… στοι-
χει … στοι-
χει … τη
… φάρυνγος
… ουτο
… ον
… δε
… του
… ιστην
… ολιν
… ται
… νι … θ … α
υπο … ω … α … ει
εσθαιτ … ον … ο
στοιχεῖα μεν …
ὀνομάζομεν …
τ … ουτονπω …
… ι κατὰ λόγον …
… ταξ … τα στοιχεῖα
α … ιν … ο … ν
ευσοφ … ἀπὸ τοῦ στεί-
χειν αλλ … μ … οις
πα … κο … η-
μένων αὐτῶν ἐν
ταῖς συλλαβαῖς ἁρμο-
γῆς τινος καὶ ἀκολου-
θίας ἧς χωρὶς οὐ δυνα-
τὸν ἐξ οἵων ποτὲ
ἀτάκτως παραλαμ-
βανομένων τὴν
συλλαβὴν ἀποτελεῖν
τῇ φωνῇ διὰ τὸ ἀρχὰς
εἶναι τῆς ἐνγραμ-
μάτου φωνῆς καὶ πᾶσαν
συλλαβὴν ἐξ αὐτῶν
συνεστάναι καὶ εἰς αὐ-
τὰ ἀναλύεσθαι.
κατὰ τὸν δὴ λόγον καὶ τοῦ
σύμπαντος κόσμου στοι-
χεῖα ἀπέφηναν οἱ σοφοὶ
τὰ πρῶτα καὶ τὰ ἀσύν-
θετα ἐξ ὧν τὰ ὅλα δο-
κεῖ συνεστάναι καὶ
εἰς αὐτὰ τὴν ἀνάλυσιν
ἀναλαμβάνειν. γράμ-
ματα δὲ διὰ τί ὠνομάσ-
θη; διὰ τὸ τὴν καταγραφὴν
αὐτῶν γραμμῆς ποιή-
σει γίνεσθαι, ὅπερ ἐστὶν
ξυσμῆς. ἔλεγον γὰρ
οἱ παλαιοὶ τὸ καταξῦ-
σαι γράψαι. τοῦτο δὲ καὶ
ὁ ποιητὴς ἐμφανὲς ἐποίησεν.
ἐπὶ Μενελάου μὲν
γάρ φησι «ἀκρότατον
δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε
χρόα φωτός». ἐπὶ δὲ Δι-
ομήδους, τοῦ διασύρον-
τος τὴν γενομένην αὐ-
τῷ διὰ τοῦ βέλους ὑπὸ
Ἀλεξάνδρου τρῶσιν,
λέγει ὁ αὐτός «νῦν δέ μʼ ἐ-
πιγράψας ταρσὸν
ποδὸς εὔχεαι αὔτως»,
ὅπερ ἐστὶν ὁμοίως
λέγον τῷ καταξῦσαι.
τῶν δὲ κδ στοιχείων ἃ μέν ἐστιν
φωνήεντα, ἃ δὲ σύμφωνα. καὶ φωνή-
εντα
μέν ἐστιν ζ, α, ε, η, ι,
ο, υ, ω. σύμφωνα δὲ ιζ, β, γ, δ,
ζ, θ, κ, λ, μ, ν, ξ, π, ρ, σ, τ, φ, χ, ψ.
τῶν δὲ φωνηέντων
μακρὰ μέν ἐστι β, η, ω.
βραχέα δὲ β, ε, ο. δίχρο-
να δὲ τρία, α, ι, υ. ὀνο-
μάζεται δὲ ταῦτα
δίχρονα διότι καὶ
ἐκτείνεται καὶ συστέλ-
λεται, τὸ μὲν α, οἷον
«Ἀπόλλωνι ἄνακτι», τὸ
δὲ ι, « ἴομεν ἠὲ τῷ εὖχος»
τὸ δὲ υ, «ὕδατι λευκῷ» καὶ ὄ-
νομα τίθεται ἀμφίβολα, ὅπερ
ἐστὶν ὁμοῖον τῷ δίχρονα, ἐκ
τῶν δὲ συνφώνων ἡμί-
φωνα μέν ἐστιν η, λ, μ, ν,
ρ, ζ, ξ, σ, ψ. ἄφωνα δὲ θ,
β, γ, δ, κ, π, τ, θ, φ, χ. τῶν δὲ
συνφώνων διπλᾶ μέν
ἐστιν γ, ζ, ξ, ψ, διπλᾶ
δὲ εἴρηται ὅτι ἓν ἕκαστον
αὐτῶν ἐκ β συμφώνων
σύνκειται, τὸ μὲν ζ
ἐκ τοῦ σκαὶ δ, τὸ δὲ ξ
ἐκ τοῦ σκ, τὸ μὲν ψ ἐκ
τοῦ π καὶ σ. ἄλλως τε
καὶ ἐν τοῖς μέτροις ἕκασ-
τον αὐτῶν πρὸς δύο
τῶν ἄλλων συνφώνων
μετρικὴν ἔχει εἰσότητα.
ἀμετάβολα δέ ἐστιν
δ, ἃ καὶ κοινὰ καὶ ὑγρὰ καλεῖ-
ται