ἐντιμότητα. B. εἵλετο] προέκρινε. |
| Pers 7 | O. ἐφορεύειν] ἐπιστατεῖν. B. ἀμφὶ δὲ νόστῳ] ταράσσεται, φησὶ, καὶ θορυβεῖται ἡ ψυχὴ ἔσωθεν, τοῦτο γὰρ τὸ θυμὸς δηλοῖ, κακὰ μαντευόμενος περὶ τῆς ὑποστροφῆς τοῦ Ξέρξου καὶ τῆς πολυχρύσου καὶ πλουσίας στρατιᾶς τῶν Περσῶν. |
| Pers 8 [5] | Ὁμηρικῶς δὲ πρῶτον τὸν βασιλέα ἔταξεν, εἶτα τοὺς ὑπηκόους· φησὶ γὰρ “Ἀτρεῖδαί τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.” A. νόστῳ] ὑποστροφῇ. B. ὀρσοπολεῖται] κινεῖται. |
| Pers 10 | B. πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς οἴχωκε] πᾶσα γὰρ ἡ δύναμις ἡ Ἀσιατογενὴς, ἤγουν ἡ Περσικὴ, ἡ ἐν Ἀσίᾳ γεννηθεῖσα, παρεγένετο καὶ ἐπορεύθη μετὰ τοῦ βασιλέως εἰς τὴν Ἑλλάδα. |
| Pers 12 | A. οἴχωκε] ἐπορεύθη. |
| Pers 13 [5] | νέον δ’ ἄνδρα βαΰζει] ἤτοι πᾶσαν τὴν νεότητα ἀνακαλεῖται ὁ θυμός. B. νέον δ’ ἄνδρα βαΰζει] ἤτοι τὴν νεότητα πᾶσαν τῶν Περσῶν ἀνακαλεῖται ἡ Ἀσία, ἢ ἡ ψυχή μου. γράφεται δὲ καὶ ἑόν, ἤτοι τὸν ἴδιον ἄνδρα. Ἄλλως. τὸν Ξέρξην ἔχειν ἡγεμόνα μετὰ βοῆς ἐπικαλεῖται. ληπτέον δὲ τὸ ἔχειν ἡγεμόνα ἔξωθεν. P. τις ἱππεὺς] τοῦ στρατοῦ ἢ τοῦ Ξέρξου, ἢ ἐξ ἐκείνων. |
| Pers 14 | B. οἵ τε τὸ Σούσων] τοῦτο κατὰ ἀθροισμὸν καὶ μερισμόν. |
| Pers 16 [5] | ἄνω γὰρ εἰπὼν ὡς πᾶσα ἰσχὺς Ἀσιατογενὴς εἰς Ἑλλάδα ὥρμησεν, νῦν ἐντεῦθεν ἀπαριθμεῖν ἄρχεται ὅθεν ὥρμησαν, καὶ τίνες οἱ τῆς στρατιᾶς ἡγέμονες. Σούσων ἠδ’ Ἀγβατάνων] αὗται αἱ πόλεις βασίλεια Περσῶν ἦσαν. B. ἠδ’ Ἐκβατάνων] ὅτι Ἀκεσσαία πρότερον ἐκαλεῖτο ἀπὸ Ἀκεσσαίου τινὸς τὰ νῦν Ἐκβάτανα λεγόμενα. P. καὶ τὸ παλαιὸν Κίσσινον ἕρκος] ληπτέον ἔξωθεν τὸ τοῦτο, ἵν’ ᾖ, οἵτινες προλιπόντες τὸ ἄστυ τοῦτο τῶν Σούσων καὶ τῶν Ἐκβατάνων καὶ τὸ παλαιὸν Κίσσινον ἕρκος (ἔστι δὲ τοῦτο πόλισμα Περσῶν) ἔβαν καὶ ἐπορεύθησαν εἰς Ἑλλάδα οἱ μὲν ἔφιπποι, οἱ δὲ ἐπὶ πλοίων, ἄλλοι δὲ πεζοὶ, παρέχοντες καὶ ποιοῦντες στῖφος καὶ πύκνωμα τοῦ πολέμου. |
| Pers 17 | τινὲς δὲ τὸ παρέχοντες ἀντὶ τοῦ ὄντες λέγουσιν. ἕτεροι δὲ ἀντὶ τοῦ διδόντες, οἳ καὶ τὸ πολέμου πολέμῳ φασίν. A. προλιπόντες] ἀφέντες. |
| Pers 18 | ἔβαν] εἰς τὴν Ἑλλάδα. B. στῖφος] τάξιν, πύκνωμα. |
| Pers 20 | παρέχοντες] ποιοῦντες. B. οἷος Ἀμίστρης] βασιλεῖς μὲν τῶν ἰδίων πόλεων, ὑποτεταγμένοι δὲ τῷ Πέρσῃ. |
| Pers 21 [5] | τὰ μὲν τῶν ὀνομάτων ἱστόρησεν, τὰ δὲ τελείως ἔπλασεν. οἷος ἦν ὁ Ἀμίστρης καὶ ὁ Ἀρταφρένης καὶ ὁ Ἀστάσπης, ταγοὶ καὶ ἡγεμόνες τῶν Περσῶν· σοῦνται καὶ ὁρμῶσι πρὸς τὴν Ἑλλάδα βασιλεῖς μὲν τῶν ἰδίων πόλεων, ὕποχοι δὲ καὶ ὑποκλινεῖς καὶ ὑποτεταγμένοι μεγάλῳ βασιλεῖ, τῷ Ξέρξῃ δηλονότι. κατὰ δὲ τινάς ἐστιν ὑπέρθεσις ἐν τῷ Ἀρταφρένης διὰ τὸ μέτρον. A. ὕποχοι] ὑπόχειροι. |
| Pers 24 | B. σοῦνται] ὁρμῶσι. |
| Pers 25 [5] | B. τοξοδάμαντες] τοξόται διὰ τῶν τόξων δαμάζοντες τοὺς ἀντιπάλους· καὶ ἱππικοὶ, φοβεροὶ μὲν εἰς τὸ θεαθῆναι, τουτέστιν ἱκανοὶ φοβεῖν ἀπὸ μόνης τῆς ὄψεως, δεινοὶ δὲ καὶ ἐπιτήδειοι καὶ δεξιοὶ πρὸς πόλεμον, ἐν τλήμονι καὶ καρτερικῇ καὶ γενναίᾳ δόξῃ καὶ γνώμῃ ψυχῆς. |
| Pers 26 | A. δόξῃ] ἢ γνώμῃ, ἢ φιλοτιμίᾳ, ἢ ἐνυποστάτῳ δόξῃ καὶ πείσματι ψυχῆς. |
| Pers 28 [10] | A. εὐτλήμονι δόξῃ] τοιοῦτοι γάρ εἰσιν ὡς τοῖς αὐτοὺς θεωρουμένοις φόβον ἐμποιεῖν, καὶ δεινοὶ κατὰ τὴν μάχην, εὐτλήμονι καὶ καρτερικῇ δόξῃ ψυχῆς· τουτέστιν, οὐ μόνον τῷ εἴδει φοβεροὶ, ἀλλὰ καὶ δόξαν πᾶσιν παρέχουσιν ὡς ἄρα δεινοὶ πρὸς τὸ μάχεσθαι ἐν καρτερίᾳ καὶ γενναιότητι ψυχῆς. δέον δὲ εἰπεῖν, εὐτλήμονος καὶ καρτερικῆς ψυχῆς, πρὸς τὸ δόξῃ ἐπήνεγκε, εὐτλήμονι δόξῃ ψυχῆς εἰπὼν, ὥσπερ καὶ ἐν ἄλλοις τισὶ πολλαχοῦ, καὶ Εὐριπίδῃ εἴρηται, καὶ ἐν τῷ παρόντι Αἰσχύλῳ λέγοντι εἰς τὸ ὄπισθεν δρᾶμα “ψαλίοις τετραβάμοσι “μωνύχων πώλων·” οὐ γὰρ ἦσαν οἱ χαλινοὶ τετραβάμονες, ἀλλ’ οἱ ἵπποι. B. ἱππιοχάρμης] ὁ διὰ τῶν ἵππων εἰς τὴν μάχην πορευόμενος. |
| Pers 29 | A. ἄλλους δ’ ὁ μέγας] ἄλλους δὲ, φησὶν, ἔπεμψε συμμάχους τῶν Περσῶν ὁ μέγας καὶ ὁ πολλὰ θρέμματα ἔχων Νεῖλος. |
| Pers 33 [5] | ὑποχείριοι γὰρ ἦσαν Περσῶν τότε οἱ Αἰγύπτιοι. εἶτα καταλέγει τίνες ἦσαν οἱ ἀπ’ Αἰγύπτου, καί φησιν, ὁ Σουσισκάνης καὶ ὁ Πηγασταγὼν ὁ Αἰγυπτιογενής. τινὲς δὲ διαιροῦσι τὸ Σουσισκάνης καὶ Πηγάς καὶ Ταγών. τὰ γὰρ ὀνόματα ὁ ποιητὴς πέπλακε καὶ οὐκ ἔστιν Αἰγυπτιακά. ἕτεροι δὲ τὸ πηγάς καὶ τὸ ταγών ὡς ἓν ἀναγινώσκουσιν Πηγασταγών. A. Νεῖλος] ὑποχείριοι γὰρ Περσῶν ἦσαν Αἰγύπτιοι. |
| Pers 34 | Σουσισκάνης] ἦσαν δὲ οὗτοι. B. ἱερᾶς Μέμφιδος] Μέμφις πόλις ἐστὶν ἱερὰ Αἰγύπτου. |
| Pers 36 | ἔστι δὲ καὶ αὕτη τῷ ἡλίῳ ἀνατεθειμένη. πᾶσαι δὲ αἱ τῆς Αἰγύπτου πόλεις ἱεραί. P. ἱερὰν τὴν Μέμφιδα καλεῖ διὰ τὸ τιμᾶσθαι ἐκεῖ τὸν Ἆπιν καὶ μυστήρια τοῖς Αἰγυπτίοις γίνεσθαι. B. Ὠγυγίας] Ὠγυγίους δὲ Θήβας τὰς Αἰγυπτίας φησὶ τὰς ἀρχαίας, αἳ καὶ ἑκατοντάπυλοι λέγονται· αἱ δὲ ἕτεραι Θῆβαι αἱ Ἑλληνίδες ἑπτάπυλοι· καὶ αἱ ἄλλαι Ὑποπλάκιοι αἱ περὶ τὸ Ἀτραμύτιον. |
| Pers 37 | P. τὰς παλαιάς. λέγει δὲ τὰς ἑκατονταπύλους. B. ἑλειοβάται] οἱ τὸ Αἰγύπτιον ἕλος οἰκοῦντες, οἳ κοινῶς Αἰγύπτιοι λέγονται· ἑλώδης γὰρ ἡ Αἴγυπτος. |
| Pers 39 [5] | παρὰ τινῶν δὲ ἑλειοβάται λέγονται οἱ ἐπὶ ἕλους ἐλαύνειν δυνάμενοι ναῦς, ὅπερ ἐστὶ τῶν δυσχερεστάτων. τινὲς δὲ εἰς τὸ ἑλειοβάτας στίζοντες τὸ ἑξῆς “νηῶν ἐρέται δεινοί” λέγουσιν, ἀντὶ τοῦ κωπηλάται νηῶν ἐπιτήδειοι. A. ἑλειοβάται] Αἰγύπτιοι· Ἕλος γὰρ τόπος ἐν Αἰγυπτίοις. ἐρέται] κωπηλάται. B. ἀνάριθμοι] τοῦτο πρὸς τὸ πλῆθος ἔδει ἐπενεγκεῖν καὶ εἰπεῖν ἀνάριθμον· νῦν δὲ πρὸς τὸ πρότερον ἀρσενικὸν ἀπέδωκεν. |
| Pers 40 | B. ἁβροδιαίτων] τοιοῦτοι γὰρ ὄντως οἱ Λυδοί· οὓς τὰς Σάρδεις οἰκοῦντας Κῦρος ὁ τῶν Περσῶν βασιλεὺς, ὁ τοῦ Καμβύσου υἱὸς, πολεμήσας κατετροπώσατο καὶ ὑποχειρίους ἑαυτῷ πεποίηκεν. |
| Pers 41 [5] | ἁβροδίαιτοι δὲ οὗτοι· ὅθεν καὶ τὸ παρ’ Ἀνακρέοντι Λυδοπαθεῖς τινὲς ἀντὶ τοῦ ἡδυπαθεῖς. καὶ τὸ περιφερόμενον “μήτε μοι Λυδῶν καρύκας “μήτε μαστίγων ψόφους,” τρυφηλοὺς αὐτοὺς παριστάνει. καὶ ὁ Λυδοφοίτης δὲ μυροπώλης ταύτην τὴν τρυφὴν δηλοῖ. καὶ τὴν βάκκαριν δὲ ἔνιοι μύρον Λυδῶν ἔφασαν. A. πολυτελῶν ἔν τε τροφαῖς καὶ ἐνδύμασιν. B. ἐπίπαν] παντελῶς. |
| Pers 42 | Ἠπειρογενὲς] Ἤπειρος τόπος ἐν τῇ Ἀσίᾳ οὕτω καλούμενος, ἤγουν ἡ Λυκαονία, ὥσπερ καὶ ἐν τῇ Ἑλλάδι. B. τοὺς Μητραγαθὴς] οὕστινας Λυδοὺς ἐξορμῶσι καὶ ἐξάγουσι καὶ παρακινοῦσι πρὸς τὴν Ἑλλάδα ἐποχουμένους ἐν πολλοῖς ἅρμασιν ὁ Μητραγαθὴς ὁ Ἀρκεύς τε ἀγαθὸς, ἡγεμόνες δίοποι καὶ διέποντες καὶ οἰκονομοῦντες αὐτοὺς, καὶ αἱ πλούσιαι Σάρδεις. |
| Pers 43 [5] | οὗτοι γὰρ τὰς Σάρδεις κατῴκουν. A. δίοποι] οἱ διέποντες, ἡγεμόνες. |
| Pers 44 | A. περίβλεπτοι. B. δίρρυμα] εἰπὼν πολλοῖς ἅρμασι τοὺς Λυδοὺς ἐποχεῖσθαι, παρακατιὼν τὴν ἁρματηλασίαν καὶ ἐκ πόσων ἵππων αὐτὰ συνίστατο, ἐδήλωσεν εἰρηκὼς, τέλη καὶ ἅρματα δηλαδὴ, ἐξορμῶσι τῶν Σάρδεων τέθριππα καὶ ἑξάϊππα. |
| Pers 47 [5] | ἐκ τούτου δὲ τῶν ἵππων τὸ πλῆθος δηλοῖ. ἢ τέλη τὰ τάγματα ῥητέον. A. δίρρυμα] τέθριππα. τρίρρυμα τέλη] ἕξιππα πληρώματα, στίφη. B. στεῦνται δ’ ἱεροῦ] διαβεβαιοῦνται δὲ οἱ πλησίον οἰκοῦντες τοῦ ἱεροῦ Τμώλου ὁ δεῖνα καὶ ὁ δεῖνα, καὶ οἱ λόγχης ἄκμονες ἤγουν οἱ ἀκίνητοι ὑπὸ τῆς λόγχης, ὥσπερ ὁ ἄκμων ὑπὸ σφυρῶν, καὶ οἱ ἀκοντισταὶ Μυσοὶ δουλῶσαι αὐτὴν τὴν Ἑλλάδα. |
| Pers 49 [5] | γίνεται δὲ τὸ στεῦνται ἀπὸ τοῦ στέω στεύω στεύονται καὶ κατὰ συγκοπὴν στεῦνται, ὡς χέω χεύω χεύονται χεῦνται. O.P. στεῦνται] ὁρμῶσι. ἱεροῦ] μεγάλου. Τμώλου] ὄρος Λυδίας. πελάται] πλησιασταί. B. ἄκμονες] καρτερικοί· ἐκ μεταφορᾶς τοῦ ἄκμονος. |
| Pers 51 | B. Βαβυλὼν δ’ ἡ πολύχρυσος] ἡ πλουσία δὲ Βαβυλὼν πέμπει πάμμικτον ὄχλον. |
| Pers 52 | εἶτα ἐφερμηνεύων τοῦτό φησι, ναῶν τε ἐπόχους, ἤτοι λαὸν ναυτικὸν ταῖς ναυσὶν ἐποχούμενον, καὶ πιστοὺς καὶ θαρροῦντας φρονήματι τοξικῷ, ἤτοι ἐμπείρους τῆς τοξικῆς. A. σύρδην] ὁμοῦ. |
| Pers 54 | ἐπόχους] ἐπιβάτας. B. λήματι] φρονήματι. |
| Pers 55 | πιστούς] θαρραλέους. B. δειναῖς] μεγάλαις. |
| Pers 58 | ὑποπομπαῖς] προπομπαῖς. B. τοιόνδ’ ἄνθος] τοιοῦτο καλλώπισμα καὶ τὸ ἐξαίρετον μέρος τῶν ἀνδρῶν τῆς γῆς τῆς Περσίδος οἴχεται καὶ πορεύεται πρὸς τὴν Ἑλλάδα· περὶ οὓς πᾶσα γῆ Ἀσιῆτις ἡ ἀναθρεψαμένη αὐτοὺς στενάζει ἐν πόθῳ μαραντικῷ καὶ καυστικῷ. |
| Pers 59 [5] | A. ἄνθος] ἐξαίρετον. B. οἴχεται] ἐπορεύθη. |
| Pers 60 | B. μαλερῷ] γρ. |
| Pers 62 | μαλερῶς, ἤγουν θερμῶς. P. θρεμῷ καὶ διαπύρῳ. B. τοκέες τ’ ἄλοχοί τε] οἱ πατέρες δὲ αὐτῶν καὶ αἱ ὁμόκοιτοι αὐτῶν γυναῖκες τρομέουσι τὸν χρόνον τείνοντα καὶ μηκυνόμενον τῇ τῶν ἡμερῶν περιφορᾷ, τὸν ἡμερόλεγδον, ἤτοι τὸν ἐκ τῶν ἡμερῶν καταριθμούμενον, παρὰ τὸ ἡμέρα καὶ τὸ λέγω, τὸ ἀριθμῶ. |
| Pers 63 [5] | A. Ἄλλως. μακραῖς ἡμέραις λεγόμενον, ἢ τὸ ἐκ τῶν ἡμερῶν καταριθμούμενον, παρὰ τὰς ἡμέρας καὶ τὸ λέξασθαι. P. ἡμερόλεγδον] τὸν ἐξ ἡμερῶν συλλεγέντα. B. τείνοντα] αὐξάνοντα. |
| Pers 64 [5] | B. πεπέρακε μὲν ὁ περσέπτολις] ἐπέρασε μὲν, φησὶν, ἤδη εἰς τὴν ἀντίπορον γείτονα χώραν, ἤτοι τὴν Εὐρώπην· οἱ γὰρ Πέρσαι τῆς Ἀσίας εἰσὶ κάτοικοι, ὁ τοῦ βασιλέως Ξέρξου στρατὸς, ὁ τὰς πόλεις πορθῶν, ἀμείψας καὶ ἀλλάξας τὸν πορθμὸν τῆς θυγατρὸς τοῦ Ἀθάμαντος Ἕλλης, ἤτοι τὸν Ἑλλήσποντον, ἐν σχεδίᾳ λίνῳ δεδεμένῃ. |
| Pers 65 | γεφυρώσας γὰρ τὴν θάλασσαν διὰ τῶν νηῶν πεζῇ ταύτην τὸν στρατὸν αὐτοῦ περᾶσαι πεποίηκεν. ταῦτα δὲ κωμωδεῖται Εὔπολις ἐν Μαρικᾷ· “Πεπέρακε μὲν ὁ περσέπτολις ἤδη Μαρικᾶς.” A. ἤδη] πάλαι. B. χώραν] τὴν Εὐρώπην. |
| Pers 67 | B. λινοδέσμῳ σχεδίᾳ] στολῇ νηῶν. |
| Pers 68 [5] | B. Ἀθαμαντίδος Ἕλλης] Ἀθάμας ἔσχε γυναῖκα ἐξ ἧς τὴν Ἕλλην καὶ τὸν Φρύξον ἐγέννησε· τελευτησάσης δὲ τῆς μητρὸς αὐτῶν ἔλαβε τὴν Ἰνὼ, ἥτις τοῖς παισὶ φθονοῦσα τοῦ Ἀθάμαντος πρωτοτύπους τοὺς τῆς χώρας πάντας λαβοῦσα καρποὺς ἐλυμήνατο αὐτοὺς, ὥστε μηκέτι σπειρομένους ἀναδίδοσθαι. |
| Pers 70 [35] | λιμοῦ δὲ διὰ τοῦτο τῆς χώρας ἐπικρατήσαντος οἱ ἐγχώριοι ἐβουλεύσαντο πρὸς τὸν Ἀπόλλωνα ἀπελθεῖν καὶ μαντεύσασθαι, ὥστε γνῶναι τὸ αἴτιον. τούτους δὲ ἡ Ἰνὼ δεξιωσαμένη πεποίηκε τοῦ μαντείου ἐπαναστρεφομένους μηδὲν ἕτερον λέγειν ἢ τὸ τὴν Ἕλλην καὶ τὸν Φρύξον αὑτῷ τυθῆναι ὁ Ἀπόλλων ἀνείρηκεν. ἐπήκοος οὖν ὁ Ἀθάμας τοῦ τοιούτου χρησμοῦ γενόμενος τοῖς παισὶν αὑτοῦ ἐν τοῖς ποιμνίοις διατρίβουσιν ἐμήνυσε κριὸν λαβοῦσι τὸν πρώτιστον ἐπανελθεῖν ἐφ’ ᾧ θῦσαι τοῦτον τῷ Ἀπόλλωνι. λαβόντων δὲ τὸν κριὸν καὶ ἐπανερχομένων ὁ κριὸς τὸ κατ’ αὐτῶν σκευωρούμενον αὐτοῖς ὑπεδήλωσε. φυγῇ γοῦν, τῇ συμβουλῇ τούτου, ἐχρήσαντο, αὐτῷ ἐποχούμενοι καὶ τὸν πλοῦν διαπεραιούμενοι. ἐν δὲ τῷ διαπεραιοῦσθαι αὐτοὺς τοῦτον ἡ μὲν Ἕλλη ἐς μέσον τοῦ πόντου πέπτωκεν, ἀφ’ ἧς ὁ τοιοῦτος ἐκλήθη Ἑλλήσποντος· ὁ δὲ Φρύξος ἔν τινι προσελιμενίσθη λιμένι, ἀφ’ οὗ ὁ τοιοῦτος Φρύξου λιμὴν ὀνομάζεται. A. Ἀθαμαντίδος Ἕλλης] ἐν γὰρ ταῖς νηυσὶν ἔζευξε τὸν Ἑλλήσποντον ἑπταστάδιον ὄντα τὸ εὖρος, καὶ γῆν ἐπιχέας πεζῇ δι’ αὐτοῦ τὸν στρατὸν ὁδεῦσαι πεποίηκεν. Ἀθάμας δὲ ἐκ Νεφέλης Ἕλλην καὶ Φρύξον ἐγέννησε. τελευτησάσης δὲ τῆς Νεφέλης ἠγάγετο γυναῖκα Ἰνὼ, ἥτις Ἕλλῃ καὶ Φρύξῳ φθονοῦσα ὡς μητρυιὰ ἐλυμήνατο τισὶ μηχαναῖς τὰ σπέρματα ὡς μηκέτι σπειρόμενα οἷά τε ἐκ τῆς γῆς ἀναδίδοσθαι. λιμοῦ οὖν κατειληφότος τὴν χώραν οἱ ταύτης ἔνοικοι βουλόμενοι ἀπιέναι πρὸς τὸ μαντεῖον λύσιν παρ’ ἐκείνου μαθεῖν τοῦ κακοῦ, διεφθάρησαν ὑπὸ τῆς Ἰνοῦς χρήμασιν, ἵν’ ἐκεῖθεν ἀποστρέφοντες μηδὲν ἄλλο λέγοιεν πρὸς Ἀθάμαντα ἢ ὡς Φρύξον τε καὶ Ἕλλην θῦσαι Ἀπόλλωνα προστάττειν εἰς ἀπαλλαγὴν τοῦ κακοῦ. Ἀθάμαντος οὖν προσπεμπομένου αὐτοὺς ἐκ τῶν ποιμνίων καὶ προστάττοντος κριὸν μετ’ αὐτῶν ἀγαγεῖν, ἐπειδὴ κριὸν παραλαβόντες ἔμελλον πορεύεσθαι, οὗτος παραδόξως αὐτοῖς τὸ κατ’ αὐτῶν ἐμήνυσε δρᾶμα. φεύγοντες οὖν ἐποχούμενοι τῷ κριῷ, ἐπεὶ θαλάττης ἐπέβησαν, ἡ μὲν Ἕλλη ὀλισθήσασα τοῦ κριοῦ πίπτει ἐντὸς τοῦ πελάγους, ἀφ’ ἧς Ἑλλήσποντος κέκληται, ὁ δὲ Φρύξος προσορμήσας λιμένι καὶ τελευτήσας τὸν βίον ἐκεῖ Φρύξου λιμένα τοῦτον ἀπ’ αὐτοῦ καλεῖσθαι πεποίηκεν. B. πολύγομφον ὅδισμα] ἀμφὶ τῷ αὐχένι τοῦ πόντου ζυγὸν βαλὼν πολύγομφον ὅδισμα καὶ βάδισμα, τῶν τῆς θαλάσσης δηλονότι νώτων ἄνωθεν. |
| Pers 71 [5] | ἐγεφύρωσε γὰρ τὸ ἑπταστάδιον τῆς θαλάσσης, ταῖς ναυσὶ συνδήσας καὶ γῆν ἐπιβαλὼν ἄνωθεν, ὥστε ὁδὸν ποιῆσαι ἐπὶ τῶν νεῶν, δι’ ἃς καὶ τὸ πολύγομφον εἶπε. γράφεται καὶ ἔρεισμα τὴν ναῦν. A. πολύγομφον] πολύκαρπον. ὅδισμα] πορείαν. B. αὐχένι πόντου] διὰ τὸ εἶναι τοῦτον στενὸν, ἑπτὰ σταδίων γὰρ, παρεικάζει αὐχένι, ἄλλως τε καὶ ὅτι ἀρχὴ τῆς ἔσω θαλάττης ἐστίν. |
| Pers 72 | B. πολυάνδρου] ὁ θούριος δὲ καὶ ὁ πολεμικώτατος ἄρχων τῆς πολυάνδρου Ἀσίας ὁ Ξέρξης ἐπὶ πᾶσαν χθόνα, τὴν Εὐρώπην δηλονότι, ἐλαύνει ποιμανόριον θεῖον διχόθεν, ἐκ γῆς καὶ θαλάσσης. |
| Pers 73 [5] | ποιμανόριον δὲ τὸ ἀνδρικὸν ποίμνιον, παρὰ τὸ ποιμαίνω. σημαίνει δὲ τὸ στράτευμα τὸ ἀνδρικὸν παρὰ τὸ τοὺς βασιλεῖς λέγεσθαι ποιμένας. ὅθεν ποιμανόριον τὸ ἐκ ποίμνης ἀνδρῶν συνηγμένον βασίλειον. A. ἐπὶ πᾶσαν χθόνα] ἠλπίζετο γὰρ Ξέρξης πᾶσαν τὴν γῆν δουλώσειν, μήτοι γε τὴν Ἑλλάδα. |
| Pers 74 | B. ποιμανόριον θεῖον] ποίμνιον ἀνδρῶν. |
| Pers 75 | θαυμαστὸν δὲ ἐς τὸ πλῆθος. B. διχόθεν] ἐξ ἀμφοτέρων τῶν μερῶν. |
| Pers 76 [5] | πεζονόμοις ἔκ τε θαλάσσης] δέον εἰπεῖν ἔκ τε γῆς καὶ θαλάσσης, εἰς μὲν τὸ θαλάσσης τὴν ἀκολουθίαν τοῦ λόγου ἐτήρησεν, εἰς δὲ τὸ γῆς ἐνήλλαξε, καὶ ἀντὶ τοῦ εἰπεῖν γῆς πεζονόμοις, ἤτοι πεζοῖς, εἶπε· πεζοὶ γάρ εἰσιν οἱ κατὰ τὴν γῆν ὁδεύοντες. B. ὀχυροῖσι πεποιθὼς] πεποιθὼς καὶ θαρρῶν ἐφέταις, ἢ τοξόταις καὶ ἡγεμόσι τοῖς ἀπὸ τῆς χρυσονόμου γενεᾶς, ὀχυροῖς, στυφέλοις καὶ σκληροῖς, ὁ ἰσόθεος φὼς καὶ ἀνὴρ, τουτέστιν ὁ Ξέρξης. |
| Pers 78 [5] | τὸ δὲ χρυσονόμου ἀντὶ τοῦ πλουσίας εἶπε. τινὲς δὲ χρυσογόνου λέγουσι, διὰ τὸ τὸν Περσέα ἀπὸ χρυσοῦ γεγενῆσθαι· ὃ καὶ βέλτιον. ἀπογόνου γοῦν φησὶ τῆς Περσέως γενεᾶς, ἢ τῆς τῶν χρυσῶν ἀνθρώπων· ἢ πολυχρύσου. A. ὀχυροῖσι] δυνατοῖς. B. στυφέλοις] ταράκταις. |
| Pers 79 | ἐφέταις] τοξόταις. χρυσονόμου] πλουσιωτάτης· τοιοῦτοι γὰρ οἱ Πέρσαι. B. φώς] ἀνήρ. |
| Pers 80 | B. κυανοῦν δ’] βλέπων δὲ μέλαν καὶ μανικὸν ἐν ὄμμασιν δέργμα καὶ βλέμμα δηλαδὴ φοινίου δράκοντος. |
| Pers 81 [5] | τοῦτο ἐφερμηνευτικῶς τέθειται· ἐπάγει δὲ τοξόδαμνον Ἄρην, ἤγουν τὸν ἐν τόξοις δαμάζοντα πόλεμον, τοῖς Ἕλλησι πολλὴν δύναμιν στρατιωτῶν ἔχων καὶ πολλὴν νῆα (τοῦτο γὰρ δηλοῖ τὸ πολύχειρ καὶ πολυναύτης) Ἀσσύριόν τε ἅρμα ἐλαύνων, ἤγουν Περσικόν· οἱ γὰρ Πέρσαι Ἀσσύριοι ἐκαλοῦντο τὸ πρότερον. O.P. κυάνεον] σκοτεινὸν, φοβερόν. B. δέργμα] βλέμμα. |
| Pers 82 | B. Σύριον] Περσικόν. |
| Pers 84 | διώκων] ἐλαύνων. B. δουρικλύτοις] πολεμικωτάτοις. |
| Pers 85 [5] | ἀνδράσι] τοῖς Ἕλλησι. B. δόκιμος δ’ οὔτις] οὔτις δὲ δόκιμος φρονῶν ἐν ἑαυτῷ καὶ δοκῶν καὶ θαρρῶν ὑποστὰς τοσούτῳ ῥεύματι ἀνδρῶν δηλαδὴ τῶν Περσῶν· ἤτοι ἀντιστὰς καὶ ἀντιμαχεσάμενος ὥστε εἴργειν καὶ κωλύειν τὸ ἄμαχον κῦμα τῆς θαλάσσης, τροπικῶς δὲ τῶν Περσῶν, ἐν ἕρκεσιν ὀχυροῖς, ἤτοι γεφύραις γενναίαις· ἀπρόσοιστος γὰρ καὶ ἀφόρητος καὶ ἄμαχος ὁ Περσικὸς στρατὸς, ἀλκίφρων καὶ δυνάμει θαρρῶν λαός. |
| Pers 87 | P. δόκιμος] ἱκανὸς ἔσται. ὑποστὰς] ὑπομείνας τοῦτο. B. μεγάλῳ ῥεύματι] σύναπτε τὸ μεγάλῳ ῥεύματι πρὸς τὸ ἄμαχον. |
| Pers 88 | B. ἐχυροῖς] στερεοῖς. |
| Pers 89 | ἕρκεσιν] τείχεσι. B. ἄμαχον κῦμα θαλάσσης] ἤτοι τῶν Περσῶν. |
| Pers 90 | B. ἀπρόσοιστος] ἀπρόσδεκτος. |
| Pers 91 [5] | εἰ γὰρ καὶ Πέρσαι τὰ εἰς πόλεμον θαυμαστοὶ καὶ Ξέρξης τοσοῦτον πλῆθος κατὰ τῆς Ἑλλάδος ἐπήγαγεν, ἀλλ’ οὔτι οἶδε ποῦ τὸ πρᾶγμα προβαίη· θεοῦ γὰρ βουλήσει ἄλλοτε ἄλλως τὰ τῆς νίκης χωρεῖ· ὥστε καὶ τοὺς πολλοὺς ὑπ’ ὀλίγων ἂν καταπολεμουμένους θεάσαιο πολλάκις. διὸ καὶ ἡμεῖς ἐσμὲν ταραχῆς καὶ φροντίδος μεστοί. B. ἀλκίφρων] ἐν δυνάμει φρονῶν καὶ πολέμῳ. |
| Pers 92 | B. δολόμητιν δ’ ἀπάταν] ὡς ἔδει παρατέτακται ὁ Πέρσης. |
| Pers 93 [15] | εἰ δὲ ἡ τοῦ θεοῦ ἐπιβουλὴ τὰ τῆς νίκης ἀναβάλλεται, τίς ὁ νικήσων θεόν; A. τοῦτό φησιν, ὅτι ὡς ἔδει μὲν παρατέτακται ὁ Ξέρξης, ἡ δὲ θεοῦ ἐπιβουλὴ τὰ τῆς νίκης ἀναβάλλεται. τίς οὖν ὁ νικήσων θεόν; καὶ ποῖος ἄνθρωπος ἐκφύγῃ τὴν ἐπιβουλὴν τὴν ἐκ θεοῦ; τίς ὁ ὀξύνους καὶ σύντομος ὃς τὴν μέλλουσαν ἐπελθεῖν αὐτῷ βλάβην ἀπό τινος συμπτώματος καὶ τύχης προαρπάσαι καὶ εἰς τὸ ἐναντίον μετατρέψαι δυνήσεται; ἢ οὕτως, τίς οὖν ὁ ἐν ταχυτάτῳ ποδὶ ἀνᾴσσων τοῦ εὐπετέος καὶ συντόμου πηδήματος τῆς Ἄτης, ἤτοι ὑπερπηδῆσαι δυνάμενος αὐτῆς τὰ θήρατρα καὶ ἐκφυγεῖν ταχέως; ἡ δὲ Ἄτη σθεναρά τε καὶ ἀρτίπους, φθάνει δὲ πᾶσαν ἐπ’ αἶαν, ὥς φησιν Ὅμηρος· φιλόφρων γὰρ σαίνουσα καὶ καταθέλγουσα κατὰ τὴν ἀρχὴν ἐμβιβάζει τὸν ἄνθρωπον εἰς παγίδα, ἤτοι εἰσάγει εἰς κίνδυνον. διὸ οὐκ ἔστιν ἄνθρωποι ὑπεκδραμόντα τὴν Ἄτην φυγεῖν. ἡ γὰρ ἐκ θεοῦ, φησὶν, ἀμαύρωσις καὶ δόλωσις ἄφυκτός ἐστιν. ἅμα γὰρ δολοῖ καὶ προσαίνει καὶ κακοποιεῖ ἐν ταὐτῷ. O.P. ἀλύξει] ἐκφύγοι. |
| Pers 94 | B. κραιπνῷ] ταχεῖ. |
| Pers 95 | B. εὐπετέος] συντομωτάτου. |
| Pers 96 | ἀναΐσσων] κρατῶν. ὃς γὰρ ταχύτατός ἐστιν ἅλλεσθαι πηδήματος εὐπετέος ἄρχει. B. φιλόφρων] φιλοφρόνως ἔδει εἰπεῖν, πρὸς δὲ τὸ ὄνομα τοῦτο ἐπήνεγκεν. |
| Pers 97 | B. ἀρκύστατα] δίκτυα. |
| Pers 99 | B. τόθεν] διὰ τοῦτο. |
| Pers 100 | B. θεόθεν] θεόθεν γὰρ ἡ μοῖρα κατεκράτησε τοῖς Πέρσαις ὥστε καὶ πολέμους καὶ μάχας ἐγείρειν, τουτέστιν, ἀνέκαθεν ἀνδρεῖοί εἰσι καὶ κατὰ τὴν εἱμαρμένην πολεμοῦσι. |
| Pers 102 [5] | πολεμικοὶ δὲ ὄντες οὐχ ἡττηθήσονται. A. θεόθεν γὰρ] ἤγουν ἐξ ἀρχῆς εἱμαρμένον ἦν Πέρσαις παρὰ θεοῦ ἐν πολέμοις τοὺς ἀλλοὺς νικᾶν. B. ἐπέσκηψε] ἐπῆλθε καὶ ἐξ ἀρχῆς συμβέβηκε. |
| Pers 104 | B. πολέμους πυργοδαΐκτους] οἳ τοὺς πύργους κατακόπτουσι καὶ κατερείπουσιν. |
| Pers 105 | ἱππιοχάρμας δὲ κλόνους λέγει τοὺς πολεμικοὺς θορύβους καὶ συντριμμούς· ἐν τούτοις γὰρ οἱ ἵπποι χαίρουσιν. A. πυργοδαΐκτους] πύργους δαμάζοντας. B. διέπειν] ἐφορᾶν, διαπράττεσθαι. |
| Pers 106 | κλόνους] ταραχάς. B. ἀναστάσεις] ἀφανισμούς. |
| Pers 107 [5] | B. ἔμαθον δ’ εὐρυπόροιο] ἔμαθον δὲ ἐσορᾶν καὶ βλέπειν πόντιον ἄλσος τῆς εὐρυπόροιο θαλάσσης, ἤτοι διὰ θαλάσσης τὰς ὁδοὺς αὑτῶν ποιεῖν, πολιαινομένης τε καὶ λευκαινομένης αὐτῆς ἐν πνεύματι λάβρῳ, ἀφριζομένης δηλαδὴ τῇ κωπηλασίᾳ, ἢ τῷ βιαίῳ ἀνέμῳ· πίσυνοι καὶ θαρροῦντες πείσμασι λεπτοδόμοις, ἤτοι ταῖς ναυσὶ ταῖς λεπτοκατασκεύοις. |
| Pers 108 | πλὴν οὐχ οἱ Πέρσαι ναυτικοὶ, ἀλλ’ οἱ ὑπήκοοι αὐτῶν· ὥστε τὸ ἔμαθον ἀντὶ τοῦ μαθεῖν ἐποίησαν, φησὶν, οἱ Πέρσαι τοὺς ὑπηκόους αὐτῶν. A. πολιαινομένης] λευκαινομένης τοῖς ὕδασι. |
| Pers 109 | B. λάβρῳ] σφοδρῷ. |
| Pers 110 | B. πόντιον] θαλάττιον. |
| Pers 111 | ἐπειδὴ τὸ ἄλσος ἐπὶ ξηρᾶς, διὰ τοῦτο πόντιον εἶπεν. B. λεπτοδόμοις πείσμασι] λεπτοῖς σχοινίοις. |
| Pers 112 | B. λαοπόροις τε] ταῖς τοὺς λαοὺς διαπορθμευούσαις, ἢ ταῖς τῆς κωπηλασίας μηχαναῖς, ταῖς ὑπὸ τῶν λαῶν γινομέναις· οὐχ ὡς αὐτῶν τῶν Περσῶν θαλαττίων ὄντων, ἀλλὰ τῶν ἐκείνοις ὑπηκόων παραλίων. |
| Pers 113 [5] | A. λαοπόροις τε μηχαναῖς] ναυσὶ περώσαις τοὺς λαούς. B. ταῦτά μοι μελαγχίτων] διὰ ταῦτα ἡ φρήν μου, ἣ μελαγχίτων καὶ πενθήρης ἐστὶν, ἡ ἀμφιμέλαινα, ἀμύσσεται φόβῳ, ἤτοι διακόπτεται ὑπὸ τοῦ φόβου· ἀσυνδέτως. |
| Pers 114 [5] | ἢ οὕτως, ἡ φρήν μου ἡ μελαγχίτων, ἤτοι ἡ συνετὴ καὶ ἐν βάθει κειμένη καὶ ἀφανὴς οὖσα περὶ φόβῳ διακόπτεται. εἴρηται δὲ παρὰ τὸ “Σὺ δ’ ἔνδοθι θυμὸν “ἀμύξεις.” τοῖς γὰρ τοῦ σώματος πάθεσι δοκοῦμεν συμπάσχειν καὶ τὴν ψυχήν. A. ταῦτα] διά. μελαγχίτων] συνετὴ, ἢ πενθήρης. B. ἀμύσσεται] σπαράσσεται. |
| Pers 115 | B. μὴ πόλις πύθηται] μὴ πύθηται, φησὶ, καὶ μάθῃ τις τῶν ἑτέρων πόλεων κενὸν ἀνδρῶν ὂν τὸ ἄστυ τὸ τῆς Σουσίδος. |
| Pers 117 [10] | οὕτω γὰρ ἂν τὸ Κισσίων πόλισμα ἀντίδουπον ἔσεται, ἤτοι ἀντηχήσει τοῖς θρήνοις ἐκ τοῦ ἑκατέρου μέρους. μὴ ἀντηχήσῃ, φησὶ, θρῆνον αὐτῶν τελευτησάντων. A. πόλις] ἑτέρα. πύθηται] ἀκούσῃ. ὃ λέγει τοιοῦτόν ἐστι. μή τις τῶν πασῶν πόλεων πύθηται καὶ ἀκούσῃ τὰ Σοῦσα ἀνδρῶν ἔρημα γενόμενα, τουτέστι μὴ γένοιτό ποτε ἀφανισθῆναι τὴν τῶν Περσῶν ἀρχήν· εἰ γὰρ ἔσται τοῦτο, τὸ Κισσίνων πόλισμα ἐξ ἐναντίου θρῆνον ἐγείρει. Σοῦσα γὰρ καὶ Κίσσινα καὶ Ἐκβάτανα Περσικαὶ πόλεις, ἐν αἷς οἱ τῶν Περσῶν ἄρχοντες βασίλεια ἐποιοῦντο. B. κένανδρον] ἀνδρῶν ἔρημον. |
| Pers 118 | B. ἀντίδουπον] ἀντηχὲς ἐν τῷ θρήνῳ. |
| Pers 121 [5] | ἔσσεται] ἢ πρὸς τὸ ἔσσεται καὶ τὸ ὀά στίξον, ἵνα πρὸς τὸ ἀπύων ἔξωθεν λαμβάνῃς ἔσται, λογιζόμενος καθολικὸν τὸ γυναικοπληθὴς ὅμιλος διὰ πάσας τὰς ἐν Περσίδι γυναῖκας, ἢ πρὸς τὸ ἔσσεται ὑπόστιξον, ἵν’ ᾖ ὁ γυναικοπληθὴς ὅμιλος μόνα, αἱ ἐν Κισσίνοις γυναῖκες. εἰ δέ τις εἴποι ὡς γυναικοπληθοῦς ὁμίλου ἀπύοντος ἔδει εἰπεῖν, φαμὲν ὡς, ἐπειδὴ ὁ τῶν γυναικῶν ὅμιλος μέρος ἦν τοῦ Κισσίνου πολίσματος, διὰ τοῦτο γυναικοπληθὴς ὅμιλος εἶπεν. εὕρηται δὲ αὕτη ἡ σύνταξις οὐκ ἐν ποιηταῖς μόνον, ἀλλὰ καὶ ἐν Θουκυδίδῃ. B. ὀὰ τοῦτ’ ἔπος] ὁ γυναικοπληθὴς ὅμιλος ἐκεῖσε ἀπύων τὸ ἔπος, τοῦτο τὸ ὀά δηλονότι. |
| Pers 122 | τὸ δὲ ἀπύων οὕτως νοητέον· ἢ ἔσται ἀπύων καὶ φωνῶν, ἔξωθεν λαμβανομένου τοῦ ἔσται· ἢ τὴν μετοχὴν ἀντὶ τοῦ ἀπύσει ῥήματος ληπτέον. A. ἀπύων] ἔσται βοῶν. |
| Pers 123 | B. πέσῃ λακὶς] ἀπὸ κοινοῦ τὸ μὴ, ἵν’ ᾖ οὕτως, μὴ πέσῃ ῥῆξις ἐν τοῖς πέπλοις τοῖς βυσσίνοις, ἤτοι μὴ διαρρήξωσι τὰ ἱμάτια αὑτῶν. |
| Pers 125 [5] | A. βυσσίνοις] κοκκίνοις. λακὶς] ἤγουν κτύπος ὑπὸ χειρῶν ἢ σχίσματος. σχιζομένων γὰρ τῶν πέπλων ἠχὼ γίνεται. B. πᾶς γὰρ ἱππηλάτας] πᾶς γὰρ ἱππικὸς λαὸς καὶ πεδοστιβὴς, ἤτοι τῷ πέδῳ καὶ τῇ γῇ περιπατῶν καὶ πεζῇ βαδίζων, καταλελοίπασι τὴν πόλιν ἀκολουθοῦντες τῷ Ξέρξῃ ὥσπερ τὸ σμῆνος τῶν μελισσῶν ἕπεται τῷ ἀρχηγῷ αὐτῶν. |
| Pers 126 [5] | λέγεται γὰρ ὡς εἰ μὴ ὁ ἀρχηγὸς τῶν μελισσῶν πρότερον πετάσει, ἄλλως οὐχ ἵπτανται αἱ ἕτεραι. A. πεδοστιβὴς] πεζικός. |
| Pers 127 | B. σμῆνος] πλῆθος. |
| Pers 128 | B. ὀρχάμῳ] ἡγεμόνι, ἤγουν τῷ Ξέρξῃ. |
| Pers 129 | B. τὸν ἀμφίζευκτον] ἐξαμείψας καὶ περάσας τὸν ἀμφίζευκτον ἅλιον πρῶνα τὸν κοινὸν τῆς ἀμφοτέρας γῆς, τῆς Εὐρώπης δηλαδὴ καὶ τῆς Ἀσίας. |
| Pers 130 [5] | ἀμφίζευκτον δὲ τὸν ζευγνύντα ἄμφω τὰς ἠπείρους, ἢ ζευγνύμενον ἐξ ἀμφοῖν. ἢ τὸν ὑποζευχθέντα· βατὸν γὰρ αὐτὸν ἐποίησεν ὁ Ξέρξης. A. ἀμφίζευκτον] τὸν ᾐόσιν ἀμφοτέραις ζευχθέντα διὰ τῶν πλοίων. B. ἀμφοτέρας] Ἀσίας καὶ Εὐρώπης. |
| Pers 131 | ἅλιον] θαλάσσιον. B. πρῶνα] τὸν προνεύοντα καὶ εἰς τὰς ἀμφοτέρας ἠπείρους. |
| Pers 132 [5] | ἢ τὸν κοινὸν ἑκατέρας γῆς. μεταξὺ γάρ ἐστιν Εὐρώπης καὶ Ἀσίας. Ἄλλως. πρῶνα ἀμφοτέρας αἴας κοινὸν, οἱ μὲν τὸν Ἑλλήσποντον, οἱ δὲ Ταῦρον, τὸ ὄρος. A. ἐξοχήν. ἐνταῦθα καταχρηστικῶς τὸ πρῶνα εἶπε· πρὼν γὰρ κυρίως ἡ τῶν ὀρέων ἐξοχή. ἐνταῦθα δὲ διὰ τοῦτο εἶπε, διὰ τὸ εἶναι αὐτὸν ἐξοχὴν τῆς ἔξω θαλάσσης πρὸς τὴν εἴσω καὶ οἱονεὶ αὐχένα. ἐθεράπευσε δὲ αὐτὸ εἰπὼν ἅλιον. B. λέκτρα δ’ ἀνδρῶν] τὰ λέκτρα δὲ τῶν ἀνδρῶν τῇ αὐτῶν ἀποδημίᾳ καὶ ἀπουσίᾳ πίμπλανται καὶ πληροῦνται τοῖς δακρύμασιν. |
| Pers 133 [5] | αἱ δὲ Περσίδες γυναῖκες ἀκροπενθεῖς καὶ ἐπιμόνως πενθοῦσαι, ὡς δοκεῖν ἐναβρύνεσθαι ἐπὶ τῷ πενθεῖν. A. λέκτρα] αἱ κοῖται. B. δακρύμασι] τῶν γυναικῶν. |
| Pers 134 | B. Περσίδες] τοῦτο ὀρθόπτωτον. |
| Pers 135 [5] | δέον γὰρ εἰπεῖν Περσίδων ἑκάστη λείπεται μονόζυξ, πολύκλαυστος ἐν φιλάνορι πόθῳ, ἐξ ὀρθοῦ ἐπήνεγκε τὴν σύνταξιν, καὶ ἀντὶ τοῦ εἰπεῖν ἀκροπενθής πρὸς τὸ ἑκάστης, οὕτω γὰρ ὁ λόγος ἀπῄτει, πρὸς τὸ Περσίδες ἔταξεν. ἀκροπενθεῖς] πολύκλαυστοι. B. ἑκάστη πόθῳ] ἑκάστη γυνὴ Περσὶς τὸν ἑαυτῆς εὐνατῆρα καὶ ἄνδρα ἀποπεμψαμένη ἐν πόθῳ φιλάνδρῳ εἰς τὸν αἰχμήεντα θοῦρον καὶ πολεμικὸν λείπεται αὐτὴ τοῦ λοιποῦ μονόζυξ καὶ μόνη. |
| Pers 136 | A. φιλάνορι] ἀνδρῶν. B. εὐνατῆρ’] σύνοικον. |
| Pers 138 | B. ἀλλ’ ἄγε Πέρσαι] ἀλλὰ φέρε, ὦ Πέρσαι, ἐνεζόμενοι καὶ ἐγκαθήμενοι εἰς τοῦτο τὸ ἀρχαῖον στέγος, ἤγουν εἰς ταύτην τὴν ἀρχαίαν καθέδραν, φροντίσωμεν καὶ βουλευσώμεθα πῶς πράσσει καὶ τί ποιεῖ ἐν Ἑλλάδι ὁ Ξέρξης. |
| Pers 140 [5] | χρεία δὲ προσήκει] τὸ δέ ἀντὶ τοῦ γάρ. ἡ χρεία γὰρ προσῆκον ποιεῖ τὸ βουλεύεσθαι. B. ἐνεζόμενοι] κατοικοῦντες. B. βαθύβουλον] συνετωτάτην. |
| Pers 142 | B. προσήκει] προσῆλθε. |
| Pers 143 | B. τὸ πατρωνύμιον] τὸ πατρωνύμιον γένος, ἤτοι ὁ κατὰ πατέρα συγγενὴς ἡμῖν, τουτέστιν ὁ ἐκ προγόνων ἰθαγενής. |
| Pers 145 | A. γένος] ὑπάρχει. |
| Pers 146 | B. πότερον τόξου ῥῦμα] πότερον ἄρα, φησὶν, ἡ ὁρμὴ τοῦ τόξου ἐστὶ τὸ νικῆσαν καὶ ἡττῆσαν τοὺς Ἀθηναίους, ἢ ἡ ἰσχὺς, τῆς δορικράνου λόγχης κεκράτηκε καὶ ἐνίκησε τοὺς Πέρσας δηλαδή. |
| Pers 147 [5] | οἱ μὲν γὰρ Πέρσαι τοξόται, οἱ δ’ Ἀθηναῖοι λογχοφόροι. ὃ δὲ λέγει ἐστὶ τοιοῦτον· ἆρα οἱ Πέρσαι ἐνίκησαν τοὺς Ἀθηναίους, ἢ οἱ Ἀθηναῖοι τοὺς Πέρσας; A. τόξου ῥῦμα] ἕλκυσμα· ἤγουν οἱ τοξικώτατοι Πέρσαι. B. δορυκράνου] τοῖς ἐκ κρανίου ξύλου οὔσης· τοῦτο γὰρ ἰσχυρότατον καὶ στεγανώτατον πρὸς τὸ ποιεῖσθαι δόρατα. |
| Pers 148 [5] | ἢ ἐκ τοῦ εἰπεῖν δορυκράνου λόγχης ἐδήλωσεν ἐν ταὐτῷ δύο, δόρυ καὶ κράνος. τὸ γὰρ δορυκράνου λόγχης ἰσχύς τοιοῦτόν ἐστιν, ὡς ἂν εἰ ἔλεγεν ἄνδρες κράνει καὶ δορὶ ἰσχύοντες. B. ἀλλ’ ἥδε θεῶν] ἀλλ’ αὕτη ἡ τοῦ βασιλέως μήτηρ, δέσποινα δὲ ἐμὴ, ἡ ὑπάρχουσα φῶς τοῖς ὀφθαλμοῖς ἡμῶν ἴσον τῶν θεῶν ὁρμᾶται ἤτοι ἔρχεται. |
| Pers 150 | λέγει δὲ τὴν Ἄτοσσαν, ἥτις ἦν θυγάτηρ μὲν Κύρου, γυνὴ δὲ Δαρείου, μήτηρ δὲ Ξέρξου κατὰ Ἡρόδοτον. A. φάος] θέαμα. |
| Pers 151 | B. καὶ προσφθόγγοις δὲ] καὶ προσηγόροις δὲ λόγοις πρέπον αὐτὴν προσφωνεῖν, ἤτοι πρέπει χαιρετίσαι αὐτήν. |
| Pers 153 [10] | εἶτα κοινῶς ὁ χορὸς χαιρετίζων αὐτήν φησιν, ὦ χαῖρε βασίλισσα τῶν Περσίδων τῶν βαθυζώνων. βαθύζωνοι δὲ αἱ Περσίδες, διὰ τὸ κροσσωτὰς ζώνας ἔχειν. ταῦτα δὲ ἀκούσασα ἡ Ἄτοσσα τοῦ χοροῦ εἰπόντος, ὅτι εἰ μὴ ἡ πρὶν εὐτυχία μεθέστηκε, φησὶ, διὰ ταῦτα καὶ ἐγὼ παραγίνομαι ἐνταῦθα πρὸς ὑμᾶς καταλείψασα τοὺς χρυσῷ κεκοσμημένους οἴκους καὶ τὸν βασιλικὸν κοιτῶνα· καὶ ἐμὲ κατὰ τὴν καρδίαν ἔσωθεν κόπτει φροντίς· εἰς ὑμᾶς δὲ εἴπω λόγον οὐδαμῶς ἐμαυτῆς οὖσα, ἤτοι οὐδ’ ὅλως ἐμαυτῆς κυρία τυγχάνουσα, οὐκ ἄφοβος. δονοῦμαι γὰρ καὶ τῶν φρενῶν ἐξίσταμαι τῷ ὀνείρῳ. A. προσφθόγγοις] χαιρετιστικοῖς. B. θεοῦ] τοὺς βασιλεῖς αὑτῶν ἐκάλουν θεοὺς οἱ Πέρσαι, ἢ ἴσα καὶ θεοῖς ἐτίμων. |
| Pers 157 [1] | φησὶν οὖν ὁ χορὸς πρὸς τὴν Ἄτοσσαν, τοῦ θεοῦ μὲν τῶν Περσῶν ἐγένου σύγκοιτος, τουτέστι τοῦ Δαρείου, μήτηρ δὲ πάλιν ἐγένου θεοῦ, ἤτοι τοῦ Ξέρξου, εἰ τέως μὴ ὁ παλαιὸς δαίμων ἤτοι ἡ ἀρχαία καὶ παλαιὰ εὐτυχία μεθέστηκε στρατῷ, ἀντὶ τοῦ παρῴχηκεν ἀπὸ τοῦ στρατοῦ. P. θεοῦ μὲν] τοῦ Δαρείου. εὐνάτειρα] σύνοικος. θεοῦ δὲ] τοῦ Ξέρξου. B. ταῦτα] διὰ τοῦτο. χρυσεοστόλμους] χρυσῷ κεκαλλωπισμένους· στολμὸς γὰρ ὁ καλλωπισμός. B. δαίμων παλαιὸς νῦν μεθέστηκε] ἤγουν ἡ παλαιὰ εὐτυχία τῶν Περσῶν μεταβέβληται, ἣν ἐν τοῖς πολέμοις εἶχον, καὶ πάντων ὡς εἰπεῖν ἀνθρώπων ἐδόκουν ἄριστοι. |
| Pers 158 | B. ἀμύσσει] σπαράσσει. |
| Pers 161 | B. οὐδαμῶς ἐμαυτῆς οὖς’ ἀδείμαντος] τουτέστιν ἔξω τοῦ καθεστηκότος τυγχάνουσα ὑπὸ τοῦ φόβου, ὃν ἐν τῇ ψυχῇ ἔχω. |
| Pers 162 [5] | B. μέγας πλοῦτος] δέδοικα, φησὶ, μή πως ὁ μέγας πλοῦτος καὶ ἡ εὐδαιμονία, κονίσας καὶ κονισθεὶς καὶ βληθεὶς ἐν τῷ ποδὶ καὶ ῥιφεὶς καὶ λακτισθεὶς εἰς οὖδας ἀνατρέψῃ τὸν ὄλβον ὃν ὁ Δαρεῖος ἦρεν, ἤτοι τὸ κλέος ὃ ἔλαβεν ὁ Δαρεῖος καὶ εἰς μέγα ὕψωσεν, οὐ χωρὶς τῶν θεῶν. |
| Pers 163 [20] | A. κονίσας] ταράξας. ἡ σύνταξις· μὴ ὁ μέγας πλοῦτος κονίσας καὶ ταράξας τὸ ἔδαφος ἐν ποδὶ ἀνατρέψῃ καὶ ἀπολέσῃ τὸν ὄλβον καὶ τὴν εὐδαιμονίαν τῶν Περσῶν, ὃν μετὰ τῶν θεῶν μέγας καὶ θαυμαστὸς Δαρεῖος ἐποίησε. σωματοποιεῖ δὲ ἐνταῦθα τὸν πλοῦτον· ὃ δὲ λέγει τοιοῦτόν ἐστι. φοβοῦμαι μὴ ἡ μεγίστη τῶν Περσῶν εὐδαιμονία αὐτὴ ὑφ’ ἑαυτῆς ἀνατραπείη καὶ ἀφανισθείη. ὅθεν διπλῆν κατὰ νοῦν στρέφω φροντίδα. ἐστὶ δὲ αὕτη τίς; μήτε τὸν πλοῦτον περὶ πλείστου ποιεῖσθαι, ὃς τὸν ὑπερμαχοῦντα οὐκ ἔχει· τοῦτο γάρ ἐστι τὸ ἄνανδρον· μήτε τοῖς ἀχρημάτοις, ἤγουν τοῖς πένησι λάμπειν φῶς τοσοῦτον καὶ εὐδαιμονίαν, ὅση δύναμις πάρεστιν· τουτέστιν, οὔτε ὁ πλοῦτός ἐστι περισπούδαστος ὁ μὴ ἀσφαλὴς, οὔτ’ αὖ τὸ ἐναντίον μακαριστοί εἰσιν οἱ πένητες, ἔχοντες μὲν ἰσχὺν τὴν αὐτῶν χρημάτων, ἢ ἀπολειπόμενοι. λέγει δὲ ταῦτα διὰ τὸ μηδὲν ὄφελος εἶναι ἔτι τῶν τοσούτων τῆς τῶν Περσῶν ἀρχῆς θησαυρῶν, εἰ Ξέρξης ἡττηθείη, πάντας Πέρσας μεθ’ ἑαυτοῦ ἐπαγόμενος, καὶ τῆς Περσίδος μετὰ γυναικῶν καὶ γερόντων ἀπολειφθείσης. δέον δὲ οὕτως εἰπεῖν, μήτε χρημάτων ἀνάνδρων πλῆθος ἔτι σέβειν, μήτε μακαρίζειν τοὺς ἀχρημάτους, ἐνήλλαξε, καὶ ἀντὶ τοῦ εἰπεῖν μακαρίζειν λάμπειν εἶπεν. B. ταῦτά μοι διπλῆ μέριμν’ ἄφραστος] ἤτοι ἄλεκτος. |
| Pers 165 [5] | ἡ δὲ τοιάδε, μήτε χρημάτων πλῆθος ἐν τιμῇ σέβειν ἀνάνδρων, ἤτοι ἀνδρῶν ἐκεῖσε μὴ παρόντων, μήτε τοῖς ἀχρημάτοις ἀνδράσι, δηλονότι τοῖς πένησι, λάμπειν φῶς εὐτυχίας, ὅσον ἐστὶ σθένος, τουτέστιν, οὐ πάσης ἀπολαύουσι τῆς τοῦ φωτὸς ἡδονῆς οἱ πένητες· ἑτέρου γὰρ λείποντος τὸ τῆς εὐδοκιμήσεως δυσχερές. χωρὶς μὲν γὰρ ἀνδρῶν ἄχρηστά εἰσι τὰ χρήματα, χωρὶς δὲ χρημάτων οἱ ἄνδρες· καὶ ἁπλῶς οἱ μὴ ἔχοντες ταῦτα ἀνίσχυροι. A. ταῦτα] διὰ τοῦτο. ἄφραστος] ἄρρητος. B. φῶς] δόξαν. |
| Pers 167 | B. ἔστι γὰρ πλοῦτος] ἔστι γὰρ ἡμῖν πλοῦτος ἀμεμφὴς καὶ ἄφθονος· δεδοίκαμεν οὖν διὰ τὸ μὴ ἔχειν ἄνδρας. |
| Pers 168 [5] | ὀφθαλμὸν γὰρ καὶ φῶς τῶν οἴκων τὴν τοῦ δεσπότου παρουσίαν νομίζω. ἀμφὶ δ’ ὀφθαλμοῖς] ἤγουν ἀμφὶ τῷ Ξέρξῃ· ὀφθαλμὸν γὰρ ἐκεῖνον καλεῖ. A. ἀμεμφὴς] πολύς· ὃν οὐ δύναταί τις μέμψασθαι. ἔστι δὲ ἐνταῦθα τὸ ἀμεμφής ὅμοιον τῷ ἄφθονος. λέγει δὲ ὡς ἐστὶ μέν τις πλούσιος σφόδρα, μὴ δυνάμενος δὲ τοῦ πλούτου ὑπερμαχεῖν τῷ φόβῳ σύνεστιν. B. πρὸς τάδ’ ὡς οὕτως ἐχόντων] πρὸς ταῦτα, φησὶ, γίνεσθέ μοι σύμβουλοι τούτου τοῦ λόγου, ὦ Πέρσαι, γηραλέα πιστώματα, ἤτοι ὦ ἀρχαῖοι γέροντες πιστοὶ, ὡς τούτων ὧν εἶπον οὕτως ἐχόντων, ἀντὶ τοῦ ἀληθῶν ὄντων. |
| Pers 170 [5] | A. σύμβουλοι λόγου τοῦδε] συμβουλεύσατέ μοι τὸν περὶ τούτου λόγον. B. ἐστί μοι βουλεύματα] πᾶσα γὰρ ἀρίστη βουλὴ τοῖς γέρουσι πρόσεστιν, ἐμπειρίαν διὰ τὸ γῆρας ἔχουσι, καὶ αὐτὴ τοῦτο νομίζω· διὰ γὰρ τὸ μοί τοῦτο ἐδήλωσεν. |
| Pers 172 | B. εὖ τόδ’ ἴσθι, γῆς ἄνασσα] γίνωσκε, ὦ βασίλισσα, ἐπὶ λόγου καὶ ἔργου, ἐφ’ οὗ ἂν δυνώμεθα πρᾶξαι καὶ εἰπεῖν, οὐ δίς σε φράσαι, ὥστε μὴ ἐν λόγῳ καὶ ἔργῳ βοηθῆσαί σοι ἐφ’ ὧν ἡ δύναμις ἡ ἡμετέρα θέλει ἡγεῖσθαι καὶ προσδιακρίνειν τὸ πᾶν. |
| Pers 173 | A. ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ] ἃ ἂν ὑπ’ ἐξουσίαν καὶ δύναμιν ἡμῖν ἐστι. |
| Pers 174 [5] | B. πολλοῖς μὲν ἀεὶ] ἡ Ἄτοσσά φησι πρὸς τὸν χορὸν, πολλὰ μὲν νυκτερινὰ ὀνείρατα φαντάζομαι, ἐξ οὗ καιροῦ ὁ ἐμὸς παῖς ὁ Ξέρξης διακομίσας στρατὸν πορεύεται καὶ ἄπεισιν εἰς τὴν γῆν τῶν Ἰαόνων, θέλων ἐκπορθῆσαι αὐτὴν, ἀλλ’ οὐδαμῶς τοιοῦτον ὄναρ φανερὸν εἶδόν ποτε ὥσπερ ἐπὶ τῆς παρελθούσης νυκτός. |
| Pers 176 | λέξω δέ σοι τοῦτο. ἰστέον δὲ ὅτι Ἰάονες οἱ Ἀθηναῖοι λέγονται, ἔκ τινος Ἰάονος βασιλεύσαντος αὐτῶν. A. στείλας στρατὸν] τουτέστι κοσμήσας. |
| Pers 177 [5] | ὁμώνυμος γάρ ἐστι λέξις. ἔστι γὰρ στέλλω τὸ κοσμῶ, ἐξ οὗ καὶ στολή· στέλλω τὸ φοβοῦμαι, ἐξ οὗ καὶ συστολή καὶ ὑποστολή· στέλλω τὸ πλέω, ἐξ οὗ καὶ στόλος· στέλλω τὸ ἀποστέλλω, ἐξ οὗ καὶ ἀπόστολος. A. στείλας] ὁρμήσας, κινήσας. B. Ἰαόνων] τῶν Ἀθηναίων. |
| Pers 178 | B. ἐναργὲς] φανερόν. |
| Pers 179 | B. πάροιθεν] προλαβούσης. |
| Pers 180 | B. ἐδοξάτην] ἐφάνησαν. |
| Pers 181 | εὐείμονε] καλῶς ἐσταλμέναι καὶ ἐνδεδυμέναι. B. ἠσκημένη] κεκοσμημένη. |
| Pers 182 | B. Δωρικοῖσιν] Ἑλληνικοῖς. |
| Pers 183 | B. τῶν νῦν] γυναικῶν. |
| Pers 184 | B. γένους ταὐτοῦ] Ἄνδρων ὁ Ἁλικαρνασσεύς φησι τὸν Ὠκεανὸν γῆμαι Πομφολύγην καὶ Παρθενόπην, καὶ σχεῖν ἐκ μὲν Παρθενόπης Εὐρώπην καὶ Θρᾴκην, ἐκ δὲ Πομφολύγης Ἀσίαν καὶ Λιβύην· ἀφ’ ὧν τὰς ἠπείρους ὀνομασθῆναι συμβέβηκεν. |
| Pers 185 [5] | ἡ γοῦν Ἄτοσσά φησι δύο γυναῖκας κατ’ ὄναρ ἰδεῖν, τὰς δύο ἠπείρους ταύτας, Ἀσίαν καὶ Εὐρώπην. A. βάρβαρον] τὴν Ἀσίαν. |
| Pers 187 | B. τούτω στάσιν] τούτω, φησὶ, τὼ γυναῖκε, τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην, λίαν ἐγὼ ἐδόκουν ὁρᾶν στάσιν τινὰ καὶ φιλονεικίαν τεύχειν καὶ κατασκευάζειν καὶ ποιεῖν ἐν ἀλλήλαις. |
| Pers 188 [10] | παῖς δὲ ὁ ἐμὸς μαθὼν στασιαζούσας ταύτας κατεῖχε καὶ ἐπράϋνε καὶ ἡμέρου αὐτάς· ἤθελε γὰρ ὁ Ξέρξης εἰς ἓν ἀγαγεῖν κράτος τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν ὑπὸ ἅρμασι δὲ ζεύγνυσιν αὐτὼ, ἀντὶ τοῦ αὐτὰς, καὶ λέπαδνα, ἤτοι ζυγόλωρα, τίθησιν ἐπὶ τῶν αὐχένων αὐτῶν. A. τούτω] ἰστέον ὅτι ἐπειδὴ αὗται δέον εἰπεῖν, ἀρσενικῶς ἐξήνεγκε κατ’ Ἀττικὴν συνήθειαν, ἀντὶ τοῦ αὗται τούτω εἰπὼν, διὰ τοῦτο καὶ τὸ ἀλλήλοις ἀρσενικῶς πρὸς τοῦτο ἀπέδωκεν. οὕτως γὰρ ἐν πᾶσι τοῖς παλαιοῖς βιβλίοις εὕρηται διὰ τῆς ο καὶ ι διαφθόγγου γραφόμενον. στάσιν] μάχην. B. τεύχειν] ποιεῖν. |
| Pers 189 [5] | B. λέπαδνα] οἱ παχεῖς ἱμάντες, οἷς ἀναδεσμοῦνται οἱ τράχηλοι τῶν ἵππων πρὸς τὸν ζυγόν. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ λέπω τὸ λεπίζω, λέπανον καὶ λέπαδνον. τινὲς δὲ λέπαδνα τοὺς μασχαλιστῆρας φασί. A. αὐτὼ] αὐτάς. λέπαδνα] ζυγόλωρα. B. χἡ μὲν] καὶ ἡ μὲν, ἤγουν Ἀσία, ἐπυργοῦτο καὶ ἐκοσμεῖτο καὶ ᾔρετο τῇ στολῇ τῇδε. |
| Pers 192 [5] | δεικτικῶς δὲ τοῦτο, ἀντὶ τοῦ τῇ Περσικῇ ταύτῃ, ἣν φορῶ. εἶχε δὲ στόμα εὔαρκτον καὶ ὑπήκοον καὶ πειθήνιον ἐν τῷ χαλινῷ. A. τῇδ’ ἐπυργοῦτο] ταύτῃ τῇ Περσικῇ ἐσεμνύνετο. B. εὔαρκτον] εὐπειθές. |
| Pers 193 [5] | B. ἡ δ’ ἐσφάδαζε] ἡ δὲ Εὐρώπη ἐσφάδαζε καὶ ὥρμα καὶ ἐπήδα καὶ ἐν τῇ καὶ ἐν ταύτῃ δεικτικῶς τῶν χειρῶν, ὑπέδειξε γὰρ ἢ τὴν ἀριστερὰν ἢ τὴν δεξιὰν, διασπαράσσει καὶ ῥήσσει τὸν δίφρον ἐν βίᾳ καὶ βιαστικῶς καὶ συναρπάζει αὐτὸν τὸν δίφρον ἄνευ χαλινῶν, ἤτοι ἀχαλίνωτον γενόμενον, καὶ τὸν ζυγὸν συνθλᾷ. |
| Pers 194 [10] | πίπτει δὲ ἐκ τοῦ ἅρματος ὁ Ξέρξης, οὗτος γὰρ ἦν ὁ ὑπὸ ζυγὸν ἔχων αὑτάς. καὶ ὁ πατὴρ Δαρεῖος παρίσταται οἰκτείρων αὐτόν. ἐπεὶ δὲ τοῦτο εἶδεν ὁ Ξέρξης, αἰδεσθεὶς τὸ πτῶμα διαρρηγνύει τοὺς οἰκείους πέπλους. A. ἐσφάδαζε] ἐταράττετο, ἐστασίαζε. B. ἐν τῇ] ἐν ταύτῃ τῇ δεξιᾷ. B. ξυναρπάζει] ἐκφεύγει. |
| Pers 195 | B. Δαρεῖος οἰκτείρων σφε] διὰ τοῦτο ᾤκτειρε τὸν Ξέρξην Δαρεῖος, διὰ τὸ καὶ αὐτὸν εἰς Ἑλλάδα μετὰ στρατοῦ ἐλθεῖν καὶ ἡττηθῆναι, καὶ ταῦτα μυριοπλάσιον πλῆθος ἔχοντα ἢ πρώην ἐκεῖνος. |
| Pers 198 [5] | Δαρεῖος μὲν γὰρ ἐν τῇ πρώτῃ στρατείᾳ οὐκ ἦν, ἀλλὰ στρατηγὸν αὑτοῦ τὸν Δᾶτιν ἔπεμψε, Ξέρξης δὲ οὐκ ἠνέσχετο ἕτερον πέμψαι, ἀλλ’ αὐτὸς παρῆν. ὅθεν καὶ ἡττηθεὶς μείζω τὴν αἰσχύνην ἐκτήσατο ἢ εἰ μηδὲν ἦν. B. ῥήγνυσιν] ὑπ’ αἰδοῦς. |
| Pers 199 | B. καλλιρρόου πηγῆς] πηγή τις ἱερὰ, ἀφ’ ἧς ἀνιμᾶτο νᾶμα ταῖς θυσίαις ἐπιχέεσθαι· διὰ γοῦν τὸ ἐξ αὐτῆς τὰς θυσίας γίνεσθαι καλλίρροον αὐτὴν ὠνόμασεν. |
| Pers 201 [5] | A. καλλιρρόου] Καλλιρρόη, ὄνομα πηγῆς, ἀφ’ ἧς οἱ μέλλοντες θύσειν τὰς χεῖρας ἐκάθαιρον. φασὶ γοῦν διὰ τὸ αἰτίαν εἶναι καθαρμοῦ Καλλιρρόην αὐτὴν ὠνομάσθαι. λέγει δὲ ἐνταῦθα Ἄτοσσα καλλιρρόου πηγῆς ἅψασθαι, ἢ ὅτι ἐν τῇ Περσίδι ἦν αὕτη ἡ πηγὴ, ἢ ὡς καθαρὸν ἔχουσα ὕδωρ καλλίρροον ἐκάλεσε τὴν πηγὴν, ἀφ’ ἧς τὰς χεῖρας ἐνίψατο. B. θυηπόλῳ] θυσίαν μελλούσῃ ἐπενεγκεῖν. |
| Pers 202 | B. βωμῷ] ἐν ᾧ τὰ θύματα ἔσφαζον ἐκαλεῖτο βωμὸς, ὢν τετραγωνοειδὴς τόπος τοῦ ἱεροῦ. |
| Pers 203 [10] | ἐσχάρα δὲ ὁ λάκκος ἐν ᾧ τὰ ἱερὰ ἔκαιον. πέλανος] οὐ μόνον ὁ ῥύπος, ὡς καὶ Εὐριπίδης φησὶν ἀφρώδη πέλανον ἤτοι τὸν ἐξ ἀφροῦ ῥύπον, ἀλλὰ καὶ θῦμά τι. ἀποτρόποισι δαίμοσι] τοῖς ἀποτρεπτικοῖς κακῶν ὀνειράτων. B. ἀποτρόποισι δαίμοσιν] τοῖς θεοῖς, οἷς ἀποτροπιαζόμεθα τοὺς ὀνείρους. ἀποτροπιαστὴν δὲ τῶν ὀνείρων φασὶν εἶναι τὸν ἥλιον. τούτου γὰρ ἐπιλάμψαντος οἱ ὄνειροι διασκευάζονται. O.P. τινὲς δὲ λέγουσιν ὅτι ἀετὸς ἦν ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος, δι’ οὗ τὰ χρησμοδοτήματα ἐλέγοντο τοῖς ἀνθρώποις διὰ τοῦ Ἀπόλλωνος· ὃς δὴ ἀετὸς ἰδὼν ταύτην κατέφυγεν ἐπὶ τὴν ἐσχάραν. O. θέλουσα θῦσαι πέλανον] πέλανος κυρίως ὁ πεπηγὼς ῥύπος λέγεται. |
| Pers 204 [5] | Ἄλλως. ὁ ἀφρὸς ὁ γενόμενος ἐν τῇ χύτρᾳ. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ πέλω τὸ ἀναστρέφομαι· ἐνταῦθα δὲ πέλανον τὴν θυσίαν φησί. A. πέλανος οὐ μόνον ἐπὶ ῥύπου τοῦ κατ’ ὀφθαλμὸν, οἷον λήμης, ἀλλὰ καὶ ἐπί τινος πέμματος, ἤτοι ποπάνου, ὡς δῆλον ἐκ τῶν παλαιῶν. θῦμα δέ τι ἑρμηνεύεται ὁ τοιοῦτος πέλανος. P. ὧν τέλη τάδε] οἵτινες εἰσὶ τῶν τοιούτων ἔφοροι. λέγει δὲ τὸν Ἀπόλλωνα. B. ἄφθογγος] ἄφωνος. |
| Pers 206 | B. μεθύστερον] μετὰ τοῦτο δὲ ὁρῶ κίρκον, ἤτοι ἱέρακα, σφαδάζοντα καὶ ὀξέως κινούμενον ἐν τοῖς πτεροῖς καὶ ἐν χηλαῖς, ἤτοι ἐν τοῖς ὄνυξι, τὸ κάρα καὶ τὴν κεφαλὴν τοῦ ἀετοῦ διακόπτοντα. |
| Pers 207 [5] | ὁ δὲ ἀετὸς, ἤγουν ὁ Ξέρξης, οὐδὲν ἄλλο ἐποίει ἢ μόνον παρεῖχε τῷ ἱέρακι τὸ σῶμα χρῆσθαι τούτῳ ὡς βούλεται. ἀετὸν οὖν τὸν Ξέρξην φησὶ, διὰ τὸ βασιλικὸν καὶ γενναῖον, ἱέρακα δὲ τὸ τῶν Ἀθηναίων στράτευμα, διὰ τὸ πρὸς τοὺς Πέρσας ἐλάττονα ἔχειν κατὰ πολὺ τὴν δύναμιν. A. κίρκον] ὀξύπτερον. B. κάρα] τοῦ ἀετοῦ. |
| Pers 208 | B. πτήξας] φοβηθείς. |
| Pers 209 | B. παρεῖχε] τῷ κίρκῳ. |
| Pers 210 | ταῦτ’ ἔμοιγε] ταῦτα ἰδοῦσα φοβοῦμαι, οἶμαι δὲ καὶ ὑμᾶς ἀκούοντας. B. οὐχ ὑπεύθυνος πόλει] οὐ τιμωρητέος, οὐ δίκας ὀφείλων, διὰ τὸ ὑμᾶς αὐτὸν παρορμῆσαι καὶ κοινῷ δόγματι γενέσθαι τὴν ἐκείνου κατὰ τῶν Ἀθηναίων ἐκστρατείαν. |
| Pers 213 | A. οὐχ ὑπεύθυνος] οὐ μεμπτός. B. ὁμοίως τῆσδε κοιρανεῖ χθονὸς] ὥσπερ καὶ πρώην. |
| Pers 214 [5] | ὑπὲρ γὰρ τῆς τῶν Περσῶν ἀρχῆς, ὅπως ἔτι μεγίστη γένοιτο, προενοεῖτο. B. οὔ σε βουλόμεσθα] ὁ χορὸς ἀκούσας τοῦ ὀνείρου τῆς Ἀτόσσης φησὶ πρὸς αὐτὴν, ὦ μῆτερ τοῦ Ξέρξου, οὐδαμῶς θέλομεν οὔτε ἄγαν ἐκφοβεῖν σε ἐν λόγοις, ἤτοι λέγειν ὅτι κακὰ ταῦτά ἐστιν ἃ εἶδες, οὔτε παραθαρσύνειν τῷ οἴεσθαι ὅτι καλά· τοὺς θεοὺς δὲ τοὺς οὐρανίωνας πρῶτον ἐν ἱκεσίαις παρακαλέσασα, εἴ τι κακὸν καὶ μισητὸν εἶδες, ζήτει αὐτοὺς ποιεῖν ἀποσόβησιν τούτων, τὰ καλὰ δὲ πεπληρωμένα γενέσθαι καὶ σῶα σοὶ καὶ τῷ Ξέρξῃ καὶ τῇ πόλει. |
| Pers 215 [15] | δεύτερον δὲ πρέπει σὲ ἐπιχῦσαι χοὰς καὶ θυσίας τῇ γῇ τε καὶ τοῖς κάτω νεκροῖς, αἰτοῦ δὲ καὶ ζήτει καὶ παρακάλει τὸν Δαρεῖον, ὃν λέγεις ἰδεῖν κατ’ ὄναρ, ταῦτά σοι ἀγαθὰ κάτωθεν ἀπὸ τῆς γῆς πέμπειν εἰς φάος, ἤτοι ἀναδιδόναι σοι ἀγαθὰ τὰ ὀνείρατα ἃ εἶδες. οἱ γὰρ ὄνειροι ἐκ τῆς γῆς ἀνέρχεσθαι λέγονται. A. οὔ σε βουλόμεσθα] οὐκ ἐθελήσομεν διακρῖναι τὸ ὄναρ, εἴτε χρηστόν ἐστιν, εἴτ’ ἀπευκταῖον. ἐὰν γὰρ δυστυχίας σημαντικὸν εἴπωμεν εἶναι, λυπήσομέν σε καὶ ἐμβαλοῦμεν εἰς φόβον, ἀγωνιῶσαν ὑπὲρ παιδὸς μή τι κακὸν πάθοι. ἐὰν δὲ χρηστὸν καὶ λυσιτελὲς αὐτὸ διακρίνωμεν, θρασυνοῦμέν σε καὶ ἀμελῆσαι ποιήσομεν τῶν θεῶν. διὸ τούτους ἱκετεύουσα εὔχου τὰ λῷστα. B. προστροπαῖς ἱκνουμένη] παρακλήσεσιν ἱκετεύουσα. |
| Pers 216 | B. φλαῦρον] κακὸν, φοβερόν. |
| Pers 217 | ἀποτροπὴν τελεῖν] ἀποδίωξιν πληροῦν. B. φθιτοῖς] νεκροῖς. |
| Pers 220 | πρευμενῶς] συμπαθῶς. B. τἄμπαλιν δὲ] καὶ ταῦτα ἐναντία τούτων τῶν ἀγαθῶν αἰτοῦ κατεχόμενα τῇ γῇ ἀμαυροῦσθαι, ἤτοι ὑπὸ τῆς γῆς κρατηθέντα, ἀφανισθῆναι τῷ σκότῳ. |
| Pers 223 [5] | A. τἄμπαλιν δὲ] τὰ ἐναντία. τῶνδε] τῶν ἐσθλῶν. κάτοχ’] κεκρατημένα. ἀμαυροῦσθαι] ἀφανίζεσθαι. B. ταῦτα θυμόμαντις ὢν] ταῦτα, φησὶ, παρῄνεσα οὐ φύσει μάντις ὢν, ἀλλ’ ἀπὸ λογισμοῦ κρίνων καὶ ἐνθυμήσεως. |
| Pers 224 [5] | τοῦτο γὰρ δηλοῖ τὸ θυμόμαντις. A. θυμόμαντις] οὐ τέχνῃ μάντις, ἀλλ’ ἐκ λογισμοῦ κρίνων. πρευμενῶς] εὐνοϊκῶς, συμπαθῶς. B. τῶνδε κρίνομεν πέρι] τὸ μὲν φανερὸν οὕτως ἔχει, ὅτι κρίνομεν εἰς καλὸν τὰ ὁραθέντα σοὶ ὀνείρατα ἐκβιβασθῆναι. |
| Pers 225 [10] | τὸ δ’ ἄλλο κρίνομεν, τόδε καλὸν γενέσθαι, τὸ θῦσαι ἀπελθοῦσα τοῖς θεοῖς, ὡς προέφημεν. A. πανταχῆ] κατὰ πάντα τὸν τρόπον. τελεῖν σοι] τοὺς θεοὺς καὶ τὸν πόσιν. τῶνδε κρίνομεν πέρι] κρίνομεν δὲ καὶ λογιζόμεθα περὶ τῶνδε ὧν ἐθεάσω κατ’ ὄναρ, εἰ πρὸς τοὺς θεοὺς ἀναθήσεις καὶ χοὰς τῷ πόσει ποιήσεις, καλῶς τούτους τελεῖν σοι κατὰ πάντα τρόπον ταυτί. εἴτε γὰρ χρηστά ἐστι, ταχέως τελέσουσιν, εἴτ’ αὖ τοὐναντίον, ἀλεξίκακοι γένωνται, ἐξιλεωθέντες θυσίαις τε καὶ δεήσεσι ταῖς σαῖς. B. ἀλλὰ μὴν εὔνους] ἀλλὰ δὴ σὺ ὁ πρῶτος ἀκούσας τοῦ ὀνείρου εὐνοϊκῶς συνεβούλευσας ἐξιλεώσασθαι οὐρανίους καὶ καταχθονίους δαίμονας. |
| Pers 226 | A. παιδὶ καὶ δόμοις ἐμοῖσι] τῇ ἡμῶν ἀρχῇ. |
| Pers 227 | τήνδ’ ἐκύρωσας φάτιν] τὸ τοῖς θεοῖς εὔχεσθαι καὶ παρ’ ἐκείνων αἰτεῖν τὰ βέλτιστα. B. ἐξιλεοῖτο δὲ] σὺ μὲν, φησὶν, ὁ πρῶτος ἀκούσας τοῦ ὀνείρου ἐκύρωσας καὶ εὐνοϊκῶς συνεβούλευσας καὶ ἐβεβαίωσας ταύτην τὴν φήμην, τὸ θῦσαι δηλονότι τοῖς θεοῖς ὑπὲρ τοῦ παιδὸς τοῦ ἐμοῦ καὶ τῶν ἐμῶν οἴκων· εἴθε δὲ ἡ ἐξιλέωσις εἰς ἀγαθὸν ἀποβαίη. |
| Pers 228 [5] | ταῦτα δὲ ὡς λέγεις πάντα ποιήσομεν τοῖς θεοῖς καὶ τοῖς κάτω νεκροῖς, ὁπόταν ἀπέλθωμεν εἰς τοὺς οἴκους ἡμῶν. A. ἐφίεσαι] ἀποδέχῃ, προστάττεις. B. ἔνερθε γῆς φίλοις] ἤγουν τῷ Δαρείῳ. |
| Pers 229 | B. τῆλε πρὸς δυσμὰς] ἐρωτηθεὶς ὁ χορὸς ποῦ λέγουσι τὰς Ἀθήνας κεκτίσθαι καὶ ἐν ποίῳ μέρει τῆς γῆς φησὶν ὅτι μακρὰν πρὸς ταῖς δυσμαῖς τῶν φθινασμάτων τοῦ θεοῦ ἡλίου. |
| Pers 232 [5] | ὁ ἥλιος γὰρ παρὰ Πέρσαις τιμᾶται. φθινασμάτων δὲ, τῶν δύσεων, ἢ τῶν ἐκλείψεων· ὅταν γὰρ δύνῃ ὁ ἥλιος, ἐκλείπει. ὅθεν καὶ λίψ ὁ ἄνεμος ὁ ἀπὸ δυσμῶν. A. τῆλε] μακράν. ἄνακτος ἡλίου] τοῦ βασιλέως τῶν Περσῶν· τοῦτον γὰρ μάλιστα πάντων σέβονται. φθινασμάτων] λήξεων. B. ἵμειρ’] ἐπεθύμει. |
| Pers 233 | B. θηρᾶσαι] ἰστέον ὅτι διὰ τοῦτο εἶπε τὸ θηρᾶσαι, διὰ τὸ καὶ τὴν Ἐρέτριαν ἄνευ πολέμου λαβεῖν. P. πᾶσα γὰρ] ἐὰν Ἀθήνας κρατήσῃ ὁ Ξέρξης, τηνικαῦτα καὶ τὴν Ἑλλάδα πᾶσαν καταδουλώσει· αἱ γὰρ Ἀθῆναι εἰσὶν ἰσχυρόταται τῆς Ἑλλάδος. |
| Pers 234 [5] | τοῦτο δὲ λέγει θέλων ἐπαινέσαι τὰς Ἀθήνας. A. πᾶσα] ναί. γένοιτ’ ἂν] εἰ Ἀθήνας εἷλε. B. ἀνδροπλήθεια στρατοῦ] εἰποῦς’ Ἄτοσσα ὡς ἐπεθύμει Ξέρξης Ἀθήνας ἑλεῖν, ἐπειδὴ ὁ χορὸς ἔφη πρὸς αὐτὴν, ναὶ, ἐπεθύμει, εἰ γὰρ Ἀθήνας εἷλε, πᾶσα ἂν ἐγεγόνει ὑπήκοος αὐτῷ ἡ Ἑλλὰς, νῦν αὐτὴ πάλιν φησὶν, οὕτω πολὺν στρατὸν Ἀθηναῖοι ἔχουσιν ὡς ἀνάλωτον εἶναι τὴν πόλιν αὐτῶν, καὶ τὸν αὐτοὺς καταγωνισάμενον καὶ πάντας ἂν ἀνθρώπους ὑπὸ χεῖρα λαβεῖν; B. |
| Pers 236 | ἔρξας πολλὰ] τῆς ἐν Μαραθῶνι πεζομαχίας μέμνηται. Μήδους δὲ τοὺς Πέρσας εἴρηκεν. A. Μήδους] τοὺς Πέρσας. κατὰ] ὅτ’ ἐς Μαραθῶνα ἡττήθησαν. B. καὶ τί πρὸς τούτοισιν] τοῦτο ἔνια τῶν ἀντιγράφων ὡς ὑπὸ τοῦ χοροῦ λεγόμενον ἔχουσιν, ὡς εἶναι τὸν λόγον κατὰ ἀπόφανσιν. |
| Pers 237 | P. τῷ πλήθει καὶ τῇ ἀνδρείᾳ. ἐξαρκὴς] πολύς. B. ἀργύρου πηγή τις] ἐν Θορικῷ καὶ ἐν Λαυρίῳ μέταλλα ἀργύρου τυγχάνουσιν. |
| Pers 238 [5] | A. ἀργύρου πηγή τις] ἐν Θορικῷ γὰρ τῆς Ἀττικῆς ἀργύρου μέταλλα. B. πότερα γὰρ] ἆρα, φησὶ, διὰ τῶν χειρῶν αὐτοῖς ἐμπρέπει ἡ βολὴ ἡ τοξική; ἀντὶ τοῦ ἆρα οἴδασι τοξεύειν οἱ Ἀθηναῖοι; ἀποκριθεὶς δὲ ὁ χορὸς λέγει, οὐδαμῶς τόξα ἕλκειν οἴδασιν, ἔγχη δὲ σταδαῖα, ἤτοι ξίφη σταδαῖα, δι’ ὧν συστάδην καὶ ἐχεγγύως καὶ πλησίον μάχονται. |
| Pers 239 | τοὺς γὰρ ἐκ διαστημάτων μαχομένους κατηυτέλιζον. A. τοξουλκὸς αἰχμή] ἐπειδὴ ἡ αἰχμὴ ἐπὶ λόγχης λέγεται, διὰ τοῦτο καὶ τοξουλκὸς εἶπεν, ἐμφαίνουσα διὰ τούτου τὰ τόξα. B. σταδαῖα] στάσιμα καὶ ἀγχέμαχα. |
| Pers 240 | B. τίς δὲ ποιμάνωρ] τίς δὲ, φησὶν, ἐστὶ ποιμάνωρ ἤτοι βασιλεὺς τοῦ λαοῦ καὶ τοῦ στρατεύματος; ποιμένες γὰρ οἱ βασιλεῖς λέγονται. |
| Pers 241 [5] | ὁ δὲ χορὸς ἀποκριθεὶς λέγει, οὐχί τινος ἀνδρὸς ὀνομάζονται δοῦλοι οὐδ’ ὑπήκοοι. A. ποιμάνωρ ἔπεστι] ἡγεμὼν αὐτοῖς. B. πῶς ἂν οὖν μένοιεν] ἀκούσασα ἡ Ἄτοσσα ὅτι οὔτινος ἀνδρός εἰσι δοῦλοι οὐδ’ ὑπήκοοι οἱ Ἀθηναῖοι φησὶ, πῶς ἂν οὖν εἰ ἀναρχίαν εἶχον, μὴ ἔχοντες ἐφεστηκότα, καὶ πρὸς διάφορα διὰ τοῦτο θελήματα μετετρέποντο, ἴσχυσαν πολεμῆσαι τοὺς ἐπελθόντας αὐτοῖς, ὡς ἐξ ἑνὸς συνθήματος, Πέρσας. |
| Pers 243 | A. πῶς ἂν οὖν] μὴ ὄντος τοῦ συνέχοντος αὐτοὺς ἐν πολέμῳ ἄρχοντος. B. ὥστε] οὕτως ὑπομένουσι. |
| Pers 244 | B. δεινά τοι λέγεις] χαλεπὰ λέγεις τοῖς γονεῦσι τῶν ἰόντων καὶ ἐλθόντων εἰς Ἀθήνας, ἀντὶ τοῦ ἡμῖν, ὥστε φροντίσαι αὐτῶν. |
| Pers 245 [5] | A. δεινά τ. λ.] ἐπειδὴ τοιούτους αὐτοὺς εἶναι λέγεις, δεινὰ τοῖς τεκοῦσι λέγεις, τουτέστι φόβον ἐμβάλλεις πατράσι τε καὶ μητράσι τῶν ἀπελθόντων ἐκεῖσε παίδων φροντίσαι μή τι πάθωσιν. B. ἀλλ’ ἐμοὶ] ἰδὼν ὁ χορὸς τὸν ἄγγελον ἐρχόμενόν φησι πρὸς τὴν Ἄτοσσαν, ἀλλ’ ὡς ἐμοὶ δοκεῖ, ἤτοι κατὰ τὴν ἐμὴν δόξαν καὶ δόκησιν, πάντως γνώσῃ ἀληθῆ λόγον. |
| Pers 246 [5] | τοῦδε γὰρ, τούτου τοῦ ἀνδρὸς, τὸ δράμημα καὶ τὸ βάδισμα Περσικὸν φαίνεται καὶ φέρει ἡμῖν ὥστε ἀκούειν φανερόν τι πρᾶγμα, ἀγαθὸν ἢ κακόν. A. τοῦδε γὰρ δράμημα] ὁ τοῦδε τοῦ ἀνδρὸς δρόμος Περσικός ἐστι, τοῦτο γὰρ δηλοῖ Περσικὸν πρέπει μαθεῖν· τουτέστιν ἐκ Περσῶν ἐστι τῶν εἰς Ἑλλάδα διεστρατευκότων οὗτος ὁ ἄγγελος, πρὸς ἡμᾶς ἰὼν καὶ φέρων ἡμῖν κλύειν καὶ ἀκούειν σαφές τι πρᾶγος καὶ πρᾶγμα ἐσθλὸν ἢ κακόν. |
| Pers 247 | πρέπει] διαλάμπει. B. καὶ πολὺς πλούτου λιμὴν] ἤγουν πλοῦτε, περιφραστικῶς. |
| Pers 250 | διὰ τοῦτο δὲ εἶπε λιμένα πλούτου, ἢ διὰ τὸ τοὺς πλέοντας ἐν λιμένι καταφεύγειν καὶ σώζεσθαι, οὕτω δὲ καὶ ὁ πλοῦτος τοὺς ἔχοντας αὐτὸν ἐνδόξους ποιεῖ καὶ φυλακὴν αὐτοῖς ἐντίθησιν. B. τὸ Περσῶν δ’ ἄνθος] τὸ κάλλος, τὸ στράτευμα. |
| Pers 252 | A. ὄλβος] εὐδαιμονία. ἄνθος] τὸ ἐξαίρετον. B. ὤμοι κακὸν μὲν] φεῦ μοι, κακὸν μέν ἐστιν ἀγγέλλειν καὶ μηνύειν καὶ λέγειν κακά· “στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν “ἐπῶν·” ὅμως δὲ ἀναγκαῖόν ἐστιν ἀναπτύξαι καὶ ἀνακαλύψαι καὶ φανερὸν θεῖναι ὅλον τὸ πάθος. |
| Pers 253 [5] | ἅπας γὰρ στρατὸς τῶν Περσῶν ὄλωλεν. A. ἀναπτύξαι] δηλῶσαι, σαφηνίσαι. |
| Pers 254 | B. ἄνια ἄνια] ἄνια καὶ λυπηρὰ καὶ ἀνίατα. |
| Pers 256 | P. ἄνια] λυπηρὰ καὶ ἀνιαρά. A. ἄνια] τὰ λυπηρά. B. νεόκοτα] νεωστὶ μηνυθέντα κακὰ ὑπό τινος τῶν δαιμόνων. |
| Pers 257 | τὰ νεωστὶ διὰ κότον τῶν θεῶν τινος γινόμενα. A. νεόκοτα] νεοφανῆ. B. δάϊα] πολεμικὰ, ἀφανιστικά. B. διαίνεσθε] δακρύετε κλύοντες καὶ ἀκούοντες τόδ’ ἄχος ὃ εἶπον, ἀντὶ τοῦ ταύτην τὴν λύπην. |
| Pers 258 | A. ὡς πάντα γ’ ἔστ’ ἐκεῖνα] τὸ ὡς ἐκληπτέον ἀντὶ τοῦ ὅτι καὶ ἀντὶ τοῦ λίαν. |
| Pers 260 [5] | πάντα ἐκεῖνα, ὅσα ἔφην δηλονότι, διαπεπραγμένα ἐστί· κἀγὼ δὲ ἀέλπτως νόστιμον βλέπω φάος, ἀντὶ τοῦ ἀνελπίστως ὑποστρέψας ζῶ καὶ βλέπω τὸ φῶς. A. ἐκεῖνα] ἃ ἐπίστασθε. διαπεπραγμένα] ἐφθαρμένα. B. ἦ μακροβίοτος] ὄντως μακροβίοτος καὶ πολυχρόνιος ὅδε καὶ οὗτος ὁ αἰὼν καὶ χρόνος καὶ βίος ἐφάνη ἡμῖν τοῖς γηραιοῖς, διὰ τὸ ἀκούειν τοῦτο τὸ πῆμα καὶ τὸ βλάβος τὸ ἀνέλπιστον. |
| Pers 262 [5] | A. ἦ μακροβίοτος] οὕτως διὰ τοῦτο μέχρι τοῦ παρόντος καιροῦ βεβιώκαμεν, ἵνα τοιούτων συμφορῶν ἀκουσταὶ γενώμεθα; ἀναγνωστέον δὲ ἢ κατὰ στάμα καὶ ὑποστιγμὴν, ἢ κατὰ στάμα μόνον. ἦ, ἄρα, ὄντως. B. ἄελπτον] ἀνέλπιστον. |
| Pers 265 | B. καὶ μὴν] αὐτὸς ἐκεῖσε παρὼν καὶ αὐτοψὶ ὁρῶν τὰ τελούμενα καὶ μὴ ἐξ ἑτέρων ἀκηκοὼς φράσαιμι ἂν οἷα καὶ ποδαπὰ κακὰ ἐπορσύνθη καὶ κατεσκευάσθη καὶ ἐγένετο. |
| Pers 266 | A. ἐπορσύνθη κακὰ] παρ’ Ἑλλήνων ἐγεγόνει τοῖς Πέρσαις. |
| Pers 267 | B. τὰ πολλὰ βέλεα παμμιγῆ] φεῦ· μάτην τὰ πολλὰ βέλη τὰ παμμιγῆ καὶ τὰ ἐκ διαφόρων ἀνδρῶν ἀπὸ τῆς Περσικῆς γῆς ἦλθον ἐπὶ γῆν δίαν καὶ ἔνδοξον καὶ λαμπράν· εἶτα ἐφερμηνεύων τίς ἦν ἡ γῆ ἐκείνη φησὶ χώραν Ἑλλάδα· λέγει δὲ τὰς Ἀθήνας. |
| Pers 269 [5] | P. ἤγουν στρατὸς ἐκ πολλῶν ἐθνῶν συγκεκροτημένος. B. αἱ ἀκταὶ καὶ οἱ αἰγιαλοὶ τῆς Σαλαμῖνος πλήθουσι καὶ γέμουσι νεκρῶν διεφθαρμένων κακοθανάτως, καὶ πᾶς πρόσχωρος καὶ γείτων τόπος. |
| Pers 272 | P. δυσπότμων] ἀθλίων. B. πρόχωρος] γρ. |
| Pers 273 [5] | πρόσχωρος, ἤγουν πλησιόχωρος. P. πρόσχωρος] πλησιόχωρος τῇ Σαλαμῖνι. B. ὀτοτοτοῖ φίλων] ἀκούσας ὁ χορὸς τοῦ ἀγγέλου εἰπόντος ὅτι αἱ ἀκταὶ τῆς Σαλαμῖνος καὶ πᾶς τόπος πρόχωρος καὶ πλατὺς καὶ εὐρύχωρος γέμουσι τῶν νεκρῶν, φησὶ, φεῦ τὰ σώματα τῶν φίλων Περσῶν τὰ πολυβαφῆ ὑπὸ τοῦ αἵματος ἀποθανόντα λέγεις φέρεσθαι ἁλίδονα καὶ ὑπὸ θαλάσσης δονούμενα ἐν πλαγκτοῖς διπλάκεσσι ταῖς ὡς ἂν δύο πλαξὶ, τῆς θαλάσσης τε καὶ γῆς, ἢ ἐν Σαλαμῖνι καὶ Πλαταιαῖς. |
| Pers 274 | O.P. ὡς ἂν εἴποι τις διαύλοις. τὰ γὰρ κύματα ἐκχεῖται καὶ ὑπονοστεῖ. A. ἁλίδονα] ἐν τῇ θαλάσσῃ φερόμενα. |
| Pers 275 [5] | πολυβαφῆ] ἐξ αἵματος. B. πλαγκτοῖς] πλησιαζομένοις ὑπὸ τῶν κυμάτων, ἢ ἐν αἷς ταῦτα πλανῶνται. διπλάκεσσιν] διπλαῖς ἀκταῖς Σαλαμῖνος καὶ τῆς γῆς, ἢ ταῖς διπλαῖς ἔνθα φερομέναις στροφαῖς κυμάτων. B. ἤρκει] ἐβοήθει, ἀρκετὰ ἦν. |
| Pers 278 | B. ἐμβολαῖς] προσκρούσεσιν. |
| Pers 279 | B. ἴϋζ’] κράζε, φησὶ, καὶ φώνει βοὴν δυσαιανῆ καὶ δυσθρήνητον, ἄποτμον καὶ κακόμορον, ἤτοι κακοθάνατον, τοῖς Πέρσαις τοῖς πολεμικοῖς, ὅτι πάντα παγκάκως ἔθεσαν καὶ ἐποίησαν οἱ θεοὶ δηλαδή. |
| Pers 280 [5] | δαΐοις δὲ ἢ τοῖς πρὶν οὖσι πολεμικοῖς, ἢ διακεκομμένοις. P. βόα, θρήνησον. ἄποτμον] ἀθλίαν. B. δυσαιανῆ] γρ. |
| Pers 281 | δυσεανῆ, ἤγουν πολυποίκιλον. P. δυστυχῆ καὶ δυσθρήνητον, αἰάζω γὰρ τὸ θρηνῶ. B. δαΐοις] διακεκομμένοις, ἢ πρὶν οὖσι πολεμικοῖς. |
| Pers 282 | O. πολεμίοις. B. ὡς πάντα παγκάκως ἔθεσαν] ἤγουν τὸ καθ’ Ἑλλήνων στρατεῦσαι κακῶς διενοήθησαν· ἐφθάρησαν γάρ. B. στρατοῦ φθαρέντος] εἵνεκα. |
| Pers 283 | B. ὦ πλεῖστον ἔχθος] πρὸς τὴν Σαλαμῖνά φησιν ὁ ἄγγελος, ὦ Σαλαμὶν, πλεῖστον ἔχθος εἰς τὸ κλύειν, τουτέστι κατὰ πολὺ μισητὴ εἰς τὸ ἀκούειν ἡμᾶς περὶ σοῦ. |
| Pers 284 [5] | O.P. ἤγουν, ὦ Σαλαμὶς καὶ πρὸς μόνην τὴν ἀκοὴν δυσχέρειαν φέρουσα ἔμοιγε καὶ σφόδρα μισητή. B. φεῦ τῶν Ἀθηνῶν] ἐκεῖσε γὰρ πάντες οἴχονται Πέρσαι. |
| Pers 285 | B. στυγναὶ δ’ Ἀθᾶναι] καὶ αἱ Ἀθῆναι στυγναὶ γεγόνασι τοῖς πολεμικοῖς Πέρσαις. |
| Pers 286 [5] | τινὲς δὲ τὸ στυγναὶ δ’ Ἀθῆναι τοιοῦτόν φασιν, ὅτι ἡμῖν τοῖς δαΐοις στυγνότητος αἴτιαι πάρεισιν εἰς μνήμην αἱ Ἀθῆναι, ὅ ἐστι τῶν Ἀθηνῶν ἡ μνήμη στυγνοὺς ἡμᾶς ποιεῖ. ἔστι δὲ τὸ πρότερον κάλλιον. A. στυγναὶ] μισηταί. στυγνότητα καὶ λύπην αἱ Ἀθῆναι φέρουσαι τοῖς πολεμίοις, καὶ πρὸς μνήμην αὐτοῖς ἰοῦσαι, μήτοι γε δὴ εἰς πεῖραν ἰοῦσαι αὐτῶν. δαΐοις] πολεμίοις. B. πάρα] πάρεστι. |
| Pers 287 | οὐ μόνον τὸ πάρα ἀντὶ τοῦ πάρεστιν, ἀλλὰ καὶ ἀντὶ τοῦ πάρεισιν, ὡς ἐνταῦθα. παρά γὰρ πρόθεσίς ἐστιν, ἀναβιβαζομένου τοῦ τόνου ποιητικῶς. ἔξωθεν δὲ ὑπαρκτικὸν ῥῆμα νοοῦμεν, εἴτε ἑνικῶς εἴτε πληθυντικῶς. B. ὡς πολλὰς Περσίδων] ὅτι πολλὰς δηλαδὴ πόλεις ἡμετέρας ἢ γυναῖκας ἔκτισαν καὶ ἐποίησαν εὔνιδας καὶ ἐστερημένας καὶ ἀνάνδρους, ἤτοι μὴ ἐχούσας ἄνδρας. |
| Pers 288 [10] | A. πολλὰς Περσίδων] τὸ πολλὰς νοητέον ἢ ἀντὶ τοῦ πόλεις, ἢ ἀντὶ τοῦ μητέρας καὶ γαμετὰς, ὅπερ σαφηνίζεται ἐκ τοῦ εὔνιδας καὶ ἐκ τοῦ ἀνάνδρους, τοῦ μὲν εὔνιδας πρὸς τὸ μητέρας νοουμένου, ἀντὶ τοῦ ἐστερημένας τῶν οἰκείων παίδων, τοῦ δὲ ἀνάνδρους πρὸς τὸ γαμετάς· ἅτινα νοοῦνται καὶ εἰ τὸ πολλάς ἀντὶ τοῦ πόλεις ἐκλάβῃς. τὸ δὲ ἔκτισαν ἀντὶ τοῦ ἐποίησαν, κτίζομεν γὰρ τεῖχος ἀντὶ τοῦ ποιοῦμεν. τὸ δὲ Περσίδων εἰ μὲν τὸ πολλάς πρὸς τὸ πόλεις εἴπῃς, ἀντὶ Περσικῶν πόλεων νοήσεις, εἰ δὲ πρὸς τὸ δεύτερον, ἀντὶ τοῦ γυναικῶν. B. μάταν] ματαίως, ἤγουν μηδὲν βλαψάσας. O. εὔνιδας ἠδ’ ἀνάνδρους] ὀρφανὰς, ἐστερημένας τῶν ἀνδρῶν, καὶ ἀνάνδρους ἤτοι οὐκ ἐχούσας ἄνδρας. |
| Pers 289 | A. τὸ μήτε λέξαι] μὴ νοήσῃς ἐνταῦθα ἔξωθεν κατά. |
| Pers 292 [5] | εἰποῦσα γὰρ ὡς ὑπερβάλλει ἥδε ἡ συμφορὰ ἐπήνεγκε τὴν ὑπερβολὴν, ἥτις ἐστὶ τὸ μήτε λέξαι μήτ’ ἐρωτῆσαι τὰ πάθη. ἔστι δὲ ὅμοιον κἀκεῖνο ὅ φησι Προμηθεὺς πρὸς τὸν χορὸν λέγων· Ἐπεὶ προθυμεῖσθ’, οὐκ ἐναντιώσομαι τὸ μὴ γεγωνεῖν πᾶν ὅσον προσχρήζετε. B. πημονὰς] συμφοράς. |
| Pers 293 | B. ἀναπτύξας] σαφηνίσας. |
| Pers 294 | B. καταστὰς] κατάστασιν λαβὼν τοῦ θορύβου, μὴ θορυβούμενος. |
| Pers 295 | A. καταστὰς] ἀντὶ τοῦ εἰς κατάστασιν ἐλθών· ἐθρήνει γάρ. B. τίς οὒ τέθνηκε] καλῶς πρῶτον περὶ τῶν ζώντων ἐρωτᾷ ἡ Ἄτοσσα τὸν ἄγγελον, ὡς ὄντων ὀλίγων· ὁ δὲ παρίστησι καὶ τὸ πλῆθος τῶν ἀποθανόντων. |
| Pers 296 | A. τῶν ἀρχελείων] τῶν βασιλέων ἀπὸ τοῦ τῶν λαῶν ἄρχειν. |
| Pers 297 [10] | ὅς τ’ ἐπὶ σκηπτουχίᾳ] τινὲς ὥστε διὰ τοῦ ω μεγάλου γράφουσι, καὶ φασὶ πῶς τε ἐπὶ σκηπτουχίᾳ θανών. A. ἀρχελείων] ἡγεμόνων τῶν λαῶν. ὅς τ’] τὸ ὅς εἰ μὲν μικρογραφεῖται, πάνυ σαφέστατον, εἰ δὲ μεγαλογράψεις, ὡς ἔν τισι τῶν βιβλίων εὑρίσκεται, οὕτως εἴπῃς. εἰποῦσα γὰρ, τίνα τῶν τοῦ στρατοῦ ἡγεμόνων θρηνήσομεν; ἐπιφέρει κατ’ ἐπίκρισιν, ὥστε ἐπεὶ τοῦτον θρηνήσομεν, ὧν ἐτάχθη στρατηγὸς, τούτους ἀνάνδρους κατέλιπε θανών. τουτέστιν, ἐπειδὴ οὗτος ἀπώλετο κἀκεῖνοι ἐφθάρησαν. σκηπτουχίᾳ] ἀρχῇ καὶ ἐξουσίᾳ. B. ἐμοῖς μὲν εἶπας] ἡ Ἄτοσσα ἀκούσασα τοῦ ἀγγέλου εἰπόντος ὅτι ὁ Ξέρξης ζῇ, φησὶν, εἶπας φῶς μέγα τοῖς ἐμοῖς οἴκοις καὶ λαμπρὰν ἡμέραν ἐκ νυκτὸς μελαίνης. |
| Pers 300 | ἐνόμιζε γὰρ καὶ αὐτὸν τεθνάναι. A. μελαγχίμου] μελαίνης. |
| Pers 301 | B. Ἀρτεμβάρης δὲ] Ἀρτεμβάρης δὲ ὁ ἡγεμὼν καὶ ὁ διοικητὴς τῆς μυρίας καὶ πολλῆς ἵππου, ἤτοι ὁ ἔχων ἵππους πολλοὺς, θείνεται καὶ τύπτεται καὶ σφάττεται παρὰ τὰς ἀκτὰς καὶ τοὺς αἰγιαλοὺς τοὺς σκληροὺς καὶ τραχεῖς τῶν Σιληνιῶν. |
| Pers 302 [5] | αἱ γὰρ Σιληνίαι αἰγιαλός ἐστι τῆς Σαλαμῖνος τῆς λεγομένης Τροπαίας ἄκρας, ὡς Τιμόξενος ἐν τῷ περὶ λιμένων φησί. A. μυρίας] πολλῆς. βραβεὺς] ἡγεμών. B. στυφλούς] σκληράς. |
| Pers 303 | θείνεται] τύπτεται. B. χὠ χιλίαρχος] καὶ ὁ χιλίων στρατιωτῶν ἄρχων Δαδάκης ἐκ τῆς νηὸς ἀφήλατο καὶ ἐπήδησε πήδημα κοῦφον καὶ ἐλαφρὸν καὶ σύντομον καὶ ταχὺ, ἐν πληγῇ δορός. |
| Pers 304 [5] | ἤγουν τῷ δόρατι πληγεὶς ἐξετινάχθη ἔξωθεν τῆς νηός. A. πληγῇ] τρώσει. B. ἀφήλατο] ἐπήδησε. |
| Pers 305 | B. Τενάγων δ’ ἄριστος Βακτρίων ἰθαγενὴς] ὁ ἰθαγενὴς καὶ ὁ πολίτης τῶν Βακτρίων· Βάκτρα δὲ πόλις Περσίδος· πολεῖ καὶ ἀναστρέφεται τὴν θαλασσόπληκτον νῆσον τοῦ Αἴαντος. |
| Pers 306 [10] | οὗτος οὖν, φησὶν εὐφήμως, κεῖται ἐν Σαλαμῖνι· αὕτη γὰρ ἡ νῆσος τοῦ Αἴαντος. ἐμφαίνεται γὰρ διὰ τούτου ὡς καλῶς μαχεσάμενος καὶ ἀναιρεθεὶς πρὸς τὰς τῶν μακάρων νήσους αὐλίζεται. φαίνεται δὲ ὁ Αἰσχύλος κωμῳδῶν τοῦτον. A. Ἄλλως. ἐκεῖ ἀπελθὼν κατῴκησε τὴν Σαλαμῖνα τὴν θαλασσόπληκτον, ἣν ἡ θάλασσα πλήσσει. εἴρηται γὰρ τὸ πολεῖ ἀντὶ τοῦ κατοικεῖ εὐφήμως, παρ’ ὅσον ἀνυπόστροφος αὐτῷ ἡ εἰς ταύτην ἔφοδος γέγονεν. P. θαλασσόπληκτον] τοῦτο ἀδολεσχία· πᾶσα γὰρ νῆσος ὑπὸ θαλάσσης πλησιάζεται ἢ πλήττεται. |
| Pers 307 | λέγει δὲ τὴν Σαλαμῖνα. τὸ δὲ πολεῖ ἀντὶ τοῦ συστρέφεται· θανόντος γὰρ περὶ τοῦτον τὸν τόπον ἐνταῦθα ἡ ψυχὴ αὐτοῦ ἐμφιλοχωρεῖ. B. Λίλαιος, Ἀρσάκης] ταῦτα τὰ ὀνόματα οὐκ ἔχει τὸν τῆς Αἰγύπτου χαρακτῆρα, ἀλλὰ ποιητικῶς διαπέπλασται. |
| Pers 308 | A. οἵδ’ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα] οὗτοι περὶ τὴν νῆσον τὴν πελειοθρέμμονα, ἤτοι τὴν Σαλαμῖνα· πολυτρήρων γὰρ αὕτη· κύρισσον καὶ συνέκρουον ἀλλήλοις. |
| Pers 309 [5] | ἀπὸ μεταφορᾶς τῶν κερατιζόντων ἀλόγων ζῴων τῶν συγκρουόντων τοῖς κέρασι. A. νῆσον τὴν πελειοθρέμμονα] τὴν Σαλαμῖνα τὰς περιστερὰς ἔχουσαν μᾶλλον τῶν ἄλλων. B. κύρισσον] προσέκρουον· πεσόντες γὰρ ἡμιθνῆτες ποσί τε καὶ κεφαλῇ ἐστροβοῦντο. |
| Pers 310 | εἴρηται δὲ τὸ ἐκύρισσον ἐκ μεταφορᾶς τῶν ἀλόγων ζῴων τῶν τυπτόντων τοῖς κέρασιν ἄλληλα. B. Ἀδεύης καὶ Φερεσσεύης] οὐδὲ ταῦτα τὰ ὀνόματα τὸν Αἰγύπτιον ἔχει χαρακτῆρα, ἀλλὰ ποιητικῶς διαπέπλασται. |
| Pers 312 | A. Μάταλλος μυριόνταρχος θανὼν] καὶ ὁ Μάταλλος ὁ ἡγεμὼν καὶ ἄρχων τῆς μελαίνης ἵππου τῆς τρισμυρίας, θανὼν ἔτεγγε καὶ ἔβρεχεν ἐν πορφυρέᾳ βαφῇ, ἤτοι τῇ διὰ τοῦ αἵματος, τὴν πυρρὰν γενειάδα τὴν ζαπληθῆ καὶ ἄγαν πολλὴν καὶ δασύτριχον. |
| Pers 314 [5] | τινὲς δὲ ἀντὶ γενικῆς, πυρρᾶς γενειάδος, καὶ τὸ ἑξῆς, ἔτεγγε χρῶτα, ἔβρεχε τῷ αἵματι. A. ὁ Μάταλλος Ἄραψ ἦν καὶ διὰ τοῦτο καὶ τὴν μέλαιναν ἵππον εἶχε· τοιοῦτοι γὰρ οἱ Ἀραβικοὶ ἵπποι. P. Χρυσεὺς] ὄνομα. Μάταλλος] ἐπίθετον. B. ἵππου μελαίνης] διὰ τὸ ὀλίγους πάνυ λευκοὺς εὑρίσκεσθαι ἵππους, τοὺς δὲ ἄλλους ἐκ τῶν ἑτέρων χρωμάτων ὄντας, ἃ πρὸς τὸ μέλαν μᾶλλον ᾠκείωται, διὰ τοῦτο μελαίνης ἵππου φησίν. |
| Pers 315 [1] | B. πυρρὰν] ξανθήν. ζαπληθῆ] πολλήν. δάσκιον] μεγίστην ἀποτελοῦσαν διὰ τὸ πλῆθος σκιάν. B. ἔτεγγ’] ἔβρεχεν. |
| Pers 317 | ἀμείβων χρῶτα] ἐναλλάττων ὄψιν. πορφυρέῃ βαφῇ] ἐρυθρᾷ τῇ τοῦ αἵματος. B. Μᾶγος] ἀξίωμα παρὰ Πέρσαις τὸ Μάγος. |
| Pers 318 | ἔλεγον δὲ οὕτω τοὺς ἀστρονόμους. B. σκληρᾶς μέτοικος γῆς] ἤτοι ἐν Σαλαμῖνι ἐλθὼν καὶ μετοικήσας αὐτὴν σκληρὰν καὶ πετρώδη ἐκεῖ κατεφθάρη. |
| Pers 319 | O.P. σκληρᾶς] πετρώδους. γῆς] τῆς Βακτρίας. κατέφθιτο] ἐφθάρη. B. Ἀμίστρης] ὄνομα. |
| Pers 320 | Ἀμφιστρεὺς] ἐπίθετον· ἢ πρὸς τὸ Ἀμίστρης στίξον, ἵν’ ὦσι δύο ὀνόματα. B. ὅ τ’ ἐσθλὸς] ὁ ἐσθλός τε καὶ ἀγαθὸς Ἀριόμαρδος ὁ παρασχὼν καὶ δοὺς πένθος καὶ θρῆνον ταῖς Σάρδεσι· πατρὶς γὰρ αἱ Σάρδεις αὐτῷ. |
| Pers 321 [5] | ὁ Θάρυβίς τε ὁ ταγὸς καὶ ἡγεμὼν τῶν πεντήκοντα πεντάκις, τουτέστι διακοσίων πεντήκοντα, τὸ γένος ὢν ἀπὸ Λύρνης τῆς χώρας, κεῖται δείλαιος καὶ ἄθλιος θανὼν οὐ μάλα εὐτυχῶς. A. νωμῶν] κατέφθιτο ἀπὸ τοῦ κοινοῦ. Ἀριόμαρδος] κατέφθιτο. Σάρδεσι] ἐντεῦθεν γὰρ ἦν. B. Σησάμης] κατέφθιτο. |
| Pers 322 | ὁ Μύσιος] ὁ ἀπὸ Μυσίας. B. πεντήκοντα πεντάκις] ἤγουν διακοσίων πεντήκοντα. |
| Pers 323 | B. οὐ μάλ’ εὐτυχῶς] ἀλλὰ δυστυχῶς, καὶ παρὰ τὴν ἀξίαν, οὐ γὰρ ἔδει τὸν τηλικοῦτον τὴν ὥραν ἀθλίως ἀπολωλότα κατὰ γῆς ἐρρίφθαι. |
| Pers 325 [5] | B. Συέννεσίς τε πρῶτος] καὶ ὁ Συέννεσις ὁ πρῶτος εἰς θαρραλεότητα καὶ ἀνδρείαν, ὁ ἡγεμὼν τῶν Κιλίκων, εὐκλεῶς ἀπώλετο, ἀντὶ τοῦ καλῶς καὶ ἀνδρείως μαχεσάμενος ἀπώλετο, εἷς ἀνὴρ ὢν καὶ πολλοὺς πόνους ποιήσας τοῖς ἐχθροῖς, ὡς ὑπὲρ ἄλλους πολλοὺς μαχεσάμενος. |
| Pers 326 | A. ἄπαρχος] ἐξαίρετος· ἀπὸ τοῦ ἀπαρχὴ γίνεσθαι. |
| Pers 327 | πλεῖστον πόνον] ἤγουν ἀνδρείως ἀγωνισάμενος καὶ δυσκαταγώνιστος δόξας τῷ πολέμῳ. B. ὕψιστα] ἡ Ἄτοσσα ἀκούσασα παρὰ τοῦ ἀγγέλου τὴν ἀπώλειαν τῶν Περσῶν φησὶ, φεῦ φεῦ, κλύω καὶ ἀκούω ταῦτα ὕψιστα καὶ μέγιστα ὄντα τῶν κακῶν ὅλων αἴσχη τε καὶ ὀνείδη καὶ ἀτιμίας τοῖς Πέρσαις καὶ ὀξέα κωκύματα ἤτοι θρηνήματα. |
| Pers 331 [5] | P. ὕψιστα] μέγιστα, ὑπέρτατα. B. αἴσχη] ὀνείδη. |
| Pers 332 | λιγέα] ὀξέα. B. ἀναστρέψας] ἀναλαβὼν τὸν λόγον. |
| Pers 333 | B. ὥστ’ ἀξιῶσαι] ἤτοι ὥστε ἄξια ἡγήσασθαι μάχην συμβαλεῖν τοῖς Πέρσαις ἐν νηΐαις συμβολαῖς. |
| Pers 335 | O. ὥστε ἄξιον ἡγήσασθαι, τολμῆσαι. A. ἐμβολαῖς] συγκρούσεσι. |
| Pers 336 | B. πλήθους μὲν] χάριν μὲν τοῦ πλήθους, σαφῶς γίνωσκε, ἦν ταῖς νηυσὶ τῶν βαρβάρων καὶ τῶν Περσῶν κρατῆσαι τῶν Ἀθηναίων. |
| Pers 337 [5] | λείπει δὲ τὸ ἦν. καὶ γὰρ τοῖς Ἀθηναίοις μὲν ὁ πᾶς ἀριθμὸς τῶν νεῶν εἰς τριακάδας δέκα ἦν, ἤτοι τʹ νῆες ἦσαν· ἐκ τούτων δὲ ιʹ ἦσαν αἱ προηγούμεναι, ὡς ἔκκριτοι καὶ ταχεῖαι· τῷ δὲ Ξέρξῃ χιλιὰς ἦν τῶν ναῶν, ὧντινων τὸ πλῆθος ἦγεν. ἀπὸ τούτων δὲ αἱ ἄρισται καὶ ὑπέρκομποι καὶ ἐπαιρόμεναι διὰ τὸ εἶναι ταχεῖαι σʹ ἦσαν ζʹ, ἢ διακόσιαι ιδʹ, ἵν’ ᾖ τὸ δίς ἀπὸ κοινοῦ λαμβανόμενον ἐν τῷ ἑπτά. O.P. ἕκατι] χάριν. B. κρατῆσαι] τῶν Ἑλλήνων. |
| Pers 338 | B. τριακάδας δέκα] τριακοσίας ναῦς. |
| Pers 339 | B. χωρὶς] ἴδια. |
| Pers 340 | B. πλῆθος] νηῶν. |
| Pers 342 | ὑπέρκομποι] ἐξαίρετοι. B. ἑκατὸν δὶς] κατὰ κοινοῦ τὸ δὶς, ἵν’ ᾖ διακόσιαι ιδʹ. |
| Pers 343 | B. μή σοι δοκοῦμεν] μὴ δόκει ἡμᾶς ἡττηθῆναι ἐν ταύτῃ τῇ μάχῃ ἤτοι τῇ ναυμαχίᾳ· ἀλλ’ οὕτω τις δαίμων κατέφθειρε τὸν λαὸν, ἤτοι τὸν στρατὸν τῶν Περσῶν. |
| Pers 344 | A. δοκοῦμεν] οὕτως ἔχοντες. B. ἀλλ’ ὧδε] ἐνταῦθα, ἤγουν εἰς τὸ πλῆθος. |
| Pers 345 | τὸ ὧδε ἀντὶ τοῦ ἐνταῦθα, ἢ ἀντὶ τοῦ οὕτω νόει. B. τάλαντα βρίσας] τὰ τῶν Περσῶν ζυγὰ βαρύνας καὶ ποιήσας οὐκ ἰσόρροπον, ἀλλ’ οἷον ἐπικλίνας αὐτὰ κάτωθεν ἀδίκως. |
| Pers 346 [1] | καὶ Ὅμηρος “Ῥέπε δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν.” O.P. τάλαντα βρίσας] τὰ ζυγὰ τῆς νίκης ἐπικλίνας εἰς τοὺς Ἕλληνας. B. ἀνδρῶν γὰρ ὄντων] ἐν τῇ πόλει. |
| Pers 349 | ἀσφαλὴς] ἡ βοήθεια τῶν θεῶν. εἰ γὰρ θεοὶ Ἀθηναίους σώζουσιν, ἀπόρθητος ἐς ἀεὶ ἡ τούτων ἂν εἴη πόλις, ἐπεὶ ἀσφαλής ἐστι φυλακὴ ἡ τούτων βοήθεια. B. ἀρχὴ δὲ ναυσὶ] καὶ ἡ ἀρχὴ τῆς συμβολῆς τῶν νηῶν τίς ἦν, φράσον, ἆρα οἱ Ἕλληνες ἦρξαν, ἢ ὁ παῖς ὁ ἐμὸς Ξέρξης καταυχήσας καὶ ἐπαρθεὶς τῷ πλήθει τῶν νηῶν; A. |
| Pers 350 | συμβολῆς] συρράξεως. B. καταυχήσας] θαρρήσας. |
| Pers 352 | B. ἦρξεν μὲν] ἀρχὴ μὲν ἐγένετο τοῦ παντὸς κακοῦ ποθὲν ἐλθὼν τελχίν τις ἢ δαίμων. |
| Pers 353 [15] | εἶτα διηγεῖται τὸ γεγονὸς καὶ λέγει ὅτι τις Ἕλλην ἀπὸ τοῦ στρατεύματος τῶν Ἀθηναίων ἐλθὼν εἶπε τῷ Ξέρξῃ τάδε, ἃ καὶ μετὰ μικρὸν ἐξεῖπε· νῦν δὲ τὴν ἱστορίαν ἐροῦμεν. βουληθέντων τῶν Λακεδαιμονίων τῶν τοῖς Ἀθηναίοις συμμαχούντων ἀπελθεῖν πρὸς τὴν ἑαυτῶν πατρίδα διὰ τὸ μὴ παραδοθῆναι ταύτην τῷ Ξέρξῃ, τῶν αὐτῆς ἀνδρῶν οὖσαν ἄμοιρον, Θεμιστοκλῆς Σίκινον τὸν παιδαγωγὸν ἔπεμψε πρὸς τὸν Ξέρξην, λέγων ὅλως τὰ περὶ αὐτοῦ φρονεῖν καὶ φροντίζειν εὐκαιρίας πῶς αὐτῷ τὰς Ἀθήνας προδώσει· εἶθ’ οὕτως εἰπεῖν τὸν Σίκινον πρὸς αὐτὸν ὡς μέλλουσι φυγεῖν οἱ Ἕλληνες· τοῦτο δὲ ἐποίησεν, ἵνα ἐν ἀπογνώσει μάχοιντο οἱ Ἕλληνες. τοῦτο γοῦν ὁ Ξέρξης ἀκούσας, πρὸς τὰς διεξόδους τῶν Λακεδαιμονίων πεπομφὼς νῆας, τὴν ἔξοδον αὐτῶν ἀπέφραξεν. οὗτοι δὲ μὴ ἔχοντες ὅποι καὶ τράποιντο, στάντες γενναίως, τὸν μὲν Ξέρξου στόλον ἠφάνισαν ἅπαντα, εἶθ’ οὕτως καὶ πρὸς τοὺς τάττοντας ἐκείνους ἐλθόντες ἐκεῖσε τούτους ἀπέκτειναν. A. ἀλάστωρ] φθορεύς. |
| Pers 354 [5] | B. ἀνὴρ γὰρ Ἕλλην] ἀνὴρ, φησὶν, Ἕλλην ἐκ τοῦ στρατοῦ τῶν Ἀθηναίων· ἦν δ’ οὗτος Σίκινος ὁ τοῦ Θεμιστοκλέους παιδαγωγός· ἐλθὼν εἶπε τῷ Ξέρξῃ ταῦτα, ὅτι εἰ τὸ σκότος τῆς μελαίνης καὶ τῆς ἀφεγγοῦς καὶ σκοτεινῆς νυκτὸς παραγενήσεται καὶ ἔλθῃ, ἤτοι εἰ γένοιτο νὺξ, οἱ Ἕλληνες οὐ καρτερήσαιεν καὶ ἐπιμένοιεν, ἀλλὰ καὶ τοῖς σέλμασι καὶ καθίσμασι τῶν νηῶν, περιφραστικῶς ταῖς ναυσὶν, ἐπιπηδῶντες ἄλλος ἀλλαχοῦ ἐν φυγῇ κρυφίᾳ τὴν ζωὴν φυλάξουσιν. |
| Pers 355 [15] | ὁ δὲ Ξέρξης οὐ ξυνεὶς καὶ νοήσας τὸν δόλον τοῦ ἀνδρὸς, ὃν ἄνωθεν εἴπομεν, εὐθὺς πᾶσι τοῖς ἄρχουσι τῶν νεῶν προφωνεῖ τοῦτον τὸν λόγον, ὁπηνίκα δύνῃ ὁ ἥλιος τὴν γῆν καίων ἐν ταῖς οἰκείαις ἀκτῖσι, τὸ κνέφας δὲ καὶ τὸ σκότος λάβῃ τὸ τέμενος τοῦ αἰθέρος, περιφραστικῶς αὐτὸν τὸν αἰθέρα, τότε τάξαι τὰς νῆας ἐν τρισὶ τάξεσι, φυλάσσειν τοὺς ἔκπλους, ἤγουν τὰς ἐξόδους καὶ τὰς ἐξελεύσεις τῶν Ἀθηναίων καὶ τοὺς τόπους τοὺς θαλασσίους, ἄλλας δὲ νῆας τάξαι ἀπὸ κοινοῦ κύκλοθεν περὶ τὴν τοῦ Αἴαντος νῆσον, τουτέστι τὴν Σαλαμῖνα. A. ἀνὴρ γὰρ Ἕλλην] Σίκινος ὁ Θεμιστοκλέους παιδαγωγός. B. κνέφας] σκότος. |
| Pers 357 | B. σέλμασι] καθέδραις. |
| Pers 358 | B. ἐπανθορόντες] ἀναπηδῶντες. |
| Pers 359 | B. βίοτον] ζωὴν αὐτῶν. |
| Pers 360 | B. ὁ δ’] ὁ Ξέρξης. |
| Pers 361 | ὡς] ἐπεί. B. τὸν θεῶν φθόνον] Νέμεσιν, ἣν τοῖς μεγάλα φρονοῦσιν ἐπάγουσιν, ἀπροσδοκήτως καταβάλλοντες αὐτούς. |
| Pers 362 | B. εὖτ’ ἂν] ὁπηνίκα. B. τέμενος] τὸν τόπον. |
| Pers 365 | B. στοίχοις] τάξεσι. |
| Pers 366 | B. ἔκπλους] ἐξελεύσεις. |
| Pers 367 | B. ἄλλος τε] ναῦς τάξαι. |
| Pers 368 [5] | νῆσον] φυλάσσειν. B. ὡς εἰ μόρον φευξοίαθ’ Ἕλληνες κακὸν] ἀπὸ τῶν διηγημάτων ἐπὶ τὸ μιμητικὸν, ὡς πᾶσιν ἦν προκείμενον, ἐὰν οἱ Ἕλληνες φευξοίατο καὶ φύγοιεν τὸν θάνατον τὸν χαλεπὸν, εὑρόντες τινὰ δρασμὸν καὶ φυγὴν κρυφίως διὰ τῶν νεῶν, τῆς κεφαλῆς στερίσκεσθαι, τουτέστι, πᾶσιν ἠπείλει τοῖς ταχθεῖσι παρ’ αὐτοῦ φυλάξαι τοὺς Ἕλληνας, στερίσκεσθαι τῆς κεφαλῆς, ἐὰν οἱ Ἕλληνες ἐκφύγωσιν. |
| Pers 369 | ἄτοπον δὲ ἀπειλεῖν τοσούτῳ πλήθει θάνατον. βέλτιον οὖν εἰπεῖν τὸ κράτος ἀντὶ τοῦ κράτους κατὰ ἀντίπτωσιν, ἵν’ ᾖ στερίσκεσθαι τοῦ κράτους ἤτοι τῆς τιμῆς καὶ τῆς ἀρχῆς. A. πᾶσι] τοῖς βαρβάροις. |
| Pers 371 | B. τοσαῦτ’ ἔλεξε] τοσαῦτα, φησὶν, εἶπεν ὁ Ξέρξης ὑπὸ ἀλαζόνος καὶ τερπομένης διανοίας λίαν· οὐ γὰρ τὸ μέλλον ἠπίστατο. |
| Pers 372 [10] | οἱ δὲ, ὑπ’ αὐτὸν δηλονότι οὐκ ἀτάκτως, ἀλλ’ ἐν εὐείκτῳ καὶ πειθηνίῳ λογισμῷ ἐπορσύνοντο καὶ κατεσκεύαζον καὶ ἡτοίμαζον εὐωχίαν, ἵνα πρῶτον εὐωχηθῶσιν, εἶθ’ οὕτως ἐξέλθωσι πρὸς τὴν ναυμαχίαν. πᾶς τε ἀνὴρ ναυτικὸς τὴν εὐήρετμον κώπην ἐδέσμευεν ἀμφὶ τὸν σκαλμὸν ἐν τῷ τροπωτῆρι. ἔστι δὲ σκαλμὸς τὰ ἐν τῷ χείλει τῆς νεὼς ξύλα, ἐν οἷς αἱ κῶπαι δέδενται. τροπωτὴρ δὲ ὁ λῶρος δι’ οὗ δεσμεύονται. ἢ οὕτως· ἀμφὶ τὸν σκαλμὸν τὸν εὐήρετμον ἐτροποῦτο καὶ διὰ τοῦ τροπωτῆρος τὴν κώπην ἐδέσμευεν. A. κάρτα] λίαν. B. τὸ μέλλον] ὃ πείσεται. |
| Pers 373 | B. οὐκ ἀκόσμως] οὐ ταραχθέντες πρὸς τὸν λόγον ἐκείνου, ἀλλὰ πεισθέντες αὐτῷ. |
| Pers 374 | B. ἐπορσύνοντο] ηὐτρέπιζον ἑαυτοῖς. |
| Pers 375 | B. τροποῦτο] διετίθει. |
| Pers 376 [5] | σκαλμὸν] τὸ ξύλον ἐν ᾧ ἡ κώπη δεῖται. εὐήρετμον] καλῶς ἐρέσσοντα. B. ἐπεὶ δὲ κατέφθιτο καὶ κατεφθάρη τὸ τοῦ ἡλίου φέγγος, ἤγουν παρῆλθεν ἡ ἡμέρα, καὶ νὺξ ἐπῆλθεν, πᾶς ἀνὴρ κώπης ἄναξ, ἤγουν ἄρχων τῆς νεὼς, ἀπὸ μέρους τὸ ὅλον, ἤγουν ὁ κωπηλατῶν, πᾶς τε ἐπιστήμων τῶν ὅπλων καὶ στρατιώτης, εἰσήρχετο εἰς τὴν ναῦν. |
| Pers 377 | O.P. κατέφθιτο] παρῆλθε. B. κώπης ἄναξ] ἤτοι κωπηλάτης. |
| Pers 378 | B. παρεκάλει] παρεκίνει. |
| Pers 380 | μακρᾶς] πολλῆς, ἢ τῶν ἰδιωτικῶς λεγομένων κατέργων, ἃ ἴδια μακρὰ πλοῖα καλοῦσιν. B. καὶ πάννυχοι δὴ] καὶ οἱ ἄρχοντες τῶν νεῶν καὶ δι’ ὅλης τῆς νυκτὸς καθίστασαν καὶ ἐποίουν πάντα τὸν ναυτικὸν λαὸν διάπλοον καὶ διαπλέοντα τὴν θάλασσαν. |
| Pers 382 [5] | καὶ ἡ νὺξ ἐπεχώρει, καὶ ὁ τῶν Ἑλλήνων στρατὸς οὐδαμῶς ἐποίει ἔκπλουν καὶ ἔξοδον καὶ φυγὴν κρυφαίαν. O.P. διάπλοον] διαπλέοντες τὸν τεταγμένον τόπον. καθίστασαν] ἐποίησαν. B. ἐχώρει] παρήρχετο. |
| Pers 384 | B. κρυφαῖον ἔκπλουν] ὡς ἡμεῖς ᾠόμεθα. |
| Pers 385 | A. ἔκπλουν] ἔκπλευσιν. καθίστατο] ἐποίει. B. ἰδεῖν] τινὰ αὐτήν. |
| Pers 387 | B. μολπηδὸν] ἠχητικῶς. |
| Pers 389 | ὄρθιον] μέγα. B. ἀντηλάλαξε] τῷ τῶν Ἑλλήνων ἤχῳ ἀντήχησε. |
| Pers 390 | B. φόβος δὲ παρῆν πᾶσι τοῖς βαρβάρων ἀκούσασι τῶν παιάνων τῶν Ἀθηναίων καὶ ἀποσφαλεῖσι τῆς ἐλπίδος· οὐδὲ γὰρ τότε οἱ Ἕλληνες παιᾶνα καὶ ὕμνον ὕμνουν σεμνὸν ὡς ἐν φυγῇ, ἤγουν ὡς πρὸς φυγὴν ἀποκλῖναι μέλλοντες, ἀλλ’ οἷον ὡς ἐν μάχῃ ὁρμῶντες. |
| Pers 391 | O.P. γνώμης ἀποσφαλεῖσιν] προσδοκίας ἁμαρτάνουσιν. |
| Pers 392 | B. σεμνὸν] μέγαν, λαμπρόν. |
| Pers 393 | B. ἐς μάχην] εὐφήμουν. |
| Pers 394 | B. σάλπιγξ] ἡ σάλπιγξ δὲ ἐν ἀϋτῇ καὶ βοῇ καὶ ἠχοῖ πάντα ἐκεῖνα ὑπερέφλεγεν, ἤτοι τὰ τῶν Ἑλλήνων πάντα περίχωρα τὰ ἐκεῖ ἐξέκαιεν καὶ ἀνήγειρεν ἡ σάλπιγξ. |
| Pers 395 | A. ἀϋτῇ] ἐν ἤχῳ. ἐπέφλεγεν] λαμπρῶς ἐπεῖχε. B. εὐθὺς δὲ κώπης] εὐθὺς δὲ ἐν τῇ συγκινήσει τῆς κώπης τῆς ῥοθιάδος καὶ τῆς ἠχητικῆς ἐν τῷ κινεῖσθαι, ἢ τῆς ἐν ὑγρῷ ἐλαυνομένης, ἔπαισαν τὴν ἅλμην τὴν βρύχιον καὶ βαθεῖαν. |
| Pers 396 [5] | O.P. τὸ δὲ βρύχιον ἀντὶ τοῦ νειόθεν καὶ ἀπὸ τοῦ βυθοῦ. O. ῥοθιάδος] ἦχον ἐκ ῥοθίου ἀποτελούσης. B. βρύχιον] ποταπὴν ἠχητικήν. |
| Pers 397 | B. θοῶς δὲ πάντες] ᾖσαν δὲ καὶ ὥρμησαν πάντες ταχυτάτως ὡς ἰδεῖν αὐτοὺς ἐκφανεῖς καὶ ἄγαν φανερούς· ἢ ἦσαν καὶ ὑπῆρχον εἰς τὸ θεαθῆναι τοῖς Πέρσαις λίαν ἐμφανεῖς. |
| Pers 398 [5] | O.P. ἐκφανεῖς] ἔκδηλοι. B. τὸ δεξιὸν μὲν] τὸ δεξιὸν μὲν κέρας καὶ μέρος τοῦ Θεμιστοκλέους μετ’ εὐταξίας προηγεμόνευε τῶν ἄλλων καὶ προήρχετο· δεύτερον δὲ ἐπεξεχώρει καὶ ἐξήρχετο καὶ ὁ πᾶς στόλος, καὶ παρῆν ἀκούειν ὁμοῦ βοὴν πολλὴν, ἥτις ἦν ταῦτα· ἔλθετε, ὦ Ἕλληνες, ἐλευθεροῦτε ἀπὸ τῶν βαρβάρων τὴν πατρίδα ἡμῶν καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας καὶ πάντα τὰ ἡμέτερα. |
| Pers 399 [10] | A. τὸ δεξιὸν] οὕτως εἰώθασι σχηματίζειν τὸ στρατόπεδον, κέρας μὲν δεξιὸν τιθέντες καὶ ἀριστερὸν ἐξ ἑκατέρων τῶν μερῶν, τὸ μεταξὺ δὲ μέτωπον καλοῦντες, τὸ δὲ ὄπισθεν οὐραγίαν, ἣν ἰδιωτικῶς σάκαν καλοῦσιν. B. ἡγεῖτο] προωδοποίει. |
| Pers 400 | B. ὁμοῦ] τῷ κινεῖσθαι. |
| Pers 401 | B. ἕδη] τὰ ἀγάλματα. |
| Pers 404 | B. καὶ μὴν παρ’ ἡμῶν ὑπηντίαζε] καὶ δὴ παρ’ ἡμῶν ὑπηντίαζε καὶ ἐναντίως τούτοις ἐφέρετο ὁ ῥόθος καὶ ὁ ἦχος καὶ κραυγὴ τῆς Περσικῆς γλώσσης, τουτέστιν, ἀντεφωνοῦμεν ἐκείνοις καὶ οὐκ ἔτι ἦν ἀκμὴ καὶ καιρὸς τοῦ μέλλειν καὶ βραδύνειν. |
| Pers 406 | A. ὑπηντίαζε] συνήντα. |
| Pers 407 | ἀκμὴ] καιρός. B. χαλκήρη στόλον] τὸ ἔμβολον λέγει. |
| Pers 408 [5] | στόλος δὲ λέγεται παρόσον εἰς ὀξὺ συνεσταλμένα εἰσίν. οὕτως γὰρ ἔλεγον στόλον τὰ ἀπωξυσμένα. Ἄλλως. τὸ ἔμπροσθεν τοῦ κατέργου λέγει. ἔστι δὲ καὶ περιβεβλημένον χαλκῷ. O. τηνικαῦτα δὲ ναῦς ἡ Ἀθηναϊκὴ ἔπαισε καὶ ἔτυψε τὸν χαλκήρη στόλον, ἤτοι τὸ ἔμβολον, ἐν νηῒ Περσικῇ δηλονότι. στόλον δὲ λέγει παρ’ ὅσον εἰς ὀξὺ συνεσταλμέναι ἦσαν· στόλον γὰρ ἔλεγον τὰ ἀπωξυμμένα, οἷον συνεσταλμένα ἐν τῇ ὀξύτητι. λέγει δὲ χαλκήρη τὸν χαλκῷ περιβεβλημένον. A. εὐθὺς δὲ] δέον οὕτως εἰπεῖν, εὐθὺς δὲ ναῦς ἐν νηῒ ὥρμησεν, ὁ δὲ ἔπαισεν εἶπεν. ἐπειδὴ γὰρ ἡ ὁρμὴ αὐτῆς ἐπιτύψει καὶ συγκρούσει νηὸς ἑτέρας ἐγένετο, διὰ τοῦτο ἔπαισεν εἶπε. χαλκήλατον δὲ στόλον λέγει τὴν ὁρμὴν ἣν μετὰ σιδήρου ἐποιεῖτο· τὰ γὰρ μακρὰ πλοῖα ἔμπροσθεν ἔχουσιν, ὡς αἰχμὴν ἀπὸ σιδήρου, δι’ ἧς τοῖς τῶν πολεμίων πλοίοις ἐπιφερόμενα θραῦσιν ἐργάζονται. στόλον] πορείαν. B. ἦρξε δ’ ἐμβολῆς] ἀρχὴν δὲ ἐποίησε τοῦ πρώτου πολέμου ναῦς Ἀθηναϊκὴ, ἤγουν ὁ Λυκομήδης ὁ Αἰσχραίου παῖς, καὶ διακόπτει τηνικαῦτα πάντα τὰ κόρυμβα καὶ τὰ ἀκροστόλια τῆς Φοινίσσης, ἤγουν τῆς Περσικῆς, νηός· οἱ γὰρ Φοίνικες τῶν Περσῶν εἰσίν· ἄλλος δὲ ἐπ’ ἄλλην νῆα Περσικὴν ηὔθυνε καὶ ἡτοίμαζε καὶ ἐπιτηδείως ἦγε τὸ δόρυ· τὴν γὰρ ναῦν λέγει δόρυ. |
| Pers 409 | A. Ἑλληνικὴ] ἡ τοῦ Θεμιστοκλέους. B. κόρυμβ’] τὰ ἄκρα. |
| Pers 411 [10] | ἴθυνεν] ἐπέφερεν. B. καὶ πρῶτα μὲν] κατὰ τὴν ἀρχὴν μὲν, φησὶ, τὸ συγκίνημα τοῦ Περσικοῦ στρατοῦ ἀνθίστατο καὶ ἀντεμάχετο τοῖς Ἀθηναίοις· ἐπεὶ δὲ ἐν στενῷ συνηθροίσθη τὸ πλῆθος τῶν νηῶν· μεταξὺ δὲ Σαλαμῖνος καὶ Αἰγίνης ἦν τὸ στενόν· καὶ οὐδαμοῦ τις βοήθεια ἀλλήλοις παρῆν· οὐ γὰρ ἠδύνατο ἕτερος ἑτέρῳ συμμαχῆσαι διὰ τὴν στενότητα τοῦ τόπου· αὐτοὶ δὲ οἱ Πέρσαι ὑφ’ αὑτῶν ἐτύπτοντο ταῖς συγκρούσεσι καὶ προσαράξεσι τῶν νηῶν, συνέθλαττον πάντα κωπήρη στόλον, οἱ Ἕλληνες δὲ οὐκ ἀβούλως καὶ ἀδιδάκτως κύκλοθεν ἔτυπτον τοὺς Πέρσας, ἔπιπτον δὲ αἱ νῆες· θάλασσα δὲ οὐκ ἔτι ἦν, ὥστε ἰδεῖν αὐτὴν, ἤτοι οὐκ ἐφαίνετο ἡ θάλασσα γέμουσα τῶν νεκρῶν· οἱ αἰγιαλοὶ δὲ καὶ αἱ ὕφαλοι πέτραι ἔγεμον τῶν πτωμάτων, πᾶσα δὲ ναῦς Περσικὴ ἠρέσσετο καὶ ἐκωπηλατεῖτο ἐν φυγῇ ἀκόσμως καὶ ἀτάκτως. |
| Pers 412 | οἱ γὰρ φεύγοντες οὐκ εὐτάκτως πορεύονται. A. ῥεῦμα] πλῆθος. B. ἀντεῖχεν] καθίστατο. |
| Pers 413 | ἐν στενῷ] τῷ μεταξὺ Αἰγίνης καὶ Σαλαμῖνος. νεῶν] τῶν Περσικῶν. B. ἀρωγὴ δ’ οὔ τις] οὐ γὰρ εἶχον ποῖ φύγοιεν. |
| Pers 414 | ἀλλήλοις] τοῖς ἐν ταῖς ναυσὶ Πέρσαις. B. ἐμβολαῖς] συγκρούσεσι. |
| Pers 415 | B. ἀφραδμόνως] ἀνεπιστημόνως. |
| Pers 417 | B. ἔθεινον] ἐχώρουν. |
| Pers 418 | B. νεῶν] τῶν Περσικῶν. B. ναυαγίων] ναυαγία αὐτὸ τὸ πάθος, ναυάγιον δὲ αὐτὸ τὸ ναυαγῆσαν σκάφος. |
| Pers 420 | ναυαγίων δὲ ἐνταῦθα τῶν πτωμάτων. A. χοίραδες] θαλάσσιοι. |
| Pers 421 | πέτραι ἐπλήθυον] ἔγεμον. B. ἠρέσσετο] ἐχώρει διὰ κωπηλασίας. |
| Pers 422 | B. τοὶ δ’ ὥστε θύννους] οὗτοι δὲ οἱ Ἕλληνες ἔπαιον καὶ ἔκοπτον ὥσπερ θύννους ἐν ἀγαῖσι καὶ ἐν κλάσμασι κωπῶν, θραύσμασίν τ’ ἐρειπίων. |
| Pers 424 | ἰχθύων βόλον] ἄγραν. A. τοὶ δ’] οἱ Ἕλληνες. βόλον] ἄγραν. B. θραύσμασίν τ’ ἐρειπίων] ἐρείπια κυρίως τὰ πτώματα τῶν οἴκων λέγεται, ἢ τὰ σώματα τὰ θνησιμαῖα τὰ πτώσει ὑποπεσόντα. |
| Pers 425 [5] | καταχρηστικῶς δὲ ἐνταῦθα ἐρειπίων τῶν νεῶν τῶν ἀφανισθεισῶν. A. θραύσμασίν τ’ ἐρειπίων] συντετριμμένων νεῶν. κυρίως δὲ ἐρείπιον ἐπὶ οἴκου. B. ὁμοῦ] τῷ συντετρίφθαι. |
| Pers 426 | B. Πελασγίαν] Ἑλληνικήν. |
| Pers 427 | B. ἕως κελαινῆς νυκτὸς] λείπει τὸ τὴν μάχην, ἵν’ ᾖ οὕτως· ἕως τὸ ὄμμα τῆς μελαίνης καὶ σκοτεινῆς νυκτὸς, ἤτοι αὐτὴ ἡ νὺξ, ἐπιγενομένη ἔλυσεν αὐτοὺς τῆς μάχης. |
| Pers 428 | A. ἀφείλετο] τὸν πόλεμον. B. κακῶν δὲ πλῆθος] τὸ πλῆθος δὲ τῶν κακῶν οὐκ ἂν ἐκπλήσαιμί σοι καὶ πληρώσαιμι, οὐδ’ ἂν εἰ δέκα ἡμέρας στοιχηγοροίην, ἤτοι μετὰ σπουδῆς καὶ ἐφεξῆς καὶ κατὰ τάξιν λέγοιμι, στοιχομυθοίην. |
| Pers 429 | A. στοιχηγοροίην] κατὰ τάξιν διηγοίμην. |
| Pers 430 | B. εὖ γὰρ τόδ’ ἴσθι] καλῶς γὰρ γίνωσκε ὅτι οὓς εἶπον θανεῖν οὐδὲ μιᾶς ἡμέρας εἰσί. |
| Pers 431 [5] | γράφεται δὲ καὶ τοσοῦτ’ ἀριθμὸν ἀντὶ τοῦ πλῆθος ἀνθρώπων τοσοῦτο κατὰ τὸν ἀριθμόν. A. ἴσθι τόδ’, οὐδ’ ἂν ἐν μιᾷ ἡμέρᾳ τοσοῦτον πλῆθος ἀνθρώπων θανεῖν ἐν ἅπαντι τῷ κόσμῳ ὁπόσον ἐκεῖσε ἀπέθανεν, ἤτοι πλεῖον γίνωσκε θανεῖν ἐκεῖ παρὸ ἐν μιᾷ ἡμέρᾳ ἐφ’ ὅλην τὴν οἰκουμένην. P. τοσουτάριθμον] τοσοῦτο καὶ πολὺ καὶ μέγα κατὰ τὸν ἀριθμόν. |
| Pers 432 | ἄριθμον τὸ ἀναρίθμητον· ἀπὸ τοῦ α στερητικοῦ μυρίου καὶ τοῦ ἄριθμος, ἀάριθμον καὶ κράσει τῶν δύω αα εἰς α μακρὸν ἄριθμον. B. αἶ αἶ] φεῦ φεῦ, μέγα πέλαγος τῶν κακῶν ἐρράγη Πέρσαις καὶ πᾶσι τοῖς βαρβάροις. |
| Pers 433 | εὔκαιρος δὲ ἡ τροπὴ ἀπὸ τῶν ἐν πελάγει δυστυχησάντων. A. ἔρρωγεν] ἐπέπεσε. B. μεσοῦν] καλῶς γίνωσκε μηδέπω ἐμὲ τὸ κακὸν τοῦτο μεσάσαι· ὥστε τρία ἃ εἶπον εἰσίν· οὔπω γὰρ ἐμέσασε, ἐναπολέλειπται δὲ τὸ δίμοιρον τοῦ κακοῦ. |
| Pers 435 [5] | O.P. τὸ τότε συμβὰν τοῖς Πέρσαις κακὸν διηγούμενος οὐδέπω τὸ ἡμίσυ διηγησάμην, ἀλλὰ τοσοῦτόν ἐστι τὸ λοιπὸν τῆς διηγήσεως ὡς δὶς εἶναι τοσοῦτον. νόει οὖν τὸ μεσοῦν ἢ ἀπαρέμφατον, ἢ οὐδέτερον. B. ὡς τοῖσδε καὶ δὶς] ὥστε τοῖσδε τοῖς παρ’ ἐμοῦ λεχθεῖσι καὶ δὶς ἀντισηκῶσαι καὶ ἀντισταθμῆσαι τὰ ἐναπολειφθέντα ἐν τῇ ῥοπῇ καὶ τῷ σταθμῷ. |
| Pers 437 [5] | τοῦτο γὰρ δηλοῖ τὸ ὥστε τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ. τὸ δὲ τοιάδ’ ἐπ’ αὐτοὺς ἦλθε συμφορὰ πάθους διὰ μέσου ληπτέον. P. γίνωσκε γὰρ ὅτι ὅσα εἶπον δὶς τόσα εἰσίν. ἃ ὑπέμειννα κακὰ ἀντισήκωσιν καὶ ἀντιστάθμησιν δὶς τόσα ὧν εἶπον. ῥοπῇ] τῇ κακῶν δηλονότι. A. τοῖσδε] οἷς εἶπον. ἀντισηκῶσαι] ἀντιπεσεῖν, ἀντιμετρῆσαι. ῥοπῇ] ἐν βάρει, ἐν καθελκύσει. B. καὶ τίς γένοιτ’ ἂν] καὶ τίς ἂν τύχη γένοιτο ἐχθίων καὶ περισσοτέρως μεμισημένη ταύτης; λέξον τίν’ αὖ λέγεις ταύτην τὴν συμφορὰν ἐλθεῖν ὁρμῶσαν μείζονα τῶν κακῶν. |
| Pers 438 | A. ῥέπουσαν] χωροῦσαν. |
| Pers 440 | B. ἀκμαῖοι] γενναῖοι. |
| Pers 441 | B. ἐκπρεπεῖς] καὶ ὡραῖοι. |
| Pers 442 | B. αὐτῷ τ’ ἄνακτι] καὶ αὐτῷ τῷ ἄνακτι, ἤτοι βασιλεῖ τῷ Ξέρξῃ. |
| Pers 443 | πίστιν ἐν πρώτοις] κατὰ τὴν πίστιν ἐν πρώτοις, ἤτοι πιστότατοι αὐτῷ ἦσαν. ληπτέον γὰρ τὸ ἦσαν πάλιν ἀπὸ κοινοῦ. A. συμφορᾶς] ἕνεκα. |
| Pers 445 | B. νῆσός τις ἐστὶν] τὴν Ψυττάλειάν φησιν, ἥτις ἀπέχει τῆς Σαλαμῖνος ρεʹ σταδίους, ὅπου εὑρεθέντες οἱ ἡγεμόνες τῶν Περσῶν ὑπὸ τῶν Ἀθηναίων ἀπώλοντο. |
| Pers 447 [5] | A. νῆσος] ἡ Ψυττάλεια ἀπέχουσα Σαλαμῖνος σταδίους (ἑκατὸν) πέντε. B. ἣν ὁ φιλόχορος Πὰν] φιλόχορον τὸν Πᾶνα τὸν θεὸν λέγει τὸν αὐλητήν· ἐμβατεύειν δὲ ταύτην τὴν νῆσον τοῦτον λέγει, ἢ ὡς ἱερᾶς Πανὸς οὔσης τῆς νήσου, ἢ ὡς ἐρήμου. |
| Pers 448 [5] | ἐρήμοις γὰρ οὗτος ὁ θεὸς ἐνδιατρίβειν εἰώθει. A. βαιὰ] μικρά. δύσορμος] δυσλίμενος. ὁ φιλόχορος] ὁ τῇ μουσικῇ χοροὺς συστάς· τοιοῦτος γὰρ ὁ θεός. ναὸς δὲ ἦν αὐτοῦ ἐνταῦθα παρ’ αἰγιαλῷ. B. ἐμβατεύει] περιπατεῖ. |
| Pers 449 [5] | B. ἐνταῦθα πέμπει τοὺς] ἐνταῦθα, φησὶ, πρὸς τὴν εἰρημένην νῆσον τὴν Ψυττάλειαν πέμπει τούτους ὁ Ξέρξης, ὅπως ὅταν οἱ ἐχθροὶ τῶν Περσικῶν νεῶν φθαρέντες πρὸς τὴν νῆσον ἐκσωζοίατο, ἀντὶ τοῦ μετὰ φθορᾶς καὶ βλάβης ἐκσωθῶσι καὶ ἐξέλθωσι πρὸς τὴν νῆσον, κτείνοιεν καὶ φονεύσειαν ῥαδίως κρατηθέντα τὸν στρατὸν τῶν Ἑλλήνων, τοὺς φίλους δὲ Πέρσας ὑπεκσώζοιεν ὑπὸ τῶν θαλασσίων πόρων, κακῶς ἱστορῶν, προβλέπων καὶ νοῶν καὶ σκοπῶν τὸ μέλλον. |
| Pers 450 [10] | Ἄλλως. ἐκεῖ γὰρ ἔπεμψε τοὺς ἡγεμόνας ὁ Ξέρξης, ἵνα, ἐὰν φεύγοντες οἱ Ἀθηναῖοι ἔλθωσιν ἐκεῖσε, ἀποκτανθῶσι παρ’ αὐτῶν. συνέβη δὲ τοὐναντίον. τὸ δὲ ἱστορῶν σημείωσαι ἀντὶ τοῦ προβλέπων. A. φθαρέντες] ἡττηθέντες. |
| Pers 451 | ἐχθροὶ] οἱ Ἕλληνες. νῆσον] εἰς τήν. B. εὐχείρωτον] εὐκατάληπτον. |
| Pers 452 [5] | B. ὡς γὰρ] ἐπεὶ γὰρ, φησὶν, ὁ θεὸς ἔδωκε τοῖς Ἕλλησι κῦδος καὶ δόξαν τῆς μάχης τῶν νεῶν, ἤτοι ἐν τῇ ναυμαχίᾳ ἐτίμησεν, αὐθημερὸν καὶ ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ἐξέθρωσκον καὶ ἐπήδων ἀπὸ τῶν νεῶν, φράξαντες τὸ σῶμα ἑαυτῶν ὅπλοις καλῶς κατεσκευασμένοις· περιεκυκλοῦντο δὲ καὶ συνεῖχον γύρωθεν πᾶσαν τὴν νῆσον, ὥστε ἀμηχανεῖν τοὺς Πέρσας ποῦ φύγοιεν. |
| Pers 454 | A. ἱστορῶν] σκοπῶν. ὡς] ἐπεί. B. κῦδος] δόξαν, κράτος, ὑπεροχήν. |
| Pers 455 | B. αὐθημερὸν] παραυτίκα. |
| Pers 456 | δέμας] σῶμα. B. ἀμφὶ] περί. |
| Pers 457 | B. νῆσον] τὴν Ψυττάλειαν. |
| Pers 458 | ἀμηχανεῖν] αὐτοὺς ὑπὸ τῶν ἐκεῖσε παραγενομένων, καὶ ποτὲ μὲν λίθοις, ποτὲ δὲ ὀϊστοῖς αὐτοὺς βαλόντων. B. πολλὰ μὲν γὰρ ἐκ χερῶν πέτρῃσιν ἠράσσοντο] ἤγουν λίθοις ἐβάλλοντο καὶ συνετρίβοντο λιθολευστούμενοι· ἀπὸ τῆς τοξικῆς τε θώμιγγος ἰοὶ καὶ βέλη προσπίπτοντες ὤλλυσαν καὶ ἔφθειραν τοὺς Πέρσας. |
| Pers 459 [5] | θῶμιγξ δέ ἐστιν ὁ λεπτότατος σχοῖνος. μεταφορικῶς δὲ ἐνταῦθα λέγει τὴν νευρὰν τοῦ τόξου. A. ἠράσσοντο] ἐπλήττοντο. |
| Pers 460 | B. θώμιγγος] νευρᾶς. |
| Pers 461 | ὤλλυσαν] ἔφθειρον. B. τέλος δ’ ἐφορμηθέντες] ὕστερον δὲ κινηθέντες ὁμοῦ πάντες οἱ Ἕλληνες ἐξ ἑνὸς ῥόθου καὶ ἐκ μιᾶς ῥοπῆς, κρεοκοποῦσι τὰς σάρκας τῶν ἀθλίων Περσῶν, ἤγουν ἐθανάτωσαν ἅπαντας. |
| Pers 462 | ὁ Ξέρξης δὲ ἐθρήνησεν ὁρῶν βάθος κακῶν. ἡ μεταφορὰ ἀπὸ τῶν ὑδάτων. A. δυστήνων] τῶν Περσῶν. |
| Pers 463 | B. βάθος] μέγεθος, πλῆθος. |
| Pers 465 | B. ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ, ὑψηλὸν ὄχθον] ἕδραν γὰρ εἶχεν καὶ ἐκάθητο ἐν ὑψηλῷ, φησὶ, τόπῳ. |
| Pers 466 [10] | καὶ διὰ τοῦτο ἑώρα τὸν στρατὸν ὁ Ξέρξης καὶ τὰ αὐτῷ συμβάντα. ἕδραν γὰρ εἶχε πλησίον τῆς πελαγιζούσης θαλάσσης, ὅθεν ἐδύνατο καλῶς ἄγειν τὸν ὀφθαλμὸν πανταχοῦ καὶ βλέπειν· ὑψηλὸς γὰρ ἦν. τὸ δὲ εὐαγῆ παντὸς στρατοῦ ἀντὶ τοῦ καθαρὰν κεχωρισμένην, ἔχουσαν εὖ οἷον τὴν ἄποψιν, καὶ ἐπιτηροῦσαν τὸν λεὼν ἅπαντα. ἢ αὐγάζοντα καὶ ὁρῶντα. λέγει δὲ τὸ ἀντικρὺ Σαλαμῖνος ὄρος τὸν Αἰγάλεων, ὥς φησιν Ἡρόδοτος. A. εὐαγῆ] εὐκατάληπτον. B. ὄχθον] τὸν Αἰγάλεων, ὡς Ἡρόδοτός φησιν. |
| Pers 467 | Πελασγίας] τῆς Ἑλληνικῆς. B. ῥήξας δὲ πέπλους] σχίσας δὲ τὰ ἱμάτια ἑαυτοῦ καὶ ἀνοιμώξας ὀξὺ καὶ μέγα ὥρμα σὺν φυγῇ, ἤτοι ἔφευγε ταχέως, ἄφαρ καὶ εὐθέως παραγγείλας καὶ συμβουλευσάμενος τῷ πεζῷ στρατεύματι φυγεῖν δηλονότι. |
| Pers 468 | A. παραγγείλας] προσδραμὼν, πλησιάσας. |
| Pers 469 | ἄφαρ] εὐθέως. B. ἤϊξ] ὥρμησεν. |
| Pers 470 | τοιάνδε] συμφοράν. B. πρὸς τῇ πάροιθεν] ἣ διηγησάμην, ἢ τῇ τοῦ Δαρείου. |
| Pers 471 | πάρα] πάρεστι. στένει] στενάζει. B. ὦ στυγνὲ δαῖμον] ὦ τύχη, ἡ στυγνάζειν καὶ ἀνιᾶσθαι ποιοῦσα ἡμᾶς, ψευσθῆναι ἐποίησας τῶν φρενῶν τοὺς Πέρσας καὶ ἀποτυχεῖν ὧν ἤλπιζον. |
| Pers 472 [5] | A. ἔψευσας] ψευσθῆναι ἐποίησας τῶν λογισμῶν ἐλπίζοντας ἀκονιτὶ πᾶσαν τὴν Ἑλλάδα αἱρήσειν, καὶ μηδένα αὐτοῖς εἰς ὄψιν ἐλθεῖν, μὴ ὅτι μαχέσασθαι. B. οὓς πρόσθε Μαραθὼν] Μαραθὼν ὄρος ὅπου πολλοὶ τῶν βαρβάρων ἀπώλοντο, οὓς ὁ Δαρεῖος πολεμῆσαι τοῖς Ἀθηναίοις ἀπέστειλε, τῷ ἀριθμῷ ὡσεὶ μυριάδας λʹ· ἐφ’ ᾧ Ξέρξης μανεὶς, καὶ τοὺς Πέρσας πάντας καὶ τοὺς ἀπὸ τῶν πέριξ πόλεων συναγαγὼν, τοῖς Ἀθήναις ἐπεχωρίαζε χρόνους ὠσεὶ δέκα παρασκευαζόμενος. |
| Pers 475 | A. πράξειν] ἀπαιτήσειν. |
| Pers 476 | B. τορῶς] ἀκριβῶς. |
| Pers 479 | B. ναῶν δὲ ταγοὶ] οἱ ταγοὶ δὲ καὶ οἱ ἡγεμόνες τῶν λελειμμένων νεῶν σύδην καὶ ὁρμητικῶς αἱροῦνται φυγὴν κατ’ οὖρον οὐκ εὔκοσμον, ἤτοι οὐκ ἐν ἐπιτηδείῳ καιρῷ φυγῆς ἐδράξαντο, τροπικῶς ἀπὸ τῶν ἐν χειμῶνι πλεόντων, ὅτε φυσῶσιν ὀλέθριοι ἄνεμοι. |
| Pers 480 [10] | τινὲς δὲ τοῦτό φασιν οὕτως, ὅτι ἐκεῖσε, φησὶν, ἀπίασιν ὅπου αὐτοὺς ὁ ἄνεμος φέρει. A. ναῶν δὲ] οὗτος ὁ σύνδεσμος συνάφειά ἐστι πρὸς τὴν ἄνω διήγησιν αὐτοῦ τοῦ ἀγγέλου, εἰ καὶ διὰ μέσου ἡ Ἄτοσσα ἀπεκλαύσατο τὴν τῶν Περσῶν δυστυχίαν. τῶν λελειμμένων] ἐναπολειφθεισῶν. σύδην] ὁρμητικῶς. B. κατ’ οὖρον] κατ’ εὐθεῖαν, καθ’ ὁρμήν. |
| Pers 481 | B. οἱ μὲν ἀμφὶ Κρηναῖον γάνος] τόπος Βοιωτίας ἡ Κρήνη. |
| Pers 483 [5] | οἱ μὲν οὖν, φησὶν, ἐς τὴν Βοιωτῶν χθόνα, τῷ δίψει φθειρόμενοι καὶ ἀποθνήσκοντες, οἱ δὲ ἀπολειφθέντες, παρειμένοι καὶ οἷον μικρὸν ἀσθμαίνοντες, ἐκπερῶμεν πρὸς τὴν Φωκίδα καὶ τὴν Δωρίδα γῆν καὶ τὸν Μηλιᾶ κόλπον, ὅπου ῥέει ὁ Σπερχειὸς ποταμός. οὗτος γὰρ ἐξ Αἰνιάνων ῥέων εἰς τὸν Μηλιακὸν ἐμβάλλει κόλπον. A. γάνος] εὐφροσύνην. B. πονοῦντες] ταλαιπωροῦντες ὤλλυντο. |
| Pers 484 | κενοὶ] καταβεβλημένοι, χαῦνοι. B. ἄρδει] πιαίνει. |
| Pers 487 | B. κἀντεῦθεν ἡμᾶς γῆς] ἀπὸ δὲ τῆς γῆς τῶν Φωκέων ἐδέξατο ἡμᾶς ἡ γῆ τῶν Ἀχαιῶν καὶ ἡ πόλις τῶν Θετταλῶν, ἐνδεεῖς ὄντας καὶ χρῄζοντας τροφῆς· ὅπου πολλοὶ ἀπέθανον ἀπό τε δίψης καὶ πείνης. |
| Pers 488 [5] | ταῦτα γὰρ ἦν τότε. A. γῆς Ἀχαΐδος πέδον] πέδον Ἀχαΐδος ἡ Μονεμβασία ἡ πρὶν λεγομένη Δωρίς. B. Θεσσαλῶν πόλισμ’] ἡ Λάρισσα, ἢ τὰ Φάρσαλα. |
| Pers 489 | B. Μαγνητικὴν] ἔστι γὰρ ἐν Μακεδονίᾳ πόλις Μαγνησία, ὥς φησι Δημοσθένης, περὶ τὸν Ὄλυμπον. |
| Pers 492 | B. Ἀξίου] τοῦ Βαρδάρη ποταμοῦ. |
| Pers 493 | B. Βόλβης θ’ ἕλειον] Βόλβη ὄνομα λίμνης Θρᾳκικῆς, ἥτις ὑλώδης καὶ τελματώδης οὖσα καὶ κάθυγρος δόνακας πολλοὺς ἀναδίδωσιν, ἤτοι βούτομα καὶ πάπυρα, ἀλλὰ δὴ καὶ βολβοὺς ἤτοι ὕδνα. |
| Pers 494 [5] | A. Βόλβης] λίμνης ἐν αὐτῇ οὔσης Μακεδονίᾳ. B. Ἡδωνίδ’] Μακεδονικήν. |
| Pers 495 | B. ἄωρον] παρὰ καιρόν· οὐ γὰρ χειμωνικὸς ἦν καιρός. |
| Pers 496 | ὦρσε] ἐνέβαλε. B. ἁγνοῦ Στρυμόνος] ἁγνούς φασι τοὺς ποταμοὺς ὡς ὄντας τῆς ἀθανάτου φύσεως μίμημα. |
| Pers 497 [10] | λέγει δὲ καὶ τὸν παρόντα Στρυμόνα ἁγνὸν, διὰ τὸ καθαρὸν καὶ διειδὲς φυλάττειν τὸ ὕδωρ αὐτοῦ. ἔστιν οὗτος ποταμὸς Θρᾴκης. θεοὺς δέ τις τὸ πρὶν νομίζων οὐδαμοῦ] αἰνίττεται τὸν Ξέρξην. ὅστις δὲ τῶν Περσῶν πρὶν οὐκ ἐγίνωσκε τοὺς θεοὺς, τότε προσεκύνει τὸν οὐρανὸν καὶ τὴν γῆν μετὰ λιτῶν καὶ παρακλήσεων. ἐπεὶ δὲ πολλὰ παρακαλῶν καὶ γονυπετῶν ὁ στρατὸς ἐπαύσατο, διαπερᾷ τὸν πόρον καὶ τὸν ποταμὸν τὸν κρυστάλλῳ πεπηγότα. λέγει δὲ τὸν Στρυμόνα. Ἄλλως. καὶ ὁ πάνυ ἀσεβὴς τότε προσεκύνει τὸν οὐρανὸν καὶ τὴν γῆν. A. ἁγνοῦ] καθαροῦ. B. γαῖαν οὐρανόν τε] καταχθονίους καὶ οὐρανίους θεούς. B. θεοκλυτῶν] παρακαλῶν τοὺς θεούς. |
| Pers 500 | B. χὤστις μὲν ἡμῶν] καὶ ὅστις μὲν ὡρμήθη καὶ ὥρμησε περᾶσαι τὸν πεπηγότα ποταμὸν, πρὶν σκεδασθῆναι πανταχοῦ τὰς ἀκτῖνας τοῦ ἡλίου, ἤγουν πρὸ τοῦ τὸν ἥλιον ἀνατεῖλαι καὶ τὸ πεπηγὸς θερμᾶναι, κυρεῖ καὶ ὑπάρχει σεσωσμένος, ἀντὶ τοῦ ἐσώθη. |
| Pers 502 [5] | κυρίως δὲ σκεδασθῆναι τὸ ἀφανισθῆναι καὶ παυθῆναι ἐστί. A. σκεδασθῆναι] διαχυθῆναι. θεοῦ] τοῦ ἡλίου. B. φλέγων γὰρ αὐγαῖς] ὁ γὰρ λαμπρὸς κύκλος τοῦ ἡλίου, περιφραστικῶς ὁ ἥλιος, φλέγων καὶ λάμπων ἐν αὐγαῖς καὶ ταῖς οἰκείαις ἀκτῖσι, διῆκε τὸν ποταμὸν μέσον, ἤγουν διελθεῖν καὶ ῥεῦσαι καὶ λυθῆναι τὸ πεπηγὸς ἐποίησε, θερμαίνων ἐκεῖνον· ἔπιπτον δὲ καὶ ἀπεπνίγοντο ἐν τῷ ποταμῷ συνεχεῖς. |
| Pers 504 | εὐτυχὴς δὲ ἦν ὅστις ταχινώτερον τῶν ἄλλων ἀπέθανε. A. δικῆκε] διῆλθε. |
| Pers 505 | B. πῖπτον] οἱ διὰ τοῦ κρυστάλλου περῶντες τῷ ἡλίῳ διαλυθέντος. |
| Pers 506 [5] | B. ὅσοι δὲ λοιποὶ] ὅσοι δὲ ἐπίλοιποι καὶ ἔτυχον σωτηρίας, ἤτοι οὐκ ἐπνίγησαν, τὴν Θρᾴκην διελθόντες μόλις ἥκουσιν ἐπὶ τὴν Περσίδα γῆν, τὴν ἑστιοῦχον καὶ ἔχουσαν αὐτῶν τὴν ἑστίαν· ὥστε στένειν μετὰ τοσαῦτα κακὰ καὶ τὴν πόλιν αὐτῶν, τὴν τοὺς αὑτῆς φιλοῦσαν πολίτας, οὓς ἀνεθρέψατο. |
| Pers 508 | τινὲς δὲ τὸ “ὥστε στενάζειν” ἐπὶ τῆς πόλεως ἀποδιδόασι, καί φασιν, ἥκουσιν οὗτοι πρὸς τὴν αὑτῶν πατρίδα, ὥστε τὴν πόλιν τούτους στενάζειν. A. ἑστιοῦχον] οἰκείαν. |
| Pers 511 | B. ταῦτ’ ἔστ’ ἀληθῆ] ταῦτα ὅσα εἶπον ἀληθῆ· πολλὰ δὲ καὶ ἄλλα παρίημι τῶν κακῶν, ἃ ὁ θεὸς ἐπελθεῖν ἐποίησε τοῖς Πέρσαις. |
| Pers 513 | A. ἐγκατέσκηψε] ἐπέθηκεν, ἐνέβαλλεν. |
| Pers 514 | θεὸς] ἡ τύχη. B. ὦ δυσπόνητε] ὦ δαῖμον δυσπόνητε καὶ χαλεποὺς πόνους ἡμῖν ἐμποιήσας, ὡς λίαν βαρὺς ἐνήλλου καὶ ἐπεπήδησας πᾶσι τοῖς Πέρσαις. |
| Pers 515 [5] | ἤγουν, ὦ χαλεπὴ τύχη, ὡς ἄγαν βαρεῖα ἐπῆλθες τοῖς Πέρσαις. A. δυσπόνητε] δυστυχίας αἴτιε. B. οἲ ἐγὼ τάλαινα] φεῦ ἐγὼ ἡ ἀθλία ἕνεκεν τοῦ ἀπολομένου καὶ ἀφανισθέντος στρατοῦ. |
| Pers 517 | A. διαπεπραγμένου] ἠφανισμένου. B. ὑμεῖς δὲ φαύλως] πρὸς τὸν χορὸν ἡ Ἄτοσσά φησιν, ὑμεῖς δὲ οὐκ ἀληθῶς αὐτὰ τὰ ὀνείρατα ἐκρίνατε. |
| Pers 520 [5] | ὀνείρατα δέ φησιν ἃ εἴρηκεν ἐν τῇ ἀρχῇ λέγουσα, Πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασι καὶ τὸ Ὁρῶ δὲ φεύγοντ’ αἰετὸν πρὸς ἐσχάραν Φοίβου. A. φαύλως] ταπεινῶς. B. ὅμως δ’ ἐπειδὴ] ὅμως δ’ ἐπειδὴ ἡ ὑμετέρα φάτις οὕτως ἐκύρωσε καὶ κρίσις, τοῦ χοροῦ δηλαδὴ, λέγουσά μοι εὔξασθαι θεοῖς καὶ Δαρείῳ θέλω τοῦτο ποιῆσαι πρῶτον, ἔπειτα ἥξω λαβοῦσα ἀπὸ τῶν ἐμῶν οἴκων δωρήματα τῇ γῇ τε καὶ τοῖς θνητοῖς πέλανον. |
| Pers 521 [5] | πέλανος δέ ἐστιν ὁ ἐζυμωμένος καὶ πεπηγὼς πλακοῦς. λέγεται δὲ καὶ ὁ ῥύπος. A. τῇδ’] οὕτως. ἐκύρωσε] πρώην. φάτις] ὁ λόγος. B. φθιτοῖς] τῷ Δαρείῳ δηλονότι. |
| Pers 523 | B. ἥξω λαβοῦσα] ἐπάξω· ἢ στικτέον εἰς τὸ ἥξω. |
| Pers 524 [5] | ἡ δὲ σύνταξις τοιαύτη· ἔπειτα ἥξω καὶ ἐπάξω δωρήματα γῇ τε καὶ ἕνεκα τῶν φθιτῶν ἤγουν τῶν νεκρῶν, λαβοῦσα ἀπὸ τῶν ἐμῶν οἴκων πέλανον καὶ θῦμα. P. πέλανον] θῦμα. B. ἐπίσταμαι μὲν] οἶδα μὲν, φησὶν, ἐγὼ ὅτι ἐπὶ ἐξειργασμένοις καὶ ἤδη φθάσασι γενέσθαι πράγμασι καὶ φόνοις τῶν Περσῶν μέλλω θύειν αὐτή· τὸ κακὸν γὰρ ἤδη ἐγένετο· ἀλλ’ ὅμως κἂν ἐπὶ τοῖς ζῶσιν ἀνδράσιν εὔξομαι, εἴ πως τὸ μέλλον καλῶς ἀποβήσεται. |
| Pers 525 | A. ἐπ’ ἐξειργασμένοις] ποιήσω ταῦτα τετελεσμένοις πράγμασι. B. ἀλλ’ ἐς τὸ λοιπὸν] ἀλλὰ διὰ τοὺς ζῶντας χρὴ θυσίας ποιεῖν, εἴ που τινὲς εἶεν ζῶντες. |
| Pers 526 | A. τὸ λοιπὸν] θύσω καὶ εὔξομαι. λῷον] κρεῖττον. B. πιστοῖς γε πιστὰ] συνεισφέρειν πιστὰς βουλὰς ἡμῖν πιστοῖς οὖσιν εἰς ὑμᾶς. |
| Pers 528 [10] | εἰ δὲ γράφεται πιστοὺς, λέγει, ὑμᾶς δὲ χρὴ πιστοὺς ὄντας πιστὰ βουλεύεσθαι. A. πιστοῖς] πιστῶς ὤφειλεν εἰπεῖν, ἀλλὰ πρὸς τὸ ὄνομα ἐπήγαγε. νοεῖται δὲ διπλῶς, ἢ ἐπὶ τοῖς πεπραγμένοις πιστοῖς, ἤτοι τοῖς φανερῶς γεγενημένοις τῷ στρατῷ ἀτυχήμασιν, ἢ ἐπὶ τοῖς πεπραγμένοις πιστοῖς, ἤτοι τοῖς πρότερον ἐφ’ ὑμῶν γεγενημένοις πιστῶς πρὸς ἡμᾶς ἔργοις· ὃ καὶ κρεῖττον. καὶ μαρτυρεῖ τὸ “πιστὰ ξυμφέρειν βου“λεύματα.” ἑρμηνεύει δὲ τὰ βουλεύματα τὸ παραμυθεῖσθαι τὸν Ξέρξην, εἰ πρὸ αὐτῆς καταλάβῃ, λέγουσα ὡς ἀπ’ ἄλλης ἀρχῆς οὕτως, καὶ παῖδ’ ἐάν περ καὶ τὰ ἑξῆς. B. παρηγορεῖτε] παραμυθεῖσθε. |
| Pers 530 | B. πρόσθηται κακὸν] αἰτιώμενοι τοῦτον ὡς τοσοῦτον ἀπολωλεκότα στρατόν. B. στρατιὰν ὀλέσας] γρ. |
| Pers 534 [5] | καὶ ὤλεσας, ἵν’ ᾖ στικτέον ἐν τούτῳ. ἡ δὲ σύνταξις τοιαύτη· ὦ Ζεῦ βασιλεῦ, νῦν ὤλεσας τὴν στρατιὰν τῶν Περσῶν τῶν μεγαλαύχων καὶ πολυάνδρων. ἐλλειπτικῶς δὲ τὸ καί· καὶ τὸ ἄστυ τῶν Σούσων καὶ τῶν Ἐκβατάνων κατέκρυψας ἐν δνοφερῷ πένθει. P. ὀλέσας] γρ. ὤλεσας, ὅπερ εἰ εἴπῃς, κομματικὸν ἐκφέρεις τὸ λοιπόν. B. πένθει] κλαυθμῷ. |
| Pers 536 | δνοφερῷ] σκοτεινῷ. B. πολλαὶ δ’ ἁπαλαῖς] πολλαὶ δὲ γυναῖκες κατερεικόμεναι καὶ σχίζουσαι τὰς καλύπτρας καὶ τοὺς ἰδίους χιτῶνας τέγγουσι καὶ βρέχουσι τοὺς κόλπους ἐν δάκρυσι μυδαλέοις καὶ διύγροις θλιβόμεναι. |
| Pers 537 [5] | οὕτως δὲ ἔμελλεν εἰπεῖν, ὅτι πολλαὶ νέαι γυναῖκες καὶ ἁπαλόχροοι νύμφαι καὶ νῦν ἔτι ἀνδράσι συζευχθεῖσαι ποιοῦσι τάδε καὶ τάδε. εἰπὼν δὲ ἁπαλαῖς χερσὶ τὸ ὅλον ἀπὸ μέρους ἐδήλωσε συνεκδοχικῶς. A. πολλαὶ] γυναῖκες τῶν Περσῶν. ἁπαλαῖς] νεωτερικαῖς. καλύπτρας] τὰ τῆς κεφαλῆς σκεπάσματα. B. κατερεικόμεναι] κατασχίζουσιν ἐνεργητικῶς. |
| Pers 538 [5] | ἐρείκη γάρ ἐστιν εἶδος φυτοῦ εὐσχίστου. P. σχίζουσαι καὶ ἀποκόπτουσαι. ἐρείκη εἶδος φυτοῦ, ὅπερ ἐστὶν εὔσχιστον. ἀπὸ τούτου δὲ καὶ τὸ κατειρεικόμεναι γίνεται. διὰ μυδαλέοις] τὸ διά ὑπερβατῶς πρὸς τὸ τέγγουσι συντακτέον. B. κόλπους] τῶν ἱματίων. |
| Pers 539 | B. τέγγουσι’] βρέχουσι. |
| Pers 540 | B. αἱ δ’ ἁβρογόοι Περσίδες] αἱ δὲ Περσίδες αἱ τοῖς γόοις ἐναβρυνόμεναι, ποθοῦσαι ἰδεῖν τὴν ἀρτισυζυγίαν, ἤτοι τὴν πρὸ μικροῦ γενομένην αὐτοῖς σύζευξιν καὶ συνάφειαν μετὰ τῶν ἀνδρῶν. |
| Pers 541 [5] | ἢ ἀρτιζυγίαν τὴν ὑγιοζυγίαν τῶν ἀνδρῶν. καὶ ἀφεῖσαι καὶ καταλείψασαι τὰς ἐν τοῖς λέκτροις εὐνὰς τὰς ἁβροχίτωνας τὴν τέρψιν καὶ ἡδονὴν τῆς αὐτῶν τρυφερᾶς καὶ διακεχυμένης ἡλικίας πενθοῦσιν ἐν θρήνοις ἀπληρώτοις καὶ ἀκαταπαύστοις. A. αἱ δ’] ἄλλαι δέ. ἁβρογόοι] πολύκλαυτοι. B. ἀρτιζυγίαν] τὴν ἐκ νέου συνάφειαν. |
| Pers 542 | B. ἁβροχίτωνας] πολυτελεῖς ἔχουσαι χιτῶνας· τοιαῦται γὰρ αἱ τῶν Περσῶν. |
| Pers 543 | B. τέρψιν] συνουσίαν. |
| Pers 544 | B. γόοις] ἐν. |
| Pers 545 | B. κἀγὼ δὲ μόρον] κἀγὼ δὲ διὰ τὸν μόρον τῶν οἰχομένων αἴρω καὶ κινῶ πολυπενθῆ δηλονότι γόον. |
| Pers 546 | λείπει δὲ τοῦτο. A. αἴρω] φέρω. |
| Pers 547 | B. δοκίμως] ὀξέως καὶ μεγάλως. P. λαμπρῶς. τουτέστιν, οὐ περὶ τῶν ἀποθανόντων ἀμελῶν διάκειμαι, ἀλλὰ τούτων μόρον βαστάζω λαμπρῶς πολυδάκρυτον, ἀντὶ τοῦ θρήνου πολλοῦ ἄξιον. B. ἐκκενουμένα] τῶν κατοίκων. |
| Pers 549 | B. ἤγαγε ποποῖ] πόποι καὶ τότοι ἐπιρρήματα σχετλιαστικὰ ἀντὶ τοῦ φεῦ λεγόμενα, ποποῖ δὲ καὶ τοτοῖ ἐπιρρήματα δηλοῦντα τὸ ποῦ καὶ τὸ ἐκεῖσε. |
| Pers 550 [10] | εἰ μὲν οὖν ἀναγνώσῃ πόποι, εἴπῃς ἀντὶ τοῦ φεῦ· εἰ δὲ ποποῖ, ἀντὶ τοῦ ἀορίστως καὶ ἐκεῖσε, ἐν ταῖς Ἀθήναις δηλαδή. ὁμοίως δὲ καὶ εἰ μὲν τότοι, ἀντὶ τοῦ φεῦ, εἰ δὲ τοτοῖ, ὡς εἴπομεν. A. ποποῖ] πόποι καὶ τότοι ἐπιρρήματα σχετλιαστικά· ποποῖ δὲ καὶ τοτοῖ δηλοῦντα τὸ ποῦ καὶ τὸ ἐκεῖσε. εἰ μὲν εἴποις ἐνταῦθα ποποῖ καὶ τοτοῖ, οὕτω συντάξεις· Ξέρξης μὲν γὰρ ἤγαγε τὸν ἐκκενωθέντα τῆς Ἀσίας λεὼν ποῦ, ἤτοι εἰς Ἀθήνας· Ξέρξης δὲ ἀγαγὼν τοτοῖ καὶ ἐκεῖσε ἀπώλεσεν. εἰ δὲ πόποι καὶ τότοι γράψεις, οὕτως εἴποις· Ξέρξης μὲν γὰρ ἤγαγεν, εἰς τὰς Ἀθήνας δηλονότι· εἶτα θρηνητικῶς ἐκφέροις πόποι καὶ φεῦ. τὸ αὐτὸ δὲ καὶ παρακατιὼν νοήσεις τὸ, Νῆες μὲν ἄγαγον ποποῖ, νῆες δ’ ἀπώλεσαν τοτοῖ. B. Ξέρξης δ’ ἀπώλεσεν] Ξέρξης δὲ πάντα τὰ κακὰ δηλονότι ἐπέσπε καὶ ἐπεσπάσατο ταῖς βαρίδεσσι ναυσὶ, ταῖς ἀπὸ τῆς Βάρεως οὔσαις, ἥτις ἐστὶ πόλις Περσίδος, ἐξ ἧς καὶ αἱ νῆες βάριδες· πάσας γὰρ κατέθραυσεν ἐκεῖσε. |
| Pers 551 [5] | τίπτε πατὴρ αὐτοῦ Δαρεῖος ἀβλαβὴς ἦν τόξαρχος καὶ ἡγεμὼν, μὴ βλάβην ἐπενεγκὼν τῷ αὑτοῦ στρατεύματι τότε, ἤγουν ὅτε ἔζη καὶ ἐβασίλευεν ὁ φίλος ἄκτωρ καὶ βασιλεὺς τοῖς Σουσίδαις. A. ἐπέσπασε] τὰ κακὰ δηλονότι. |
| Pers 552 | δυσφρόνως] κακοφρόνως. B. βαρίδεσσι ποντίαις] γρ. |
| Pers 553 [5] | καὶ βάριδές θ’ αἱ πόντιαι. βαρίδεσσι τοῖς ἀπὸ Βάρεως πόλεως οὖσι πλοίοις. ἢ βάριδες λέγονται αἱ νῆες παρὰ τὸ βάρη καὶ φορτία φέρειν· ἀφ’ οὗ καὶ φορταγωγοὶ καὶ φορτὶς ἡ αὐτή. O.P. ναυσὶν, ἀπὸ Βάρεως πόλεως Περσῶν καλουμέναις. λέγει δὲ καταχρηστικῶς ἀπὸ μέρους· οὐ γὰρ ἦσαν πᾶσαι αἱ Ξέρξου νῆες βάριδες, ἀλλὰ ἄλλαι καὶ ἄλλαι. B. Δαρεῖος] τοῦτο διὰ μέσου εἶπε, παραβάλλων τὸ τοῦ Δαρείου πρώην ἐν Μαραθῶνι δυστύχημα πρὸς τὸ νῦν ἐν Σαλαμῖνι συμβὰν Ξέρξῃ καὶ τῇ ὑπερβολῇ τούτου ἀβλαβῆ τὸν Δαρεῖον λέγων· ὁ μὲν γὰρ μʹ μυριάδας ἀπώλεσε, Ξέρξης δὲ φʹ· καὶ ὁ μὲν εἵπετο τῷ στρατῷ καὶ παραχρῆμα ἂν ἀπολώλει, Δαρεῖος δὲ Δᾶτιν τὸν στρατηγὸν ἔπεμψεν. |
| Pers 554 | B. τόξαρχος] ἡγεμὼν τῶν τοξικωτάτων Περσῶν. |
| Pers 556 | B. ἄκτωρ] ἡγεμών. |
| Pers 557 [5] | B. πεζούς τε γὰρ] πεζούς τε γὰρ καὶ θαλασσίους αἱ κυανώπιδες μὲν νῆες καὶ ἄλλαι μέλαιναι, αἱ ὁμόπτεροι καὶ τοῖς αὐτοῖς πτεροῖς κουφιζόμεναι, ἢ αἱ ὁμοίως πτεροῖς θέουσαι, ἤγαγον ποποῖ, ἤγουν ἐν τῇ Ἑλλάδι, καὶ αὐτοὺς ἀπώλεσαν ἐκεῖ, ἤγουν αἱ τῶν Ἀθηναίων. |
| Pers 558 [10] | A. πεζούς τε] ἐπειδὴ τὸ τί ποτε διὰ μέσου εἶπε, πάλιν φησὶ, πεζούς τε γὰρ ὁ Ξέρξης κατὰ γῆν ἤγαγε δηλονότι, τοὺς δὲ ἄλλους αἱ νῆες. εἰπὼν δὲ πεζοὺς καὶ θαλασσίους, πρὸς μὲν τοῦτο ἐπήγαγε τὸ νῆες, τὸ δὲ πεζοὺς ἀφῆκε νοεῖσθαι. πεζοὶ γάρ ἰσιν οἱ κατὰ γῆν ὁδεύοντες. καὶ μαρτυροῦσι Ξενοφῶν καὶ Θουκυδίδης καὶ πᾶν τὸ τῶν συγγραφέων ἔθνος. B. αἱ δ’] αὗται αἱ ἄγουσαι ἐκείνους εἰσίν. |
| Pers 559 | ὁμόπτεροι] αἱ μεθ’ ἑαυτῶν πτεροῖς χρώμενοι, τοῖς λαίφεσι. κυανώπιδες] μέλαιναι. B. διὰ δ’ Ἰαόνων χέρας, τυτθὰ δ’ ἐκφυγεῖν ἄνακτ’ αὐτὸν ὡς ἀκούομεν] περισσοὶ οἱ δύο δέ δέ σύνδεσμοι καὶ τὸ ὡς. |
| Pers 563 [20] | τὸ δὲ ἑξῆς δηλοῖ οὕτως, μόλις καὶ μικρόν τι· τοῦτο γὰρ δηλοῖ τὸ τυτθά· ἀκούομεν αὐτὸν τὸν ἄνακτα καὶ τὸν βασιλέα διεκφυγεῖν τὰς χέρας τῶν Ἰαόνων καὶ τῶν Ἀθηναίων ἀνὰ τὰς πεδιήρεις κελεύθους καὶ ὁδοὺς τῆς Θρᾴκης τὰς δυσχειμέρους. οὗτοι δὲ, ἤγουν οἱ Πέρσαι, ἄρα πρωτόμοροι, πρῶτοι ληφθέντες πρὸς ἀνάγκην τοῦ μόρου καὶ τοῦ θανάτου δηλαδὴ περὶ τὰς Κυχρείας ἀκτὰς, οὕτως καλουμένας ἀπὸ Κύγχρου τινὸς, ἤγουν τὰς Ἀττικὰς ἢ τὰς τῆς Σαλαμῖνος. ἢ τὸ λειφθέντες διὰ διφθόγγου ἀντὶ τοῦ ἐναπομείναντες καὶ κείμενοι τεθνεῶτες περὶ τὰς ἀκτὰς τῆς Κυχρείας καὶ τῆς Σαλαμῖνος, διὰ τὴν ἀνάγκην τοῦ θανάτου. τὸ δὲ ἠέ καὶ τὸ ὀά ἀντὶ τοῦ φεῦ. Ἄλλως. τοὶ δ’ ἄρα πρωτόμοροι] περὶ τῶν τεθνηκότων ἐν Σαλαμῖνι, ἤτοι οἱ πρῶτα ἀποθανόντες· τὸ δὲ ἑξῆς τούτου ἐστὶ, σκύλλονται παρ’ ἀναύδων. A. Ἰαόνων] Ἀθηναίων. εἰπὼν ὡς νῆες ἀπώλεσαν τοὺς Πέρσας ἐν ἐμβολαῖς πανωλέθροις νῦν ὥσπερ ἑρμηνεύων τὰς πανωλέθρους ἐμβολάς φησιν ὡς οὐκ ἄλλοθεν πόθεν ἐγεγόνεισαν ἀλλ’ ἢ ἀπ’ Ἀθηναίων. οὗτοι γάρ εἰσιν Ἴωνες· καὶ γὰρ οἱ εἰς τὴν Ἀσίαν ἀποικήσαντες καὶ καλούμενοι Ἴωνες Ἀθηναῖοι ἦσαν, ἀπὸ Ἴωνος τοῦ ἡγησαμένου σφισὶν ὀνομασθέντες. σύνταξον δὲ οὕτως· ὡς νῆες μὲν ἀπώλεσαν αὐτοὺς ἐν πανωλέθροις ἐμβολαῖς, διὰ δὲ τῶν Ἰώνων ἐγένοντο αὗται αἱ συμβολαὶ, ὥστε καὶ αὐτὸν τὸν Ξέρξην μόλις τὰς αὐτῶν χεῖρας φυγεῖν ὡς ἀκούομεν. B. τυτθὰ] μόλις. |
| Pers 564 | ἐκφυγεῖν] ὥστε. B. ἀμπεδιήρεις] ἀνὰ τὰς καμπώδεις. |
| Pers 566 | B. κελεύθους] ὁδούς. |
| Pers 567 | B. τοὶ δ’ ἄρα] ἐκεῖνοι δὲ οὓς ἄνωθεν ἔφαμεν. |
| Pers 568 | πρωτόμοροι] ὑπῆρξαν. B. λειφθέντες] ἐναπομείναντες ἢ κρατηθέντες. |
| Pers 569 | ἀνάγκαν] βίαν. B. ὀὰ, στένε καὶ δακνάζου] πρὸς ἑαυτὸν τοῦτο λέγει ὁ χορὸς, στέναζε καὶ δακνάζου· παραγώγως ἀντὶ τοῦ δάκνου. |
| Pers 570 [5] | βαρὺ δ’ ἀμβόασον οὐράνι’ ἄχη] ἀντὶ τοῦ ὀξέως κώκυσον οὐράνια ἄχη, ἤγουν μέχρι τοῦ οὐρανοῦ διηκέτω τὸ βόημα ἐπὶ τὰ νῦν καταλαβόντα ἡμᾶς ἄχη. A. Κυχρείας] τὰς τῆς Σαλαμῖνος· ἐκαλεῖτο γὰρ οὕτω. B. δακνάζου] ἤτοι δάκνου κατὰ παραγωγήν. |
| Pers 571 | B. οὐράνια] μεγάλα, ὑπερβολικά. |
| Pers 573 | B. τεῖνε δὲ δυσβάϋκτον] τεῖνε καὶ ἐξάπλου αὐδὰν καὶ φωνὴν τάλαιναν καὶ τληπαθῆ, δυσβάϋκτον καὶ θρηνητικὴν, βοᾶτιν καὶ βοητικήν. |
| Pers 574 | A. τεῖνε] εἰς ὕψος αἶρε. δυσβάϋκτον] δύσφημον. B. βοᾶτιν] βοητικήν. |
| Pers 575 | τάλαιναν] δυστυχῆ. αὐδὰν] φωνήν. B. γναμπτόμενοι] γναμπτόμενοι δὲ καὶ συντριβόμενοι οἱ Πέρσαι τῇ δεινῇ θαλάσσῃ σκύλλονται καὶ σύρονται καὶ ἐσθίονται πρὸς τῶν ἀναύδων καὶ ἀφώνων παίδων τῆς ἀμιάντου, δηλαδὴ θαλάσσης. |
| Pers 576 [10] | οὐ γὰρ μιαίνεται πώποτε καὶ πολλῶν μολυσμάτων ἐπιχυθέντων αὐτῇ. ἀναύδων δὲ παίδων τῆς θαλάσσης τῶν ἰχθύων λέγει. A. γναπτόμενοι] κατακοπτόμενοι. ἁλὶ δεινᾷ] τοῦτο πρὸς τὸ ἄνω συνάπτεται, ἀλλήλους πρὸς θρῆνον τῶν τοῦ χοροῦ ἐπαιρόντων διὰ μέσου· τὸ δὲ δεινᾷ ἢ ἀντὶ τοῦ φοβερᾷ (τοιαύτη γὰρ ἡ θάλασσα), ἢ δεινὴν αὐτὴν λέγει διὰ τὸ πολλῶν δεινῶν ἐν αὐτῇ Πέρσας τετυχηκέναι. τὸ δὲ ἀναύδων ἀντὶ τοῦ ἀφώνων ἰχθύων, οἵτινες εἰσὶ παῖδες τῆς ἀμιάντου καὶ καθαρᾶς καὶ ἀθολώτου θαλάσσης. B. δόμος] εἷς ἕκαστος. |
| Pers 579 | στερηθεὶς] τούτου. B. τοκῆες δ’ ἄπαιδες] οἱ τοκῆες δὲ καὶ οἱ γονεῖς οἱ γέροντες ἔρρανται καὶ βρέχονται τοῖς δάκρυσιν, ὀδυρόμενοι τὰ ἐκ τοῦ δαίμονος καὶ τῆς τύχης αὐτοῖς ἐπελθόντα ἄχθη τὸ πᾶν δὴ κλύουσι καὶ μανθάνουσιν ἄχος. |
| Pers 580 [5] | οἱ δὲ οὐκέτι περσονομοῦνται καὶ κατὰ τοὺς τῶν Περσῶν νόμους πολιτεύονται, καὶ ὑπὸ τῶν Περσῶν ἄρχονται καὶ διιθύνονται· οὐδὲ δασμοφοροῦσι καὶ τοῖς τέλεσιν ὑπόκεινται ἃ ἔθος ἦν αὐτοῖς διδόναι τοῖς ἄρχουσιν· ἐφθάρησαν γάρ. A. δαιμόνι’ ἄχη] μεγάλα καὶ ἐκ δαίμονός τινος ἐπελθόντα δυσκόλου. |
| Pers 582 | B. γέροντες] ἡμεῖς δηλονότι· λέγει δὲ εἰς τρίτον πρόσωπον. |
| Pers 583 | B. τὸ πᾶν δὴ] τὸ συμβὰν ἐν Ἀθήναις τοῖς Πέρσαις. |
| Pers 584 | B. τοὶ δ’] οἱ θανόντες οὗτοι. |
| Pers 585 | δὴν] τὸ δήν ἀντὶ τοῦ ἐπιπολύ. ἐνταῦθα δὲ οὕτω κεῖται, ὥσπερ ἂν εἰ μηδ’ ὁπωσοῦν ἔκειτο. οἱ γὰρ ἐν Ἀθήναις ἀπολωλότες τῶν Περσῶν οὔτε ἐπιπολὺ κατὰ τὴν Περσίδα περσονομοῦνται οὔτε τὴν ἀρχὴν ὅλως· ἀπώλοντο γάρ. B. περσονομοῦνται] κατὰ τοὺς Περσῶν νόμους διάγουσιν· ἀπώλοντο γάρ. |
| Pers 586 | B. δασμοφοροῦσι] τέλη φέρουσι τοῖς δεσπόταις αὐτῶν. |
| Pers 587 | B. οὐδ’ ἐς γᾶν] οὔτε εἰς τὴν γῆν προσπίπτοντες ἤγουν προσκυνοῦντες τὸν βασιλέα ἄρξονται καὶ ὑποκλιθήσονται. |
| Pers 588 | ἡ γὰρ βασιλικὴ ἰσχὺς ὤλετο. A. ἐς γᾶν προσπίπτοντες] ἤτοι προσκυνοῦντες τὸν αὐτῶν βασιλέα. B. ἄρξονται] ἀρχθήσονται. |
| Pers 589 | B. ἰσχὺς] τὸ μέγεθος. |
| Pers 590 | B. οὐδ’ ἔτι γλῶσσα] οὐδ’ ἔτι ἡ τῶν Περσῶν γλῶσσα ἐν φυλακαῖς· ἠλευθέρωται γὰρ αὐτοῖς ἡ γλῶσσα πρὸς τὸ κακηγορεῖν βασιλέα. |
| Pers 591 [5] | οὐδένα γὰρ νῦν δεδίασιν οἱ ὑπήκοοι, ὅτι λαὸς ἐλύθη καὶ ἔλυσεν ὑπὸ τῆς αὐτοῦ δυνάμεως τὸν ζυγὸν ὑφ’ οὗ συνείχετο τὰ πλεῖστα καὶ ὑπεκλίνετο. ἢ, ἔλυσε τὸν ζυγὸν τῆς ἀλκῆς, ἤτοι τῆς βασιλικῆς δυνάμεως. ἡ γὰρ βασιλικὴ διόλωλεν ἰσχὺς, τῶν ἡγεμόνων καὶ τῶν ἀρχόντων δηλαδή. A. φυλακαῖς] συντηρήσεσι. B. ὡς ἐλύθη] ἐπεὶ ἠλευθερώθη. |
| Pers 593 | B. αἱμαχθεῖσα] ἡ ἄρουρα καὶ ἡ γῆ καὶ ἡ χώρα τοῦ Αἴαντος ἡ περικλύστα καὶ περικλυζομένη τῇ θαλάσσῃ, δηλαδὴ νῆσος, ἤγουν ἡ Σαλαμὶς, ἔχει τὰ σώματα τῶν Περσῶν. |
| Pers 595 [5] | A. αἱμαχθεῖσα] φονευθέντων τῶν Περσῶν καὶ αἵματος ἐντεῦθεν ῥυέντος. B. περικλύστα] περίρρυτος. |
| Pers 596 | B. τὰ Περσῶν] σώματα. |
| Pers 597 [5] | B. φίλοι, κακῶν] ὦ φίλοι, ὅστις κυρεῖ καὶ ὑπάρχει ἔμπορος τῶν κακῶν, ἤγουν ἐμπλέων τοῖς κακοῖς, γινώσκει ὅτι ὅταν ἐπέλθῃ κλύδων καὶ ζάλη τῶν κακῶν τοῖς ἀνθρώποις, φιλεῖ καὶ ἔθος ἔχει φοβεῖσθαι εἰς πάντα, ἤγουν καὶ εἰς τὰ μετὰ ταῦτα· ὅταν δὲ ὁ δαίμων καὶ ἡ τύχη εὐροῇ καὶ καλῶς καὶ εὐτυχῶς ῥέῃ καὶ ἐπέρχηται, ἔθος ἔχει, ἀπὸ κοινοῦ πάλιν, θαρρεῖν τὴν αὐτὴν εὐτυχίαν οὐριοδρομεῖν καὶ ἐς τὸ μετέπειτα. |
| Pers 598 | ἔθος γὰρ ἔχουσιν οἱ δυστυχοῦντες δυστυχίαν καὶ εἰς τὸ ἑξῆς φαντάζεσθαι, οἱ δὲ εὐτυχοῦντες εὐτυχίαν. A. ἔμπειρος] συνήθης, μέτοχος. B. ἐπίστασο] γράφεται καὶ ἐπίστασο καὶ ἐπίσταται. |
| Pers 599 [10] | καὶ τὸ μὲν ἐπίστασο οὕτως· εἰποῦσα ἡ Ἄτοσσα πληθυντικῶς πρὸς πάντα τὸν χορὸν, ὦ φίλοι, μεριστικῶς ἐκφέρει πρὸς ἕνα ἕκαστον, λέγουσα, ὦ φίλοι, ἐπίστασο ὅτι φιλεῖ καὶ εἴωθεν ἐκεῖνος ὁ ἄνθρωπος ὅστις ἔμπορος καὶ μέτοχος καὶ συνήθης ἐστὶ κακῶν, πάντα δειμαίνειν καὶ φοβεῖσθαι, ὅταν ἐπέλθῃ τοῖς βροτοῖς κλύδων καὶ χειμὼν κακῶν· τουτέστιν, ὁ δυστυχίᾳ κατεσχηκὼς, ὅταν ἕτερόν τινα ἴδῃ δυστυχοῦντα, αὐτὸς δυστυχεῖν οἴεται, οἰκεῖα λογιζόμενος τὰ πάθη. εἰ δὲ ἐπίσταται εἴπῃς, συντάξεις πρὸς τὸ ὅστις ἔμπορος κυρεῖ· ἔστι δὲ ψυχρόν· τὸ γὰρ πρῶτον κρεῖττον τοῦ δευτέρου. ὡς] ὅτι. B. φιλεῖ] εἴωθεν ἐκεῖνος ὁ ἄνθρωπος. |
| Pers 600 | B. εὐροῇ] εἰς ἕτερον. |
| Pers 601 | B. τὸν αὐτὸν] τὸν ὅμοιον. |
| Pers 602 | οὐριεῖν] εὐθυδρομεῖν αὐτῷ. B. ἐμοὶ γὰρ ἤδη] ἐμοὶ, φησὶ, φόβου γέμοντα τὰ πάντα φαίνεται ἐν τοῖς ἐμοῖς ὄμμασιν ἀνταῖα καὶ ἐμφανῆ καὶ ἄντην, οἷον κατὰ πρόσωπον, ἀπὸ τῶν θεῶν. |
| Pers 603 [5] | τινὲς δὲ εἰς τὸ πλέα στίζοντες ὡς ἐξ ἄλλης ἀρχῆς τοῦτο συντάσσουσιν ἐν ὄμμασί τε ἀνταῖα λέγοντες, οἱονεὶ ἐν τοῖς ὄμμασι τῶν θεῶν ἐναντία φαίνεται, τουτέστιν ἀντικειμένους ἡμῖν ὁρῶ τοὺς θεούς. A. τἀνταῖα] ἐναντία καὶ δυστυχῇ, ἃ τοῖς ἀνθρώποις οἱ θεοὶ ἐπιφέρουσιν. |
| Pers 604 | B. ἐν ὠσὶ] τοῖς ἐμοῖς. |
| Pers 605 | οὐ παιώνιος] οὐ χαρᾶς ποιητικὸς, ἀλλὰ λύπης. B. ἔκπληξις] ὑπερβολὴ εἰς ἔκστασιν φέρουσα τοὺς ἀκούοντας. |
| Pers 606 | B. ὀχημάτων] ζεύγους. |
| Pers 607 | B. χλιδῆς τε τῆς πάροιθεν] τρυφῆς καὶ θεραπείας τῆς ἀρχαίας. |
| Pers 608 | B. ἔστειλα] ἐποιησάμην. |
| Pers 609 | εὐμενεῖς] εἰς συμπάθειαν καὶ εὐμένειαν ἡμῶν ἐπικαλουμένας ἐκεῖνον. B. μειλικτήρια] θελκτήρια. |
| Pers 610 | δέον δὲ εἰπεῖν αἵπερ πρὸς τὰ μειλικτήρια ἐπήγαγεν. B. βοός τ’ ἀφ’ ἁγνῆς] ἁγνὴν τὴν βοῦν καλεῖ ἢ διὰ τὸ τοῖς θεοῖς ἀεὶ τὰς βοῦς θύεσθαι, ἢ διὰ τὸ ταύτην εἶναι λευκήν· τὰ γὰρ λευκὰ καὶ καθαρὰ καὶ φωτεινὰ καὶ ἀρρύπαντα. |
| Pers 611 [10] | ἢ διὰ τὸ ἀγελαίαν εἶναι· τὰ γὰρ ἐν τοῖς ὄρεσι διατρίβοντα καθαρώτερα καὶ ὑγιεινότερα τῶν ἄλλων. ἢ ἁγνῆς τῆς ἀσινοῦς, καὶ μηδέ τινα βλάβην ἐχούσης, ἢ ποδὸς στερηθείσης ἢ ὀφθαλμοῦ. A. ἁγνῆς] λευκῆς· ἢ διὰ τὸ τοῖς θεοῖς εἰς θυσίαν παραλαμβάνεσθαι, ἀπὸ τούτου καὶ αὐτὴν καταχρηστικῶς ἁγνὴν καλεῖ· ἢ ἁγνῆς τῆς ἀγελαίας, παρόσον αὗται τροφῆς καθαρωτάτης καὶ ποτοῦ ἀπολαμβάνουσιν· ἢ ἁγνῆς, τῆς καθαρᾶς καὶ ἀμετόχου σωματικῆς νόσου. B. τῆς τ’ ἀνθεμουργοῦ] τῆς ἐξ ἀνθέων ἐργαζομένης μελίσσης. |
| Pers 612 | παμφαὲς] λαμπρὸν, καθαρόν. B. λιβάσιν] σταλαγμοῖς. |
| Pers 613 | παρθένου] ἀμολύντου καὶ καθαρᾶς, διὰ τὸ τοῖς θεοῖς εἰς θυσίαν συμπαραλαμβάνεσθαι. B. ἀκήρατόν τε ποτὸν] γάνος τόδε ἀπὸ τῆς μητρὸς τῆς παλαιᾶς ἀμπέλου. |
| Pers 614 [5] | ἀκήρατον ποτὸν τὸν οἶνον λέγει τὸν ἔχοντα μητέρα τὴν ἄμπελον. ἀγρίας δὲ τῆς ἀγριωποῦ διὰ τὴν μέθην, ἢ τῆς ἀγρίους ποιούσης τοὺς μεθύοντας, ἢ τῆς ἐν τῷ ἀγρῷ οὔσης. καὶ γὰρ ἐν τοῖς ἀγροῖς αἱ ἄμπελοι. A. ἀγρίας] ὀρεινῆς. ἢ τῆς ἀγριοποιούσης τοὺς ἀμέτρως αὐτῆς πίνοντας τὸ πόμα. B. γάνος] εὐφροσύνη. |
| Pers 615 | εὐφραῖνον τοὺς συμπίνοντας. B. αἰὲν ἐν φύλλοισι] ἤτοι ἀεὶ θαλλούσης. |
| Pers 616 | B. ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα] πάρεστι γοῦν ταῖς ἐμαῖς χερσὶ καὶ καρπὸς ἐλαίας ξανθῆς τῆς αἰὲν θαλλούσης τοῖς φύλλοις. |
| Pers 617 [5] | ἀειθαλὴς γὰρ καὶ ἀεὶ τὰ φύλλα ἔχει. διὸ προσέθηκεν “ἐν φύλλοισι θαλλούσης,” πρὸς τὸν καρπόν. οὐ γὰρ διηνεκὴς ὁ καρπός. ξανθῆς δὲ διὰ τὸ ὄπισθεν μέρος τοῦ φύλλου ὡς πρασινίζον ἐμφαίνεσθαι. A. ξανθῆς] κατὰ τὸ χρῶμα. B. ἐπευφημεῖτε] ἐπᾴδετε. |
| Pers 620 | B. γαπότους] ἀντὶ τοῦ ἃς ἡ γῆ πίνει χεομένας χοάς. |
| Pers 621 | B. νερτέροις θεοῖς] τῷ Πλούτωνι καὶ τῇ Περσεφόνῃ καὶ τῷ Ἑρμῇ. |
| Pers 622 | B. πρέσβος] τιμία. |
| Pers 623 [5] | A. πρέσβα] ἔντιμε. B. σύ τε πέμπε] ὁ χορός φησι πρὸς τὴν Ἄτοσσαν ὅτι σὺ θυσίαζε τοῖς καταχθονίοις θεοῖς· ἡμεῖς δὲ αἰτησόμεθα ἐν ὕμνοις τοὺς πομποὺς τῶν φθιμένων, ἤγουν τοὺς θεοὺς τοὺς κάτω πέμποντας τοὺς νεκροὺς, εἶναι κάτω τῆς γῆς πραεῖς πρὸς τὸν Δαρεῖον, ὥστε συγχωρῆσαι αὐτὸν πρὸς ἡμᾶς ἐλθεῖν. |
| Pers 624 | A. θαλάμους] εἰς τοὺς ὑπὸ γῆς κευθμῶνας. B. πομποὺς] ἀγωγούς. |
| Pers 626 | B. εὔφρονας] εὐμενεῖς. |
| Pers 627 | B. ἀλλὰ χθόνιοι δαίμονες] ἀλλ’, ὦ χθόνιοι θεοὶ, γῆ τε καὶ Ἑρμῆ καὶ ὦ Πλούτων, βασιλεῦ τῶν νεκρῶν, πέμψατε ἐς φῶς, ἤγουν ἐνταῦθα πρὸς ἡμᾶς, ἀπὸ τῶν κάτω τὴν ψυχὴν τοῦ Δαρείου. |
| Pers 628 [5] | εἰ γάρ τι ἀκος τῶν ἡμετέρων κακῶν πλέον καὶ ἐπέκεινα οἶδεν, ἤγουν νικῆσαν τὰ ἡμῶν κακὰ, μόνος ἂν οὗτος ἀπὸ τῶν ἀνθρώπων εἴποι τὸ πέρας καὶ πῶς αὐτὰ καὶ πότε καὶ τίνι τρόπῳ ἐκφύγωμεν. A. βασιλεῦ] Ἀϊδωνεῦ. |
| Pers 629 | ἐνέρων] νεκρῶν. B. ἔνερθεν] ὑπὸ τῶν κάτω. |
| Pers 630 | ψυχὴν] τὴν τοῦ Δαρείου. B. οἶδε] ὁ Δαρεῖος. |
| Pers 631 [5] | πλέον] ἢ ἑτερός τις ἂν εἰπεῖν ἔχοι. B. ἦ ῥ’ ἀΐει μου μακαρίτας] ἆρα ἀκούει μου ὁ μακαρίτης Δαρεῖος, ὁ ἰσόθεος βασιλεὺς, ἱέντος καὶ πέμποντος τὰ βάρβαρα λόγια σαφηνῆ καὶ σαφῆ; οὐ γὰρ δυσνόητα ταῦτά φημι τὰ ποικίλα βάγματα καὶ φωνήματα, τὰ αἰανῆ καὶ σκοτεινὰ καὶ θλίψιν καὶ ἀχλὺν ἐμποιοῦντα τοῖς κλαίουσιν. |
| Pers 633 | ἰστέον δὲ ὅτι μακαρίτης ὁ τεθνεὼς, μακάριος ὁ ζῶν. A. ἰσοδαίμων] ἰσόθεος. B. σαφηνῆ] δῆλα αὐτῷ. |
| Pers 634 | B. ἱέντος] πέμποντος. |
| Pers 635 | τὰ παναίολ’] τὰ ποικίλα τῷ θρήνῳ. B. αἰανῆ] ἀχλύος γέμοντα. |
| Pers 636 | βάγματα] φωνήματα. B. παντάλαιν’ ἄχη] πανάθλια. |
| Pers 637 | δεῖ πανταλαίνου εἶναι, ἢ παντάλαινα. εὕρηται δὲ ἐν πολλοῖς καὶ καλοῖς βιβλίοις οὕτω, καὶ μὴ οἰηθῇ τις παντάλανα εἶναι ἄξιον γράφεσθαι. B. ἀλλὰ σύ μοι, γᾶ] ἀλλὰ σύ μοι, ὦ γῆ, καὶ ἄλλοι ἡγεμόνες τῶν χθονίων καὶ τῶν νεκρῶν, τὸν μεγαλαυχῆ δαίμονα Δαρεῖον ἐρχόμενον ἐκ τῶν τοῦ Ἅιδου δόμων αἰνέσατε, ἤγουν συναινέσατε, καὶ συναρήξατε αὐτῷ ποιῆσαι τοῦτο. |
| Pers 639 [5] | τὸν καταχθόνιον οὖν Δαρεῖον αἰνέσατε ἐξ Ἅιδου δόμων μολεῖν, τὸν Σουσιγενῆ θεὸν τῶν Περσῶν, ἤγουν τὸν Δαρεῖον. A. μεγαλαυχῆ] μεγαλοδυνάμενον. |
| Pers 641 | B. ἰόντ’] ἐλθόντα. |
| Pers 642 | δέον ἰέναι εἰπεῖν πρὸς τὴν μετοχὴν ἐξήνεγκεν. αἰνέσατ’] θελήσατε, ἀποδέξασθε. ἐκ δόμων] τῶν ὑπὸ γῆν. B. Σουσιγενῆ] τὸν ἐν Σούσοις γεννηθέντα. |
| Pers 643 | B. πέμπετε δ’ ἄνω] δι’ ἱκεσίων. |
| Pers 644 | B. ἦ φίλος ἀνὴρ] ὄντως φίλος ἦν ἀνὴρ ἐμοὶ ὁ Δαρεῖος, ὄντως φίλος καὶ ὁ τάφος ὃς κρύπτει τὰ φίλα ἤθη, τουτέστι τοὺς τρόπους τοῦ Δαρείου τοὺς προσφιλεῖς ἐμοί. |
| Pers 646 [5] | ὄχθον γὰρ τὸν τάφον καλεῖ διὰ τὸν ἀναχωματισμόν. A. ἦ] ὄντως. ὄχθος] τάφος. B. κέκευθεν] ἔκρυψεν. |
| Pers 647 | B. Ἀϊδωνεὺς δ’ ἀνίει Δαρεῖον οἶον ἄνακτα Δαρειὰν] ὁ Ἀϊδωνεὺς δὲ ὁ ἀναπομπὸς τῶν νεκρῶν ἀνίει καὶ ἀναπέμψει καὶ ἀναδώσει τῆς γῆς τὸν Δαρεῖον βασιλέα οἶον, τὸν καὶ Δαρειὰν κεκλημένον. |
| Pers 649 | ἢ τὴν Δαρείαν ψυχὴν ἀναπέμψει ὁ Ἅιδης τούτου ἔξωθεν. A. οἶον ἄνακτα] τὸν μέγαν, ἢ τὸν μόνον τῷ ὄντι βασιλέα. |
| Pers 651 [5] | Δαρειὰν] οὐ μόνον Δαρεῖος, ἀλλὰ καὶ Δαρειὰν γράφεται. B. θεομήστωρ δ’ ἐκικλήσκετο] θεομήστωρ τε καὶ τὰ θεῖα βουλευόμενος ἐκαλεῖτο τοῖς Πέρσαις· οὐ μόνον δὲ ἐκαλεῖτο τοῦτο, ἀλλὰ καὶ θεομήστωρ ὑπῆρχεν, ἐπεὶ εὖ καὶ καλῶς ἐποδώκει καὶ ὑπὸ τὸν ἑαυτοῦ πόδα ἡνιόχει ἢ ἀνεπτέρου καὶ ταχύτατον ἐποίει τὸν στρατόν. |
| Pers 654 | A. θεομήστωρ] θεὸς κατὰ τὰς βουλάς. B. ἔσκεν] ὑπῆρχεν. |
| Pers 656 | B. ἐποδώκει] διῴκει. B. βαλὴν ἀρχαῖος] βαλὴν ὁ βασιλεὺς λέγεται. |
| Pers 657 [10] | Εὐφορίων δέ φησι Θουρίων εἶναι τὴν διάλεκτον. φησὶν οὖν, ὦ ἀρχαῖε βασιλεῦ, ἱκοῦ καὶ παραγενοῦ καὶ ἐλθὲ ἐπ’ ἄκρον κόρυμβον, ἤγουν ἐπὶ τὴν ἄκραν ἐξοχὴν καὶ περιωπὴν τοῦ τάφου, ἀείρων καὶ ἐπαίρων καὶ κινῶν τὴν εὔμαριν καὶ τὸ ὑπόδημα τοῦ ποδὸς, κροκόβαπτον καὶ ἐρυθρὸν καὶ βασιλικόν. ἔστι δὲ τοῦτο περίφρασις, πιφαύσκων καὶ δεικνύων καὶ ἀναφαίνων τὸν φάλαρον καὶ τὸν λόφον τῆς βασιλικῆς τιάρας καὶ περικεφαλαίας. περιφραστικῶς δὲ τὸ βασιλικὸν στέμμα φησί. A. βαλὴν] βασιλεὺς κατὰ Θουρίων γλῶσσαν, ὥς φησιν Εὐφορίων. B. κόρυμβον] ἐξοχήν. |
| Pers 659 | B. ὄχθου] τοῦ τάφου. κροκόβαπτον] πορφυροῦν. B. εὔμαριν] εἶδος ὑποδήματος. |
| Pers 660 | ἀείρων] κινῶν. B. τιάρας] στεφάνου. |
| Pers 661 | B. φάλαρον] τὴν ἐξοχήν. |
| Pers 662 | πιφαύσκων] φαίνων. B. βάσκε πάτερ] βάσκε καὶ πορεύθητι, ὦ Δαρεῖε δέσποτα, ὅπως κλύῃς καὶ ἀκούσῃς καὶ μάθῃς καινὰ καὶ ἀλλόκοτα καὶ νέα ἄχη τοῦ Ξέρξου. |
| Pers 663 [5] | ὡς ἐπωδῇ δὲ κέχρηται τῷ “βάσκε πάτερ Δαρειάν.” A. βάσκε] ἐλθέ. ἄκακε] πρᾶε. B. ὅπως] ἵνα. |
| Pers 664 | καινὰ] παράδοξα. B. δεσπότου] τοῦ Ξέρξου. |
| Pers 666 | B. στυγία γάρ τις] ἐπιτετάνυσται γὰρ καὶ ἐξήπλωται στυγερὰ καὶ μισητή τις ἀχλὺς καὶ θλίψις. |
| Pers 667 | πᾶσα γὰρ νεολαία καὶ ἡ τῶν Περσῶν ἡλικία καὶ νεότης ἐξαπόλωλε καὶ παρῴχετο. A. στυγία] μισητή. B. πεπόταται] ἐπικρέμαται τοῖς ὄμμασιν ἡμῶν. |
| Pers 668 | B. νεολαία] ἡ νεότης. |
| Pers 669 | B. τί τάδε δυνάτα, δυνάτα—δίδυμα] τί, ὦ δυνάστα, τάδε τὰ δίδυμα καὶ διπλᾶ ἁμάρτια καὶ ἁμαρτήματα διάγοιεν καὶ διάγουσι περὶ τῇ σῇ γῇ τῇδε. |
| Pers 675 [5] | συντάσσεται δὲ καὶ τῇδε, τὸ τάδε πρὸς τὸ τῇ γῇ ἀποδιδόμενον. δίδυμα δὲ ἢ διὰ τὸ ἐπὶ Δαρείου μὲν τριάκοντα φονευθῆναι χιλιάδας, νῦν δὲ ἐπὶ τοῦ Ξέρξου τριάκοντα μυριάδας· ἢ ὅτι Ξέρξου καὶ Πέρσου τινὸς εἰσὶν αἱ ἁμαρτίαι καὶ ἀτυχίαι ἡρμοσμέναι ὁμοῦ· ἢ τὰ δίδυμα, τὰ ἐν Πλαταιαῖς γεγενημένα καὶ ἐν Σαλαμῖνι κακά. τὸ δὲ δυνάτα ἀντὶ τοῦ δυνάστα. A. δίδυμα] διπλᾶ. |
| Pers 676 | δίδυμα λέγει διὰ τὸ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἁλῶναι Πέρσας. τὸ δαμάρτια δὲ διαμάρτιά ἐστι καὶ κατὰ συναίρεσιν γέγονε δαμάρτια. B. ἁμαρτία] ὁμοῦ ἡρμοσμένα. |
| Pers 677 | γράφεται καὶ ἁμαρτήματα. A. ἐξέφθινθ’] ἐφθάρησαν. |
| Pers 679 [5] | τρίακαλμοι] τριήρεις. B. ὦ πιστὰ πιστῶν] τὸ τοῦ Δαρείου εἴδωλον ἐξ Ἅιδου ἀνελθόν φησι πρὸς τοὺς Πέρσας, ὦ πιστὰ γεννήματα καὶ ἀνατροφαὶ πατέρων πιστῶν ἐμοὶ, ὦ πιστῶν πατέρων πιστὰ ἐμοὶ τέκνα, πιστοὶ υἱοὶ, ἥλικές τε καὶ ἰσήλικες τῆς ἐμῆς ἡλικίας, τίνα πόνον καὶ κακοπάθειαν πάσχει ἡ πόλις καὶ στενάζει καὶ οἷον ἐκ τῶν ὀδυρμῶν κέκοπται καὶ χαράσσεται ἡ γῆ κάτωθεν. |
| Pers 681 [10] | τοῦτο δὲ εἴρηκεν, ὅτι ἐκ τῶν πολλῶν ὑμῶν στεναγμῶν ἡ γῆ ῥαγεῖσα ἀνέδωκέ με. A. ὦ πιστὰ πιστῶν] ὥσπερ φαμὲν κάλλιστοι καλλίστων, βουλόμενοι μεγίστην ὑπεροχὴν δηλῶσαι, τοιοῦτόν ἐστι καὶ τὸ νῦν τὸ πιστὰ πιστῶν. δηλοῖ δὲ ἐντεῦθεν τὴν θαυμασίαν καὶ μεγίστην αὐτῶν πίστιν, ἣν πρὸς αὐτὸν ζῶντα ἐκέκτηντο καὶ θανόντα ἔχουσιν. B. κέκοπται] ἠφάνισται. |
| Pers 683 | χαράσσεται] διασχίζεται τοῖς θρήνοις. B. λεύσσων δ’ ἄκοιτιν] ἐγὼ δὲ βλέπων ἐγγὺς τοῦ ἐμοῦ τάφου παρακαθημένην τὴν ἐμὴν ὁμόκοιτον γυναῖκα καὶ σύζυγον, φοβοῦμαι μή τι κακὸν αὐτῇ ἐπιγέγονε. |
| Pers 684 [5] | τὰς χοὰς δὲ, ἤτοι τὰς θυσίας ἃς ἐμοὶ ἔθυσεν ἱλαστηρίους ἐδεξάμην. A. ἄκοιτιν] ὁμόζυγον. B. ταρβῶ] ἐκπλήττομαι. |
| Pers 685 | B. πρευμενὴς] συμπαθὴς καὶ ἵλεως. B. ὑμεῖς δὲ θρηνεῖτ’ ἐγγὺς] ὑμεῖς δὲ ἐγγὺς ἑστῶτες τοῦ ἐμοῦ τάφου θρηνεῖτε καὶ καλεῖσθε καὶ ἀνακράζετέ με ἐξελθεῖν ἐκ τοῦ Ἅιδου ὀρθιάζοντες καὶ μεγάλως ἠχοῦντες καὶ θρηνοῦντες ἐν γόοις ψυχαγωγοῖς, ἤγουν τοῖς τὰς ψυχὰς ἐκ τοῦ Ἅιδου ἀνακομίζουσιν. |
| Pers 686 [5] | οὐκ ἔστι δὲ ῥᾴδιον τὸ ἐξελθεῖν με ἀπὸ τοῦ τάφου οὐδὲ δυνατόν. A. ὀρθιάζοντες] ἠχοῦντες. |
| Pers 687 | B. οὐκ εὐέξοδον] ἀλλὰ δυσέξοδον, ἤγουν ὅθεν οὐ δυνατὸν ταχέως ἐξιέναι. |
| Pers 688 [5] | ἀπολογεῖται δὲ ὡς βραδύνας. A. οὐκ εὐέξοδον] τὸ πρὸς ἡμᾶς ἐλθεῖν. ἤγουν οὐκ ἔστιν ἐξ Ἅιδου πρὸς τὸ φῶς ὁδὸς ῥᾴστη. B. ἄλλως τε πάντως] καὶ ἄλλως δὲ, φησὶν, οἱ κάτωθεν τῆς γῆς θεοὶ, οἷον ὁ Πλούτων καὶ ἡ Περσεφόνη, καὶ οἱ τῶν νεκρῶν ἁπλῶς κυριεύοντες ἀμείνους καὶ βελτίονες καὶ ἑτοιμότεροί εἰσιν εἰς τὸ λαβεῖν παρ’ αὐτοῖς τοὺς ἀνθρώπους καὶ κατέχειν ἐν τῷ Ἅιδῃ παρὸ μεθιέναι καὶ καταλεῖψαι καὶ ἑᾶσαι αὐτοὺς ἀνελθεῖν εἰς τὴν γῆν ἄνωθεν. |
| Pers 689 | A. ὅμως δ’ ἐκείνοις] ἤτοι μέγα ἐγὼ δυνηθεὶς ἐν τοῖς κάτω θεοῖς οἷα βασιλεὺς, καὶ παρ’ ἐκείνων τιμώμενος καὶ μὴ λογιζόμενος ὡς οἱ λοιποὶ τῶν τεθνεώτων ἥκω. |
| Pers 691 | A. τάχυνα δ’] ἐτάχυνα δὲ, ὡς μὴ μεμφθῶ τοῦ χρόνου καὶ τῆς βραδυτῆτος ἕνεκα. |
| Pers 692 [5] | A. τάχυνε] ἤγουν ταχέως λέγε, ὡς μὴ μεμφθῶ ἕνεκα τοῦ χρόνου. P. ἄμεμπτος ὦ χρόνου] ἵνα μὴ μέμψησθε ἐμοὶ τῆς ἀργίας. μὴ λάβῃς δὲ ἔξωθεν τὸ ἕνεκα, ἀλλ’ οὕτως σύνταξον, ἵνα ὦ ἄμεμπτος τοῦ χρόνου, ἤγουν ἵνα μὴ παρ’ ὑμῶν λάβω μέμψιν χρόνου. B. νεοχμὸν] νέον. |
| Pers 693 | ἐμβριθὲς] μέγα. B. σέβομαι] ὑποστέλλομαι. |
| Pers 694 | προσιδέσθαι] σέ. B. ἀρχαίῳ] ᾧ πάλαι πρός σε ἐχρώμην. |
| Pers 696 | τάρβει] αἰδοῖ, φόβῳ, ὑποστολῇ. B. μακεστῆρα] μακρόν. |
| Pers 698 | B. πάντα] ἃ βούλει. |
| Pers 699 | τὴν ἐμὴν αἰδῶ] ἤγουν τὴν πρὸς ἐμὲ ὑποστολήν. B. δέομαι μὲν χαρίσασθαι] τοῦτό φησι, δέδια μὲν τὰ κατὰ χάριν εἰπεῖν σοι, ἐφ’ ᾧ θέλξαι τὴν σὴν ψυχὴν, δέδοικα δὲ καὶ ἀληθεῦσαι· λυπηθήσῃ γάρ. |
| Pers 700 [5] | A. δείομαι μὲν] ὀκνῶ τὸ σὸν θέλημα τελέσαι. τὸ δέ ἐστι, μὴ ἔχειν ἐμὲ πρός σε ὑποστολήν. ὀκνῶ δὲ λόγον πρὸς σὲ ἆραι, ἐπειδὴ μέλλω λέξειν δύσλεκτα καὶ κακόφημα καὶ δυστυχῆ τοῖς φίλοις, ἤτοι ὑπὲρ τοῦ σοῦ υἱοῦ. B. ἀλλ’ ἐπεὶ δέος] εἰπόντος τοῦ χοροῦ τὰ προειρημένα φησὶ πρὸς αὐτὸν ὁ Δαρεῖος, ἀλλ’ ἐπεὶ φοβῇ, ἔασον τοῦτο. |
| Pers 703 [5] | εἶτα στρέφει τὸν λόγον πρὸς τὴν Ἄτοσσαν, καί φησιν, ὦ εὐγενὲς γύναι ξύννομε καὶ ξυμμερίστρια τῶν ἐμῶν λέκτρων, παυσαμένη τῶνδε τῶν θρήνων, φανερόν τί μοι εἰπὲ, ἵνα μάθω τί πάσχετε. A. παλαιῶν σοι φρενῶν] παλαιῶν φρενῶν τῶν πάλαι προσόντων σοι ὑπὲρ τῆς ἐμῆς αἰδοῦς λογισμῶν. B. ἀνθρώπεια δ’ ἄν τοι] ὁ Δαρεῖος παραμυθούμενος τῇ αὑτοῦ γυναικί φησιν ὅτι ἀνθρώπεια πήματα τύχοι καὶ ἐπέλθοι πολλάκις ἐν τοῖς βροτοῖς. |
| Pers 706 [5] | ἢ οὕτως, ἀνθρώπινα καὶ οὐ καινὰ ἂν τοῖς βροτοῖς τύχοι καὶ ἐπέλθοι ἐν πήματι καὶ ἐν βλάβῃ. ὡς γὰρ ἄνθρωποι πάσχουσι καὶ τὰ αὐτῶν πήματα, οὐ θεῖά τινα, ἀλλ’ ἀνθρώπινα κέκληνται. A. ἀνθρώπεια] ὑπάρχουσι. πήματα] αἱ δυστυχίαι. βροτοῖς] διὸ μὴ ὑποσταλεῖσα λέγοις. B. πολλὰ μὲν γὰρ ἐκ θαλάσσης] πολλὰ μὲν γὰρ κακὰ ἐκ τῆς θαλάσσης, πολλὰ δὲ ἐκ τῆς γῆς τοῖς ἀνθρώποις ἐπέρχονται, ἢν ὁ μάσσων καὶ ὁ μείζων βίοτος ἐκταθῇ πρόσω, ἤγουν ἐν μακρῷ τοῦ βίου χρόνῳ πολλὰ κακὰ τοῖς ἀνθρώποις γίνηται. |
| Pers 707 | A. μάσσων] μείζων. |
| Pers 708 | ] βίοτος] αὐτῶν. ταθῇ] προέλθῃ. B. ὑπερσχών] ὑπερβαλλόμενος. |
| Pers 709 | ὄλβον] εὐδαιμονίαν. πότμῳ] τύχῃ. B. ἕως] μέχρις. |
| Pers 710 | B. βάθος] πέλαγος. |
| Pers 712 | B. πάντα] ὃν βούλει. |
| Pers 713 | B. ὡς εἰπεῖν ἔπος] ὡς ἐν συντόμῳ λόγῳ περιλαβεῖν καὶ εἰπεῖν συλλήβδην πάντα, ὡς καὶ παρὰ τῷ Εὐριπίδῃ οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ’ εἰπεῖν ἔπος. |
| Pers 714 | A. λοιμοῦ τις ἦλθε] ταραχὴ, ἐμφύλιος πόλεμος. |
| Pers 715 [5] | ἀντὶ τοῦ φθορὰ εἶπε σκηπτόν· ὡς γὰρ ἐκεῖνος, εἴ τινος ἐπιδράττεται, καίει καὶ φθείρει καὶ ἀφανίζει, οὕτω καὶ ὁ λοιμός. A. τίνι τρόπῳ] διαπεπόρθηται. τις ἦλθε σκηπτὸς] ἤγουν ἐπήλυσις δίκην σκηπτοῦ ἐπιοῦσα. σκηπτὸς] ἀφανισμός. στάσις] μάχη. B. τίς δ’ ἐμῶν] λέγουσι τὸν Δαρεῖον ἐσχηκέναι παῖδας ζʹ, Σμέρδιν καὶ ἄλλους διαφόρους ἀπὸ διαφόρων παλλακῶν. |
| Pers 717 [1] | τὸν Ξέρξην δὲ μόνον σχεῖν παῖδα ἐν τῇ βασιλικῇ ἀρχῇ, ὃς καὶ βασιλεὺς ἀνηγορεύθη. νόμος μὲν γὰρ τοῖς Πέρσαις τὸν πρῶτον υἱὸν τοῦ βασιλέως ἀναγορεύεσθαι βασιλέα. προετιμήθη δὲ ὁ Ξέρξης, εἰ καὶ ὕστερος ἦν διὰ τὸ ἐν τῇ βασιλείᾳ γεννηθῆναι. ἑπτὰ οὖν ὄντων τῶν υἱῶν Δαρείου, καὶ οὐ τοῦ Ξέρξου, ἄλλου τινὸς προτέρου ὑπάρχοντος τῶν ὅλων, διὰ τοῦτο καὶ ὁ Δαρεῖος ἠρώτησε· τίς τῶν ἐμῶν υἱῶν ἐστρατηλάτει; O.P. οὐ γὰρ μόνον τὸν Ξέρξην Δαρεῖος εἶχεν υἱὸν, ἀλλὰ καὶ ἄλλους. B. θούριος Ξέρξης] Ξέρξης ἑρμηνεύεται στρατηγικώτατος· διὸ καὶ θούριον αὐτὸν εἶπεν. P. ὁρμητικὸς πρὸς πόλεμον. B. ἠπείρου πλάκα] τῆς γῆς τὸ ἐξάπλωμα. περιφραστικῶς δὲ τὴν γῆν τῶν Περσῶν φησὶ πᾶσαν. A. πλάκα γάρ φασι πάντα τὸν ἐπίπεδον καὶ πλατὺν τόπον. P. πεζὸς ἢ ναύτης] ἤτοι διὰ ξηρᾶς, ἢ διὰ θαλάσσης τήνδε τὴν πεῖραν ἐμώρανεν, ἀντὶ τοῦ μωράν τινα καὶ ἀβούλως καὶ ἀπερισκέπτως ταύτην τὴν πεῖραν παρήγαγε. |
| Pers 719 [5] | τὴν πρὸς τοὺς Ἀθηναίους δέ φησιν ἐκστρατείαν. ἢ πεῖραν τὴν βλάβην. A. πεῖραν] ἔργον. τὸ πεῖραν τήνδ’ ἐμώρανε τάλας εἰς ἀμφότερα λάμβανε, εἰς τε τὸ πεζὸς καὶ εἰς τὸ ναύτης. μωρία γὰρ ἦν ἀληθῶς τὸ πᾶσαν τὴν Ἀσίαν κενῶσαι ἀνδρῶν. ἐμώρανε] μετὰ μωρίας ἐποίησε. B. διπλοῦν μέτωπον] καὶ τάγμα δὲ ἦν διπλοῦν, ἤτοι καὶ πεζὸν καὶ ναυτικὸν καὶ διπλοῖ στρατηγοὶ καὶ ἡγεμόνες καὶ βασιλεῖς ἦσαν, καὶ τὰ ἀμφότερα κατά τε γῆν καὶ θάλασσαν. |
| Pers 720 [5] | συνεστρατήγει γὰρ τῷ Ξέρξῃ ὁ Μαρδόνιος. A. ἀφελὴς δοκεῖ ἡ τοιαύτη ἀπόκρισις· ἐπειδὴ γὰρ δύο στρατεύματα ἔμελλεν εἰπεῖν, περιττὸν ἦν τὸ διπλοῦν μέτωπον. ἀνάγκη γὰρ τὰ δύο στρατεύματα καὶ δύο μέτωπα ἔχειν. δυοῖν] τῷ πεζῷ καὶ τῷ ναυτικῷ. B. ἤνυσεν] ἐδυνήθη, ἴσχυσεν. |
| Pers 721 | B. ὥστ’ ἔχειν πόρον] ὥστε συνέχειν τὸν πόρον καὶ ἐπέχειν τὸ ὕδωρ. |
| Pers 722 | A. γνώμης δέ που] ἀντὶ τοῦ ἴσως καὶ συνήργησεν αὐτῷ τις δαίμων καὶ συνεβοήθησε. |
| Pers 724 [5] | Βόσπορον δὲ λέγει τὸν Ἑλλήσποντον. A. που] ἴσως. δαιμόνων] ἔφορος κακῶν. συνήψατο] συνεπελάβετο. B. μέγας τις ἦλθε] εἰπούσης Ἀτόσσης ὡς τῆς τοιαύτης βουλῆς θεός τις ἔφορος κακῶν αὐτῷ συνήψατο καὶ πρὸς αὐτὴν ὥρμησε, θέλων αὐτὸν ἀπολέσαι, σχετλιάζων ὁ Δαρεῖός φησι, μέγας τις δαίμων ἐπῆλθεν αὐτῷ, τουτέστιν ὁ ἐνσκήψας αὐτῷ βάσκανος δαίμων μέγας καὶ δεινὸς ἦν, ὥστε μὴ φρονεῖν τὸν Ξέρξην· καλῶς μετατρέπων αὐτοῦ τὸν νοῦν, καὶ ἃ αὐτὸν εἰς δυστυχίαν βαλεῖν ἔμελλε, ταῦτα ποιῶν αὐτὸν βουλεύεσθαι. |
| Pers 725 | ἦλθε] τῷ Ξέρξῃ. φρονεῖν] αὐτόν. B. ὡς ἰδεῖν] ὁποῖον καὶ εἰς τέλος παρήγαγε, δεινόν τινα τῷ ὄντι ὄλεθρον. |
| Pers 726 | A. ὡς ἰδεῖν] ναὶ μέγας. ἤνυσε] ἔπραξεν περὶ αὐτόν. B. πράξασιν] παθοῦσι. |
| Pers 727 | B. ναυτικὸς στρατὸς] τοῦτό φησιν, ὅτι ὁ τῶν Περσῶν ναυτικὸς στρατὸς ἀφανισθεὶς ἐν τῇ θαλάσσῃ παρὰ τῶν Ἑλλήνων γέγονεν ἀπωλείας καὶ φθορᾶς αἴτιος καὶ τῷ πεζῷ στρατεύματι. |
| Pers 728 [10] | οἱ γὰρ Ἀθηναῖοι πρῶτον μὲν τοὺς ἐν τῇ θαλάσσῃ ἀνεῖλον Πέρσας, εἶθ’ οὕτως πρὸς τοὺς πεζοὺς ἐφορμήσαντες τούτους ἀπέκτειναν. τῶν ναυτικῶν γὰρ φθαρέντων οἱ ἐν τῇ Ψυτταλείᾳ Πέρσαι, (ἥτις ἐστὶ νῆσος τῆς Σαλαμῖνος παρακειμένη) εὐάλωτοι γεγόνασιν. A. τουτέστιν ἀπολωλεκότες Ἕλληνες πρῶτον τὸ ναυτικὸν Ξέρξου, ὕστερον ἐπὶ τὸ πεζὸν ὥρμησαν, δειλίᾳ κατασχεθὲν ὑπὸ τῆς τοῦ ναυτικοῦ συμφορᾶς. ὥστε ἐπειδὴ πρῶτον αὐτοὶ ἀπώλλυντο καὶ τοὺς ἐν γῇ ἀπώλεσαν, φόβον εἰς αὐτοὺς ἐμβαλόντες ἐν ταῖς αὐτῶν συμφοραῖς, ὡς μετ’ ὀλίγον αὐτοὶ ἀπολεσθήσονται. κακωθεὶς] ἡττηθεὶς, δυστυχήσας. B. παμπήδην] παντελῶς. |
| Pers 729 | δορὶ] τῶν Ἑλλήνων. B. πρὸς τάδ’] ναί. |
| Pers 730 | ὡς] ὥστε. B. ὦ πόποι κεδνῆς ἀρωγῆς] φεῦ ἕνεκα τῶν καλλίστων καὶ γενναιοτάτων ἀνδρῶν, οὓς ἀπώλεσε. |
| Pers 731 [5] | τὸ γὰρ κεδνῆς ἀρωγῆς καὶ ἐπικουρίας στρατοῦ οὐδὲν ἄλλο ἐστὶν ἢ τῶν φρονιμωτάτων καὶ πολεμικωτάτων ἀνδρῶν. ὅτι δέ ἐστι τοῦτο μαρτυρεῖ καὶ τὸ “οἵαν ἄρ’ ἥβην “ξυμμάχων ἀπώλεσε,” ὃ προϊὼν λέγει. B. Βακτρίων δ’ ἔρρει] τῶν Βακτρίων δὲ ἔρρει καὶ ἐφθάρη πᾶς δῆμος ὁ πανώλης ἤτοι ὁ ἀνδρεῖος καὶ πολεμικὸς, οὐδέ τις γέρων ἀπώλετο, τουτέστι πάντες οἱ νέοι ἐφθάρησαν, γέρων δὲ οὐδείς. |
| Pers 732 [5] | τοὺς γὰρ νέους μόνους ὁ Ξέρξης ἐστρατολόγησε, τοὺς δὲ γέροντας, ὡς ἀσθενεῖς ὄντας καὶ μὴ δυναμένους κινῆσαι ὅπλα, κατέλειψε τῇ Περσίδι χώρᾳ ἐπιτηρητάς τε καὶ φύλακας. A. πανώλης] πανώλεθρος. γέρων] ἔρρει, ἀλλὰ πᾶσα ἡ νεότης. B. μονάδα δὲ] μεμονωμένον δέ φασι τὸν Ξέρξην ἀπομεῖναι καὶ ἔρημον οὐ μετὰ πολλῶν ἀνδρῶν διαπερᾶσαι τὸν Ἑλλήσποντον, τὴν ζευκτηρίαν δηλαδὴ τὴν ἐν δυοῖν μέρεσι κειμένην καὶ συζευγνῦσαν αὐτόν· λέγει δὲ τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην. |
| Pers 734 [5] | A. μεμονωμένον· τοῦτο δὲ λέγει οὐχ ὡς μόνου Ξέρξου σωθέντος, ἀλλ’ ἐπειδὴ μετ’ ὀλίγων πάνυ ὑπέστρεφε, διὰ τοῦτο μονάδα φησὶν ὁ ἄγγελος. B. ποῖ τελευτᾷ] ἀπολέλειπται ἐκεῖνος. σωτηρία] αὐτῷ. B. γέφυραν ἐν δυοῖν ζευκτηρίαν] τὸν Ἑλλήσποντον, ὃς ζεύγνυσιν Ἀσίαν καὶ Εὐρώπην. |
| Pers 736 [5] | ζυγὸς γὰρ οἷον ἐγένετο ταῖς δυσὶν ἠπείροις. A. ἄσμενον μολεῖν] φησὶν ὁ ἄγγελος. ἐν δυοῖν ζευκτηρίαν] ἤτοι τὸ ἐν Ἀσίᾳ καὶ Εὐρώπῃ ζεῦγμα. τὸν γὰρ Ἑλλήσποντον, ὅστις ἐστὶν ὅρος τῶν δύο ἠπείρων, ἔζευξεν. B. τήνδε] τὴν Ἀσίαν. |
| Pers 737 | ἐτήτυμον] ἀληθές ἐστι. B. σαφηνὴς] ἀληθής. |
| Pers 738 | στάσις] ἀμφιβολία. B. φεῦ, ταχεῖα] ὡς τοῦ Δαρείου χρησμὸν εἰπόντος καὶ οἷον προμαντευσαμένου τὸν Ξέρξην ἀποβαλεῖν πολὺν λαόν. |
| Pers 739 | A. ταχεῖά γ’ ἦλθε χρησμῶν πρᾶξις] ταχέως ἐπράχθησαν οἱ χρησμοὶ, οὓς αὐτὸς ζῶν ἐδεξάμην. B. τελευτὴν] τέλος. |
| Pers 740 | B. ηὔχουν] ἐθάρρουν. ἐκτελευτῆσαι] ἐκτελέσαι. B. ἀλλ’ ὅταν] ἀλλ’ ὅταν σπεύδη τις εἰς καλὸν, ἢ εἰς κακὸν, ὁ θεὸς αὐτοῦ ἐπιλαμβάνεται. |
| Pers 742 [10] | ἢ, ὅταν ἐπὶ τὰ χείρω ἐπείγηται, τότε συνεφάπτεται καὶ συνεπείγεται αὐτῷ καὶ ἡ Ἐρινὺς ἡ τιμωρητικὴ καὶ ἡ ἔφορος τῶν κακῶν θεός. A. σπεύδῃ] πρὸς τὸ κακὸν ἢ πρὸς τὸ καλόν. τὸ ἐὰν σπεύδῃ τις εἰς κακὸν, καὶ ὁ θεὸς συνάπτεται αὐτῷ τῆς σπουδῆς. τὸ δὲ νέῳ ἀντὶ τοῦ νηπιώδει, ἢ τὸ τάδε ἀντὶ τοῦ τὰ παρόντα κακά. ὅπερ εἰ οὕτως εἴποις, νοήσεις τὸ οὐ κατειδώς οὕτως, ἀντὶ τοῦ οὐ γινώσκων. τὸ ἐάν τις πρὸς τὸ κακὸν σπεύδῃ, καὶ ὁ θεὸς αὐτῷ τῆς σπουδῆς συνάπτεται, ἤνυσε τὰ παρόντα κακά. B. νῦν κακῶν] ἔοικεν εὑρεθῆναι καὶ ἀνοιχθῆναι τοῖς φίλοις ἅπασιν ἐμοῦ ἡ τῶν κακῶν πηγή. |
| Pers 743 | Ἄλλως. ὡς ἡ πηγὴ τὸ μὲν τοῦ ὕδατος ἀναδίδωσιν, ἄλλο δὲ μετ’ αὐτὸ ἀναβλύζει, οὕτω καὶ ἐνταῦθα. A. ὅστις Ἑλλήσποντον] ὅστις ὁ Ξέρξης ἤλπισε σχήσειν καὶ κρατήσειν ὡς δοῦλον ἐν δεσμοῖς τὸν ἱερὸν Ἑλλήσποντον. |
| Pers 745 [5] | ἱερὸν δὲ τοῦτόν φησι, διὰ τὸ ἱδρῦσθαι αὐτόθι Διὸς ἱερὸν, ὡς Μνασέας φησίν. ἢ τὸν ἀνειμένον ἀκωλύτως ὡς τὸν ἱερὸν ἰχθὺν φέρεσθαι. A. ἢ ὡς ὅτι θεῖαι δυνάμεις ἐπεκάθηντο φυλάττουσαι τοὺς τόπους οὓς διῆλθεν ἡ Ἰώ. P. ἱρὸν] θεῖον. δοῦλον ὣς] τοὺς γὰρ δούλους δεσμοῦσιν οἱ δεσπόται. P. σχήσειν] καθέξειν, κυριεύσειν. |
| Pers 746 [5] | ῥέοντα Βόσπορον] Ἑλλήσποντον καὶ Βόσπορον τὸν αὐτὸν καλεῖ, ἀπὸ μὲν Ἕλλης Ἑλλήσποντον, ἀπὸ δὲ τῆς Ἰοῦς βοὸς γενομένης· Βόσπορον. τὸ δὲ θεοῦ ἤτοι τοῦ Ἑλλησπόντου, ὥσπερ ἀρτίως καὶ ἱερὸν ἐκάλεσε, διὰ τὸ πολλὰς καὶ καλλίστας νήσους αὐτὸν περιέχειν καὶ εἶναι ἐν αὐτῷ τοὺς Ἕλληνας. B. καὶ πόρον μετερρύθμιζε] καὶ τὸν τῆς θαλάσσης τόπον μετέπλαττε καὶ εἰς ξηρὰν μετέβαλλε, καὶ τὸν Ἑλλήσποντον δεσμοῖς σιδηροῖς περιβαλὼν, ἤτοι γέφυραν ἐν αὐτῷ διὰ σιδήρου ἐργασάμενος, πολλὴν καὶ μακρὰν κέλευθον καὶ ὁδὸν ἐπλήρωσε καὶ ἐποίησε τῷ στρατεύματι, ἄνθρωπος ὤν· ᾤετο δὲ καὶ ὑπελάμβανε καὶ ἐνόμιζεν οὐκ ἐν εὐβουλίᾳ, ἀλλ’ ἀβούλως καὶ μωρῶς κρατήσειν πάντων τῶν θεῶν καὶ τοῦ Ποσειδῶνος αὐτοῦ, ὃς κύριος τῆς θαλάσσης ἐστί. |
| Pers 747 | A. πόρου] τὴν θαλασσίαν ὁδόν. μετερρύθμιζε] μετέβαλεν εἰς γῆν. πέδαις] ταῖς ἁλύσεσιν αἷς συνέδησε τὰς ναῦς. B. ἤνυσε] εἰργάσατο. |
| Pers 748 | B. θνητὸς ὢν] θεοῦ γὰρ τὸ τοιοῦτον ἔργον. |
| Pers 749 | εὐβουλίᾳ] τῇ αὐτοῦ. B. κρατήσειν] κυριεύσειν. πῶς τάδ’] ἃ ἐποίησε. B. δέδοικα μὴ πολὺς] φοβοῦμαι, φησὶ, μὴ ὁ πολὺς πλοῦτος ὁ ἀπὸ τοῦ ἐμοῦ πόνου κατορθωθεὶς ἁρπαγῇ ὑπὸ τοῦ φθάσαντος, ἤτοι τυχόντος. |
| Pers 751 [5] | A. πολὺς πλούτου πόνος] ἤγουν ὃν ποιήσας πολὺν πλοῦτον συνέλεξα. B. ἀνθρώποις] ἀποροῦσιν ἐνταῦθα πῶς δοτικὴν λέγων τὸ ἀνθρώποις, καὶ δέον τῷ φθάσαντι εἰπεῖν, ὁ δὲ οὐχ οὕτως, ἀλλὰ πρὸς γενικὴν τοῦτο ἐπήνεγκεν, ἀντὶ τοῦ φθάσαντι φθάσαντος εἰπών. |
| Pers 752 [5] | καὶ φαμὲν ὅτι ἐποίκιλλε τὴν σύνταξιν. ἐπειδὴ γὰρ ἀμφότερα λέγομεν, καὶ ἐγένετο τῷ δεῖνα ὁ ἐμὸς πλοῦτος ἁρπαγὴ, καὶ ἐγένετο τοῦ δεῖνος ἁρπαγὴ, συντάσσοντες καὶ πρὸς γενικὴν καὶ πρὸς δοτικὴν τὸ γένηται, διὰ τοῦτο καὶ ὁ Αἰσχύλος τῷ διπλῷ τῆς συντάξεως τὸν λόγον ἐποίκιλλεν. B. ταῦτα τοῖς κακοῖς ὁμιλῶν] ταῦτα διδάσκεται ὁ θούριος καὶ ὁ ὁρμητικὸς πρὸς τὸν πόλεμον Ξέρξης, ὁμιλῶν τοῖς κακοῖς ἀνδράσι. |
| Pers 753 [5] | λέγουσι γὰρ αὐτῷ· (ὁ γὰρ δέ σύνδεσμος ἀντὶ τοῦ γάρ, ἢ περισσὸς ὁ δέ) ὅτι σὺ μὲν ὄλβον ἐκτήσω μέγαν τέκνοις, καὶ ἐν ἀνδραγαθίας· τοῦτον δὲ ὑπ’ ἀνανδρίας ἔνδον τῆς οἰκίας κινεῖν τὸ δόρυ· τὸν ὄλβον δὲ τὸν πατρικὸν μὴ αὐξάνειν. A. ἔνδον] τοῦ οἴκου. |
| Pers 756 | αἰχμάζειν] ἀφανίζειν. B. τοιγάρ σφιν] τοιγαροῦν σφὶν καὶ αὐτοῖς τοῖς τῷ Ξέρξῃ συμβουλεύσασι ταῦτα καὶ προτρέψασιν, ἔργον ἐστὶν ἐξειργασμένον εἰς φθορὰν χωρῆσαν. |
| Pers 759 | ἔστι δὲ ὁ λόγος ἐν εἰρωνείᾳ. A. σφὶν] τούτοις τοῖς συμβούλοις. ἔργον] ἡ τούτου καταβολή. B. ἐξεκείνωσεν πεσὸν] ἔργον οἷον οὐδέπω, πεσὸν δίκην κύβου (τὰ πράγματα γὰρ κατὰ κύβον πίπτουσιν) ἐξεκένωσε τόδε τὸ ἄστυ. |
| Pers 761 [10] | ἔργον δὲ, οἷον οὐδέπω γέγονεν ἐξ οὗτε καὶ ἀφ’ οὗ καιροῦ ὁ Ζεὺς ὤπασε καὶ παρέσχε καὶ ἔδωκε ταύτην τὴν τιμὴν, τουτέστι τὸ ταγεῖν καὶ ἡγεμονεύειν καὶ βασιλεύειν ἕνα ἄνδρα πάσης τῆς Ἀσίας. A. πεσὸν] τὸ πεσσόν εἰ μὲν διὰ δύο σς γράψεις, πρὸς τὸ ἔργον συνάψεις, τὸ δίκην κύβου τὰ πράγματα ταράξαν· ἔστι γὰρ ἀπὸ τοῦ πεσσάω πεσσόν εἰς δεύτερον ἀόριστον· εἰ δὲ δι’ ἑνὸς ς, πρὸς τὸ ἄστυ συντάξεις· νόει δὲ ἀντὶ τοῦ δυστυχῆσαν· πτῶσις γάρ ἐστιν ἡ δυστυχία. B. μηλοτρόφου] γράφεται καὶ μιτρολόφου, ἤτοι πολεμικωτάτης, ἀπὸ μέρους τὸ πᾶν. |
| Pers 763 | B. εὐθυντήριον] διεξαγωγόν. |
| Pers 764 | B. στρατοῦ] τοῦ Περσικοῦ. |
| Pers 765 | B. ἄλλος δ’ ἐκείνου παῖς] τὸν Ἀρταφρένην φησὶ, περὶ οὗ παρακατιὼν λέγει “φρένες γὰρ αὐτοῦ θυμὸν οἰακοστρόφουν,” ἐτυμολογῶν αὐτοῦ τὸ ὄνομα. |
| Pers 766 [5] | Ἀρταφρένης γὰρ ἐξ ἐτυμολογίας λέγεται ὁ τὰς φρένας ἔχων ἀρτίας καὶ ἀκεραίας. A. παῖς] Ἀρταφρένης. τόδ’ ἔργον] τὸ βασιλεύειν. ἤνυσε] κατώρθωσε. B. φρένες γὰρ] ἤγουν μετὰ συνέσεως πᾶν τὸ τῆς ψυχῆς αὐτοῦ βούλημα ἐξετέλει. |
| Pers 767 | οἰακοστρόφουν] ἐκυβέρνων. B. Κῦρος] ἰστέον ὅτι Κῦρος ἐκαλεῖτο παρὰ Πέρσαις πατὴρ ὡς προνοούμενος καὶ φροντίζων ἐκείνων· ὁ δὲ Δαρεῖος κάπηλος ὡς φιλοχρήματος. |
| Pers 768 | P. πᾶσιν εἰρήνην] τελείως γὰρ οὗτος τὰ τῆς βασιλείας κατέστησε πράγματα, ὡς μηδένα ἔχειν τὸν ἀνθιστάμενον. |
| Pers 769 | B. ἤλασε] ἐκτήσατο. |
| Pers 771 | B. ἤχθηρεν] ἐμίσησεν. |
| Pers 772 | ὡς] ἐπεί. B. Κύρου δὲ παῖς] Κύρου δὲ υἱὸς ὁ Καμβύσης, ἀδελφὸς δὲ, κατὰ Ἑλλάνικον, Μαρφίου καὶ Μέμφιδος. |
| Pers 773 | A. παῖς] ὁ Καμβύσης. B. πέμπτος δὲ Μάρδος] ἡ γραφὴ ἡμάρτηται. |
| Pers 774 [30] | τὸν γὰρ ἐπιθέμενον τῇ Καμβύσου ἀρχῇ μάγον ὄντα οὐδεὶς Μάρδον εἶπεν, οὔτε γένος οὔτε ὄνομα. μήποτε οὖν γραπτέον, Μάρδις αἰσχύνη πάτρᾳ· μάγος γὰρ ἦν ὁ τῆς ἀρχῆς ἐπιλαβόμενος, ἢ ἴσως ὁμώνυμος ὑπεκρίνετο εἶναι Μάρδῳ τῷ τοῦ Κύρου παιδὶ, ἀδελφῷ δὲ Καμβύσου. αἰσχύνη δὲ πάτρᾳ εἶπεν, ὅτι μάγος ὢν ἐπέσπασε τὴν τῶν Περσῶν ἀρχὴν εἰς μάγους. ἐπειδὴ γὰρ οἱ Πέρσαι πάντα τῇ βουλῇ τῶν μάγων διεπράττοντο, ὁ Καμβύσης ἤδη πρὸς ἐκστρατείαν ἀπαίρων τοὺς αὑτοῦ μάγους δύο ὄντας ἐν τοῖς βασιλείοις κατέλιπεν, οἳ τῇ ἐρημώσει τῶν τῆς πόλεως ἀνδρῶν ἦρξαν τῆς βασιλείας, Ἀρταφρένης δὲ καὶ Δαρεῖος, οὐχ ὁ τοῦ Ξέρξου πατὴρ, ἀλλ’ ἕτερος καὶ ἄλλοι τινὲς φίλοι αὐτῶν τῆς ἀρχῆς αὐτοὺς κατεβίβασαν. καταγαγόντες δὲ αὐτοὺς ἤριζον περὶ τῆς βασιλείας. οἱ μὲν οὖν ἄλλοι ταύτην λαβεῖν ἀπείπαντο, φήσαντες ἐλευθέρους ἑαυτοὺς εἶναι βούλεσθαι, καὶ μήτ’ ἄρχειν μήτ’ ἄρχεσθαι καὶ ἀπολαύειν τῶν τῆς ἀρχῆς δεινῶν. Ἀρταφρένης δὲ καὶ Δαρεῖος ἆθλον ἔθεντο τὸ μεθ’ ἵππων δραμεῖν, οὕτινος δ’ ἵππος ἐπὶ τὴν νύσσαν ἐλθὼν χρεμετίσειε, πάντως αὐτὸς καὶ τῆς ἀρχῆς ἐπιλάβηται. ὁ οὖν Δαρεῖος τῷ ἱπποκόμῳ αὑτοῦ τὰ περὶ τούτου ἀνεκοινώσατο. οὗτος δὲ χιτῶνα λαβὼν καὶ τῷ τῆς θηλείας ἐπιτρίψας μορίῳ δέδωκεν αὐτῷ ἐπειπὼν, ἣν δ’ ἂν ὥραν ὁ ἵππος τῇ νύσσῃ προσεγγίσῃ, τηνικαῦτα στήσας αὐτὸν τῷ μυκτῆρι αὐτοῦ τὸν χιτῶνα προσάγαγε, καὶ οὗτος τῆς ὀσμῆς τῆς θηλείας αἰσθανθεὶς χρεμετίσει. ὃ καὶ πεποίηκε καὶ τὸ κράτος νικήσας τῆς ἀρχῆς ἐπελάβετο. Ἄλλως. τινὲς δὲ οὕτω φασὶ γενέσθαι, ὅτι κατὰ τὸν καιρὸν τῆς νυκτὸς ὁ ἱπποκόμος ἐν τῷ καμπτῷ φοράδα στήσας διῆγε τὸν ἵππον καὶ συνουσιάζετο. οὗτος δὲ καὶ κατὰ τὴν ἡμέραν ἐν τῷ καιρῷ τοῦ ἄθλου ἐκεῖσε γεγονὼς τῆς θηλείας ἐμνήσθη, καὶ οὕτως ἐχρεμέτισε. A. Ἄλλως. Μάρδος τὴν ἀρχὴν τῶν Περσῶν οὐκ ἦρξεν· ἀλλὰ τὰ ἀντίγραφα ἔσφαλαν. ἀντὶ γὰρ τοῦ Μάρδις ἔγραψε Μάρδος· τῷ ὀνόματι γὰρ τῷ ὁμωνύμῳ ὑπεκρίνετο ἴσως ὁ μάγος· ὁ δὲ Μάρδος ἦν ἀδελφὸς τοῦ Καμβύσου, ὃς Μάρδος προσταγῇ τοῦ ἀδελφοῦ ἀνῃρέθη διά τινα μῆνιν. O. θρόνοισί τ’ ἀρχαίοισι] ἤγουν τῇ ἀρχαίᾳ τῶν Περσῶν βασιλείᾳ. |
| Pers 775 | B. χρέος] τὸ φονεῦσαι αὐτόν· ὤφειλον γὰρ τῷ Ἀρταφρένῃ, ὡς φίλοι, πρὸς πάνθ’ ὑπηρετεῖν αὐτῷ. |
| Pers 777 | B. κἀγὼ πάλου δ’ ἔκυρσα τοῦπερ] κακῶς τοῦτο εἶπε. |
| Pers 779 [5] | μετὰ γὰρ τὴν τῶν μάγων καθαίρεσιν Δαρεῖος ὁ μέγας ἦρξεν, ὅτε οἱ ἑπτὰ στρατηγοὶ τοῦ Καμβύσου ὤμοσαν ἀναιρεθῆναι τὸν μάγον τὸν ὑποκρινόμενον τῷ ὀνόματι Μάρδου. A. κἀγὼ πάλου δ’ ἔκυρσα] τοῦ κλήρου ἐπέτυχον. B. πόλει] τοῖς Σούσοις. |
| Pers 781 | B. ἐπιστολὰς] καὶ παραινέσεις καὶ συμβουλάς. |
| Pers 783 | B. εὖ γὰρ] καλῶς γινώσκετε τοῦτο, ὦ ἐμοὶ ξυνήλικες Πέρσαι, ὅτι ἅπαντες ἡμεῖς οἳ κράτη κατέσχομεν, ἤγουν οἱ προτοῦ βασιλεύσαντες, οὐκ ἂν ἐφάνημεν βλάψαντες τοσαύτην βλάβην τῶν Περσῶν, ὅσην νῦν ὁ Ξέρξης ἐποίησε. |
| Pers 784 | A. καταστρέφεις] καθιστᾷς. |
| Pers 787 | B. λόγων τελευτὴν] ἤγουν εἴς τι τῶν σῶν λόγων τέλος καθιστᾷς. |
| Pers 788 | ἐκ τούτων] ὧν λέγεις. ἔτι] εἰς τὸ ἑξῆς. B. πλεῖον ᾖ] μήδ’ εἰ πλείονα τῆς τῶν Περσῶν στρατιᾶς κτήσεσθε. |
| Pers 791 | B. αὐτὴ γὰρ ἡ γῆ] αὐτὴ γὰρ ἡ Ἑλλὰς συμμαχεῖ ἐκείνοις τοῖς Ἕλλησι διὰ τὸ αὐτοὺς μὲν τρέφειν ἐν τοῖς οἰκείοις καρποῖς τοὺς ὑπερπώλους καὶ πολυΐππους, ἤγουν τοὺς Πέρσας· ἢ τοὺς ὑπερκόμπους καὶ ἀλαζόνας φθείρουσα ἐν λιμῷ. |
| Pers 792 [5] | P. αὐτὴ γὰρ ἡ Ἑλλὰς ἡ Ἀτθὶς συμμαχεῖ ἐκείνοις τοῖς Ἕλλησι, διὰ τὸ μὴ ἔχειν καρποὺς αὐτάρκεις, ὥστε τοὺς ἐναντίους ἀποτρέπεσθαι. ἡ γῆ, φησὶ, κτείνουσα λιμῷ τοὺς πολυΐππους Πέρσας. A. ἡ γῆ] ἡ Ἑλληνική. B. κτείνουσα λιμῷ] σίτου γὰρ σπάνιν καὶ τῶν ἄλλων ἀναγκαίων ἔχει. |
| Pers 794 | B. εὐσταλῆ καὶ λεκτὸν] εὐσύνοπτον καὶ ἐκλελεγμένον. |
| Pers 795 | B. ἀλλ’ οὐδ’ ὁ μείνας] ἀλλ’ οὐδ’ ὁ καταλειφθεὶς στρατὸς τῷ Μάρδονι, αἱ τριάκοντα μυριάδες, ὑποστρέψουσιν εἰς τὴν πατρίδα, καὶ πῶς, λέγουσιν, ἀποστεῖλαι πάλιν ἕτερον στρατόν; τοῦτο δὲ εἶπε, τὴν πάντων σημαίνων ἀπώλειαν τῶν Περσῶν. |
| Pers 796 [5] | ὁ γὰρ Μάρδων ἐπελέξατο λʹ μυριάδας, τὸ ἔκκριτον μέρος τοῦ στρατοῦ, ἃς ἐπ’ ἐλπίσι κεναῖς ὁ Ξέρξης κατέλειψεν. A. ὁ μείνας] μετὰ Μαρδονίου. B. παῦροι] ὀλίγοι. |
| Pers 800 | B. χρὴ θεσφάτοισιν ἐς τὰ νῦν πεπραγμένα βλέψαντα] ἀφ’ ὧν ταῦτα ἐτελέσθη, κἀκεῖνα συμβῆναι στοχάζομαι. |
| Pers 801 | A. θεσφάτοισιν] τοῖς πάλαι περὶ ταύτης τῆς ἥττης δοθεῖσί μοι χρησμοῖς. B. συμβαίνει γὰρ οὐ τὰ μὲν, τὰ δ’ οὒ] οὐ γὰρ τὰ μὲν τοῖς ἀνθρώποις συμβαίνει, τὰ δ’ οὒ, ἀλλὰ πάντα ὅσα βροτοῖς παθεῖν πέπρωται ἐπισυμβαίνει αὐτοῖς. |
| Pers 802 [5] | Ἄλλως. εἰ γὰρ τὰ μὲν συμβαίνει ἀφ’ ὧν ταῦτα ἐτελέσθη, κἀκεῖνα συμβήσεται. “οὐχὶ τινὰ μὲν συμ“βαίνει ἐκ θελήματος τῶν θεῶν, τὰ δὲ οὒ,” ἀλλ’ ὅσα ὑπὸ θεῶν διιθύνονται βουλεύματα τῶν ἀνθρώπων, τελειοῦται, ὅσα δὲ οὒ, οὐ τελειοῦται. τοῦτο δὲ εἶπε διὰ τοὺς χρησμοὺς τοὺς κειμένους μὴ ἀπελθεῖν εἰς Ἑλλάδα. A. κεἴπερ τάδ’ ἐστὶ, πλῆθος ἔκκριτον] καὶ ἐάν περ τάδε τὰ πεπρωμένα ἀληθῆ τυγχάνωσι, λείπει καὶ τὸ ἔκκριτον πλῆθος τοῦ βαρβάρου στρατοῦ, ἀντὶ τοῦ οἴχεται καὶ θνήσκει. |
| Pers 803 [5] | εἶτα ἐξ οὐδετέρου πρὸς ἀρσενικὸν τὸν λόγον ἔτρεψεν, εἰπὼν, πεπεισμένος οὗτος ὁ στρατὸς ἐν κεναῖς ἐλπίσι. πέπρωται γὰρ αὐτὸν ἐκεῖ θανεῖν. ἢ λείπει καὶ ἀφίησιν ὁ Ξέρξης ἐν Ψυτταλείᾳ τὸ τοῦ στρατοῦ ἔκκριτον πλῆθος, πεπεισμένος ματαίαις ἐλπίσι. A. κεἴπερ τάδ’ ἐστὶ] ἤγουν εἴπερ τοῦτο οὕτως ἔχει, ὡς πάντα τὰ τῶν χρησμῶν πληροῦται. B. λείπει] καταλιμπάνει ὁ Ξέρξης ἐκεῖσε. |
| Pers 804 | κεναῖσιν ἐλπίσιν] ματαίαις ἐλπίσιν ὡς ἂν διὰ τοῦ πεζοῦ τὴν Ἑλλάδα χειρώσηται. B. μίμνουσι δ’ ἔνθα] ὁ Ἀσωπὸς τὸ πίασμα καὶ λίπασμα ἢ πότισμα προσφιλὲς τῇ Βοιωτῶν χθονὶ καὶ τῇ γῇ, ἄρδει τὸ πεδίον καὶ τὴν γῆν, ἀντὶ τοῦ, ἔνθα ὁ Ἀσωπὸς λιπαίνει τὴν Βοιωτίαν. |
| Pers 805 | A. φίλον πίασμα] προσφιλὲς τοῖς ἐκεῖσε πότισμα. |
| Pers 806 | B. οὗ σφιν κακῶν ὕψιστα] τὴν ἐν Πλαταιαῖς πεζομαχίαν φησὶν, ἣν πρὸς τοὺς Λάκωνας συγκροτήσαντες οἱ βάρβαροι κατὰ κράτος ἡσσήθησαν. |
| Pers 807 | P. ὕβρεως] τῆς κατὰ τῶν ἱερῶν καὶ τῶν ἄλλων. |
| Pers 808 | ἄποινα] ἀμοιβάς. κἀθέων φρονημάτων] ἐπειδὴ ἀσεβὲς φρόνημα εἶχον, ἅτε ἱερὰ ἐμπιμπρῶντες καὶ τοὺς τάφους ἀνασκευάζοντες. γράφεται καὶ δωρημάτων, ἤγουν ἃ ἀθέως τῇ Ἑλλάδι ἐπήγαγον. B. συλᾶν] πορθεῖν καὶ ἀφανίζειν. |
| Pers 810 | B. ἄϊστοι] ἀφανεῖς. |
| Pers 811 | ἱδρύματα] κατοικίαι. B. φύρδην] ὁμοῦ. |
| Pers 812 | B. κοὐδέπω κακῶν] ἡ τῶν κακῶν οὖν κρηπὶς καὶ ὑποβάθρα καὶ θεμέλιος καὶ ὁ ἐσμὸς οὐδέπω ὑπέστη καὶ εἰς τέλος κατήντησεν, ἀλλ’ ἔτι ἐκπαιδεύεται καὶ αὔξεται τὰ δεινά. |
| Pers 814 | A. κρηπὶς] στάσις καὶ τέλος. |
| Pers 815 | ἐκπαιδεύεται] εἰς παιδείαν ἐκείνων αὐξάνεται τὰ κακά. B. πέλανος] ῥύπος. |
| Pers 816 | B. Δωρίδος] τῆς Πελοποννησιακῆς. |
| Pers 817 [5] | B. θῖνες δὲ νεκρῶν] οἱ θῖνες δὲ καὶ οἱ σωροὶ τῶν νεκρῶν καίπερ φωνὴν μὴ ἔχοντες δείξουσι καὶ τῇ τρίτῃ γενεᾷ τὰ τῶν Περσῶν πτώματα, τουτέστιν ὅτι καὶ ἂν τρεῖς γενεαὶ παρέλθωσιν, τὰ δὲ τῶν νεκρῶν καὶ ἔτι παραμενοῦσι πτώματα, διὰ τὸ ἄπειρα εἶναι μὴ ἰσχύσαντος τοῦ χρόνου ἀφανίσαι αὐτά. |
| Pers 818 | A. θῖνες] οἱ σωροί. τριτοσπόρῳ γένει] τρίτῃ γενεᾷ. B. ἄφωνα] οὐκ ἐκ λόγων, ἀλλ’ ἐκ μόνης τῆς θέας. |
| Pers 819 | σημανοῦσιν] δηλώσουσι. B. ὡς οὐχ ὑπέρφευ] σοβαρῶς οὐ χρὴ φρονεῖν ἄνθρωπον ὄντα τινά. |
| Pers 820 [5] | ἡ γὰρ κενοδοξία καὶ ἡ τῶν θεῶν καταφρόνησις ἐξανθοῦσα γεννᾷ στάχυν βλάβης, ὅθεν θρήνου ἄξιον θέρος θερίζει ὁ τὴν τῶν θεῶν ἐνδεικνύμενος ὕβριν καὶ καταφρόνησιν. A. ὑπέρφευ] ἄγαν καὶ μεῖζον ἀνθρώπου. B. ὕβρις] ἀλαζόνεια καὶ ἀσέβεια. |
| Pers 821 | B. ἐξαμᾷ] θερίζει. |
| Pers 822 | B. τῶνδε] ὧν ἐποίησαν καθ’ ἱερῶν καὶ τῶν ἄλλων. |
| Pers 823 | B. Ἑλλάδος τε] μηδέ τις ὑπερφρονήσας καὶ παραβλεψάμενος τὴν προσοῦσαν αὐτῷ εὐτυχίαν, ὡς μείζονος ἐρασθεὶς δόξης, ἐκχέῃ καὶ φθείρῃ ὃν τὸ πρὶν εἶχεν ὄλβον μέγιστον. |
| Pers 824 | A. ὑπερφρονήσας] καταφρονήσας, παριδών. |
| Pers 825 | τὸν παρόντα δαίμονα] τὴν παροῦσαν νῦν Περσαῖς δυστυχίαν. B. ἄλλων] πραγμάτων. |
| Pers 826 | ὄλβον] τὴν εὐδαιμονίαν ἣν εἶχε. B. εὔθυνος] δικαστής. |
| Pers 828 [5] | A. εὔθυνος] τιμωρός. B. πρὸς ταῦτ’ ἐκεῖνον] πρὸς ταῦτα ὑμεῖς οἱ κεχρημένοι τῇ σωφροσύνῃ, ἢ οἱ χρῄζοντες καὶ θέλοντες σωφρονεῖν, πινύσκετε καὶ συνετίζετε καὶ σωφρονίζετε ἐκεῖνον τὸν Ξέρξην ἐν συνετοῖς νουθετήμασιν, ὥστε λῆξαι καὶ παύσασθαι θεοβλαβοῦντα καὶ τὴν ἐκ τῶν θεῶν βλάβην πάσχοντα διὰ τῆς κενοδοξίας. |
| Pers 829 [10] | ἢ κεχρημένον ἀντὶ τοῦ χρείαν ἔχοντα καὶ ἄξιον ὄντα σωφρονεῖν. A. ἐκεῖνον] τὸν Ξέρξην. κεχρημένοι] εἰς τὸ κεχρημένοι ὑποστίξας ἀντὶ τοῦ χρῄζοντες νοήσεις. εἰ δὲ συνάψεις τοῦτο πρὸς τὸ εὐλόγοις νουθετήμασιν, ἀντὶ τοῦ χρησάμενοι, ὅθεν καὶ πρὸς τὸ λῆξαι ὥστε ἔξωθεν λάβῃς. B. πινύσκετ’] νουθετεῖτε. |
| Pers 830 | B. θεοβλαβοῦντ’] ἐκ θεῶν βλαπτόμενον, ἢ βλάπτοντα τοὺς θεούς. |
| Pers 831 [5] | B. πάντα γὰρ] ὑπὸ τοῦ ἄλγους τῶν ἐπελθόντων τῷ Ξέρξῃ κακῶν πάντα τὰ μέρη τῶν ποικίλων ἐσθημάτων αὐτοῦ στημορραγοῦσι, καὶ μετὰ τῶν στημόνων αὐτῶν διαρρέουσιν ἐν τῷ σώματι αἱ λακίδες καὶ διασχίσεις, τουτέστιν ὑπὸ τῆς θλίψεως διέρρηξε τὰ ἱμάτια αὐτοῦ ὁ Ξέρξης. |
| Pers 834 | A. λακίδες] σχίσματα. |
| Pers 835 | B. στημορραγοῦσι] διαρρήνυνται. |
| Pers 836 | B. ὑμεῖς δὲ πρέσβεις] πρὸς τὸν χορόν φησιν ὁ Δαρεῖος ὅτι ἐγὼ μὲν ἄπειμι κάτω εἰς τὸν Ἅιδην· ὑμεῖς δὲ, ὦ γεραιοὶ, χαίρετε, ἐν κακοῖς μὲν ὄντες, ὅμως δὲ χαίρετε, ψυχῇ διδόντες ἡδονήν. |
| Pers 840 [5] | ἤγουν θύοντες ἐμοὶ καὶ τὴν ἐμὴν ψυχὴν ἡδύνοντες διὰ τῶν θυσιῶν, τοῖς γὰρ θανοῦσι θυσία μόνη ἐστὶ προσδεκτέα, πλοῦτος δὲ οὐδὲν ὠφελεῖ. A. ἐν κακοῖς] ὄντες. B. χρήματ’] πλοῦτος. |
| Pers 842 | B. ἦ πολλὰ] ὁ χορὸς ἀκούσας ἀπὸ τοῦ Δαρείου ἃ μέλλουσι καὶ ἔτι παθεῖν οἱ Πέρσαι κακὰ, φησὶν, ὄντως ἤλγησα ἀκούσας τοῖς Πέρσαις πολλὰ πήματα καὶ παρόντα καὶ μέλλοντ’ ἔτι, ἢ ἃ νῦν πάσχουσι καὶ ἃ μέλλουσιν ἔτι αὐτοῖς ἐπελθεῖν. |
| Pers 843 | A. ἀτιμίαν] διάρρηξιν. |
| Pers 847 | B. ἀμπέχει] περικαλύπτει. |
| Pers 848 | B. οὐ γὰρ τὰ φίλτατ’] οὐ γὰρ τοὺς ἐμοὶ φιλτάτους ἐν ταῖς αὐτῶν ἀνάγκαις προδώσω καὶ παραβλέψομαι. |
| Pers 851 | A. ὦ πόποι] θαυμαστικῶς σύγκρισιν ποιεῖται τῶν ἐπὶ Δαρείου εὐτυχημάτων πρὸς τὰ νῦν κακὰ, καί φησιν, ὄντως μεγάλης βιοτῆς, ἀγαθῆς τε πολισσονόμου, καὶ τὴν πόλιν καλῶς νεμούσης καὶ διευθετούσης, ἐτύχομεν ἐπὶ τοῦ Δαρείου. |
| Pers 852 | A. πολισσονόμου] καλλίστης ὑπαρχούσης πολιτικῆς. |
| Pers 853 | B. ἐπεκύρσαμεν] ἐπετύχομεν. |
| Pers 853bis | B. εὖθ’ ὁ γεραιὸς] εὖτε καὶ ὁπηνίκα ἦρχε καὶ ἐβασίλευε τῆς ἡμετέρας χώρας ὁ Δαρεῖος, ὁ ἄμαχος βασιλεὺς, ὁ ἱσόθεος, ὁ πανταρκὴς καὶ εἰς πάντας ἀρκῶν καὶ εὐεργετῶν καὶ διευθετῶν καὶ διέπων καλῶς, καὶ παντάπασι δίκαιος γενόμενος. |
| Pers 854 [5] | A. τὸ εὖτε εἰ μὲν ἄνω συνάψεις, ἐπεκύρσαμεν γράψεις· εἰ δὲ κάτω, ἀπεκύρσαμεν γράψεις, οὗ δὴ στίξας ἀρξάμενος ἀπὸ τοῦ εὖτε ὑποστίξεις πρὸς τὸ χώρας. B. πανταρκὴς] ὁ παντὶ βοηθῶν. |
| Pers 855 | P. ἀκάκης ἄμαχος] πρᾷος, εἰρηνικός. ἢ ὁ μὴ κάκην καὶ δειλίαν ἔχων. B. πρῶτα μὲν εὐδοκίμου] περιβόητοι ἦμεν ἐκ πολέμου πανταχοῦ τροπαιουχοῦντες· οἱ δὲ δημωφελεῖς δῆμοι πάντα τὰ νόμιμα ἐπολιτεύοντο. |
| Pers 858 [10] | O. πρῶτα μὲν καὶ πρωτοτύπως ἀπεφαινόμεθα στρατιᾶς εὐδοκίμου, ἤτοι περιβοήτου καὶ τροπαιοφορούσης, τουτέστι διὰ στρατιᾶς, κατὰ πόλεμον εὐδοκιμοῦμεν καὶ ἐπεύθυνον, ἤγουν κατὰ τὸ εὐθὺ ἐξήγοντο καὶ ἐπλατύνοντο, πάντα τὰ νόμιμα τῶν πυργουμένων καὶ τετειχισμένων πόλεων· καὶ ὡρμῶμεν κατὰ τὰ νενομισμένα ἔθη ταῖς πόλεσι ταῖς πορθουμέναις, οὐ τεμένη πορθοῦντες, οὐ τάφους ἀνασπῶντες, ὡς Ξέρξης ἐτόλμησε ποιῆσαι. λέγεται δὲ καὶ πύργινα νόμιμα τὰ πυργοῦντα καὶ συνιστῶντα τὰς πόλεις. A. ἀπεφαινόμεθ’] τὸ ἀπό πρὸς τὸ εὐδοκίμου σύναπτε, ἵν’ ᾖ, ἀπὸ τῆς εὐδοκίμου στρατιᾶς ἐφαινόμεθα καὶ ἔκδηλοι πᾶσιν ἦμεν τὰ ἐς πολέμους. νόμιμα] οἱ νόμοι. B. τὰ πύργινα πάντ’] τὰς πόλεις πάσας. |
| Pers 859 | ἐπεύθυνον] διῴκουν. B. νόστοι] αἱ ὑποστροφαί. |
| Pers 861 | B. ὅσας δ’ εἷλε πόλεις] τοῦτο θαυμαστικῶς φησιν ὅτι τῇ ἀρετῇ Ἕλληνας ὑπέταξε Δαρεῖος, ἀλλ’ οὐκ ἀνάγκῃ. |
| Pers 864 | A. ὅσας] πολλάς. εἷλε] ἔλαβε. B. οὐ διαβὰς] καὶ οὐ διελθών. B. οὐδ’ ἀφ’ ἑστίας συθεὶς] σκληροτέρα ἡ συναλοιφὴ ποταμοῦδ’ ἀφ’ ἑστίας, οἷόν ἐστι τὸ τοῦ ἕνεκα τοὔνεκα. |
| Pers 865 [5] | A. τὸ τέλειον ἦν ποταμοῦ οὐδ’ ἀφ’ ἑστίας· ὧδε δὲ ἐκβληθέντος τοῦ υ καὶ κραθέντος τοῦ ο καὶ τῆς ου διφθόγγου εἰς τὴν ου δίφθογγον, ποτάμ’ οὐδ’ ἀφ’ ἑστίας γίνεται ὑπερβιβασμῷ τοῦ τόνου, ὡς καὶ τὸ τοῦ ἕνεκα, τούνεκα. P. συθεὶς] ὁρμηθείς. B. οἷαι Στρυμονίου πελάγους] οἷαί εἰσιν αἱ Ἀχελωΐδες νῆσοι τοῦ Στρυμονίου πελάγους αἱ πάροικοι τῶν Θρῃκίων ἐπαύλων, ἤγουν τῆς Θρᾴκης. |
| Pers 868 [5] | A. Ἀχελωΐδες] παραθαλάσσιοι. Ἀχελῷος γὰρ τὸ ὕδωρ κατὰ γλῶσσαν. πάροικοι] πλησιόχωροι. B. ἐπαύλων] κατοικήσεων. |
| Pers 870 | B. λίμνας τ’ ἔκτοθεν] ἤγουν αἱ ἔξωθεν θαλάσσης. |
| Pers 871 [10] | εἶτα παρακατιὼν ἐφερμηνεύων φησὶν ὅτι ἐκείνας λέγει αἳ κατὰ τὴν χέρσον ἐλαύνουσαι τὸν πύργον, ἤγουν ὡς ἐπὶ τὸ πλεῖστον τῇ χέρσῳ πλησιάζονται, τούτου τοῦ ἄνακτος ὑπήκοοι, ἤγουν τοῦ Δαρείου, αὐχώμεναι, ἤτοι αὖχος αὐτὸν καὶ καύχημα ἔχουσαι, περὶ τὸν εὐρὺν πόρον τῆς Ἕλλης· ὡς μέχρι Ὑπερβορέων παρατεινούσης τῆς τῶν Περσῶν ἀρχῆς. O.P. λίμνας] θαλάσσης. ἔκτοθεν] καὶ αἱ ἔξω τῆς θαλάσσης, ὅσαι εἰσὶ μεσήπειροι, ὡς καὶ μέχρι Ὑπερβορέων παρατεινάσης τῆς ἀρχῆς τῶν Περσῶν. B. περὶ πύργον] περὶ τεῖχος. |
| Pers 872 | B. τοῦδ’ ἄνακτος ἄϊον] τῷ Δαρείῳ ὑπήκουον. |
| Pers 873 | A. τοῦδ’ ἄνακτος] τοῦ Δαρείου. ἄϊον] ἤκουον. B. εὐχόμενοι] φημιζόμεναι. |
| Pers 874 [5] | B. μυχία τε Προποντὶς] ἀπὸ κοινοῦ τὸ οἷαί εἰσιν αἱ περὶ τὸν Ἑλλήσποντον τὴν οἴκησιν ἔχουσαι, ἡ Προποντίς τε, ἤτοι τοῦ Εὐξείνου πελάγους, ἡ μυχία καὶ ἡ ἐν μυχοῖς τοῦ Ἑλλησπόντου κειμένη· καὶ τὸ στόμα τοῦ πόντου, ἤγουν ὁ Βόσπορος· οὗτος γὰρ στόμα πόντου λέγεται. |
| Pers 875 | A. μυχία] βαθεῖα· ἢ ἐν τῷ μυχῷ τοῦ Ἑλλησπόντου κειμένη. B. νᾶσοί θ’ αἱ] νῆσοί τε· ἀπὸ κοινοῦ τὸ οἷαί εἰσιν, αἵτινες περίκλυστοι καὶ ὑπὸ τῆς θαλάσσης κλυζόμεναι κατὰ τὸν Εὔξεινον πόντον (τοῦτον γὰρ πρῶνα ἅλιον λέγει) ὑποτασσόμεναι καὶ προσκαθήμεναι τῇ ἡμετέρᾳ γῇ. |
| Pers 878 [5] | A. μετὰ] κατά. πρῶν’] ἐξοχήν. B. τᾷδε γᾷ] τῇ περὶ τὸν Ἑλλήσποντον. |
| Pers 881 | προσήμεναι] προσκαθήμεναι. B. Λέσβος] Λέσβος πόλις Αἰολική. |
| Pers 883 [15] | μητρόπολις δὲ τῶν Αἰολικῶν πόλεων, περίμετρον ἔχουσα θʹ σταδίων μεταποιουμένη τῆς Ὀρφέως κεφαλῆς. ἐκεῖ γάρ φασιν μετὰ θάνατον αὐτὴν λαλοῦσαν προσενεχθῆναι· τοῦτο δὲ ἐμυθεύθη διὰ τὸ ἀρίστους ἐκεῖ καὶ μετὰ Ὀρφέως γενέσθαι ἄνδρας λογίους, ὧν ἦν καὶ Ἀρίων ὁ Μηθυμναῖος καὶ Πιττακὸς καὶ ὁ ποιητὴς Ἀλκαῖος καὶ ἡ Σαπφὼ, θαυμαστόν τι, φασὶ, γυναικὸς χρῆμα· πρὸς ἣν οὐδεμία γυνὴ ἐφάμιλλος εἰς ποιήσιν ἦν. ἦν δὲ πεντάπολις ἡ Λέσβος, ἔχουσα τῶν εʹ τὴν Λέσβον, ἀφ’ ἧς ἡ νῆσος Λέσβος ἐλέγετο, ἐκ τοῦ μέρους λαχοῦσα τὸ ὄνομα, ὥσπερ καὶ νῦν Μιτυλήνη λέγεται ἡ αὐτὴ ἀπὸ πόλεως ὁμωνύμου μιᾶς ἐκείνων τῶν εʹ· τῷ δὲ αὐτῷ λόγῳ καὶ Λυκόφρων αὐτὴν Ἴσσαν ἐκάλεσε· μία γὰρ καὶ ἡ Ἴσσα τῆς αὐτῆς πενταπόλεως. O. οἵα Λέσβος] μεταβέβηκεν εἰς τὸ Αἰγαῖον πέλαγος. ἡ γὰρ Λέσβος ἐν τῷ Αἰγαίῳ ἐστὶν, ὁμοίως καὶ ἡ Σάμος. A. Λέσβος] νῆσος· ἤγουν ἡ Μιτυλήνη. B. Τήνῳ τε] καὶ ἡ Ἄνδρος νῆσος ἡ συνάπτουσα τῇ νήσῳ Τήνῳ καὶ συνημμένη αὐτῇ καὶ ἀγχιγείτων ταύτης τυγχάνουσα. |
| Pers 886 | A. συνάπτους’] πλησιάζουσα. B. καὶ τὰς ἀγχιάλους μεσάγκτους] τὰς ἄγχι τῆς θαλάσσης κειμένας καὶ πρὸς τὸν αἰγιαλόν. |
| Pers 888 | A. ἐκράτυνε] ἐδέσποζε. |
| Pers 889 | μεσάκτους] ἐπειδὴ τὰ κύκλῳ τῶν νήσων ἀκταί εἰσι, διὰ τοῦτο μεσάκτους τὰς νήσους καλεῖ. B. Κυπρίας] τὰς ἐν τῇ Κύπρῳ. |
| Pers 892 | B. Σαλαμῖνά τε] Σαλαμῖνα τὴν ἐν Κύπρῳ φησίν· ἧς ἡ μητρόπολις ἡ ἐν τῇ Ἀττικῇ δηλαδὴ νῆσος Σαλαμὶν αἰτία ἐστὶ τῶνδε τῶν στεναγμάτων. |
| Pers 894 [5] | ἄποικοι γάρ εἰσιν οἱ ἐν Κύπρῳ Σαλαμίνιοι τῶν ἐν τῇ Ἀττικῇ· φασὶ γὰρ ὅτι τοῦ Αἴαντος αὐτόχειρος σφαγέντος ἐν Τροίᾳ ὁ Τεῦκρος ὁ αὐτοῦ ἀδελφὸς ἐν τῇ Σαλαμῖνι τῇ αὐτοῦ πατρίδι κατελθὼν οὐκ ἐδέχθη τῷ πατρὶ αὐτῶν Τελαμῶνι, ἀλλ’ ἐδιώχθη ἀπὸ τῆς Σαλαμῖνος, ὡς μὴ τὸν ἀδελφὸν αὐτοῦ κωλύσας σφαγιασθησόμενον ὑφ’ αὑτοῦ. κατελθὼν οὖν ἐν τῇ Κύπρῳ ἐδείματο πόλιν καὶ ταύτην ἐκάλεσε Σαλαμῖνα ἐπ’ ὀνόματι τῆς ἐν Ἀττικῇ. A. ματρόπολις] αἱ Ἀθῆναι. |
| Pers 895 | B. στεναγμάτων] τὸ νῦν πρὸς τὸ στεναγμάτων σύναπτε. |
| Pers 896 | B. εὐκτεάνους] πλουσίας. |
| Pers 897 [5] | τινὲς κατὰ κλῆρον τὸν Ἰόνιον, ἤτοι τὰς κλῆρον καὶ λάχος ἐχούσας τὸν Ἰόνιον κόλπον. τινὲς δὲ τὸ εὐκτεάνους κατὰ κλῆρον ἀντὶ τοῦ κατὰ πλοῦτόν φασιν. P. νήσους ἢ πόλεις. B. κλῆρον] θέσιν. B. ἐκράτυνε] ἐδέσποζε. |
| Pers 900 | B. σφετέραις] ἰδίαις. B. ἀκάματον] θαυμαστὸν, μέγα. B. παρῆν] παρυπῆρχεν αὐτῷ, τῷ Δαρείῳ. B. τευχηστήρων] ὡπλισμένων. |
| Pers 902 | B. ἐπικούρων] βοηθῶν. B. νῦν δ’ οὐκ ἀμφιλόγως] νῦν δὲ πάλιν οὐκ ἀμφιβόλως, ἀλλ’ ἀληθῶς ταῦτα φέρομεν ἐν τοῖς πολέμοις, δηλαδὴ τὰς ἐπελθούσας ἡμῖν συμφορὰς, τὰς ἐκ θεοῦ τραπείσας πρὸς ἡμᾶς. |
| Pers 904 [5] | ἢ θεόθρεπτα, τὰ ἐκ θεῶν τρεφόμενα καὶ αὐξανόμενα δι’ ἡμᾶς. ἢ ὑπὸ θεῶν ἐνεχθέντα καὶ θεοῖς δόξαντα. A. θεόπρεπτα] θεόπεμπτα. |
| Pers 905 | B. δμαθέντες] δαμασθέντες. |
| Pers 906 | A. πλαγαῖσι] ὑπὸ τῶν Ἀθηναίων. |
| Pers 908 | B. ἰὼ, δύστηνος ἐγὼ] ὁ Ξέρξης ὑπομιμνησκόμενος τῶν ὅλων Περσῶν ὀλωλότων αἰσχύνῃ καὶ ἐλέῳ πιεζόμενος θρηνεῖ, λέγων, φεῦ τῆς στυγερᾶς καὶ μισητῆς ταύτης μοίρας κυρήσας καὶ ἐπιτυχὼν, κακοτελευτήτου καὶ εἰς κακὰ καταντησάσης. |
| Pers 909 [5] | A. στυγερᾶς] λυπρᾶς. μοίρας] δυστυχίας. B. ἀτεκμαρτοτάτης] ἀπροσδοκήτου. |
| Pers 910 | B. ὡς] λίαν. |
| Pers 911 | ὠμοφρόνως] ἀπηνῶς. ἐνέβη] ἐνέσκηψε. B. τήνδ’ ἡλικίαν] τοὺς γέροντας. |
| Pers 914 | B. εἴθ’ ὤφελε, Ζεὺς] ὑπομνησθεὶς ὁ Ξέρξης τῶν νέων ἀνδρῶν τῶν οἰχομένων ἐν Ἑλλάδι φησὶ ταῦτα, εἴθε ὤφελεν ὁ Ζεὺς κἀμὲ μετὰ τῶν φθαρέντων ἀνδρῶν κατακαλύψαι τῇ μοίρᾳ τοῦ θανάτου. |
| Pers 915 | A. τῶν οἰχομένων] τῶν φθαρέντων. |
| Pers 916 | B. καλύψαι] ἀφανίσαι. |
| Pers 917 [5] | B. ὀτοτοῖ, βασιλεῦ] ὁ χορὸς ἰδὼν τὸν Ξέρξην ὀδυρόμενον φησὶ πρὸς αὐτὸν, φεῦ, ὦ βασιλεῦ τῆς ἀγαθῆς δεξιᾶς καὶ τῆς μεγάλης τιμῆς τῆς τοῖς Πέρσαις νεμηθείσης καὶ τὰ Περσῶν διοικούσης καὶ διεπούσης καὶ διευθετούσης ἅπαντα, τοῦ κόσμου τε τῶν ἀνδρῶν, ἤτοι τῆς παρατάξεως καὶ τῆς στρατηγίας καὶ τῆς κατὰ λόγον κοσμήσεως καὶ εὐταξίας τῶν Περσῶν, οὓς νῦν ὁ δαίμων καὶ ἡ τύχη ἠφάνισεν. |
| Pers 918 | ἢ τοῦ κόσμου, ἀντὶ τοῦ τῆς νεότητος, περιφραστικῶς, τῶν νέων ἀνδρῶν καὶ γενναίων. A. στρατιᾶς] ἕνεκα. B. περσονόμου] τῆς νενομισμένης τοῖς Πέρσαις. |
| Pers 919 | B. κόσμου] ἕνεκα. |
| Pers 920 | B. δαίμων] ἡ τύχη. |
| Pers 921 | ἀπέκειρε] ἠφάνισε. B. γᾶ δ’ αἰάζει τὰν ἐγγαίαν] ἡ γῆ δὲ ἡ τῶν Περσῶν αἰάζει καὶ θρηνεῖ τὴν ἥβην καὶ τὴν ἡλικίαν τῶν Περσῶν τὴν ἐγγαίαν καὶ τὴν ἐγχώριον. |
| Pers 922 [10] | ἢ οὕτως, ἡ γῆ ἡμῶν τὴν ἔξω τῆς γῆς ἥβην σεσαγμένην ὑπὸ τοῦ Ἅιδου καὶ διὰ τὸν Ξέρξην κταμένην αἰάζει. ἢ τὴν ἀποκτανθεῖσαν ἐν τῷ Ξέρξῃ, τῷ σάκτορι καὶ τῷ πληρωτῇ τοῦ Ἅιδου. παρὰ τὸ σάττω τὸ ἐπιφορτίζω καὶ γεμίζω. δι’ αὐτὸν γὰρ ἀπέθανον οἱ Πέρσαι, καὶ αὐτὸς αἴτιος γέγονεν τοῦ θανεῖν αὐτοὺς καὶ ὑπὸ τὸν Ἅιδην γενέσθαι. A. ἢ οὕτως, ἡ γῆ ἡμῶν θρηνεῖ τὴν ὑπὸ γῆν κρυφθεῖσαν ἡλικίαν τῶν Περσῶν τῷ Ξέρξῃ ἀναιρεθεῖσαν τῷ τοῦ Ἅιδου πληρωτῇ. O.P. γαῖα] ἡ Περσίς. αἰάζει] θρηνεῖ. ἔγγαιον] ἐγχώριον. B. ἥβαν] ἡλικίαν. |
| Pers 923 | Ξέρξα] ὦ. κταμέναν] ἐκβληθεῖσαν. B. Ἅιδου σάκτορι] Ἄρει, δι’ οὗ πληροῦται ὁ Ἅιδης νεκρῶν. |
| Pers 923bis | ἢ σάκτορι ἀντὶ τοῦ φθορεῖ. B. πάνυ γὰρ φύστις] φύστις ἡ πεφυρμένη καὶ ἐπὶ γῆς πεσοῦσα. |
| Pers 926 [10] | λέγεται καὶ φύστις ἡ ἔκφυσις, γονή. τοῦτο δὲ διὰ μέσου. Ἀγδαβάται γὰρ, ὅ ἐστιν ἔθνος Περσῶν, ἐξέφθινται καὶ ἐφθάρησαν, πολλοὶ φῶτες, ἄνθος καὶ καλλώπισμα τῆς χώρας, τοξοδάμαντες καὶ τοῖς τόξοις τοὺς ἐναντίους δαμάζοντες, πάνυ φύστις καὶ ἔκφυσις καὶ γονὴ μυριὰς ἀνδρῶν, ἤτοι πολὺ γένος τῶν Περσῶν. τὸ δὲ γάρ παρέλκον. A. τοξοδάμαντες] πολεμικοί. φύστις μυριὰς] ἤγουν πολὺ ἀναβλαστῆσαν γένος ἀνδρῶν ἦσαν οἱ Ἀγδαβάται. B. ὥσπερ πύθω πύσω πύστις ἡ ἐξ ἀγγελίας μάθησις, οὕτω καὶ ἐκ τοῦ φύω φύσω φύστις ἡ φυὴ καὶ ἡ φύσις. P. ἐξέφθινται] ἐφθάρησαν. |
| Pers 927 | B. κεδνᾶς ἀλκᾶς] ἕνεκα τῆς ἀρίστης δυνάμεως τῶν Περσῶν. B. Ἀσία δὲ χθὼν] ἡ Ἀσία δὲ γῆ, ὦ βασιλεῦ, ἤτοι οἱ Πέρσαι πάντες ἐπὶ γόνυ κέκλινται, ἀντὶ τοῦ ὑπέκυψαν καὶ ἐφθάρησαν. |
| Pers 929 [5] | ἢ ἐπὶ γόνυ ἡ Ἀσίας γῆ πέπτωκεν, ὀλοφυρομένη οὓς ἀπώλεσε. λέγει δὲ τοὺς πολίτας. τινὲς δέ φασιν ἐπὶ γόνυ αἴας, ἤτοι κατὰ πρόσωπον τῆς γῆς. A. γαίας] γράφεται δὲ καὶ γαῖαν, καὶ συντάσσεται οὕτω· κέκλιται καὶ ἔκλινον τὸ γόνυ ἐπὶ τὴν γαῖαν. P. αἰνῶς] λίαν. |
| Pers 930 | B. ἐπὶ γόνυ κέκλιται] τεταπείνωται καὶ καταβέβληται, ἐκ μεταφορᾶς τῶν μὴ δυναμένων στῆναι διὰ πήρωσιν σκέλους. εἴληπται δέ εἰς παροιμίαν. B. ὅδ’ ἐγὼν] ἤγουν ἀφορμὴ θρήνου πᾶσι γέγονα διὰ τὴν συμβᾶσαν ἐμοὶ συμφορὰν, καὶ τῇ πατρῴᾳ γῇ κακῶν αἴτιος γέγονα, δι’ ὧν τοσοῦτον πλῆθος ἀπώλεσα ἐν Ἑλλάδι. |
| Pers 931 | αἰακτὸς] ποταπὸς θρηνητικός. B. γέννᾳ] τῶν Περσῶν. |
| Pers 932 | B. προφθόγγου σοι] πρὸ τοῦ σοῦ φθόγγου πέμψω αὐτὸς ἰαχὴν πολύδακρυν διὰ τὴν κακοφάτιδα βοὴν τῆς ὑποστροφῆς· εἶτα ἑρμηνεύων τὸ ἰαχὴν πολύδακρυν φησίν· ἰὰν καὶ φωνὴν κακὸν μέλος ἔχουσαν θρηνητῆρος Μαριανδυνοῦ, ὡς τῶν Μαριανδυνῶν θρηνῳδῶν ὄντων. |
| Pers 935 [15] | O.P. πρόσφθογγον] προσφώνησίν σοι, ἤγουν χαιρέτισμα πέμψω αὐτὸς ἰαχὴν πολύδακρυν διὰ τὴν κακοφάτιδα βοὴν τῆς ὑποστροφῆς. τινὲς δέ φασι πρὸ τοῦ φθόγγου καὶ τῆς ἐπαγγελίας τοῦ νόστου, ἢ πρὸ τῆς θρηνῳδίας τῆς περὶ σοῦ μελλούσης γενέσθαι. P. προσφθόγγου] χαιρετιστικοῦ. νόστου] ὑποστροφῆς. ἡ σύνταξις, πέμψω σοι τὴν βοὴν τοῦ νόστου τοῦ προσφθόγγου κακοφάτιδα ἰὰν καὶ βοὴν κακομέλετον Μαριανδυνοῦ θρηνητῆρος, ἰαχὴν λέγω πολύδακρυν· τουτέστιν, ὥσπερ τοὺς ἐξ ἀποδημίας ἰόντας προσφθέγγεσθαι δίκαιον, οὕτω καὶ ἐγὼ πρός σε πέμψω λόγους θρήνων καὶ κακῶν γέμοντας. τὸ δὲ ἰὰν κακομέλετον Μαριανδυνοῦ θρηνητῆρος ἀντὶ τοῦ θρῆνον ἀμελῆ καὶ ἄμουσον, οἷος ὁ τοῦ Μαριανδυνοῦ θρηνητῆρος· οἱ γὰρ Μαριανδυνοὶ κακῶς καὶ ἀμούσως θρηνοῦσιν. εἴληπται δὲ εἰς παροιμίαν. B. κακομέλετον] κακὸν καὶ ἄμουσον μέλος ἔχουσαν ὡς θρηνώδη καὶ ἀπευκτήν. |
| Pers 936 | B. Μαριανδυνοῦ θρηνητῆρος] Μαριανδυνοὶ αὐλοὶ, ἐπιτηδειότατα ἔχοντες πρὸς θρῆνον. |
| Pers 937 [10] | Καλλίστρατος ἐν δευτέρῳ περὶ Ἡρακλείας Τιτυοῦ παῖδας εἶναί φησι δύο, Πριόλαν καὶ Μαριανδυνὸν, ὃν κυνηγετοῦντα ἀπολέσθαι, καὶ μέχρι τοῦ νῦν Μαριανδυνοὺς ἐν ἀκμῇ θέρους θρηνεῖν αὐτόν. τὸν δὲ Μαριανδυνὸν αὐξῆσαι μάλιστα τὴν θρηνητικὴν αὐλῳδίαν, καὶ διδάξαι ταύτην Ὕαγνιν τὸν Μαρσύου πατέρα. καὶ αὐλοὶ γάρ εἰσι Μαριανδυνοὶ ἐπιτηδειοτάτως ἔχοντες πρὸς τὰς θρηνῳδίας. ὅθεν καὶ τὸ περιφερόμενον “αὐλεῖ Μαριανδυνοῖς καλάμοις “κρούων Ἰαστί.” A. εἰσὶν οἱ Μαριανδυνοὶ ἔθνος Παφλαγονικόν. P. ἵετ’] πέμπετε. αἰανῆ] σκοτεινὴν, ἢ κατηφείας πλήρη, ἐπειδὴ ἡ λύπη σκότισμα ἐπάγει καὶ κατήφειαν, διὰ τοῦτο αἰανὴν εἶπεν. B. δύσθροον] δύσφημον. |
| Pers 941 | αὐδὰν] φωνήν. B. δαίμων] ἤγουν ἡ παροῦσα δυστυχία. |
| Pers 942 | B. μετάτροπος] ἐναντίος· πρόσθεν γὰρ ηὐτύχουν, νῦν δὲ καταβέβλημαι. |
| Pers 943 [5] | B. ἥσω] ἥσω καὶ πέμψω θρῆνον καὶ λίαν πανόδυρτον, σεβίζων καὶ σεβάζων τὰ λαοπαθῆ καὶ τὰ τῶν λαῶν πάθη τῆς γέννας καὶ ἀνατροφῆς, δηλαδὴ τῆς πόλεως τῆς πενθητῆρος καὶ τῆς ἀξίας πένθους· τὰ βάρη καὶ τὰ δυστυχήματα τὰ ἁλίτυπα, τὰ τῇ θαλάσσῃ τυφθέντα. |
| Pers 944 [10] | λέγει δὲ τὰ σώματα τῶν Περσῶν. A. ἥσω] πέμψω. πανόδυρτον] πάγκλαυτον μέλος, ἤγουν ὡς πρώην εὐφήμουν σε, οὕτως νῦν πανόδυρτον μέλος πέμψω πενθητῆρος. σεβίζων καὶ διὰ θρήνου τιθεὶς τὰ λαοπαθῆ καὶ ἁλίτυπα βάρη τῇ γέννᾳ τῆς πόλεως, ἤγουν τὰ ἐν χέρσῳ καὶ θαλάσσῃ τοῖς Πέρσαις συμβάντα. B. σεβίζων] διὰ θρήνου τιμῶν. |
| Pers 945 | B. ἁλίτυπά τε βάρη] τά τε ἐν τῇ θαλάσσῃ γινόμενα δυστυχήματα. |
| Pers 946 | B. ἀρίδακρυν] πολύδακρυν. |
| Pers 948 [5] | B. Ἰώνων γὰρ ἀπηύρα] ὁ Ἄρης· καὶ γὰρ τῶν Ἰώνων ὁ ναύφρακτος, ὁ ἑτεραλκὴς, ὁ ἑτέροις, ἤγουν τοῖς Ἕλλησιν, ἀλκὴν καὶ βοήθειαν δοὺς, ἀπηύρα καὶ ἀπήλαυσε τῶν Περσῶν καταθοινησάμενος αὐτοὺς, κερσάμενος καὶ κατακόψας αὐτοὺς εἰς πλάκα τὴν νυχίαν, ἤτοι νύκτα καὶ θάνατον γεγονυῖαν αὐτοῖς, κατὰ τὴν δυσδαίμονά τε ἀκτὴν, ἤγουν τὴν Σαλαμῖνα. |
| Pers 949 | A. ἀπηύρα] ἀφείλετο ἡμᾶς. B. ναύφρακτος] ναυτικός. |
| Pers 950 | B. Ἄρης] τῶν Ἀθηναίων. |
| Pers 951 | ἑτεραλκὴς] ἐπίθετον Ἄρεος. B. νυχίαν πλάκα] τὴν Ψυττάλειαν. |
| Pers 952 | κερσάμενος] ἤτοι τεμὼν καὶ ἀφανίζων τοὺς ἐν αὐτῇ ὄντας Πέρσας. B. ἀκτὰν] τὴν Σαλαμῖνα. |
| Pers 953 | B. πάντ’] τὰ συμβάντα. |
| Pers 954 | ἐκπεύθου] ἐρώτα. B. παραστάται] συνασπισταί. |
| Pers 956 | B. ὀλοοὺς ἀπέλιπον] ὀλοοὺς καὶ ὀλεθρίους ἀπέλιπον ἔρροντας καὶ φθειρομένους ἐκ ναὸς Τυρίας καὶ Φοινίσσης, ἐπὶ ταῖς τῆς Σαλαμῖνος ἀκταῖς. |
| Pers 962 | A. ἐκ ναὸς ἔρροντας] ἀντὶ τοῦ φθαρέντας, τὸ ἐνεργητικὸν ἀντὶ παθητικοῦ. |
| Pers 963 | τοιοῦτόν ἐστι καὶ τὸ “ὦ κλεινὰ Σαλαμὶς, σὺ μέν που “ναίεις,” ἀντὶ τοῦ κατοικῇ. καὶ τὸ “πόλις ναιετάουσα,” ἀντὶ τοῦ κατοικουμένη. P. εὐπάτωρ] εὐγενής. |
| Pers 969 | B. ἰὼ ἰώ μοί μοι] φεῦ ἐμοὶ, τὰς στυγνὰς καὶ λύπης αἰτίας γενομένας Ἀθήνας κατιδόντες οἱ Πέρσαι πάντες οἱ τλήμονες ἀπαίρουσι καὶ ὑποχωροῦσι καὶ θνήσκουσιν ἑνὶ πιτύλῳ, ἤγουν τῷ τῆς μάχης θορύβῳ καὶ τῇ κραυγῇ. |
| Pers 973 [5] | A. ἢ μιᾷ πτώσει καὶ πληγῇ. ἀπὸ τοῦ τύπτω. καὶ προεγράφη ἐν τῷ δευτέρῳ δράματι. O. στυγνὰς Ἀθάνας] στυγνὰς τὰς Ἀθήνας εἶπε διὰ τὴν ἐν αὐταῖς συμβᾶσαν αὐτῷ συμφοράν. |
| Pers 975 | B. πιτύλῳ] κτύπῳ, πτώσει. |
| Pers 976 | B. ἀσπαίρουσι] ψυχορραγοῦσι. |
| Pers 978 [5] | B. ἀπαίρουσι] γρ. καὶ ἀσπαίρουσι. P. ὀφθαλμὸν μυρία μυρία πεμπαστὰν] ἆρα καὶ τὸν ὀφθαλμὸν τὸν σὸν τὸν κατὰ πάντα πιστὸν, τὸν πεμπαστὴν καὶ ἀριθμητὴν τῶν Περσῶν μυρία μυρία αὐτοῦ ἔλιπες ἔνθα καὶ οἱ λοιποί; τινὲς δὲ οὕτως· ἆρα καὶ Ἄλπιστον τὸν παῖδα τοῦ Βατανώχου τὸν κατὰ πάντα πιστὸν ὀφθαλμὸν τὸν μυρία καὶ μυρίους πεμπαστὴν καὶ ἐπιμελητήν σου. |
| Pers 980 [10] | ἄλλοι δὲ τὸν ὀφθαλμὸν πιστὸν λέγουσι, διότι ὁ βασιλέως ὀφθαλμὸς ἀριθμεῖ τὰ στρατεύματα. πεμπάζω γὰρ τὸ ἀριθμῶ, κυρίως δὲ τὸ κατὰ πεντάδα ἀριθμεῖν. οἱονεὶ μυριάδας ἀριθμοῦντα ὅλας καὶ ἡγεμονείας. οἱ Περσῶν γὰρ βασιλεῖς εἶχον δύο τινὰς, οἷς ἐπέτρεπον τὴν τῶν κοινῶν ἐπιτήρησιν, οὓς βασιλέως ἐκάλουν ὀφθαλμούς. A. πεμπαστὰν] φορτιστήν· συνάπτεται πρὸς τὸ Περσῶν. B. τοῦ Σησάμα] οὗτοι πρόγονοι τούτου. |
| Pers 983 | B. δαΐων] ἕνεκα τῶν πολεμικωτάτων τούτων ἀνδρῶν. |
| Pers 986 | B. ἀγαυοῖς] θαυμαστοῖς. |
| Pers 987 | πρόκακα] δι’ ὅλου κακά. B. ἴυγγά μοι] τοῦτό φησιν ὁ Ξέρξης πρὸς τὸν χορὸν, ὅτι ἴυγγα καὶ φιλίαν καὶ ἡδονὴν τῶν ἀγαθῶν ἑταίρων μοι Περσῶν ὑπομιμνήσκεις, λέγων ἐμοὶ πρόκακα, ἤτοι τὰ προγεγονότα κακά. |
| Pers 988 [5] | ἢ πρόκακα ἀντὶ τοῦ ἁπλῶς κακὰ, μηδέν τι τῆς πρό προθέσεως σημαινούσης. τὸ δὲ ἄλαστα στυγνὰ ἀντὶ τοῦ λυπηρὰ καὶ κατηφείας αἴτια κακὰ, ἀνεπίληστα καὶ ἀεὶ μνημονευόμενα. A. ἴυγγα] ἡδονὴν, χάριν. B. ἑτάρων] φίλων. |
| Pers 989 | B. ἄλαστα] ἀλάθητα. |
| Pers 990 | στυγνὰ] μισητὰ, λυπρά. B. βοᾷ] δυσχεραίνει καὶ στενάζει δι’ ἐκείνων. |
| Pers 991 | B. ἦτορ] ἐμόν. |
| Pers 992 | B. καὶ μὴν ἄλλο γε ποθοῦμεν] καὶ μὴν ποθοῦμεν ἕτερόν τι μαθεῖν τὸν μυριόνταρχον τῶν Μάρδων ἀνδρῶν. |
| Pers 993 | οὗτοι δὲ ἔθνος Περσικόν. A. ποθοῦμεν] ἐρωτῆσαί σε. B. ἔταφον ἔταφον] οὐχὶ ἑπόμενοι ὄπισθεν ἐν σκηναῖς τροχηλάτοις, οἷον ἔθανον, οὐκ εὐσχημόνως δὲ ἐτάφησαν. |
| Pers 1000 | ἔθος γὰρ ἦν τοῖς Πέρσαις σκηνὰς τῶν ἁμαξῶν ἄνωθεν ποιουμένοις ἐπιφέρειν ἐκεῖσε τοὺς νεκροὺς καὶ οὕτως αὐτοὺς προπομπεύοντες ἔθαπτον. A. οἵπερ ἀγρόται στρατοῦ] οἱ ἄρχοντες. |
| Pers 1002 | εἰ δὲ ἀκρόται, οἱ ἄκροι. ἐξ οὗ ἔσται ἀπὸ τοῦ ἄκρου· εἰ δὲ ἀγρόται, ἀπὸ τοῦ ἄγειν καὶ ἀγείρειν. A. οἷαι δι’ αἰῶνος τύχαι] γράφεται δαίμονος τύχαι. |
| Pers 1007 | A. δυσπόλεμον] δυσπόλεμον ἄρα καὶ κακοτυχὲς καὶ ἄθλιον τὸ γένος τῶν Περσῶν, ἀτυχῆσαν ἐν τῷ τῶν Ἀθηναίων πολέμῳ. |
| Pers 1013 | A. πῶς δ’ οὔ; στρατὸν] πῶς δὲ οὐχὶ κόπτομαι καὶ πέπληγμαι καὶ θρηνῶ, τοσοῦτον στράτευμα ὀλέσας; A. τί δ’ οὐκ ὄλωλεν] εἰ μὲν εἰς τὸ τί δέ στίξεις, συντακτέον οὕτως· τί δέ; οὐκ ὄλωλε τὰ μεγάλα τῶν Περσῶν; εἰ δὲ καὶ εἰς τὸ οὐκ ὄλωλε, λείπει τὰ κακὰ, ἵνα ᾖ, τί δ’ οὐκ ὄλωλεν ὁ στρατός; μεγάλα τὰ τῶν Περσῶν κακά. |
| Pers 1016 [5] | ἢ οὕτως· τί δ’ οὐκ ὄλωλεν· στικτέον ἐν τῷ, τί δέ; εἶτα, οὐχὶ τὰ μεγάλα τῶν Περσῶν ὄλωλεν; A. ὁρᾷς τὸ λοιπὸν] ἤγουν θεωρεῖς τὸ ἐπίλοιπον λείψανον τοῦ ἐμοῦ στόλου, ἤγουν τῆς ἐμῆς στρατείας, ἤτοι τὴν φαρέτραν τὴν ἀπολειφθεῖσαν ἀπὸ τῶν ἐμῶν ὅπλων. |
| Pers 1018 | A. βαιά γ’ ὡς ἀπὸ πολλῶν] ἤτοι τὰ ἔσωθεν ἐγκεκρυμμένα ὀλίγα εἰσὶν ὡς ἀπὸ πολλῆς πανοπλίας. |
| Pers 1023 | καὶ εἶθ’ οὕτως ἐπιφέρει τὸ ἑξῆς, ὀδυρόμενος καὶ λέγων ὡς ἀπὸ πολλῶν ἐσπανίσμεθα βοηθειῶν. A. Ἰαόνων λαὸς] ὁ χορὸς ἐρωτηματικῶς φησι πρὸς τὸν Ξέρξην ὁ λαὸς τῶν Ἰαόνων καὶ τῶν Ἀθηναίων οὐ φυγαίχμας ἐστίν; ἤτοι οὐ φεύγων τὴν αἰχμήν; τουτέστι πτοούμενος τὸν πόλεμον. |
| Pers 1023bis [5] | ὁ δὲ Ξέρξης φησὶ πρὸς τὸν χορὸν, ἀγανόρειός ἐστιν ὁ λαὸς τῶν Ἰαόνων, ἤγουν θαυμαστὸς ὁρᾶσθαι καὶ ἐπιτήδειος εἰς ἀνδρείαν. κατεῖδον δὲ βλάβην ἀνέλπιστον. A. τραπέντα ναύφρακτον] τοῦ Ξέρξου εἰπόντος ὅτι κατεῖδον πῆμα ἄελπτον, φησὶ πρὸς αὐτὸν ὁ χορὸς, τὸν ναυτικὸν ἡμῶν λαὸν τὸν ἡττηθέντα παρὰ τῶν Ἰαόνων λέγεις παθεῖν πῆμα ἄελπτον; ὁ δέ φησι πρὸς αὐτὸν ὅτι τοσοῦτον ἔδοξέ μοι τοῦτο χαλεπὸν ὥστε καὶ τὸν ἱματισμόν μου διέρρηξα ἐπὶ τῇ συμφορᾷ τούτου τοῦ κακοῦ. |
| Pers 1028 | τοῦτο δὲ καὶ ὁ ἄγγελος προεῖπε. A. καὶ πλεῖον ἢ παπαῖ] ὑπερβαίνει θρῆνον. |
| Pers 1032 | A. καὶ σθένος δ’ ἐκολούσθη] τῶν Περσῶν. |
| Pers 1035 | B. δόσιν κακὰν] ἤτοι, δίδου δόσιν κακὴν, ἤγουν δάκρυα, τοῖς κακοῖς τῶν ἐμῶν κακῶν, ἤτοι τῶν συμφορῶν καὶ τῶν δυστυχιῶν τῶν ἐμῶν. |
| Pers 1041 | A. ἴϋζε μέλος ὁμοῦ τιθεὶς] ἤτοι συνηρμοσμένον καὶ ἁρμόζον τῇ ἐμῇ συμφορᾷ ἴϋζε καὶ θρήνει. |
| Pers 1042 | A. βόα νῦν ἀντίδουπά μοι] ἤτοι ἴσα τῇ ἐμῇ βοῇ, τουτέστι, φώνει μοι φωνὰς ἀντηχούσας ταῖς ἐμαῖς φωναῖς. |
| Pers 1048 | A. τὸ Μύσιον] τὸ Μύσιον μέλος, τουτέστι τὸ θρηνητικόν. |
| Pers 1053 | οἱ γὰρ Μυσοὶ καὶ οἱ Φρύγες μάλιστά εἰσι θρηνητικοί. P. καί μοι γενείου] ληπτέον ἔξωθεν τὸ κόπτε, ἤτοι τίλλε, καὶ τὴν λευκήρη καὶ γηραιὰν καὶ πεπολιωμένην τρίχα τοῦ σοῦ γενείου, δι’ ἐμὴν χάριν. |
| Pers 1056 | Ἄλλως. πέρθε· οἱ δὲ γράφοντες ὕπερθε ἀμαθεῖς τοῦ μέτρου. A. ἄπριγδ’ ἄπριγδα] ὁ χορὸς ἀκούσας εἰπόντος ταῦτα τοῦ Ξέρξου, τίλλε τὴν σὴν γενειάδα, φησὶν, ἄπριγδα καὶ δι’ ὅλου μάλα γόεδνα καὶ λίαν λυπηρῶς καὶ γοερῶς τίλλω καὶ κόπτω τὰς τρίχας τοῦ γενείου μου. |
| Pers 1057 [5] | A. ἄπριγδα] τοῦτο ἐπιφώνημα καὶ ἐπίφθεγμα ἐπὶ τῶν μετὰ σφοδρότητος τιλλόντων τὰς τρίχας. ἀντὶ τοῦ ἐπιτεταμένως καὶ ἀπρὶξ καὶ οἷον ἐμμανῶς τίλλε τὰς ἑαυτοῦ τρίχας. A. γόεδνα] ἤτοι ἕδνα καὶ δῶρα τοῖς γόοις καὶ τοῖς θρήνοις διδόμενα. σύνηθες γὰρ τοῖς θρηνοῦσι τίλλειν τὰς ἑαυτῶν τρίχας. A. πέπλον δ’ ἔρεικε κολπίαν] ἤτοι τὸν σὸν κόλπον διαρρήγνυε ἐν τῇ ἀκμῇ καὶ τῇ δυνάμει τῆς χειρός. |
| Pers 1060 | τὸ δὲ ἐρείκω τὸ σχίζω παρῆκται ἀπὸ τοῦ ἐρείκη, ὅπερ ἐστὶ φυτὸν εὔσχιστον. P. καὶ ψάλλ’ ἔθειραν] ἀπὸ τοῦ ψάλλειν τοῦ σημαίνοντος τὸ κόπτειν λέγεται καὶ χοιροψάλας Διόνυσος ὁ τίλλων τὰ μόρια τῶν γυναικῶν. |
| Pers 1062 | A. γοᾶσθ’ ἁβροβάται] ἤτοι Πέρσαι τρυφηλοὶ καὶ ἁβρῶς καὶ τεθρυμμένως βαίνοντες ὀδύρεσθε. |
| Pers 1073 | A. δύσβατος] δύσβατόν φησι τὴν Περσίδα οὐχ ὡς σκληρὰν καὶ δύσκολον εἰς ἔμβασιν, ἀλλ’ ὡς ἐπὶ κακῷ καὶ δυστυχίᾳ βαινομένην τῷ Ξέρξῃ. |
| Pers 1074 | A. ἢ ἢ] φεῦ ὦ ὀλλύμενοι ταῖς ἀπὸ βάρεως ναυσὶ τρισκάλμοις. |
| Pers 1075 | A. ΑΓΑΜΕΜΝΩ Ν. |
| Ag 2 | κοιμώμενος] τὸ κοιμώμενος οὐκ ἐπὶ ὕπνου· πῶς γὰρ ἂν καὶ φρουροῖ καὶ ἄστρα βλέποι ὁ ὑπνῶν; ἀλλ’ ἐπὶ ἁπλῆς ἀνακλίσεως, ἵνα ᾖ ὁ φύλαξ οὗτος κοιμώμενος καθὰ καὶ κύων ἐν φυλακῇ νυκτερινῇ. τρὶς ἓξ] παροιμία ἐπὶ τῶν ἄκρως εὐτυχούντων, ἐπεὶ καὶ τοῖς κυβευταῖς οὐκ ἔστι πλείω τούτων εὐθυβολῆσαι. |
| Ag 33 | ἔστι δὲ καὶ παροιμία, ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι. βοῦς ἐπὶ γλώσσῃ μέγας] παροιμία ἐπὶ τῶν μὴ δυναμένων παρρησιάζεσθαι. |
| Ag 36 | Ἄλλως. παροιμία ἐπὶ τῶν ἀλάλων. ἀντίδικος] ἀντὶ τοῦ ἐχθρὸς, ἀπὸ τῶν ἐν ταῖς δίκαις ἐχθρῶν. |
| Ag 49 [5] | ἐκπατίοις] τοῖς ἔξω τῆς ὁδοῦ· πάτος γὰρ ἡ ὁδός· ἢ, ἐκπατίοις λεχέων ἀντὶ τοῦ τοῖς ἔξω τῆς οἰκίας αὐτῶν. τὸ δὲ ὅλον, οἵτινες ἀπολέσαντες τοὺς πόνους τῶν ὀρταλίχων τῶν ἐν τοῖς δεμνίοις τηρουμένων, οὕτω γὰρ ὤφειλεν εἰπεῖν, στροφοδινοῦνται ἐν ἄλγεσι τῶν παίδων ἐκπατίοις, ὕπατοι, ἤγουν ὑπεράνω τῶν λεχέων, πληττόμενοι ταῖς πτέρυξιν αὐτῶν. δέον δὲ εἰπεῖν ἐκπατίων παίδων, ἐκπατίοις εἶπε πρὸς τὸ ἄλγεσι. οὐκ ἔχω προσεικάσαι] ἐγὼ, φησὶ, πάντα ἐρευνῶν καὶ πάντα ἐξετάζων ὡς ἐν σταθμῷ τινι, οὐκ ἔχω ὅμοιόν τι εὑρεῖν τῷ Διῒ, εἰ χρὴ ἀληθῶς ἀποβαλεῖν ἀπὸ τῆς φροντίδος καὶ τοῦ λογισμοῦ μάταιον ἄλλο ἄχθος. |
| Ag 163 [10] | τὸ γὰρ περί τινων ἄλλων διαλογίζεσθαι μάταιόν ἐστιν ὄντως ἄχθος· ἡ δέ γε περὶ θεοῦ ἔννοια καὶ τὸ διὰ μνήμης ἐκεῖνον ἔχειν ἀεὶ οὐ μόνον ἄχθους παντός ἐστιν ἀπηλλαγμένον, ἀλλὰ καὶ χαρᾶς ἀφάτου τὴν καρδίαν πληροῖ, ὡς καὶ Εὐριπίδης φησὶν “Ἦ “μέγα μοι τὰ θεῶν μελεδήμαθ’, ὅταν φρένας ἔλθῃ, λύπας παραιρεῖ.” τοῦτο δὲ ὅμοιόν ἐστι τῷ “Ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην·” ταῦτα δὲ ἄγαν ἐστὶν εὐσεβῆ. τριακτῆρος] νικητοῦ· ἐκ μεταφορᾶς τῶν ἐν τοῖς πεντάθλοις ἀποτριαζόντων ἐπὶ ἐλπίδι νίκης. |
| Ag 187 | συμπνέων] συμφωνῶν καὶ οὐκ ἀνθιστάμενος. ἄναξ δ’ ὁ πρέσβυς τόδ’] ἡ ἀπόδοσις τοῦ ἐπεὶ δέ ἐνταῦθά ἐστιν, οὕτως· ἐπεὶ δὲ ὁ μάντις εἶπε τὸ καὶ τὸ, ὁ ἄναξ δὲ ὁ πρέσβυς εἶπε τόδε. |
| Ag 205 | καὶ περισσός ἐστιν ὁ δέ σύνδεσμος Ἀττικῶς, ἐπεὶ δὲ καὶ πικροῦ—ἄναξ ὁ πρέσβυς τόδ’ εἶπε. τριτόσπονδον] πολλὰς θυσίας ποιοῦντα καὶ εὐωχίας καὶ συμπόσια. |
| Ag 253 | τῷ προστένειν] ὁ γὰρ προγινώσκων τὸ μέλλον καὶ προστενάζει. ἐρημωθέντος] ἤγουν ἐρήμου καταλειφθέντος, ὡς ἀποδημοῦντος τοῦ βασιλέως· παρόντος μέντοι οὐ δεῖ συντυγχάνειν αὐτῇ. |
| Ag 283 | Ἑρμαῖον] ὄρος Λήμνου, ἐν ᾧ ἐτιμᾶτο ὁ Ἑρμῆς. ’μαυρουμένη] σημείωσαι ὅτι ἀπέβαλε τὸ α διὰ τὸ μέτρον. |
| Ag 306 [5] | πώγωνα] πώγωνα λέγει τὴν εἰς ὀξὺ λήγουσαν ἀκμὴν τοῦ πυρός. καὶ ὁ πώγων γὰρ εἰς ὀξὺ λήγει. ὥσπερ καὶ ἀλλαχοῦ αὐθάδη γνάθον τὴν ἀκμὴν εἴρηκε καὶ ὀξύτητα τοῦ σφηνός. σημείωσαι δὲ ὅτι ἐκ τούτου ὠνομάσθη παρὰ τοῖς μετεωρολόγοις πωγωνίας ἀστήρ. οὐκ ἄπαππον] οὐ ξένον, ἀλλὰ συγγενές. |
| Ag 327 | φυταλμίων] οὐ κατὰ τὸν φυτάλμιον Δία ἐνταῦθα ἡ ἐτυμολογία, ἐκ τῆς φύτλης δὲ γίνεται φυτάλιμος, ἤγουν φυτοσπόρος, καὶ μεταθέσει διὰ καλλιφωνίαν φυτάλμιος. διαύλου θάτερον] ἐπειδὴ ὁ δίαυλος δύο ἔχει σταδίους, ὧν τὸν ἕτερον διῆλθον ἤδη εἰς Τροίαν ἀνελθόντες, δεῖ λοιπὸν καὶ τὸν ἄλλον διελθεῖν καὶ ὑπονοστῆσαι πρὸς τὸν οἶκον. |
| Ag 347 | πρόσπαια] πρόσφατα, νῦν προσπαίσαντα καὶ προσκρούσαντα αὐτοῖς. οὐκ ἄτιμος] τιμώμενοι γὰρ οἱ θεοὶ ἠμείψαντο ἡμᾶς. |
| Ag 361 | γάγγαμον] δίκτυον. τόξον] ἤγουν τὴν τιμωρίαν, μεταφορικῶς. |
| Ag 371 | ἀθίκτων] τῶν ἱερῶν. πέφανται] οἱ θεοὶ, φησὶ, πέφανται καὶ φανεροὺς ποιοῦσι τοὺς ἐκγόνους τῶν ἀσεβῶν τῶν πνεόντων Ἄρη μείζω ἢ δικαίως κατὰ τῶν δωμάτων τῶν ἀτολμήτων. |
| Ag 374 | ἤγουν, ὑπὲρ τὸ δίκαιον μαχομένων τοῖς ἱεροῖς οἴκοις τῶν θεῶν. πειθὼ] τῆς δ’ ἄτης πειθὼ ἄφερτος καὶ ἀφόρητος καὶ βαρεῖά ἐστιν, ἥτις βιάζει αὐτοὺς, πρόνοιαν δῆθεν τοῦ πλουτίσαι τοὺς παῖδας ποιουμένη. |
| Ag 389 | σίνος] τουτέστι σέλας. ἀντίφερνον] ἤγουν ἀντὶ προικὸς φθορὰν καὶ ἀπώλειαν κομίσασαν. |
| Ag 413 [5] | ἀφεμένων] ἀφεμένων ἡμῶν τῆς σιγῆς· ὅ ἐστι καὶ ἀφισταμένων τοῦ σιγᾶν, τουτέστι καὶ παρρησιαζομένων καὶ φθεγγομένων τι, διὰ τὸ μὴ παρεῖναι τὴν δέσποιναν, ὅμως τῇ παλαιᾷ αἰδοῖ σώζομεν αὐτῆς τὴν παρουσίαν, καὶ πάρεστιν ἡμῖν ἰδεῖν ἡδίστη καὶ πολύτιμος καὶ ἀλοίδορος. ἤγουν νομίζομεν ἔτι συνεῖναι ἡμῖν αὐτὴν καὶ τῆς παρ’ ἡμῶν τιμῆς ἀπολαύειν. συνορμένοις] τῶν συνηγμένων ἀπὸ τῆς Ἑλλάδος ἁπάντων ἑκάστου τοῖς οἴκοις ὀδυνηρὰ πένθησις διαπρέπει. |
| Ag 448 | ἀλλοτρίας] ὅτι δι’ ἀλλοτρίαν ἀπώλλυτο γυναῖκα, σιωπηλῶς βοᾷ μετὰ ὀργῆς, δίκην κυνός. τεῖχος] ὃ ἐποίησαν ἐν τῇ Τροίᾳ. |
| Ag 452 | βέλτιον δὲ αὐτῆς τῆς Τροίας τὸ τεῖχος εἰπεῖν. τὸ δ’ εὔμορφοι πρὸς πλείονα οἶκτον προσέθηκεν. ψύθος] τὸ ψύθος σύστοιχον τῷ ψεύδει ὡς καὶ τὸ ψυδρόν. |
| Ag 478 | ὅτι δὲ συγγενῆ τὸ δ καὶ τὸ θ δῆλον. προϋπόκειται δὲ τὸ ψεῦδος. ὁ θῆλυς ὅρος] ἤγουν περιφραστικῶς ἡ γυνή· ὡς ταυτὸν ὂν γυναῖκα εἰπεῖν καὶ ὅρον αὐτῆς ἐκθεῖναι. |
| Ag 488 | γυναικογήρυτον] τὸ φημιζόμενον ἀγαθὸν ὑπὸ τῶν γυναικῶν ἀνύπαρκτόν ἐστι καὶ ταχέως φθειρόμενον καὶ οὐκ ἐπὶ πολὺ διαμένον. δεκάτῳ] τινὲς μέμφονται τῷ ποιητῇ ὅτι αὐθημερὸν ποιεῖ τοὺς Ἕλληνας ἥκοντας. |
| Ag 505 | πολλῶν ῥαγεισῶν] ἡ λέξις ἐκ μεταφορᾶς τῶν ἀγκυρῶν, ὧν πολλῶν ῥαγεισῶν εἰς τὸ ὕδωρ μία τις περισώζει τὴν ναῦν. κἀπαγώνιος] ἀπόμαχος. |
| Ag 514 | τιμάορον] βοηθόν. ἀντήλιοι] οἱ εἰς ἀνατολὴν ὁρῶντες. |
| Ag 526 | μακέλλῃ] σπάθῃ. Πάρις γὰρ] ἀπὸ κοινοῦ τὸ οὔτε ληπτέον καὶ εἰς τὶ Πάρις· συνυπακούεται γὰρ ἐκ τοῦ ἐπαγομένου. |
| Ag 533 | τὸ δρᾶμα τοῦ πάθους πλέον] τοῦτο δηλοῖ ὡς οὐ πλέον δέδρακεν ἢ πέπονθεν. τοῦ ῥυσίου] τοῦ ῥύσασθαι τοὺς Τρῶας. |
| Ag 536 | ἔθρισεν] ἐθέρισεν, ἔκειρε. κοινῶς δὲ ἔθριξεν, ἀφεῖλεν· ἀφ’ οὗ καὶ ἡ θρίξ· καὶ Εὐριπίδης Ἴδετε παρ’ ἄκρας ὡς ἀπέθριξε τρίχας. θἀμάρτια] τὸν μισθὸν τῆς ἁμαρτίας. |
| Ag 550 | ὧν νῦν τὸ σὸν] ὧν ἐστι τὸ εἰρημένον ὑπὸ σοῦ, τὸ τεθνᾶναι δ’ οὐκέτ’ ἀντερῶ θεοῖς. σπαρνὰς] ἀντὶ τοῦ σπανίως. |
| Ag 556 | καὶ τούτου γὰρ οὐ συνεχῶς ἀπηλαύομεν. τὸ δὲ παρήξεις ἀντὶ τοῦ παραδρομὰς ἐπὶ τοῦ καταστρώματος τῶν νεῶν. ἔμπεδον σίνος] τὸ ἑδραῖον, ἤγουν τὸ περιβεβλημένον ἡμῖν κάλλος. |
| Ag 570 | τί τοὺς ἀναλωθέντας] χρή κατὰ συνεκδοχήν· ἤγουν τί δεῖ ψηφίζεσθαι περὶ τῶν ἀπολωλότων; τύχης παλιγκότου] ἐπὶ τῇ ἀποβολῇ τῶν ἀπολλυμένων δεῖ τὸν ζῶντα ἀλγεῖν καὶ πάλιν ἐπὶ ταῖς εὐποτμίαις χαίρειν. |
| Ag 581 | χάρις τιμήσεται] ἤγουν ὁμολογήσουσι καὶ τῷ Διῒ χάριν τῷ τάδε διαπραξαμένῳ. οὐκ ἀναίνομαι] χαίρω ἐν τῷ μὴ ἀντιλογεῖν. |
| Ag 584 | ἡβᾷ τοῖς γέρουσιν] τουτέστιν ἀκμάζει. ἐπιθυμοῦσι γὰρ μανθάνειν ὧν οὐκ εἰς πεῖραν ἦλθον. σὺν δὲ πλουτίζειν ἐμὲ] μεταδιδόναι μοι τῆς χαρᾶς. |
| Ag 592 | πρὸς γυναικὸς] ἤγουν γυναικός ἐστι μετεωρίζεσθαι καὶ μέγα φρονεῖν ἀκούσασάν τι. τὰ μάσσω] τὰ μακρά. |
| Ag 607 | δωμάτων κύνα] ἤγουν φύλακα. σημαντήριον] σφραγῖδα τῆς πρὸς τὸν ἄνδρα εὐνῆς. |
| Ag 612 | μᾶλλον ἢ χαλκοῦ βαφὰς] ὥσπερ οὐκ οἶδα τὰς βαφὰς τοῦ σιδήρου, οὕτως οὐδὲ ἡδονὴν ἑτέρου ἀνδρός. αὕτη μὲν οὕτως εἶπε] οὕτως εἶπεν ἀκριβέσι λόγοις καὶ ἐξηγητικοῖς, ὥστε σε μαθεῖν. |
| Ag 637 | χωρὶς ἡ τιμὴ θεῶν] ἤγουν ταῦτα λέγοντες ἀτιμάζομεν τοὺς θεούς. ἐξαγισθέντας δόμων] ἐξορισθέντας. |
| Ag 641 | σεσαγμένων] σεσωρευμένων. εὐεστοῖ] εὐτυχεῖ. |
| Ag 650 | ξυνώμοσαν γὰρ] ἐκφράζει τὴν τοῦ χειμῶνος χαλεπότητα. κεροτυπούμεναι] ἤγουν τοῖς κέρασιν ἀλλήλων τυπτόμεναι. |
| Ag 655 | ἡ μεταφορὰ ἀπὸ τῶν ταύρων. οὐ πεποιθότες τύχῃ] οὐ θαρροῦντες, ἀλλ’ ἀμφίβολοι ὄντες εἰ ἔτι σωθείημεν. |
| Ag 669 | ἐβουκολοῦμεν] ὥσπερ ἐθεραπεύομεν ἐν λογισμοῖς τισι τὴν νέαν συμφοράν. σποδουμένου] διασκεδασθέντος δίκην σποδοῦ. |
| Ag 689 | ἕλανδρος, ἑλέπτολις] ὁ ἑλὼν καὶ καθελὼν τὸν τῆς Ἑλένης ἄνδρα Ἀλέξανδρον καὶ τὴν πόλιν αὐτοῦ. ζεφύρου] ἐξ ἑσπέρας γὰρ πνέων οὔριος τούτῳ γέγονε. |
| Ag 700 | Ἰλίῳ δὲ κῆδος] ἐπειδὴ τὸ κῆδος σημαίνει καὶ τὴν ἐπιγαμβρίαν καὶ τὸ πένθος, ἐδήλωσε νῦν ὅτι τὸ πένθος λέγει· Ἰλιὰς γὰρ κακῶν ἡ παροιμία φησί. πολύθρηνον] αἰῶνα πολύθρηνον καὶ μέλεον αἷμα ἀνατλᾶσα. |
| Ag 717 | ἔθρεψεν] ἤγουν ἀνέθρεψεν αὐτὸν τὸν Ἀλέξανδρον τις ἐκτεθέντα. σαίνων] τὸ σαίνων πρὸς τὸ φαιδρωπός καὶ πρὸς τὸ ἔσχε ἀποδώσεις, καὶ οὐχὶ ὥς τινες, πρὸς τὸ τέκνου ἀποδιδόντες σαίνοντος φασὶν, ὡς τὸ παρ’ Ὁμήρῳ “ἀστράπτων ἐπιδέξια. |
| Ag 726 | ” ἀμείβων] ἤγουν ἀμοιβὰς διδοὺς τοῖς θρέψασιν αὐτόν. |
| Ag 741 | ἀκασκαῖον] λίαν κεκοσμημένον. ἄγαλμα πλούτου] διὰ τὸ κάλλος αὐτῆς. οὐ γὰρ ἦν δυσειδὴς ὥστε τὸν πλοῦτον αἰσχύνειν. συμένα] ἤγουν ὁρμηθεῖσα. |
| Ag 748 | Διὸς ξενίου] οὗτος γὰρ ἔπεμψε ταύτην αὐτοῖς τοῖς Τρωσὶ, καὶ τὸν Τρωϊκὸν δι’ αὐτὴν συνεστήσατο πόλεμον. δυσκάπνοις] ἤγουν πενιχροῖς καὶ εὐτελέσι. |
| Ag 795 | προβατογνώμων] ἤγουν ἁπλοῦς καὶ ἄκακος τὴν γνώμην. ὑδαρεῖ] μεμιγμένῃ καὶ οὐ καθαρᾷ καὶ ἀκράτῳ. |
| Ag 822 | πάγας] δίκτυα, παγίδας. καὶ τοῦτο δήπου τὸ Αἰσχύλου. τοῖς ἑαυτοῦ πτεροῖς περιπεσὼν καὶ ἐνσχεθεὶς ταῖς πάγαις, ἃς ἄλλοις ὑφῆκε, τὰ ἐκ τοῦ νόμου δικαίως ἔπαθε. ὠμηστὴς λέων] ἤγουν ὥσπερ λέων ὠμοφάγος. |
| Ag 838 | ἐξεπίσταμαι] ἤγουν καλῶς οἶδα διακρίνειν τὰς ὁμιλίας τῶν συνόντων μοι, ὡς τὰς ἐμφάσεις τῶν προσώπων τὸ κάτοπτρον. ὅσπερ οὐχ ἑκὼν ἔπλει] ἤλεγξε γὰρ τὴν μανίαν αὐτοῦ Παλαμήδης. |
| Ag 842 | σειρασφόρος] ἤγουν δίκην ἵππου σὺν ἐμοὶ τὸ ἅρμα ἐλαύνων. ἐναισίμως] προσηκόντως. |
| Ag 917 | παρ’ ἄλλων] ὅτι τὸ αἰνεῖσθαι δηλονότι μὴ παρὰ τῶν οἰκείων ἢ παρ’ ἑαυτοῦ πρέπει ἔρχεσθαι. ἅβρυνε] καλλώπιζε. |
| Ag 920 | χαμαιπετὲς βόαμα] μὴ ὡς βαρβάρῳ μοι κέλευε θρύπτεσθαι. οἱ βάρβαροι γὰρ γονυκλισίαις τοὺς βασιλεῖς εὐφημοῦσιν. ποδοψήστρων] ἀπὸ μεταφορᾶς τῶν πέπλων, δι’ ὧν τοὺς πόδας ἐκμάσσοντες λαμπροτέρους ποιοῦσιν οἱ τούτους ἐκπλύνοντες συνεχῶς. |
| Ag 926 | ποδόψηστρα γὰρ κυρίως ταῦτα λέγεται. νῦν δὲ τὰ ὑπὸ τοὺς πόδας ἁπλῶς πέπλα οὕτως εἴρηκε. μή νυν] καθ’ ὁμαλισμὸν ἀναγνωστέον τὸ νυν καὶ ἄνευ τόνου, ἵνα ᾗ ἀντὶ τοῦ δή. |
| Ag 938 | δημόθρους] ὑπὸ τοῦ δήμου φημιζομένη, ὡς καὶ Ἡσίοδός φησι· Φήμη δ’ οὔ τις πάμπαν ἀπόλλυται ἥν τινα πολλοὶ λαοὶ φημίζουσι. κατέστραμμαι] ἄλλως, καθέσταμαι, ἀντὶ τοῦ κατέστην. |
| Ag 1017 | νῆστιν νόσον] ἤγουν λιμὸν διεσκέδασε. ἐπ’ εὐλαβείᾳ γε] τὸν Ἀσκληπιὸν γὰρ ἐκεραύνωσεν ἀναστήσαντα τὸν Ἱππόλυτον, ὥστε μὴ ἔτι βλαβῆναι. |
| Ag 1044 | ἤμησαν καλῶς] ἤγουν ἐπλούτησαν καλῶς ὡς ἐκ θερισμοῦ. παρὰ στάθμην δὲ ἀντὶ τοῦ παρὰ τὸ πρέπον. φωνὴν βάρβαρον] ὅτι βάρβαρον τὸ ὄρνεον, διὰ τοῦτο παραβάλλει τοῦτο αὐτῇ. |
| Ag 1051 | ἐν Θρᾴκῃ γὰρ καὶ ἡ μεταμόρφωσις αὐτῆς ἱστόρηται. καρβάνῳ] βαρβάρῳ. |
| Ag 1307 | φεῦ φεῦ] ἀπολοφυρομένη λέγει τοῦτο ἐν τῷ εἰσιέναι. ὀκνεῖ γὰρ εἰσελθεῖν ὥς τι δεινὸν ὁρῶσα. Σύριον ἀγλάϊσμα] τὸν ἀπὸ Συρίας λιβανωτόν. |
| Ag 1316 | οὔ τοι δυσοίζω] οὐ δυσχεραίνω, φησὶν, ὡς ὄρνις θέλουσα εἰς καλιὰν εἰσελθεῖν καὶ θῆρά τινα φοβουμένη. ἐπιξενοῦμαι] φιλιοῦμαι. |
| Ag 1365 | πεπαιτέρα] ὡριμωτέρα, γλυκυτέρα. ἡδύτερος, φησὶν, ὁ θάνατος ὁ ὑπὲρ τῶν δεσποτῶν τῆς τυραννίδος. ἐπαινεῖν πάντοθεν] ἐπαινοῦμεν διαφόρως ταύτην γνώμην, τὸ μαθεῖν ἐν οἵᾳ ἐστὶν καταστάσει ὁ βασιλεύς. |
| Ag 1375 | ἀρκύστατον] ἄφυκτον. φλεόντων] πληθυνόντων. |
| Ag 1422 | ἀπειλεῖν] ἀναγκαίως ἀπειλεῖ, ἵνα ἐκεῖνοι τὸ ἀμφίβολον τῆς μάχης φυλάξωνται. φιλήτωρ] ἐκ ψυχῆς φιλουμένη τῷ Ἀγαμέμνονι. |
| Ag 1447 | παροψώνημα] τὴν ἐκ περιουσίας τρυφήν. διφυεῖσι Τανταλίδαισιν] Ἀτρεῖ καὶ Θυέστῃ, ἢ Ἀγαμέμνονι καὶ Μενελάῳ. |
| Ag 1470 | γυναικῶν] Κλυταιμνήστρας καὶ Ἑλένης λέγει, αἳ κατὰ φαυλότητα ἴσας τὰς ψυχὰς ἔχουσι. κόρακος] ὡς κόραξ ἐσθίων νεκρῶν σῶμα βοᾷ, οὕτω καὶ ὁ δαίμων ἐκνόμως δικάσει, παρὰ τὸ δίκαιον. |
| Ag 1594 | χερῶν ἄκρους κτένας] ἤγουν τὰς διαστάσεις τῶν δακτύλων. νερτέρᾳ προσήμενος] ὑποδεεστέρᾳ καθέδρᾳ ὤν. |
| Ag 1617 | οἱ γὰρ ζυγοὶ τῶν θαλαμίων ἄνωθέν εἰσιν. πήσας] ἀντὶ τοῦ παθών. |
| Ag 1635 | οὐκ ἔτλης αὐτοκτόνως] οὐχ ὑπέμεινας, φησὶ, δρᾶσαι σὺ αὐτὸς τὸ ἔργον μόνος, ἀλλὰ σὺν τῇ γυναικί. κριθῶντα πῶλον] οὐχ ὑποζεύξω τὸν μὴ πειθαρχοῦντα ὡς κριθῶντα πῶλον, ἤγουν πίονα ταῖς κριθαῖς, ἀλλὰ συγκλείσας καὶ λιμώττειν ἐάσας πραϋνῶ. |
| Ag 1653 | τὴν τύχην] τὸν οἰωνὸν δηλονότι. ἐγὼ καὶ σὺ θήσομεν] ἐγὼ, φησὶ, καὶ σὺ κρατοῦντες τῶνδε τῶν δωμάτων διαθησόμεθα τὰ καθ’ αὑτοὺς καλῶς. |
| Eum t | ΕΥΜΕΝΙΔΕΣ. τιμαλφεῖ] ἣν τιμᾷ. |
| Eum 22 | Κωρυκὶς πέτρα] πέτραν φησὶ κοίλην τὸν Παρνασσόν. διὰ τὸ εἶναι δὲ κοῖλον ὄρος λέγεται ἐκεῖ ἀναστρέφεσθαι τοὺς δαίμονας καὶ διὰ τὸ ἄοικον εἶναι. λαγὼ δίκην] ἤγουν λαγοὶ δειλοί εἰσιν. |
| Eum 26 | φησὶν οὖν αὐτὸν λαγωοῦ δίκην ὑποπτήξαντα μὴ ἀντιστῆναι τοῖς πολεμοῦσιν αὐτῷ. δείσασα γὰρ] τὰ δεινὰ δείσασα ἐξέπεμψέ με τοῦ μαντείου. |
| Eum 38 | ἰδοῦσα γὰρ Ὀρέστην ἐπὶ τοῦ βωμοῦ καὶ τὰς Ἐρινύας κοιμωμένας ἔξεισι τεταραγμένη τετραποδηδὸν ἐκ τοῦ νεώ. ὁρῷ δ’ ἐπ’ ὀμφαλῷ μὲν] ἐμφαντικῶς παρίστησι τὸν νεωστὶ αὐθεντηκότα, οἱονεὶ τὸν φονεύσαντα· αὐθέντης γὰρ λέγεται ὁ φονευτής. |
| Eum 41 | προστρόπαιον] ἱκετεύοντα. ἀργῆτι] λευκῷ. |
| Eum 47 | εὕδει] καθεύδει. ἀλλὰ Γοργόνας] πρὸς τὸ φοβερὸν τῆς ὄψεως φησὶ Γοργείοισι· καὶ γὰρ τὰς Γοργόνας λέγουσι δείματα φέρειν τοῖς ἀνθρώποις. |
| Eum 48 | τὸ δὲ ὅλον εἶδον, φησὶν, αὐτὰς ἐν γραφῇ πτερωτὰς, ἀλλ’ οὐχ ἁρπακτικάς. βδελύκτροποι] ἃς ἰδών τις, φησὶ, βδελύξαιτο καὶ τραπείη μισήσας αὐτὰς ὡς δυσειδεῖς· ἀπὸ γὰρ ὀμμάτων αὐτῶν λείβουσι σταλαγμὸν αἱματηρόν. |
| Eum 57 | τὸ φῦλον] τὸ γένος. οὐδέποτε, φησὶ, τοιοῦτον γένος εἶδον, μηδὲ ἴδοιμι. τρέφους’ ἀνατεὶ] ἄλλος ἄτης. |
| Eum 60 | τἀντεῦθεν] ὥστε, φησὶν, εἰ θεραπείας χρεία αὐτῷ, μελέσθω τῷ Ἀπόλλωνι· καὶ γὰρ εἰ θεραπείας χρεία, αὐτός ἐστιν ἰατρός· εἰ δὲ μαντείας, πάλιν αὐτός ἐστι τερασκόπος. μὴ ἀδικεῖν] συνίζησις, ὡσαύτως δὲ καὶ τὸ μὴ ἀμελεῖν. |
| Eum 92 | σέβει τοι] τοῦτο διὰ μέσου. ἀλῶμαι] πλανῶμαι. |
| Eum 99 | ἔχω μεγίστην αἰτίαν] σφαγεῖσα, φησὶν, αἰτιῶμαι παρ’ ἐκείνων ὡς ὑπὸ τοῦ Ὀρέστου τοῦ ἡμετέρου υἱοῦ ἀνῃρέθην. μηνίεται] ὀργίζεται. |
| Eum 110 | πατούμενα] ἀνατετραμμένα. B. ἀρκυστάτων] δικτύων. |
| Eum 112 | B. φονεὺς δ’ Ὀρέστης] ὁ μὲν Ὀρέστης, φησὶν, οἴχεται Ἀθήναζε πυθόμενος, αἱ δὲ Ἐρινύες μόναι καθεύδουσιν ὑπὸ πόνου ἴσως καὶ Ἀπόλλωνος, τοῦ τραγῳδοποιοῦ τοῦτο ἐπιτηδεύσαντος, ἵνα διὰ τούτου ἐμφανὲς γένηται τὸ ἄγριον αὐτῶν καὶ χαλεπόν. |
| Eum 131 | κλαγγαίνεις] βοᾷς. ἄλγησον ἧπαρ] οὕτως ἄλγησον ὡς μαστιζόμενος. |
| Eum 152 | τοκεῦσιν πικρὸν] συλληπτικῶς χρὴ λέγεσθαι τὸν μητραλοίαν. παρὰ νόμων] ἔξω νόμων. |
| Eum 171 | τίων] τιμῶν. παλαιγενεῖς] ἡμᾶς δηλονότι, ὅσον τὸ ἐπὶ σοὶ ἀναιρήσας καὶ φονεύσας. |
| Eum 175 | ὑπαί τε γᾶν] ὑπὸ γῆν. ποτιτρόπαιος] προστρόπαιος, ἱκέτης. |
| Eum 180 | χωρεῖτε] τὸ μὲν πρῶτον πρὸς πάσας ὁ λόγος, ἑξῆς δὲ πρὸς μίαν ἀποδίδοται. πτηνὸν] ταχύν. |
| Eum 181 | ἀργηστὴν] λευκόν. ὄφιν] βέλος. τὰς προπομποὺς] τοῦτο κατ’ ἀκκισμὸν εἴρηται, ὃ φασὶν ἰδίωμα, τὰς διωκτρίας προπομποὺς εἰποῦσαι· ἀκκίζειν γὰρ, φασὶ, τὸ πὰς γυναῖκας ἰδιωματεύεσθαι καὶ σεμνολογεῖν. |
| Eum 207 | μολεῖν] ὑμᾶς δηλονότι. λέγῃ] ὀνομάζῃ. |
| Eum 294 | τίθησιν ὀρθὸν] καταβάλλει γὰρ ἢ ὀρθοῖ. ἐπινωμᾷ στάσις] ἐπισκοπεῖ. |
| Eum 311 | στάσις δὲ τὸ σύστημα. ματρῷον] μητρώϊον. |
| Eum 326 | ἔστι δὲ συνίζησις. γαμηλίου τέλους] τοῦ γάμου. |