ὙΠΟΘΕΣΙΣ ΝΕΦΕΛΩΝ ἈΡΙΣΤΟΦΑΝΟΥΣ. τὸ δρᾶμα τὸ τῶν Νεφελῶν κατὰ Σωκράτους γέγραπται τοῦ φιλοσόφου ἐπίτηδες ὡς κακοδιδασκαλοῦντος τοὺς νέους Ἀθήνησι τῶν κωμικῶν πρὸς τοὺς φιλοσόφους ἐχόντων τινὰ ἀντιλογίαν· οὐχ, ὥς τινες, διʼ Ἀρχέλαον τὸν Μακεδόνων βασιλέα, ὅτι προὔκρινεν αὐτὸν Ἀριστοφάνους. ὁ χροὸς δὲ ὁ κωμικὸς εἰσήγετο ἐν τῇ ὀρχήστρᾳ τῷ νῦν λεγομένῳ λογείῳ. καὶ ὅτε μὲν πρὸς τοὺς ὑποκριτὰς διελέγετο, εἰς τὴν σκηνὴν ἑώρα· ὅτε δὲ ἀπελθόντων τῶν ὑποκριτῶν καὶ τοὺς ἀναπαίστους διεξῄει καὶ τὰ … πρὸς τὸν δῆμον ἀπεστρέφετο. … καὶ τοῦτο ἐκαλεῖτο στροφή· ἦν δὲ τὰ ἰαμβεῖα τετράμετρα. εἶτα τὴν ἀντίστροφον ἀποδόντες πάλιν τετράμετρα ἐπέλεγον ἴσων στίχων· ἦν δὲ περὶ τὸ πλεῖστον ιϛʹ. ἐκαλεῖτο δὲ ταῦτα ἐπιρρήματα. ἡ δὲ ὅλη πάροδος τοῦ χοροῦ ἐκαλεῖτο παράβασις· Ἀριστοφάνης ἐν Ἱππεῦσιν ἦν μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδασκάλων, ὃς ἡμᾶς ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι.
ἙΤΕΡΩΣ Ἡ ὙΠΟΘΕΣΙΣ. φασὶ τὸν Ἀριστοφάνη γράψαι τὰς Νεφέλας ἀναγκασθέντα ὑπὸ Ἀνύτου καὶ Μελήτου, ἵνα προδιασκέψωνται, ποῖοί τινες εἶεν Ἀθηναῖοι ἀκούοντες κατὰ Σωκράτους. ηὐλαβοῦντο γάρ, ὅτι πολλοὺς εἶχεν ἐραστάς, καὶ μάλιστα τοὺς περὶ Ἀλκιβιάδην, οἳ καὶ ἐπὶ τοῦ δράματος τούτου μηδὲ νικῆσαι ἐποίησαν τὸν ποιητήν. ὁ δὲ πρόλογός ἐστι τῶν Νεφελῶν ἁρμοδιώτατα καὶ δεξιώτατα συγκείμενος. πρεσβύτης γάρ ἐστιν ἄγροικος ἀχθόμενος παιδὶ ἀστικοῦ φρονήματος γέμοντι καὶ τῆς εὐγενείας εἰς πολυτέλειαν ἀπολελαυκότι. ἡ γὰρ τῶν Ἀλκμαιωνιδῶν οἰκία, ὅθεν ἦν τὸ πρὸς μητρὸς γένος ὁ νεανίσκος, ἐξ ἀρχῆς, ὥς φησιν Ἡρόδοτος, τεθριπποτρόφος ἦν καὶ πολλὰς ἀνῃρημένη νίκας, τὰς μὲν Ὀλυμπίασι, τὰς δὲ Πυθοῖ, ἐνίας δὲ Ἰσθμοῖ καὶ Νεμέᾳ καὶ ἐν ἄλλοις πολλοῖς ἀγῶσιν. εὐδοκιμοῦσαν οὖν ὁρῶν ὁ νεανίσκος ἀπέκλινε πρὸς τὸ ἦθος τῶν πρὸς μητρὸς προγόνων.
ὙΠΟΘΕΣΙΣ ΝΕΦΕΛΩΝ. πρεσβύτης τις Στρεψιάδης ὑπὸ δανείων καταπονούμενος διὰ τὴν ἱπποτροφίαν τοῦ παιδὸς δεῖται αὐτοῦ φοιτήσαντα πρὸς τὸν Σωκράτην μαθεῖν τὸν ἥττονα λόγον. μὴ πειθομένου δὲ τοῦ μειρακίου αὐτὸς ἐλθὼν μανθάνει μαθητὴν τοῦ Σωκράτους ἐκκαλέσας.
ἄλλως. πατὴρ τὸν υἱὸν σωκρατίζειν προτρέπεται· καὶ τῆς περὶ αὐτὸν ψυχρολογίας διατριβὴ ἱκανὴ λόγων τʼ ἀπόνοια πρὸς τοὐναντίον. χορὸς δὲ Νεφελῶν ὡς ἐπωφελῆ λέγων καὶ τὴν ἀσέβειαν Σωκράτους διεξιών. ἄλλαι θʼ ὑπʼ ἀνδρὸς κατηγορίαι πικραί. καὶ τῶν μαθητῶν εἷς πατραλοίας ἐκτόπως. εἶτʼ ἐμπυρισμὸς τῆς σχολῆς τοῦ Σωκράτους. τὸ δὲ δρᾶμα τοῦτο τῆς ὅλης ποιήσεως κάλλιστον εἶναί φησι καὶ τεχνικώτατον.
ἄλλως. πρεσβύτης τις Στρεψιάδης ὑπὸ δανείων καταπονούμενος διὰ τὴν ἱπποτροφίαν τοῦ παιδὸς δεῖται τούτου φοιτήσαντος ὡς τὸν Σωκράτην μαθεῖν τὸν ἥττονα λόγον, εἴ πως δύναιτο τὰ ἄδικα λέγων ἐν τῷ δικαστηρίῳ τοὺς χρήστας νικᾶν καὶ μηδενὶ τῶν δανειστῶν μηδὲν ἀποδοῦναι. οὐ βουλομένου δὲ τοῦ μειρακίου διαγνοὺς αὐτὸς ἐλθὼν μανθάνειν, μαθητὴν τοῦ Σωκράτους ἐκκαλέσας τινὰ διαλέγεται. ἐκκυκληθείσης δὲ τῆς διατριβῆς οἵ τε μαθηταὶ κύκλῳ καθήμενοι πιναροὶ συνορῶνται, καὶ αὐτὸς ὁ Σωκράτης ἐπὶ κρεμάθρας αἰωρούμενος καὶ ἀποσκοπῶν τὰ μετέωρα θεωρεῖται. μετὰ ταῦτα τελεῖ παραλαβὼν τὸν πρεσβύτην, καὶ τοὺς νομιζομένους παρʼ αὐτῷ θεούς, Ἀέρα, προσέτι δὲ Αἰθέρα καὶ Νεφέλας, κατακαλεῖται. πρὸς δὲ τὴν εὐχὴν εἰσέρχονται Νεφέλαι ἐν σχήματι χοροῦ· καὶ φυσιολογήσαντος οὐκ ἀπιθάνως τοῦ Σωκράτους ἀποστᾶσαι πρὸς τοὺς θεατὰς περὶ πλειόνων διαλέγονται. μετὰ ταῦτα δὲ ὁ μὲν πρεσβύτης διδασκόμενος ἐν τῷ φανερῷ τινα τῶν μαθημάτων γελωτοποιεῖ· καὶ ἐπειδὴ διὰ τὴν ἀμαθίαν ἐκ τοῦ φροντιστηρίου ἐκβάλλεται, ἄγων πρὸς βίαν τὸν υἱὸν συνίστησι τῷ Σωκράτει. τούτου δὲ ἐξαγαγόντος αὐτῷ ἐν τῷ θεάτρῳ τὸν ἄδικον καὶ τὸν δίκαιον λόγον καὶ διαγωνισθεὶς ὁ ἄδικος πρὸς τὸν δίκαιον λόγον καὶ παραλαβὼν αὐτὸν ὁ ἄδικος λόγος ἐκδιδάσκει. κομισάμενος δὲ αὐτὸν ὁ πατὴρ ἐκπεπονημένον ἐπηρεάζει τοῖς χρήσταις, καὶ ὡς κατωρθωκότος εὐωχεῖ παραλαβών. γενομένης δὲ περὶ τὴν εὐωχίαν ἀντιλογίας πληγὰς λαβὼν ὑπὸ τοῦ παιδὸς βοὴν ἵστησι· καὶ προσκαταλαλούμενος ὑπὸ τοῦ παιδός, ὅτι δίκαιον τοὺς πατέρας ὑπὸ τῶν υἱῶν ἀντιτύπτεσθαι, ὑπεραλγῶν διὰ τὴν πρὸς τὸν υἱὸν σύγκρισιν ὁ γέρων κατασκάπτει καὶ ἐμπίπρησι τὸ φροντιστήριον τῶν Σωκρατικῶν. τὸ δὲ δρᾶμα τῶν πάνυ δυνατῶς πεποιημένων.
αἱ πρῶται Νεφέλαι ἐδιδάχθησαν ἐν ἄστει ἐπὶ ἄρχοντος Ἰσάρχου, ὅτε Κρατῖνος μὲν ἐνίκα Πυτίνῃ, Ἀμειψίας δὲ Κόννῳ. διόπερ Ἀριστοφάνης ἀπορριφεὶς παραλόγως ᾠήθη δεῖν ἀναδιδάξας τὰς Νεφέλας τὰς δευτέρας καταμέμφεσθαι τὸ θέατρον. ἀτυχῶν δὲ πολὺ μᾶλλον καὶ ἐν τοῖς ἔπειτα οὐκέτι τὴν διασκευὴν εἰσήγαγεν. αἱ δὲ δεύτεραι Νεφέλαι ἐπὶ Ἀμεινίου ἄρχοντος.
τοῦτο ταὐτόν ἐστι τῷ προτέρῳ. διεσκεύασται δὲ ἐπὶ μέρους ὡς ἂν δὴ ἀναδιδάξαι μὲν αὐτὸ τοῦ ποιητοῦ προθυμηθέντος, οὐκέτι δὲ τοῦτο διʼ ἥν ποτε αἰτίαν ποιήσαντος. καθόλου μὲν οὖν σχεδὸν παρʼ ἅπαν μέρος γεγενημένη διόρθωσις· τὰ μὲν γὰρ περιῄρηται, τὰ δὲ παραπέπλεκται, καὶ ἐν τῇ τάξει καὶ ἐν τῇ τῶν προσώπων διαλλαγῇ μετεσχημάτισται. ἃ δὲ ὁλοσχερῆ τῆς διασκευῆς τοιαῦτα ὄντα τετύχηκεν· αὐτίκα ἡ παράβασις τοῦ χοροῦ ἤμειπται, καὶ ὅπου ὁ δίκαιος λόγος πρὸς τὸν ἄδικον λαλεῖ, καὶ τελευταῖον ὅπου καίεται ἡ διατριβὴ Σωκράτους.
τὴν μὲν κωμῳδίαν καθῆκε κατὰ Σωκράτους ὡς τοιαῦτα νομίζοντος, καὶ Νεφέλας καὶ Ἀέρα, καὶ τί γὰρ ἄλλʼ ἢ ξένους εἰσάγοντος δαίμονας· χορῷ δὲ ἐχρήσατο Νεφελῶν πρὸς τὴν τοῦ ἀνδρὸς κατηγορίαν· διὰ τοῦτο οὕτως ἐπεγράφη τὸ δρᾶμα. διτταὶ δὲ φέρονται Νεφέλαι. οἱ δὲ κατηγορήσαντες Σωκράτους Μέλητος καὶ Ἄνυτος.
ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑΣτρεψιάδης· δοῦλος Στρεψιάδου· Φειδιππίδης· μαθητὴς Σωκράτους· Σωκράτης· χορὸς Νεφελῶν· δίκαιος λόγος· ἄδικος λόγος· Πασίας δανειστής· μάρτυς Πασίου· ἕτερος δανειστής· Ἑρμῆς· μαθητὴς εἷς τῶν φιλοσόφων· Ξανθίας οἰκέτης Ἑρμοῦ· ἕτερος φιλόσοφος.
παρεπιγραφή. συγκεκαλυμμένος καὶ καθεύδων ὑποτέθειται, ἑξῆς ἀνακαλυψάμενος καὶ ἔξω τὴν κεφαλὴν ποιήσας τοῦ περιβλήματος.
ἰοὺ ἰού σχετλιαστικὸν ἐπίρρημα. διὰ τὸ ἐγρηγορέναι καὶ ἀγρυπνεῖν δυσφορῶν ἀναβοᾷ. συμβαίνει γὰρ τοῖς ἀγρυπνοῦσι μάλιστα μεγάλας τὰς νύκτας νομίζειν. ἠγρύπνει δὲ ὁ Στρεψιάδης μὴ δυνάμενος ὑπνώττειν ὑπὸ τῆς τῶν χρεῶν φροντίδος.
ὦ Ζεῦ βασιλεῦ οὐκ ἀργῶς χρὴ τοῦτο νομίζειν τὸν ποιητὴν εἰρηκέναι· ἔχεται γὰρ ἱστορίας τοιαύτης. τοῖς Ἀθηναίοις πυθόχρηστον ἐγένετο καταλῦσαι μὲν τὰς βασιλείας, προστήσασθαι δὲ καὶ σέβειν Δία βασιλέα. ὥστε τὸ λεχθὲν τῆς ἱστορίας ταύτης ἔχεσθαι χρὴ νομίζειν.
εἰώθασι παρὰ τὰς συμφορὰς ἀναβοᾶν τὸν Δία, ὡς παρὰ τῷ ποιητῇ Ἀγαμέμνων προθελύμνους ἕλκετο χαίτας ὑψόθʼ ἐόντι Διί.
τὸ χρῆμα τῶν νυκτῶν ὅσον τὸ μέγεθος, τὸ ἔκταμα. ἔθος δὲ τοῖς Ἀττικοῖς ἐπαγωγῇ χρῆσθαι, οἷον «ἵππος σπάνιόν τι χρῆμα», «γυνὴ κακόν τι χρῆμα», καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὧν ἂν ἐξαίρειν βούλωνται μάλιστα.
ἀπέρατον μέγα, οὗ πέρας οὐκ ἔστιν. οἱ δὲ «ἀπέραντον» μετὰ τοῦ ν γράφοντες ἁμαρτάνουσιν. ζητεῖται δέ, πῶς μεγάλας τὰς νύκτας λέγει· διονυσιακοῦ γὰρ ὄντος τοῦ δράματος συνεστάλθαι τὰς νύκτας ἀνάγκη διὰ τὸ τοιούτῳ καιρῷ ὑποπίπτειν τὰ Διονύσια. πλὴν εἰ μὴ τούτῳ μεγάλαι καταφαίνονται διὰ τὸ φροντίζειν, ὅπερ πάσχειν συμβαίνει τοὺς ἀγρυπνοῦντας.
τοῦτο καὶ ὀργιζόμενος δύναται λέγειν.
ὡς τῶν ἄλλων μὲν ἀμεριμνούντων, αὐτοῦ δὲ φροντίζοντος. διὰ τοῦτο καὶ «ῥέγκουσιν» ἐπήγαγεν, ἵνα μᾶλλον αὐτοὺς δείξῃ πάσης ὄντας ἔξω φροντίδος· τῶν γὰρ βαθέως καθευδόντων ἴδιον τὸ ῥέγκειν, τῶν δὲ μηδὲν φροντιζόντων τὸ βαθέως καθεύδειν.
οἰκέται νῦν οἰκέτας οὐ τοὺς θεράποντας μόνον λέγει, ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκίαν. καθεύδουσιν οὖν πάντες.
ῥέγκουσιν οὕτως Ἀττικοὶ διὰ τοῦ κ.
ἀττικὸν τὸ σχῆμα.
ἀλλʼ οὐκ ἂν πρὸ τοῦ ἀλλʼ οὐκ ἂν πρότερον ἐν τῇ εἰρήνῃ. ἐν γὰρ τῇ εἰρήνῃ, φησίν, ἐξέπεμπον αὐτοὺς ἐργασομένους εἰς τοὺς ἀγρούς, ὡς ὑπὸ τὴν περὶ τὴν γεηπονίαν ἀσχολίαν μὴ ἀνέτως μηδὲ οὕτω βαθέως δύνασθαι καθεύδειν.
πόλεμος ἦν κατʼ ἐκεῖνο καιροῦ καὶ τοσοῦτον ἐδυστύχησαν Ἀθηναῖοι, ὥστε μηδὲ τὰ σώματα τῶν ἀποθανόντων ταφῆναι, ἕως οὗ οἱ δοῦλοι ἐξελθόντες ἐνίκησαν τοὺς Λακεδαιμονίους περὶ Ἀργενούσας καὶ τὰ σώματα τῶν ἀποθανόντων ἐκόμισαν. καὶ διὰ τοῦτο ἐλευθερώθησαν καὶ οὐκ ἐξῆν οὐδενὶ τύπτειν δοῦλον.
ἀλλʼ οὐδʼ ὁ χρηστὸς οὑτοσὶ Θ νεανίας νῦν οὖν οὐκ ἐπαινῶν αὐτὸν χρηστόν φησιν, ἀλλʼ ἐν εἰρωνείᾳ· ἀντὶ τοῦ «ἄχρηστος ἡμῖν γεγονώς». πῶς γὰρ δύναται θαυμάζειν, ὃν ἐπὶ ῥᾳθυμίᾳ μέμφεται;
ἐγείρεται τῆς νυκτός: οὕτως οἱ Ἀττικοί.
τῆς νυκτός τὸ σχῆμα ἀττικόν.
πέρδεται καὶ τοῦτο ἀττικόν.
ἐν πέντε σισύραις: στερεὰ περιβλήματα παχέα. ταῖς νῦν καλουμέναις … σισύραις. ἔστι δὲ φαῦλα καὶ μικρὰ περιβλήματα.
ἐγκεκορδυλημένος ἐγκεκρυμμένος.
ἐγκεκορδυλημένος ἐγκεκαλυμμένος καὶ συνεστραμμένος, ὥστε μηδʼ ἀνθρώπου σχῆμα δηλοῦν, ἀλλʼ ἐξοχὴν φαίνεσθαι τῶν στρωμάτων. κορδύλη δὲ ἰδίως λέγεται τὸ ἐν τῇ κεφαλῇ ὑπερεξέχον οἴδημα ὑπὸ πληγῆς εἰς ὕψος καὶ ὄγκον ἀρθέν, ὃ καλοῦμεν κόνδυλον. Κρέων δὲ ἐν τῷ πρώτῳ τῶν Κυπριακῶν κορδύλην φησὶ καλεῖσθαι τὸ πρὸς κεφαλῇ προσείλημα, ὃ δὴ παρὰ Ἀθηναίοις καλεῖται κρώβυλον, παρὰ δὲ Πέρσαις κιδάριον. ὅτι δὲ νῦν «ἐγκεκορδυλημένος» ἐνειλημένος καὶ ἐγκρύψας ἑαυτόν, δηλοῖ σαφέστερον ἐκ τῶν ἐπιφερομένων εἰπὼν ἀλλʼ εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι.
ἐγκεκορδυλημένος ἐντετυλιγμένος.
ἰστέον, ὅτι λήγοντος τοῦ χειμῶνος, ἀρχομένου δὲ τοῦ ἔαρος γίνεται τὰ Διονύσια, ὥστε διὰ τὸ κρύος καὶ ψῦχος αὐτοὺς εἰκὸς καθεύδειν τοιούτῳ σχήματι τὴν κεφαλὴν περιβεβλημένους· ὥστε καὶ πέντε περιβόλαια περιβεβλῆσθαι τὸν υἱόν.
ἀλλʼ εἰ δοκεῖ, ῥέγκωμεν παρεπιγραφή· ποιήσας γὰρ ἀσχήμονα τὴν ὄψιν καὶ τὸ σχῆμα τοῦ νεανίσκου μιμησάμενος, ὥσπερ ἐκεῖνος ἐκάθευδεν, ἀποστραφεὶς καὶ αὐτὸς πειρᾶται δῆθεν καθεύδειν ἐγκρύψας τὴν κεφαλὴν τοῖς περιειλήμασιν.
ἀλλʼ οὐκ ἔπεισί μοι ὕπνος. εὐθὺς δὲ καὶ τὴν αἰτίαν ἐπάγει τοῦ μὴ δύνασθαι καθεύδειν.
δείλαιος: ἄθλιος, κακοδαίμων.
δακνόμενος ὑπὸ τῆς δαπάνης ἐνοχλούμενος ὑπὸ τῶν τῆς ἱπποτροφίας ἀναλωμάτων. δοκεῖ γὰρ δαπανηρὸν εἶναι ἵππους τρέφειν. ὅπερ καὶ τῇ λακωνικῇ προσέζευκται κατάρᾳ· καὶ γὰρ δὴ καὶ τοῦτο οἱ Λακεδαιμόνιοι ἐν κατάρας ἔθεσαν μέρει. τὸ δὲ «δακνόμενος» ἔλαβεν ἀπὸ τοῦ αὐτὸν προσκεκλίσθαι εἴσω τῶν στρωμάτων καὶ τῶν περιβλημάτων.
τὸ «χρεῶν» νῦν περισπαστέον· δηλοῖ γὰρ «τῶν ὀφλημάτων». εἴρηται δὲ παρὰ τὸ «τῶν κόρεων», τουτέστι τὰ δεσμὰ τοῦ χόρτου, ἵνα ἑξῆς καὶ ἀκολούθως τῇ φάτνῃ λέγειν δοκῇ.
ὁ δὲ κόμην ἔχων ἐκόμων γὰρ οἱ περὶ ἱππικὴν ἔχοντες. κἀν τοῖς Ἱππεῦσι μὴ φθονῆτε ἡμῖν κομῶσι μηδʼ ἀπεστλεγγισμένοις.
ἱππάζεταί τε ξυνωρὶς τὸ μὴ πλῆρες ἅρμα, ἀλλʼ ἐκ δυοῖν ἵππων συνεστώς, ὃ νῦν δίφρον καλοῦμεν. τὸ δὲ «ἱππάζεται» οὐχ ἁπλῶς χρὴ «περὶ ἱππικὴν ἔχει» νοεῖν, ἀλλὰ τὸ ἐπὶ ἑνὸς ἵππου ὀχεῖσθαι· καὶ οὕτως ἱππάζεσθαι ὃ νῦν κελητιᾶν καλοῦμεν.
ὀνειροπολεῖ θʼ ἵππους κἀν τοῖς ὀνείροις ἵππους περινοεῖ· τουτέστιν οὕτω προστέτηκε τῷ πράγματι καὶ οὕτω περὶ ἵππους ἐσπούδακεν, ὥστε καὶ καθεύδων ὀνείρατα περὶ ἵππων ὁρᾶν.
ὀνειροπολεῖ θʼ ἵππους τὸ ὀνειροπολεῖν καὶ ὀνειρώττειν ταύτῃ διενήνοχεν, ὅτι τὸ μὲν ὀνειροπολεῖν ἐπὶ τῶν ἐνύπνιον ὁρώντων, τὸ δὲ ὀνειρώττειν ἐπὶ τῶν νυκτὸς αὐτομάτως ἀφιέντων γόνον, ὅπερ τοῖς ἐρῶσιν ἐκτόπως συμβαίνει δόξασι τοῖς παιδικοῖς συνεῖναι.
ὁρῶν ἄγουσαν τὴν σελήνην ἢ ὅτι μετὰ τὴν εἰκάδα ὁ μήν, καὶ προσεγγίζει τῇ τριακάδι, καὶ τῶν δανείων οἱ τόκοι αὐξάνονται, ἢ ὅτι αἱ μυστικαὶ ἡμέραι δαπανηραὶ ὑπῆρχον.
οἱ Ἀττικοὶ τὰς εἰκάδας πληθυντικῶς λέγουσιν.
χωροῦσιν προκόπτουσιν.
ἅπτε παῖ λύχνον ταῦτα πάντα παρεγκυκλήματά ἐστιν, καὶ παρεπιγραφαί. δεῖ γὰρ τὸν οἰκέτην τὰ προσταχθέντα ποιῆσαι, ἅψαι τὸν λύχνον καὶ δοῦναι τὸ σύμβολον, ἔπειτα καθορᾶν ἐν αὐτῷ καὶ οὕτω λέγειν τοὺς δανειστάς.
λογίσωμαι ψηφίσω.
δώδεκα μνᾶς Πασίᾳ τοῦτον ὡς ἱπποτρόφον καὶ διαπορθήσαντα τὴν οὐσίαν παρεισήγαγε. χαριέντως δὲ τούτου νῦν μνημονεύει, ἐπεὶ καὶ αὐτὸς διʼ ἱπποτροφίαν δοκεῖ δυστυχεῖν.
τοῦ δώδεκα μνᾶς Πασίᾳ καὶ τοῦτο παρεγκύκλημα· ἐφίστησιν ὡς διαπορῶν τοῦ δανείου τὴν αἰτίαν, εἶτα ἀναμνησθεὶς τὰ ἑξῆς ἐπάγει.
τοῦ δώδεκα κτλ. ἀντὶ τοῦ «ἐκ τοῦ δανείου ἐκείνου τί ἠγόρασα;»
τὸν κοππατίαν κοππατίας ἵππους ἐκάλουν οἷς ἐγκεχάρακτο τὸ κ στοιχεῖον, ὡς σαμφόρας τοὺς ἐγκεχαραγμένους τὸ σ. τὸ γὰρ σ κατὰ τὸ ϻ χαρασσόμενον ϻὰν ἔλεγον. αἱ δὲ χαράξεις αὗται καὶ μέχρι τοῦ νῦν σῴζονται ἐπὶ τοῖς ἵπποις. συνεζευγμένου δὲ τοῦ κ καὶ σ τὸ σχῆμα τοῦ ἐνακόσιοι ἀριθμοῦ δύναται νοεῖσθαι, οὗ προηγεῖται τὸ κόππα· καὶ παρὰ τοῖς γραμματικοῖς οὕτω διδάσκεται, καὶ καλεῖται κόππα ἐνενήκοντα. τινὲς δὲ κοππατίαν ἐξηγήσαντο τὸν κόπτοντα καὶ κοιλαίνοντα ταῖς ὁπλαῖς τὸ ἔδαφος, οὐδὲν ὄντως ὑποτιθέμενοι· οὐδὲ γὰρ βουκεφάλους ἵππους καλοῦμεν διὰ τὸ μορφὴν τοιαύτην αὐτοὺς ἔχειν, ἀλλὰ διὰ τὸ οὕτως ἐγκεχαράχθαι, ὡς οἶμαι καὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἵππος ἦν, οὗ τελευτήσαντος Ἀλεξάνδρειαν ἔκτισεν, ἐντάφιον αὐτῷ τῆς ἀρετῆς χάριν ὁριζόμενος πόλιν.
εἴθʼ ἐξεκόπην ἔπαιξε τὸ «ἐξεκόπην» παρὰ τὸ «κοππατίαν». ἀντὶ τοῦ «ὤφελον, πρὶν πρίασθαι τὸν ἵππον, τὸν ὀφθαλμὸν ἐκκεκόφθαι παταχθεὶς αὐτὸν λίθῳ».
Φίλων, ἀδικεῖς ὁ νεανίσκος τοῦτο καθεύδων ἀποφθέγγεται ὥς τινα τῶν συνηνιοχούντων μεμφόμενος, ὅτι δέον αὐτὸν ἐλαύνειν μὴ ὑποσκελίζοντα μηδʼ ὑποθέοντα τὰς τῶν ἵππων ὁδούς, ὡς ἀνεπικωλύτως θέοιεν, ὁ δʼ ὑποθέοι καὶ ἐμποδίζοι προλαμβανόμενος τῶν ἵππων ἐκείνου τὸν δρόμον. δεῖγμα δὲ τῆς περὶ τὴν ἱππικὴν αὐτοῦ σπουδῆς τὸ φροντίζειν καὶ καθεύδοντα περὶ τούτων. Θ τὸ δὲ «φίλων» οἱ μέν φασιν ἀναρμόστως καθʼ ὕπνον εἰρηκέναι τὸν νεανίσκον ἀντὶ τοῦ «ὦ φίλε», οἱ δὲ κύριον ἡνιόχου.
πολεμιστήρια: κατά τινας ἀγὼν Ἀθήνησιν ἱππικοῦ δρόμου· ἕνα δὲ δρόμον ἐκεῖ τρέχουσιν, ὥστε τὰ ἁμιλλητήρια πληθυντικῶς εἶπεν ὁ νέος σφαλλόμενος ἐκ τοῦ ὀνειροπολεῖν. πολεμιστήρια καλοῦνται καὶ τὰ πολεμικὰ ἅρματα, ἐφʼ ὧν ὁπλίτης ἐπιβέβηκεν ἅμα τῷ παραβάτῃ· ταῦτα δὲ ἐξεῦρεν ὁ Θησεύς. ἁμιλλητήρια δὲ τὰ ἀγωνίσματα.
πόσους κτλ. πόσους καμπτοὺς πεποίηκας; ἔστι δὲ εὕρημα τοῦτο τοῦ Θησέως.
πολεμιστήρια εἰσὶ γὰρ καὶ ἀγωνιστήρια.
ἀτὰρ τί τί δὴ μετὰ ταῦτα ὄφλημα κατέλαβέ με; Εὐριπίδης τί χρέος ἔβα δῶμα;
διφρίσκου: δίφρος καλεῖται τὸ σκεῦος, ἐφʼ ᾧ οἱ ἡνίοχοι ἐφεστῶτες ἐλαύνουσιν.
διφρίσκου ὑποκοριστικῶς εἶπε τοὺς διφρίσκους διὰ τὸ μικροὺς εἶναι καὶ κούφους τοῖς ἀγωνιζομένοις κατὰ τὸν ἀγωνιστικόν.
Ἀμυνίᾳ: καὶ οὗτος τῶν περὶ ἵππους πταισάντων. μέμνηται δὲ αὐτοῦ καὶ ἐν τοῖς Σφηξίν. νῦν δὲ οὐκ ἐκείνου καθαπτόμενος μνημονεύει αὐτοῦ, ἀλλὰ τὸν ἄρχοντα διασύρειν βουλόμενος τῇ ἐκείνου προσηγορίᾳ ἐχρήσατο. τότε γὰρ ἦρχεν Ἀμεινίας Προνάπους υἱός.
ἐκεῖνον οὖν ἐπισκῶψαι θελήσας παρέτρεψε τὸ ι εἰς υ καὶ παρεγραμμάτισε γελοίως, ἐπεὶ νόμος παρὰ τοῖς Ἀθηναίοις μὴ φανερῶς τὸν ἄρχοντα κωμῳδεῖν. διὰ τοῦτο καὶ Ἀμυνίαν εἶπεν, οὐκ Ἀμινίαν.
ἐπεὶ οὖν Ἀθηναίους πρότερον κωμῳδεῖν τὸν ἄρχοντα ὁ νόμος ἐκώλυεν, ἀφαιρέσει μὲν τοῦ ι, προσθέσει δὲ τοῦ υ παρατρέψας ὀλίγον Ἀμυνίαν αὐτὸν εἶπεν ἀντὶ τοῦ Ἀμινίαν.
Ἀμεινίᾳ κύριον.
τὸν ἵππον ἐξαλίσας κυλισθῆναι ποιήσας περὶ τὴν κόνιν. ἀλίνδειν γὰρ τὸ ἐν κόνει κυλίεσθαι. καὶ οἱ τόποι, ἐν οἷς τοῦτο ποιοῦσιν οἱ ἵπποι, ἀλινδῆθραι. καὶ ἐν τοῖς Βατράχοις ὁ αὐτὸς «ἀλινδήθρας», τουτέστιν ἐκκυλίσματα.
ἐξαλίσας κυλίσας.
ἐξήλικας ἐξέβαλες, ἐξεκύλισας, ἐξέωσας.
ὅτε καὶ δίκας ὤφληκα ἐπιτάσει χρῆται ταύτῃ, ὅτι ἐπὶ τῷ ζημιωθῆναι εἰς τὴν ἱπποτροφίαν καὶ εἰς δίκας ἐμπεπτώκειν.
ἐπιτείνεται τὸ κακόν, ὅτι ἐπὶ τῷ ζημιωθῆναί με ἔτι καὶ δίκας ὀφείλω.
χἅτεροι: ἀντὶ τοῦ «καὶ ἄλλοι»· ἀττικῶς εἶπεν.
χἅτεροι τόκου λείπει ἡ ὑπέρ· καὶ ἕτεροι ὑπὲρ τοῦ τόκου ἐνέχυρα λήψεσθαι παρʼ ἐμοῦ φασιν.
μᾶλλον τὴν ὄχλησιν δείκνυσι τὴν κατʼ αὐτοῦ διʼ οὕς φησι τόκου χάριν ἐνεχυριάσαι αὐτὸν ἀπειλεῖν.
καὶ γὰρ οὐ τοῦ δανείου χάριν, ἀλλὰ τοῦ τόκου ἐνεχυράσασθαι ἀπειλοῦσιν.
τοῦτο ἐγερθείς φησιν· οὐ γὰρ ὀνειροπολεῖ ἔτι.
τοῦτο οὐκέτι ὀνειροπολούμενος, ἀλλʼ ἐγερθεὶς λέγει τὸν πατέρα ἑωρακὼς ὀδυρόμενον.
τί ... στρέφῃ τί περιστρέφῃ συνεχῶς κόπτων σαυτόν;
παίζει, ὡς εἰ ἔλεγε «κόρις» ἢ «ψύλλα».
δάκνει με Θ δήμαρχός τις: παίζων τὴν ψύλλαν καλεῖ ἢ τὴν κόριν.
οἱ δήμαρχοι οὗτοι τὰς ἀπογραφὰς ἐποιοῦντο τῶν ἐν ἑκάστῳ δήμῳ χωρίων, καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρʼ αὐτοῖς ἦν, συνῆγόν τε τοὺς δήμους, ὅτε δέοι, καὶ ψῆφον αὐτοῖς ἐπεδίδοσαν, καὶ ἐνεχυρίαζον.
ὄνομα πολιτείας οἱ δήμαρχοι παρὰ τοῖς Ἀθηναίοις οἱ πρώην ναύκραροι καλούμενοι οἱ ἐνεχυριάζοντες τοὺς ἀγνώμονας τῶν χρεωστῶν.
καταδαρθεῖν Ἀττικοὶ παροξυτόνως καταδάρθειν.
καταδαρθεῖν κυρίως τὸ ἐπὶ δέρματος κοιμᾶσθαι.
καταδαρθεῖν κατακοιμηθῆναι.
τοῦτο εἶπεν ὁ νεανίσκος καὶ συγκαλυψάμενος καὶ στραφεὶς πάλιν ἄρχεται ὑπνοῦν.
ἰδίᾳ τὸ «φεῦ».
προμνήστριʼ ἡ προξενήτρια, ἡ προνοήσασα τῶν γάμων.
προμνήστρια: ἡ προνοήσασα τῶν γάμων, ἡ νῦν προξενήτρια.
ἐπῆρε κυρίως ἀνεχαύνωσεν, ἀνεκούφισεν, ἐπαγγελλομένη προῖκα
δώσειν μεγάλην· καταχρηστικῶς δὲ ἀντὶ τοῦ «ἀνέπεισεν».
μεγάλην εἰσοίσειν τὴν γυναῖκα, οἰκουρὸν φάσκουσα εἶναι μὴ οὕτως ἔχουσαν.
ἐπῆρε ἠπάτησε.
ἥδιστος ἄλυπος.
εὐρωτιῶν ἀντὶ τοῦ «ἱδρῶν». ἑρμηνεύει δὲ τοῦτο διὰ τοῦ «εἰκῇ κείμενος»· εὐρωτιῶσι γὰρ τὰ εἰκῇ κείμενα νοτιζόμενα, ἐπεὶ τοῖς ἀμελῶς κειμένοις ἱδρὼς προσίζει, τουτέστι νοτίς.
εὐρωτιῶν τοῦ «εὐρωτιῶν» ἐξήγησις τὸ «εἰκῇ κείμενος»· τοῖς γὰρ εἰκῇ καὶ ἀμελῶς κειμένοις ἱδρὼς προσίζει καὶ νοτίς.
τοιοῦτος ὁ τῶν ἀγροίκων βίος, ὥσπερ αὖ ἐπιμελὴς καὶ καθάριος ὁ τῶν ἀστικῶν. διόπερ καὶ εἰς πενίαν συνεχῶς ὑπὸ τῶν ποιητῶν τύπτεται καὶ ὀνειδίζεται, ὥς φησι Μένανδρος εἰς τὰ καθαρὰ λιμὸς εἰσοι-κίζεται.
οὕτω ζῶσιν οἱ ἀγροῖκοι, οἱ δὲ ἀστικοὶ τοῦ ἑαυτῶν βίου ἐπιμελοῦνται καὶ οὐδὲν περιττὸν ἐῶσι κεῖσθαι, ὅθεν καὶ καθάριος ὁ βίος τούτων ἐστίν. ὅθεν καὶ ὑπό τινων ποιητῶν ὀνειδίζονται εἰς πενίαν κωμικῶς, ὡς εὑρίσκεται τοῦ Μενάνδρου ἔχων οὑτωσί· τὰ γὰρ καθαρὰ λοιμὸςεἰσοικίζεται.
ἀκόρητος ἀκαλλώπιστος· κορεῖν γὰρ τὸ καλλωπίζειν.
ἀκόρητος: οἱονεὶ πολὺς καὶ μὴ κορούμενος.
βρύων αὔξων καὶ τεθηλώς.
στέμφυλα κυρίως τὰ ἀποπιέσματα τῶν ἐλαῶν. περιπτίσματα δὲ τὰ ἐκ τῶν σταφυλῶν ἀποπιεζόμενα. εὑρίσκεται δὲ καὶ τὸ στέμφυλα ἐπὶ τῶν σταφυλῶν καὶ τὸ περιπτίσματα ἐπὶ τῶν ἐλαῶν.
ἀπὸ τοῦ συμβεβηκότος παρείληφε πάντα· παρʼ οἷς γὰρ ἂν ᾖ στέμφυλα καὶ πρόβατα, ἐξ ἀνάγκης ἐστὶ πολλοῦ πάντα.
στεμφύλοις τουτέστι παντοίοις καρποῖς· ἀφʼ ἑνὸς εἴδους πάντα τὸν καρπὸν δηλῶν.
οὗτος τοῦ γένους ἦν τῶν Ἀλκμαιωνιδῶν, διεβάλλετο δὲ ὡς δοῦλος. ὁ πρῶτος οὖν Μεγακλῆς Κοισύρας ἦν υἱός, ἥτις ἦν ὑπερβαίνουσα γένει καὶ πλούτῳ τοὺς κατʼ ἐκεῖνο καιροῦ, αὐχοῦσα καὶ τὸν Δία πρόγονον· ἦν δὲ ἐξ Ἐρετρίας. διὸ καὶ κοισυρεῖσθαι τὸ μέγα φρονεῖν, καὶ κοισυρῖται οἱ γαῦροι καὶ ἐπηρμένοι.
τοῦ Μεγακλέους ἐδιπλασίασε τὸ ὄνομα εἰρωνευόμενος.
ἄγροικος ὢν ἐξ ἄστεος οὐκ ἀργῶς τῇ παραθέσει νῦν ἐχρήσατο· οὐ γὰρ ὀνειδίσαι βουλόμενος ἑαυτὸν ἄγροικον καλεῖ—ἀνόητον γὰρ καὶ ἄγροικον παντάπασι διαβάλλειν ἑαυτόν—ἀλλὰ πρῶτον μὲν λεληθότως διὰ τούτου τὴν εὐπορίαν δείκνυσι τὴν ἑαυτοῦ. οὐ γὰρ ἄν, εἰ μὴ πάνυ ἦν πλούσιος, ἐπεδικάσατο ἂν αὐτοῦ ἡ γυνὴ καὶ τῇ δόξῃ αὐχοῦσα τοῦ γένους καὶ τῇ ἐν ἄστει διατριβῇ. ἀδοξεῖν γὰρ εἰώθαμεν ἐπὶ τοῖς ἀγροίκοις. ἔπειτα δὲ κἀκεῖνο θεραπεύει τῇ ἀντιθέσει, τὸ ὑποτετάχθαι αὐτὸν τῇ γυναικί· δεσπόζειν γὰρ εἰώθασιν οἱ ἄνδρες τῶν γυναικῶν. ὁ δὲ τῇ ἀντιπαραθέσει καὶ τοῦτο ἐπιστώσατο φήσας ἄγροικον αὐτὸν εἶναι, τὴν δὲ γυναῖκα πολιτικήν. θαυμαστὸν γὰρ οὐδέν, εἰ ἄνθρωπον ἰδιοπράγμονα καὶ μέτριον τοὺς τρόπους διὰ τὴν ἐπὶ τῆς ἀγροικίας δίαιταν γύναιον ὑπέταξε πολιτικὸν καὶ κατεδουλώσατο.
σεμνὴν νῦν οὐ τὴν σώφρονα —οὐ γὰρ ἐπαινεῖ αὐτήν —ἀλλὰ τὴν ἀλαζόνα καὶ ὑπέρογκον καὶ ἐφʼ αὑτῇ μέγα φρονοῦσαν.
ἢ ἔθνος, ὃ Κοισυρόπολις ὀνομάζεται, πάνυ αἰσχρὸν καὶ μυσαρόν· ἢ τὰ Κοισύρας φρονοῦσαν. ἔστι δὲ ἐρετριακὸν τὸ ὄνομα· οὗτοι δὲ εἰς τρυφὴν διαβάλλονται. αὕτη δὲ ἐγαμήθη Πεισιστράτῳ ἐπιχειρήσαντι τυραννεῖν.
ἐγκεκοισυρωμένην: κεκαλλωπισμένην.
ἀντὶ τοῦ «περιττῶς κεκοσμημένην».
ὄζων τρυγός: νέου οἴνου ἢ τῆς ὑποστάθμης.
τρασιᾶς τρασιὰ ὁ τόπος, ὅπου ψύγεται τὰ σῦκα.
τρασιᾶς σύκων.
ἐρίων περιουσίας: ἀντὶ τοῦ «πόκων πλήθους».
ἐρίων περιουσίας ἀντὶ τοῦ πλούτου.
ζητῶν τὰ καθόλου ἐπὶ τὰ κατὰ μέρος ἦλθεν.
προειπὼν καθόλου τὴν εὐδαιμονίαν τὴν ἑαυτοῦ βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις πάλιν καταμερίζει αὐτά. ἀπὸ μὲν γὰρ τῶν προβάτων τὰ ἔρια, ἀπὸ δὲ στεμφύλων τρὺξ καὶ οἶνος, ἀπὸ δὲ τῆς τρασιᾶς τὰ σῦκα.
τρία εἶπε τὰ αὑτοῦ, τρυγός, τρασιᾶς — ἀντὶ τοῦ «σύκων» —, ἐρίων περιουσίας, καὶ τὰ ἐκείνης. ἐλεγκτικὸν δὲ τὸ τοιοῦτον σχῆμα.
ἡ δʼ αὖ μύρου, κρόκου πρὸς τὰ αὑτοῦ πλεονεκτήματα ἴσα καὶ τὰ τῆς γυναικὸς ἀντέθηκεν. εἰπὼν γὰρ τριῶν αὑτὸν ὀδωδέναι, τρυγός — τουτέστιν οἴνου —, τρασιᾶς — τουτέστι σύκων —, ἐρίων, τρία καὶ τὰ ἐκείνης ἐπήγαγεν. διελεγκτικὸν δὲ τὸ τοιοῦτον σχῆμα τοῦ λόγου. τῇ γὰρ ἀντιπαραθέσει τοῦ ἥττονος ἡ εὐτέλεια δείκνυται.
καταγλωττισμάτων: εἶδος φιλημάτων περιεργότερον τὸ καταγλώττισμα· ἢ κολακευμάτων.
εἶδος αἰσχροῦ φιλήματος τὸ καταγλώττισμα.
καταγλωττισμάτων αἰσχρῶν φιλημάτων περιεργοτέρων.
λαφυγμοῦ τῆς περὶ τὰ ἐδέσματα πολυτελείας.
λαφυγμὸς τὸ ἀπλήστως ἐσθίειν. Εὔπολις ἐν Κόλαξι λαφύσσεται λαφυγμὸν ἀνδρεῖον πάνυ. καὶ Ὅμηρος ἔγκατα πάντα λαφύσσει.
λαφυγμοῦ ἀδηφαγίας.
λαφυγμοῦ ἀπληστίας.
τουτέστιν ἐκδεδιῃτημένη πολυτελὴς τρυφή.
ναός ἐστιν Ἀφροδίτης Κωλιὰς καλούμενος ἀπό τινος νεανίσκου ἀττικοῦ ἁλόντος ὑπὸ Τυράννου καὶ δεθέντος τὰ κῶλα. εἶτα ἐρασθείσης αὐτοῦ τῆς θυγατρὸς Τυράννου καὶ λυσάσης αὐτὸν ἐπανελθὼν ἄγει εἰς τὰς Ἀθήνας χαριστήριον τῇ Ἀφροδίτῃ, ἱδρύσατο δὲ ναὸν Κωλιάδα διὰ τὸ τὰ κῶλα λελεπίσθαι.
Κωλιάδος Κωλιὰς ναὸς τῆς Ἀφροδίτης οὕτω καλούμενος, ἀπὸ τοῦ συμβεβηκότος τὴν προσηγορίαν λαβών. νεανίας γάρ τις ἀττικὸς ἁλοὺς ὑπὸ Τυρρηνῶν, δεσμώτης δουλεύων, ἐρασθείσης αὐτοῦ τῆς θυγατρὸς τοῦ ἔχοντος καὶ ἀπολυσάσης, ἦλθεν εἰς τὴν οἰκείαν. καὶ οὕτως ἐλευθερωθεὶς εὐχαριστήριον τῇ Ἀφροδίτῃ ἐπὶ τῆς ἀκτῆς, ἐφʼ ἧσπερ ἡρπάγη, ναὸν ἱδρύσατο, Κωλιάδα δὲ προσηγόρευσε τὸν τόπον ἀπὸ τῶν κώλων, ἃ ἐν τοῖς δεσμοῖς κατεπονεῖτο.
Κωλιὰς δὲ ἐκλήθη, ὅτι θύοντος τοῦ ἱερέως ἱερείου κωλῆν ἱέραξ ἥρπαξεν καὶ ἐπʼ ἐκείνῳ τῷ τόπῳ ἐπεκαθέσθη· ὅθεν ὁ τόπος Κωλιὰς ἐκλήθη.
οἱ μὲν τῶν περὶ τὴν Ἀφροδίτην ἀξιοῦσι θεῶν μίαν εἶναι διὰ τὸ γενέσεως αὐτὴν εἶναι τοῖς ἀνθρώποις αἰτίαν προϊσταμένην τῶν γάμων καὶ τῶν ἐπὶ τοῖς γάμοις μυστηρίων, ὅθεν καὶ παρὰ Ῥωμαίοις Βένερις γενετρίκις ἐν τοῖς φόροις ἐστίν. ὅθεν καὶ ἐν δευτέραις Θεσμοφοριαζούσαις Ἀριστοφάνης μέμνηται τοῦτο οὕτω που λέγων ἀλλʼ εἴ τις εἰς βακχεῖον αὐτὰς ἐκάλεσεν ἢ εἰς Πανὸς ἢ ἐπὶ Κωλιάδος Γενετυλλίδος.
ἡ Γενετυλλὶς δαίμων περὶ τὴν Ἀφροδίτην τῆς γενέσεως ἔφορος.
ἀργὸς ἡ γυνή.
περὶ γυναικὸς λέγει.
ἀλλʼ ἐσπάθα κατανήλισκε καὶ κατήσθιεν. διὰ τοῦτο οὐκ ἀργὸς ἦν. σπαθᾶν δὲ τὸ ἀφειδῶς ἀναλίσκειν καὶ παρὰ τοῖς ῥήτορσιν εἴρηται πολλάκις· οἰκείως δὲ νῦν τῇ λέξει χρῆται ἐπὶ γυναικός. καὶ γὰρ ἐπὶ τῶν ὑφαινομένων σπαθᾶν λέγομεν τὸ ἄγαν κρούειν τὴν κρόκην, ὥστε προσκαθίζειν καὶ πολλὴν μὲν ἀναλίσκειν κρόκην, ἰσχυροτέραν δὲ ἀπεργάζεσθαι τὴν ὑφήν. δύναται μὲν οὖν τὸ σπαθᾶν ἐπὶ ἀμφοτέρων νοεῖσθαι. ὅτι δὲ νῦν ἐπὶ τῷ πολλὰ δαπανᾶν παρείληπται, δῆλον ἐκ τοῦ ἐπιφερομένου ἐγὼ δʼ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ πρόφασιν ἔφασκον· ὦ γύναι, λίαν σπαθᾷς.
ἐσπάθα ἀναιδῶς ἀνήλισκεν.
αὐτῇ κτλ. ἔλεγον αὐτῇ δεικνὺς τὸ ἱμάτιον περιρραγέν.
σπαθᾷς: ἀντὶ τοῦ «ἐργάζῃ».
πότης ἀττικῶς ὁ ταχέως ἀναλίσκων τὸ ἔλαιον λύχνος.
τὸν πότην λύχνον πότης λύχνος παρʼ Ἀττικοῖς ὁ πολὺ ἔλαιον ἀναλίσκων.
ἵνα κλάῃς καλεῖ τὸν παῖδα πλησίον ἐλθεῖν τῆς κλίνης, ἐφʼ ἧς ἀνέκειτο, τύψειν αὐτὸν ἀπειλῶν.
θρυαλλίδων ἀντὶ τοῦ «ἐλλυχνίων». ἢ ἀπὸ τοῦ θρύου τὸ παλαιὸν τὰ ἐλλύχνια.
μετὰ ταῦθʼ ὅπως νῶιν· μετὰ τὸ ἐπιτιμῆσαι τῷ οἰκέτῃ ἐπὶ τὸ διήγημα ἀνατρέχει πάλιν τοῦ γάμου. οὐ μὴν συναπτέον πάντα τὸν στίχον, … μέχρι τοῦ «υἱός»: εἶτα διαστήσαντα χρὴ μεθʼ ὑποκρίσεως ἐπάγειν «οὑτοσί» ὡς ἀχθομένου αὐτοῦ τῇ γενέσει.
καὶ τοῦτο εἰρωνευόμενος. οὐ γὰρ ἀγαθὴν αὐτὴν παρίστησιν.
εἰρωνικῶς καὶ τοῦτο.
ἐλοιδορούμεθα ἐφιλονεικοῦμεν.
ἀντὶ τοῦ «διεφερόμεθα οὕτως, ὡς καὶ μέχρι λοιδορίας προχωρῆσαι».
ἐλοιδορούμεθα ἐστασιάζομεν, ὡς ὑπὸ τῆς φιλονεικίας καὶ εἰς λοιδορίας τραπῆναι.
ἡ μὲν γὰρ ἵππον μέγα φρονοῦσα πάντως ἐπὶ τῷ προγόνῳ Μεγακλεῖ τῷ νικήσαντι τρὶς Ὀλύμπια καὶ διʼ ἱπποτροφίαν κατελθόντι τὸν ἵππον ἐπεὶ καὶ Καλλίας ὁ δᾳδοῦχος ὁ ἐν τῇ ἱερᾷ στολῇ προελθὼν ἐπὶ τὴν μάχην εἰς Μαραθῶνα καὶ ἀριστεύσας κατὰ τῶν βαρβάρων τρὶς Ὀλύμπια νικήσας ἅρματι τὸν υἱὸν ἐκάλεσεν Ἱππόνικον.
ἵππον ... τοὔνομα συνετίθει τὸ ὄνομα ἐξ ἵππου.
Ξάνθιππον Ξάνθιππος μὲν οὖν ἐγένετο Περικλέους πατήρ, οὐδὲν δὲ νῦν πρὸς αὐτὸν ἐπικοινωνεῖ τὸ λεγόμενον· πλὴν εἰ μὴ ἄρα διὰ Κοισύραν, ἣν ἔφαμεν δούλην οὖσαν μητέρα γενέσθαι τοῦ Μεγακλέους, τὸ ὄνομα τὸ Ξανθίππου παρείληφε, παρῴδηται δὲ τὸ Περικλέους Μεγακλέους ὡς ἂν δυνάμενον ἀμφότερα δηλοῦν· δριμέα γὰρ καὶ ἀστεῖα τὰ τῆς κωμῳδίας σκώμματα.
ἐπὶ πολὺν μὲν οὖν χρόνον διεφερόμεθα ἐμαχόμεθα καὶ ἠμφισβητοῦμεν.
κοινῇ ξυνέβημεν ὡμονοήσαμεν καὶ ἀμφοτέροις συνέδοξε. τοῦτο δὲ διότι ἀφʼ ἑκατέρων τῶν γενῶν τῷ ὀνόματι ἐπετέθη μέρος.
ξυνέβημεν συνεφωνήσαμεν.
ἐκολάκευεν, οἷα τοῖς μικροῖς παιδίοις συμβαίνει.
πρὸς πόλιν πρὸς τὴν ἀκρόπολιν. λείπει δὲ τὸ «εὐτυχήσω».
ξυστίδʼ ἔχων ξύστις τὸ κροκωτὸν ἱμάτιον, ὃ οἱ ἡνίοχοι φοροῦσι μέχρι τοῦ νῦν πομπεύοντες.
λέγεται δὲ καὶ ἡ πορφυρίς, ἣν φοροῦσιν οἱ τραγικοὶ βασιλεῖς.
χρῶνται δὲ αὐτῷ καὶ οἱ τραγικοὶ βασιλεῖς.
ξυστὶς λέγεται τὸ πορφυροῦν ἱμάτιον, ὅπερ οἱ ἡνίοχοι χρῶνται ἐν τῇ ἱππικῇ.
ξύστιδʼ: προπαροξυτόνως οἱ Ἀττικοί.
ξύστις ξύστιδος προπαροξυτόνως.
τόπος τῆς Ἀττικῆς οὕτω καλούμενος τραχὺς καὶ δύσβατος. ἐκ τούτου δὲ φελλεάτας λέγουσι Δωριεῖς τοὺς κισσηρώδεις λίθους. αἱ δὲ αἶγες, παρὸ τὰ τραχύτερα καὶ ὀρεινότερα διώκουσιν, εἰς τὸν τόπον ἐκεῖνον τὰ πλεῖστα διάγουσιν. καὶ ἑορτή τις περὶ τὸν Διόνυσον Φελλὸς καλούμενος.
ἐκ τοῦ φελλέως ἀπὸ κοινοῦ τὸ «ἐλαύνεις».
διφθέραν ποιμενικὸν περιβόλαιον ἡ διφθέρα ἐκ δέρματος πεποιημένον.
ἐνημμένος: ἀντὶ τοῦ «ἐνδεδυμένος».
ἐπίθετο οὗτος δηλονότι.
ἵππερον ἔπαιξε παρὰ τὸ «ἴκτερον». νόσημα δέ, ὃ περιχεῖται ταῖς ὄψεσι τῶν νοσούντων. οὕτω δὲ καὶ τοῖς χρήμασιν αὐτοῦ ἐπιβεβλῆσθαί φησιν ἵππερον.
ἀντὶ τοῦ εἰπεῖν «ἴκτερον» εἶπεν «ἵππερον».
ὡς ἴκτερος. ὁ περὶ τοὺς ἵππους τὸν ἔρωτα ἔχων.
ἵππερον ἱππικὸν ἔρωτα.
νόσον ἱππικήν· διὰ τὸ πολλὰ δεδαπανηκέναι περὶ τὴν ἱπποτροφίαν χρήματα.
ἣν ... τουτονί ἥντινα ἐὰν ἀναπεῖσαι δυνηθῶ τὸν υἱόν.
προσηνῶς καὶ κολακευτικῶς.
Φειδιππίδιον τὸ ὑποκορίζεσθαι φιλίας.
ἔθος ἐπὶ πίστει καὶ συνθήκης βεβαιώσει τὰς δεξιὰς διδόναι ἀλλήλοις. ὑπὲρ οὖν τοῦ πεισθῆναι τὸν νεανίαν ὁ πρεσβύτης ταύτην ἀξιοῖ παρʼ αὐτοῦ πίστιν λαβεῖν. καὶ Εὐριπίδης ἐν Μηδείᾳ Μήδεια δʼ ἡ δύστηνος ἠτιμασμένη βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιᾶς πίστιν.
κυρίως νῦν ὁ νεανίσκος ὄμνυσι τὸν Ποσειδῶ θεὸν ἱππικὸν ὄντα ἅτε καὶ αὐτὸς περὶ ἵππους ἐσπουδακώς. «τουτονὶ» δὲ οὐ τῷ κοινῷ τῶν ἀνθρώπων ἔθει χρώμενον αὐτὸν δεῖ νομίζειν λέγειν—εἰώθασι γὰρ οἱ ὀμνύντες λέγειν· μὰ τοῦτον τὸν θεόν, μὰ τοῦτον τὸν Ἀσκληπιόν—, ἀλλʼ ἔνδον ἀφίδρυμα ἔχοντα Ποσειδῶνος. διὰ τοῦτο καὶ ὁ πρεσβύτης τῷ ὅρκῳ ἀκολούθως ἄχθεται.
νὴ τὸν Ποσειδῶ τουτονὶ: ἅρμα δείξας ὄμνυσιν ἢ ἄλλο τι ἡνιοχικὸν ἢ πολεμικὸν σκεῦος.
ἢ οὖν ἅρμα δείκνυσιν αὐτῷ παρακείμενον ἢ ἄλλο τι ἀφίδρυμα Ποσειδῶνος, καὶ κατὰ τούτου ὄμνυσιν.
ἔκστρεψον ἀντὶ τοῦ «μετάβαλε». ἀπὸ μεταφορᾶς τῶν ῥυπουμένων ἱματίων καὶ ἐκστρεφομένων. ἐκστρέψαι δὲ ἱμάτιον τὸ ἀλλάξαι τὸ πρὸς τὸ ἔσω μέρος ἔξω. ἄλλαξον οὖν, φησί, τοὺς τρόπους σου καὶ μεταβαλοῦ.
ὡς τάχιστα: μεταφορικῶς. τὸ γὰρ «ὡς τάχιστα» κυρίως ἐπὶ ἁρματηλάτου· ταχινὰ γὰρ τὰ ἅρματα.
τὸ τέλειον «ἃ ἄν».
ἐπεὶ οὐκ ἐπιτρέπει τὸν Ποσειδῶνα ὀμνύναι, μεταβαλὼν τὸν Διόνυσον ὄμνυσιν.
νὴ τὸν Διόνυσον ἐπεὶ ἐκώλυσεν αὐτὸν κατὰ τοῦ Ποσειδῶνος ὀμόσαι, εἰκότως μετέβαλεν εἰς τὸν Διόνυσον τὸν ὅρκον.
τὸ «δεῦρο» νῦν οὐ τοπικόν, ἀλλʼ ἀντὶ τοῦ «ἐλθέ».
καὶ τᾠκίδιον: τὸ οἰκίδιον. ὑποκοριστικῶς δὲ εἶπε κατασμικρύνων καὶ τὴν φιλοσοφίαν.
τᾠκίδιον τὸ οἰκίδιον ὑποκοριστικῶς. σμικρύνει δὲ τοῖς ὀνόμασιν αὐτοῖς τὸ εὐτελὲς τῆς φιλοσοφίας εἰς πάντα δεικνύς.
ἤγαγε δῆθεν αὐτὸν ἐπὶ τὴν Σωκράτους οἰκίαν.
ψυχῶν σοφῶν ἀνδρῶν φιλοσόφων. τοῦτο δὲ ἐπʼ ἀμφοτέρων δύναται νοεῖσθαι. ἔστι γὰρ ἀμφίβολον καὶ ἄδηλον, πότερον τὰς ψυχὰς αὐτὰς λέγει σοφάς, ἢ τοὺς ἄνδρας σοφούς, ταῖς δὲ ψυχαῖς ἐκείνων ἔνεστι τὸ φροντιστήριον. ἐὰν μὲν γὰρ «ψυχῶν σοφῶν τοῦτʼ ἐστὶ φροντιστήριον», ἐνδέχεται αὐτὰς εἶναι τὰς ψυχὰς σοφάς· ἐὰν δὲ «ψυχῶν, σοφῶν», ἀνδρῶν λέγει.
σκώπτει διὰ τούτων τὸν περὶ ψυχῆς λόγον Σωκράτους καὶ ἀσαφὲς ἐπίτηδες εἴρηκεν, ἐπεὶ καὶ Σωκράτης ὁριζόμενος περὶ ψυχῆς ἀσαφῶς ἔδοξε λέγειν καί, ὥς τινες νομίζουσιν, ἀπʼ ἐναντίας αὑτῷ, τὴν ἰδίαν ἀσθένειαν κατηγορίαν Σωκράτους ποιούμενοι. ἃ δὲ περὶ ψυχῆς ὡρίσατο, ταῦτα· «ψυχὴ πᾶσα ἀθάνατος. τὸ γὰρ ἀεικίνητον ἀθάνατον, τὸ δʼ ἄλλο κινοῦν ἢ ὑπʼ ἄλλου κινούμενον παῦλαν ἔχει κινήσεως καὶ ζωῆς».
φροντιστήριον οἱονεὶ βουλευτήριον. ἢ σύνοδός τις καὶ θᾶκος σοφῶν. φροντισταὶ δὲ ἐκαλοῦντο οἱ περὶ τὸν Σωκράτη διὰ τὸ φροντίζειν περὶ ἀδήλων καὶ διὰ τοῦτο μηδέποτε παύεσθαι φροντίδος.
ἐπειδὴ περὶ τῶν οὐρανίων διαλέγονται οἱ φιλόσοφοι.
οὕτως ὁ κρίβανος. κυρίως ὅπου οἱ ἄνθρακες συμπνίγονται· διὸ ἐπιλέγει «ἡμεῖς δʼ ἄνθρακες». λέγει δὲ τὸν φοῦρνον.
ἡ τῶν ἀνθράκων κάμινος· διὸ ἐπιλέγει «ἡμεῖς δʼ ἄνθρακες» διὰ τὸ ὑπὸ τοῦ ἡλίου θερμαίνεσθαι.
κυρίως πνιγεὺς ἔνθα οἱ ἄνθρακες ἔχονται καὶ πνίγονται.
ταῦτα πρότερος Κρατῖνος ἐν Πανόπταις δράματι περὶ Ἵππωνος τοῦ φιλοσόφου κωμῳδῶν αὐτὸν λέγει· ἀφʼ οὗ στοχαζόμενοί τινές φασιν, ὅτι μηδεμιᾶς ἔχθρας χάριν Ἀριστοφάνης ἧκεν ἐπὶ τὴν τῶν Νεφελῶν ποίησιν, ὅς γε μήτε ἴδιον μήτε ἁρμόττον, ἀλλὰ μηδὲ πρὸς ἓν ἔγκλημα ἦλθε Σωκράτους. δύο γὰρ κατʼ αὐτοῦ ταῦτα προθεὶς ἐγκλήματα, τὸ περὶ τοῦ οὐρανοῦ ὡς ἔστι πνιγεύς, καὶ ὡς ἱκανός ἐστι τὸν ἥττω λόγον διδάσκειν καὶ τὸν κρείττονα, τὸ μὲν κοινὸν τῶν φιλοσόφων ἁπάντων ἐπήγαγεν ἔγκλημα, φαίνεται δὲ καὶ ἐπὶ τούτῳ ὁ Ἵππων κωμῳδηθῆναι φθάσας· τὸ δὲ τῶν ἐγκλημάτων οὐδὲ τὸ σύνολον ἐπικοινωνεῖ φιλοσοφίᾳ—οὐ γὰρ τοῦτο ἐπαγγέλλονται οἱ φιλόσοφοι, δεινοὺς ποιήσειν λέγειν—ἴδιον δὲ τὸ τοιοῦτο μᾶλλον τῆς ῥητορικῆς· ὡς ἐπʼ ἀμφοτέροις τὸν φιλόσοφον καθαρεύειν. οἳ δʼ, ὅτι ὁλόκληρον εἰς αὐτὸν συνέταξε δρᾶμα, διʼ ἔχθραν νομίζουσιν αὐτὸν πεποιηκέναι οὐκ ὀρθῶς οἴονται. πρῶτον μὲν γὰρ Δίφιλος εἰς Βοίδαν τὸν φιλόσοφον ὁλόκληρον συνέταξε ποίημα, διʼ οὗ οὐκ εἰς δουλείαν ἐρυπαίνετο ὁ φιλόσοφος· οὐ διὰ τοῦτο δὲ ἐχθρὸς ἦν. ἔπειτα Εὔπολις, εἰ καὶ διʼ ὀλίγων ἐμνήσθη Σωκράτους, μᾶλλον ἢ Ἀριστοφάνης ἐν ὅλαις ταῖς Νεφέλαις αὐτοῦ καθήψατο.
οὗτοι διδάσκουσι καὶ τοῦτο ψεῦδος διαβολῆς χάριν· οὐδεὶς γὰρ μισθὸν ἐτέλει Σωκράτει, ἐπεὶ ἐκεῖνος ἔφασκε μηδὲν εἰδέναι. διόπερ καὶ ὑπὸ τοῦ Πυθίου σοφὸς ἐκρίθη. τοῦτο γὰρ αὐτὸ πρῶτον ἔκρινε σοφοῦ, τὸ γνωρίσαι μηδὲν εἰδέναι. πῶς οὖν ἂν μισθὸν ἐπράττετο παρὰ τῶν συνόντων περὶ αὑτοῦ βεβαιούμενος μηδὲν εἰδέναι;
ἀποφεύγει εἰπεῖν τὸ ὄνομα διὰ τὸ ἐπαχθές.
μεριμνοφροντισταὶ τοὺς φιλοσόφους οὕτως ἐκάλουν.
τὸ «αἰβοῖ» σχετλιαστικόν.
τὸ «πονηροί» ἀντὶ τοῦ «ἐπίπονοι».
τοὺς ἀλαζόνας: ἰδίως τοὺς ψεύστας ἐκάλουν. εἰκότως δὲ τοὺς φιλοσόφους ἀλαζόνας καλεῖ, ἐπεὶ λέγειν ἐπαγγέλλονται περὶ ὧν οὐκ ἴσασιν.
ἀλαζόνας οὕτως ἐκάλουν τοὺς φιλοσόφους.
Χαιρεφῶν ἑταῖρος Σωκράτους ὁ Χαιρεφῶν, ὃς ἐκαλεῖτο καὶ νυκτερὶς διὰ τὸ μέλας εἶναι καὶ ἰσχνόφωνος.
ἢ ἢ σιώπα συγκατατίθεται καὶ ὁ πρεσβύτης ὡς εἰδότος αὐτοὺς τοῦ νεανίσκου καὶ ἀληθῆ περὶ αὐτῶν εἰρηκότος. φησὶν οὖν· τούτους αὐτούς.
μηδὲν ... νήπιον μηδὲν εὔηθες μηδὲ ἀνόητον εἴπῃς.
ἀντὶ τοῦ «μὴ ὡς τὰ νήπια παιδία ἀνόητα εἴπῃς».
ἀλλʼ εἴ τι κήδει ἀλλʼ εἰ φροντίζεις.
τῶν πατρῴων ἀλφίτων τῶν χρημάτων.
τῶν πατρῴων ἀλφίτων τῆς πατρῴας οὐσίας.
ὡς ἄγροικος.
τούτων γενοῦ μοι: λείπει τὸ εἷς ἀριθμητικὸν ὄνομα, «εἷς τούτων γενοῦ μοι», τούτοις μαθήτευσον.
σχασάμενος καταλύσας, καταπαύσας, ἐάσας.
παυσάμενος τῆς ἱππικῆς ἢ ἀποχωρήσας καὶ ἀποστὰς τοῦ παρόντος ἐπιτηδεύματος.
ἐκ μεταφορᾶς τῶν κωπηλατούντων. καὶ γὰρ τὸ ὕδωρ τῇ κώπῃ σχίζεται ἐρεσσούσῃ. καὶ Πίνδαρος κώπαν ἤδη μοι σχάσον.
σχασάμενος ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων. σχάσαι γὰρ δεῖ καὶ ὥσπερ διαστεῖλαι καὶ διασχίσαι τὸ ὕδωρ τὴν κώπην ἐρέσσουσαν. καὶ Πίνδαρος κώπαν ἤδη ἔσται μοι σχάσαις.
ἀπὸ μεταφορᾶς τῶν ἀποσχιζομένων καὶ διαχεομένων ὑδάτων.
οὐκ ἂν μὰ τὸν Διόνυσον: εὐλόγως τὸν Διόνυσον ὀμνύει· τούτῳ γὰρ ἐπετελεῖτο τὰ Διονύσια, οἷς ἠγωνίζοντο οἵ τε τῆς τραγῳδίας καὶ οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί.
τοὺς φασιανούς: Φᾶσις ποταμὸς Σκυθίας, ὅπου καλοὶ ἵπποι γίνονται. Λεωγόρα δὲ ὡς ἱπποτρόφου μέμνηται. οἱ δὲ περὶ Ἀρχίλοχον ὀρνίθων τι γένος λέγουσι τοὺς φασιανούς. ἢ φασιανοὶ λέγονται οἱ ἔχοντες τῷ μηρῷ φασιανὸν ἐγκεχαραγμένον ἵπποι.
τοὺς φασιανούς οὔκ εἰσιν ἵπποι φασιανοί, ἀλεκτρυόνες μέντοι. ἵπποι δέ τινές εἰσιν ἀλεκτρυόνας ἐγκεχαραγμένοι· τούτους οὖν λέγει. Λεωγόρας δὲ ὄνομα κύριον ἑνὸς τῶν Ἀθήνησι προπολιτευσαμένων τότε. πατὴρ δὲ οὗτος ἦν Ἀνδοκίδου τοῦ ῥήτορος. ἄδηλον δέ, εἰ καὶ ὄρνεα οὗτος ἔτρεφεν·
μέμνηται δὲ αὐτοῦ ὡς ἱπποτρόφου.
ἔστι δὲ ὄνομα τῶν ἱπποτροφησάντων Ἀθήνησιν.
ἔνιοι ἀξιοῦσιν ἵππους εἶναι τοὺς φασιανούς. καὶ εἴπερ ἐστὶ τοῦτο μὴ κατεψευσμένον, οἰκεῖον ἂν εἴη τοῦτο τῆς τοῦ νεανίσκου σπουδῆς.
ὁ Λεωγόρας τρυφερός τις, ὁ Ἀνδοκίδου πατήρ. Πλάτων Περιαλγεῖ ὦ θεῖε Μώρυχε· τέως γὰρ εὐδαίμων ἔφυς καὶ Γλαυκέτης, ἡ ψῆττα, καὶ Λεωγόρας, οἳ ζῆτε τερπνῶς οὐδὲν ἐνθυμούμενοι. Εὔπολις ἐν Αὐτολύκῳ βʹ ὡς … καὶ διὰ Μυρρίναν ἑταίραν τὰ χρήματα ἀποβεβληκότα.
ἴθʼ ἐλθέ· νῦν δὲ πείσθητι.
ἴθʼ εἶα.
ἀντιβολῶ παρακαλῶ ἀττικῶς.
ἄμφω τὼ λόγω δυϊκῶς ἔκλινεν. φησὶ δὲ ἀμφοτέρους τοὺς λόγους τοὺς περὶ Σωκράτην ἐκπαιδεύειν ἱκανῶς.
αὐτοῖς Σωκράτει καὶ Χαιρεφῶντι.
τὸν κρείττονʼ ὅστις ἐστί τὸν δίκαιον, τὸν νικῶντα. ὡς ἀγνοῶν δὲ τὰ δίκαια εἶπεν· ἐβούλετο γὰρ ἀδικίαν μανθάνειν.
τὸν ἥττονα τὸν ἄδικον.
οὐδʼ ἂν ἀντὶ τοῦ «οὐδένα».
οὐ γὰρ ἂν ὑπομείναιμι ὁραθῆναι ὑπὸ τῶν ἱππέων.
τοὺς ἱππέας εἰ γενοίμην, φησίν, ὠχρὸς ὡς οἱ περὶ τὸν Σωκράτην καὶ ἀνυπόδητος καὶ ῥυπῶν. οἱ γὰρ ἱππεῖς εὖχροι καὶ ὑποδεδεμένοι καὶ ἐν γυμνασίοις ἐξεταζόμενοι καὶ ἐν παλαίστραις. καὶ ἐν τοῖς Ἱππεῦσί φησι· μὴ φθονεῖθʼ ὑμῖν κομῶσιν μηδʼ ἀπεστλεγγισμένοις, τουτέστι λιπῶσιν. τοῦτο οὖν καὶ νῦν ὁ νεανίσκος δεδοικέναι φησί, τὸ ἀπέχθεσθαι τοῖς περὶ ἱππικὴν ἔχουσιν, εἰ ἀπολιπὼν τὸ σῶμα κοσμεῖν καὶ μετιέναι τὰ τῶν ἱππέων ἐπιτηδεύματα τὰ τῶν φιλοσόφων μετέλθοι.
διακεκναισμένον: ἠμαυρωμένον, ὠχρόν, διεφθαρμένον.
διακεκναισμένος διεφθαρμένος, ἠμαυρωμένος.
ὡς ἱππαζόμενον καὶ τοῦτον μετὰ τῶν ἱππέων φησὶ τάττεσθαι.
μὰ τὴν Δήμητρα: εἰκότως, ἐπεὶ περὶ τροφῶν ὁ λόγος ἐστίν, αὐτὸς τὴν Δήμητρα ὄμνυσι· τούτων γὰρ ἡ θεὸς εὑρετίς.
τῶν γʼ ἐμῶν ἀπὸ τῶν ἐμῶν.
ἔδει φάγει, θρέψει.
οὔθʼ ὁ ζύγιος ζύγιοι οἱ ὑποβαλλόμενοι τῷ τοῦ ἅρματος ζυγῷ, τουτέστιν ὁ μέσος δεξιὸς καὶ ὁ μέσος ἀριστερός.
οὔθʼ ὁ σαμφόρας σαμφόραι οἱ σίγμα ἔχοντες ἐπὶ τὸν μηρόν.
ἀλλʼ ἐκβαλῶ σε καὶ διώξω σε τῆς οἰκίας τῆς ἐμῆς.
ἀλλʼ ἐκβαλῶ σε καὶ ἀποδιώξω ἐκ τῆς ἐμῆς οἰκίας.
τραχύτερον διαλέγεται τὴν ἐλπίδα τοῦ πείσειν ἀπολωλεκώς.
τραχύτερον αὐτῷ διαλέγεται καὶ ἀπηνέστερον, ὅτι τὴν ἐλπίδα τοῦ πείθειν αὐτὸν ἀπώλεσεν.
οὐ περιόψεταί οὐ μέλλει καταφρονῆσαι.
οὐ περιόψεταί: εἰκὸς γὰρ ἦν καὶ τοῦτον σεμνυνόμενον ἐπὶ ταῖς τρισὶ νίκαις τοῦ πατρὸς ἥδεσθαι τὸν νεανίσκον ὁρῶντα μετερχόμενον τὰ προγονικὰ ἐπιτηδεύματα.
ἄνιππον ἵππων ἐστερημένον.
εἴσειμι εἰς τὴν οἰκίαν.
σοῦ τῶν σῶν ἀπειλῶν.
ἀλλʼ οὐδʼ ἐγὼ μέντοι ἀθυμήσω, διότι οὐ πέπεικα τὸν υἱόν, οὐδὲ τέλεον ἀφέξομαι τῆς γνώμης.
ἀλλʼ οὐδʼ ἐγὼ μέντοι παραδώσω ἐμαυτὸν ταῖς λύπαις.
διδάξομαι νῦν μὲν παθητικῶς ἀποδεκτέον τὸ «διδάξομαι». βούλεται γὰρ λέγειν «διδαχθήσομαι». ἔστι δὲ τῶν μέσων· παθητικὸν γὰρ ἔχει τὸν σχηματισμόν, ἐνέργειαν δὲ δηλοῖ. εἴποι γὰρ ἂν «διδάξομαι τὸν υἱὸν φιλοσοφεῖν» κυριώτερον ἢ «διδάξω». «διδάξω» μὲν γὰρ ὁ διδάσκαλος ἐρεῖ, «διδάξομαι» δὲ ὁ πατὴρ καὶ πᾶς παραδιδοὺς ἕτερον μανθάνειν. δυνατὸν οὖν καὶ νῦν μὲν εἶναι τὸ αὐτό, ἵνʼ ᾖ νοούμενον «διδάξομαι, ἐπεὶ οὐ τὸν υἱόν, ἐμαυτόν», τοῦ δὲ μέτρου οὐκ ἐπιτρέποντος εἰπεῖν «ἐμαυτόν» «διδάξομαι» ἔφη «αὐτὸς βαδίζων εἰς τὸ φροντιστήριον».
κἀπιλήσμων μὴ ἔχων μνήμην.
οὐκ ἐπὶ τῆς τοῦ σώματος κινήσεως παρείληφε τὸ «βραδύς», ἀλλʼ ἐπὶ τῆς διανοίας.
νῦν οὐκ ἐπὶ τῆς σωματικῆς κινήσεως εἴληφε τὸ «βραδύς», ἀλλὰ τὸ μὴ ἀγχίνουν καὶ νωθὲς τῆς διανοίας δηλοῦν ἐθέλει.
βραδὺς ἀργός.
λόγων ἀκριβῶν σκινδαλμοὺς λόγων ἰσχνῶν λεπτολογίας, λεπτουργίας· λεπτὰ γὰρ καὶ ἰσχνὰ τὰ τῶν φιλοσόφων ζητήματα.
σκινδαλμοὺς ἀντὶ τοῦ «λεπτολογίας». ἡ δὲ μεταφορὰ ἀπὸ τῆς σχίσεως τῶν καλάμων. ἰδίως γὰρ σκινδαλμοὺς καλοῦμεν τὰ τῶν καλάμων ξύσματα. τοῦτο δὲ ἐπὶ μὲν τῆς εὐθείας ὀξυτονεῖται, ἐπὶ δὲ τῶν πλαγίων παροξύνεται.
σκινδάλμους μαθήσομαι ἐξήγησις καὶ ἐπεξεργασία τοῦ «ἀκριβῶν» οἱ σκινδάλαμοι.
ἰτητέον πορευτέον.
ἔχων διαλογιζόμενος.
στραγγεύομαι ἀναβάλλομαι, διατρίβω. ἅπαξ οὖν, φησί, δόξαν τί παρέλκω καὶ μέλλω καὶ διατρίβω καὶ ἀναδύομαι;
στραγγεύομαι κακοπαθῶ.
ἀλλʼ οὐχὶ κρούω.
τοῦτο δὲ παρεγκύκλημα· δεῖ γὰρ αὐτὸν ἐλθεῖν καὶ κόψαι τὴν θύραν τοῦ Σωκράτους. παρατηρητέον δέ, ὅτι ἐπὶ μὲν τῶν ἔξωθεν κρουόντων κόπτειν λέγεται, ἐπὶ δὲ τῶν ἔσωθεν ψοφεῖν. ἱκανῶς δὲ διέστειλε Μένανδρος ἐπὶ μὲν τῶν ἔξω «κόψω τὴν θύραν» εἰπών, ἐπὶ δὲ τῶν ἔσω «ἐψόφηκε τὴν θύραν ἐξιών».
βάλλʼ ἐς κόρακας ἄπιθι ἐς κόρακας. ἔστι δὲ παροιμία ἐπὶ κατάρας λεγομένη. ἀντὶ τοῦ «εἰς ἀπώλειαν καὶ φθοράν». Βοιωτοῖς γὰρ ἀναστάτοις ὑπὸ Θρᾳκῶν γενομένοις καὶ ὑπὲρ ἀποικίας μαντευομένοις εἶπεν ὁ θεὸς ἐκεῖ κατοικῆσαι, ἔνθα ἂν ἴδωσι λευκοὺς κόρακας. οἱ δʼ ἐν Θετταλίᾳ περὶ τὸν παγασιτικὸν κόλπον εἶδον περιιπταμένους τοὺς τοῦ Ἀπόλλωνος ἱεροὺς κόρακας, οὓς παῖδες ἀφῆκαν γυψώσαντες ὑπὸ μέθης, καὶ τελεῖσθαι τὸν χρησμὸν φήσαντες ἐνταῦθα κατῴκησαν. οἱ δὲ ἀπὸ τοῦ ζῴου φασὶ λέγεσθαι τὴν παροιμίαν· ἐν γὰρ τοῖς ἐρημοτέροις τόποις ἐπιτηρεῖ τὰ πτώματα.
Κικυννόθεν ἀπὸ δήμου τῆς Ἀκαμαντίδος φυλῆς Κίκυννα, ἔνθα ἄγεται καὶ Ἀπολλώνια.
δῆμος οἱ Κικυννῆς τῆς Ἀκαμαντίδος φυλῆς, ἔνθα ἄγεται καὶ Ἀπολλώνια.
ἀμαθής ἰδιώτης, ἀπαίδευτος.
ἀπεριμερίμνως ἀσκόπως, ἀμαθῶς, ἀμελῶς, ἀπείρως, ἀνεπιστημόνως.
λελάκτικας σφοδρότητος καὶ βίας σημαντικόν· διόπερ καὶ τὴν μέμψιν ἐπήγαγεν.
καὶ σκέψιν. ἰδίως δὲ νῦν ἐπὶ φιλοσόφων τὴν φροντίδα· ἐπεὶ καὶ μεριμνοφροντιστὰς ἐκάλουν αὐτούς, ὡς προείπομεν.
ἡμιτελῆ ἐξέβαλες, ἐξέωσας. ἐξαμβλῶσαι δὲ κυρίως ἐπὶ τῶν γυναικῶν λέγεται τῶν ἀποτικτουσῶν θᾶττον ἢ κατὰ τὸν τῶν ὠδίνων καὶ τῆς κυοφορίας νόμον. καὶ τὸ φάρμακον δὲ τὸ αἴτιον τοῦ ἐξαμβλοῦν τὰς γυναῖκας ἀμβλώθριον καλεῖται.
ἐξήμβλωκας ἀτελῆ ἐποίησας.
ἐξευρημένην ἐπινενοημένην.
πρὸς τὸ σχῆμα. ὅτι οὕτω χρῶνται «πόρρω τῆς πόλεως». ἐπὶ τῶν ἀγρῶν. ὅτι ἀγροῖκός εἰμι.
ἀμφίβολον πότερον λέγει πόρρω τῶν ἀγρῶν ἑαυτὸν κατοικεῖν ἢ ἐν τοῖς μακρὰν καὶ πολὺ τῆς πόλεως ἀπέχουσιν. λέλεκται δὲ αὐτὸ παρὰ τὸ εὐριπίδειον, ὅπερ οὕτως ἔχει τηλοῦ γὰρ οἰκῶν βίοτον ἐξιδρυσάμην.
τοὐξημβλωμένον τὸ ἀπολωλὸς καὶ διεφθαρμένον.
ἀλλʼ οὐ δυνατόν. δῆλον δέ, ὅτι ἐπὶ διασυρμῷ καὶ διαβολῇ ταῦτα παρεισάγει λέγοντα τὸν θυρωρόν. ἀλλότριον γὰρ φιλοσόφων τὸ βασκαίνειν καὶ φθονεῖν, οἷς τὸ κοινωνεῖν περὶ πολλοῦ πάντων ἀφθόνως.
οὐ θέμις οὐ πρέπον.
πλὴν τοῖς μαθηταῖσιν εἰ μὴ μόνον τοῖς μαθηταῖς.
οὑτοσὶ ἑαυτὸν δείκνυσιν.
ἀνήρετʼ ἐπύθετο.
ἄρτι: ἀντὶ τοῦ «ἐξ ὑπογύου». ἵνα αὐτοσχεδιάζειν δοκῶσι καὶ πάντα ἐξ ὑπογύου λέγειν.
τῶν ἄγαν γνωρίμων Σωκράτους ὁ Χαιρεφῶν. οὐδὲν αὐτοῦ διασέσωσται τῶν συγγραμμάτων. δοκεῖ δὲ γενέσθαι παράθερμος καὶ σφόδρα ἐχθρεῦσαι τῷ ἀδελφῷ. καί φησι Ξενοφῶν τὸν Σωκράτην συνάγοντα αὐτοὺς λέγειν, ὡς οὐδὲν ὀφθαλμῶν ὄφελος εἴη, εἰ μὴ συμφρονοῖεν, οὐδὲ χειρῶν οὐδὲ ποδῶν. δήμου δὲ ἦν ὁ Χαιρεφῶν Σφήττιος. τούτῳ καὶ ἡ Πυθία δοκεῖ τὸν περὶ τοῦ Σωκράτους χρησμὸν εἰπεῖν σοφὸς Σοφοκλῆς, σοφώτερος δʼ Εὐριπίδης, ἀνδρῶν δὲ πάντων Σωκράτης σοφώτερος. τούτου Ἀπολλώνιος ὁ Μόλων ἐν τῷ κατὰ φιλοσόφων ἐψεῦσθαί φησι τὴν Πυθίαν· τοὺς γὰρ πυθικοὺς χρησμοὺς ἑξαμέτρους εἶναι καὶ ἀεί. ἔστι δὲ παρὰ κωμικῷ τινι συγκεχωρίσθαι τῷ χρησμῷ δύναται. ὅτι δὲ καὶ ἄλλοι διὰ τριμέτρων πλείους εἰσὶ χρησμοί, οὐ μὴν ἀλλὰ καὶ πεζῷ λόγῳ λεχθέντες τῇ Πυθίᾳ, δῆλον.
τοιαῦτα γὰρ τὰ τῶν φιλοσόφων ζητήματα, ἀπηλλαγμένα τῶν κοινῶν βιωτικῶν ἐννοιῶν, διὰ τὸ περὶ τῶν οὐρανίων καὶ τῶν ἀδήλων ἀεὶ γίνεσθαι τὴν ζήτησιν αὐτοῖς.
ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας ψύλλαν μὲν ἀττικῶς, ὃν ἡμεῖς καλοῦμεν ψύλλον. τὸ δὲ λεγόμενον τοιοῦτον·
πόσους ἡ ψύλλα πόδας ἰδίους πηδήσειεν. διασύρων δὲ τὰ ζητήματα τῆς φιλοσοφίας φησίν.
τὸ πήδημα τῆς ψύλλης διαμετρῆσαι τοῖς αὐτῆς τῆς ψύλλης ποσίν, ὁπόσους τούτους πηδήσειεν. δῆλον δέ, ὅτι διασῦραι βουλόμενος τὰ τῶν φιλοσόφων ζητήματα ὡς ἰσχνὰ καὶ λόγου μηδαμῶς ἐχόμενα ταῦτα καὶ τὰ τοιαῦτα παρεισάγει. διὸ καὶ τὰ ἑξῆς γελοίου χάριν αὐτῷ λέλεκται.
διαβάλλει τοὺς φιλοσόφους ὡς εὐτελῆ ζητοῦντας· διὸ καὶ τὰ ἑξῆς γελοίου χάριν λέγεται.
διὰ γελοίων τὴν Σωκράτους παρίστησιν ὠφέλειαν.
Χαιρεφῶντος τὴν ὀφρῦν ἰστέον, ὅτι αὐτοπροσώπως εἰσῆγον τοὺς κωμῳδουμένους καὶ ὅτι γελοίου χάριν παρείληφε τοῦτο. αὐτίκα γοῦν οὐδὲ ἄλλου τινὸς ἐμνήσθη μέρους τοῦ σώματος ἢ τοῦ ἐν ἑκατέρῳ γελοίου. ὁ μὲν γὰρ Χαιρεφῶν βαθείας εἶχε τὰς ὀφρῦς, ὁ Σωκράτης δὲ φαλακρὸς ἦν.
τὼ πόδε ὅτι δυικῶς «τὼ πόδε» ἐπὶ τῆς ψύλλης κακῶς· ἱστορεῖται γὰρ ἓξ πόδας ἔχουσα ἡ ψύλλα.
ψυγείσῃ ἀποθανούσῃ.
ἔστι μὲν δένδρα, ἔστι δὲ καὶ ὑποδημάτων τι εἶδος γυναικείων. διὸ ἐπιφέρει «ὑπολύσας», διὰ δὲ τὸ δένδρον παίζων τὸ «περιέφυσαν» εἶπεν.
ταύτας ὑπολύσας ἀδύνατον· οὔτε γὰρ ὑποδήματα δύναται φορέσαι ψύλλα οὔτε ὑπολύσασθαι οὔτε διαμετρῆσαι τῷ προσπλασθέντι κηρῷ τοῖς ποσὶ τὸ διάστημα τοῦ πηδήματος. ἄλλως. ἀδύνατον ἀδυνάτῳ ἐπήγαγεν. οὔτε γὰρ τὰ ὑποδήματα ἐκ κηροῦ φῦναι φύσιν ἔχει οὔτε τῶν τῆς ψύλλης ποδῶν ταῦτα δυνατὸν ἦν ἐξελεῖν καὶ διαμετρῆσαι.
ταύτας ὑπολύσας ἀδύνατον ἀδυνάτῳ ἐπήγαγεν. οὔτε γὰρ ὑποδήματα φορέσαι δύναται ψύλλα οὔτε ἐκ κηροῦ φῦναι αὐτῇ φύσιν ἔχει, οὔτε τῶν τῆς ψύλλης ποδῶν τὸν κηρὸν ἐξελεῖν δυνατὸν καὶ διαμετρῆσαι τούτῳ τὸ διάστημα τοῦ πηδήματος.
«τῆς λεπτότητος» εἶπεν ἐκ μεταφορᾶς τῶν ἀραχνίων νημάτων.
τί δῆτʼ ἄν εἴποις.
φρόντισμα σόφισμα.
Σφήττιος: ἐκ δήμου Σφηττοῦ, ὃς ἦν κάκιστος. πρὸς κατηγορίαν τοῦτο τοῦ Χαιρεφῶντός φησι Σφήττιον αὐτὸν λέξας. καὶ σφήττιον ὄξος ἐκ μεταφορᾶς τῶν δριμέων ἐκείνων ἀνδρῶν.
ἀπὸ δήμου τῆς Ἀκαμαντίδος φυλῆς.
πῶς διανοεῖται τὰς ἐμπίδας πνεῖν.
ὁπότερα: ἀντὶ τοῦ «πῶς διανοεῖται καὶ διαλογίζεται περὶ τῶν ἐμπίδων».
ὁπότερα ἀντὶ τοῦ «ὁποτέρως».
τὰς ἐμπίδας οὓς ἡμεῖς κώνωπας λέγομεν. οἱ δὲ εἶδος κώνωπος παραποτάμιον ζώνην ἔχοντος.
κατὰ τὸ στόμʼ ᾄδειν ἀντὶ τοῦ «διὰ τοῦ στόματος φθέγγεσθαι καὶ βομβεῖν ἢ διὰ τοῦ ὀρροπυγίου». τὰ δὲ τοιαῦτα τῶν ζῴων τροφὴν μὲν λαμβάνει στόματι, φθέγγεται δὲ αὐτῷ οὐκέτι. καὶ ἔστιν ἀπό τε τῶν τεττίγων τοῦτο καὶ ἀπὸ τῶν ἐγκελάδων ἰδεῖν, οἳ καὶ οὕτω προσηγορεύθησαν, ἐπεὶ ἐν αὑτοῖς τὸν κέλαδον ἔχουσιν. οὗτοι γὰρ καὶ τὰ τοιαῦτα ζῷα πάντα διὰ τοῦ στήθους τὴν φωνὴν προΐεται. εἰ οὖν τούτους λάβοις καὶ σφάξαις, οὔτε ὁ ἐγκέλαδος οὔτε ὁ μουσικὸς τέττιξ ἔτι προήσεται φωνήν· διὸ καὶ τὰ τοιαῦτα ζῷα πάντα καλεῖται ἔντομα, καθὸ κατὰ τὴν ῥάχιν διατέτρηται, ὡς ἔστιν ἰδεῖν ἐπὶ τῶν σφηκῶν καὶ κανθάρων καὶ ἐγκελάδων, καὶ τῶν τεττίγων μάλιστα, διʼ ὧν καὶ φθέγγεσθαι τμημάτων ἀξιοῦσιν αὐτά.
κοῖλον τὸν πρωκτὸν τῷ στενῷ ἐντέρῳ προσκείμενον.
σάλπιγξ ὁ πρωκτός τοιαύτη γάρ, κατὰ τὸ ἄνω στενὴ καὶ πρὸς τὸ ἄκρον κοίλη, ἡ σάλπιγξ.
τοῦ διεντερεύματος τοῦ ἐρωτήματος τοῦ διὰ τοῦ ἐντέρου.
τοῦ διεντερεύματος τοῦ ἐπινοήματος.
τῆς λύσεως, τοῦ μαθήματος τοῦ περὶ τοῦ ἐντέρου καὶ τῆς ἐμπίδος.
ἐπειδὴ περὶ τῶν ἐμπίδων ἐντέρων λέγει.
ἔπαιξε παρὰ τὸν ὑπόγυον τοῦ Σωκράτους λόγον τὸν περὶ τοῦ τῆς ἐμπίδος ἐντέρου.
ἦ ταχέως γε ἂν οὗτος.
σφόδρα γε οὗτος ἢ ἄγαν οὗτος.
φεύγων: ἀντὶ τοῦ κατηγορούμενος τις.
δίοιδε ἀκριβῶς ἐπίσταται.
δίοιδε διʼ ἀκριβείας οἶδε.
γνώμης μεγάλης ἐστερήθη.
γνώμην σκέμμα.
λείπει τὸ ἐμποδισθεὶς ὑπὸ ἀσκαλαβώτου ὁ Σωκράτης.
ὑπʼ ἀσκαλαβώτου ὥσπερ σαῦρά ἐστιν ὁ ἀσκαλαβώτης· λέγεται δὲ καὶ γαλεώτης.
γαλεώτης ἑκατέρως λέγεται, καὶ ἀσκαλαβώτης καὶ γαλεώτης. καὶ ὀροφὴ δὲ ἀρσενικῶς καὶ θηλυκῶς, ὁ ὄροφος καὶ ἡ ὀροφή· οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὰ Περσικά ἐν Λυσιστράτῃ· καὶ ἐν Σφηξὶν ὀροφὴν θέασαι.
ἐχθὲς δέ γʼ ἡμῖν οὐκ ἦν δεῖπνον λεληθότως σκώπτει τὸν τῶν φιλοσόφων βίον ὡς ἐπίπονον καὶ ταλαίπωρον. διὰ τοῦτο εἰς αὔξησιν καὶ τῷ καιρῷ συνεχρήσατο, εἴ γε μέχρι τῆς ἑσπέρας ἀναμένοντες φαγεῖν οὐδὲ τότε εἶχόν τι παρεσκευασμένον.
τοῦτο καλεῖται ἀπόθεσις τοῦ λόγου.
ἐπαλαμήσατο: ἀντὶ τοῦ ἐμηχανήσατο καὶ ἐπενόησεν.
ἰσχνήν. τέφραν τὴν ἐκ τῶν κεκαυμένων ξύλων κόνιν. οὐ ματαίως δὲ τὸ «λεπτὴν» προσέθηκε πρὸς ταύτην, ἀλλὰ διὰ τὸ δεῖξαι τὸ παραπλήσιον τοῖς ἀλφίτοις.
λεπτὴν τέφραν ἰσχνὴν σποδόν. οὐκ ἀργῶς δὲ τὸ «λεπτὴν» προσέθηκε, πρὸς τὴν ὁμοίωσιν τῶν ἀλφίτων καὶ τὰ παραπλήσια. τέφρα δὲ ἡ τῶν κεκαυμένων ξύλων κόνις.
κάμψας ὀβελίσκον καμπύλον ποιήσας, ὥσπερ ὀγκινοειδῆ· ὀρθοὶ γὰρ οἱ ὀβελίσκοι. ἐπειδὴ δὲ ἔδεσμα οὐκ ἦν, ὀρθὸν ὄντα, φησί, τὸν ὀβελίσκον ἔκαμψεν, ἵνα διʼ αὐτοῦ δυνηθῇ κλέψαι τὸ ἱμάτιον.
καμπύλον ποιήσας καὶ ὥσπερ ἀγκιστροειδῆ· ὀρθοὶ γὰρ οἱ ὀβελίσκοι. καὶ Ὅμηρος αὐτὰρ ἐπεί ῥʼ ὤπτησάν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἐπῆραν. ἀλλʼ ἐπεὶ ἔδεσμα μὲν οὐδὲν ἦν, ὡς ὀβελίσκου δεῖσθαι, πρὸς δὲ τὸ ἐπιλαβέσθαι καὶ ἁρπάσαι τι καὶ κατασχεῖν τοῦτο ἦν χρήσιμον, ὀρθὸν ὄντα, φησί, τὸν ὀβελίσκον ἔκαμψεν, ἵνα διʼ αὐτοῦ κλέψαι τὸ ἱμάτιον δυνηθῇ.
κάμψας ὀβελίσκον: καμπύλον ποιήσας. διὰ δὲ τοῦ κάμψαι ὀβελίσκον καὶ ἡ κλοπὴ καὶ ἡ ὑφαίρεσις τοῦ ἱματίου ἐγένετο.
ἐπειδὴ ὁ ὀβελίσκος ὀρθός ἐστιν, ἔκαμψεν αὐτόν, ἵνα διʼ αὐτοῦ κλέψῃ τὸ ἱμάτιον.
τὸ «εἶτα» περιττόν.
ἐργαλεῖον ὁ διαβήτης πολλαῖς εὔχρηστον τέχναις τῷ Λ στοιχείῳ παρεοικός. τούτου τὸ ἓν ἐντιθέντες μέρος καὶ τὸ ἕτερον περιάγοντες
καὶ χαράσσοντες τὸ ὑποκείμενον τὸ ἴσον τηροῦσι διάστημα τοῦ κύκλου ἀπὸ τοῦ κέντρου.
κύκλους γράφουσιν.
ἐκ τῆς τραπέζης: τοῦτο παρʼ ὑπόνοιαν εἶπεν. ἀντὶ γὰρ τοῦ εἰπεῖν· κατέγραψέ τι, ᾧ προσέχοντες οὐκ ἐπεινήσαμεν, ἐπήνεγκεν, ὅτι ἀπὸ τῆς παλαίστρας ἔλαβεν ἱμάτιον.
τοῦτο παρʼ ὑπόνοιαν ἐπήγαγεν. ἔδει γὰρ αὐτὸν εἰπεῖν· μετέβαλεν αὐτὴν εἰς τὰ ἄλφιτα.
διαβάλλει αὐτὸν ὡς περὶ τὰς παλαίστρας τῶν παίδων ἕνεκεν διατρίβοντα.
ἐκ τῆς παλαίστρας: διαβάλλει τὸν Σωκράτην ὡς εἰς τὰς παλαίστρας τῶν παίδων ἀναστρεφόμενον· καὶ γὰρ ἐπεθύμει τοῦ βλέπειν αὐτούς.
ἐκ τῆς παλαίστρας ἐμφαίνει διὰ τούτου τὸν Σωκράτην ὅτι παίδων ἤρα· ἐν ταῖς παλαίστραις γὰρ τὰ πολλὰ ἐξητάζετο, ἵνʼ αὐτοὺς ὁρῴη.
ὅμοιον τῷ ὑπὸ Εὐπόλιδος ῥηθέντι περὶ Σωκράτους Στησιχόρου πρὸς τὴν λύραν οἰνοχόην ἔκλεψεν.
τὸν Θαλῆν οὗτος ἐγένετο τῶν ἑπτὰ σοφῶν εἷς, Μιλήσιος τὸ γένος, ὃς πρῶτος τὰ περὶ τὸν οὐρανὸν ἐξεῦρεν. παρατηρητέον δέ, ὡς ἀπʼ εὐθείας τῆς Θαλῆς, ὡς Ἑρμῆς. διχῶς δὲ τοὔνομα ἐκφωνητέον· βαρυτόνως μὲν Θάλης, ὡς Χρέμης, οὗ ἡ γενικὴ Θάλητος, ἔτι δὲ καὶ περισπωμένως Θαλῆς, ὡς Ἑρμῆς.
ἀνύσας σπεύσας.
μαθητιῶ ἐπιθυμῶ μαθεῖν.
ὦ Ἡράκλεις πεποίηκε γὰρ τὸ προσταχθὲν ὁ μαθητὴς καὶ ἀνέῳξε τὰς θύρας. ὁ δὲ εἰσελθὼν καὶ θεασάμενος αὐτοὺς ὠχροὺς καθημένους ὡς ἀνθρώπων μορφὰς μὴ ἔχοντας μηδὲ ὄψεις τεθαύμακεν.
ὁρᾷ τούτους στραφέντος τοῦ ἐκκυκλήματος.
ἐοικέναι ὁμοιοῦσθαι.
τοῖς ἐκ Πύλου ληφθεῖσι Πύλος χωρίον τῆς Λακωνικῆς, ἔνθα Κλέων στρατηγήσας
ἔλαβεν αἰχμαλώτους προανύσαντος τὸν πόλεμον Δημοσθένους καὶ Νικίου.
τοὺς τριακοσίους τούτους αἰχμαλώτους ἀπὸ Σφακτηρίας ἔλαβεν.
εἰκὸς οὖν τούτους καὶ διὰ τὸν τοῦ αἰχμαλωτισμοῦ φόβον καὶ διὰ τὸ πολλαῖς μὲν ἡμέραις πεπολιορκῆσθαι ἐν ἐρήμῳ νήσῳ καὶ ἀφʼ ἧς οὐδὲν τῶν ἐπιτηδείων ἦν λαβεῖν, πολλῷ δὲ καὶ μετὰ τὴν ἅλωσιν συγκεκλεῖσθαι χρόνῳ δεδεμένους ἐν ξύλῳ ὠχρούς τε καὶ ἰσχνοὺς καὶ δυσειδεῖς γεγονέναι.
ἡ Πύλος δὲ τρεῖς εἶχεν ἐπωνυμίας, Κορυφάσιον, Σφακτηρία καὶ Πύλος.
ἰστέον δέ, ὅτι τρεῖς ἐπωνυμίας εἶχεν ὁ τόπος, Πύλος, Κορυφάσιον, Σφακτηρία.
ἰστέον δέ, ὅτι ἡ Πύλος τρισὶν ὀνόμασιν ἐκαλεῖτο, Κορυφάσιον, Πύλος καὶ Σφακτηρία.
διὰ τὴν ὠχρότητα.
εἰσελθὼν γὰρ εὗρε περὶ τὸν Σωκράτην κάτω νεύοντας ἐπὶ συννοίας.
ἀτὰρ τί ποτʼ: συγκεκυφότες γὰρ ἦσαν εἰς γῆν ἅτε περὶ τῆς ἐμπίδος ποτίζοντες.
βολβοὺς τὰ λεγόμενα παρʼ ἡμῖν ὕδνα.
ὡς ἀγροῖκός φησιν εἰδέναι τῶν περὶ τὸν Σωκράτην ἀκριβέστερον, ἔνθα οἱ βολβοὶ φύονται.
ὡς ἄγροικος ταῦτά φησιν, ὅτι ἀκριβέστερον οἶδα τῶν περὶ τὸν Σωκράτην, ποῦ εἰσιν οἱ βολβοί.
ἵνʼ ὅπου.
μεγάλοι βολβοί.
οἵδε ἄλλοι οὗτοι.
οἱ σφόδρʼ ἐγκεκυφότες τοιαῦτα γὰρ τῶν ἄγαν φροντιζόντων καὶ περὶ τὴν διάνοιαν ἐχόντων τὰ σχήματα. καὶ Ὅμηρος στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας.
ἐρεβοδιφῶσιν: τὰ ὑπὸ τὸ ἔρεβος διφῶσι, τὰ ὑπὸ τὴν γῆν ζητοῦσι καὶ καταμανθάνουσιν.
ἐρεβοδιφῶσιν τὸ σκότος ἀνερευνῶσιν.
ὁ πρωκτὸς ἴσως ἐγγύθεν τοῦτο εἴληφεν ἀπὸ τῆς ἐμπίδος. ἐπεὶ κἀκείνην διὰ τοῦ πρωκτοῦ ᾄδειν ἔφη, διὰ τοῦτο καὶ τούτους διὰ τοῦ πρωκτοῦ ἀστρονομεῖν διδάσκεσθαι λέγει. ἀνάγκη γὰρ συγκεκυφότων αὐτῶν καὶ εἰς γῆν ὁρώντων ἄνω τὸν πρωκτὸν βλέπειν.
ἀλλʼ εἴσιθʼ: κατὰ τὸ σιωπώμενον ἄλλων ἐξεληλυθότων ἐκ τοῦ φροντιστηρίου τοῖς φιλοσόφοις φησίν· ὅτι εἴσιτε ἀντὶ τοῦ εἰσέλθετε, ἵνα μὴ ὁ Σωκράτης εὕρῃ ἡμᾶς ἐνταῦθα ἐνδιατρίβοντας.
τὸ ἐκεῖνος καὶ τὸ αὐτός ἀντὶ ὀνόματος παραλαμβάνουσιν. καὶ Ὅμηρος παρεισάγει τὴν Θέτιν λέγουσαν τίπτε με κεῖνος ἄνωγε μέγας θεός. καὶ παρὰ Πυθαγορείοις τὸ «αὐτὸς ἔφα», τουτέστιν ὁ Πυθαγόρας· καὶ ἐν τοῖς ἑξῆς «αὐτός», ἤγουν ὁ Σωκράτης.
ἐπιμεινάντων ἐπιμεινάτωσαν· ἀττικῶς.
οἷόν τʼ ἀντὶ τοῦ «ἐνδεδομένον ἐστί».
πρὸς τῶν θεῶν τί γὰρ τάδʼ ἐστίν ἰδὼν πίνακα καὶ σφαῖραν ἐρωτᾷ ὁ πρεσβύτης, τί ἐστι ταῦτα.
τάδʼ ἐστίν, εἰπέ μοι: εἰσελθὼν ὁρᾷ τὰ τῶν φιλοσόφων σκεύη, ἄβακα ἢ σφαῖραν ἢ ζωγραφίαν, καὶ ἐρωτᾷ.
ἀστρονομία σφαῖραν δείκνυσιν.
ἀστρονομία μὲν διαγράμματά τινα καὶ πίνακας δείκνυσιν ἀστρονομικῆς καὶ γεωμετρικῆς.
γεωμετρία ἀβάκιον ἢ τοιοῦτό τι.
πότερα τὴν κληρουχικήν ὡς ἄγροικος ταῦτά φησιν. τὴν ἰδιωτικήν, τὴν ὑπὸ κλήρου δεδομένην, τὴν τελοῦσαν. ἐπειδὴ οἱ Ἀθηναῖοι λαμβάνοντες πόλιν πολεμίαν καὶ τοὺς ἐνοικοῦντας ἐκβάλλοντες
κλήρῳ τὴν γῆν αὐτῶν διένεμον.
πολίτας ἑαυτῶν ἀποστέλλοντες τὴν γῆν αὐτοῖς διένεμον.
δημωφελές. οἷον «τὸ γὰρ σόφισμα ἤτοι μάθημα συμφέρον τῷ δήμῳ.»
αὕτη δέ σοι χωρογραφίαν δείκνυσιν αὐτῷ.
τινὲς ἔνθεν ἕως τοῦ «οἱ ʼμοὶ δημόται» τοῦ γέροντός φασιν, ἔνιοι δὲ διαιροῦσιν. καὶ κατʼ ἐρώτησιν δὲ εἶναι τὸ τοῦ φιλοσόφου καὶ ἐν ἀποφάσει δύναται.
ὡς τοῦτʼ ἀληθῶς ἐν ἐρωτήσει· «ὡς τοῦτό σοι δοκεῖ ἀττικὸν χωρίον, ἐν ᾧ καθήμενοι δικάζουσιν;»
παρατέταται: διὰ τὸ σχῆμα, λέγω δὴ τὸ ἐπίμηκες, τῆς θέσεως, διὸ καὶ Μάκρις ἐκλήθη· ἐπιμήκης γὰρ ἦν.
διὰ γὰρ τὸ σχῆμα, λέγω δὴ τὸ ἐπίμηκες, τῆς θέσεως Μάκρις ἐκαλεῖτο.
ἐπολιόρκησαν αὐτὴν Ἀθηναῖοι μετὰ Περικλέους, καὶ μάλιστα Χαλκιδέας καὶ Ἐρετριέας.
πρὸς τὸν χρόνον ἀπήντησε καὶ τὸ μῆκος τοῦ πολέμου τὸ σχῆμα τῆς θέσεως δεικνύντος αὐτῷ τοῦ φιλοσόφου.
πρὸς τὸ «παρατέταται», ἐν ᾧ ἡ θέσις δηλοῦται, καὶ αὐτὸς ἐπήνεγκε τὸ «παρετάθη».
παρετάθη ἴσον τῷ ἐξετρυχώθη καὶ ἐξεπονήθη.
ὑπὸ γὰρ ἡμῶν ἐτάθη εἰς φόρον· ἐξετάθη πλείονα φόρον παρέχουσα. δηλοῖ δὲ καὶ τὸ ἡπλῶσθαι. ἐκληρούχησαν δὲ αὐτὴν Ἀθηναῖοι κρατήσαντες αὐτῆς.
Περικλέους στρατηγοῦντος καταστρέψασθαι αὐτὴν πᾶσάν φησι Φιλόχορος· καὶ τὴν μὲν ἄλλην ἐπὶ ὁμολογίας κατασταθῆναι, Ἑστιαιέων δὲ ἀποικισθέντων αὐτοὺς τὴν χώραν ἔχειν.
παρετάθη ἐδυναστεύθη.
ἐγγὺς ἡμῶν: διὰ τοῦτό φησι, διὰ τὸ ἐν χωρογραφίᾳ σύνεγγυς παρεῖναι· ἐπεὶ οὐκ εἰσὶν οὗτοι ἀστυγείτονες.
διὰ τὸ ἐν ταῖς χωρογραφίαις σύνεγγυς πάντα εἶναι· ἐπεὶ οὐκ ἄν τις εἴποι αὐτὰς ἀστυγείτονας.
τοῦτο λέγει, ὅτι προσέκειντο Ἀθηναίοις.
βουλεύσασθε, φησί, τὴν Λακεδαίμονα πόρρω ἡμῶν ἀγαγεῖν· πολέμιοι γὰρ ἡμῶν εἰσιν. τοῦτο δὲ λέγει τὴν γεωμετρίαν διασύρων.
γράφεται μέγα ἀντὶ τοῦ μεγάλως.
φροντίζετε βουλεύεσθε.
φροντίζετε μεριμνᾶτε.
φέρε τίς γὰρ οὗτος ἀττικὴ ἡ σύνταξις, κατὰ δὲ τὴν διάνοιαν ἧς προτάσσεται σημαίνει πλείονα. νῦν μὲν οὖν τὸ ἄγε δηλοῖ, ἐν ἄλλοις δὲ σημαίνει ἄλλο τι, ὡς παρὰ Δημοσθένει «φέρε εἰ δίκας ὑμᾶς ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νῦν παρείκατε καιρῶν». ἐνταῦθα γὰρ βούλεται λέγειν «οὕτω δὲ ὑποθώμεθα».
ἐπὶ τῆς κρεμάθρας παρεγκύκλημα. δεῖ γὰρ κρεμᾶσθαι τὸν Σωκράτην ἐπὶ κρεμάθρας καθήμενον, καὶ τοῦτον εἰσελθόντα καὶ θεασάμενον αὐτὸν οὕτω πυθέσθαι. κρεμάθρα δὲ λέγεται
διὰ τὸ μετέωρον εἶναι αὐτὸν κρεμάμενον. νῦν μέντοι εἰς ἣν τὰ περιττεύοντα ὄψα
διὰ τὸ οὕτως αὐτὴν ἀεὶ μετέωρον εἶναι κρεμαμένην. νῦν μέντοι τὰ περιττεύοντα ὄψα εἰς αὐτὴν
εἰώθαμεν ἀποτίθεσθαι. γελοίου δὲ χάριν ἐν τῷ τοιούτῳ παρήγαγεν αὐτὸν σχήματι.
αὐτός τιμῶν τὸν διδάσκαλον οὐκ εἶπε πρῶτον τὸ ὄνομα.
ἴθʼ οὗτος τῷ μαθητῇ λέγει ὁ Στρεψιάδης. οἷον οὐκ ἤκουσέ μου· σὺ αὐτὸς ἀναβόησον μέγα.
ἀντὶ τοῦ μεγάλως.
ἀττικὴ ἡ φράσις.
ὦ Σωκρατίδιον ἀπὸ τοῦ ὑποκοριστικοῦ διαβάλλει τοῦτον.
ὦ ʼφήμερε ἀντὶ τοῦ «ὦ θνητέ, ὦ ἄνθρωπε, ὦ τὰ ἐφήμερα φρονῶν».
ἐφήμερον αὐτὸν καλεῖ ὡς αὐτὸς λοιπὸν τὰ τῶν θεῶν φρονῶν καὶ ὑπερηφανῶν τὰ τῶν ἀνθρώπων. ἄλλως τε δὲ καὶ ἀλαζονευόμενον αὐτὸν παρεισάγει.
ʼφήμερε ὡς ὑπερηφανοῦντος λοιπὸν τοῦ Σωκράτους τὰ ἀνθρώπινα καὶ ἐν θεοῖς ὄντος αὐτοῦ, διότι μετεωρολέσχης ἦν, οὕτως ἐφήμερον ἐποίησεν αὐτὸν καλοῦντα τὸν γέροντα.
ἐλέγετο ὁ Σωκράτης τὴν ὄψιν Σειληνῷ παρεμφέρειν· σιμός τε γὰρ καὶ φαλακρὸς ἦν. περιέθηκεν οὖν αὐτῷ οἷον τοῦ παρὰ Πινδάρῳ Σειληνοῦ φωνήν. ὁ γάρ τοι Πίνδαρος διαλεγόμενον παράγων τὸν Σειληνὸν τῷ Ὀλύμπῳ τοιούτους αὐτῷ περιέθηκε λόγους «ὦ τάλας ἐφήμερε, νήπιε βάζεις».
ἀεροβατῶ ἐπιβαίνω τῷ ἀέρι. διὰ τοῦτο γὰρ καὶ μετέωρον αὐτὸν ἐποίησε καθήμενον.
περιφρονῶ ἀντὶ τοῦ «διανοοῦμαι καὶ περιεργάζομαι τὸν ἥλιον καὶ τὸν τούτου δρόμον». ἔγκειται δὲ ἅμα καὶ τὸ τοῖς πολλοῖς ἀσεβὲς διὰ τῆς λέξεως· ἴσον γὰρ τῷ καταφρονῶ.
ἔπειτʼ ἀπὸ ταρροῦ: ταρρὸς μετέωρόν τι ἰκρίον, ἐφʼ οὗ αἱ ἀλεκτρυονίδες κοιμῶνται. τοιαύτην δή τινα ὑποληπτέον τὴν κρεμάστραν ἐσκευάσθαι.
ἔφη δὲ «ὑπερφρονεῖς» ἀντὶ τοῦ «περισκοπεῖς καὶ περινοεῖς», ἵνα διαβάλῃ αὐτὸν ὑπερφρονοῦντα τῶν θεῶν.
ἀντὶ δὲ τοῦ εἰπεῖν «περινοεῖς» «ὑπερφρονεῖς» εἶπεν, ἵνα διαβάλῃ τὸν Σωκράτην ὡς ὑπερφρονοῦντα τῶν θεῶν.
ἀπὸ ταρροῦ: παρὰ Ἀττικοῖς τὰ ἐξ οἰσύας πλέγματα οὕτω καλεῖται. τοὺς γοῦν καλάθους τοὺς γεωργικοὺς ταλάρους καλοῦσιν. νῦν δὲ τὴν κρεμάθραν οὕτως ἐκάλεσεν, ἐφʼ ἧς ὁ Σωκράτης ἐκρέματο.
ἀττικόν· τὰ ἐκ σχοινίων πλέγματα. ταλάρια τοὺς καλάθους καλοῦσιν.
ὑπερφρονεῖς κατα–.
ἄνθρωπον ὄντα οὐκ ἦν δυνατὸν αὐτὸν ἀπὸ γῆς γνῶναι τὰ θεῖα.
ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ: ἄνθρωπον ὄντα διαγνῶναι τὸν ἥλιον καὶ τοὺς θεούς.
εἴπερ ἔμελλες καταφρονεῖν τοὺς θεούς.
ἐξεῦρον ἀκριβῶς τὰ ὑψηλὰ καὶ οὐράνια πράγματα· περὶ τούτων γὰρ τοῖς φιλοσόφοις τὰ ζητήματα.
ἐξεῦρον ἠδυνήθην εὑρεῖν.
ὀρθῶς ἀληθῶς.
τὰ μετέωρα τὰ εἰς ὕψος ὄντα.
ἐπὶ τῆς γῆς βεβηκώς. ἀπολογεῖται πρὸς τὴν ἐρώτησιν τοῦ γέροντος ὁ Σωκράτης.
τἄνω τὰ οὐράνια.
ψυχρὰν αἰτίαν προβάλλεται πρὸς τὴν ἀπόκρισιν.
ψυχρὰ ἡ αἰτία, ἣν ὁ Σωκράτης λέγει.
ψυχρὰν καὶ ματαίαν αὐτὸν ἐποίησε παρεχόμενον τὴν λύσιν.
εὗρον ἐδυνήθην εὑρεῖν.
τὸ «οὐ γὰρ ἀλλʼ» ἀντὶ τοῦ «καὶ γάρ» ἀττικῶς. ὡς Καλλίμαχος ἀκούσαθʼ Ἱππώνακτος· οὐ γὰρ ἀλλʼ ἥκω ἀντὶ τοῦ «καὶ γὰρ ἥκω».
οὐ γὰρ ἀντὶ τοῦ «οὐκ ἔστι δυνατὸν εὑρεῖν».
ἀλλʼ γάρ.
τὴν ἰκμάδα τῆς φροντίδος τουτέστι τὸ νοητικὸν καὶ γονιμώτατον τῆς ψυχῆς. φασὶ γὰρ οἱ φιλόσοφοι κατὰ περικράτησιν τῶν ἀέρων τὸ ὀξύτερον ἢ ἀριστερὸν ἐπιβάλλειν τοῖς θείοις.
διαπαίζει τὰ τῶν φιλοσόφων. φασὶ γάρ, ὡς ὄντως ἐπισπᾶται εἰς ἑαυτὴν τὰς ὑποκειμένας οὐσίας ἡ γῆ.
πάσχει δὲ τοῦτο καὶ τὰ κάρδαμα: εἶδος βοτάνης παρὰ Πέρσαις. νῦν δὲ τὴν σκάφον λέγει. ταῦτα δὲ τῶν περὶ αὐτὰ φυομένων λαχάνων τὴν δύναμιν ἐπισπᾶται καὶ πᾶν τὸ ἐν ἐκείνοις ὑγρὸν ἐπισπώμενα αἴτιον τοῦ ξηραίνεσθαι καθίσταται.
πάσχει ἐνεργεῖ.
ταὐτὸ ὅμοιον.
ἡ φροντὶς ἕλκει δέον εἰπεῖν «ἡ γῆ ἕλκει τὰ κάρδαμα» ὁ δὲ ὡς ἰδιώτης μὴ νοήσας τὸ εἰρημένον συνέχεε τὴν φράσιν, ὅθεν καὶ ἀσαφὲς ἐποίησε τὸ δηλούμενον.
ἐκδιδάξῃς ὧνπερ ἐκεῖνα τὰ πράγματα.
οὐκ ὀκνεῖ τοῦ αὐτοῦ μνημονεύειν Ἀριστοφάνης. καὶ γὰρ τούτου ἡ ἀρχὴ τοῦ ἔπους φθάσαντι αὐτῷ εἴρηται ἐν Εἰρήνῃ τῷ δράματι οὕτως ἦλθες δὲ κατὰ τί; τὰ κρέα ταυτί σοι φέρω.
κατὰ τί διὰ τί.
λέγειν διαλέγεσθαι.
ὑπὸ γὰρ τόκων διὰ τοὺς τόκους.
χρήστων τε δυσκολωτάτων ὅτι χρήστας Ἀριστοφάνης τοὺς δανειστὰς λέγει. ἡ μὲν γὰρ συνήθεια τοὺς χρεωφειλέτας καλεῖ χρήστας. Ἀθηναῖοι δὲ τοὺς μὲν δανειστὰς χρήστας λέγουσι, τοὺς δὲ ὀφειλέτας χρεωφειλέτας καὶ χρεώστας. Φωκυλίδης δὲ κατὰ τὴν συνήθειαν τοὺς χρεωφειλέτας χρήστας καλεῖ λέγων χρήστας κακοὺς ἔμμεναι ἀνδρὸς φεύγειν μή γε ἀνιήσειε διδούς, παρὰ καιρὸν ἀπαιτέων.
χρήστων δανειστῶν.
δυσκολωτάτων κακῶν.
ἐνεχυράζομαι εἰς ἐνέχυρα ἀφαιροῦμαι. ἐνέχυρα ἀπαιτοῦμαι.
ἐκ ποίας αἰτίας ἔλαθες σαυτὸν πολλοῖς ὑποπεσὼν δανείοις;
πόθεν δʼ ὑπόχρεως: ὡς ἐπὶ νοσήματός τινος οὕτως εἰσήγαγε τὸν λόγον. εἰώθαμεν γὰρ ἐν τῇ συνηθείᾳ πρὸς τοὺς κάμνοντας λέγειν· πόθεν συνέβη γενέσθαι τὴν νόσον; διὸ κἀκεῖνος ἑξῆς λέγει «νόσος μʼ ἐπέτριψεν».
ὡς ἐπὶ νοσήματός τινος οὕτω προήγαγε τὸν λόγον. εἰώθαμεν γὰρ ἐν τῇ συνηθείᾳ πυνθανόμενοι τῶν καμνόντων λέγειν· πόθεν συνέβη γενέσθαι τὴν νόσον; διὸ κἀκεῖνός φησι «νόσος μʼ ἔτριψεν ἱππική, δεινὴ φαγεῖν.
ἔλαθες ἐπελάθου.
ἐπέτριψεν ἐπέθετο.
πολυδάπανος οὖσα, καταναλῶσαι δεινή.
πράττῃ μʼ ὀμοῦμαι ἀπαιτεῖς. τὸ δὲ “ὀμοῦμαι” εἶπεν, ἵνα διαβάλλῃ τὸν Σωκράτην ὡς ἄθεον.
ὀμοῦμαι ὑπισχνοῦμαι.
καταθήσειν ἀποδώσειν.
ποίους θεοὺς ταῦτα ἴσως αἰνίττεσθαι δύναται πρὸς τὴν διαβολὴν τοῦ Σωκράτους, ἥν τινες διέβαλλον αὐτὸν ὡς ἠσέβει λέγοντες περὶ τὸ θεῖον ὀμνὺς “νὴ τὸν ἀλεκτρυόνα καὶ τὴν πλάτανον” καὶ ἄλλα τοιαῦτα, ὡς ἐν τοῖς Ἀπομνημονεύμασι Ξενοφῶν ἱστορεῖ λέγων οὕτως· “πολλάκις ἐθαύμασα, τίσι ποτὲ λόγοις ἔπεισαν Ἀθηναίους οἱ γράψαντες Σωκράτη, ὡς ἄξιος εἴη θανάτου τῇ πόλει”. εἶθʼ ὑποβὰς ὀλίγον “ἀδικεῖ γάρ” φησί “Σωκράτης τοὺς νέους διαφθείρων καὶ ξένα δαιμόνια εἰσάγων”. ἤτοι οὖν ὡς τέλεον ἀναιροῦντος αὐτοῦ θεοὺς τὸν λόγον ἐκδεκτέον, ἢ ὡς πολυπραγμονοῦντος, ποῖον ὀμόσει γένος θεῶν. γεγονέναι. πρῶτον μὲν τοὺς κατὰ Ὀφίωνα καὶ Εὐρυνόμην· δεύτερον δὲ τοὺς κατὰ Κρόνον καὶ Ῥέαν, οὕστινας Ὅμηρος οὐρανίωνας· τρίτον δὲ τοὺς ἅμα τῷ Διὶ τὴν ἀρχὴν καταλύσαντας ἐκείνων, οὓς Ὀλυμπίους καλοῦμεν.
τοῦτό φησιν, ἐπεὶ ἐκεῖνος—ὁ γέρων—ἀσυναρτήτως εἶπεν ὡς νομίσματα αὐτῷ καταθήσειν τοὺς θεούς. ἄλλως. ἐπιφέρει τὸ “ποίους ὀμεῖ σὺ θεούς;” οὐχ ὡς ἄλλοις αὐτὸς χρώμενος θεοῖς, ἀλλʼ ὅτι ὤμοσεν ὡς νόμισμα καταθήσειν τοὺς θεούς.
ἐπεὶ ὁ γέρων εἶπεν ἀσυναρτήτως· ὅτι “μισθόν σοι ὀμνύω καταθήσειν τοὺς θεούς”, ἅμα ἐπιφέρει τὸ “ποίους ὀμεῖ σὺ θεούς;”, οὐχ ὡς ἄλλοις αὐτὸς χρώμενος θεοῖς.
ὀμῇ σύ: ὀμοῦμαι.
ἀντὶ τοῦ “νόμιμον”.
νόμισμʼ νόμισις.
τῷ τίνι.
τῷ γὰρ ὄμνυτε ἐν τίνι πράγματι ποιεῖτε τὸν ὅρκον ὑμῶν;
ἢ σιδαρέοισιν τοῦ νομίσματος σημαίνοντος δύο, ποτὲ μὲν νόμιμον ἔθος, ποτὲ δὲ τὸ κόμμα τοῦ τετυπωμένου χαλκοῦ, ὁ Στρεψιάδης ἐξεδέξατο οὐ πρὸς τὸ ὑπὸ τοῦ Σωκράτους ῥηθέν, ἀλλʼ ἔμιξεν ἀμφότερα. ἔδει γὰρ εἰπεῖν “τίσιν ὀμνύετε θεοῖς” ἢ “τίνι χρῆσθε νομίσματι”.
ἢ σιδαρέοισιν ἐδόκει τὸ τῶν Βυζαντίων νόμισμα ἐλάχιστον εἶναι πάντων καὶ φαυλότατον ἅτε σιδηροῦν ὑπάρχον.
ἐδόκει γὰρ φαυλότατον εἶναι τὸ νόμισμα τῶν Βυζαντίων ἅτε δὴ σιδηροῦν ὑπάρχον.
καὶ Πλάτων Πεισάνδρῳ ἀττικῶς χαλεπῶς ἂν οἰκήσαιμεν ἐν Βυζαντίῳ, ὅπου σιδαρέοισι νομίσμασι.
ἐκεῖ γὰρ μέταλλον ἦν, ἐν ᾧ ὤμνυον.
σιδαρέοισιν ποιεῖτε τὰς πολιτείας ὑμῶν.
οὐχ ὡς θεοὺς ἡγούμενος τοὺς παρὰ τοῖς ἄλλοις νομιζομένους “τὰ θεῖα” λέγει νῦν, ἀλλʼ οἷον τὰ ἀξιοθέατα καὶ ὄντως μεγάλα καὶ τίμια.
τίνα ἐστὶν ἀκριβῶς καὶ ἀληθῶς.
νὴ Δίʼ λείπει τὸ θέλω.
εἴπερ ὄντως ἐστὶν ἐν θεοῖς.
συγγενέσθαι συνελθεῖν.
ὡς εἰ ἔλεγε “τοῖς καπνοῖς” συγγενέσθαι ἢ “ταῖς σκιαῖς”. τὰ γὰρ μηδενὸς ἄξια καπνοὺς καὶ σκιὰς καὶ νεφέλας ὠνόμαζον, ὡς Εὔπολις ἐν Αὐτολύκῳ καπνοὺς ἀποφαίνει καὶ σκιάς.
ταῖς ἡμετέραισι δαίμοσιν ταῖς ἡμῶν θεαῖς. ἁρμοζόντως δὲ τῶν φιλοσόφων ἐπιγράφει ταύτας εἶναι θεάς, ἐπειδή, ὡς ἔφαμεν, περὶ τὰ οὐράνια μᾶλλον ἐπτόηνται οἱ φιλόσοφοι.
κάθιζε: ἤγουν ἐπὶ τὴν τῶν φιλοσόφων ἕδραν.
σκίμποδα τὸν κράβατον οὕτω λέγουσιν Ἀττικοί. οἱ δέ φασι σκιμπόδιον ἰδίως δηλοῦν τὸ χωλὸν κραβάτιον· σκιμπάζειν γὰρ παρὰ τοῖς παλαιοῖς τὸ χωλεύειν εἴρηται παρὰ τὸ σκαμβοὺς ἔχειν τοὺς πόδας.
τουτονὶ τοίνυν λαβὲ καὶ τοῦτο παρεπιγραφή. καὶ γὰρ τὸν Σωκράτην περιθεῖναι δεῖ τὸν στέφανον αὐτῷ, κἀκεῖνον λαβεῖν.
ἀντὶ τοῦ εἰπεῖν “τὸν Φρίξον” “τὸν Ἀθάμαντα” εἶπεν ὡς ἄγροικος ἀγνοῶν τὰς ἱστορίας· οὐ γὰρ Ἀθάμας ἐφονεύθη, ἀλλὰ Φρίξος.
ὡς ἄγροικος “Ἀθάμαντα” εἶπεν ἀντὶ Φρίξου.
τὸν Ἀθάμανθʼ τοῦτο πρὸς τὸν ἕτερον Ἀθάμαντα Σοφοκλέους ἀποτεινόμενος λέγει. πεποίηκε γὰρ ὁ Σοφοκλῆς τὸν Ἀθάμαντα ἐστεφανωμένον καὶ παρεστῶτα τῷ βωμῷ τοῦ Διὸς ὡς σφαγιασθησόμενον· καὶ μέλλοντος ἀποσφάττεσθαι αὐτοῦ παραγινόμενον Ἡρακλέα καὶ τοῦ θανάτου ῥυόμενον λέγοντα, ὡς σῴζοιτο ὁ Φρύξος, διʼ ὃν ἔμελλεν ἐκεῖνος τεθνήξεσθαι. ἐπεὶ οὖν καὶ ὁ πρεσβύτης ἔστεπται, ὥσπερ παραδείγματι τῷ κατʼ ἐκεῖνον χρώμενος, δεδοικέναι φησὶν ἐκείνῳ παραπλήσια.
ἐν Ἀθάμαντι Σοφοκλέους ὑπόκειται Ἀθάμας στεφανηφορῶν, ὥσπερ ἱερεῖον, δίκας εἰσπραττόμενος περὶ Φρύξου.
εἰσάγεται ὁ Ἀθάμας ἐστεφανωμένος ὥσπερ ἱερεῖον σφαγιασθησόμενος διὰ Φρίξον, καὶ ῥύεται αὐτὸν Ἡρακλῆς εἰπὼν ζῆν τὸν Φρίξον. παραδείγματι οὖν χρώμενος ὁ Ἀριστοφάνης δεδιέναι φησὶ τῷ Ἀθάμαντι παραπλήσια μέλλοντι θύεσθαι.
τοὺς τελουμένους: τοὺς μυουμένους. ἐνδόξοις δὲ μυστηρίοις παραβάλλει τὰ τῶν φιλοσόφων μαθήματα, ἵνα ἔτι μᾶλλον πείθῃ προσανέχειν τὸν γέροντα ὡς θειοτέρῳ τῷ πράγματι.
λέγειν γενήσῃ τρίμμα ἱκανὸς καὶ δεινὸς ἔσῃ λέγειν. καὶ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου ὡς ἰταμοῦ καὶ ἀναισχύντου ῥήτορος καθαπτόμενος Αἰσχίνου “περίτριμμα ἀγορᾶς” αὐτὸν καλεῖ.
τρίμμα τετριμμένος ἐν λόγοις.
κρόταλον εὔγλωττος, εὔστομος. ἡ μεταφορὰ ἀπὸ τοῦ κροτάλου.
κρόταλον: κυρίως ὁ σχιζόμενος κάλαμος ὁ κατασκευαζόμενος ἐπίτηδες ὥστε ἠχεῖν, εἴ τις αὐτὸν δονοίη ταῖς χερσί, καθάπερ κρότον ἀποτελῶν. τρανὸς οὖν ἔσῃ, φησί, καὶ τὴν φωνὴν διηρθρωμένος, καθάπερ κρόταλα.
παιπάλη: τραχύς, δυσκατάληπτος· ἐπεὶ παίπαλα καλοῦμεν τὰ τῶν χωρίων δύσβατα.
παιπάλη: τὸ τραχύ. παιπαλόεν γὰρ Ὅμηρος τὸ τραχὺ καὶ δύσβατον καλεῖ.
ταῦτα λέγων ἅμα ὁ Σωκράτης ὥσπερ εἰς τὰ θύματα
πυρεκβόλους τρίβει λίθους καὶ τὰ τούτων συναγαγὼν
λίθους παρατρίβων πωρίνους καὶ κρούων πρὸς ἀλλήλους συναγαγὼν τὰ ἀπὸ τούτων
θραύσματα βάλλει τὸν πρεσβύτην αὐτοῖς, καθάπερ τὰ ἱερεῖα ταῖς οὐλαῖς οἱ θύοντες,
τρίμμα δὲ τὴν ἐκ τούτων ἐκπίπτουσαν λατύπην καλοῦμεν, καὶ
καὶ διὰ τοῦτο παίζει τοῖς ὀνόμασι τρίμμα μὲν αὐτὸν ἔσεσθαι λέγων παρὰ τὸ τρίβειν καὶ θήγειν πρὸς ἀλλήλους τοὺς λίθους, κρόταλον δὲ παρὰ τὸ προσκρούειν τοὺς λίθους ἑαυτοῖς, παιπάλην δὲ διὰ τὴν ἀπὸ τούτων ἐκπίπτουσαν λατύπην. καλοῦμεν δὲ
τῶν ἀνθρώπων τοὺς κακεντρεχεῖς καὶ μὴ ἁπλοῦς τρίμματα καὶ πολυτρίμματα καὶ πολυκρότους καὶ κρόταλα. ὅθεν καὶ τὸν πρῶτον τῆς Ὀδυσσείας στίχον οὕτω τινὲς λέγουσι γράφεσθαι ἄνδρα μοι ἔννεπε Μοῦσα πολύκροτον.
ταῦτα λέγων συγκρούει λίθους ἄνωθεν αὐτοῦ. “τρίμμα” οὖν εἶπε διὰ τὸ τρίβεσθαι τοὺς λίθους, “κρόταλον” δὲ διὰ τὸ κρούειν τοὺς λίθους, “παιπάλη” δὲ διὰ τὴν τραχύτητα.
ἀλλʼ ἔχʼ ἀτρέμας μένε ἐφʼ ἡσυχίας. βαλλόμενος γὰρ ὁ πρεσβύτης τῇ παιπάλῃ ἀποσείεται· διὸ παρακελεύεται αὐτὸν μένειν.
οὐ ψεύσει γέ με: συγκατατίθεται περὶ πάντων Σωκράτην ἀληθεύειν ἅπερ ἐπαγγέλλεται· διὸ καὶ τὸ ἑξῆς πάνυ ἀστείως ἐπάγει.
οὐ ψεύσει γέ με: τουτέστιν ἀπατήσεις. ὅτι μηδὲν ὧν ἐπαγγέλλεται Σωκράτης ψεύδεται. πληρωθεὶς γάρ, φησί, τούτων, λέγω δὴ τῶν τριμμάτων τῶν λίθων καὶ τῆς λατύπης, ἣν ἔφαμεν παιπάλην καλεῖσθαι, γενήσομαι παιπάλη.
καταπαττόμενος: τῇ χιόνι παττόμενος, ἐὰν αἱ Νεφέλαι διέλθωσιν. λέγεται δὲ “παιπάλη” τὸ λεπτότατον τοῦ ἀλεύρου· ἀφʼ οὗ παλύνειν τὸ λευκαίνειν, ὡς τὸ πολλὰς δὲ χιὼν ἐπάλυνεν ἀρούρας. ἐπεὶ οὖν ἐκεῖνος εἶπε γενήσῃ τρίμμα, κρόταλον, παιπάλη, αὐτὸς ἔπαιξε παρὰ τὴν παιπάλην, τουτέστι τὸ ἄλευρον, εἰπὼν “καταπαττόμενος”.
ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ ιβʹ.
παρακελεύεται τὸν πρεσβύτην
εὐφημεῖν χρὴ: ταῦτα πρὸς τὸν Στρεψιάδην. παρακελεύεται γὰρ αὐτὸν
σιωπᾶν καὶ εὐφημεῖν, ἵνα εὔξηται.
ὥστε μηδὲν βλάσφημον εἰπεῖν.
ἀμέτρητʼ ἀήρ: ἀκατάληπτε καὶ ἀναρίθμητε, τουτέστι μέγιστε. τὸν δὲ ἀέρα προσεύχεται, ἐπεὶ αἱ νεφέλαι τούτου τοῦ μέρους, ὡς τῶν φιλοσόφων λόγος, οἳ τὸ πᾶν ἀέρα βούλονται εἶναι· οἳ καὶ τὴν ἐν ἡμῖν ψυχὴν ἀέρα καὶ πνεῦμα διωρίσαντο εἶναι.
ὃς ἔχεις τὴν γῆν μετέωρον: ὃς περιείληφας τὴν γῆν ἅπασαν καὶ βαστάζεις. καὶ οὗτος δὲ φιλοσόφων λόγος, ὅτι οὐκ ἐφέδρασται ἡ γῆ, ἀλλʼ ὑπὸ τοῦ ἀέρος πάντοθεν περιέχεται τὸν μέσον τοῦ παντὸς λαχοῦσα τόπον.
δόξα τις τῶν φυσικῶν ἐθρυλεῖτο, ὅτι πλατεῖα οὖσα ἡ γῆ ὀχεῖται ἐν τῷ ἀέρι.
λαμπρός τʼ Αἰθήρ ἰδίως τὸ τοῦ ἡλίου φῶς αἰθὴρ καλεῖται ἀπὸ τοῦ αἴθειν, ὅ ἐστι πυροῦν· θερμὸς γὰρ ὁ ἥλιος καὶ διάπυρος. διόπερ ὁ ποιητὴς εὐκαίρως τῷ ἐπιθέτῳ ἐχρήσατο αἰθέρα λαμπρὸν εἰπών.
οὐχ οὕτω λέγει τὰς νεφέλας σεμνὰς θεάς, ὡς τὰς Ἐρινῦς, ἃς ἐκτρεπόμενοι πάντες ὀνομαστὶ λέγειν Εὐμενίδας αὐτὰς καὶ σεμνὰς θεὰς προσηγόρευσαν. τὸ γὰρ σιωπηλὸν σεμνὸν νενόμισται.
οἰκείως κἀνταῦθα τῷ ἐπιθέτῳ τούτῳ κέχρηται. δοκοῦσι γάρ πως αἱ νεφέλαι προδεικνύναι καὶ προσημαίνειν ἡμῖν τούς τε ὄμβρους καὶ τὰς χαλάζας τοῦ οὐρανοῦ, ὅτε βροντᾷ καὶ ἀστράπτει.
ἐκ τῶν νεφελῶν φασι τὰς ἀστραπὰς καὶ βροντὰς γίνεσθαι· συγκρουομένας βροντᾶν, συντριβομένας ἀστράπτειν.
βροντησικέραυνοι: ἀλλήλαις γὰρ προσερχομένων τῶν νεφελῶν πῦρ ἐξάπτεται ἐκ τῆς πυκνῆς ἐκτρίψεως.
ἄρθητε: φυσικώτερον ἐχρήσατο τούτῳ τῷ λόγῳ “ἄρθητε” εἰπών, οἱονεὶ ἐπάρθητε. φασὶ γὰρ τὰς νεφέλας εἰς ὕψος αἴρεσθαι κατʼ ὀλίγον ἀπὸ τῆς γῆς ἢ τῆς θαλάσσης.
δύναται καὶ ἐπὶ τοῦ Σωκράτους καὶ ἐπὶ τοῦ πρεσβύτου νοεῖσθαι. ἐπὶ μὲν τοῦ Σωκράτους, ἵνα ᾖ παρακαλῶν αὐτῷ φανῆναι τὰς Νεφέλας· ἐπὶ δὲ τοῦ γέροντος ὡς ἤδη συγκαταριθμοῦντος αὐτὸν τοῦ Σωκράτους τῷ τῶν φιλοσόφων συλλόγῳ.
μήπω γε μήπω γε ἐπαναδίπλωσις καλεῖται τὸ τοιοῦτον σχῆμα τοῦ λόγου τὸ δὶς τοῖς αὐτοῖς ὀνόμασι χρῆσθαι. ἐμφαντικὸν δὲ καὶ λίαν ἐνεργητικὸν ἀπεργάζεται τὸν λόγον· δεδιττόμενος γὰρ δεῖται ὑπερθέσεως.
παρεπιγραφή. διπλασιάσας γὰρ τὸ ἱμάτιον περιβάλλεσθαί φησιν αὐτὸ θέλειν
διὰ τὸ σκέπεσθαι, ὡς ἂν μὴ ὁ ὑετὸς αὐτὸν καταβρέξῃ. τὰ γὰρ Διονύσια χειμῶνος ἄγεται.
ὑπὲρ τοῦ σκέπεσθαι καὶ ἧττον αὐτοῦ καθικέσθαι τὸν ὑετὸν τοῦ σώματος. ἡ γὰρ ἀρχὴ τῶν Διονυσίων χειμῶνος ἄγεται.
πτύξωμαι: ἀντὶ τοῦ καλύψωμαι, σκεπάσωμαι.
μὴ κυνῆν: περικεφαλαίαν, ἀγροίκων φόρημα. οὕτω δὲ ἐκλήθη, ἐπειδὴ πρῶτον ἀπὸ κυνείων δερμάτων ἦν.
περικεφαλαίαν ἤτοι καμαλαύκιον. φασὶ δὲ τὸ πρότερον ἀπὸ κυνείου δέρματος γίνεσθαι.
διὰ τὸ ἄδηλον ἐκ διαφόρων τόπων καλεῖ αὐτάς, ἵνα πιστευθῇ.
ὅτι ἐπὶ τῶν τοιούτων τόπων τὰ νέφη συνίστανται.
Ὀλύμπου ὄρος Μυσίας.
λείπει ἡ σύν ἀττικῶς, ἵνʼ ᾖ “σὺν Νύμφαις”.
λείπει ἡ ἐπί, ἵνα ᾖ “ἐπὶ ταῖς προχοαῖς τοῦ Νείλου”. ζητεῖται δέ, τίνος ἕνεκεν μόνου τοῦ Νείλου μέμνηται. ὅτι σεμνολογεῖν λεληθότως ὁ ποιητὴς βουλόμενος τὰ καθʼ αὑτόν—ἦν γὰρ τὸ γένος Αἰγύπτιος—καιρὸν οὖν εὑρὼν μνήμην τοῦ Νείλου πεποίηται.
ἀπὸ τῶν ποταμῶν ἀρύονται ὕδωρ εἰς χρῆσιν.
ἢ Μαιῶτιν λίμνην: περὶ ταύτης καὶ Ἡρόδοτος μαρτυρεῖ λίμνην εἶναι Σκυθίας.
αὕτη Σκυθίας ἐστὶ λίμνη· περὶ ταύτης καὶ Ἡρόδοτος ἱστορεῖ.
σκόπελον νιφόεντα: ψυχρότατον, ἀεὶ νιφόμενον.
Μίμαντος ὄρος Θρᾴκης.
χαρεῖσαι γρ. φανεῖσαι.
ἀένναοι Νεφέλαι μετὰ τὴν τοῦ Σωκράτους εὐχὴν αἱ Νεφέλαι παρακελεύονται δῆθεν ἑαυταῖς πεισθῆναι τῇ ἐπικλήσει καὶ συναθροισθῆναι, καὶ οὕτως ἐπιφανῆναι τῷ Σωκράτει. ἐκ τούτων δὲ ὁ χορὸς συνέστηκεν αὐτῷ· διόπερ καὶ τὴν ἐπιγραφὴν ταύτην ἔχει τὸ δρᾶμα.
ἀέναοι: αἱ ἀεὶ νάουσαι.
καλῶς εἶπεν “ἀέναοι”· εἰσὶ γὰρ ὑδάτων μητέρες.
τοῦ χοροῦ τὰς ἑκατέρωθεν λέγουσι περιόδους, οὔσας ιϛʹ κώλων· τῶν δὲ ὑποκριτῶν μέσων ὄντων ἐκ στίχων ζʹ ἀναπαίστων τετραμέτρων καταληκτικῶν.
ἀρθῶμεν φανεραὶ δεῦρο, ἵνα εἰς ὕψος ἐπαρθῶμεν.
νεφέλη ἐστὶν ἡ ἐξ ἀέρος καὶ πνεύματος οὐσία παχυνομένη σωματοειδῶς.
δροσερὰν φύσιν κατὰ τήν.
εὐάητον λαμπράν, καθαράν.
εὐάγητον τὴν εὐκόλως ἀγομένην ὑπὸ τῶν πνευμάτων.
ἀκολούθως τοῖς ὑπὸ τοῦ Σωκράτους εἰρημένοις εἴτʼ Ὠκεανοῦ πατρὸς ἐν κήποις. ἀλλʼ ὁ μὲν διὰ τὸ ἄδηλον ἐκ διαφόρων αὐτὰς τόπων καὶ πηγῶν καλεῖ, ἵνʼ οὕτω γοῦν τῆς ἀληθείας τυχεῖν δυνηθῇ· αἱ δὲ ἅτε
τῆς ἑαυτῶν γενέσεως γινώσκουσαι τὸ ἀκριβὲς
τὴν ἑαυτῶν γένεσιν γινώσκουσαι
εὐθὺς διωρίσαντο, πόθεν αὐτὰς ἀρθῆναι δεήσει.
βαρυαχέος τοῦ βαρέως ἠχοῦντος. οἱ γὰρ βαρεῖς ποταμοὶ ῥέοντες μέγαν ἦχον ἀπεργάζονται.
ἔφαμεν, ὅτι τοῖς ὑψηλοτάτοις τῶν ὀρῶν ἐπικάθηνται αἱ νεφέλαι.
ἐπὶ πλέον γὰρ αἱ νεφέλαι εἰς τὰς κορυφὰς τῶν ὀρῶν συνίστανται.
δενδροκόμους τὰς κομώσας τοῖς δένδροις.
ἵνα—ἀντὶ τοῦ “ὅπου”— τὰ πόρρω καθεζόμεναι βλέπομεν.
τηλεφανεῖς σκοπιὰς ἀφʼ ὧν ἔστιν ἰδεῖν τὰ πόρρω. τοῖς γὰρ εἰς ὕψος ἰοῦσι καὶ τὰ μακρὰν καταφανῆ γίνεται.
τηλεφανεῖς σκοπιὰς ἀφορώμεθαὑψηλοὺς τόπους θεώμεθα.
τηλεφανεῖς σκοπιὰς ἀφορώμεθαεἰς ὑψηλοὺς τόπους βλέπωμεν.
ἀρδομέναν ἀρδευομένην. ὑγραινομένην. ποτιζομένην.
ζαθέων ἄγαν θείων.
κελαδήματα ἠχήματα.
βαρύηχον· διὰ τὸν τῶν κυμάτων ψόφον.
ἔοικε λέγειν τὸν ἥλιον· ἐπεὶ καὶ οἱ τραγικοὶ εἰώθασιν ὀφθαλμὸν ὀνομάζειν αὐτόν.
ὄμμα … αἰθέρος τὸν ἥλιον λέγει.
σελαγεῖται ἐκπυροῦται, λάμπει.
λάμπραις. μαρμαίρειν γὰρ τὸ λάμπειν καὶ καταυγάζειν.
διασκορπίσασαι τὴν χειμερινὴν ἀπειλήν, ἀποβαλοῦσαι.
ἀποσεισάμεναι ἀποτιναξάμεναι.
ὄμβριον τὸ ὄμβρον ποιοῦν.
ἀθανάταις ἰδέαις: ἐπεὶ καὶ γυναικοειδεῖς εἰσιέναι μέλλουσι, τοῦτο λέγουσι παρασκευαζόμεναι τὴν εἴσοδον, ὡς ὅμοιαι μὲν τοῖς ἄλλοις θεοῖς οὖσαι, περικείμεναι δὲ νέφους τινὰ φύσιν.
ἵνα γυναῖκας εἰσαγάγῃ τὰς τοῦ χοροῦ, τοῦτό φησιν.
ἐπιδώμεθα ἐπιφανῶμεν.
τὰ πάντα ἐφορῶντι.
ὦ θαυμασιώταται καὶ ὑπεράγαν σεμναί. ταῦτα μὲν καθʼ ἑαυτόν, τὸ δὲ “ᾔσθου φωνῆς” πρὸς τὸν Στρεψιάδην ὁ Σωκράτης.
μέγα κατὰ πολύ.
φανερῶς: ἐναργῶς, ἑτοίμως.
ᾔσθου ἔγνως καὶ ἤκουσας.
ἔστιν ἐν τῇ σκηνῇ μηχάνημά τι, ὃ καλεῖται βροντεῖον, ἀμφορεὺς μεστὸς ψηφίδων ἀμφιβαλλόμενος εἰς χαλκοῦν λέβητα.
μηχάνημά τι ἐστίν, ὃ καλεῖται βροντεῖον ὑπὸ τὴν σκηνήν, ὃ ἦν ἀμφορεὺς ἔχων ψηφῖδας θαλασσίας. ἦν δὲ λέβης χαλκοῦς, εἰς ὃν αἱ ψῆφοι κατήγοντο· καὶ κυλιόμεναι ἦχον ἀπετέλουν ἐοικότα βροντῇ.
ἅμα καὶ βροντῆς: ἐν ταῖς κωμῳδίαις τὰ καλούμενα ἠχεῖα, ὧν ὁ κτύπος σχηματίζεται εἰς βροντῆς ἀπήχησιν.
μυκησαμένης ἠχησάσης.
ὑπὸ θεῶν καταπεμφθείσης, θείας τινὸς καὶ τετιμημένης.
καὶ σέβομαί ἀντὶ τοῦ “προσκυνῶ” ἢ “καταπέπληγμαι”. δεῖ δὲ καὶ τοῖς τούτου σχήμασιν ἐνδείκνυσθαι τὸ δεδιττόμενον καὶ ἐπὶ τῇ παρουσίᾳ τῶν Νεφελῶν ἐκπεπληγμένον.
ὡς σεβασμίας καὶ τιμωμένας. προσκυνῶν δῆθεν ταῦτα λέγει.
βούλομαι ἀνταποπαρδεῖν ἀντηχεῖν. ἔπαιξε δὲ ὁμοιῶν τῇ πορδῇ τὸν ἦχον τῆς βροντῆς.
ἀνταποπαρδεῖν ἀντικτυπῆσαι καὶ ἀντηχῆσαι. περὶ δὲ τὴν βροντὴν ἔπαιξεν ὁμοιῶν αὐτῇ τῆς πορδῆς τὸν ἦχον.
τρέμω. παραγώγως· ἐπίτηδες δὲ ἐξέτεινε τὴν λέξιν τερατευόμενος.
καὶ εἰ εὐσεβές ἐστι καὶ εἰ μὴ εὐσεβές, χέσαι ἔχω. ὡς ὑπὸ τοῦ φόβου προειλημμένος καὶ μὴ δυνάμενος ἑαυτὸν ἀνασχεῖν ἔτι. ὁ γὰρ ἐπιστάμενος, ὅτι μὴ δέοντα ποιεῖ, εἶτα τοῦτο οὐδὲν ἧττον ποιῶν ὑπὸ μείζονος ἀνάγκης ἐξαγόμενος εἰς τὸ παρανομεῖν, δείκνυσιν ἑαυτόν.
μὴ σκώψῃς τοῦτο ὁμοῦ μὲν ὁ Σωκράτης καὶ ὡς περιφρονῶν τὰ ἀνθρώπινα πιστῶς λέγει καὶ τοὺς τῆς κωμῳδίας ποιητὰς ἡγούμενος ἀθλίους, ὁμοῦ δὲ καὶ Ἀριστοφάνης ὡς αὐτὸς μὲν ὢν ἀμώμητος, τῶν δὲ ἄλλων κωμῳδογράφων ἀτεχνούντων ὡς καταλιπόντων μὲν τὴν ποίησιν, τοῦ δὲ σκώπτειν ἐχομένων.
τρυγοδαίμονες: οἱ κωμικοί· παρὰ τὸ κακοδαίμονες· ἐπεὶ πολλῇ τῇ αἰσχροποιΐᾳ ἐχρῶντο.
κακοδαίμονες· παρόσον ἀφέμενοι τῶν θείων περὶ τὸ σκώπτειν τρέπονται.
οἱ τρυγοδαίμονες τοὺς ἄλλους κωμικοὺς λέγει, διότι ἐχρίοντο τρύγα οἴνου καὶ ἐποίουν ἄσεμνά τινα.
σμῆνος: κυρίως μὲν τὸ σύστημα τῶν μελισσῶν. Ὅμηρος δὲ κέχρηται τῇ τροπῇ ἐπὶ εὐγλωττίας ἐπαινῶν τὸν Νέστορα
σμῆνος: οἱονεὶ ἑσμός. κυρίως δὲ τὸ σύστημα τῶν μελισσῶν. ὁμηρικῶς οὖν κέχρηται τῇ τροπῇ· φησὶ γὰρ περὶ τοῦ Νέστορος
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή.
τὸ πλῆθος τῶν μελισσῶν.
οὐδέτερόν ἐστι σμῆνος.
ἡ δοτικὴ τῷ σμήνει.
τουτέστι σμῆνος τῶν Ἀριστοφάνους ᾠδῶν.
ἀοιδαῖς ταῖς ποιήσεσι ταῖς ἐμαῖς.
τοῦτο οὐχ ὑφʼ ἓν ἀναγνωστέον, οὐδὲ ὡς ἐπίθετον τῶν Νεφελῶν τὸ “ὀμβροφόροι” νῦν ἐκληπτέον, ἀλλʼ ὡς αὐτὸ καθʼ αὑτὸ πρᾶγμα δηλοῦν. ἢ καὶ ἄμεινον μὲν ἂν εἴη ὑποστίζειν εἰς τὸ “παρθένοι” συζευγνύναι δὲ τὸ “ὀμβροφόροι” τῷ ἐπιφερομένῳ, ἵνα ᾖ νοούμενον “ἔλθωμεν ἐπὶ τὴν Ἀθηναίων γῆν ὄμβρου γέμουσαι”· καὶ γὰρ εἰ ἀμφοτέρως ἡ ἔννοια σῴζεσθαι δύναται, ἀλλʼ εὐφημότερόν ἐστιν. ὡς προειρήκαμεν, αἱ Νεφέλαι πάλιν παρακελευόμεναί φασιν· ὅλαι ὀμβρίας πληρωθεῖσαι τῇ τῶν Ἀθηναίων ἐπιστῶμεν πόλει. ἡ δὲ τοιαύτη διαστολὴ ὑπεναντία τοῖς ἄνω γενήσεται προειρημένοις ὑπὸ τοῦ ποιητοῦ, ὡς δεῖ τὰς Νεφέλας τὸ λοιπὸν εὐδίους εἶναι, διʼ ὧν ἔφη ἀλλʼ ἀποσεισάμεναι νέφος ὄμβριον ἀθανάταις ἰδέαις ἐπιδώμεθα.πρὸς τοῦτο οὖν ἐκεῖνο ἀντιθετέον, ὅτι τὸ συμβαῖνον περὶ τὰς νεφέλας αἰνιττόμενος ὁ ποιητὴς παλίμβολόν τινα καὶ παλίστροφον ἐποίησε τὴν γνώμην αὐτῶν, ἐπεὶ ἔκ τε χειμῶνος εἰς εὐδίαν χωρεῖν καὶ αὖ πάλιν ἐξ εὐδίας χειμάζειν πεφύκασιν.
λιπαρὰν: διὰ τὴν ἐλαίαν τὴν οὖσαν ἐν αὐτῷ.
εὐθαλῆ, τὴν πᾶσι κομῶσαν. καὶ Πίνδαρος ὦ ταὶ λιπαραὶ καὶ ἀοίδιμοι,Ἑλλάδος ἔρεισμα, κλειναὶ Ἀθῆναι.
λιπαρὰς τὰς Ἀθήνας οὐκ ἀπεικότως καλοῦσι, μάλιστα μὲν διὰ τὸ δόξαι πλουτεῖν τὴν πόλιν, ἔπειτα δέ τοι καὶ διὰ τὴν τῶν ἡμέρων τροφῶν εὕρεσιν· παρʼ οἷς ἔτι καὶ νῦν τὸ λιπαρὸν τῆς ἐλαίας δείκνυται.
Κέκροψ αἰγύπτιος ὢν ᾤκισε τὰς Ἀθήνας, ὅθεν οἱ Ἀθηναῖοι Κεκροπίδαι. τινὲς δέ φασι τοῦτον καὶ διφυῆ γενέσθαι· οἱ μέν, ὅτι τὰ ἄνω ἀνδρὸς εἶχε, τὰ δὲ κάτω θηρίου· ἕτεροι δέ, ὅτι νόμους πολλοὺς ἐφεῦρε τοῖς ἀνθρώποις καὶ ἀπʼ ἀγριότητος εἰς ἡμερότητα ἤγαγεν· ἄλλοι δέ, ὅτι τῶν ἀνδρῶν ὡς ἔτυχε μισγομένων γυναιξὶ καὶ ἐκ τούτου μὴ γινωσκομένων ἢ τοῦ παιδὸς παρὰ τοῦ πατρὸς ἢ τοῦ πατρὸς παρὰ τοῦ παιδὸς αὐτὸς νόμους θέμενος, ὥστε φανερῶς συγγίνεσθαι αὐταῖς καὶ μιᾷ στοιχεῖν, καὶ σχεδὸν εὑρὼν τὰς δύο φύσεις, τοῦ τε πατρὸς καὶ τῆς μητρός, τούτου χάριν διφυὴς ἐκλήθη.
ὀψόμεναι μέλλουσαι ὄψεσθαι.
πολυήρατον τοῖς πολλοῖς ἐράσμιον.
πολυήρατον ἐρασμίαν.
οὗ σέβας ἀρρήτων ὅπου σέβασμά ἐστι καὶ ἀπόρρητα μυστήρια. λίαν γὰρ αὐτοῖς τὸ μὴ ἐξαγγέλλεσθαι ταῦτα ἐσπουδάζετο.
οὗ ὑπάρχει.
ἵνα ὅπου.
ἵνα μυστοδόκος δόμος μυστικὸς καὶ ἱερός, τουτέστι τοὺς μύστας ὑποδεχόμενος.
τὴν Ἐλευσῖνα λέγει, ἐν ᾗ ἱερὸν ἐτύγχανεν, ἔνθα τὰ Δήμητρος καὶ Κόρης ἐπιτελεῖται μυστήρια.
ἐν τελεταῖς ἁγίαις ἐν τελεσιουργίαις ὁσιωτάταις, τουτέστι τοῖς μυστηρίοις. εἰκότως δὲ τὰς Νεφέλας παρήγαγε πρῶτον σεμνολογούσας περὶ τῶν μυστηρίων, ἐπεὶ ἔχουσί τινα πρός τε τὰς θεὰς ταύτας καὶ τοὺς διʼ αὐτὰς καρποὺς τελειουμένους οἰκειότητα. εἰ γὰρ τῶν Νεφελῶν τὸ βρέχειν, ἀδύνατον δὲ καρποὺς ἄνευ ὄμβρου γεωργεῖν, πῶς οὐκ οἰκεῖος ὁ περὶ τῶν θεῶν ταῖς Νεφέλαις λόγος; εἴ γε καὶ τὸν Ἴακχον αὐτὸν ἐχόρευσαν ταῖς θεαῖς, ὡς Ἡρόδοτος ἱστορεῖ. ἐν γὰρ τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ κατὰ πολὺ λειπομένων τῶν Ἑλλήνων τοῦ πλήθους τῶν περσικῶν νεῶν συμμαχῆσαι τοῖς Ἀθηναίοις τὴν Δήμητρα καὶ τὴν Κόρην ἱστορεῖ μέγιστον τῆς συμμαχίας ἐπιδειξαμένας καὶ ἐναργέστατον τεκμήριον. μελλόντων γὰρ λοιπὸν τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων εἰς χεῖρας ἥξειν πρῶτον μὲν πλεῖστον ὅσον κονιορτὸν ἀπὸ τῆς Ἐλευσῖνος αἰρόμενον πάσῃ τῇ στρατιᾷ κατάδηλον γενέσθαι. εἶτα τοῦτον εἰς οὐρανὸν ἀνιόντα καὶ γενόμενον νέφος διὰ τοῦ στρατοπέδου μέσου παρίπτασθαι τὸν Ἴακχον βοῶντα. μυστικὸς ὁ λόγος.
τελεταῖς θυσίαις.
ἀναδείκνυται κατὰ τὸν καιρὸν τῶν ἁγίων τελετῶν.
οὐρανίοις τε θεοῖς πρὸς ἀντιδιαστολὴν τῶν καταχθονίων,
τῆς τε Δήμητρος καὶ Κόρης. ἐπήγαγε δὲ τοῦτο ὑπερβαλλόντως εὐσεβῆ τὴν πόλιν δεῖξαι βουλόμενος.
ὧν ἡ Δημήτηρ καὶ Κόρη. τὸ “οὐρανίοις” δὲ “θεοῖς” ἐπήγαγεν ὑπερβαλλόντως εὐσεβῆ βουλόμενος ἀποδεῖξαι τὴν πόλιν.
αἱ μὲν γὰρ ἄλλαι πόλεις ἑνί τινι προσ– κεῖνται θεῷ, αἱ Ἀθῆναι δὲ πάντας τοὺς θεοὺς ἀδιαφόρως τιμῶσιν.
θρησκεῖαι περὶ τοὺς βωμούς, πρόσοδοι τοῖς θεοῖς καὶ προσελεύσεις.
καὶ πρόσοδοι: καὶ θρησκεῖαι περὶ τοὺς θεούς, πρόσοδοι περὶ τοὺς βωμοὺς καὶ προσελεύσεις.
πρόσοδοι θυσίαι.
εὐστέφανοί τε θεῶν θυσίαι: παρὰ τὸ ὁμηρικὸν εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα αὗται γάρ εἰσιν εὐστέφανοι θυσίαι, κοσμεῖν μὲν καὶ στεφανοῦν τοὺς ναούς, πληροῦν δὲ τοὺς βωμοὺς ἱερῶν καὶ θυμιαμάτων.
εἰς τὸ κοσμεῖν καὶ ἀναδεῖν στεφάνοις τοὺς νεώς, πληροῦν δὲ τοὺς βωμοὺς ἱερείων καὶ θυσιῶν.
θυσίαι ἑορταί.
θαλίαι πανηγύρεις.
διηνεκῶς, παντὶ καιρῷ. διὰ τὸ θρησκεύειν πάντας θεοὺς καὶ πανηγυρίζειν ἀεὶ θύουσι διὰ πάντος καὶ διηνεκῶς.
παντοδαπαῖς ἐν ὥραις διὰ παντὸς καὶ διηνεκῶς καὶ ἐν παντὶ καιρῷ. διὰ γὰρ τὸ πάντας θρησκεύειν τοὺς θεοὺς θύουσι καὶ πανηγυρίζουσιν ἀεί.
ἦρί τʼ ἐπερχομένῳ τὴν παροῦσαν ἑορτὴν λέγει, τουτέστι τὰ Διονύσια. ἀρχομένου γὰρ τοῦ ἦρος ἄρχεται καὶ ἡ πανήγυρις.
βρομία χάρις: ἡ διονυσιακὴ ἑορτή. ἀρχομένου γὰρ τοῦ ἦρος ἄρχονται καὶ οἱ διονυσιακοὶ ἀγῶνες, ἐν οἷς αἱ ἅμιλλαι τῶν χορῶν.
βρομία τουτέστιν ἡ τελουμένη κατὰ τὸν καιρὸν τῶν Διονυσίων.
εὐκελάδων τε χορῶν τῶν εὐμούσων καὶ ἡδέων χορῶν ἅμιλλαι. τοῖς γὰρ Διονυσίοις τοὺς κυκλικοὺς χοροὺς ἵστασαν καὶ ἠγωνίζοντο οἱ κωμικοὶ καὶ οἱ τραγικοὶ ποιηταὶ ἀναγορεύοντες τὰ ὑπόγυον αὐτοῖς πεποιημένα δράματα.
ἐρεθίσματα ὄργανα μουσικά.
βαρύβρομος: ἀντὶ τοῦ “πολύηχος, πολλὰ βρέμουσα”. προσηύλουν γὰρ καὶ ταῖς τραγῳδίαις καὶ ταῖς κωμῳδίαις καὶ τοῖς κυκλίοις χοροῖς.
στίχοι ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ ρκεʹ.
λεληθότως ἑαυτὸν ἐπαινεῖ· σεμνὸν γάρ, φησίν, ἐστὶ τὸ μέλος.
μῶν ἡρωῖναι: κατὰ τὸ ἀρχαῖον καὶ σύνηθες αὐτοῖς ἐνθάδε τρισυλλάβως προήνεγκε τὸ “ἡρωῖναι”.
ἡρωΐναι: ἀττική ἐστι συναίρεσις, ὡς ἠΐθεοι, ᾔθεοι.
ἀνδράσιν ἀργοῖς τοῖς φιλοσόφοις. διασύρει δὲ αὐτοὺς πάλιν. ὠφέλιμοι, φησίν, εἰσὶ τοῖς τῶν ἀνθρώπων ἀπράκτοις· οἱ γὰρ ἀργοὶ κεχήνασιν εἰς τὰς νεφέλας.
ἀργοῖς σοφοῖς.
γνώμην γνῶσιν.
αἵπερ γνώμην καὶ νοῦν ἡμῖν παρέχουσι φρόνησιν καὶ σύνεσιν, ὡς τὰ δέοντα νοεῖν.
διάλεξιν λόγων ἐμπειρίαν, ὥστε τὰ νοηθέντα φράζειν δύνασθαι.
διάλεξιν: λόγων θεωρίαν. διαφέρει διάλεξις διαλέκτου, ὅτι διάλεκτος μέν ἐστι φωνῆς χαρακτὴρ ἐθνικός, διάλεξις δὲ τῆς συνήθους φωνῆς ἐκτροπὴ ἐπὶ τὸ σεμνότερον.
διάλεξιν ὁμιλίαν.
διάλεξιν διάνοιαν.
τερατολογίαν, ὥστε τὰ ἀπίθανα λέγειν πράγματα.
τερατείαν: τερατολογίαν, παραδοξολογίαν. τερατολογεῖν δέ ἐστι τὸ ἀπίθανα διηγεῖσθαι ἔξω τῶν ἀνθρωπίνων πραγμάτων.
τερατείαν ψευδολογίαν.
περίλεξιν: περιττολογίαν, περίφρασιν. λεληθότως δὲ δείκνυσιν, ἐκ πόσων συνέστηκε ῥητορεία· δεῖ γὰρ πρῶτον νοῆσαι, εἶτα ἑρμηνεῦσαι τὸ νοηθέν· ὅπερ ἐστὶ λοιπὸν ἔργον τοῦ τῆς ἐξηγήσεως λόγου.
κροῦσιν: δοκιμασίαν· ἐπεὶ τὰ σαθρὰ κρουόμενα δοκιμάζονται.
κροῦσιν φανέρωσιν γνώσεως.
κροῦσιν: τὸ ἀπατῆσαι καὶ παραλογίσασθαι τὸν ἀκούοντα, οἷον παρακρούσασθαι καὶ συναρπάσαι.
κροῦσιν: παραλογισμὸν καὶ ἀπάτην πρὸς τὸ ἀναρπάσαι τὸν ἀκούοντα.
ἐπισυνάπτει παίζων ταῦτα. “κροῦσιν” δὲ εἶπεν ὡς ἐπὶ μουσικῆς.
μουσικῶς ταῦτα εἶπε. λέγουσι γὰρ κατάληψιν, ἐπειδὰν καταλάβωσι τῷ πλήκτρῳ ἢ τοῖς δακτύλοις τὰς χορδὰς πλήξαντες, ὡς μὴ ἀποτείνεσθαι τὸν φθόγγον.
“κατάληψιν” δέ φησιν ὥστε τὰ νοηθέντα φράζειν.
κατάληψιν ἀληθῆ γνῶσιν.
τὴν αἴσθησιν καὶ τὴν τέχνην.
λείπει ἡ διά· ἀντὶ τοῦ “διὰ ταῦτα” ἀττικῶς.
πεπότηται: ἀνέπτη καὶ ἀνεκουφίσθη καὶ μετέωρα φρονεῖ ἤδη.
λεπτολογεῖν: καὶ τοῦτο διασυρμοῦ λέγει χάριν ὡς ἰσχνὰ τῶν φιλοσόφων ζητούντων ζητήματα.
διασύρει τὰ τῶν φιλοσόφων ὡς ἰσχνὰ ὄντα.
ζητεῖ ὁρμᾷ.
περὶ καπνοῦ: ἀντὶ τοῦ “περὶ μηδενὸς καὶ κενῶν πραγμάτων”.
στενὸς γὰρ καὶ ἀμενηνὸς καὶ ἀσθενὴς ὁ καπνός.
παρὰ τὸ μεταρσιολεσχεῖν τὸ “στενολεσχεῖν” εἴληπται καὶ τὸ μηδέν.
στενολεσχεῖν: τὸ “στενολεσχεῖν” ἀντὶ τοῦ “λεπτολογεῖν”.
ἀντὶ τοῦ συνάψας.
νύξασʼ διεγείρασα.
ἑτέρῳ λόγῳ ἀντιλογῆσαι τῷ ῥηθέντι λόγῳ ἀντιθεῖναι ἕτερον.
ἕτερον λόγον τῷ ῥηθέντι ἀντιθεῖναι.
καθʼ ὑπερβατόν. λέγειν γὰρ βούλεται· βλέπε νῦν δευρὶ πρὸς τὴν Πάρνηθα ἡσύχως· ὁρῶ γὰρ ἤδη κατιούσας αὐτάς.
τὴν Πάρνηθʼ ὄρος Ἀττικῆς.
θηλυκῶς ἡ Πάρνης.
δείκνυσιν αὐτῷ ὄρος ἐν τῷ θεάτρῳ τὴν Πάρνηθα, ἐξ οὗ κατέρχονται.
χωροῦσʼ αὗται τὸ “χωροῦσι” καθʼ αὑτὸ ἀναγνωστέον, εἶτα ὡς τοῦ πρεσβύτου οὐχ ὁρᾶν λέγοντος προστίθησι πλέον ἐκτείνων τὴν προφορὰν τοῦ λόγου τὸ “αὗται πάνυ πολλαί”. εἶτα δὲ ὡς οὐδὲ οὕτως ὁρῶντος πρὸς πλείονα γνῶσιν προστίθησι καὶ τόπον. τὴν δὲ τῶν λεγομένων ἐνάργειαν τὰ τῶν ὑποκρινομένων σχήματα δείκνυσιν.
νῦν γέ τοι ἤδη καθορᾷς: τῶν Νεφελῶν πλησίον οὐσῶν ἐκεῖνος μηδʼ οὕτως ὁρῶν τοῦτο νῦν προσέθηκεν, ἵνʼ ᾖ τὸ νοούμενον οὕτως· νῦν αὐτὰς ὁρᾷς, εἰ μὴ λήμας ἔχεις ἐν τοῖς ὀφθαλμοῖς μεγάλας ὡς κολοκύντας. λήμη δέ ἐστι τὸ πεπηγὸς δάκρυον.
εἰ μὴ λημᾷς κολοκύνταις: παροιμία ἐπὶ τῶν τὰ μεγάλα παρορώντων.
νὴ Δίʼ ἔγωγε ἔξωθεν ὑπακούεται τὸ “ὁρῶ ὡς ἀληθῶς”· ἑώρα γὰρ πλησίον οὐσῶν.
ἀντὶ τοῦ “πάντα τόπον περιειλήφασιν”.
σκιὰν καπνόν.
ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς: πάντας τοὺς πεπαιδευμένους. νῦν δὲ τοὺς μεταρσιολέσχας λέγει, καταχρηστικῶς δὲ καὶ πάντας τοὺς ἀπὸ τῶν μαθηματικῶν ὁρμωμένους. καὶ θαυμαστὸν οὐδέν, ὅπου μηδὲ τοὺς αὐλητὰς οὕτω προσαγορεύειν ὤκνησαν· Πλάτων γοῦν ὁ κωμικὸς ἐν δράματι Σοφισταῖς καὶ τὸν ὀπούντιον αὐλητὴν Βακχυλίδην εἰς τοὔνομα κατέταξε τῶν σοφιστῶν.
καταχρηστικῶς νῦν ἐπὶ πάσης ἐπιστήμης παρέλαβε τὸ ὄνομα τῶν σοφιστῶν.
θουριομάντεις: ἀπὸ τοῦ γενικοῦ ἐχώρησεν ἐπὶ τὸ κατʼ εἶδος. εἰπὼν γάρ, ὅτι πάντας αἱ Νεφέλαι τρέφουσι τοὺς σοφιστάς, ἐπήγαγε τίνας καὶ τίνας. θουριομάντεις οὖν οὐ τοὺς ἀπὸ τοῦ Θουρίου μάντεις, ἀλλὰ τοὺς εἰς Θούριον πεμφθέντας. ἁλούσης γὰρ Συβάρεως Θούριοι ἐκλήθησαν ἀπὸ κρήνης Θουρίας. ἐξέπεμψαν δὲ ἐπὶ τὴν κτίσιν αὐτῶν Ἀθηναῖοι δέκα ἄνδρας, ὧν καὶ Λάμπων ἦν ὁ μάντις ἐξηγητὴς ἐσόμενος τῆς κτίσεως τῆς πόλεως.
ἀπὸ τοῦ γενικοῦ προῆλθεν εἰς τὰ ἰδικά. τοὺς εἰς Θούριον πεμφθέντας, πόλιν Σικελίας, παρὰ Ἀθηναίων ἐπὶ τῷ κτίσαι αὐτήν.
ἔοικε πρὸς Λάμπωνα ἀποτείνεσθαι τὸν μάντιν, ὃν καὶ ἐξηγητὴν ἐκάλουν. ἦν δὲ καὶ τῶν πολιτευομένων πολλάκις. λόγους δὲ συνεχῶς εἰσάγειν ἐφαίνετο περὶ τῆς εἰς Θουρίους ἀποικίας τῆς Ἰταλίας, οἱ δὲ θουριομάντεις διὰ τοῦτο ὑπὸ τῶν Νεφελῶν τρέφεσθαι λέγονται, ὅτι εἰώθασι διὰ τῶν οἰωνῶν ἀπαγγέλλειν· ἀπαγγέλλονται γὰρ ἀφορῶντες εἰς τὸν ἀέρα.
ὡς πολλῶν γενομένων μαντειῶν ἐπὶ τῆς εἰς Θουρίους ἀποικίας. τούτους δὲ ἔφη τρέφεσθαι ἐκ τῶν Νεφελῶν ὡς διὰ τῶν οἰωνῶν τῶν ἐν τῷ ἀέρι μαντευομένους καὶ εἰς τὸν οὐρανὸν καὶ τὰ νέφη ἀποβλέποντας.
θουριομάντεις Θούριον πόλις Ἰταλίας.
ἰατροτέχνας: καὶ ἰατροὶ περὶ ἀέρων καὶ ὕδατος συνέγραψαν, ὕδατα δέ εἰσι καὶ αἱ νεφέλαι. σύνταγμα γοῦν ἐστιν Ἱπποκράτους περὶ ἀέρων, τόπων καὶ ὑδάτων.
σφραγιδονυχαργοκομήτας τοὺς κόμῃ καὶ περιττοῖς δακτυλίοις τὰς χεῖρας κοσμουμένους μέχρι τῶν ὀνύχων, ὡς ὑπὸ τῶν δακτυλίων σκέπεσθαι.
τῶν ὀνύχων ἐπιμελουμένους καὶ ὁσημέραι ξύοντας αὐτοὺς ὑπὲρ τοῦ ἐκλάμπειν ἄγαν· ὃ πάσχουσιν οἱ τῷ καλλωπίζεσθαι σχολάζοντες μόνως.
κυκλίων τε χορῶν: εἰς τοὺς περὶ Κινησίαν καὶ Φιλόξενον καὶ Κλεομένην.
καὶ τούτους εἶναι τῶν σοφιστῶν βούλεται. λέγει δὲ τοὺς διθυραμβοποιούς· τῶν γὰρ κυκλίων χορῶν ἦσαν οὗτοι διδάσκαλοι.
ᾀσματοκάμπτας διὰ τὸ ἐναρμονίοις ὑποπίπτειν αὐτῶν τὰ συγγράμματα καμπὰς ἔχουσι πλείονας, ἃς οἱ μουσικοὶ καλοῦσι στροφὰς καὶ ἀντιστρόφους καὶ ἐπῳδούς, διʼ ὧν καὶ ἐν ταῖς τραγῳδίαις συνειστήκει τὰ χορικά.
οἱ παλαιοὶ διαφθορὰν μουσικῆς ἡγοῦντο τοὺς διθυράμβους. καὶ προελθὼν αὐτῶν μᾶλλον καθάψεται λέγων εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτʼ ἢ κάμψειέν τινα καμπήν, οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους, ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων. καὶ Καλλίμαχος πρὸς αὐτοὺς ἀποτεινόμενος οὕτω πως αὐτῶν καθάπτεται νόθαι δʼ ἤνθησαν ἀοιδαί.
ᾀσματοκάμπτας: τοὺς διθυραμβοποιούς, ἐπεὶ καμπὰς τὰς περιόδους λέγουσιν.
μετεωροφένακας: τοὺς διὰ τῶν μετεώρων ἀπατῶντας· φενακίζειν γὰρ τὸ ἀπατᾶν. περὶ δὲ τῶν φιλοσόφων λέγει.
μετεωροφένακας τοὺς μεταρσιολέσχας.
ταύτας τὰς νεφέλας.
μουσοποιοῦσι ᾄδουσι τοῖς μέλεσιν.
ταῦτʼ ἄρʼ ἐποίουν λείπει ἡ διά.
μιμεῖται τοὺς διθυράμβους.
ταῦτα εἰς Φιλόξενον τὸν διθυραμβοποιόν· τὸ γὰρ “στρεπταίγλαν” αὐτὸς εἶπεν.
εἰς Φιλόξενον τὸν διθυραμβοποιὸν ἀποτείνεται· ἐκεῖνος γὰρ πρῶτος τῇ λέξει ἐχρήσατο.
τοῦτο Φιλόξενος ὁ διθυραμβοποιὸς εἶπεν ἐν διθυράμβῳ τινί.
ἐπεὶ οὖν συνθέτοις καὶ πολυπλόκοις οἱ διθυραμβοποιοὶ χρῶνται λέξεσιν, κατὰ τὸν ἐκείνων ζῆλον καὶ αὐτὸς τοιαύταις χρῆται· χρῆται δʼ οὖν ἄντικρυς τόπων ἐξεστραμμέναις.
καὶ ταῦτα λέγει εἰς τὴν ἀηδίαν τούτων ἐν τοῖς συνθέτοις.
διὰ τὴν ἀηδίαν ἐκείνων.
στρεπταίγλαν τὴν στρέφουσαν καὶ ἀφανίζουσαν τὴν αἴγλην.
στρεπταίγλαν τὴν ἔμπροσθεν οὖσαν τῆς αἴγλης τοῦ ἡλίου καὶ σκοτίζουσαν.
Τυφῶ ἀνέμω.
πρημαινούσας τε θυέλλας συστροφὴ ἀνέμου ἡ θύελλα. “πρημαινούσας” δὲ ἀντὶ τοῦ μαινομένας καὶ λάβρως φυσώσας. πρῆσαι γὰρ τὸ φυσῆσαι· Ὅμηρος ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον.
διεράς τὰς διύγρους.
γαμψοὺς: ἤτοι τὰς καμπτούσας πλαγίως νεφέλας, ἢ τὰς ὀρνίθων ὄψεσιν εἰκασμένας· γαμψοὺς γὰρ ἐκάλουν τοὺς ὄρνις. αὐτίκα γοῦν καὶ αὐτὸς τῷ “γαμψοὺς” “οἰωνοὺς” ἐπήγαγεν. Ὅμηρος οἰωνοῖσί τε πᾶσι.
ἀερονηχεῖς τὰς ἐν τῷ ἀέρι νηχομένας, παρόσον ἐν αὐτῷ νήχεται τὰ ὄρνεα, ἢ δίκην ὀρνέων ἵπτανται αἱ νεφέλαι.
εἶτʼ ἀντʼ αὐτῶν κατέπινον: τουτέστιν ἀντὶ τούτων τῶν ᾀσμάτων, ὧν ἐποίουν εἰς τὰς νεφέλας. διὰ τοῦτο ἤσθιον τοὺς κεστρέας καὶ τὰ ὀρνίθεια πάντα.
ἰστέον, ὅτι οὐχ οἱ αὐτοὶ τοῖς κεστρεῦσιν ἰχθύσιν αἱ κεστρέαι, ἀλλʼ οἱ μὲν τὰς μυραίνας κεστρέας ἀξιοῦσι καλεῖν, οἱ δὲ οὐ ταύτας, ἀλλά τι διάφορον ἄλλο γένος ἰχθύων. νῦν μέντοι κεστρεῖς καλοῦμεν τοὺς κεφάλους.
κεστρὰς δὲ καλοῦσιν ἰχθῦς τοὺς κεφάλους.
ἐπὶ ἰχθύων τὸ τέμαχος καὶ πλακοῦντος, ἐπὶ δὲ κρεῶν οὐκέτι.
μεγάλαν ἀγαθᾶν: τουτέστι τιμίων καὶ λαμπρῶν.
καταχρηστικῶς ἐπὶ ὀρνέων “κρέα” εἶπεν. τόπων δὲ μέμνηται τῶν ᾠκειωμένων νεφέλαις, ὑδάτων καὶ ἀέρων.
ὅτι καταχρηστικῶς κρέα καλεῖται καὶ τὰ ὀρνίθεια. βέλτιον μέντοι ὑφʼ ἓν ἀναγινώσκειν κρεατορνίθεια, ἵνα μόνον ὁ ποιητὴς μνημονεύειν δοκῇ τῶν ταῖς νεφέλαις προσῳκειωμένων, τῶν τε ἐνύδρων καὶ τῶν πτηνῶν.
κιχηλᾶν: ἀντὶ τοῦ “κιχλῶν” δηλονότι.
ἐδώρισε μιμούμενος τοὺς διθυράμβους.
τὸ ὅλον τείνει πρός τε τοὺς παρὰ τοῖς χορηγοῖς ἑστιωμένους καὶ πρὸς τοὺς ἐν πρυτανείῳ ἀεὶ δειπνοῦντας.
τοῦτο εἰς τοὺς εὐωχουμένους ἐν πρυτανείῳ τείνει καὶ πρὸς τοὺς ἑστιωμένους παρὰ τοῖς χορηγοῖς.
ταῦτά φησιν, ἐπεὶ ἐν πρυτανείῳ τινὲς αὐτῶν ἐσιτοῦντο καὶ τῶν χρησμολόγων καὶ τῶν μάντεων.
διὰ μέντοι τάσδʼ οὐχὶ δικαίως: οὐ δικαίως, φησίν, ἠξιοῦντο τῆς τιμῆς καὶ τῶν δείπνων.
ἄλλως. διὰ ταῦτα τὰ εἰς τὰς νεφέλας ὑπʼ αὐτῶν γραφόμενα· οὐδὲν γὰρ ἀξιόλογον ἐποίουν.
οὐ γὰρ ἐκεῖναι: ὡς δὴ ὁρῶν αὐτὰς ἐπὶ τῆς σκηνῆς λέγει.
ἐκεῖναι αἱ νεφέλαι.
ποῖαι γάρ τινες αἱ νεφέλαι.
εἴξασιν: ἐοίκασι, ὡμοίωνται· ἀπὸ τοῦ εἴκω, τὸ ὁμοιῶ.
ἐρίοισι πεπταμένοισι: τοιοῦτον γὰρ ἔσθʼ ὅτε τῶν νεφελῶν τὸ εἶδος.
κοὐχὶ γυναιξίν: ἀντὶ τοῦ “γυναιξὶ δὲ οὐδὲ κατὰ μικρὸν οὐδὲ κατʼ ὀλίγον”.
αὗται δέ γε ῥῖνας ἔχουσιν εἰσεληλύθασιν οἱ χορευταὶ προσωπεῖα περικείμενοι μεγάλας ἔχοντα ῥῖνας καὶ ἄλλως γελοῖα καὶ ἀσχήμονα. διόπερ φησὶν εἰκὸς αὐτὰς μὴ ἑωρακέναι, διὰ τὸ μὴ νεφελῶν, ἀλλὰ γυναικῶν ὄψεις ἔχειν· ὃ τὴν ἀγνωσίαν αὐτῷ παρεῖχεν. δῆλον οὖν, ὅτι ὁπόσα ἐν τοῖς ἄνω λέλεκται χορικὰ οὐκ ἐπὶ τῆς σκηνῆς ὄντος εἴρηται τοῦ χοροῦ, ἀλλʼ ἔξω ἑστῶτος καὶ κρυπτομένου ἡ φωνὴ μόνη τοῖς ἔνδον ἐξηκούετο. οὐ γὰρ ἠδύναντο ἐντὸς εἶναι τῆς σκηνῆς αἱ μὴ καταπτᾶσαι μηδέπω. προειρήκαμεν δὲ τὸν χορὸν ἐκ Νεφελῶν εἶναι.
ἀπόκριναί: ἀποκρίθητί μοι πρὸς ὃ ἄν σου πυνθάνωμαι.
ἤδη ποτʼ ἀναβλέψας τὸ συμβαῖνον γίνεσθαι περὶ τὰς νεφέλας διηγεῖται. πολλὰ γάρ εἰσι νέφη παρομοιούμενα ζῴοις τισὶν ἢ φυτοῖς ἢ ἀνθρωποειδῆ γινόμενα ἢ ἄλλην τινὰ τοιαύτης ὄψεως ἀποπέμποντα εἰκόνα. φησὶν οὖν· οὐ χρή σε θαυμάζειν, εἰ αἱ Νεφέλαι γυναικῶν ἔχουσι μορφάς· καὶ γὰρ ἐν τῷ οὐρανῷ πολλὰς ἔχουσι μορφάς.
ἢ παρδάλει ἢ λύκῳ τούτων ἐμνημόνευσε μόνον, διʼ ὧν λοιδορῆσαί τινας τῶν πολιτευομένων βούλεται.
κᾆτʼ ἢν μὲν ἴδωσι κομήτην Κλεῖτον λέγει, ὃς ἦν ἐπὶ κόμῃ σκωπτόμενος. οἱ δὲ Ἱερώνυμον.
ἀγρίους καὶ κολλοποδιώκτας ἐκάλουν τοὺς τὰς ἀπηγριωμένας πράξεις ποιοῦντας, τοὺς παιδεραστάς.
οἷόνπερ τὸν Ξενοφάντου Ἱερώνυμον λέγει τὸν διθυραμβοποιόν, ὃς Ξενοφάντου μὲν ἦν παῖς, περὶ δὲ παῖδας ἄγαν ἐπτόητο, λάσιον δὲ εἶχε τὸ σῶμα. ἐπεὶ οὖν καὶ οἱ Ἱπποκένταυροι λάσιον εἶχον τοῦ σώματος τὸ τῶν ἵππων μέρος, ὥστε καὶ ὁ πρὸς τοὺς Λαπίθας πόλεμος διʼ ἀκρασίαν ἔρωτος αὐτοῖς συνέστη, εὐλόγως ἐπὶ ἐρωμανέσιν ἐξομοιούσας τὰς Νεφέλας αὑτὰς τῇ τῶν κενταύρων ἰδέᾳ παρήγαγεν.
τὸν Ξενοφάντου: κομήτης ὢν καὶ ὡς καταπύγων καὶ τρυφηλὸς κωμῳδεῖται.
τί γάρ, ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα οὗτος κεκωμῴδηται παρὰ Ἀριστοφάνει ὡς χρεωφειλέτης. τίνι, φησίν, αἱ Νεφέλαι πάλιν ἑαυτὰς ἀπεικάσειαν, ἐὰν ἀφομοιώσασθαι θέλωσιν ἑαυτὰς Σίμωνι διαρπάζοντι καὶ νοσφιζομένῳ τὰ κοινά;
κατίδωσι Σίμωνα σοφιστὴς ὁ Σίμων ἦν καὶ τῶν ἐν τῇ πολιτείᾳ διαπρεπόντων τότε καὶ πάντως τῶν δημοσίων τι ἐνοσφίσατο χρημάτων. μνημονεύει δὲ αὐτοῦ καὶ Εὔπολις ἐν Πόλεσι διαβάλλων αὐτὸν ἐπὶ τοῖς αὐτοῖς ἐγκλήμασιν, ἐν τούτοις ἐξ Ἡρακλείας ἀργύριον ὑφείλετο.
ταῦτʼ ἄρα ταῦτα Κλεώνυμον αὗται τοῦτον ὡς δειλὸν καὶ ἐπὶ τῆς τάξεως ῥίψαντα τὴν ἀσπίδα οἵ τε ἄλλοι κωμῳδοὶ διαβάλλουσι πάντες καὶ ἐν τοῖς Σφηξὶν αὐτός.
ὡς δειλὸς ἐν πολλοῖς κωμῳδεῖται.
τὸ “χθὲς” προσέθηκεν ὡς ὑπόγυον τοῦ Κλεωνύμου ῥιψάσπιδος γενομένου τῷ καιρῷ χρώμενος εἰς αἰσχύνην τοῦ δεδρακότος· πλείονα γὰρ τὴν συμφορὰν τὰ ὑπόγυα ἔχει πταίσματα.
ἐξ ὑπογύου τὸ ὄνειδος, ὅπερ ἔχει μεγίστην τὴν κατηγορίαν.
δειλότατον γὰρ τὸ τῶν ἐλάφων γένος. καὶ Ὅμηρος κραδίην δʼ ἐλάφοιο.
καὶ νῦν ὅτι Κλεισθένη εἶδον καὶ νῦν, φησί, διὰ τὸν Κλεισθένη ἐγένοντο γυναῖκες· οὗτος γὰρ ἐπὶ κιναιδίᾳ διαβάλλεται.
τοῦτον ὡς γυναικιζόμενον οὐκ Ἀριστοφάνης διαβάλλει μόνον, ἀλλὰ καὶ Κρατῖνος ἐν Πυτίνῃ λέγων οὕτως ληρεῖς ἔχων· γράφʼ αὐτὸς ἐν ἐπεισοδίῳ· γελοῖος ἔσται Κλεισθένης κυβεύωνἐν τῇ τοῦ κάλλους ἀκμῇ.τοῦτον ἰδοῦσαι, φησίν, αἱ Νεφέλαι εἰς γυναῖκας μετεμόρφωσαν ἑαυτάς.
χαῖρʼ ὦ πρεσβῦτα νῦν οὐχ ὡς σεμνόν τινα προσηγόρευσαν αὐτὸν διὰ τὸν χρόνον, ἀλλʼ ὡς ἀνόητον· τοὺς γὰρ εὐήθεις ἀρχαίους καὶ παλαιοὺς ἔλεγον. καὶ Εὐριπίδης ἀρχαῖον εἴρηκαςἀντὶ τοῦ “εὔηθες”. εὐεργετῆσαι γὰρ τὸ σῶμʼ οὐ βούλομαι.
ἐξήγησις τοῦ “πρεσβῦτα” τὸ “παλαιογενές”.
θηρατὰ λόγων: ἀντὶ τοῦ “ἰχνευτὰ λόγων” ἢ “ζηλωτὰ” ἢ “μετιὼν λόγους”.
θηρατὰ ἐπιθυμητά.
σύ τε πρὸς τὸν Σωκράτην.
Σωκράτει λέγουσιν.
ἱερεῦ Σώκρατες.
λεπτοτάτων λήρων: ἀντὶ τοῦ “συνετωτάτων καὶ δυσπαρακολουθήτων λόγων”.
ὅ τι χρῄζεις: ὅ τι βούλοιο.
πλὴν ἢ Προδίκῳ: σοφιστὴς ὁ Πρόδικος, Κεῖος τὸ γένος. ἤκμασε δὲ κατὰ τοὺς χρόνους Σωκράτους. πρῶτος δὲ οὗτος τὴν πεντηκοντάδραχμον ἐπίδειξιν ἐποιήσατο. μνημονεύει δὲ αὐτοῦ καὶ Πλάτων ἐν τῷ Πρωταγόρᾳ καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν, οὐ μὴν ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Ταγηνισταῖς οὕτως· τὸν ἄνδρα τοῦτον ἢ βιβλίον διέφθορενἢ Πρόδικος ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις.διαβάλλει δὲ αὐτὸν καὶ ἐν Ὄρνισιν οὕτως· παρʼ ἐμοῦ Προδίκῳ κλάειν εἴπητε τὸ λοιπόν.διδάσκαλος δὲ ἦν οὗτος καὶ Θηραμένους τοῦ ἐπικαλουμένου κοθόρνου, ὃς τῆς τῶν τριάκοντα τυραννίδος μετέσχεν. κόθορνος δὲ ἐκαλεῖτο οὗτος, ἐπεὶ καὶ τοῖς τριάκοντα συνέσπευδε καὶ τῷ δήμῳ. καὶ γὰρ ὁ κόθορνος τὸ ὑπόδημα ἀμφοτέροις ἁρμόζει τοῖς ποσίν. φέρεται δὲ καὶ Προδίκου βιβλίον ἐπιγραφόμενον Ὧραι, ἐν ᾧ πεποίηκε τὸν Ἡρακλέα τῇ Ἀρετῇ καὶ τῇ Κακίᾳ συντυγχάνοντα· καὶ καλούσης ἑκατέρας ἐπὶ τὰ ἤθη αὑτῆς προσκλῖναι τῇ Ἀρετῇ τὸν Ἡρακλέα καὶ τοὺς ἐκείνης ἱδρῶτας προκρῖναι τῶν προσκαίρων τῆς Κακίας ἡδονῶν.
ἐπὶ καθαιρέσει Σωκράτους τὸν Πρόδικον νῦν μέγαν ἀποφαίνει διαφόρως. οὗτος δὲ σοφιστὴς ἦν μετεωρολόγος. ἐπὶ κιναιδίᾳ δὲ διεβάλλετο.
... ὁ γὰρ Ἀριστοφάνης οὐ φιλῶν τὸν Πρόδικον ταῦτά φησιν, ὅσον μισῶν Σωκράτην· ἐν γὰρ τοῖς Ὄρνισι διαλοιδορεῖται Προδίκῳ.
πλὴν ἢ Προδίκῳ: πλὴν μόνου Προδίκου.
ὅτι βρενθύει τʼ ἀποσεμνύνεις σεαυτὸν τῷ σχήματι καὶ ταυρηδὸν ὁρᾷς.
ὅτι βρενθύει τʼ σεμνύνῃ καὶ μέγα φρονεῖς. οἱ γὰρ ἀποδεδωκότες ἑαυτοῖς σοβαρῶς πεφύκασι βαδίζειν. ὡς τοῦ μὲν Προδίκου ὄντος σοφοῦ, τοῦ δὲ Σωκράτους κενὴν μόνον δόξαν ἐπὶ σοφίᾳ καρπουμένου.
βρενθύει κομπάζεις.
τοῖς ὀφθαλμοῖς ὑποβλέπεις καὶ ὑφορᾷς.
οὕτω γὰρ ἐβάδιζε καὶ Σωκράτης. καὶ Πλάτων …
σεμνοπροσωπεῖς … ἀπὸ τῶν ὀφθαλμῶν σεμνὴν τὴν ὄψιν ἔχεις. εἰσὶ γὰρ ἀνθρώπων τινὲς τοιοῦτοι, σεμνοὶ μὲν φανῆναι, οὐ μὴν κατὰ τὴν πρόσοψιν ἔχοντες καὶ τὰ ἐπιτηδεύματα.
ἀντὶ τοῦ “φλήναφος καὶ μάταιος λόγος καὶ λῆρος”.
οὔ μὴ ληρήσῃς οὐ παύσῃ φλυαρῶν;
οὔ· μὴ ληρήσεις μὴ φλυαρεῖς.
ὕοντʼ αὐτόν.
καίτοι χρῆν αἰθρίας αὐτὸν ὕειν εἰ τὸ βρέχειν ἦν, φησίν, ἐπὶ τῇ τοῦ Διὸς ἐξουσίᾳ, καὶ μὴ τῶν Νεφελῶν ἦν τοῦτο ἔργον, ἐχρῆν αὐτὸν καθʼ ἑαυτὸν ὕειν ἄνευ Νεφελῶν.
δοκεῖ τῆς κατὰ Μύσκελλον ἱστορίας ἔχεσθαι τὸ λεχθέν. Μυσκέλλῳ γάρ φασι χρησμὸν δοθῆναι κτίσαι πόλιν, ὅπου ἂν αὐτὸν ἐξ αἰθρίας ὑετὸς λάβῃ. ὁ δὲ ᾤετο οὐκ ἄν ποτε ὑπʼ αὐτοῦ κτισθήσεσθαι πόλιν διὰ τὸ ἀδύνατον τοῦ χρησμοῦ. γενομένου δὲ αὐτοῦ περὶ τὴν Ἰταλίαν καὶ ἀμηχανοῦντος περὶ τὴν κτίσιν παρακαθίσασαν τὴν παλλακίδα δακρύειν ὀδυρομένην τὰς πλάνας· καί πως ἐνεχθῆναι τὰ δάκρυα τῆς Αἰθρίας—οὕτω γὰρ ὠνομάζετο—κατὰ τοὺς Μυσκέλλου χρησμούς. καὶ τέλος εἰληφέναι νομίσας τὸ χρηστήριον εὐθὺς ἔκτισε πόλιν.
αἰθρίαν ἐν ἐκτάσει καὶ ἐν τοῖς ἔμπροσθεν παρετηροῦμεν.
αἰθρίας οὔσης.
ἀποδημεῖν ἀντὶ τοῦ “μὴ παρεῖναι”.
προσέφυσας προσήρμοσας.
κατὰ ἀναδιπλασιασμόν.
ἀντὶ τοῦ “φρίττειν καὶ δεδιέναι”. τὸ γὰρ τρέμειν καὶ πάλλεσθαι τὸ σῶμα τῶν ἄγαν εὐλαβουμένων ἐστίν.
ἀντὶ τοῦ “φοβεῖσθαι καὶ τρέμειν”.
κυλινδούμεναι ἀντὶ τοῦ “κυλιόμεναι καὶ εἰς ἀλλήλας συστρεφόμεναι”.
τῷ τρόπῳ τίνα τρόπον.
ὦ πάντα σὺ τολμῶν: ἀντὶ τοῦ “ὦ τολμηρότατε καὶ θρασύτατε”.
κρημνάμεναι: ἀντὶ τοῦ “κρεμάμεναι ἀπὸ τοῦ ἀέρος”.
οἷον ἐπικρεμάμεναι ἀλλήλαις καὶ ἐπιβαροῦσαι.
τὸ “εἶτα” περισσόν.
καὶ παταγοῦσιν: ἠχοῦσιν. καὶ Ὅμηρος πάταγος δέ τε διὰ στόμα γίνετʼ ὀδόντων.
παταγοῦσι: ψοφοῦσιν.
οὐχ ὁ Ζεὺς οὐχὶ ὁ Ζεύς.
αἰθέριος δῖνος: καὶ τοῦτο ἐθρυλεῖτο παρὰ τοῖς φυσικοῖς.
αἰθέριος δῖνος: ἡ περιδίνησις ἡ αἰθερία. ταῦτα δὲ ἐκ τῶν ἀναξαγορείων λαμβάνει.
δῖνος συστροφή.
ἀλλʼ ἀντʼ αὐτοῦ Δῖνος: ἐγγύθεν ἔλαβεν ἀπὸ τοῦ Διός, ὥσπερ εἰ ἔλεγε μὴ βασιλεύειν τὸν Δία, ἀλλὰ Δῖνον. οὐχ ὅτι τὴν δίνησιν ὑποβάλλων ἐκ τούτου “Δῖνος” εἶπεν, ἀλλὰ κεραμεοῦν ἐστι βαθὺ ποτήριον, ὃ καλεῖται δῖνος. τὸ γὰρ γελοῖον ἐκ τούτου εἰς τὴν τοῦ Δῖνος παρείληφε διάνοιαν.
τὸ “φημὶ” πρὸς τὰς Νεφέλας.
ἄγε ἢ λέγε.
τῷ τίνι.
ἀπὸ σαυτοῦ ʼγώ σε διδάξω: εἰς τὸ “σαυτοῦ” τελείαν στικτέον, ἐπεὶ συνθετόν ἐστι καὶ ἀμετάβατόν ἐστιν ὑφʼ ἓν λέγουσιν.
ἀπὸ σαυτοῦ ἀπὸ σοῦ αὐτοῦ.
ʼγώ σε ἐγώ σε.
ἤδη ζωμοῦ Παναθηναίοις ἤδη ποτʼ ἐν τοῖς Παναθηναίοις ἐκόρεσάς σου ζωμοῦ τὴν γαστέρα; τὰ δὲ Παναθήναια ἑορτὴν παρʼ Ἀθηναίοις εἶναι μεγίστην προείρηται. ἐπεὶ οὖν ἐν τοῖς Παναθηναίοις πᾶσαι αἱ ἀπὸ τῶν Ἀθηνῶν ἀποικισθεῖσαι πόλεις βοῦν τυθησόμενον ἔπεμπον, συνέβαινεν ἄδειαν εἶναι τῶν κρεῶν, ὥστε πληροῦσθαι πάντας καὶ παρὰ τὸ δέον ἐσθίοντας διὰ τὴν ἀφθονίαν τῶν κρεῶν.
ἤδη ζωμοῦ Παναθηναίοις: ἐν τοῖς Παναθηναίοις αἱ ἄποικοι πᾶσαι Ἀθηναίων πόλεις ἔπεμπον βοῦς. ὅθεν ἡ δαψίλεια τῶν κρεῶν.
εἶτʼ ἐταράχθης τὴν γαστέρα: εἶτα συνέβη κινηθῆναι καὶ διαταραχθῆναι τὴν γαστέρα.
καὶ κλόνος ἐξαίφνης καὶ στρόφος τις καὶ ἴλιγξ αὐτῇ συνέπεσεν.
διεκορκορύγησε κορκορυγεῖν τὸ τὴν γαστέρα λαλεῖν μόνον· ἢ.
ἐμιμήσατο τῇ φωνῇ τῶν ἐντέρων τὸν ἦχον.
ἀτρέμας ἐκ τοῦ κατʼ ὀλίγον, φησίν, αὔξει τὸν ἦχον.
κομιδῇ: ἐναργῶς βροντᾷ τὸ λοιπόν.
σκέψαι τοίνυν ὅτε ἔλαβεν ὁμολογοῦντα τὸν πρεσβύτην, τότε προσάγειν αὐτὸν ἐπεχείρει τῇ συγκρίσει· καί φησι· θαυμάζεις, εἰ βροντῶσιν αἱ Νεφέλαι πάντα κατέχουσαι τὸν οὐρανόν, ὅτε ἀπὸ μικρᾶς οὕτω τῆς σῆς κοιλίας τοσοῦτος ἦχος ἀπὸ τῶν πορδῶν γίνεται;
τυννουτουὶ: ποσόν. συνάγων δὲ αὐτοῦ τοὺς δακτύλους λέγει. ἀντὶ τοῦ “μικροῦ”. τύννον γὰρ τὸ μικρόν.
ταῦτʼ ἄρα καὶ τὼ ʼνόματʼ ἀλλήλοιν διὰ τοῦτο καὶ τὰ ὀνόματα ἀλλήλοις εἰσὶ προσφερῆ καὶ ὅμοια τῆς βροντῆς καὶ τῆς πορδῆς.
τὼ ʼνόματʼ δυικῶς ἔκλινεν.
βροντὴ καὶ πορδή: πρὸς τὸ ὁμοιοκατάληκτον ἔπαιξεν.
οὓς μὲν καταίθει, οὓς δὲ ζῶντας περιφλέγει.
λέγεται γάρ, ὅτι πολλάκις ὁ κεραυνὸς ἁψάμενος οὐκ ἀναιρεῖ, ἀλλὰ περιφλέγει.
ἀφίησιν, ἐπιπέμπει.
καὶ Ν Κρονίων ὄζων: οἷον ἀρχαϊκῆς εὐηθείας ὀδωδώς. ἔστι δὲ Κρόνια παρὰ τοῖς Ἕλλησιν ἑορτή, τὰ παρὰ τοῖς Ῥωμαίοις καλούμενα Σατουρνάλια, ἢ Ἀπατούρια. ἤγετο δὲ ἑκατομβαιῶνι μηνί. καὶ Κρόνους τοὺς λήρους ἐκάλουν.
Ψαμμήτιχος Αἰγύπτου βασιλεύσας ἠθέλησεν ἐπιγνῶναι, τίνες πάντων ἀνθρώπων πρεσβύτεροι καὶ πρῶτοι γένοιντο. ὡς δὲ πάντα πολυπραγμονῶν οὐχ οἷός τε ἦν ἀνευρεῖν τὸ ἀκριβὲς διὰ τὸ πολλοὺς περὶ τούτου φιλονεικεῖν, μηχανᾶταί τι τοιοῦτον. λαβὼν ἀρτίτοκα δύο παιδία εἰς οἴκημα κατέκλεισεν ἀνακεχωρηκὸς παντάπασι. καὶ οἱ μὲν λέγουσιν, ὡς αἶγας ὑπέπεμπεν αὐτοῖς, ἃς θηλάζοντα ἐτρέφετο τὰ παιδία· οἱ δέ, ὡς τροφοὺς παρέστησε τὰς γλώττας αὐτῶν ἐκτεμών, ὥστε τῆς φωνῆς αὐτῶν μὴ ἀκούειν τὰ παιδία. ταῦτα δὲ Ψαμμήτιχος ἐποίει βουλόμενος εἰδέναι, τίνα ποτὲ τὰ παιδία πρώτην προήσουσι τὴν φωνὴν ἀπαλλαγέντα τῶν ἀσήμων κνυζημάτων. ὡς οὖν τριετὴς αὐτοῖς διεγεγόνει χρόνος τοιαύτης τροφῆς, εἰσέπεμψεν εἰς τὸν οἶκόν τινα τῶν φίλων ἐντειλάμενος σιωπῇ παρελθεῖν. τοῦ δὲ ἀνεῴξαντος τὰς θύρας ὀρέγοντα τὰς χεῖρας τὰ παιδία “βόκος” ἐκάλουν. Φρύγας δέ φασι τὸν ἄρτον οὕτως καλεῖν. καὶ οὕτως μὲν Ψαμμήτιχον εὑρεῖν καὶ πιστεῦσαι πρώτους γεγονέναι Φρύγας· ἐνταῦθα δὲ ἡ λέξις σημαίνει τὸ “ἀρχαῖε καὶ ἀνόητε”.
βεκκεσέληνε Σεσόγχωσις ὁ τῶν Αἰγυπτίων βασιλεὺς κοσμοκράτωρ γεγονὼς ἠθέλησε γνῶναι τοὺς ἀρχαιοτέρους τῶν ἀνθρώπων. καὶ τροφόν τινα γλωττοτομήσας ἀπέκλεισε μετὰ βρέφους. αὐξηθέντος οὖν καὶ βοῶντος “βέκ” ἤκουσε καὶ ἔγνω ὁ βασιλεύς, ὅτι ἀρχαιότεροι ἦσαν οἱ Παφλαγόνες· παρʼ αὐτοῖς γὰρ ὁ ἄρτος βὲκ λέγεται. συνθέτως δὲ εἶπε τὴν λέξιν “βεκκεσέληνε”, ἐπεὶ καὶ οἱ Ἀρκάδες προσέληνοι ἐλέγοντο. καὶ ἁπλῶς ἡ λέξις ἀρχαϊσμὸν σημαίνει.
ἀντὶ τοῦ “ἀρχαῖε καὶ μωρέ”· —τοὺς γὰρ ἀρχαίους μωροὺς ἐκάλουν— ἀπὸ ἱστορίας τοὺς Ἀρκάδας κατὰ τοὺς προσελήνους χρόνους ἐν ταῖς ἐρήμοις διάγειν, ἢ ὑπὸ ταῖς ἐρήμοις, καὶ ἐκ τῶν ἀποπιπτόντων καρπῶν διαζῆν. φιλονεικησάντων δέ ποτε Ἀρκάδων καὶ τῶν Φρυγῶν καὶ Περσῶν περὶ τῆς ἀρχαιότητος καὶ εἰς κρίσιν ἐλθόντων Ψαμμήτιχος ὁ βασιλεὺς Αἰγύπτου λαβὼν δύο ἀρτίτοκα παιδία ἔν τινι ἀπέκλεισε τόπῳ, καὶ αἶγα ἐποίησε ταῦτα θηλάζειν. ἄλλοι δέ φασιν οὐκ αἶγα, ἀλλὰ τὰς ἑαυτῶν μητέρας ἐκτετμημένας τὰς γλώττας, ἵνα μὴ δύνωνται διδάσκεσθαι ὁμιλουσῶν τὰ παιδία. ἔπειτα μετὰ τριετῆ χρόνον ἐκέλευσε σιωπῶντά τινα ἄνδρα εἰσελθεῖν πρὸς αὐτά. εἰσελθόντος δὲ αὐτοῦ προσεπήδησαν τὰ παιδία λέγοντα “βέκ”· ἔστι δὲ τοῦτο φρυγιστὶ ἄρτος. ἐκ τούτου Φρύγες ἐφάνησαν ἀρχαιότεροι. ἀπὸ ἱστορίας οὖν εἴρηται ἡ λέξις· ἔστι δὲ παρʼ Ἡροδότῳ ἐν τῷ δευτέρῳ, ἔνθα περὶ Ψαμμητίχου φησίν.
δέον εἰπεῖν “προσέληνε” τὸ βέκ παρέπλεξεν, ὅπερ ἐστὶ κατὰ Φρύγας ἄρτος.
ἢ τὰ βʹ σύγκειται ὡς ἕν, τὸ βέκος καὶ ἡ σελήνη· ἀρχαῖα δὲ ἀμφότερα. ἢ ὅτι οἱ Λυδοὶ τὸν ἄρτον βέκος ἐκάλουν ἢ Φρύγες, διεβάλλοντο δὲ ὡς ἀνόητοι· ἀπὸ τῆς οὖν διαλέκτου σκώπτει αὐτούς. ἡ δὲ περὶ τοῦ βέκε ἱστορία, ἥ ἐστι φωνὴ Φρυγῶν σημαίνουσα τὸν ἄρτον, παρὰ Ἡροδότῳ φανερά ἐστιν ἐν βʹ.
βεκκεσέληνε οἷον σεληνόβλητε καὶ ἀπόπληκτε καὶ σαλέ.
βεκκεσέληνε ἀναίσθητε.
σφόδρα γʼ εἴσʼ ἐπίορκοι οὗτοι, οὓς εἶπεν. ὅτι ἐπίορκοι. καὶ ὡς εἰς ἀλλήλους κακοὶ κωμῳδοῦνται.
ὡς τούτων συνεχῶς γινομένων.
Σούνιον: τόπος τῆς Ἀττικῆς ἀκρωτήριον ὂν τῆς Ἀτταλίδος φυλῆς.
καὶ τὰς δρῦς ἐπειδὴ τοῖς ὑψηλοῖς καὶ τοῖς δένδρεσιν ἐμπίπτει ὁ κεραυνός.
σημειωτέον, ὅτι Πελοποννήσιοι ἀρσενικῶς λέγουσι τοὺς δρῦς.
οὐκ οἶδʼ, ἀτὰρ ἐστενοχωρήθη ὑπὸ τῶν τοῦ Σωκράτους λόγων.
φησίν, ὅτι ἄνεμος ἐμπεσὼν ταῖς Νεφέλαις καὶ ὑπό τινος ἀνάγκης ἐλαυνόμενος σφοδρότερον ἀποπνεύσας καὶ διαρρήξας ἀπορρήγνυσιν ἐξ αὐτῶν τὸν κεραυνόν.
ξηρὸς εὔδιος καὶ θερμὸς καὶ μηδεμίαν ὑγρασίαν ἔχων.
μετεωρισθεὶς ἐπαρθεὶς ἢ ἐμπεσών.
κατακλεισθῇ: ἀντὶ τοῦ “στενοχωρηθῇ, συσχεθῇ”.
ὥσπερ κύστιν: τὴν κοιλίαν, τὴν φῦσαν. εἴρηται δὲ φῦσα ἀφʼ οὗ πάσχειν πέφυκεν.
ὑπʼ ἀνάγκης: ὑπὸ βίας στενοχωρούμενος.
ὑπʼ ἀνάγκης ἐλαυνόμενος.
διαρρήξας αὐτάς.
ῥήξας: ἀντὶ τοῦ “διασκεδάσας, σκορπίσας”.
σοβαρὸς Χρύσιππος ἐτυμολογεῖ τὸν βαρέως σειόμενον.
σοβαρὸς μεῖζον καὶ σφοδότερον πνεύσας.
ῥοίβδου ψόφου.
ὑπὸ τῆς ὁρμῆς.
αὐτὸς ἑαυτὸν θερμαίνων καὶ ἐκπυρῶν.
ἀτεχνῶς ἀκριβῶς.
ἀπείρως, ἀμαθῶς.
Διασίοισιν Ἀθήνησιν ἑορτὴ Μειλιχίου Διὸς μηνὸς Ἀνθεστηριῶνος φθίνοντος. Ἀπολλώνιος δὲ ὁ Ἀχαρνεὺς διακρίνει τὰ Διάσια ἀπὸ τῆς τοῦ Μειλιχίου Διὸς ἑορτῆς … ὠνομάσθαι λέγων. ὡς δέ τινες, ἀπὸ τοῦ φυγεῖν αὐτοὺς ταῖς εὐχαῖς τὰς ἄτας.
Διάσια ἑορτὴ Ἀθήνησι Μειλιχίου Διός· ἄγεται δὲ μηνὸς Ἀνθεστηριῶνος ηʹ φθίνοντος. Ἀπολλώνιος δὲ ὁ Ἀχαρνεὺς τὰ Διάσια διακρίνει ἀπὸ τῆς τοῦ Μειλιχίου ἑορτῆς, προσηγορεῦσθαι αὐτὰ λέγων, καθάπερ τινές φασιν, ἀπὸ τοῦ διαφυγεῖν αὐτοὺς εὐχαῖς τὰς ἄσας.
ἑορτὴ Διὸς Ἀθήνησι τὰ Διάσια, ἐν ᾗ πανδημεὶ ἔξω τοῦ τείχους συνόντες ἑορτάζουσιν. ἔστι δὲ τὰ Διάσια τὰ αὐτὰ τοῖς Διιπολίοις.
κᾆτʼ οὐκ ἔσχον ἀμελήσας οὐκ ἔσχιζον· ἀττικῶς ἔκλινεν. οὐκ ἐκέντουν, οὐκ ἔσχισα. ποιοῦσι δὲ τοῦτο, ἵνα μὴ διαρραγῇ.
οὐκ ἔσχον: ἀντὶ τοῦ “οὐ διεῖλον”· οὕτως ἔκλινεν ἀττικῶς. εἰώθασι δὲ κεντεῖν καὶ σχίζειν δίοδον παρέχοντες τῷ πνεύματι τῶν ἐγκειμένων, ὥστε μὴ ἀθρόως ἐξελθεῖν βουλόμενον διαρρῆξαι.
ἡ δʼ ἄρʼ ἐφυσᾶτʼ ἡ δὲ ὠγκοῦτο ἐπαιρομένων τῶν νητῶν εἰς αὐτὴν ἀρτύσεων.
διαλακίσασα: ἀντὶ τοῦ “διαρραγεῖσα”· λακὶς γὰρ τὸ σχίσμα.
προσετίλησεν προσερράντισεν.
οἰκείως δὲ νῦν τῷ προσετίλησα χρῆται ὡς ἐπὶ κοιλίας.
ὡς ἐπὶ κοιλίας ἐχρήσατο τῇ λέξει.
τὸ ταλαίπωρον τὸ τλητικὸν, τὸ ἐπίπονον. τὸ ὑπομονητικόν.
τὸ “μὴ” ἀντὶ τοῦ “οὔ”.
μήτε ῥιγῶν ἀχθῇ ἐν γὰρ μόνῳ τῷ τρίβωνι ἐχείμαζον οἱ φιλόσοφοι μηδὲν ἐσθίοντες.
ἐπιθυμεῖς ἐπιθυμῇς.
ταῦτα οὐκ ἐποίει Σωκράτης, ἀλλὰ πίνειν μὲν αὐτόν φασι πλεῖστον, νήφειν δὲ καὶ τὰ συνήθη πράττειν.
γυμνασίων παιγνίων.
ἀνοήτων τῶν ἀφροδισίων λέγει καὶ τῆς τοιαύτης λαγνείας.
τὸ γὰρ ἀνοηταίνειν μωραίνειν, μωραίνειν δὲ τὸ ἀφροδισιάζειν ἔλεγον.
τὰ γὰρ ἀνόητα ἀντὶ τοῦ “τὰ μωρά”, μωραίνειν δὲ τὸ ἀφροδισιάζειν.
καὶ τῇ γλώττῃ πολεμίζων οὐκ αὐτῇ τῇ γλώττῃ πολεμῶν, ἀλλὰ γλώττῃ καθάπερ ὅπλῳ χρώμενος—τοῦτο γὰρ ὅπλον ῥήτορος—καὶ καταπολεμῶν ἐν αὐτῇ τοὺς ἐναντίους. φησὶν οὖν· εἰ δυνήσῃ πάντων ἀπέχεσθαι ὧν εἰρήκαμεν, δυνήσῃ ἀγωνίσασθαι πρὸς τοὺς ἀντιπραττομένους.
τῇ γλώττῃ πολεμίζων τῇ γλώττῃ γὰρ πολεμοῦσι τοὺς ἐναντίους οἱ ῥήτορες.
δυσκολοκοίτου δυσκόλως κοιμωμένης.
τρυσιβίου καταπονούσης τὸν βίον.
τρυσιβίου δαμαζούσης τὸν βίον.
θυμβρεπιδείπνου τὰς θύμβρας δυναμένης δειπνεῖν· ἔστι δὲ βοτάνης εἶδος. ἀφʼ οὗ δηλοῖ, ὅτι λάχανα μόνα τρώγουσιν εὐτελῆ.
θυμβρεπιδείπνου εὐτελούσης δείπνου.
ἀμέλει ἀμελῶς ἔχε.
ἐπιχαλκεύειν: ἀντὶ τοῦ “παιδεύεσθαι”.
παρέχοιμʼ ἄν ἐμαυτόν.
ἀντὶ τοῦ “οὐ νομιεῖς”.
γράφεται καὶ “ἄλλο τι δῆτʼ οὐ νομιεῖς”.
τὸ Χάος Χάος λέγει τὸν ἀέρα· παρὰ τὸ κεχύσθαι. ἐτίμων δὲ τὴν γλώτταν καὶ ἤσκουν τὴν πολυλογίαν.
οὐδὲ προσείποιμι ἄλλον θεὸν οὐδὲ συντυχών.
ἀτεχνῶς παντελῶς, διόλου.
ὅ, τι σοι βούλει ἵνα.
θαρρῶν μετὰ θάρρους.
οὐκ ἀτυχήσεις: ἀντὶ τοῦ “οὐκ ἀποτεύξῃ”: ἀντὶ τοῦ “τεύξῃ ὧν θέλεις”.
δεξιὸς πεπαιδευμένος.
τουτὶ ὅπερ μέλλω ἐρεῖν.
σταδίοισιν ἄριστον λείπει “ποιήσατε”.
τοῦδε καιροῦ.
ἀπὸ τουδὶ ἀπὸ τούτου τοῦ χρόνου.
γνώμας ἔλεγον καὶ τὰς δημηγορίας.
μή μοι γε λέγε.
ὅσʼ ἐμαυτῷ ἐστὶ δυνατὸν ὑπὸ σοῦ αὐτοῦ.
στρεψοδικῆσαι στρέψαι τὰς δίκας. πρὸς ταύτην δὲ τὴν λέξιν καὶ τὸ ὄνομα πεποίηται τῷ γέροντι Στρεψιάδης.
καὶ νῦν χρήστας τοὺς δανειστάς.
διολισθεῖν διαφυγεῖν.
διολισθεῖν ἐκφυγεῖν.
προσπόλοισι πρόσφυξι. λέγει δὲ “τοῖς φιλοσόφοις”.
προσπόλοισι θεραπευταῖς.
πιέζει στενοχωρεῖ.
τοὺς κοππατίας: μετὰ τοῦ χαράγματος· καὶ τοὺς ἐκκεκοφότας αὐτοῦ τὴν οὐσίαν δηλοῖ.
ὅς μʼ ἐπέτριψεν: ὃς αἴτιός μοι πάντων τῶν συμβάντων κακῶν· ἢ διʼ ὃν ἐδυστύχησα.
ἀπὸ τοῦ “νῦν οὖν χρήσθων” ἕως τοῦ “τοῖς φροντισταῖς παραθέντων” κῶλα ἀναπαιστικά, δίμετρα ὑπερκατάληκτα καὶ ἀκατάληκτα καὶ καταληκτικά.
νῦν οὖν χρήσθων νῦν οὖν χρήσθωσαν. κατὰ δυικὴν προφορὰν ὡς δυικὸν ἔχον τὸν σχηματισμόν, πληθυντικῶς δὲ νῦν λέλεκται “χρήσθωσαν”. ἀττικὴ δὲ ἡ τοιαύτη σύνταξις· οἷον “ποιούντων ἐκεῖνοι” ἀντὶ τοῦ “ποιείτωσαν”, “φρονούντων” ἀντὶ τοῦ “φρονείτωσαν”, ὡς καὶ ἐνταῦθα. νῦν, φησί, τὴν ἐξουσίαν αὐτοῖς παραδίδωμι τοῦ ἐμαυτοῦ σώματος, τοῖς προσπόλοις δηλονότι.
αὐχμεῖν κακοῦν, ξηραίνεσθαι.
ἀσκὸν δέρειν τὸ σῶμα ἐκδέρειν.
ἀσκὸν δέρειν τὸ δέρμα μου εἰς ἀσκὸν ἐκδερματίζειν.
ὑπὲρ τοῦ πιστεῦσαι ἐμμένειν τοῖς ὑποκειμένοις κατέθηκε πλέον ἢ ἐκεῖνος προσέταξεν, εἰ δέοι, καταφρονήσειν ἐκδερομένου τοῦ σώματος. ὁ γὰρ τὸ μεῖζον ἐπαγγελλόμενος πῶς οὐκ ἂν τὸ τοιοῦτον ἧττον ἐνέγκοι ῥᾳδίως;
ὑπὲρ τοῦ πιστευθῆναι αὐτὸν ἐμμένειν τοῖς ὑποκειμένοις προσέθηκε πλέον ἢ ἐκεῖνοι προσέταξαν, καὶ λέγει καταφρονεῖν ἐκδερομένου τοῦ δέρματος. ὁ γὰρ τὰ μείζω ἐπαγγελλόμενος ὑπομένειν εὐχερῶς ἂν τὰ ἥττονα ὑπενέγκοι.
ἀσκὸν ὡς.
θρασύς τολμητίας.
εὔγλωττος λέγειν προσήνης.
τολμηρός ὑπομονητικός.
ἴτης ἀντὶ τοῦ “ἰταμός, σκληρός, τολμηρός, ἀναιδής, καὶ διʼ αὐτῶν χωρῶν τῶν πραγμάτων”.
ἴτης ὀξύς.
βδελυρός καὶ τὸν πόρνον οὕτως ἐκάλουν, βδελυρόν, ὡς ἐν τῷ κατὰ Τιμάρχου Αἰσχίνης, καὶ τὸν μίσους ἄξιον—καὶ τὸ μισεῖν βδελύττεσθαι—καὶ τὸν ἀνελεύθερον.
βδελυρός μισητός.
ψευδῶν συγκολλητής ψευδολόγος.
συγκολλητής ἐφευρετής.
εὑρησιεπής ἐπῶν ἐφευρετὴς ψευδῶν.
περίτριμμα δικῶν ἐντριβὴς τῶν κρίσεων.
περίτριμμα περίεργος, ὃν οὐκ ἔστι λαθεῖν.
κύρβις: κύρβις ἡ σανὶς ἔνθα ἦσαν οἱ νόμοι γεγραμμένοι. λέγει οὖν· εἰ τά τε ἄλλα δόξαιμι τοῖς πολλοῖς ἔμπειρος εἶναι καὶ τῶν νόμων καὶ τῶν λόγων, πᾶν ὁτιοῦν ὑπομείναιμι παθεῖν ἡδέως παθεῖν παρʼ ὑμῶν.
κύρβις σανὶς ἔνθα οἱ νόμοι γεγραμμένοι ἧσαν. ἢ οὕτως. ἡδέως ἂν ὁτιοῦν ὑπομείναιμι, ἵνα δόξω τοῖς πολλοῖς λόγων ἔμπειρος εἶναι καὶ νόμους εἰδέναι.
μνήμων· καὶ γὰρ αἱ κύρβεις πρὸς μνήμην εἰργάζοντο.
ἕνεκεν γὰρ μνήμης ἀνέγραφον εἰς τὰς κύρβιας.
κύρβις ἐπιστήμων τῶν νόμων.
κρόταλον: ἀντὶ τοῦ “εὔγλωττος καὶ εὔστομος ὡς τὰ κρόταλα”.
κίναδος: ἀπατητικός. εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῆς ἀλώπεκος. κοινῶς δὲ θηρίον τὸ κίναδος, οὐχ ὥς τινές φασι πᾶν ἑρπετόν.
κίναδος: εἶδός τι θηρίου, ὡς καὶ Δημοσθένης ἐν τῷ Περὶ στεφάνου· “τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν”. οἱ δὲ πᾶν μὲν θηρίον κίναδος ἀξιοῦσι καλεῖσθαι, ἰδίως δὲ τὴν ἀλώπεκα. κακοῦργος οὖν, φησίν, ὡς ἀλώπηξ.
κίναδος πανοῦργος.
τρύμη: ὁ περιτετριμμένος σφόδρα καὶ πεπερονημένος ἐν τοῖς πράγμασιν, ὃν ἡμεῖς τρύπανον καλοῦμεν. θέλει δὲ εἰπεῖν· εὔστομος ὡς τρύπανον. καὶ γὰρ τὸ τρύπανον πάντα καταδαπανᾷ.
τρύμην καὶ τρῦμα τὴν ὀπήν φαμεν.
μάσθλης: ὁ μεμαλαγμένος λῶρος, ὁ ὀλισθηρὸς καὶ διαβατικός. μάσθλης οὖν ὁ πολυγνώμων, ὁ ἄλλο μὲν νοῶν, ἄλλο δὲ ποιῶν καὶ μηδὲν βέβαιον γινώσκων καὶ σταθηρόν.
μάσθλης: ἰδίως ὁ μεμαλαγμένος λῶρος καὶ ἔκλυτος. μάσθλης οὖν ἐνταῦθα ὁ πολυγνώμων καὶ ἔκλυτος καὶ μηδὲν βέβαιον μηδὲ σταθερὸν γινώσκων.
ὁ ἱμαντώδης καὶ μαστιγίας, ἀπὸ μεταφορᾶς τοῦ μεμαλαγμένου ἱμάντος· ἢ οὕτως εὔτονος ὡς ἱμάς.
εἴρων: ὁ πάντα παίζων καὶ διαχλευάζων καὶ εἰρωνευόμενος· ἀπατεὼν καὶ ὑποκριτής.
γλοιός: τὸ αὐτὸ δηλοῖ τῷ μάσθλης. εἴληπται δὲ ἡ μεταφορὰ ἀπὸ τοῦ ἐν τοῖς βαλανείοις ἐλαίου πεπηγότος, ὅπερ τοὺς ἐπιλαμβανομένους διολισθαίνειν πέφυκεν. τοιοῦτος οὖν καὶ ὁ πρεσβύτης εὔχεται γενέσθαι τοὺς τρόπους, ἵνα ὥσπερ διολισθαίνειν καὶ φεύγειν δύνηται τοὺς δανειστάς. καὶ μέχρι δὲ τῆς δεῦρο τοὺς τῇ γνώμῃ σκάζοντας καὶ μηδὲν σταθερὸν φρονοῦντας, καὶ ἄλλο μὲν ἐπαγγελλομένους, ἄλλο δὲ φρονοῦντας καὶ πράσσοντας, διὰ τὸ τῆς γνώμης ὀλισθηρὸν καὶ ἄπιστον γλοιοὺς καλοῦμεν.
ἐπὶ τοῦ μιαροῦ καὶ ῥυπαροῦ καὶ μικρολόγου παραλαμβάνεται· καὶ γὰρ ὁ ῥυπαρὸς διὰ τὴν ἄσκησιν σύνεγγύς πως ἐστὶ τῷ γλοιῷ. ἐπὶ δὲ τὸ ἦθος μετενεχθὲν τὸν μοχθηρὸν δηλοῖ ἢ ὀλισθηρὸν καὶ εὐμετάβολον.
γλοιός: μιαρὸς καὶ ῥυπαρὸς καὶ μικρολόγος.
ἀλαζών πλάνος. ἀναιδής.
κέντρων τουτέστι χαλεπὸς καὶ φρικτός, καθὸ καὶ τοὺς ἡνιόχους κεντροτύπους καλοῦμεν τοὺς τοῖς κέντροις τοὺς ἵππους τύπτοντας.
οἱ ἐκ τῶν ἄλλων συνηθροισμένοι ἐπὶ τοιαῦτά τινα τοῖς ὑποζυγίοις ῥιπτούμενα καλοῦνται κέντρωνες.
ὁ ἐκ πολλῶν συνερραμμένος. ἐπεὶ τοιαῦτα τοῖς ὑποζυγίοις συρράπτοντες καλοῦσι κέντρωνας· ὡσαύτως καὶ λόγους ἐκ διαφόρων συνειλεγμένους καὶ ἕνα σκοπὸν ἀπαρτίζοντας, οἷά εἰσι τὰ Ὁμηρόκεντρα.
οἱ δὲ τὸν λοίδορον ἀκούουσιν οἷον κεντροτύπος ὁ κεκεντρωμένος καὶ φρικτός.
κέντρων: φανερὸς κλέπτης, ὅτι βασανιζομένοις αὐτοῖς κέντρα προσφέρουσιν.
κέντρων λέγεται καὶ ὁ κλέπτης διὰ τὸ βασανιζομένοις τοῖς κλέπταις καὶ κέντρα προσφέρεσθαι.
μιαρός κακός.
στρόφις ἀπὸ τοῦ στρόφιγγος ἡ μεταφορά. οἷον εὔστροφος καὶ εὐκίνητος ἐν τοῖς πράγμασιν.
λέγεται δὲ στρόφιγξ τὸ τοῖς σωλῆσιν ἐμβαλλόμενον, ὥστε τὴν τοῦ ὕδατος ἐπέχειν ὁρμήν, ὅταν τις θελήσῃ, καὶ αὖ πάλιν ἀνιέναι.
ἀργαλέος ἀκαταγώνιστος.
ἀργαλέος ἄλγους ποιητικός.
ματιολοιχός: οἱ μὲν τὸν λίχνον, οἱ δὲ τὸν μικροφάγον, ἐπεὶ μάτιον τὸ ἐλάχιστον εἰώθασι λέγειν. οἱ δὲ τὸν μάταια βουλευόμενον καὶ λοχῶντα.
ματιολοιχός ἤτοι ὁ κρουσιμέτρης· μάτιον γὰρ εἶδος μέτρου.
ὁ φειδωλὸς καὶ σμικρολόγος.
ὁ μυκτηριστής.
ὀξυτόνως Ἡρωδιανός.
δρώντων δράτωσαν.
ἀτεχνῶς ἀκριβῶς.
χρῄζουσιν οἱ φιλόσοφοι.
χορδὴν ἀπʼ ἐμοῦ χορδὴν τοῖς φιλοσόφοις παραθέτωσαν. χορδὴ δὲ τὸ λεπτὸν ἔντερον. ὑπερβολὴ δὲ τὸ τοιοῦτον.
χορδάρια.
ἡ περίοδος ἑνδεκάκωλος, ὧν τὸ μὲν πρῶτον τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δεύτερον τροχαϊκὸν τρίμετρον καταληκτικόν. τὸ τρίτον δακτυλικὸν πενθημιμερές. τὸ δʹ ἀναπαιστικὸν πενθημιμερές. τὸ εʹ φερεκράτειον ἀτελές. τὸ ϛʹ ἰαμβικὴ βάσις. τὸ ζʹ ἀναπαιστικὴ προσοδιακὴ περίοδος δωδεκάσημος. τὸ ηʹ ὅμοιον τῷ ζʹ, ἀλλὰ συνῆπται τὸ ἑξῆς ἰαμβικὸν πενθημιμερὲς προὖχον. τὸ ιʹ δακτυλικὸν εἰς τρίτον τροχαῖον. τὸ ιαʹ τρισύλλαβον κατὰ πόδα κρητικόν.
λῆμα μὲν πάρεστι ἀντὶ τοῦ “φρόνημα”.
ἀλλʼ ἕτοιμον ἀλλὰ τολμηρόν.
οὐρανόμηκες μέγιστον. παρὰ τὸ ἐπουράνιον κλέος εἴη.
ἕξεις ἕξων.
τὸ εὐδαιμονῆσαι δηλονότι.
ὥστε γε σοῦ ἡ περίοδος ἐννεάκωλος, ὧν τὸ μὲν πρῶτον χοριαμβικὴν ποιεῖ συζυγίαν· τὸ δὲ δεύτερον ἀνάπαιστον προσοδιακὸν δωδεκάσημον. τὸ γʹ ἰαμβικὸν πενθημιμερές. τὸ δʹ δακτυλικὸν πενθημιμερές, συνῆπται δὲ καὶ τὸ ἑξῆς ἀναπαιστικὸν ἑφθημιμερές· καὶ γὰρ τὰ δύο ἔπος. τὸ ϛʹ δακτυλικὸν πενθημιμερές, ὡς τὸ δʹ. τὸ ζʹ ἰαμβικὸν πενθημιμερές. τὸ ηʹ ὡς τὸ ϛʹ, συνῆπται δὲ τῷ ἑξῆς ὄντι ἀναπαιστικῷ· καὶ γὰρ τὰ δύο τὸ λεγόμενον χοιρίλειον.
πράγματα κἀντιγραφὰς οὕτως ἐκάλουν τὰς δίκας πάσας διὰ τὰς ἀντιθέσεις καὶ λύσεις τῶν ἐπιφερομένων.
τὸ ἑξῆς· ἀνακοινοῦσθαί τε πράγματα καὶ ἀντιγραφάς.
ἄξια σῇ φρενὶ: τὰ ἄξια πράγματα σὺν τῇ σῇ φρενὶ βουλευσομένους. περὶ γνωμῶν μετὰ σοῦ βουλευσομένους.
ἀλλʼ ἐγχείρει: στίχοι ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ βʹ, οὓς ὁ χορός φησιν· εἰώθασι γὰρ μετὰ τὸ ᾆσαι ἐπάγειν δίστιχον.
νῦν ὁ Σωκράτης λέγει, μᾶλλον δὲ ὁ χορός· εἴωθε γὰρ μετὰ τὸ ᾆσαι ἐπάγειν δίστιχον. ὡς ἂν ᾄδῃ τὸ “ἀλλʼ ἐγχείρει”.
καὶ διακίνει τὸν νοῦν: ἀντὶ τοῦ “κούφισον καὶ δοκίμασον τὸν τρόπον”.
σαυτοῦ τρόπον εἴσθεσις εἰς ἰάμβους τριμέτρους λβʹ.
μηχανὰς παιδεύσεις, γνώμας.
πρὸς τὰς μηχανὰς ὑπήντησεν.
ὀφείληταί χρεωστῆται.
οὐδέτερον ἐπεκράτησεν.
ἔχεις ἐπιτηδειότητα εἰς τὸ λέγειν.
λέγειν μὲν οὐκ ἔνεστι ἀποστερεῖν δʼ ἔνι πρὸς τὸ ὁμοιοκατάληκτον καὶ πρὸς τὸ ἑαυτοῦ ὁ γέρων βούλευμα. τοῦτο γὰρ αὐτῷ σπουδάζεται, τὸ ἀποστερεῖν τοὺς δανειστάς.
παρέλκει τὸ “ἀμέλει”.
ἀμέλει καλῶς ἀντὶ τοῦ “μὴ ἀθύμει”.
ἀττικὴ ἡ φράσις.
διὰ τοῦτο μᾶλλον ἄλλων ἔσομαι μνημονικὸς τῶν καλῶν, τῶν δὲ κακῶν ἐπιλήσμων.
ἄγε σκόπει.
ὅταν ὁπηνίκα.
προβάλωμαι εἴπω, λέξω.
ὑφαρπάσῃς: ἀττικῶς δεύτερον πρόσωπον. ἀντὶ τοῦ “συναρπάσῃς”.
τί δαὶ κυνηδὸν: πρὸς τὸ ὑφαρπάσαι ἔπαιξεν, ἐπειδὴ καὶ οἱ κύνες ἁρπάζοντες ἐσθίουσιν.
ἔπαιξε πρὸς τὸ ὑφαρπάσαι αἰνιττόμενος τὴν κυνικὴν φιλοσοφίαν. ἴσως δὲ κἀκεῖνος ἀπὸ τῶν κυνικῶν φιλοσόφων ἔλαβε τὸ “κυνηδόν”.
ὅτι κυνικοί εἰσι φιλόσοφοι.
κυνηδὸν δίκην κυνός.
σοφίαν σιτήσομαι μέλλω λήψεσθαι τὴν σοφίαν.
ἐπιμαρτύρομαι μάρτυρας καλοῦμαι.
ἀντὶ τοῦ “ὀλίγον χρόνον”.
διαλιπὼν κατα–.
δικάζομαι εἰς δίκας εἰσέρχομαι.
ἴθι νῦν ἀντὶ τοῦ “ἄγε”.
κατάθου θοιμάτιον ὅπερ ἐποίουν ἐπὶ τῶν μυουμένων τὰ μυστήρια, ἀποδῦσαι αὐτὸν βούλεται τὴν ἐσθῆτα.
ἠδίκηκά τι; ἐποίησά τινα ἀδικίαν;
οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι ὡς μέλλων ἐκεῖνος τύπτεσθαί φησιν “ἠδίκηκά τι;” ὁ δὲ τερατευόμενος ὡς ἐπὶ τῶν μυουμένων γυμνὸν εἰσφέρει αὐτόν.
νομίζεται ἀντὶ τοῦ “νόμιμόν ἐστιν”.
νομίζεται σύνηθές ἐστιν.
ἀλλʼ οὐχὶ φωράσων: ἀντὶ τοῦ “ἐρευνήσων”.
ἀλλʼ οὐχὶ φωράσων πρὸς τὸ ἔθος. οἱ γὰρ εἰσιόντες ἐπὶ τὸ θεάσασθαι χρήματα τοῦ δημοσίου ἢ ἐπὶ τὸ ἐρευνῆσαι γυμνοὶ εἰσῄεσαν, ἵνα μή τι ὑπὸ τὰ ἱμάτια κρύψωσιν· ἢ ἵνα μὴ πολλάκις ἐχθροὶ ὄντες καὶ μὴ ἔχοντες ἀπόδειξιν αὐτοὶ παρεισενεγκόντες τὸ ζητούμενον ὑποβάλωσιν.
τῷ τίνι.
ἐμφερὴς ὅμοιος.
ἐπεὶ ἰσχνὸς καὶ ὠχρὸς τὴν ἰδέαν ὁ Χαιρεφῶν, ἅτε φιλοσοφίᾳ προστετηκώς· διὸ ἐκαλεῖτο νυκτερὶς καὶ πύξινος.
οὐδὲν διοίσεις οὐδεμίαν διαφορὰν ἕξεις.
ἀκολουθήσεις ἀκολούθησον.
ἀνύσας τι δευρὶ λίαν σπεύσας εἰς τὸ φροντιστήριον.
μελιτοῦτταν: μάζαν τῷ μέλιτι συμπεφυρμένην.
πλακοῦντα μέλιτι δεδευμένον.
ἔφερον δέ, ὡς ἐδόκουν, τοῖς ὄφεσιν.
ὡς ὅτι.
ὥσπερ ἐς Τροφωνίου: οὕτως ὁ Χάραξ ἐν τῷ δʹ· “Ἀγαμήδης ἄρχων Στυμφήλου τῆς Ἀρκαδίας ἐγάμει Ἐπικάστην, ἧς παῖς ἦν Τροφώνιος σκότιος. οὗτοι τοὺς τότε πάντας ὑπερεβάλλοντο εὐτεχνίᾳ, τόν τε ἐν Δελφοῖς Ἀπόλλωνος ναὸν ἠργολάβησαν. ἐν Ἤλιδι δὲ ταμιεῖον χρυσοῦν κατεσκεύασαν Αὐγείᾳ· ᾧ καταλείψαντες ἁρμὸν λίθινον νυκτὸς εἰσιόντες ἔκλεπτον τῶν χρημάτων ἅμα Κερκυόνι, ὃς ἦν γνήσιος Ἀγαμήδους καὶ Ἐπικάστης υἱός. ὡς δὲ ἠπόρει λίαν Αὐγείας, ἐπιδημήσαντα Δαίδαλον διὰ Μίνωος ἐλιτάνευσεν ἐξιχνεῦσαι τὸν φῶρα. ὁ δὲ παγίδας ἔστησεν, αἷς περιπεσὼν Ἀγαμήδης ἀναιρεῖται. Τροφώνιος δὲ τὴν κεφαλὴν αὐτοῦ τεμὼν πρὸς τὸ μὴ γνωρισθῆναι ἅμα Κερκυόνι φεύγει εἰς Ὀρχομενόν. Αὐγείου δὲ κατὰ κέλευσιν Δαιδάλου πρὸς τὴν τῶν αἱμάτων ἔκχυσιν ἐπιδιώκοντος καταφεύγουσιν ὁ μὲν Κερκυὼν εἰς Ἀθήνας· Καλλίμαχος ὅς ῥʼ ἔφυγεν μὲν Ἀρκαδίην, ἡμῖν δὲ κακὸς παρενάσσατο γείτων. ὁ δὲ Τροφώνιος Ἐργίνου εἰς Λεβάδειαν τῆς Βοιωτίας φεύγει· οὗ κατωρυχὴν ποιησάμενος οἰκήσας διετέλει. τελευτήσαντος δὲ αὐτοῦ μαντεῖον ἀτρεκὲς ἐφάνη αὐτοῖς καὶ θύουσιν αὐτῷ ὡς θεῷ. περιέλιπε δὲ υἱὸν Ἄλκανδρον”. ἄλλως. ἐν τοῖς ἀντιγράφοις οὕτως εὗρον· πρῶτον μὲν ὅτι οἱ περὶ Ἀγαμήδην υἱοὶ Ἀπόλλωνος καὶ Ἐπικάστης, οἱ δὲ Διὸς καὶ Ἰοκάστης, οἱ δὲ Ἐργίνου. εἶτα ὡς Δαίδαλος μὲν τὸ τεχνίον ἐποίησεν, αὐτοὶ δὲ κεκλοφότες ἑάλωσαν, καὶ τῷ ἑτέρῳ φεύγοντι διέσχεν ἡ γῆ καὶ ἐδέξατο περὶ Λεβάδειαν. ὕστερον δὲ Βοιωτοῖς λιμώττουσιν ἔχρησεν ὁ θεὸς Τροφώνιον τιμᾶν. οἱ δὲ ἀγνοοῦντες, ὅπῃ εἴη τὸ μνῆμα, σμήνει μελισσῶν περιέτυχον ἐξ ὑπορρῶγός τινος ἀνιουσῶν. καὶ στοχασάμενοι τοῦτον εἶναι τὸν τόπον ἔκριναν ἁρμόττον ἀφʼ ἑαυτῶν τινα κατελθεῖν. ὃς εὑρὼν δύο δράκοντας προήνεγκε μελιτούττας, καὶ οὐκ ἠδικήθη· ἐξ οὗ τὸ ἔθος ἐγένετο. οἱ δὲ βουλόμενοι χρηστηριασθῆναι ἁγνεύσαντες ὡρισμένας ἡμέρας καὶ στολῇ κεκοσμημένοι θεοπρεπεῖ κατίασι τοὺς πλακοῦντας ἔχοντες πρὸς τὸ βάλλειν τοῖς ὄφεσι καὶ μὴ ἀδικηθῆναι ὑπʼ αὐτῶν· καὶ πολλοὶ μὲν αὐθημερὸν ἀνεπέμφθησαν διʼ αὐτοῦ τοῦ στομίου, οἱ δὲ καὶ διὰ πλειόνων.
ὥσπερ εἰς Τροφωνίου: χρηστήριόν ἐστιν ἐν Λεβαδείᾳ, ὅ τινες Καταβάσιον καλοῦσιν. στόμιον γάρ τι ἐστίν, ὡς τὰ ἄκρα δύνασθαι μόνα τῶν ποδῶν χωρῆσαι. οἱ οὖν τῷ θεῷ χρώμενοι ἁγνεύσαντες πρῶτον ὡρισμένας ἡμέρας καὶ κοσμήσαντες ἑαυτοὺς ἱερῷ τινι σχήματι καὶ ἀμφοτέραις ταῖς χερσὶ τοιαύτας μάζας λαβόντες οὕτω καθίζουσιν ἐπὶ τὸ στόμιον, καὶ αἰφνίδιον ἁρπάζονται καὶ καταδύουσιν ὑπὸ τῆς γῆς. τὰς δὲ μάζας λαμβάνουσιν ὑπὲρ τοῦ μὴ ἀδικηθῆναι ὑπὸ τῶν συναντωμένων ὄφεων, ἀλλʼ ἐκείνας αὐτοῖς παραβάλλειν τροφήν.
ὥσπερ ἐς Τροφωνίου ὁ Τροφώνιος ἐγένετο λιθοξόος ἄριστος· ὃς κατεσκεύασεν ἱερὸν ἐν τῇ Λεβαδείᾳ τῆς Βοιωτίας ὑπὸ γῆν, ὃ καλεῖται Τροφωνίου. ἐκεῖ οὖν οἱ μυούμενοι κάθηνται ἐπὶ τοῦ στόματος γυμνοί, καὶ ἁρπάζονται ὑπό τινων πνευμάτων καὶ φέρονται ὑπὸ τὴν γῆν. ἐπειδὴ δὲ ἀπαντῶσιν αὐτοῖς δαίμονες καὶ ὄφεις καὶ ἄλλα τινὰ ἑρπετά, κατέχουσι τινες πλακοῦντα καὶ ῥίπτουσιν ἐπὶ τὸ ἐκφυγεῖν. καὶ μετὰ τὴν μύησιν διʼ ἄλλου στόματος ἀναρριπτοῦνται.
ἐν Λεβαδείᾳ ἱερόν ἐστι Τροφωνίου, ὅπου ὄφις ἦν ὁ μαντευόμενος· ᾧ οἱ κατοικοῦντες πλακοῦντας ἔβαλλον μέλιτι δεδευμένους.
ἐς Τροφωνίου τὸν οἶκον.
τί κυπτάζεις ἔχων περιττεύει τὸ “ἔχων” ἀττικῶς. τὸ δὲ “κυπτάζεις”: στραγγεύῃ, διατρίβεις οὕτως ἐνταῦθα.
κυπτάζεις ἀναβάλλῃ.
ἀλλʼ ἴθι χαίρων παράβασις τοῦ χοροῦ. παράβασις δέ ἐστιν, ὅταν ἐκ τῆς προτέρας στάσεως ὁ χορὸς μεταβὰς οὕτως ἀπαγγέλλῃ πρὸς τὸν δῆμον. εἴδη δὲ παραβάσεως ἑπτά, ἁπλᾶ τρία καὶ κατὰ σχέσιν τέσσαρα. τὰ μὲν οὖν ἁπλᾶ ἐστι ταῦτα· κομμάτιον· παράβασις ὁμωνύμως, ἣ καὶ ἀνάπαιστος καλεῖται, ἐπεὶ πολλάκις ἐν ταύτῃ ἀναπαίστῳ χρῆται· πνῖγος, ὃ καὶ μακρόν. τὰ δὲ κατὰ σχέσιν· στροφή, ἀντίστροφος, ἐπίρρημα, ἀντεπίρρημα. ἡ μὲν οὖν στροφὴ καὶ ἀντίστροφος συνεμπίπτουσι κατὰ τὸ μέτρον καὶ τὰ κῶλα· πάλιν τὸ ἐπίρρημα καὶ τὸ ἀντεπίρρημα. ἡ μὲν οὖν παράβασις ἡ ἐκ τούτων συγκειμένη τελεία ἐστίν. εἰσὶ δὲ καὶ ἀτελεῖς παραβάσεις, ὧν ἐστι καὶ αὕτη.
κορωνίς· εἰσίασι γὰρ οἱ ὑποκριταί. καὶ ἕπεται τοῦ χοροῦ ἡ ὑπόθεσις ἔχουσα ἐνθάδε κομμάτιον ηʹ κώλων, ὧν τὸ μὲν πρῶτον “ἀλλʼ ἴθι” ἀναπαιστικὸν δίμετρον. τὸ δεύτερον ἀναπαιστικὸν μονόμετρον. τὸ τρίτον ἀπὸ χοριαμβικῆς εἰς ἰαμβικὴν βάσιν. τὸ δʹ ἰαμβικὸν ἑφθημιμερές. τὸ εʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ ἀπὸ ἰαμβικῆς βάσεως εἰς χοριαμβικήν. τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ὅμοιον καταληκτικόν
προήκων ... ἡλικίας ἀντὶ τοῦ γηράσας.
χρωτίζεται γυμνάζεται, πλησιάζει.
παράβασις τοῦ χοροῦ.
ὦ θεώμενοι κατερῶ: τοῦτο δοκεῖ μὲν ὑπὸ τοῦ χοροῦ λέγεσθαι τὸ πρόσωπον τοῦ προλεγομένου.
τοῦτο ἐκ τοῦ προσώπου τοῦ ποιητοῦ.
ἐνταῦθα εἰσάγεται ὁ ποιητὴς ἐπενδυόμενος τὸ πρόσωπον τοῦ χοροῦ.
παράβασις—ἣ καὶ ἀνάπαιστος· ἔστι δὲ τὸ μέτρον ἀσύστατον—στίχων μεʹ. τὸ δὲ μέτρον καλεῖται εὐπολίδειον· ἔστι δὲ ἐπιχοριαμβικόν, οὗ τὸ τροχαϊκὸν μέρος οὐ κατὰ τάξιν δέχεται τοὺς σπονδείους, ἀλλʼ ἔστι τὸ ὅλον καθαρὸν ἀντισπαστικόν.
ὦ θεώμενοι τὸ χ, ὅτι μετοχῇ ἀττικῶς ἐχρήσατο ἀντὶ ὀνόματος.
ὦ θεώμενοι χ.
νὴ τὸν Διόνυσον: ἐπειδὴ ἐν Διονυσίοις παρῆλθε τὸ δρᾶμα. καὶ γὰρ ἐν τοῖς διονυσιακοῖς ἀγῶσι καὶ τὰ δράματα ἤγετο καὶ ἐδιδάσκετο.
οὕτω νικήσαιμʼ ἔγωγε διπλῆ καὶ ἔκθεσις εἰς αὐτὴν τὴν παράβασιν. οὐχ ἡ αὐτὴ δέ ἐστιν οὐδὲ τοῦ αὐτοῦ μέτρου τῇ ἐν ταῖς πρώταις Νεφέλαις, ἀλλʼ ἔστι τοῦ καλουμένου εὐπολιδείου.
ἀναγεῦσʼ ἀναδιδάξαι.
ἀναγεῦσʼ τοῦτο ὡς ἐπὶ βρωμάτων εἶπεν.
ἀναγεῦσʼ θρέψαι τὸ δρᾶμα.
ἣ ἥτις.
ἔργον πόνον ἐν τῷ ποιεῖν.
τοῦτο ἐπὶ τῶν προτέρων Νεφελῶν.
ὑπʼ ἀνδρῶν φορτικῶν ὑπὸ τῶν κριτῶν.
ταῦτʼ οὖν ὑμῖν μέμφομαι ἐπεὶ οὐ Κρατίνου, ἀλλʼ Ἀμειψίου δεύτερος ὤφθη.
οἷς ἡδὺ καὶ λέγειν οἷς τὸ ἐμὲ ἐπιδείκνυσθαι ἡδύ ἐστιν· ἢ ἐλλογίμοις.
ὁ σώφρων τε χὡ καταπύγων πρῶτον δρᾶμα γράψας ἐξέθηκεν ὁ ποιητὴς τοὺς Δαιταλεῖς, ἐν ᾧ σῶφρον μειράκιον εἰσάγει καὶ ἕτερον ἄχρηστον. ηὐδοκίμησε δὲ σφόδρα ἐν τούτῳ τῷ δράματι.
ἄριστʼ ἠκουσάτην: ἀντὶ τοῦ “ηὐδοκίμησαν” -
—οὐ γὰρ τότε ἐνίκησε, δεύτερος δὲ ἐκρίθη—
—οὐ γὰρ “ἐνίκησαν”, ἐπεὶ δεύτερος ἐκρίθη—
ἐν τῷ δράματι.
διόπερ ἔστι μὲν αὐτὸ πρῶτον τῶν δραμάτων, ὑπὸ δὲ αἰδοῦς οὐ διʼ ἑαυτοῦ ἐπεδείξατο αὐτό.
οὐκ ἐξῆν πώ μοι τεκεῖν οὔπω ἐπέτρεπον ἐμαυτῷ τὸ λέγειν
μὴ πληρώσαντι μʹ ἔτη.
διὰ τὴν αἰδῶ.
οὐ γὰρ πρῶτον διʼ ἑαυτοῦ καθιεὶς τὰ δράματα ὁ ποιητὴς εὐλαβούμενος, ἀπὸ τῶν Ἱππέων ἤρξατο εἰσιέναι.
οὐ γὰρ διʼ ἑαυτοῦ ἐξ ἀρχῆς καθῆκε τὰ δράματα ὁ ποιητὴς εὐλαβὴς ὤν. ἀπὸ δὲ τῶν Ἱππέων ἤρξατο διʼ ἑαυτοῦ εἰσιέναι.
νόμος ἦν μὴ εἰσελθεῖν τινα καὶ εἰπεῖν μήπω πληρώσαντα τεσσαράκοντα ἔτη.
κοὐκ ἐξῆν πώ μοι τεκεῖν μὴ συγχωρούμενος πρὸ ὡρισμένου χρόνου.
δηλονότι ὁ Φιλωνίδης καὶ ὁ Καλλίστρατος οἱ ὕστερον γενόμενοι ὑποκριταὶ τοῦ Ἀριστοφάνους.
παῖς ... ἀνείλετο ἕτερος ὑποκριτὴς ἀνελάβετο τοῦτο, ὁ Φιλωνίδης.
ἀνείλετο ἐδίδαξε τὸ δρᾶμα. οὐ γὰρ διʼ ἑαυτοῦ ἐδίδαξε τοὺς Δαιταλεῖς, πρῶτον ὂν αὐτοῦ δρᾶμα.
ἐξεθρέψατε τὴν ποίησιν· ἀλληγορικῶς.
ἐκ τούτου μοι πιστὰ ἐξ ἐκείνου τοῦ χρόνου φίλα μοί ἐστι τὰ πρὸς ὑμᾶς καὶ πισταὶ συνθῆκαι.
νῦν οὖν Ἠλέκτραν Αἰσχύλος ἐποίησε δρᾶμα Χοηφόρους, ἐν ᾧ Ἠλέκτρα παραγενομένη εἰς τὸν τάφον τοῦ πατρὸς ἐκ τοῦ πλοκάμου τὸν ἀδελφὸν ἐγνώρισεν.
παρʼ Αἰσχύλῳ ἐν Χοηφόροις ἡ Ἠλέκτρα ἐκ τοῦ βοστρύχου ἐπιγινώσκει τὸν Ὀρέστην ἐληλυθότα.
ὥσπερ ἡ Ἠλέκτρα, φησίν, οὕτω καὶ ἡ κωμῳδία εἰς ζήτησιν ἦλθε νῦν τῶν θεατῶν τῶν τότε· ἐπιγνώσεται γάρ, ἐάν τι σύμβολον ἴδῃ ἐκείνων.
αὕτη, φησίν, ἡ κωμῳδία ἀδελφὴ οὖσα τῆς πρώτης, ὡς ἐν τοῖς Χοηφόροις Αἰσχύλου Ἠλέκτρα ἀπὸ τοῦ πλοκάμου ἐπιγνοῦσα τὸν ἀδελφὸν καὶ παραγενομένη πρὸς τὸν τάφον, ὅπως αὐτὸν γνωρίσῃ, ἦλθεν.
γνώσεται γάρ, ἤνπερ ἴδῃ: γνώσεται γὰρ ἡ κωμῳδία αὕτη τοὺς θεατὰς ἐκείνης τῆς κωμῳδίας ἀδελφὴ αὐτῆς οὖσα.
ἐπιγνώσεται, ἐὰν ἴδῃ.
ὅ ἐστι “σύμβολον ἐκείνων καὶ ἔπαινον”.
ἐπιγνῶναι ἔχετε, φησί, τὸ σπουδαῖον αὐτῆς τῆς τέχνης.
ὡς ... ἐστὶ αὕτη ἡ κωμῳδία.
οὐδὲν παρέλκει τὸ δεν, ὡς καὶ παρʼ Ὁμήρῳ οὐδὲν ἔτισε. θέλει δὲ εἰπεῖν· ὅτι “οὐκ ἦλθε” συνήθως.
σκύτινον: δέρμα. διεζωσμένοι γὰρ δερμάτινα αἰδοῖα οἱ κωμικοὶ εἰσῄεσαν τοῦ γέλωτος χάριν.
“φορτικῶς χαριεντιζομένη” θέλει εἰπεῖν.
ἐρυθρὸν ἐξ ἄκρου διχῶς. ἔδει γὰρ εἰπεῖν ἢ ἐρυθρὸν ἐξ ἄκρου ἢ ἐξ ἄκρου παχύ. ταῦτα γὰρ οἱ κωμικοὶ εἰσῆγον διὰ γέλωτα.
οὐδʼ ἔσκωψε τοὺς φαλακρούς: Εὔπολις· ἐποίησα τῷ φαλακρῷ κἀδωρησάμην.
οὐδὲ κόρδαχʼ εἵλκυσεν τρία εἴδη ὀρχήσεως· ἐμμέλεια μὲν τραγική, σίκιννις σατυρική, κόρδαξ κωμική, ἥτις αἰσχρῶς δινεῖ τὴν ὀσφῦν.
οὐδὲ κόρδακα εἶδος ὀρχήσεως κωμικῆς ἀσχήμονος. εἰσὶ δὲ τρία εἴδη ὀρχήσεως· ἐμμέλεια μὲν τραγικῆς, σίκιννις δὲ σατυρικῆς, κόρδαξ δὲ κωμικῆς.
οὐδὲ πρεσβύτης ὁ λέγων: ὡς Εὔπολις ἐν τοῖς Προσπαλτίοις.
τἄπη τῇ βακτηρίᾳ ὡς εἰς τοῦτο τὸ μέρος εὐεπίφορον ὄντα τὸν Ἕρμιππον σκώπτει· οἱ δὲ Σιμέρμωνα τὸν ὑποκριτήν.
οὐδὲ πρεσβύτης τοῦτο εἰς Ἕρμωνα λέγει τὸν ὑποκριτήν.
τύπτει τὸν παρόντα καὶ γὰρ ἐκεῖνος τοῦ γελᾶν χάριν τοὺς ἐγγὺς ἑστῶτας ἔτυπτε τῇ βακτηρίᾳ.
ἀφανίζων: ὅ ἐστιν ἐκτοπίσας καὶ ἀποφυγὼν τὰ σκώμματα, διʼ ὧν ἔδει σωφρονίζειν τοὺς κακῶς πράττοντας.
ἐκτὸς ἑαυτοῦ ποιήσας τὰ πονηρὰ σκώμματα τούτοις τοῖς γελοίοις χρῆται. ἔδει δὲ εἰς τὸ χρήσιμον τῶν Ἀθηναίων τὰ πονηρὰ σκώμματα λέγειν, διʼ ὧν ἐπαιδεύοντο οἱ κακῶς πράττοντες.
ἀφανίζων ἀντὶ τοῦ “περικαλύπτων τῷ γέλωτι τὰς εἰκῇ διεσκεμμένας αὐτῷ κωμῳδίας”.
ἀφανίζων πονηρὰ σκώμματα: τὰ φαῦλα σκώμματα, ὅ ἐστι τὰς εὐτελῶς πεπλασμένας κωμῳδίας, ἀφανεῖς ποιῶν, τουτέστι περικαλύπτων τῷ γέλωτι καὶ τῇ παιδιᾷ.
οἷον ἐπιτρίβων τὰ σκώμματα καίπερ πονηρὰ ὄντα.
οὐδʼ εἰσῇξε δᾷδας ἔχουσα οὐκ ἔστι δῆλος ἐνταῦθα, τίνι παρονειδίζει· ἀλλʼ ἴσως ἑαυτῷ, ἐπεὶ πεποίηκεν ἐν τῷ τέλει τούτου τοῦ δράματος καιομένην τὴν διατριβὴν Σωκράτους καί τινας τῶν φιλοσόφων λέγοντας “ἰοὺ ἰού”. ἐν δὲ ταῖς πρώταις Νεφέλαις τοῦτο οὐ πεποίηκεν. ποιεῖ δὲ αὐτὸ μετὰ λόγου, οὗτοι δὲ ἀκαίρως.
ἰστέον, ὅτι πάντα ὅσα ἂν λέγῃ εἰς ἑαυτὸν τείνει. τοὺς μὲν γὰρ φάλητας εἰσήγαγεν ἐν τῇ Λυσιστράτῃ, τὸν δὲ κόρδακα ἐν τοῖς Σφηξί, τοὺς δὲ φαλακροὺς ἐν Εἰρήνῃ, τὸν δὲ πρεσβύτην ἐν Ὄρνισι, τὰς δὲ δᾷδας καὶ τὸ ἰοὺ ἰού» ἐν Νεφέλαις τὸ πρῶτον.
τοῖς ἔπεσι: τοῖς μέτροις ὅτι καὶ τὰ μέτρα ἔπη καλοῦσιν.
οὐ κομῶ ἀντὶ τοῦ «οὐ μέγα φρονῶ». παίζει δὲ ὡς φαλακρός.
οὐ κομῶ: οἷον οὐ σεμνύνομαι. χαριέντως δὲ λέγει, ἐπεὶ φαλακρὸς ἦν.
καίτοι καὶ αὕτη δεύτερον εἰσήχθη. ἀλλʼ ἴσως διαφόρως· δοκοῦσι δὲ οἱ ἄλλοι κωμικοὶ ἀπὸ τῶν αὐτῶν λημμάτων τὰ αὐτὰ εἰσάγειν δράματα.
καινὰς ἀντὶ τοῦ «νέας, καὶ οὐ τὰς αὐτὰς πάλιν.»
ἰδέας λείπει τῆς ποιήσεως.
ὃς μέγιστον ὄντα Κλέωνʼ: ὁ Κλέων ἀποθνῄσκει ἐπὶ Ἀμεινίου. πρὸ δὲ τούτου ἐστὶν Ἴσαρχος, ἐφʼ οὗ αἱ πρῶται Νεφέλαι εἰσήχθησαν. ὁ μέντοι Ἀνδροτίων ἐπὶ Ἀλκαίου φησὶ τοῦ μετὰ Ἀμεινίαν τὸν Κλέωνα δυσὶν ὕστερον ἔτεσι τεθνάναι τῆς τῶν Νεφελῶν διδασκαλίας. εἰκότως οὖν ὡς ἔτι περιόντι τῷ Κλέωνι λοιδορεῖται ὁ Ἀριστοφάνης οὐ μόνον ἐν τοῖς προκειμένοις, ἀλλὰ καὶ ἐν τοῖς ἑξῆς ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς.
ὃς μέγιστον ὄντα Κλέωνʼ ἔπαισεν ὡς περὶ ζῶντος αὐτοῦ διαλέγεται ἐν οἷς φησι Κλέωνα τὸν λάρον. καὶ Ἀνδροτίων δέ φησιν αὐτὸν ἐπὶ Ἀλκαίου τεθνάναι δυσὶν ἔτεσιν ὕστερον· Ἴσαρχος δέ, φησίν, ἐφʼ οὗ αἱ πρῶται Νεφέλαι ἐδιδάχθησαν. πῶς οὖν δύναται καὶ τοῦ Μαρικᾶ μεμνῆσθαι, ὃς ἐδιδάχθη μὲν πρὸ τῶν Νεφελῶν, ὡς καὶ νῦν αὐτός φησιν, ἐκεῖ δὲ ὁ Εὔπολις ὡς τεθνηκότος Κλέωνος μέμνηται; ἤ, ἐπεὶ οὐ φέρονται αἱ διδασκαλίαι τῶν δευτέρων Νεφελῶν, οὐδὲν δυνάμεθα διαρθρῶσαι· ἢ Εὔπολις ἐπλάσατο τὴν Κλέωνος τελευτὴν ἐν τῷ Μαρικᾷ.
ἔπαισʼ ἐς τὴν γαστέρα ἔτυψα. ἔγραψε γὰρ κατʼ αὐτοῦ τοὺς Ἱππέας.
ἔπαισʼ ἐς τὴν γαστέρα ἔτυψα. ἐν τοῖς Ἱππεῦσιν.
ἀντὶ τοῦ «ἠρκέσθην τῇ μιᾷ κωμῳδίᾳ».
οὗτοι ἀντὶ τοῦ «οἱ ἄλλοι κωμῳδοί».
λαβὴν ἀντὶ τοῦ «ἀρχήν».
κολετρῶσʼ ἀεὶ λέγει ὅτι ἀντὶ τοῦ «κατὰ τοῦ κόλου τύπτουσιν».
κολετρῶσιν: ἀντὶ τοῦ «καταπατοῦσιν». ἀπὸ τῶν τὰς ἐλαίας πατούντων. οἱ δὲ τὸ ἐνάλλεσθαι τῇ κοιλίᾳ καὶ τύπτειν εἰς τὴν γαστέρα· κόλον γὰρ τὸ παχὺ ἔντερον.
δῆλον ὅτι πρῶτος ὁ Μαρικᾶς ἐδιδάχθη τῶν δευτέρων Νεφελῶν. Ἐρατοσθένης δέ φησι Καλλίμαχον ἐγκαλεῖν ταῖς διδασκαλίαις, ὅτι φέρουσιν ὕστερον τρίτῳ ἔτει τὸν Μαρικᾶν τῶν Νεφελῶν, σαφῶς ἐνταῦθα εἰρημένου, ὅτι πρῶτος καθεῖται. λανθάνει δὲ αὐτόν, φησίν, ὅτι ἐν μὲν ταῖς διδαχθείσαις οὐδὲν τοιοῦτον εἴρηκεν· ἐν δὲ ταῖς ὕστερον διασκευασθείσαις εἰ λέγεται, οὐδὲν ἄτοπον· αἱ διδασκαλίαι δὲ δηλονότι τὰς διδαχθείσας φέρουσιν. πῶς δʼ οὐ συνεῖδεν, ὅτι καὶ ἐν τῷ Μαρικᾷ προτετελεύτηκε Κλέων, ἐν δὲ ταῖς Νεφέλαις λέγεται εἰς τὸν θεοῖσιν ἐχθρὸν τὸν βυρσοδέψην;
Εὔπολις ἐν τοῖς Βάπταις τοὐναντίον φησίν, ὅτι συνεποίησεν Ἀριστοφάνει τοὺς Ἱππεῖς. λέγει δὲ τὴν τελευταίαν παράβασιν. φησὶ δὲ κἀκεῖνος τοὺς Ἱππέας συνεποίησα τῷ φαλακρῷ κἀδωρησάμην.
ἐκστρέψας συλήσας, μεταβαλών.
πάντα τὰ ἐμά, φησίν, ἔλαβεν.
προσθεὶς αὐτῷ γραῦν μεθύσην τὴν μητέρα Ὑπερβόλου τὴν δοκοῦσαν.
ἣν Φρύνιχος: φαίνεται ὑπεύθυνος Φρύνιχος· μήποτε οὖν ἐκείνην εἰσήγαγε χλευάζων ὡς γραῦν ἐκκειμένην τῷ κήτει, καὶ ἴσως ἐν ὑπερβολῇ ἂν λέγοι αὐτός, ὅτι «τὸ κῆτος ἤσθιεν».
ἣν Φρύνιχος εἰσήγαγε γραῦν Φρύνιχος ὑπὸ κήτους ἐσθιομένην κατὰ μίμησιν Ἀνδρομέδας διὰ γέλωτα τῶν θεατῶν. ἦν δὲ αὐτὸς κωμῳδίας ποιητής.
ἣν Φρύνιχος κωμῳδίας ποιητὴς ὁ Φρύνιχος, ὃς εἰσήγαγε γραῦν ἐσθιομένην ὑπὸ κήτους κατὰ μίμησιν Ἀνδρομέδας διὰ γέλωτα τῶν θεωμένων. ἴσως δὲ νῦν ἐν ὑπερβολ … αὐτὴν τὸ κῆτος ἤσθιεν.
εἶθʼ Ἕρμιππος Ἕρμιππος μὲν δρᾶμα οὐκ ἐποίησεν εἰς Ὑπέρβολον, ἔοικε δὲ πλείστας ἀρτοπώλιδας λεχθέντα κατʼ αὐτοῦ σημαίνειν.
ἐν ταῖς Ἀρτοπώλισι πολλὰ κατʼ αὐτοῦ εἶπεν Ἕρμιππος.
καὶ γὰρ Πλάτων ὅλον δρᾶμα ἔγραψεν εἰς Ὑπέρβολον.
ἐρείδουσιν τὰ ποιήματα αὐτῶν.
τὰς εἰκοῦς τῶν ἐγχέλεων ἀντὶ τοῦ «τῶν λέξεων» - εἰπεῖν «ἐγχέλεων» εἶπε,
παρόσον ἐν τοῖς Ἱππεῦσιν ἐμνήσθη τῶν ἐγχέλεων·
ἐμνημόνευσε γὰρ ἐγχέλεων ἐν Ἱππεῦσιν·
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας. τὸ δὲ διὰ παραβολῆς εἰκάζειν τῆς πόλεως τὰ πράγματα ἐξ αὐτοῦ φησιν εἰληφέναι τοὺς ἄλλους ὁ Ἀριστοφάνης.
τὰς εἰκοῦς τῶν ἐγχέλεων τὰς εἰκόνας. τοὺς Ἱππεῖς αἰνίττεται. ἔδει δὲ εἰπεῖν «τῶν λόγων».
ὅστις ἐκείνοις τέρπεται τοῖς ἐμοῖς μὴ προσίτω.
εὖ φρονεῖν δοκήσετε: παρʼ ὑπόνοιαν· δέον γὰρ εἰπεῖν «ἐλεύσεσθε» ἐπήγαγεν ὅτι· φρόνιμοι δόξετε εἶναι εὔνομοι καὶ εὖ φρονοῦντές μοι· διὸ τὸ χ.
ἀντὶ τοῦ εἰπεῖν «ἐλεύσεσθε» τοῦτο παρʼ ὑπόνοιαν ἐπήνεγκεν, ὅτι· φρόνιμοι δόξετε εἶναι.
ὑψιμέδοντα μὲν θεὸν διπλῆ καὶ εἴσθεσις εἰς συζυγίαν ἐπιρρηματικήν. ἡ μελικὴ περίοδος δέ ἐστι κώλων ιγʹ, αἱ δὲ ἐπιρρηματικαὶ στίχων κʹ τροχαϊκῶν τετραμέτρων καταληκτικῶν ἐν ἐκθέσει. τῶν ιγʹ τὰ μὲν τρία χοριαμβικὰ ἐπιμεμιγμένα ταῖς ἰαμβικαῖς δίμετρα, ἀκατάληκτα τὰ βʹ, τὸ δὲ γʹ καταληκτικὸν κατὰ τὸ ἰαμβικόν. τὸ δὲ δʹ ὅμοιον τοῖς πρώτοις χοριαμβικὸν δίμετρον ἀκατάληκτον, τὸ εʹ χοριαμβικὸν καθαρόν, τὸ ϛʹ ἐπίμικτον τρίμετρον κατὰ μέσην ἔχον τὴν χοριαμβικήν· τὰ δὲ γʹ ταῦτα συναγόμενα ποιεῖ δύο ὅμοια τοῖς Ἀνακρέοντος τριμέτροις· ἀντὶ τοῦ βʹ τετράμετρον καταληκτικόν. τὸ ζʹ δακτυλικὸν τετράμετρον. τὸ ηʹ δακτυλικὸν πενθημιμερές. τὸ θʹ ἀναπαιστικὸν ἰσοκατάληκτον. τὸ ιʹ ἀπὸ ἰαμβικῆς βάσεως εἰς χοριαμβικήν. τὸ ιαʹ δακτυλικὸν ἑφθημιμερές. τὸ ιβʹ γλυκώνειον. τὸ ιγʹ φερεκράτειον.
μέλος χοροῦ.
στροφή. ἐν δὲ τῇ στροφῇ ἐπίκλησιν ἐποιοῦντο τῶν θεῶν.
ὑψιμέδοντα: τὸν Δία ἐπικαλοῦνται, ὃν οἱ φιλόσοφοι εἶναι οὐκ ἔφασκον, ἀλλὰ ταύτας εἶναι τὸ πᾶν διεβεβαιοῦντο. εἰκότως οὖν καὶ διὰ τούτων σκώπτει τοὺς φιλοσόφους. ὃν γὰρ αὐτοὶ οὐκ ἔφασκον, αἱ νομιζόμεναι ὑπʼ αὐτῶν θεαὶ τοῦτον ἐπεκαλοῦντο.
τόν τε μεγασθενῆ: ὅτι ἔθος τοῖς ποιηταῖς ἀπὸ Διὸς ἄρχεσθαι, μετὰ δὲ τὸν Ποσειδῶνα ὑμνήσωμεν καὶ αὐτὸς τὴν ὁμηρικὴν τάξιν τῆς ἡλικίας δηλῶν.
ἔθος τοῖς ποιηταῖς τὴν ἀρχὴν τῶν ποιημάτων ἀπὸ τοῦ Διὸς ποιεῖσθαι. ἐν πρώτοις οὖν, φησί, τὸν Δία ὑμνήσωμεν, μετὰ δὲ τοῦτον τὸν Ποσειδῶνα, καὶ αὐτὸς τὴν ὁμηρικὴν τάξιν τῆς ἡλικίας δηλῶν.
γῆς τε καὶ ἁλμυρᾶς δοκεῖ γὰρ ὁ Ποσειδῶν οὐ τὴν θάλασσαν μόνον, ἀλλὰ καὶ τὴν γῆν κινεῖν.
ἔχει δὲ καὶ κοινωνίαν πρὸς αὐτὰς ὡς δεσπόζων ὑγρᾶς οὐσίας.
καλῶς δὲ μετὰ τὸν Δία τὸν Ποσειδῶνα πεποίηκεν ὑμνούσας τὰς Νεφέλας. ἔχει γὰρ καὶ οὗτος κοινωνίαν τινὰ πρὸς αὐτὰς τῆς ὑγρᾶς οὐσίας δεσπόζων.
Αἰθέρα σεμνόν ἀντὶ τοῦ «ἀέρα». ὁ γὰρ αἰθὴρ διακαὴς ὢν ἀνέφελός ἐστιν. καὶ ἐκ τοῦ «βιοθρέμμονα» δῆλον, ὅτι ἀήρ, οὐχὶ αἰθήρ.
Αἰθέρα: τὸν ἀέρα· ὁ γὰρ αἰθὴρ ἀνέφελος. καὶ βιοθρέμμων ὁ ἀήρ, οὐχ ὁ αἰθήρ.
βιοθρέμμονα: ἐπειδὴ ἀρδεύει τὴν γῆν.
ἐπειδὴ τὰ ζῷα ἐν τῷ ἀέρι ἔχει τὴν ζωήν.
τόν θʼ ἱππονώμαν τὸν ἥλιον τὸν ἐλαύνοντα καὶ νωμῶντα τὸ ἅρμα καὶ τοὺς ἵππους ἡνιοχοῦντα.
ἐξ αὐτοῦ δοκοῦσι συνεστάναι· διάπυρος γὰρ ὢν ἕλκει εἰς ἑαυτὸν τὴν τῆς θαλάττης ὑγρότητα, ἐξ ἧς αἱ νεφέλαι.
εἰκότως τῶν θεῶν τούτων ἐμνημόνευσεν· τοῦ μὲν Διός, ὅτι γενάρχης· τοῦ δὲ Ποσειδῶνος, ὅτι τῶν ὑγρῶν δεσπότης· τοῦ δὲ Ἀέρος, ὅτι πατήρ· Ἡλίου δέ, ἐπειδὴ διάπυρος ὢν τὴν ἰκμάδα ἐπισπώμενος ἐργάζεται νεφέλην.
εἰκότως τῶν θεῶν τούτων ἐμνημόνευσεν, ἐπειδὴ αἱ νεφέλαι ἐξ αὐτῶν συνεστάναι δοκοῦσιν· ἀπὸ μὲν Διός, ὅτι γενάρχης· ἀπὸ δὲ Ποσειδῶνος, ὅτι τῆς ὑγρᾶς οὐσίας δεσπότης· ἀπὸ δὲ Ἡλίου, ὅτι δοκεῖ διάπυρος ὢν ἕλκειν εἰς ἑαυτὸν τὴν τῆς θαλάσσης ὑγρότητα, ἐξ ὧν αἱ νεφέλαι.
ἐπίρρημα τροχαϊκὸν κʹ στίχων τετραμέτρων καταληκτικῶν.
πλεῖστα γὰρ θεῶν: ἀνθʼ ὅτου ἐξ ὑετοῦ ἕλκουσιν Ἀθηναῖοι τὸ ζῆν.
μηδενὶ ξὺν νῷ
σὺν μηδεμιᾷ κρίσει, μετʼ οὐδενὸς νοῦ,
μηδεμιᾷ διανοίᾳ γινομένη καὶ κρίσει,
ἀλλʼ ἀσυμφόρως καὶ ἀκαίρως, μετὰ μηδενὸς λογισμοῦ, οἷον προπετῶς.
ψυκάζομεν ὑπὲρ τοῦ ἐπισχεῖν τὴν ἔξοδον.
ἐκ τῶν πρώτων Νεφελῶν εἰσι ταῦτα· τεθνεὼς γὰρ ἦν νῦν Κλέων.
τὰς ὀφρῦς συνήγομεν συννέφειαν ἐποιοῦμεν.
τὰς ὀφρῦς συνήγομεν ἐχαλεπαίνομεν.
ἐστυγνάζομεν.
τὰς ὀφρῦς συνήγομεν ἐπεὶ καὶ ὁ Κλέων τοιοῦτος. εἶπε δὲ ἀνωτέρω, ὅτι πάντας μιμοῦνται.
βροντὴ δʼ ἐρράγη παρὰ τὰ ἐκ Τεύκρου Σοφοκλέους οὐρανοῦ δʼ ἄπο ἤστραψε, βροντὴ δʼ ἐρράγη διʼ ἀστραπῆς.
ἡ σελήνη δʼ ἐξέλιπεν ἐπειδὴ ἔκλειψις ἐγένετο σελήνης
τῷ προτέρῳ ἔτει ἐπὶ Στρατοκλέους βοηδρομιῶνος.
ἡνίκα Κλέων ἐχειροτονεῖτο στρατηγός.
τὴν θρυαλλίδʼ εἰς ἑαυτόν τὴν ἀκτῖνα εἰς ἑαυτὸν συστείλας.
ἀπὸ τοῦ λύχνου ἡ μεταφορά.
ἡλίου ἐγένετο κατά τινα τύχην ἔκλειψις Κλέωνος χειροτονουμένου.
οὐχ ὡς τοῦ ἡλίου ἐκλείψαντος, ἀλλʼ ὡς ἀπειλοῦντος ἐκλείψειν, εἰ στρατηγήσοι Κλέων.
παρὰ τὸ ὁμηρικὸν δύσομαι εἰς Ἀΐδαο καὶ ἐν νεκύεσσι φαείνω.
φασὶ γὰρ δυσβουλίαν ἀποτυχόντα φασὶ Ποσειδῶνα τῆς χώρας τὸ κακῶς βουλεύεσθαι ἐνσκῆψαι αὐτοῖς, τὴν δὲ Ἀθηνᾶν παρασχεῖν δωρεὰν τὸ κακῶς βουλεύεσθαι μέν, ἐκκλῖναι δὲ καλῶς. καὶ ἦν τοῦτο λεγόμενον ἐπιχώριον· καὶ Εὔπολις ὦ πόλις πόλις, ὡς εὐτυχεῖς μᾶλλον ἢ κακῶς φρονεῖς.
φασὶ γὰρ δυσβουλίαν φασίν, ὅτι Ποσειδῶν ἡττηθεὶς τῇ Ἀθηνᾷ δυσβουλίαν ἐπέβαλε τοῖς Ἀθηναίοις, Ἀθηνᾶν δὲ τὰ βουλευόμενα κακῶς, μεταβάλλειν.
τῇδε τῇ πόλει προσεῖναι: Ποσειδῶν ὀργισθεὶς Ἀθηναίοις διὰ τὴν εἰς Ἀθηνᾶν ἧτταν ἔδωκεν αὐτοῖς κακοβουλίαν, ἡ δὲ Ἀθηνᾶ τὰ κακῶς βουλευόμενα εἰς εὐτυχίαν μετέβαλεν.
οὐκ ὀρθῶς ἡ βουλή.
ἐπὶ τὸ βέλτιστον τρέπειν ὅσα οἱ Ἀθηναῖοι κακῶς ἐβουλεύσαντο, διʼ ὑπερβάλλουσαν εὐτυχίαν εἰς τὸ χρήσιμον ἀπέβαινε καὶ εἰς τὸ καλόν. αἰνίττεται δὲ εἰς Ἀθηνᾶν.
ἢν Κλέωνα τὸν λάρον καὶ μὴν ὡς μετὰ θάνατον Κλέωνος φαίνεται γεγραφὼς τὸ δρᾶμα, ὅπου γε τοῦ Μαρικᾶ Εὐπόλιδος μέμνηται, ὃ ἐδιδάχθη καθʼ Ὑπερβόλου μετὰ τὸν θάνατον Κλέωνος. ταῦτα δὲ ὡς ἔτι ζῶντος Κλέωνος λέγεται. δῆλον οὖν, ὅτι μετὰ πολλοστοὺς χρόνους διεσκεύασε τὸ δρᾶμα· καὶ ταῦτα μὲν οὐ πολλῷ ὕστερον, ἔν τισι δὲ Εὐπόλιδος μέμνηται καὶ τῶν εἰς Ὑπέρβολον κωμῳδιῶν.
ταῦτα ἀπὸ τῶν προτέρων Νεφελῶν· τότε γὰρ ἔζη ὁ Κλέων, ἐπὶ δὲ τούτων τέθνηκεν. καὶ γὰρ Εὔπολις μετὰ θάνατον Κλέωνος τὸν Μαρικᾶν ἐποίησεν.
τὸν λάρον τὸν ἅρπαγα· ὅτι καὶ ὁ λάρος τοιοῦτος. καὶ ἐν Ἱππεῦσι λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.
μέλος χοροῦ.
ἀντῳδή, ἥτις καὶ ἀντιστροφή. ἔστι δὲ καὶ τὸ μέτρον καὶ ἡ ποσότης ὁμοία τῇ στροφῇ. ὡμοίωται δὲ καὶ τὸ ἐπίρρημα καὶ τὸ ἀντεπίρρημα.
ἀμφί μοι αὖτε μιμεῖται τῶν διθυραμβοποιῶν καὶ κιθαρῳδῶν τὰ προοίμια. συνεχῶς γὰρ ἐκεῖνοι ταύτῃ χρῶνται τῇ λέξει· διὸ καὶ ἀμφιάνακτας αὐτοὺς ἐκάλουν ἔστι δὲ τοῦ Τερπάνδρου ἀμφʼ ἐμοὶ ἄνακτα ἑκατηβό-λον. λείπει δὲ τὸ ἔσο ἢ τὸ χόρευε ἤ τι τοιοῦτον.
ἀμφί μοι αὖτε: ἐκ τῶν Περιάνδρου προοιμίων· καὶ γὰρ ἐκεῖνος οὕτως ἤρξατο· ἀμφί μοι αὖτις ἄνακτα.
καὶ τὸ προοιμιάζεσθαι δὲ ἀμφιανακτίζειν ἔλεγον.
ἀμφί μοι αὐτῷ εἰκότως μετὰ τὸν Ἥλιον ἀνυμνοῦσι τὸν Ἀπόλλωνα. ὅτι δὲ ὁ αὐτός ἐστι Δήλιος καὶ Ἀπόλλων, δῆλον.
αὖτε ἀντὶ τοῦ «πάλιν»· ὥσπερ γὰρ ἀναλαμβάνων πρὸς τὸ ἄνω λέγει ἀντίστροφον. ἔφαμεν γὰρ ἐν τοῖς χορικοῖς γίνεσθαι τὰς στροφὰς καὶ τὰς ἀντιστρόφους καὶ τὰς ἐπῳδούς, αἵτινες καλοῦνται ἐπιρρήματα· ὥσπερ οὖν καὶ ἐνταῦθα τὴν ἀντίστροφον ἐπήγαγεν ὁ ποιητὴς ἀναστρέφων ἐπὶ τὸ ἐξ ἀρχῆς μέλος, ὅθενπερ ἐξετράπη εἰς τὸ ἐπίρρημα. ἀρξάμενος γὰρ ὑμνεῖν τοὺς θεοὺς καὶ παραγενόμενος μέχρι τοῦ Ἡλίου ἐπήγαγε τὴν ἐκτροπήν, τουτέστι τὸ ἐπίρρημα, ἀπὸ τοῦ «ὦ σοφώτατοι θεαταί, δεῦρο τὸν νοῦν προσέχετε». οὔτε γὰρ ἡ διάνοια τοῖς προειρημένοις ἀκόλουθος οὔτε τὸ μέτρον τοῦ λόγου· πάλιν οὖν ἐπανατρέχων ἐπὶ τὸν ὕμνον τῇ τῶν θεῶν χρῆται ἐπαναστροφῇ. εἰ γοῦν τις τὰ ἐν μέσῳ ἅπαντα ἀφελὼν ἐπὶ ταῦτα ἔλθοι, οὐδὲν ἂν οὔτε ὁ λόγος οὔτε ὁ νοῦς ἐπιζητήσειεν, ἀλλὰ μᾶλλον ἀκολουθία φυλάττοιτο· «τόν θʼ ἱππονώμαν, ὃς ὑπερλάμπροις ἀκτῖσι» καὶ τὰ ἑξῆς «ἀμφί μοι αὖτε Φοῖβʼ ἄναξ». φησὶν οὖν· ἀλλὰ σοῦ πάλιν, ὦ Ἄπολλον, ἕξομαι, καὶ τῶν σῶν ἐπαίνων. οὐ μὴν ἁπλῶς ἐπὶ τὴν ἀντίστροφον ἐλθὼν θεοῦ τινος ἐμνημόνευσεν, ἀλλὰ μετὰ τὸν Ἥλιον ἑξῆς τὸν Ἀπόλλωνά φησιν, ἐπεί τινες τὸν Ἥλιον τὸν αὐτὸν εἶναι λέγουσι τῷ Ἀπόλλωνι. ὅτι δὲ καὶ ὁ ποιητὴς τῷ λόγῳ τούτῳ κατακολουθῶν μετὰ τὸν Ἥλιον ἐπὶ τὸν Ἀπόλλωνος ἔρχεται ὕμνον, φανερὸν ποιεῖ αὐτὸς λέγων «ἀμφί μοι αὖτε, Φοῖβε», τουτέστι πάλιν. οὐδαμοῦ γὰρ νῦν τοῦ Ἀπόλλωνος μέμνηται. τί οὖν ἔδει μνημονεῦσαι τοῦ «αὖτε», εἰ μὴ τῆς προειρημένης διανοίας εἴχετο;
κυνθίαν ἔχων ὑψικέρατα πέτραν περιφραστικῶς τὴν Κύνθον. ἔστι δὲ ὄρος Δήλου ἡ Κύνθος.
ὑψικέρατα πέτραν: ἐπῳδός ἐστιν. τὸ αὐτὸ μέτρον τῷ μέλει, τὸ αʹ καὶ ἑξῆς οὕτως.
ὑψικέρατα ἔστι παραγώγως ἀντὶ τοῦ «ὑψηλήν». μεταπλασμὸς δέ ἐστιν ἀντὶ τοῦ «ὑψικέρατον».
ἥ τʼ Ἐφέσου μετὰ τὸν Ἥλιον εὐθὺς τὴν Ἄρτεμιν ὑμνεῖ.
μάκαιρα τὴν Ἄρτεμιν λέγει.
ἔνθα σε αἱ παρθένοι Λυδῶν τιμῶσιν, ὦ Ἄρτεμι.
ὅτι τῆς Λυδίας τὸ παλαιὸν ἡ Ἔφεσος ἦν.
Λυδῶν ἧς ἦν ἡ Ἔφεσος.
ἡ Ἀθηνᾶ· παρὰ τὸ ὁμηρικὸν αἰγίδʼ ἔχουσʼ ἐν χειρί.
πολιοῦχος ἔχουσα τὴν πόλιν.
παρνασσίαν ὃς κατέχων παρὰ τὸ εὐριπίδειον Διόνυσος, ὃς πεύκαισι καὶ νεβρῶν δοραῖς καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα πηδᾷ χορεύων σὺν παρθένοις.
σὺν πεύκαις σελαγεῖ μετὰ λαμπάδων καὶ πυρὸς χορεύει· διάπυρος γὰρ ὁ θεός. καὶ ὁ Ζεὺς διὰ πυρὸς τῇ Σεμέλῃ συνῆλθεν. οὐ γὰρ ἀργῶς τοῦτο παρέλαβεν ὁ ποιητής.
σελαγεῖ λάμπει.
Βάκχαις δελφίσιν ἐμπρέπων καὶ γὰρ ἐκεῖ ἐτιμᾶτο ὁ Διόνυσος.
δελφίσιν Βάκχαις: εἰς τὴν δελφικὴν χώραν ἡκούσαις.
δελφίσιν Βάκχαις ταῖς τὴν δελφικὴν χώραν κατοικούσαις.
κωμαστὴς ὅτι καὶ οἱ μεθύοντες βακχεύονται καὶ ὥσπερ ἐκμαίνονται.
ἀντεπίρρημα.
τὸ ἀντεπίρρημα ὅμοιον τῷ ἐπιρρήματι.
πρῶτα μὲν χαίρειν τὸν Κλέωνά φασιν ἀπὸ τῆς Πύλου καὶ Σφακτηρίας τοῖς Ἀθηναίοις ἐπιστέλλοντα «χαίρειν» προθεῖναι· ὅπερ γέγονεν ἐν χρήσει.
ἀρχαῖον ἦν ἔθος προτάσσειν ἐν ταῖς ἐπιστολαῖς τὸ χαίρειν. οὐ γάρ, ὥς τινες, Κλέων πρῶτος οὕτως ἐπέστειλεν Ἀθηναίοις ἐκ Σφακτηρίας.
ἀρχαῖον ἔθος τὸ ταῖς ἐπιστολαῖς προτιθέναι τὸ χαίρειν, καὶ οὐκ ἔστι Κλέων ὁ πρῶτος οὕτως ἐπιστείλας, ὥς τινες.
θυμαίνειν ὀργίζεσθαι.
οὐ λόγοις ἀλλʼ ἔργοις.
φῶς Σεληναίης καλόν τῆς γὰρ σελήνης φαινούσης οὐχ ἅπτουσι τοὺς λύχνους.
ἄλλα τʼ εὖ δρᾶν φησιν καὶ εἰς ἄλλα φησὶν ὑμᾶς εὐεργετεῖν.
οὐκ ἄγειν τὰς ἡμέρας οὐ παρατηρεῖν ἀκριβῶς τὰς κατὰ τὴν σελήνην ἡμέρας.
κυδοιδοπᾶν συνταράττειν. γίνεται δὲ ἐξ ἑκατέρου
· ἐὰν μὲν διὰ τοῦ κ, παρὰ τὸ κυκᾶν, ἐὰν δὲ διὰ τοῦ δ, παρὰ τὸν κυδοιμόν.
τὸ ταράττειν· τὸ μὲν ἀπὸ τοῦ κυκᾶν, τὸ δὲ ἀπὸ τοῦ κυδοιμοῦ.
ψευσθῶσιν ἀποτύχωσιν.
μὴ δέξωνται θυσίας.
κατὰ λόγον κατὰ τὸ ἔθος, εὐτάκτως καὶ ὡρισμένως.
κατὰ λόγον τῶν ἡμερῶν διὰ γὰρ τὸ πλανᾶσθαι τὴν τάξιν τῶν ἡμερῶν ὑπερβαίνειν τὰς δεήσεις καὶ τὰς ἑορτὰς ἀνάγκη.
ἀπαστίαν: ἀντὶ τοῦ «νηστείαν, ἀγευστίαν.» παρὰ τὸ πάσασθαι. ἀπὸ δὲ τοῦ πενθεῖν.
διαβάλλει τοὺς ποιητάς.
ἀνθʼ ὧν λαχὼν Ὑπέρβολος εἰς τὴν σύνοδον τῶν Ἀμφικτυόνων πεμφθῆναι εἰς τὴν Πυλαίαν. κατὰ πόλιν δʼ ἔπεμπον τοὺς θύσοντας καὶ συνεδρεύσοντας· καὶ ἦσαν οἱ πεμπόμενοι πυλαγόραι καὶ ἱερομνήμονες. λέγουσι δέ, ὅτι Πυλάδης πρῶτος ἐκρίθη ἐπὶ τῷ Κλυταιμνήστρας φόνῳ, καὶ ἐξ αὐτοῦ τοὔνομα σχεῖν τὸν τόπον. ἀπῄεσαν δὲ εἰς Δελφοὺς ἐπίσκοποι τῶν ἀναλισκομένων ἐν ταῖς θυσίαις.
ἱερομνήμονα ἔπεμπον εἰς Πυλαίαν καὶ πυλαγόρους. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις ἀγαθὰ μεγάλα τῇ πόλει ἥκειν φέροντά φασι τοὺς πυλαγόρους ἐκ τῆς Πυλαίας καὶ τὸν ἱερομνήμονα. καί εἰσιν οἷον ἱερογραμματεῖς· μνήμονας γὰρ τούτους ἐκάλουν· φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων.
τῆτες ἱερομνημονεῖν ἐξέπεμπον γὰρ Ἀθηναῖοι εἰς Δελφοὺς ἱερομνήμονας, οἳ πρὸ πυλαγόρου προειστήκεσαν τῶν ἱερῶν τοῦ θεοῦ.
οὐδεὶς δʼ ἱστόρησε κατʼ ἐκεῖνον τὸν ἐνιαυτὸν ἱερομνήμονα εἶναι τὸν Ὑπέρβολον. οὐδέπω γὰρ διέπρεπε Κλέωνος ἔτι ζῶντος.
παρʼ ἱστορίαν δὲ εἶπε τὸ «τῆτες»· οὐδεὶς γὰρ ἱστορεῖ ἐν ἐκείνῳ τῷ ἔτει ἱερομνήμονα εἶναι Ὑπέρβολον, ἐν ᾧ αἱ Νεφέλαι ἐδιδάχθησαν. οὐδέπω γὰρ διέπρεπε Κλέωνος ἔτι ζῶντος· μετὰ γὰρ τὸν ἐκείνου θάνατον ἠξιώθη.
τῆτες εἰς τοῦτον τὸν ἐνιαυτόν.
τούτῳ τῷ ἔτει.
περισσὸν τὸ «κἄπειθʼ».
μᾶλλον γὰρ οὕτως εἴσεται τότε γὰρ μαθήσεται, ὅτι καλόν ἐστι ζῆν αὐτὸν ὡς τὸ πρότερον, καὶ ὡς ἀνάξιος ἦν.
μὰ τὴν Ἀναπνοήν δυσφορεῖ ὁ Σωκράτης ἐπὶ τῇ τοῦ Στρεψιάδου ἀμαθίᾳ.
μὰ τὴν Ἀναπνοήν ἐντεῦθέν φασι τὸν Ἀριστοφάνην χαριζόμενον τοῖς περὶ Ἄνυτον καὶ Μέλητον γεγραφέναι τὸ δρᾶμα διαβάλλοντα εἰς ἀθεότητα τὸν Σωκράτην. ὅτι δὲ πολὺ τοῖς χρόνοις λείπεται, εἴπομεν. διαβάλλει γοῦν εἰς ἀθεότητα τὸν Σωκράτην διὰ τῆς πολυθεΐας καὶ τοὺς φιλοσόφους ἁπλοϊκοὺς διαβάλλει, ἐπεὶ καὶ ὁ Σωκράτης προεῖπε μὴ ἡγεῖσθαι θεοὺς πλὴν τὸ Χάος καὶ τὴν
Ἀναπνοὴν καὶ τὸν Ἀέρα.
γλῶτταν καὶ τὸν Ἀέρα, ταυτὶ τρία.
ἄγροικον ἀπαίδευτον.
οὐδὲ σκαιὸν: σκαιοὺς τοὺς ἀμαθεῖς καὶ δυσπαρακολουθήτους ἔλεγον ἢ τοὺς μωρούς. ἀπὸ τῆς σκαιᾶς.
σκαιὸν: ἀντὶ τοῦ «μωρόν». ἢ οὕτως· σκαιοὺς ἔλεγον τοὺς ἀμαθεῖς καὶ δυσπαρακολουθήτους.
σκαλαθυρμάτιʼ ἄττα σκιάς τινας καὶ σκαλεύματα. ἢ λεπτὰ καὶ σμικρὰ παντάπασι νοήματα καὶ μαθήματα· σκαριφήματα.
ἔγκειται τὸ ἄθυρμα· οἱονεὶ παίγνια καὶ οὐδὲν ἀξιόπιστον.
ἡ λέξις σύνθετος ἀπὸ τοῦ σκαλεύματα καὶ ἀθύρματα· οἷον παίγνια καὶ μηδενὸς ἄξια.
ποῦ Στρεψιάδης; ἀττικῶς ἀντὶ τοῦ «ὦ Στρεψιάδη».
ἔξει ἔξελθε.
ἀσκάντην τὸν σκίμποδα. ἢ δίφρου τι εἶδος. ἢ τὸν κράβατον.
ἀνύσας σπεύσας.
ὥσπερ ἡμεῖς ἐρωτῶμεν τοὺς παῖδας.
πότερα περὶ μέτρων: καλῶς διέστησεν. οὐ γὰρ εἴ τι μέτρον ἐστίν, ἤδη καὶ ἔπος· εἴ τι δὲ ἔπος, ἤδη πάντως καὶ ῥυθμὸς καὶ μέτρον. σημειωτέον δέ, ὅτι καὶ ταῦτα τῶν κυκλικῶν μαθημάτων.
περὶ ἐπῶν ἢ ῥυθμῶν ὅτι διαφέρει μέτρον καὶ ῥυθμός.
ὅτι πατὴρ μέτρου ῥυθμός.
ὅτι ἀρχαία ἡ τῶν μέτρων καὶ ῥυθμῶν διδασκαλία.
ὡς ἄγροικος ὁ πρεσβύτης ἀπεκρίνατο ὡς ἐπὶ τῶν γεωργικῶν δεξάμενος.
ὡς ἄγροικος πάλιν ὁ πρεσβύτης ἀπεκρίνατο. ὁ μὲν γὰρ τὰ τῶν ποιημάτων ἔλεγε μέτρα, ὁ δὲ ὡς ἐπὶ τῶν γεωργικῶν ἐδέξατο.
λείπει τὸ «θέλω μαθεῖν».
ἔναγχος πρὸ μικροῦ.
ὑπʼ ἀλφιταμοιβοῦ τοῦ ἀντικαταλλάσσοντος καὶ πιπράσκοντος ἄλφιτα. ἢ τοῦ ἀμείβοντος ἀντὶ ἀργυρίου ἄλφιτα. οὕτω καὶ ἀργυραμοιβοὶ οἱ ἀντὶ ἀργυρίου κέρματα ἀμείβοντες.
ὑπʼ ἀλφιταμοιβοῦ: ἀλφιταμοιβοὶ οἱ ἀμείβοντες ἀντὶ ἀργυρίου ἄλφιτα· οἷον οἱ ἀντικαταλλάσσοντες.
ἀλφιταμοιβοὶ οἱ τὰ ἄλφιτα ἀμείβοντες καὶ πιπράσκοντες.
λέγει· ὅτι ἐγὼ χθὲς ὑπὸ μετρητοῦ ἐζημιώθην δύο χοίνικας.
παρεκόπην διχοινίκῳ ἀντὶ τοῦ «ἐπλάνησέ με ὁ μετρητὴς μετρῶν τῇ ποσότητι δύο χοίνικας».
οὐ τοῦτʼ ἐρωτῶ: διαβάλλει Σωκράτην. οὐ γὰρ ποιητικὴν ἢ μουσικὴν ἐπηγγέλλετο διδάσκειν. ὁ δὲ τὰ προσόντα μὴ λέγων, χαριζόμενος δὲ τὰ μὴ προσόντα, ἀμφοτέρων ἐκεῖνος ἀπεστέρηται ὁ τοὺς λόγους ἀμφοτέρων ἀποφαίνων ἀλλότριον καὶ ἄπειρον.
διαβολή, ὅτι τὰ μὴ οἰκεῖα τῇ τέχνῃ ἐπαγγέλλεται διδάσκειν. οὔτε γὰρ ποιητής ἐστιν οὔτε μουσικός.
εἴδη μέτρων, οἷς καὶ Ἀρχίλοχος κέχρηται ἐν Τριμέτροις καὶ Τετραμέτροις.
ἔπαιξε πάλιν εἰπών· οὐδὲν κάλλιον ἡγοῦμαι ἡμιεκτέου μέτρου· τουτέστι τεσσάρων χοινίκων. ὁ γὰρ μέδιμνος μηʹ χοινίκων ἐστίν. τούτου οὖν τὸ ἕκτον ἐστὶν ὀκτὼ χοίνικες. τὸ δὲ ἡμιεκτέον, τουτέστι τὸ δωδέκατον τῶν μηʹ, χοίνικες τέσσαρες.
ἡμιεκτέου τοῦ τετραχοινίκου. ὁ γὰρ μέδιμνος χοίνικας ἔχει μηʹ. τούτων τὸ ἕκτον τὰ ηʹ. τὸ ἥμισυ τοῦ ἕκτου, τουτέστι τῶν ὀκτώ, τὰ τέσσαρα· ὃ καλεῖται τετράμετρον. ὁ οὖν ἡμιεκτέος τέσσαρας ἔχει χοίνικας.
παρατηρητέον, ὅτι διὰ τοῦ ε δεῖ λέγειν ἡμιεκτέον, καὶ οὐ διὰ τοῦ α κατὰ τὴν κοινὴν χρῆσιν ἡμιεκτέον.
περιδοῦ νῦν ἐμοὶ: ἀντὶ τοῦ «συνθήκας ποίησον». παρὰ τὸ ὁμηρικὸν δεῦρο νῦν ἢ τρίποδος περιδώμεθα.
εἰ μὴ τετράμετρον πρὸς τὸ «τετράμετρον» ἀπήντησεν.
τὸ ἡμιεκτέον μέτρων ἐστὶ τεσσάρων· ὁ γὰρ μέδιμνος χοίνικας ἔχει μηʹ, ὁ δὲ ἑκτεὺς ηʹ, τὸ ἡμιεκτέον δὲ δʹ μέτρα ἔχει.
ἡμιεκτέον εἰ μὴ τὸ τετράμετρόν ἐστιν ἡμιεκτέον.
ἄγροικος ἀπαίδευτος.
ταχὺ δʼ ἂν δύναιο ἐν εἰρωνείᾳ. λέγει δὲ εἰς τὸ κιθαρίζειν. ταχὺ δυνηθείης, φησίν, αἰσθάνεσθαι καὶ καταλαμβάνειν τὸ κιθαρίζειν.
κομψὸν ἐν συνουσίᾳ: ἀντὶ τοῦ «πιθανὸν καὶ εὔχαριν ἐν συνόδῳ καὶ τῇ πρὸς ἑτέρους κοινωνίᾳ».
πιθανὸν καὶ ἀστεῖον φαίνεσθαι τοῖς συνοῦσιν.
ἐπαΐειν: αἰσθάνεσθαι καὶ νοεῖν.
κατʼ ἐνόπλιον εἶδος ῥυθμοῦ, πρὸς ὃν ὠρχοῦντο σείοντες τὰ ὅπλα. ἔστι δὲ ὁ ἐν ἡμιολίῳ. ἡ γὰρ μακρὰ πρὸς τὰς δύο βραχείας ἴσον τινὰ ἔχει.
… ῥυθμὸν ἐκ τριποδίας ἀναπαιστικόν, ὃς δέχεται πάντας τοὺς δισυλλάβους πόδας. οἱ δὲ ἐνόπλιον τὸν ἀμφίμακρον, ὃς καὶ κουρητικὸς καλεῖται ἀπὸ τοῦ
εἰς τοὺς Κούρητας ἀμέλει τούτῳ γὰρ τῷ μέτρῳ προσωρχοῦντο σείοντες τὰ ὅπλα. καλεῖται δὲ ἐνόπλιος κατὰ δάκτυλον, ᾧ χρῶνται …
τὰ εἰς τοὺς Κουρῆτας μέλη τούτῳ τῷ μέτρῳ κεχρῆσθαι.
κατὰ δάκτυλον ἀριθμητικὸν ἢ γεωμετρικόν. ἔστι δὲ ῥυθμὸς κρούματος εἶδος κατὰ δάκτυλον, ᾧ χρῶνται οἱ
αὐληταί.
αὐλοῦντες πρὸ τοῦ νόμου.
ὁ κατὰ δάκτυλον ῥυθμός ἐστιν ὁ ἐν ἴσῳ λόγος. ὁ δὲ ἐνόπλιος, ὁ καὶ προσοδιακὸς λεγόμενος ὑπό τινων, σύγκειται ἐκ σπονδείου καὶ πυρριχίου καὶ τροχαίου καὶ ἰάμβου· συνεμπίπτει δὲ οὗτος ἤτοι τριποδίᾳ ἀναπαιστικῇ ἢ βάσεσι δυσίν, ἰωνικῇ καὶ χοριαμβικῇ.
ἀντὶ τουτουὶ τοῦ δακτύλου: τὴν παραγραφὴν ἐατέον μεταξὺ τοῖν δυοῖν, ὡς ἐν τοῖς πλείστοις σχεδὸν φέρεται. ὁ πρότερος Σωκράτους, οὗτος τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου; καὶ τάχα εἴη λέγων τῷ γέροντι· «ἕτερόν τινα εἶναι δάκτυλον νομίζεις ἢ τουτονί;» δεικνὺς αὐτῷ ἕνα τῶν δακτύλων αὐτοῦ. «ὅταν γὰρ περὶ ῥυθμῶν, οὐ περὶ τούτου τοῦ δακτύλου,» φησίν, «ἀλλὰ περὶ ἑτέρου». ὡς γὰρ ἄγροικος. καὶ οὗτος ἐρεῖ οὐδὲν ἧττον δείξειν τὸν μέσον δάκτυλον ἀσελγαινόμενος. ἐὰν δὲ περιαίρηται, ἀμφότεροι ἔσονται τοῦ γέροντος ἀσυνδέτως εἰρημένοι.
τίς ἄλλος ἀντὶ τουτουὶ δεικνύει τὸν μέσον δάκτυλον αἰσχρῶς φήσει οὐδεὶς ὡς οὐκ ἔστιν ἀντὶ τούτου τοῦ δακτύλου· καὶ γὰρ παιδίῳ μοι ὄντι πάλαι ὁ αὐτὸς ἦν, καὶ νῦν δὲ γεγηρακότι.
ἀγρεῖος ἄγροικος καὶ ἀμαθής.
ἀδικώτατον ὃν εἶπεν ἥττονα.
ἀλλʼ ἕτερα δεῖ σε: λοιπὸν τὰς ἀξιοπιστίας τῶν φιλοσόφων μιμεῖται.
τούτου τοῦ ἀδίκου λόγου.
ὀρθῶς καταχρηστικῶς ἢ φυσικῶς.
κύων, ἀλεκτρυών ἔπαιξε τὸν ἀλεκτρυόνα ὡς τετράπουν καταριθμήσας, ἵνʼ ἡ ἀφορμὴ τοῦ λοιποῦ παιγνίου ἐκ τούτου γενήσεται.
καὶ ταῦτα γελοίου χάριν παρείληπται. ἢ καὶ πρὸς τὴν ἀθεότητα Σωκράτους, ὅτι κατʼ αὐτῶν ὄμνυσιν.
ἀλεκτρυόνα κατὰ ταὐτὸν: οὐκ ἂν ἄλλως λέγοιτο τοῦτο, εἰ μὴ ἐν ἔθει ἦν αὐτοῖς τότε καὶ τὴν θήλειαν ἀλεκτρυόνα λέγειν. σαφὲς δὲ γίνεται ἐν Ἀμφιαράῳ γύναι, τί τὸ ψοφῆσάν ἐστιν; ἡ ἀλεκτρυὼν τὴν κύλικα καταβέβληκεν. οἰμώζουσά γε. καὶ ἐν τῷ Πλάτωνος Δαιδάλῳ ἐνίοτε πολλαὶ τῶν ἀλεκτρυόνων καὶ ὑπήνεμα τίκτουσιν ᾠὰ πολλάκις. ὁ δὲ παῖς ἔνδον τὰς ἀλεκτρυόνας σοβεῖ.
οἱ Ἀττικοὶ οὕτω καὶ τὰς θηλείας ἐκάλουν, ὡς καὶ Θεόπομπος. λέγουσι δὲ αὐτὴν καὶ ἀλεκτρύαιναν.
τῷ αὐτῷ ὀνόματι.
πῶς λείπει λέγεις.
ἀλεκτρυὼν κἀλεκτρυών ὁ ἀλεκτρυὼν καὶ ἡ ἀλεκτρυών.
τὴν μὲν ἀλεκτρύαιναν, τὸν δὲ ἀλέκτορα.
νὴ τὸν Ἀέρα μιμεῖται καὶ αὐτὸς τοὺς φιλοσόφους κατὰ τοῦ ἀέρος ὀμνύς.
τοῦ διδάγματος τῆς διδαχῆς.
διαλφιτώσω πᾶσαν ἀλφίτων πληρώσω τὴν κάρδοπον.
κάρδοπον τὴν μαγίδα, ἐν ᾗ τοὺς ἄρτους ἔματτον· ἢ σκάφην, ἐν ᾗ ἀναμάττειν καὶ ἀναφύρειν ἔθος τὰ ἄλφιτα.
τὴν κάρδοπον τὸ σκάφος, ἐν ᾧ μάττουσιν.
ἀντὶ τοῦ «ἰδού, ἕτερον αὖθις διήμαρτες τὴν καρδόπην εἰπὼν κάρδοπον· κοινῶς γὰρ κέκλιται».
ὥσπερ καὶ Κλεώνυμον τῶν πολιτευομένων εἷς ἦν ὁ Κλεώνυμος. καὶ ὡς γυναικιζόμενον αὐτὸν οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ διαβάλλουσιν.
μάλιστά γε, ὥσπερ γε καὶ Κλεώνυμον σύ, φησίν, τὴν κάρδοπον καλεῖς ἀρσενικῶς δέον θηλυκῶς· ὥσπερ Κλεώνυμον ἄρρενα καλοῦσί τινες οὐ διαφέροντα τῇ αἰσχύνῃ τῶν γυναικῶν.
ταὐτὸν δύναταί σοι κάρδοπος οἷον τὸ αὐτὸ γένος. σημαίνει δὲ τὴν κατάληξιν.
ταὐτὸν δύναταί σοι κάρδοπος δοκεῖ σοι ὁμοιοκατάληκτον εἶναι; ἅμα δὲ καὶ ὡς γυναικώδη σκώπτει τὸν Κλεώνυμον.
ὅτι ὁμοιοκατάληκτά εἰσιν. ἅμα δὲ καὶ γυναικώδης ὁ Κλεώνυμος.
ἀδηφαγίας ἔχει διαβολὴ τοῦ κατὰ Κλεωνύμου· τρόπον γὰρ μάκτρας ἔστω ὁ Κλεώνυμος.
ὡς ἀδηφάγον καὶ ἀλφίτων δεκτικὸν διασύρει λέγων ὅμοιον.
ἀδηφαγίας ὑπερβολή.
ἀλλʼ ἐν θυείᾳ στρογγύλῃ: ὡς πένητα καὶ παράσιτον διασύρει αὐτὸν καὶ ἀποροῦντα μάκτρας. μικρὰ δέ ἐστιν ἡ θυεία, ἡ δὲ καρδόπη μεγάλη.
ἐπειδὴ πένης ἦν ὁ Κλεώνυμος καὶ παράσιτος, διασύρει αὐτὸν ὡς ἀποροῦντα μάκτρας καὶ θυείᾳ χρώμενον. μικρὰ γὰρ ἡ θυεία, ἡ δὲ κάρδοπος μεγάλη.
ἐκεῖνο δʼ ἦν ἂν καρδόπη Κλεωνύμη τοῦτον ἤδη ὡς κίναιδον διασύρει, ἐπεὶ ῥίψασπις καὶ δειλός.
ἐν ἐρωτήσει ὁ λόγος, καὶ λείπει τὸ ὡς, ἵνʼ ᾖ· ἐκεῖνο δʼ ἦν ὀρθῶς, ὡς «καρδόπη» καὶ «Κλεωνύμη» λέγειν;
ὅμοιον ἦν τὸ λέγειν «καρδόπην ὡς Κλεωνύμην».
αὗται πόρναι ἦσαν.
Φιλόξενος οὗτοι ἐπὶ μαλακίᾳ ἐκωμῳδοῦντο· καὶ τοῦ μὲν κατηγορεῖ τύχης, τοῦ δὲ φύσεως.
ὦ πόνηρε ὦ ἄθλιε.
ἐντυχὼν ἀντὶ τοῦ «συντυχών».
γυναῖκα τὴν Ἀμυνίαν πρὸς τὴν κατάληξιν τοῦ ὀνόματος ἔπαιξεν, καὶ εἰς διαβολὴν τοῦ ἀνδρὸς ἐνταῦθα μὲν εἰς δειλίαν μόνον· Κρατῖνος δὲ ἐν Σεριφίοις ὡς ἀλαζόνα καὶ κόλακα καὶ συκοφάντην· Εὔπολις δὲ ὡς παραπρεσβευτήν, ὅπερ καὶ ἐν τοῖς Σφηξὶ φαίνεται.
ἃ πάντες ἴσμεν τὰ κοινὰ δηλονότι.
ἀλλὰ κατακλινεὶς δευρὶ τὸ «κατακλινεὶς» κοινόν, τὸ δὲ κατακλιθείς ἀττικόν.
ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων ἀντὶ τοῦ «σκέψαι καὶ διανοήθητι περὶ τῶν ἰδίᾳ σοι συμφερόντων πραγμάτων».
σκέψαι τι τῶν σοι συμφερόντων καὶ ἐννοήθητι.
μὴ δῆθʼ ἱκετεύω παρεπιγραφή· ποιήσει γὰρ τὸ προσταχθέν. εἶτα καταβρωθεὶς ἀρνηθήσεται καὶ ἀναστήσεται.
μὴ δῆθʼ ἱκετεύω ἐπὶ τοῦ ἀσκάντου.
οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα τοῦτο, φησί, πάντως δέδοκται καὶ οὐκ ἀνίημί σε ἕτερόν τι ποιῆσαι.
ἀντὶ τοῦ «σήμερον».
δώσω τήμερον: τινὲς «τήμερα». ὡς ἐν Ὁλκάσιν ἰὼ κακοδαῖμον, τί ἄρα πείσει τήμερον; ἀντὶ τοῦ «ὁ σημερινός», καὶ ἔστι τὸ τεταγμένως ἐπὶ σώματος· τὸ δὲ τήμερον ἐπὶ χρόνου λέγεται.
τήμερος: ὁ σημερινός. καὶ ἔστι τεταγμένον ἐπὶ σώματος, τὸ δὲ τήμερον ἐπὶ χρόνου λέγεται. καὶ ἐν τῇ Εἰρήνῃ ἰὼ Λακεδαῖμον, τί ἄρα πείσῃ τήμερα; ἀντὶ τοῦ «σημερινή».
φρόντιζε δὴ καὶ διάθρει ἐκάθισεν αὐτὸν ἐπὶ τοῦ ἀσκάντου.
τὸ «δὴ» ἰσοδυναμεῖ τῷ νῦν.
τὸ μέτρον χοριαμβικὰ τοῖς ἀμβικοῖς ἐπιμεμιγμένα. διπλῆ δὲ καὶ περίοδος ἑπτάκωλος ἀντὶ δεκακώλου, ὧν τελευταῖον ἀπέστω γλυκύθυμος ὀμμάτων· ὑφʼ ὃ διπλαῖ δύο κατὰ τὴν ἀρχήν. ἕπεται δὲ ἀμοιβαῖον δίκωλον· καὶ τὸ μὲν τοῦ πρεσβύτου ἐν παρεκθέσει τετρασύλλαβον κατὰ πόδα χορίαμβος, τὸ δὲ τοῦ χοροῦ ἐν ἐπεισθέσει παιωνικὸν βακχειακὸν δίρρυθμον. εἶτα ἐν ἐκθέσει ἰαμβεῖα δύο, ὧν τελευταῖον δάκνουσί μʼ ἐξέρποντες οἱ Κορίνθιοι.
τὸ πρῶτον δίμετρον ἀκατάληκτον καὶ τὸ δεύτερον καταληκτικόν.
διάθρει βλέπε.
διάθρει ἀνάκρινε καὶ δοκίμαζε.
διάθρει διερεύνα.
πάντα τρόπον σεαυτόν τουτέστιν ἐπὶ πολλὰ τὴν διάνοιάν σου τρέπε.
στρόβει περίφερε τῇδε κἀκεῖσε.
πυκνόν τε καὶ συνετὸν ποιήσας καὶ φρόνιμον· συστρεψάμενος.
ταχὺς δʼ ὅταν εἰς ἄπορον: ἐπὰν δέ, φησίν, εἴς τι ἄπορον πέσῃς, ταχὺ ἐπʼ ἄλλο νόημα φρενὸς πήδα.
ἐὰν ἀπορήσῃς εἴς τι, ταχέως εἰς ἄλλο πήδα νόημα.
φησίν· ὅτι ἐὰν ἡ διάνοια εἰς ζήτημα ἄπορον ἐμπέσῃ, μετάβηθι ἐπὶ ἄλλο.
ἄπορον οὗ πόρον καὶ λύσιν οὐκ ἔστιν εὑρεῖν.
καθάπτεται Σωκράτους ὡς αὐτοῦ ἐπὶ ταῖς συζητήσεσι τοῦτο ποιοῦντος·
διαβάλλει τὸν Σωκράτην ὡς καὶ αὐτὸν ἐν ταῖς συζητήσεσι …
ὅταν γὰρ στενοχωρῆται καὶ ἀπορῇ, μεθίσταται εἰς ἕτερον. ὁ γὰρ ὑποτιθέμενος ἄλλῳ δηλονότι αὐτὸς ἐν πείρᾳ γενόμενος τῶν ὅσα λέγει ὑποτίθεται.
σκώπτειν διὰ τούτων βούλεται τὸν Σωκράτην ὡς χλευαζόμενον ἐν ταῖς συζητήσεσι καὶ μεθιστάμενον ὑπὸ στενοχωρίας.
ἀπέστω: οἰχέσθω, διωκέσθω.
–στω γλυκύθυμος ὀμμάτων ἀπὸ χοριάμβου εἰς ἰάμβου βάσιν.
τετρασύλλαβος χορίαμβος.
ἰατταταί ἰατταταί καταπονούμενος ὑπὸ τῶν κόρεων στενάζει ὁ Στρεψιάδης. ἔστι δὲ παρεπιγραφή· κατακλιθεὶς γὰρ καὶ μὴ δυνάμενος ὑπενεγκεῖν παρεκάλει.
παιωνικὸν βακχειακὸν δίρρυθμον.
δάκνουσι μʼ ἐξέρποντες οἱ Κορίνθιοι ἴσως αὐτοῖς ἐπέκειντο κατʼ ἐκεῖνο καιροῦ οἱ Κορίνθιοι. παρονομάζει δὲ παίζων ἅμα μὲν πρὸς τὸ «κόρεων», ἅμα δὲ καὶ διὰ τὸν πόλεμον, ὅτι ἐχθροὶ ἦσαν Ἀθηναίων Κορίνθιοι.
ἴσως μὲν ὅτι κατʼ ἐκεῖνον τὸν καιρὸν ἐπέκειντο αὐτοῖς οἱ Κορίνθιοι, ἅμα δὲ ὅτι παρὰ τὸ κόρις πεποίηται οἱ Κορίνθιοι. παίζων οὖν παρονομάζει ἅμα μὲν πρὸς τὸ τῶν κόρεων ὄνομα, ἅμα δὲ διὰ τὸν πόλεμον, καὶ ὅτι ἐχθροὶ ἦσαν Ἀθηναίων οἱ Κορίνθιοι.
ἐπειδὴ κόρεις οἱ Κορίνθιοι.
καὶ τὰς πλευρὰς δαρδάπτουσιν ἀναπαιστικὸν δίμετρον.
ἑκάστῳ τὸ οἰκεῖον.
ὅμοιον.
ἀναπαιστικὸν μονόμετρον.
ἀναπαιστικὸν δίμετρον ἐν ἐπεισθέσει τοῦ χοροῦ.
καὶ πῶς ὅτε μου: καὶ πῶς δύναμαι μὴ ἀλγεῖν;
τὰ ἓξ ταῦτα τῶν ὑποκριτῶν. τούτων τὸ αʹ, βʹ, γʹ, δʹ, εʹ ἀναπαιστικὰ μονόμετρα καὶ δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛʹ ἀναπαιστικὸν δίμετρον καταληκτικόν.
φρούδη χροιά ὡς καὶ αὐτὸς ὠχρὸς γενόμενος.
φρούδη δʼ ἐμβάς μέχρι τοῦ εὐτελοῦς κτήματος. τοῦτο δὲ εἶπε διὰ τὸ ὑπολελύσθαι τὰς ἐμβάδας, ὅτε ἀπεδύετο μέλλων εἰσιέναι εἰς τὸ φροντιστήριον.
φρουρὰς ᾄδων οἱ φρουροῦντες ἐν τῷ παραμυθεῖσθαι αὐτῶν τὴν ἀγρυπνίαν ᾖδον. καὶ οὕτως ἦν λεγόμενον ἐπὶ τῶν ἀγρυπνούντων, «φρουρὰς ᾄδων».
ἐκ τοῦ παρεπομένου τοῖς φρουροῖς. εἰώθασι γὰρ ἑαυτοῖς ᾄδειν ἀποπερισπῶντες τὸν ὕπνον.
φρουρὰς ᾄδων ἀντὶ τοῦ «ἀγρυπνῶν».
φρουρὰς ᾄδων: οἷον διαγρυπνῶν τὴν φρουράν.
παρὰ τὴν λέξιν τὴν «φρούδη» τοῦτο πεποίηκεν.
δισσὴ ἡ γραφή· «φρουρὸς ᾄδων» ἀντὶ τοῦ «συνεχῶς ᾄδων φρουρός»· τὸ δὲ «φρουρὰς ᾄδων» ἀντὶ τοῦ «φυλάττων», ἐπειδὴ φύλακες ἦσαν τῶν φροντιστηρίου θυρῶν.
δισσή ἐστιν ἡ γραφή, «φρουρὰς ᾄδων» καὶ «φρουρὰς ἰδών». τὸ δὲ «φρουρὰς ᾄδων» ἀντὶ τοῦ «συνεχῶς ᾄδων φρουράς» καὶ τὸ «φρουρὰς ἰδών» ἀντὶ τοῦ «φυλάττων», ἐπειδὴ φύλακες ἦσαν τῶν τοῦ φροντιστηρίου θυρῶν.
ἀναπαιστικὸν δίμετρον καταληκτικόν.
διπλῆ καὶ ἔκθεσις εἰς ἴαμβον τρίμετρον.
εἴ μεριμνῶ δηλονότι.
τι λείπει μέρος.
ἀπόλωλʼ ἀρτίως ὑπὸ τῶν κόρεων δηλονότι. ἐπειδὴ Σωκράτης εἶπεν «ἀπολεῖ», ὅ ἐστι μέλλεις ἀπολέσθαι, αὐτὸς λέγει ὅτι· ἀπόλωλα ἤδη.
οὐ μαλθακιστέον.
μαλθακιστέʼ πρὸς τὰ δήγματα τῶν κόρεων.
δεῖ σε, φησί, κατακαλύψασθαι καὶ σκεπάσασθαι, ἐπεὶ οἱ εἴς τι τείνοντες τὸν ὀφθαλμὸν ἀποπλανῶνται τὴν γνώμην.
ἀποστερητικός δυνάμενος ἀποστερεῖν.
κἀπαιόλημα κίνημα, ἀποπλάνημα καὶ ἀπάτην τινά, πανούργημα.
κἀπαιόλημα ἀποπλάνησις, πανουργία, ἀπάτησις.
ἀντὶ τοῦ «καλύψειε».
ἐξ ἀρνακίδων ἀρνακὶς λέγεται τὸ τοῦ ἀρνοῦ κῴδιον. ἔπαιξε δὲ πρὸς τὸ ἀρνεῖσθαι.
ἔπαιξε παρονομάσας ἀπὸ τῶν ἀρνῶν τὸ ἀρνεῖσθαι τοὺς δανειστάς. τὸ «ἐξ ἀρνακίδων».
δέον εἰπεῖν· τίς ἄν μοι περιβάλοι ἐξ ἀρνακίδων σισύραν;
ἀποστερητρίδα: ἅμα μὲν καὶ ἀπὸ τοῦ ἀποστερεῖν, ἅμα δὲ καὶ ἀντὶ τοῦ «περιβόλαιον».
ἔρχεται πάλιν ἐπʼ αὐτὸν ὁ Σωκράτης.
τὸ ἑξῆς «ἀθρήσω τουτονί».
ἔχεις τι: ἐπειδὴ προεῖπεν αὐτῷ «ἀναρτήσας τὴν φροντίδα», ὡς ἐπὶ ὀρνιθοθήρα εἶπε τὸ «ἔχεις».
ὡς ἐπὶ τῶν ἀγρευόντων ἤτοι ὄρνιν ἢ ἰχθῦν εἶπε τὸ «ἔχεις τι;» ἀντὶ τοῦ «συνείληφάς τι;». ἀναρτῆσαι γὰρ αὐτῷ ἐκέλευσε τὴν διάνοιαν καὶ τὴν φροντίδα.
χαριέντως τὸ «ἔχεις». ἐπεὶ ὥσπερ ἀναπτῆναι συνεβούλευσεν αὐτῷ ἐάσαντι τὴν φροντίδα, ἐπήγαγε τὸ «ἔχεις τι;» τῇ τῶν ἀγρευόντων λέξει χρώμενος. τοῖς γὰρ ἁλιεῦσιν ἢ τοῖς ὀρνεαγρευταῖς οὕτω φασίν· ἔχεις τι;
οὐδὲν πάνυ, : ἐρωτηματικῶς· ἀντὶ τοῦ «οὐδόλως».
πλὴν ἢ τὸ πέος παρεπιγραφή· δεῖ γὰρ αὐτὸν καθέζεσθαι ἔχοντα τὸ αἰδοῖον καὶ μιμεῖσθαι τὸν δερμύλλοντα ἑαυτόν.
αὐτὸς ὅ τι βούλει: διαβάλλει αὐτὸν ὡς μὴ παρέχοντα τά οἱ εὑρημένα τοῖς μαθηταῖς.
καὶ σχάσας τὴν φροντίδα ἀντὶ τοῦ «καταπαύσας, στήσας, ἀτρεμήσας». καὶ Πίνδαρος κώπην σχάσας ἀντὶ τοῦ «τὴν εἰρεσίαν καταπαύσας». ἔνιοι δέ· «σχάσας» ἀντὶ τοῦ «ἁπλώσας».
λεπτὴν ἀκριβῆ. ἔνθεν καὶ λεπτολόγος ὁ ἀκριβολόγος.
περιφρόνει: ἐρεύνα.
ὀρθῶς διαιρῶν ἀκριβῶς καὶ ἐπιμελῶς καταμερίζων περὶ οὗ ἂν τὴν σκέψιν ποιῇ.
διαιρῶν ἀναπτύσσων, δοκιμάζων καὶ διακρίνων τὰ ποιήματα· οἷον διαίρεσιν αὐτῶν ποιῶν.
ὡς ἐπὶ νομίμων ἐχρήσατο, ὡσεὶ ἔλεγε «κατὰ κεφάλαιον ἐκζητῶν».
ἔχʼ ἀτρέμα ἐφʼ ἡσυχίας μένε· ὡς αὐτοῦ κινουμένου διὰ τὰς κόρεις.
ἀντὶ τοῦ «κἂν ἀπορῇς εἰς νόημά τι ἢ περί τινος τῶν νοημάτων».
κᾆτα τὴν γνώμην ὑποτίθεται, πῶς δεῖ φροντίζειν καὶ τίνα τρόπον. φησὶ γάρ· ἐὰν ὑπεισέλθῃ σέ τι, μὴ ἀμελήσῃς, ἀλλὰ πολλάκις αὐτὸ μέτελθε· καὶ οὕτως εἰς ἓν συμφορήσας τὴν ἀρίστην γνώμην ἑλοῦ.
κίνησον αὖθις ἔασον τὸ ἀπορούμενον· ἔπειτα πάλιν ἀνασκοπεῖν καὶ οἷον ἀνοίγειν ἀποπείρω. τὸ γὰρ ἀναζυγοῦν ἐστι τὸ ἔξωθεν ἀνοίγειν τὴν θύραν. ἔνιοι δέ· ζυγώθρισον: συνάρμοσον, σύμπλεξον.
κίνησον αὖθις ἀντὶ τοῦ «δεύτερον καὶ τρίτον ἐπίστησον περὶ τῶν αὐτῶν».
ζυγώθρισον ζυγοστάτησον, κίνησον, ἴσωσον.
ζύγωθρον καλεῖται ὁ κόραξ, καὶ ἐπιζυγῶσαι τὸ κλεῖσαι, καὶ ἀναζυγῶσαι τὸ ἀνοῖξαι.
ζυγώθρισον συνάθροισον.
ὡς ἐνθυμηθεὶς ἀνίσταται καὶ βοᾷ.
ἐπίδειξον εἰπέ· ὅθεν καὶ ἐπίδειξις.
δὴ …
διαβάλλονται οἱ Θετταλοὶ ὡς γόητες. καὶ μέχρι νῦν δὲ φαρμακίδες παρʼ ἡμῖν αἱ Θετταλαὶ καλοῦνται. φασὶ δέ, ὅτι Μήδεια φεύγουσα κίστην ἐξέβαλε φαρμάκων ἐκεῖ καὶ ἀνέφυσαν.
γυναῖκα φαρμακίδʼ εἰ πριάμενος ἕως νῦν τὰς φαρμακίδας Θετταλὰς καλοῦσιν.
Θετταλὴν Ἀττικοὶ βαρύνουσιν οἱ κατὰ Μένανδρον, ὡς δαμάλην.
ἐς λοφεῖον στρογγύλον τὴν τοῦ κατόπτρου θήκην. ἢ τὴν θήκην τοῦ λόφου τῆς περικεφαλαίας. περιφερὴς δὲ αὕτη.
ὥσπερ κάτοπτρον ὁ γὰρ τῆς σελήνης κύκλος στρογγυλοειδής, καθάπερ καὶ τὰ ἔσοπτρα. καί φασι τοὺς περὶ τὰ τοιαῦτα δεινοὺς οὕτω κατάγειν τὴν θεόν. ἔστι δὲ καὶ Πυθαγόρου παίγνιον διὰ κατόπτρου τοιοῦτον. πληροσελήνου τῆς σελήνης οὔσης εἴ τις εἰς ἔσοπτρον ἐπιγράψειεν αἵματι ὅσα βούλεται, καὶ προειπὼν ἑτέρῳ σταίη κατόπιν αὐτοῦ δεικνὺς πρὸς τὴν σελήνην τὰ γράμματα, κἀκεῖνος ἀτενίσας πλησίον εἰς τὸν τῆς σελήνης κύκλον ἀναγνοίη πάντα τὰ ἐν τῷ κατόπτρῳ γεγραμμένα ὡς τῇ σελήνῃ ἐγγεγραμμένα.
εἰ μηκέτʼ ἀντέλλοι σελήνη πρὸς τὸ εἰρημένον ὑπʼ αὐτοῦ ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας.
τίη τί δή: παράλληλα. καὶ παρʼ Ὁμήρῳ τίη τί δὴ λείπεσθε φέριστοι;
ἀργύριον δανείζεται: οὕτως ἡ γραφὴ «ἀργυρίων» πληθυντικῶς παρὰ Φρυνίχῳ κεῖται. ὅτι οἱ κωμικοὶ πληθυντικῶς φασιν, οἱ δὲ ῥήτορες ἑνικῶς. καὶ Σώφρων πληθυντικῶς ἀργυρίων δεήσῃ.
τἀργύριον γρ. ἀργυρίων.
εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη εἰ κατηγοροίη πέντε σε δυναμένη ζημιῶσαι τάλαντα, ἀττικῶς δὲ τοῦ ἀριθμοῦ τὸ ε ἐφύλαξεν.
ὅπως ἀντὶ τοῦ «ποίῳ τρόπῳ».
ὅπως ὅπως τοῦτο ὡς σκεπτόμενος.
ἴλλε ἀπόκλειε, ἔφελκε. ὅθεν «ἰλλάσιν».
ἀποχάλα ἐνδίδου καὶ ἐπάφιε.
ζωΰφιον, ᾧ χρῶνται εἰς παιδιὰν οἱ παῖδες. ὃ τοῖς ἄνθεσιν ἐπικαθέζεται, οἱ δὲ παῖδες λίνον τοῦ ποδὸς ἐξαρτῶντες καὶ ξυλίφιον, ὃ οὐκ ἐξισχύουσιν ἀνακουφίσαι, εἰς τὸν ἀέρα ἀφιᾶσιν ἔχοντες ἐξουσίαν πάλιν αὐτὰς κυνηγετῆσαι.
μηλολόνθην τοῦ ποδός εἶδος ζωϋφίου τινὸς παρὰ τὸν κάνθαρον, ὃ τοῖς ἄνθεσιν ἐπικαθέζεται. ταύταις οὖν εἰς παιδιὰν ἐχρῶντο Ἀθήνησι παῖδες λίνον τοῦ ποδὸς ἐξαρτῶντες καὶ ξυλήφιον, ὅπερ οὐκ ἐξισχύουσιν ἀνακουφίσαι εἰς τὸν ἀέρα, ἔχοντες ἐξουσίαν πάλιν αὐτὰς κυνηγετῆσαι.
μηλολόνθην: τινὲς λέγουσιν, ὅτι ζωΰφιόν ἐστι χρυσίζον κανθάρῳ ὅμοιον, ὃ λαμβάνοντες οἱ παῖδες ἀποδεσμοῦσι λίνῳ καὶ ἐκπεταννύουσιν. οὕτως οὖν, φησί, δῆσόν σου τὴν γνώμην, ἵνʼ, ὅταν ἁρπάσῃς ἐκ τοῦ ἀέρος τὴν γνώμην, πάλιν ἐπισπάσῃ αὐτήν.
τὸν χρυσοκάνθαρον.
ἀφάνισιν ἀποφυγήν.
ὥστʼ αὐτὸν ὁμολογεῖν τὰ γὰρ καλὰ ἐπαινεῖ ὁ διδάσκαλος.
τὴν λίθον τὸν κρύσταλλον.
ὡς διὰ τοῦ κρυστάλλου δυναμένην ἐναύειν.
τὴν ὕαλον λέγεις κατασκεύασμά ἐστιν ὑάλου τροχοειδὲς παχὺ τοῦτο τεχνασθέν· ὅπερ ἐλαίῳ χρίοντες καὶ ἡλίῳ θερμαίνοντες προσάγουσι θρυαλλίδα καὶ οὕτως ἅπτουσιν. τοῦτο οὖν φησιν· εἰ ὑφάψαιμι διὰ τῆς ὑάλου καὶ προσαγάγοιμι τῇ δέλτῳ τὸ πῦρ τῇ τοῦ γραμματέως, ἀφανίσαιμι τὰ γράμματα τῆς δίκης.
ὅτι ὕαλος θηλυκῶς καὶ διὰ τοῦ α· διὸ τὸ χ.
Ὅμηρος οὐκ οἶδε τὸ ὄνομα, ἀλλὰ παρʼ αὐτῷ καὶ τοῖς ἀρχαίοις ἤλεκτρος μέν ἐστιν, ὕαλος δὲ οὔ.
φέρε τί δῆτʼ ἄν πῶς δὴ αὐτῇ χρήσαιο, ἄγε εἰπέ.
ὁ γραμματεύς ὁ γράφων τὰ λεγόμενα ἐν ταῖς δίκαις ὁ νῦν καλούμενος ἐξκέπτωρ.
ἐκτήξαιμι ἀντὶ τοῦ «ἐκλύσαιμι».
νὴ τὰς Χάριτας πάλιν ἑτέρῳ ὅρκῳ κέχρηται ὁ Σωκράτης.
νὴ τὰς Χάριτας: οὐχ ἁπλῶς ὄμνυσι κατὰ τῶν Χαρίτων. ὀπίσω γὰρ τῆς Ἀθηνᾶς ἦσαν γλυφεῖσαι αἱ Χάριτες ἐν τῷ τοίχῳ, ἃς ἐλέγετο ὁ Σωκράτης γλύψαι. τὸ γὰρ πρῶτον λιθογλύφος ἦν τὴν τέχνην. αἰνίττεται οὖν αὐτοῦ τοῦ Σωκράτους εἰς τὴν πρώτην τέχνην.
οἴμʼ ὡς ἥδομαι ὁ ἄγροικος ὡς ἤδη νενικηκὼς ἥδεται.
ὁ ἄγροικος ὡς ἤδη νενικηκὼς διὰ τὸ τῆς εὑρέσεως τοῦτο λέγει. ἔστι γὰρ καὶ ἐν τῇ συνηθείᾳ πολλάκις λεγόμενον τὸ οἴμοι χαίροντός τινος.
ᾆσμα εὐφροσύνης καὶ …
πεντετάλαντος δίκη διαγέγραπται: τὸ ε ἄτρεπτον τηρεῖται παρὰ τοῖς Ἀττικοῖς.
διαγέγραπταί κατέξυσται, ἀνῄρηται ἀπὸ τῆς τοῦ γραμματέως δέλτου, ὅπου αἱ δίκαι ἀνεγράφοντο καὶ αἱ εἰσαγωγαὶ τῶν δικῶν.
ἀποστρέψαις ἀποφύγοις.
ἀντιδικῶν ἀντὶ τοῦ «κατηγορῶν καὶ ἐναντιούμενος».
ὀφλήσειν καταδικασθῆναι.
λείπει τὸ σοί.
μὴ παρόντων μαρτύρων σοι δηλονότι.
τοῖς γὰρ γραψαμένοις καὶ μὴ ἀποδεικνύουσιν ἐπεβάλλετο χρηματικὴ ζημία. καὶ εἰ μὴ κατὰ τὸ ὡρισμένον ἐξέτισεν, ὑπερήμερος γενόμενος ἀπεδίδου τετραπλοῦν. οἱ δὲ μὴ ἔχοντες τῖσαι καθείργνυντο εἰς τὸ δικαστήριον. πολλοὶ δὲ τοῦτο πεπόνθασι καὶ ὁ τοῦ ῥήτορος Ἀριστογείτονος πατήρ.
φαυλότατα εὐκολώτατα καὶ εὐχερῆ.
νὴ τοὺς θεοὺς ἔγωγʼ λείπει τὸ καλῶς λέγω.
ὑθλεῖς ἀντὶ τοῦ «διόλου φλυαρεῖς». ὕθλος γὰρ ὁ φλύαρος.
ἄπερρʼ: ἀντὶ τοῦ «φθάρηθι».
ὁτιὴ τί ἀντὶ τοῦ «διὰ τί δή». τὸ δὲ «ὅτι» περιττόν.
ἀνακρίνει αὐτὸν εἰ μέμνηται.
τίς ἦν ἐν ᾗ ματτόμεθα ὡς ἐπιλαθόμενος ἵσταται ἀναπολήσων. τὴν κάρδοπον δὲ θέλει εἰπεῖν.
τὴν κάρδοπόν φησιν. ὥσπερ ἐπιλαθόμενος ταῦτα λέγει.
ἐπιλησμότατον ἔδει εἰπεῖν ἐπιλησμονέστατον. Ἄλεξις δὲ «ἐπιλήσμη» φησί, Κρατῖνος «ἐπιλῆσμον».
σκαιότατον ἀπαίδευτον.
ἀπογαρολοῦμαι ὑπερβατόν. ἀπολοῦμαι γάρ.
τὴν γλῶτταν στρέφειν καὶ ποικίλον ἐν τῷ λέγειν καθεστηκέναι.
γλωττοστροφεῖν ποικίλως λαλεῖν.
ἐκστρέφειν τὰ πράγματα καὶ εὐπορεῖν ἐν τῷ λέγειν
ἐπιτρέπεις ἀντὶ τοῦ «συγχωρεῖς».
εὐσωματεῖ γὰρ καὶ σφριγᾷ: ἐκ τοῦ ἐναντίου συγκατατίθεται· δέον γὰρ ἂν μανθάνειν τοιοῦτον ὑγιαίνοντα. εἰ μὴ ἄρα τοῦτο λέγει· ὅτι φοβοῦμαι αὐτόν.
ἀντὶ τοῦ «ἰσχυρότερός μου ἐστὶ τὸ σῶμα».
εὐπτέρων: τῶν τιμίων καὶ εὐγενῶν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ὀρνέων.
εὐπτέρων: ἀντὶ τοῦ «εὐγενῶν». ἀπὸ τῶν ὀρνέων.
κούφων, ὧν ὁ λογισμὸς ἵπταται.
ἢ τῶν μετεώρων καὶ ὑπερηφάνων ἢ ἐπηρμένων.
ὡς δραπέτας αὐτοὺς διαβάλλει.
τὴν Κοισύραν τὴν Μεγακλέους ἀστεϊζόμενος ὡς δραπέτας αὐτῆς αὐτοὺς διασύρειν θέλει.
εὐπτέρων τῶν Κοισύρας φρονουσῶν τὰ Κοισύρας· ἀντὶ τοῦ «μέγα φρονουσῶν».
πρὸς τὸν Σωκράτην φησίν.
ἆρά γʼ αἰσθάνει: κορωνὶς καὶ διπλῆ, ὅτι ἕπεται περίοδος ἐκ τῶν ιαʹ κώλων ἑπτάκωλος ὁμοία τῇ προαποδεδομένῃ καὶ ποιοῦσα τὸ τέλος μεσῳδικὴν τετράδα. ἔστι δὲ αὐτῆς τὸ τέλος κῶλον ζʹ καὶ φανερῶς ἐπηρμένου, ὑφʼ ὃ βʹ διπλαῖ· ἔστι γὰρ τὸ λοιπὸν τρίκωλον ἐφʼ ἑαυτοῦ. τούτων δὲ τὸ πρῶτον καὶ δεύτερον χοριαμβικὸν δίμετρον ἀκατάληκτον καὶ καταληκτικόν. τὸ γʹ ἰαμβικὸν πενθημιμερές. τὸ δʹ ἀπὸ ἰαμβικῆς βάσεως εἰς χοριαμβικήν. τὸ εʹ καὶ ϛʹ ὁμοίως τοῖς πρώτοις. τὸ ζʹ ἀπὸ χοριαμβικῆς βάσεως εἰς ἰαμβικήν. τὸ ηʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ θʹ χοριαμβικὸν δίμετρον. τὸ ιʹ χοριαμβικὸν ἑφθημιμερές.
αʹ χορίαμβος δίμετρος ἀκατάληκτος. βʹ χορίαμβος δίμετρος καταληκτικός. γʹ ἴαμβος πενθημιμερής. δʹ ἀπὸ ἰάμβου βάσεως εἰς χορίαμβον. εʹ ἴαμβος δίμετρος καταληκτικός. … ἴαμβος δίμετρος ἀκατάληκτος. ζʹ ἀπὸ χοριάμβου βάσεως εἰς ἴαμβον. ηʹ χοριαμβικὸν τρίμετρον ἀκατάληκτον. … ιʹ χορίαμβος ἑφθημιμερής.
αἰσθάνῃ πρὸς τὸν Σωκράτη φησὶν ὁ χορός.
διʼ ἡμᾶς: τὸ ἑξῆς «διʼ ἡμᾶς μόνας θεῶν».
ἅπαντα δρᾶν: μισθούς σοι χορηγεῖν, οὓς ἐὰν βούλῃ.
ἐπηρμένου ἀναπεπεισμένου.
ἀπολάψεις «ἀπολέψεις» ἀπολεπίσεις. ἐὰν δέ, ὡς ἐν τοῖς πολλοῖς, «ἀπολάψεις», ἐκπίῃ· ἀπὸ τῶν κυνῶν ἡ μεταφορὰ καὶ ὅσα λάπτοντα πίνει. καταστρέφει δὲ εἰς τὸ ἀποκερδανεῖς ἢ ἀφαρπάσεις ἢ ἀποσπάσεις. καὶ Ὅμηρος λάψοντες γλώσσῃσιν.
ἕως οὗ ἐπιθυμεῖ πράξειν τὸν μισθόν.
φιλεῖ γάρ πως: ἔθος ἔχει, συμβαίνει γὰρ ἄλλως ἀποβαίνειν ἢ προσδοκᾷ τις. ἀντὶ τοῦ «εὐμετάβλητοί εἰσιν οἱ ἐξ ἐπιθυμίας ἀλόγου τισὶ συμβαλόντες». εὐμετάβολοι γὰρ αἱ τῶν τοιούτων ἀνδρῶν γνῶμαι.
ἀσύμβουλοι, φησίν, εἰσὶ καὶ ταχέως μεταβαλλόμενοι οἱ ἐξ ἐπιθυμίας ἀλόγου ἐπὶ τὰ μαθήματα ἀγόμενοι.
ἕτερα ἄλλως.
οὔ τοι μὰ τὴν Ὀμίχλην: διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους οεʹ, ὧν τελευταῖος πρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται.ἔστι δὲ καὶ ὁ πρεσβύτης προελθὼν μετὰ τοῦ υἱοῦ καὶ διαλεγόμενος μετʼ αὐτοῦ διὰ τὸ μὴ βούλεσθαι φιλοσοφεῖν.
ὡς μύστης γεγενημένος τῶν φιλοσόφων τὴν Ὀμίχλην ὄμνυσι μιμούμενος αὐτούς.
ἀλλʼ ἔσθιʼ ἐλθὼν ὡς ἅπαντα καταφαγόντος τοῦ Μεγακλέους.
τοὺς … κίονας: ὡς εἰ ἔλεγε τὸν πλοῦτον.
τοὺς … κίονας ἐμφαίνει διὰ τούτων, ὅτι οὐδὲν αὐτῷ κατελείφθη, εἰ μὴ ἡ αὐλὴ Μεγακλέους. λέγεται γὰρ πάντα κατανηλωκὼς καταλελοιπέναι τοὺς λίθους τῆς οἰκίας. αἰνίττεται οὖν εἰς τὴν ἀσωτίαν τοῦ υἱοῦ, ὅτι πάντα κατανάλωσεν αὐτοῦ, καὶ οὐδὲν ἔτι καταλείπεται.
κίονας: ἀντὶ τοῦ «τοὺς λίθους τῆς Μεγακλέους οἰκίας». οὗτοι γὰρ μόνοι κατελίπησαν αὐτῷ πάντα καταφαγόντι.
Δία Σύμμαχός φησιν ἐκτείνεσθαι τὸ α τοῦ Δία ἀττικῶς.
εἴ γε καὶ αὐτὸς ἐπὶ τούτοις ἐπετιμήθη παρὰ Σωκράτους. ταὐτὰ δὲ πειρᾶται τὸν υἱὸν διδάσκειν, καταγελᾷ δὲ αὐτοῦ ὡς μὴ δεόντως τὸν Δία ὀμνύντος μηδὲ δέον νομίζεσθαι.
ὄντα τηλικουτονί ἀντὶ τοῦ «τελείαν ἔχοντα τὴν ἡλικίαν καὶ ὀφείλοντα πάντα εἰδέναι».
ἀρχαϊκά μωρά, εὐήθη, λῆρα.
εἰδῇς μάθῃς.
ὅπως δὲ τοῦτο μὴ διδάξῃς ὡς ἐπὶ τῶν φθονούντων διδασκάλων.
ὡς καὶ αὐτὸς παρηγγέλθη νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.
ἰδού πλησιάσας αὐτῷ φησι τὸ «ἰδού».
ἐξεληλακώς διώξας.
αἰβοῖ γελῶν λέγει τὸ «αἰβοῖ». ἔστι δὲ ἐπίρρημα σχετλιαστικόν.
Σωκράτης ὁ Μήλιος παρʼ ἱστορίαν. Ἀθηναῖος γὰρ ὁ Σωκράτης· ἀλλʼ ἐπειδὴ Διαγόρας Μήλιος ὢν διεβάλλετο ὡς θεομάχος, καὶ τὸν Σωκράτην δὲ ὡς ἄθεον διαβάλλει, διὰ τοῦτο αὐτὸν Μήλιον ἔφη.
ὁ Μήλιος ἀντὶ τοῦ «ὁ ἀσεβής». Ἀρισταγόρου γὰρ τοῦ Μηλίου μαθητὴς ὁ Σωκράτης. διεβέβληντο δὲ ἐπʼ ἀθεΐᾳ οἱ Μήλιοι ἀπὸ Διαγόρου, ὃς χρήματα παραθέμενός τινι καὶ ἀποστερηθεὶς εἰς ἀθεΐαν ἐτράπη· ἢ διότι Μῆλον ἐπολέμησαν Ἀττικοί.
Ἀρισταγόρας ἐγένετο Μήλιος διθυραμβοποιός, ὃς τὰ ἐν Ἐλευσῖνι μυστήρια ἐξορχησάμενος καὶ ἐξειπὼν ἀσεβέστατος ἐκρίθη. ἀπʼ ἐκείνου οὖν τοὺς Μηλίους ἐπὶ ἀσεβείᾳ κωμῳδοῦσιν.
οἱ δέ, ἐπειδή τις Ἀρισταγόρας διθυραμβοποιὸς Μήλιος ἐξωρχήσατο τὰ Ἐλευσίνια.
οἱ δὲ Μήλιον τὸν καταπραΰνοντα τῇ διδαχῇ τὰς ψυχὰς τῶν μηλίων.
τινὲς ἐξεδέξαντο «τὸν τὰς τῶν εἰσιόντων ψυχὰς ὀξύνοντα πρὶν εἰσελθεῖν ἠγριωμένας». ἀπὸ μεταφορᾶς τῶν ἀλόγων θηρίων· μῆλα γὰρ τὰ θρέμματα.
οἱ δὲ τὸν κομῶντα, τὸν δασύν.
οἱ δὲ εἰς τὸ δασὺ καὶ αὐχμηρὸν νοοῦσιν αὐτό.
οἱ δὲ παρέλαβον οὕτως· ὡς Διαγόρας ὁ Μήλιος, ὃς τὸ μὲν πρότερον ἦν θεοσεβής, παρακαταθήκην δὲ ὑπό τινος ἀφαιρεθεὶς ἐπὶ τὸ ἄθεος εἶναι ἔδραμεν· ἐφʼ οὗ οἱ Ἀθηναῖοι ἀγανακτήσαντες τὴν Μῆλον ἐκάκωσαν.
Διαγόρας γέγονέ τις βλάσφημος ἐπὶ τὸ θεῖον Μήλιος. καί ποτε, φασίν, ἐν πανδοκείῳ εὑρεθεὶς καὶ μὴ εὑρὼν ξύλα, ἀλλʼ ἄγαλμα Ἡρακλέους· ἄγε, φησίν, ὦ Ἡράκλεις, τρισκαιδέκατον ἡμῖν ἆθλον ἐπιτέλεσον, καὶ ἕψησον τὴν φακήν.
τὰ ψυλλῶν ἴχνη λέγει γινώσκειν τὸν Χαιρεφῶντα διὰ τὴν ζήτησιν ψύλλαν ὁπόσους ἅλοιτο τοὺς αὐτῆς πόδας.
μανιῶν ἀττικῶς ἀντὶ τοῦ «τῆς μανίας».
χολῶσιν μαινομένοις.
εὐστόμει εὐφήμει ἢ σιώπα.
μηδὲν εἴπῃς περὶ αὐτῶν βλάσφημον.
ἀντὶ τοῦ «κακόν».
δεξιούς λείπει ἡ εἰς.
δεξιούς εἰς δεξιούς.
ὧν ὑπὸ τῆς φειδωλίας ὡς κομῶντας διαβάλλει τοὺς φιλοσόφους. ταῦτα δὲ ἐποίουν οἱ φιλόσοφοι διὰ καρτερίαν. ὁ δέ φησιν, ὅτι οὐ διὰ καρτερίαν καὶ ἀρετὴν τοῦτο ἐποίουν, ἀλλὰ διὰ σμικρολογίαν.
ἃ γοῦν ἀπʼ ἐγκρατείας ἐποίουν οὗτοι, οὗτος ἀπὸ φειδωλίας φησίν.
δοκῶν ἐπαινεῖν ψέγει. ἀντὶ γὰρ τοῦ εἰπεῖν «καρτερίας» εἶπε «φειδωλίας».
ἤδη γὰρ ὥσπερ τεθνεῶτός μου καταλούει.
καταλούει μου τὸν βίον: δαψιλῶς ἀναλίσκεις μου τὸν βίον. ἐκ μεταφορᾶς τῶν ἐκχυνομένων ὑδάτων ἐν τοῖς βαλανείοις.
καταλούει καταναλίσκεις εἰς λουτρά.
ἐντρυφᾷς· ὡς καὶ τοῦ βαλανείου διὰ τὴν τρυφὴν ὄντος.
εἰς τρυφὴν καταναλίσκεις.
ἐπεὶ ἔθος ἦν μετὰ τὴν ἐκκομιδὴν τοῦ νεκροῦ λούεσθαι τοὺς κατʼ οἶκον καθαρμοῦ χάριν.
καταλούει μου τὸν βίον ἔθος ἦν μετὰ τὸ ἐκκομισθῆναι τὸ σῶμα καθαρμοῦ χάριν ἀπολούεσθαι τοὺς οἰκείους τοῦ τεθνεῶτος.
τὴν κατά πρόθεσιν εἰς ἐπίτασιν παραλαμβάνουσιν, ὡς ἐπὶ τοῦ καταφαγεῖν. οὕτως δὲ ἐπὶ τοῦ «καταλούει μου τὸν βίον».
βίον τὴν περιουσίαν.
ἀντὶ τοῦ «ἀληθῶς, πάνυ». οὕτω λέγει ἐπὶ τοῦ ἐπιρρηματικοῦ.
ἄληθες: ἐὰν μὲν προπαροξυτόνως, αὐτὸ τὸ ἀληθὲς λέγει· ἐὰν δὲ ὀξυτόνως, τὸ πρᾶγμα δηλοῖ τὸ μετέχον τῆς ἀληθείας.
παχύς ἀναίσθητος, ἀνόητος.
παχύς: εἰς τὸ νοεῖν.
καθʼ ἑαυτόν φησι ταῦτα ὁ Φειδιππίδης.
πότερον παρανοίας: οἷον πρὸς τὸν πατέρα δικάσομαι, καὶ δείξας αὐτὸν μαινόμενον οὕτω τὴν μανίαν παύσω;
καταγαγὼν ἕλω ἀντὶ τοῦ «εἰς τὸ δικαστήριον εἰσαγαγὼν κατηγορήσω αὐτοῦ ὡς παραφρονοῦντος».
ἢ τοῖς σοροπηγοῖς τουτέστι τοῖς ποιοῦσι σοροὺς τοῖς νεκροῖς. χλευάζει δὲ τὸν πατέρα ὡς πρεσβύτην καὶ γειτονεύοντα τῷ θανάτῳ.
τοῖς σοροπηγοῖς τοῖς τὰς σοροὺς τῶν ἀποθνησκόντων ποιοῦσιν. τουτέστιν ἄλλην ἴασιν οὐχ ἕξει ἢ τὸν θάνατον, καὶ δέον αὐτῷ τὰ πρὸς τὴν ταφὴν ἐπιτήδεια κατασκευάζειν.
ἵνα ποιήσωσιν αὐτῷ σορὸν δηλονότι ἐγγὺς ὄντι τοῦ ἀποθανεῖν.
τουτονὶ ἀλεκτρυόνα ἐκφέρει καὶ ἀλεκτρύαιναν.
ἀντὶ τοῦ «οὕτω καλέσῃς».
παρὰ τοὺς γηγενεῖς διὰ τὸ ὠχροὺς καὶ νεκρώδεις εἶναι. ἢ ἀσεβεῖς καὶ θεομάχους, διὰ τοὺς γίγαντας· οὗτοι γὰρ θεομάχοι. διαβάλλει δὲ αὐτοὺς ὡς θεομάχους.
ὑπὸ τοῦ πλήθους τῶν ἐτῶν ὑπὸ τοῦ γήρως. προεῖπε γὰρ πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺςλόγων ἀκριβῶν σκινδαλμοὺς μαθήσομαι;
καταπεφρόντικα εἰς τοὺς φροντιστὰς ἀνάλωσα· ὡς εἰ ἔλεγε «καταπεφρόνηκα».
παρʼ ὑπόνοιαν ἀντὶ τοῦ «καταπεφρόνηκα» ὑπὸ φιλοσοφίας «εἰς τοὺς φροντιστὰς ἠνάλωσα» λέγων.
εἰς τὴν παίδευσιν καταδεδαπάνηκα.
ὥσπερ Περικλέης: Περικλῆς πολλῶν ὄντων χρημάτων ἐν τῇ ἀκροπόλει εἰς τὸν πόλεμον τὰ πλεῖστα ἀνάλωσεν. φασὶ δέ, ὅτι καὶ λογισμοὺς διδοὺς τάλαντα κʹ ἁπλῶς εἶπεν εἰς τὸ δέον ἀναλωκέναι. φησὶ δὲ Ἔφορος, ὅτι μετὰ ταῦτα μαθόντες οἱ Λακεδαιμόνιοι Κλεανδρίδην μὲν ἐδήμευσαν, Πλειστοάνακτα δὲ ιεʹ ταλάντοις ἐζημίωσαν ὑπολαβόντες δωροδοκήσαντας αὐτοὺς φείσασθαι τῆς λοιπῆς Ἀθηναίων γῆς τοὺς περὶ τὸν Περικλέα, ἵνα γυμνῶς εἴπῃ· ὅτι δέδωκα τοῖς Λακεδαιμονίων βασιλεῦσι τόδε.
εἰς τὸ δέον ἀπώλεσα Περικλῆς Ἀθηναίων στρατηγὸς χρήματα τοῦ δημοσίου λαβὼν εἰς τὸ κατασκευάσαι ὁλόχρυσον ἄγαλμα τῇ Ἀθηνᾷ, ἐλεφάντινον ποιήσας τὰ πολλὰ ἐσφετερίσατο συμποιησάμενος μετὰ Φειδίου τοῦ πλάστου. κατακρινόμενος δέ, ὡς πλεῖστα ἀνηλώκει, ἔφασκεν εἰς τὸ δέον ἀνηλωκέναι. ἐξ ἐκείνου δὲ καὶ αὕτη γέγονεν ἡ παροιμία. εἰ γάρ τι ἦν τις ἀναλώσας καὶ ἠρωτᾶτο, ποῦ ἀνηλώθη, ὑπὸ μεγαλονοίας ἔλεγεν εἰς τὸ δέον ἀνηλωκέναι.
ὁ Περικλῆς τοῖς ἐφόροις Λακεδαιμονίων Κλεανδρίδῃ καὶ Πλειστοάνακτι χρήματα δέδωκεν ὑπὲρ προδοσίας. καὶ τούτων ἀπαιτούμενος ὑπὸ τῆς πόλεως λόγον, οὐκ ἀξιῶν ἑαυτόν τε καὶ τοὺς Λακεδαιμονίους καταισχύνειν ἔλεγεν εἰς δέον ἀνηλωκέναι. τοῦτο δὲ γνόντες Λακεδαιμόνιοι τὸν μὲν Κλεανδρίδην ἐφόνευσαν, τὸν δὲ Πλειστοάνακτα πεντεκαίδεκα ταλάντοις ἐζημίωσαν οἰηθέντες αὐτοὺς διὰ τοῦτο φείσασθαι τῆς λοιπῆς Ἀθηναίων γῆς.
ὥσπερ Περικλέης Περικλῆς Ἀθηναίων στρατηγὸς λόγον ἀπαιτούμενος ὑπὲρ χρημάτων καὶ δεδωκὼς χρήματα Κλεάνδρῳ τῷ ἁρμοστῇ Λακεδαιμονίων ἐπὶ προδοσίᾳ τοῦτο οὐκ ἐδήλου, ἀλλʼ εἰς τὸ δέον ἔλεγεν ἀναλῶσαι ταῦτα.
ἀλλʼ ... ἴωμεν τρίτον τὸ αὐτό φησι προτρεπόμενος τὸν υἱόν.
προτρεπόμενος αὐτὸν τρίτον τὸ αὐτὸ λέγει.
εἶτα τῷ πατρὶ πειθόμενος ἐξάμαρτε ἀντὶ τοῦ «ἔχεις ἀπολογίαν, ὅτι τῷ πατρὶ πειθόμενος ἐξήμαρτες».
ὠφελήθητι καὶ ἁμάρτανε διʼ ἐμέ.
τοι τὸ «τοι» ἀντὶ τοῦ «δή».
ἑξέτει οὕτω βαρέως Ἀττικοί.
οὕτως Ἀττικοὶ βαρύνουσιν «ἑξέτει».
τραυλίσαντι ψελλίσαντι, ἄσημον ἀφέντι φωνήν.
τραυλίσαντι ἀντὶ τοῦ «ψελλίζοντι, ἄσημον φωνὴν προϊέντι.»
ἡλιαστικόν: ἀντὶ τοῦ «ἐκκλησιαστικόν». οὐχ ἵστατο δὲ τῶν δικαστῶν ὁ μισθός.
Διασίοις ἑορτὴ τοῦ Διός.
Διασίοις ἁμαξίδα Διάσια ἑορτὴ τοῦ Διὸς παρʼ Ἀθηναίοις. ἁμαξὶς δὲ πλακοῦντος εἶδος, ἣν νῦν κοπτήν φαμεν. Σύμμαχος δὲ τὸ μικρὸν ἁμάξιον. ταῦτα γὰρ τοῖς παιδίοις ἠγόραζον.
ἁμαξὶς τὸ μικρὸν ἁμαξίδιον. ἢ πλακοῦντος εἶδος, ἣν νῦν κοπτήν φαμεν.
ἦ μὴν σὺ τούτοις προαναφωνεῖ αὐτῷ ἃ μέλλει ποιῆσαι.
ἀχθέσῃ ἀντὶ τοῦ «λυπηθήσῃ ποτέ», ἐὰν μάθω δηλονότι.
τοῦτο λέγει πεισθεὶς τῷ πατρί· διὸ καὶ ὁ πατὴρ ἐπιφέρει εὖ γʼ ὅτι ἐπείσθης.
νηπύτιος γάρ ἐστʼ ἔτι νήπιος γάρ ἐστιν. ἐπεκτείνει δὲ τὸ ὄνομα ὁ Σωκράτης, ἵνα καταπλήξῃ τὸν νεώτερον νῦν εἰσελθόντα.
νηπύτιος καὶ μωρός· ἀπὸ τοῦ «νήπιος» νηπύτιος κατὰ παραγωγήν.
ἐφʼ ὧν κρέμανται οἱ φιλόσοφοι.
καὶ τῶν κρεμαθρῶν λέγει τῶν ὀργάνων τῶν ἀστρονομικῶν καὶ γεωμετρικῶν.
κρεμάθρα γὰρ ἐν τῷ φροντιστηρίῳ οὕτω μὲν εἰ κρεμαστῶν γράφεται.
ἐπεὶ αὐτὸς ἐπὶ τῆς κρεμάθρας ἦν.
ἀλλὰ σὺ αὐτὸς τρίβων ἂν εἴης ἐκ τῶν κρεμαστρῶν δηλονότι. τετριμμένος ἂν εἴης ἀεὶ κρεμάμενος.
ἰδοὺ κρέμαιό γε: διέλκων ὁ Σωκράτης τὴν φωνὴν ἔριν μιμούμενος ὅτι κακῶς τῷ στόματι εἶπε τὸ «κρέμαιό γε».
ὡς ἀτάκτως εἰπόντος τοῦ Φειδιππίδου.
ἰδοὺ κρέμαιο τὴν φωνὴν μιμούμενος ὁ Σωκράτης φησίν.
ἠλίθιον μωρῶς, ἀπαιδεύτως, ἀνοήτως.
ὡς ἠλίθιον: ὡς μωρὸν καὶ ἀπαίδευτον καὶ ἀνόητον.
καὶ τοῖσι χείλεσι διερρυηκόσι: διακεχηνόσι τοῖς χείλεσιν.
διερρυηκόσιν κεχαλασμένοις καὶ κεχηνόσιν, οὐ συνεστραμμένοις.
κλῆσιν: τὴν μαρτυρίαν.
χαύνωσιν: λύσιν τῶν δικῶν.
ἀναπειστηρίαν: οἵαν ἀπατᾶν καὶ κενῷ ῥήματι ἀναπείθειν τοὺς ἀκούοντας. παρὰ τὸ πείθειν τὴν δίκην.
ἀναπειστηρίαν: δυναμένην πείθειν τοὺς ἀκούοντας.
ἢ χαύνωσιν ἀναπειστηρίαν ὥστε χαυνῶσαι καὶ ἀναπεῖσαι τοὺς ἀντιδίκους.
ἀξιοπιστεύονται ἀεὶ οἱ διδάσκαλοι λέγοντες· ἔλαττον τοσοῦδε οὐ λαμβάνων ἐπὶ τούτῳ τῷ ἀναγνώσματι. καὶ ἐπαγγέλλονται προνοήσασθαι τῶν καινῶν μαθημάτων ὅσων προνοοῦσι μάλιστα.
Ὑπέρβολος ὡς ἀπαίδευτον τοῦτον κωμῳδεῖ καὶ ὀψιμαθῆ.
θυμόσοφός ἀντὶ τοῦ «εὐφυής, εὐμαθής».
ἐκ τοῦ ἰδίου θυμοῦ σοφός, καὶ οὐκ ἐκ μαθήσεως.
θυμόσοφός ἐστι ἐκ φύσεως ἔχει τὴν σοφίαν.
δεικτικῶς φησιν ἀντὶ τοῦ «μικρόν».
ἔπλαττεν ἔνδον οἰκίας ἀντὶ τοῦ «ἀπὸ πηλοῦ οἰκίας ἐποίει».
δερματίνας ἁμάξας ἐποίει.
οἷα εἰώθασιν οἱ παῖδες ποιεῖν.
κἀκ τῶν σιδίων ἐκ τῶν λεπύρων τῶν ῥοιῶν.
ἐκ μὲν τῶν δερμάτων τροχοὺς καὶ ἁμάξια, ὅταν δὲ καταφάγωσι τὰ ἐντός, ἐκ τῶν λεπύρων βατράχους γλύφουσιν.
τὰ παιδία ἐκ μὲν τῶν δερμάτων περιέτεμνε τροχοὺς καὶ ἁμάξια, ἐκ δὲ τῶν ῥοιῶν ὅταν καταφάγωσι τὰ ἐντός, ἐκ τῶν λεπύρων βατράχια γλύφουσιν.
πῶς δοκεῖς: θαυμάζων προφέρεται.
καθʼ ἑαυτόν. βούλεται δὲ αὐτὸν ἐκ παιδὸς ἀποδεῖξαι εὐφυᾶ καὶ γλύφειν ἀστείως δυνάμενον.
ἐὰν δὲ μὴ οἷός τε ᾖ τοὺς δύο μαθεῖν.
τὸν ἄδικον μαθήσεται.
πάσῃ τέχνῃ παντὶ τρόπῳ.
αὐτὸς μαθήσεται τοὺς παρόντας τρεῖς στίχους τινές φασι πάντας τὸν Σωκράτη λέγειν. ἀμέλει καὶ τὸ «μέμνησο» ἐσχηματισμένον πρὸς τὸν Στρεψιάδην· ὅτι ποτὲ μαθὼν ὁ υἱός σου καὶ ἀντιλέγων τυπτήσει σε.
ἀντὶ τοῦ «αὐτοὶ οἱ λόγοι διδάξουσιν αὐτόν».
ἀπέσσομαι γρ. ἀπέρχομαι.
τοῦ χοροῦ τὸ πρόσωπον ἐκλέλοιπεν, ἐπιγραφὴ δὲ φέρεται «χοροῦ».
ἐπιγραφὴ ἐνταῦθα φέρεται «χοροῦ», ἐκλέλοιπε μέντοι.
χώρει δευρί ὁ κρείττων λόγος καὶ ὁ ἥττων διαλέγονται.
ὑπόκεινται ἐπὶ τῆς σκηνῆς ἐν πλεκτοῖς οἰκίσκοις οἱ λόγοι δίκην ὀρνίθων διαμαχόμενοι.
χώρει δευρί διπλῆ καὶ κορωνὶς ἀποχωρησάντων τῶν ὑποκριτῶν. μέλος δὲ τοῦ χοροῦ οὐ κεῖται, ἀλλὰ γέγραπται μὲν ἐν μέσῳ «χοροῦ». καὶ ἕπεται ἐν εἰσθέσει ἀναπαιστικὸν ἀμοιβαῖον τῶν ὑποκριτῶν. καὶ δὶς τὰ πρόσωπα οὐδὲ τελείας ἔχει τὰς συζυγίας. ἔστι δὲ τὰ πάντα κῶλα οδʹ, ὧν τὰ πρῶτα δʹ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα.
τοῦτο ἐκ τοῦ Τηλέφου Εὐριπίδου ἴθʼ ὅποι χρῄζεις· οὐκ ἀπολοῦμαι τῆς σῆς Ἑλένης οὕνεκα.
ἴθι, πορεύου.
ἀπολεῖς σὺ τίς ὤν; ἀναπαιστικὸν μονόμετρον.
ἀπολεῖς σὺ ἐρωτηματικῶς.
ἥττων ἄδικος.
ἀλλά ἥττων μέν εἰμι.
ἀλλά εἰ καὶ ἥττων εἰμί, ὅμως.
σοφὸν δίκαιον.
γνώμας καινὰς ἀντὶ τοῦ «τρόπους καινούς».
ταῦτα γὰρ ἀνθεῖ τοῦτο λέγει ὡς παρορωμένου τοῦ δικαίου παρʼ Ἀθηναίοις· διὸ καὶ «ἀνοήτους» αὐτοὺς εἶπεν.
ἀνατρέψω ποιήσω δοκεῖν τὰ δίκαια ἄδικα.
δίκην ἀντὶ τοῦ «δίκαιον».
οὐκ εἶναι φῄς; δίκην.
φέρε γάρ οὐ δηλονότι.
παρὰ ἐν.
τοὺς θεούς τοῖς θεοῖς.
δίκης δικαιοσύνης.
οὐκ ἀπόλωλε οὐ διεφθάρη.
τὸν πατέρʼ αὑτοῦ δήσας ὅτι παιδοκτόνος ἦν.
αἰβοῖ τουτὶ καὶ δὴ γελᾷ ὁ δίκαιος.
χωρεῖ προκόπτει. κινεῖται, ὁρμᾷ.
δότε μοι λεκάνην ὡς ναυτιῶν ὑπὸ τῆς ἐκείνου ψυχρολογίας τοῦτό φησιν.
λείπει τὸ «ἵνʼ ἐμέσω». χολὴ γάρ μοι ἐπιπλέει διὰ τὰ αὐτοῦ ῥήματα.
τυφογέρων ἐσχατόγηρως· ἢ ὑπερήφανος.
ἀνάρμοστος ἀνακόλουθος, μηδενὶ ἁρμοζόμενος, κακός, ἀπαίδευτος.
καταπύγων ἄτακτος, ἡταιρηκώς.
ἐμοὶ τὰ παρὰ σοῦ εἰρημένα ῥόδα ἐστίν.
κακοῦργος καὶ ἀναιδής. καθʼ ὁμοίωσιν τοῦ περὶ τοὺς βωμοὺς λοχῶντος θύματα ἐσθίειν· αἰτοῦσι γὰρ οὗτοι λαβεῖν τι.
βωμολόχος: ἀντὶ τοῦ «κακοῦργος, ἀσεβής». ἀπὸ τῶν λοχώντων τὰ ἐν τοῖς βωμοῖς ἐπιτιθέμενα θύματα· ἢ τοὺς θύοντας, ἵνα αἰτήσαντες λάβωσί τι.
κρίνεσι στεφανοῖς: τουτέστιν αἱ λοιδορίαι αἱ παρὰ σοῦ στέφανοί μοί εἰσιν ἐκ κρίνων.
οὕτως ἔκλινεν ὡς ἀπὸ τοῦ «τὸ κρίνος», ὡς τὸ τεῖχος. τινὲς δέ φασι μεταπλασμὸν αὐτὸν εἶναι.
μεταπλασμὸς τὸ «κρίνεσι»: κρίνοις γὰρ ἔδει.
κρίνεσι ἡ εὐθεῖα τὸ κρίνος.
χρυσῷ πάττων μʼ πλήρη ποιῶν σὺ ἐμὲ χρυσοῦ.
οὐ δῆτα πρὸ τοῦ γʼ πρὸ τοῦ χρυσοῦ. μολίβδῳ καὶ ἀτιμίᾳ ὡς νυνὶ μᾶλλον τῶν κακῶν ἀνθούντων. διὸ καὶ ἐκεῖνος ἐπιφέρει νῦν δέ γε κόσμος τοῦτʼ ἔστιν ἐμοί.
μολίβδῳ γρ. μολύββῳ· παλαιὸν γάρ ἐστιν.
τοῦτʼ ἤγουν τὸ τοιαῦτα ἀκούειν.
πολλοῦ πάνυ.
ἀρχαῖος λῆρος.
διὰ σὲ φοιτᾶν οὐδεὶς ἐθέλει τῶν μειρακίων τοῦ αὐτοῦ δεῖ πάντα εἶναι, τοῦ ἥττονος λόγου. οὐ θέλει γὰρ τὰ μειράκια, φησί, διὰ τὴν σὴν εὐήθειαν φοιτᾶν μαθησόμενα τὰ χρήσιμα μαθήματα.
λείπει τὸ πρὸς ἐμέ.
οὐχ ὡς ἄνω εἴρηται ὁ ἥττων, ἀλλʼ ὁ κρείττων ταῦτά φησιν. τοῖς γὰρ δικαίοις οὐδεὶς προσανέχει τῶν παίδων, ἀλλὰ μᾶλλον τοῖς ἀδίκοις καὶ ἀτάκτοις.
αὐχμεῖς αἰσχρῶς: ὁ ἄδικος λόγος φησίν. ἀντὶ τοῦ «ῥυπαρὸς εἶναι δοκεῖς». ὡς τοῦ δικαίου παρορωμένου.
εὖ πράττεις ἀντὶ τοῦ «εὖ λέγεις».
διαβάλλει τὸν Εὐριπίδην ὡς πτωχὸν εἰσενεγκόντα τὸν Τήλεφον, περὶ οὗ καὶ … κωμῳδεῖται.
τοῦτον γὰρ Εὐριπίδης ὡς πτωχὸν εἰσήγαγεν.
οἷον πτωχὸν Εὐριπίδης συσκευάζει τὸν Τήλεφον στρατηγὸν ὄντα Μυσίας μετὰ πηριδίου ἐλθόντα προσαίτην εἰς τὴν Ἑλλάδα καὶ τῆς Ἀγαμέμνονος αὐλῆς μόλις ποτὲ πυλωρὸν γεγονότα· διὸ καὶ κωμῳδεῖται.
γνώμας τρώγων πανδελετίους: ἀντὶ τοῦ εἰπεῖν «ἄρτους καθαροὺς ἢ ξηρούς» εἶπε «γνώμας» καινάς.
τρώγων σύ.
πανδελετίους: οὕτως εἶπεν· ἀντὶ ἄρτων τῇ πανουργίᾳ σιτούμενος. διαβάλλει δὲ τοὺς ῥήτορας ὡς ἐκ τῶν πτωχῶν πλουτοῦντας.
πανδελετίους: ἤτοι ζῶν ἀπὸ συκοφαντιῶν. Πανδέλετος γὰρ ῥήτωρ ἀθηναῖος καὶ συκοφάντης γνώμας καινὰς ἐφευρίσκων.
ἦν εἷς τῶν περὶ τὰ δικαστήρια διατριβόντων.
ὁ Πανδέλετος τῶν περὶ τὰ δικαστήριά ἐστι διατριβόντων δικαστῶν ἢ καὶ συκοφαντῶν, ἤγουν φιλόδικος καὶ γράφων ψηφίσματα.
πανδελετίους Πανδέλετος συκοφάντης καὶ φιλόδικος γράφων ψηφίσματα.
πανδελετίους δυστρόπους.
μέμνηται τοῦ Πανδελέτου καὶ Κρατῖνος Χείρωσιν. οὗτος καὶ ψηφίσματα ἔγραψεν.
λυμαινόμενον τοῖς μειρακίοις ἀντὶ τοῦ «ἐνυβρίζοντα».
οὕτως αὐτοῖς σύνηθες συντάσσειν, οὐχὶ «τὰ μειράκια λυμαινόμενον».
τοῖς μειρακίοις ἀντὶ τοῦ «τὰ μειράκια».
οὐχὶ διδάξεις ἀντὶ τοῦ «οὐκ ἐῶ σε διδάξαι τοῦτον». δείκνυσι δὲ τὸν Φειδιππίδην.
Κρόνος: ἀντὶ τοῦ «ἀρχαῖος, λῆρος».
λείπει τὸ διδάξω.
εἴπερ γʼ διδάξω αὐτὸν δηλονότι.
λαλίαν φλυαρίαν.
ταῦτά φησιν ἐπιλαβόμενος τοῦ μειρακίου.
σύ τε ὦ δίκαιε.
ἀλλʼ ἐπίδειξον σύ: τῷ δικαίῳ φησίν.
σύ τε ὦ ἄδικε.
τῷ ἀδίκῳ.
φοιτᾷ ἀντὶ τοῦ «φοιτήσει».
εἰ δέ ἐστι «φοιτᾶν»,
ἐὰν δὲ ᾖ «φοιτᾶν» μετὰ τοῦ ν,
λείπει τὸ ποιήσω, ἵνʼ ᾖ· ποιήσω τὸν παῖδα φοιτᾶν τῷ ἐλλογιμωτέρῳ.
φέρε ... ὑμῶν δίμετρον.
ἀντὶ τοῦ «ἄγε δή».
τούτῳ δώσω μονόμετρον.
δίμετρον.
κᾆτʼ ἐκ τούτων ὧν ἂν λέξῃ ἐκ τῶν αὐτοῦ, ἐκ τῶν ἰδίων.
καινοῖς: ἀντὶ τοῦ «μικροῖς».
κατατοξεύσω νικήσω, ὑπερβαλῶ. ἐκ μεταφορᾶς τῶν τόξων.
ὥσπερ ὑπʼ ἀνθρήνων: οὕτως οἱ ποιηταὶ τὰς μελίσσας συνεχῶς λέγουσιν.
εἶδος σφηκὸς ἡ ἀνθρήνη. καταχρῶνται δὲ οἱ ποιηταὶ καὶ ἐπὶ μελίττης συνεχῶς.
ὁ δὲ Ἀριστοτέλης συγγενῆ τῇ μελίσσῃ τὴν ἀνθρήνην φησίν.
ὑπʼ ἀνθρήνων κοινοτέρως ἐπὶ τῶν μελισσῶν τὰς ἀνθρήνας λέγουσιν, ἔστι δὲ εἶδος μελίσσης ὅμοιον σφηκί.
νῦν δείξετον: ἐν ἐπεκθέσει περίοδος τοῦ χοροῦ ἔχουσα μὲν ἀντίστροφον, ἐν διεχείᾳ δέ, διαφόρως κεκωλισμένην· θήσω δὲ ὡς φέρονται νῦν. ἡ μὲν προτέρα «νῦν δείξετον τὼ πισύνω», ἡ δὲ δευτέρα «ὦ καλλίπυργον σοφίαν» ἕως τοῦ «εὐδοκίμηκεν ἀνήρ».
νῦν δείξετον τῆς στροφῆς ταύτης μέχρι τοῦ «ἀγὼν μέγιστος» ἀντίστροφός ἐστι τὸ «ὦ καλλίπυργον» μέχρι τοῦ «εὐδοκίμησεν ἀνήρ».
ἰστέον, ὅτι ἡ ᾠδὴ τῇ ἀντῳδῇ τῶν ἴσων κώλων ἐστίν, τὰ δὲ κῶλα πῇ μὲν ἔοικεν ἀλλήλοις, πῇ δʼ ἐνήλλακται.
στροφή.
τὼ πισύνω οἱ πίσυνοι, οἱ θαρροῦντες.
ἀνεῖται καταλέλειπται, δέδοται, κεῖται, ἥπλωται, κινεῖται.
τοῖς ἐμοῖς φίλοις τοῖς φιλοσόφοις.
ἀναπαιστικοὶ τετράμετροι καταληκτικοί· εἰώθασι γὰρ μετὰ τὸ ᾆσαι ἐπάγειν δίστιχον, ὡς καὶ ἐνταῦθα. συναριθμοῦνται δὲ οἱ βʹ στίχοι οὗτοι μετὰ τῶν ἑτέρων.
πρὸς τὸν δίκαιον λόγον.
στεφανώσας ἀντὶ τοῦ «κοσμήσας».
ῥῆξον φωνὴν: διάτορον εἰπέ.
λέξω τοίνυν τὴν ἀρχαίαν στίχοι ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ μθʹ. τοῦτο δὲ τὸ μέτρον ἀριστοφάνειον καλεῖται, ἐπεὶ ἐν τούτῳ αὐτὸς εὐδοκίμησεν.
ἐντεῦθεν τετράμετρα ἀναπαιστικὰ καταληκτικά, ἃ καλεῖται καὶ ἀριστοφάνεια, ὅτι τούτοις αὐτὸς εὐδοκίμησεν.
τοὺς παρόντας στίχους λέγουσιν εἶναι ἀναπαίστους.
ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη νενόμιστο ταῦτα ἄγαν Ἀριστοφάνης ἀπεδέχετο ὡς εὖ πεποιημένα.
πρῶτον μὲν ἔδει φωνὴν παιδὸς πρῶτον γὰρ ἐν εὐταξίᾳ ἡ σιωπή.
εἶτα ἀπὸ κοινοῦ τὸ «ἔδει».
εἰς κιθαριστοῦ: οὕτως Ἀττικοί.
ἐσπούδαζον γὰρ περὶ τὴν κιθάραν οἱ Ἀθηναῖοι τότε μανθάνειν μὴ φροντίζοντες τοῦ καλύπτεσθαι.
ἐσπούδαζον οἱ Ἀθηναῖοι περὶ κιθαρῳδίαν.
τοὺς κωμήτας γυμνοὺς τὸ χ, ὅτι κωμήτας τοὺς ἐκ τοῦ αὐτοῦ ἀμφόδου καὶ τόπου ἔλεγεν.
κωμῆται ἢ ἀπὸ τῆς αὐτῆς κώμης, ὅτι τὸ παλαιὸν κατὰ κώμας ᾤκουν Ἀθηναῖοι· ἢ ἀπὸ τῆς αὐτῆς ἀμφόδου.
κεἰ κριμνώδη κατανίφοι κρίμνα εἶδος ἀλεύρου, ἐξ οὗ ἡ παιπάλη γίνεται, τουτέστι τὸ λευκὸν ἄλευρον· καὶ τὸ λευκαίνειν παλύνειν Ὅμηρος ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας.
κεἰ κριμνώδη κατανίφοι: ἀντὶ τοῦ «παχεῖαν σύστασιν ἔχοντα». παρὰ τοὺς κρίμνους· οὗτοι δὲ παχύτεροι τῶν ἀλεύρων. κρῖμνος γὰρ εἶδος ἀλεύρου.
ἀντὶ τοῦ «μεγάλα».
τὼ μηρὼ μὴ ξυνέχοντας ἀντὶ τοῦ «ἀνειμένοις ἑστῶτας» πρὸς τὸ μὴ θλίβειν τὸ μόριον. ἐκθλίβονται τὰ αἰδοῖα ἐκ τοῦ συνέχειν τοὺς μηρούς.
τὼ μηρὼ μὴ ξυνέχοντας: ἀντὶ τοῦ «μὴ σφίγγοντας, οἷον ἀνειμένως διάγοντας, καὶ μὴ ἐκθλίβοντας τὰ αἰδοῖα ἐκ τοῦ συνέχειν τοὺς μηρούς».
ἢ Παλλάδα περσέπτολιν ἢ τηλέπορόν τι βόαμα ἀμφοτέρων. τὸ μὲν οὖν πρότερον Λαμπροκλέους εἶναί φασι τοῦ ἀθλητοῦ, Μίδωνος υἱοῦ· ἔχει δὲ οὕτως Παλλάδα περσέπτολιν κλῄζω Ἐτυμολογικὸν τὸ Μέγα πολεμοδόκον ἁγνάν, παῖδα Διὸς μεγάλου δαμάσιππον. τὸ δὲ «τηλέπορόν τι βόαμα» μὴ εὑρίσκεσθαι, ὅτου ποτʼ ἐστίν· ἐν γὰρ ἀποσπάσματι εὑρεῖν Ἀριστοφάνη ἐν τῇ βιβλιοθήκῃ. τινὲς δέ φασιν αὐτὸ Κυδίδου Ἑρμιονέως τηλέπορόν τι βόαμα λύρας.
ἢ τηλέπορόν τι βόαμα: καὶ τοῦτο μέλους ἀρχή. φασὶ δὲ μὴ εὑρίσκεσθαι, ὅτου ποτέ ἐστιν· ἐν γὰρ ἀποσπάσματι ἐν τῇ βιβλιοθήκῃ εὑρεῖν Ἀριστοφάνη. τινὲς δέ φασι Κυδίδου τινὸς Ἑρμιονέως τηλέπορόν τι βόαμα λύρας.
… οὕτως Ἐρατοσθένης. Φρύνιχος δὲ αὐτοῦ τούτου τοῦ ᾄσματος μέμνηται ὡς Λαμπροκλέους ὄντος τοῦ Μίδωνος υἱοῦ ἢ μαθητοῦ. ἔχει δὲ οὕτως Παλλάδα περσέπτολιν δεινὰν θεὸν ἐγρεκύδοιμον. Χαμαιλέων δʼ ἀπορεῖ, πότερον … κλῄζω πολεμοδόκον ἁγνάν, παῖδα Διὸς μεγάλου δαμά-σιππον ἢ κατὰ Λαμπροκλέα … ὑποτίθησι κατὰ λέξιν. τὸ δὲ «τηλέπορόν τι βόαμα» Κυδίδου τοῦ Ἑρμιονέως κιθαρῳδοῦ ἀπό τινος τῶν ᾀσμάτων τηλέπορόν τι βόαμα λύρας.
ἢ Παλλάδα ἀρχὴ ᾄσματος Στησιχόρου, ὡς Ἐρατοσθένης φησίν. Φρύνιχος δὲ αὐτοῦ τούτου τοῦ ᾄσματος μνημονεύει ὡς Λαμπροκλέους ὄντος Παλλάδα περσέπτολιν κληΐ-ζω πολεμαδόκον ἁγνάν, παῖδα Διὸς μεγάλου.
ἢ Παλλάδα τοῦτο τοῦ Λαμπροκλέους.
τηλέπορόν ὀρθόν τι καὶ ὑψηλόν.
ἐντειναμένους τὴν ἁρμονίαν τὴν κιθάραν ὡς συντόνου οὔσης τῆς παλαιᾶς ἁρμονίας.
βωμολοχεύσαιτʼ ἀγοραῖόν τι εἴποι ἢ εὐτελές.
βωμολοχεύσαιτʼ: ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς βωμοῖς λοχώντων ἤτοι καθημένων, ὡς ἐκεῖθεν ἁρπάζοιέν τι, καὶ φλυαρούντων πολλά.
εἰ κακοηθεύσαιτο.
ἢ κάμψειέν τινα καμπήν ἀντὶ τοῦ «κεκλασμένῃ τῇ φωνῇ τὴν ᾠδὴν προενέγκοιτο».
τὰς κατὰ Φρῦνιν ὁ Φρῦνις κιθαρῳδὸς μιτυληναῖος. οὗτος δὲ δοκεῖ πρῶτος παρʼ Ἀθηναίοις κιθαρῳδικῇ νικῆσαι Παναθήναια ἐπὶ Καλλίου ἄρχοντος. ἦν δὲ Ἀριστοκλείτου μαθητής. ὁ δὲ Ἀριστόκλειτος τὸ γένος ἦν ἀπὸ Τερπάνδρου, ἤκμασε δὲ ἐν τῇ Ἑλλάδι κατὰ τὰ Μηδικά. παραλαβὼν δὲ τὸν Φρῦνιν αὐλῳδοῦντα κιθαρίζειν ἐδίδαξεν. ὁ δὲ Ἴστρος Ἱέρωνος αὐτόν φησι μάγειρον ὄντα σὺν ἄλλοις δοθῆναι τῷ Ἀριστοκλείτῳ. ταῦτα δὲ σχεδιάσαι ἔοικεν· εἰ γὰρ ἦν γεγονὼς δοῦλος καὶ μάγειρος Ἱέρωνος, οὐκ ἂν ἀπέκρυψαν οἱ κωμικοὶ πολλάκις αὐτοῦ μεμνημένοι ἐφʼ οἷς ἐκαινούρηγσε κλάσας τὴν ᾠδὴν παρὰ τὸ ἀρχαῖον ἔθος, ὡς Ἀριστοφάνης φησὶ καὶ Ἀριστοκράτης.
οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ὁ Φρῦνις κιθαρῳδὸς μιτυληναῖος. οὗτος δὲ δοκεῖ πρῶτος κιθαρίσαι παρʼ Ἀθηναίοις καὶ νικῆσαι Παναθήναια ἐπὶ Καλλίου ἄρχοντος. ἦν δὲ Ἀριστοκλείδου μαθητής. ὁ δὲ Ἀριστοκλείδης κιθαρῳδὸς ἦν ἄριστος.
καθὸ πρῶτος τὴν ἁρμονίαν ἔκλασεν ἐπὶ τὸ μαλθακώτερον. ἦν δὲ γύννις καὶ ψυχρός.
Φρύνιν ὄνομα κιθαριστοῦ.
τὰς δυσκολοκάμπτους τὰς κεκλασμένας. τὰς δυσκόλως καμπτομένας.
οἷον καταισχύνων τῷ μαλθακῷ τῆς φωνῆς.
τὰς Μούσας τὴν μουσικὴν εὐτεχνίαν.
ἐν παιδοτρίβου δὲ καθίζοντας εἰς τὸν τόπον ὅπου διατρίβουσι καὶ γυμνάζονται οἱ παῖδες.
τὸν μηρὸν ἔδει προβαλέσθαι τουτέστιν εὐκόσμως καθεσθῆναι, ὡς μηδὲν τοῖς περιεστῶσιν ὑποδεῖξαι ἄκοσμον.
προβαλέσθαι ἀντὶ τοῦ «πρόβλημα θεῖναι τὸν μηρόν», ὡς ἂν μὴ τὰ τοῦ παιδὸς μόρια φαίνηται.
ἀπηνές: νῦν τὸ αἰσχρόν, τὸ ἄπο αἴνου.
ἀπηνές ἄκοσμον.
συμψῆσαι καὶ προνοῆσαι: ἀντὶ τοῦ «συγχέαι τὴν κόνιν, ὡς μὴ σημεῖον ἢ τύπον ἀπολείπεσθαι ταῖς καθέδραις». ἐν γὰρ ψάμμῳ λεπτοτάτῃ καθήμενοι ἐγυμνάζοντο.
κατέψων τὸν τόπον ὅπου ἐκαθέζοντο, ἵνα μὴ σημεῖον τῆς ἥβης αὐτῶν καταλείψειαν τοῖς ἐρασταῖς.
ὥσπερ μήλοισιν τοῦτο παρὰ τὴν ἄλλην ὀπώραν χνοῦν ποιεῖ ἐν τῷ κοίλῳ.
μήλοισιν: μήλοις. τοῖς κυδωνίοις, ὅταν ἀθιγῆ ὦσιν ἔτι.
μαλακὴν θηλυπρεπῆ.
φυρασάμενος ἐπιτηδευσάμενος.
προαγωγεύων μαυλίζων. προαγωγὸς γὰρ ἡ μαυλίστρια.
δειπνοῦντʼ ἤτοι συνδειπνοῦντα τοῖς γέρουσιν.
κεφάλαιον τὸ πρὸς τοῖς φύλλοις καυλῶδες.
κεφάλαιον: τὸ μετὰ τῶν φύλλων τμῆμα τῆς ῥαφανῖδος.
φησὶ τὴν κεφαλήν.
οὐκ ἔτεμνον κατὰ μῆκος, ὡς νῦν, ἀλλὰ κατὰ κύκλον.
κεφάλαιον τῆς ῥαφανίδος: ὡς θερμὸν καὶ διεγεῖρον πρὸς ἀφροδίσια παρῃτοῦντο τοῦτο
οὐκ ἤσθιον τοῦτο οἱ νέοι διὰ τὸ θερμὸν καὶ κινητικὸν εἶναι πρὸς ἀφροδίσια.
κεφάλαιον ὃ λέγουσι κῆπον.
ὀψοφαγεῖν τὸ τρυφᾶν τραπέζαις.
οὐδὲ κιχλίζειν: ἀντὶ τοῦ «λιπαρὰς ὄρτυγας τρώγειν, κίχλας ἐσθίειν». ἢ ἀτάκτως γελᾶν.
κιχλίζειν λιπαροὺς ὄρτυγας ἐσθίειν ἤγουν κίχλας. ἄλλοι δὲ τὸ ἀτάκτως γελᾶν
διιπολιώδη τὰ λεγόμενα Διάσια, ταῦτα καὶ Διιπόλεια. οὕτως δὲ ἐλέγετο ἃ τῷ πολιεῖ Διὶ ἐθύετο.
τὰ Διιπόλεια τῶν ἀρχαίων ἑορτῶν, ἃ καὶ Διάσιά φασιν.
Διιπόλεια ἑορτὴ τοῦ Διὸς ἀρχαία.
τεττίγων τοὺς τέττιγας παρέλαβεν, ἐπειδὴ οἱ παλαιοὶ κατὰ τὴν ἀναπλοκὴν τῶν τριχῶν χρυσῷ ἐχρῶντο τέττιγι· τεκμήριον ὅτι αὐτόχθονες ἦσαν οἱ Ἀθηναῖοι, ὡς καὶ οἱ τέττιγες.
τεττίγων ἀρχαῖον τὸ τοὺς τέττιγας ἀναπλέκειν, ἤγουν τοὺς κρωβύλους.
τεττίγων ἀνάμεστα οἱ τέττιγες αὐτόχθονες καὶ γῆς παῖδες. τὸ παλαιὸν δὲ Ἀθηναῖοι τῶν εὐγενῶν παίδων τὰς κόμας ἀνέπλεκον ἐπιτιθέντες τοὺς τέττιγας δεικνύντες ὅτι καὶ αὐτοὶ αὐτόχθονές εἰσιν.
καὶ Κηκείδου ἀρχαῖος διθυραμβοποιός, οὗ μέμνηται Κρατῖνος ἐν Πανόπταις.
Κηκείδης διθυράμβων ποιητὴς πάνυ ἀρχαῖος. μέμνηται δὲ αὐτοῦ Κρατῖνος Πανόπταις.
ἑορτὴ ἔτι παρὰ Ἀθηναίοις ἐπιτελουμένη τῇ Ἀθηνᾷ.
καὶ Βουφονίων ἑορτὴ Ἀθηναίων πάνυ ἀρχαία. ἐν γὰρ τοῖς Διιπολείοις φασὶ βοῦν τὸ πόπανον καταφαγεῖν τὸ παρεσκευασμένον πρὸς τὴν θυσίαν, Βαύλωνα δέ τινα ὡς εἶχε τῷ πελέκει ἀποκτεῖναι τὸν βοῦν, καθὰ καὶ Ἀνδροτίων μέμνηται διὰ τῆς τετάρτης. καὶ τούτου χάριν βοῦν θύουσιν ἐν τοῖς Διιπολείοις, διὰ τὸν βοῦν τὸν φαγόντα τὸ πόπανον, καὶ τυθέντα διὰ τοῦ ποπάνου.
Βουφόνια παλαιὰ ἑορτή, ἥν φασιν ἄγεσθαι μετὰ τὰ μυστήρια, ὅτε καὶ βοῦν θύουσιν εἰς ὑπόμνησιν τοῦ πρώτου φονευθέντος βοὸς ἐν ἀκροπόλει ἁψαμένου τοῦ πελανοῦ ἐν τῇ ἑορτῇ τῶν Διονυσίων.
ταῦτʼ ἐστὶν ἐκεῖνα ἀντὶ τοῦ «ταῦτα ἃ λέγω ἐκεῖνά ἐστιν».
μαραθωνομάχους Ἀθηναῖοι ἐν Μαραθῶνι ἐνακισχίλιοι ὄντες συμμαχησάντων αὐτοῖς καὶ Πλαταιέων χιλίων τριακοσίας χιλιάδας ἐτρέψαντο Περσῶν.
εὐθὺς ἐν ἀρχῇ.
ἐντετυλίχθαι τὸ ἐναντίον γυμνοῦσθαι, ἐκκεκαλύφθαι.
ὅταν ὀρχεῖσθαι ὠρχοῦντο γὰρ ἐν ὅπλοις ἐν τοῖς Παναθηναίοις οἱ παῖδες. διὰ δὲ τὸ ἀπρεπές φησι «προέχοντες τῶν αἰδοίων τὴν ἀσπίδα» ὡς αὐτῶν τούτου ἕνεκα ἐν τῇ πομπῇ ἀσπιδηφορούντων, διὰ τὸ ἐπικαλύπτεσθαι τὴν αἰσχύνην. ηὔξησε δὲ τὴν διαβολὴν εἰπὼν «τὴν ἀσπίδα τῆς θεοῦ».
ὅταν ... δέον ὅταν χρεία ᾖ.
κωλῆς: νῦν τοῦ μακροῦ αἰδοίου.
αὕτη ἡ σύνταξις ἀττική.
τὸ ἑξῆς «τὴν ἀσπίδα τῆς Τριτογενείης».
Τριτογενείας: τῆς ἐπὶ τῇ Ἀθηνᾷ πυρρίχης ὀρχήσεως.
κἀπιστήσει μισεῖν ἀγοράν ἀντὶ τοῦ «μαθήσῃ μισεῖν τὴν ἐκκλησίαν».
φλέγεσθαι ἐρυθριᾶν.
τῶν θάκων ἀττικῶς ἀντὶ τοῦ «ἀπὸ τῶν θάκων».
τοὺς πρεσβυτέρους προτιμᾶν.
ἀπαίδευτα ποιεῖν εἰς τοὺς σαυτοῦ γονέας.
καὶ μὴ παρὰ τοὺς σαυτοῦ γονέας: ἀντὶ τοῦ «μὴ παρὰ γνώμην τῶν σῶν γονέων».
σκαιουργεῖν κακουργεῖν.
κακουργεῖν κακοποιεῖν.
ὅ τι τῆς αἰδοῦς ὅπερ μέλλει τῆς αἰδοῦς τὰ ἀγάλματα πληρώσειν.
ὅπερ μέλλει μολύνειν τὴν αἰδῶ.
ὅτι σεαυτὸν ὥσπερ ἄγαλμα καὶ στήλην τῆς αἰδοῦς καὶ κοσμιότητος ἀναστήσεις.
ἀναπλήσειν: ἀντὶ τοῦ «ἀφανίσειν».
ἀναπλήσειν ἀναπληρώσειν.
εἰσιέναι ἀντὶ τοῦ «εἰσελθεῖν».
εἰσᾴττειν τουτέστιν εἰσπηδῆσαι.
μήλῳ βληθεὶς ἀντὶ τοῦ «ἔρωτι βληθείς».
οὕτως ἔλεγον οἱ παλαιοὶ τὸ πτοῆσαι καὶ εἰς ἔρωτα ἀγαγεῖν, μήλῳ βάλλειν.
μηλοβολεῖν ἔλεγον τὸ εἰς ἀφροδίσια δελεάζειν, ἐπεὶ τὸ μῆλον Ἀφροδίτης ἐστὶν ἱερόν.
ἀποθραυσθῇς: ἀντὶ τοῦ «ἐκπέσῃς».
μηδʼ Ἰαπετὸν καλέσαντα λῆρον, μωρόν. Ἰαπετὸς δὲ εἷς τῶν Γιγάντων.
μνησικακῆσαι τὴν ἡλικίαν ἐπὶ κακῷ μνησθῆναι τῆς ἡλικίας.
τὴν ἡλικίαν τοῦ πατρὸς δηλονότι.
ἐνεοττοτροφήθης: ἀντὶ τοῦ «ἐτράφης».
τοῖς Ἱπποκράτους ὑώδεις τινὲς καὶ ἀπαίδευτοι κωμῳδοῦνται. καὶ τάχα ἂν εἴησαν προκέφαλοί τινες, ὡς ἐν Γεωργοῖς καὶ ἐν Τριφάλητι. καὶ Εὔπολις ἐν Δήμοις εἰς Ἱπποκράτους τε πόδας ἐκβόλιμοί τινες βλιχητὰ τέκνα· καὶ οὐδαμῶς τοῦ τρόπου. τὰ δὲ ὀνόματα αὐτῶν Τελέσιππος, Δημοφῶν, Περικλῆς.
τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις οὗτοί εἰσι Τελέσιππος, Δημοφῶν καὶ Περικλῆς, διαβαλλόμενοι εἰς ὑωδίαν. καὶ Εὔπολις ἐν Δήμοις Ἱπποκράτους τε παῖδες ἐμβόλιμοί τινες· βρυχητὰ τέκνα· καὶ οὐδαμῶς τοῦ τρόπου.
Ἱπποκράτει τινὶ Ἀθηναίῳ τρεῖς ἦσαν υἱοὶ συώδεις καὶ ἀνόητοι. καὶ Εὔπολις ἐν Δήμοις Ἱπποκράτους παῖδες ἐμβόλιμοί τινες βληχητὰ τέκνα· καὶ οὐδαμῶς τοῦ τρόπου.
βλιτομάμμαν ἀντὶ τοῦ «μωρόν». τὸ γὰρ βλίτον μωρὸν εἶναι δοκεῖ λάχανον.
βλιτομάμαν: ἤτοι ἀνόητον. ἀπὸ τοῦ βλίτου, λαχάνου εὐτελοῦς, καὶ τοῦ μαμᾶν, ὃ δηλοῖ τὸν ἄρτον.
οὐ στωμύλλων: καὶ οὐ φλυαρῶν.
τριβολεκτράπελʼ ἐκ τοῦ τρίβειν καὶ ἐκτράπελος σύγκειται. ἀντὶ τοῦ «σκληρὰ καὶ ἀπαίδευτα. καὶ ἀπόβλητα καὶ ἀνώμαλα».
τριβολεκτράπελʼ δίκην τριβόλων κεντοῦντα, πικρά· καὶ ἐκτράπελα, ἄσεμνα ἤτοι ἔξω τοῦ δέοντος τετραμμένα.
γλισχραντιλογεξεπιτρίπτου: ἐκ τοῦ γλίσχρου καὶ ἀντιλογίας πεποιημένου τοῦ καὶ δυναμένου ἐπιτρῖψαι.
γλισχραντίλογʼ ἐκ τοῦ γλίσχρου καὶ ἀντιλογίαν ἔχοντος καὶ ἐπιτρίπτου σύγκειται· οἷον τοῦ δυναμένου ἐπιτρῖψαι.
γλισχραντιλογεξεπιτρίπτου γλίσχρου καὶ φειδωλοῦ καὶ ἀντιλογίαν ἐπίτριπτον καὶ ἀξίαν ὀλέθρου ἔχοντος.
ἀλλʼ εἰς Ἀκαδημίαν ἐνταῦθα γὰρ διέτριβον οἱ φιλόσοφοι. ἦν δὲ γυμνάσιον καλούμενον ἀπὸ Ἀκαδήμου τινὸς καταλείψαντος τὴν κτῆσιν αὐτοῦ πρὸς ἐπισκευὴν τοῦ τόπου. περὶ αὐτὸν δὲ ἦσαν αἱ ὄντως ἱεραὶ ἐλαῖαι τῆς θεοῦ, αἳ καλοῦνται μορίαι· ἐξ ὧν τὸ ἔλαιον τῶν Παναθηναίων.
ὑπὸ ταῖς μοριαῖς μοριαὶ αἱ ἱεραὶ ἐλαῖαι τῆς θεοῦ ἐν τῇ ἀκροπόλει ἐκαλοῦντο.
ὑπὸ ταῖς μορίαις μοριὰ κυρίως λέγεται ἡ ἱερὰ ἐλαία τῆς θεοῦ.
λέγουσι γὰρ ὅτι Ἁλιρρόθιος, ὁ παῖς Ποσειδῶνος, ἐκκόψαι ἠθέλησεν αὐτάς, διότι διὰ τὸ τὴν ἐλαίαν εὑρεθῆναι ἐκρίθη τῆς Ἀθηνᾶς ἡ πόλις, καὶ ἀποτυχὼν ἔπληξεν ἑαυτὸν καὶ ἀπέθανεν. καὶ διὰ τοῦτο μοριαὶ αἱ ἐλαῖαι ἐκλήθησαν. ἢ διὰ τὸ πάντα ἄνθρωπον κεκτημένον ἐλαίας ἀναγκάζεσθαι μέρος τι παρέχειν εἰς τὰ Παναθήναια· κέραμον γὰρ ἐλαίου ἐλάμβανον οἱ νικῶντες.
ἐπεφύτευτο ἐν τῷ γυμνασίῳ δένδρα. ἔθος δὲ ἦν τοῖς ἀσκουμένοις ἀλειψαμένοις ἐν τῷ ἡλίῳ τρέχειν.
Ἀκαδημία γυμνάσιον Ἀθήνησιν, ἔνθα καὶ ἱεραὶ ἦσαν ἐλαῖαι, μορίαι καλούμεναι διὰ τὸ ἐκεῖ γεγονέναι τὸν Ἁλιρροθίου μόρον· ἐξ ὧν ἦν τῶν Παναθηναίων τὸ ἔλαιον.
στεφανωσάμενος καλάμῳ λευκῷ λιτὸς γὰρ καὶ ἀπερίεργος ὁ τοιοῦτος στέφανος. ἦν δὲ τοῦτο Διοσκούρων ἴδιον στεφανοῦσθαι τῷ καλάμῳ.
τὸν στέφανον τοῦ καλάμου προέκριναν ὡς ἁπλούστερον ὄντα καὶ ἀπερίεργον· ἢ ὅτι αὐτῷ στέφονται οἱ Διὸς κοῦροι.
ἡλικιώτου: ἀντὶ τοῦ «συμπράκτορος».
μίλακος ὄζων σμίλαξ εἶδος βοτάνης.
παρέμιξε τὸ «ἀπραγμοσύνης».
ἀπραγμοσύνη φυτόν, ὡς Ἀριστοφάνης ὁ γραμματικός, ἐν Ἀκαδημίᾳ φυόμενον.
μίλακος ὄζων καὶ ἀπραγμοσύνης ἀπραγμοσύνη εἶδος ἄνθους. οἷον πάσης εὐωδίας ὄζων καὶ ἀσφαλείας. ἢ «ἀπραγμοσύνης» ἀντὶ τοῦ «οὐ πολυπραγμοσύνης».
ἀπραγμοσύνης εἶδος βοτάνης.
ἡ λεύκη ὁμοία πλατάνῳ.
ψιθυρίζῃ ἀνέμου πνέοντος μαλακοῦ καὶ ἠρέμα διὰ τῶν φύλλων εἰσιόντος ὥσπερ προσλαλεῖ τὰ δένδρα· ὅπερ ψιθυρίζειν λέγεται. καὶ Θεόκριτος ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήνα.
ἢν ταῦτα ποιῇς διπλῆ· ὑφʼ ἓν περίοδος τοῦ ὑποκριτοῦ ἀναπαιστικὴ τριακοντάμετρος ἑκκαίδεκα κώλων, ὅτι ἔχει δύο μονόμετρα, τό τε τέταρτον καὶ τὸ ὄγδοον. τὸ δὲ τελευταῖον καταπυγοσύνης ἀναπλήσει.
τούτοις οἷς λέγω.
χροιὰν λαμπρὰν τὸ τέταρτον μονόμετρον.
γλῶτταν βαιάν: οἵαν μὴ φλυαρεῖν.
μικράν, ὥστε μὴ φλυαρεῖν.
πυγὴν μεγάλην ἢ γέλωτος χάριν ἢ «διὰ τὴν τροφὴν ἕξεις πυγὴν μεγάλην».
πόσθην τὸ μόριον τοῦ ἀνδρός.
σωφροσύνης σύμβολον.
οἱ νῦν αἰνίττεται εἰς τοὺς Ἀθηναίους.
ἕξεις διὰ τὴν ἀταξίαν.
ὤμους μικρούς γράφεται λευκούς, γράφεται καὶ λεπτούς.
οἷοι οἱ τῶν ἀγυμνάστων καὶ ἀργῶν.
ψήφισμα μακρόν τὸ ἐκ πολυλογίας συγκείμενον.
ἀντὶ τοῦ «μεγάλα ψηφίσματα γράψεις.»
τὸ καλὸν δʼ αἰσχρόν τοῦτο μονόμετρον.
τῆς Ἀντιμάχου καταπυγοσύνης οὗτος ὡς κίναιδος καὶ εὔμορφος καὶ θηλυμανὴς κωμῳδεῖται. δεύτερος ὁ ἐπὶ πονηρίᾳ κωμῳδούμενος. τρίτος ὁ Ψακάδος λεγόμενος. τέταρτος ὁ τραπεζίτης, οὗ μέμνηται Εὔπολις ἐν Δήμοις. πέμπτος ὁ ἱστοριογράφος· τάχα δὲ ὁ αὐτός ἐστι τῷ εὐμόρφῳ.
τῆς Ἀντιμάχου οὗτος εἰς θηλύτητα καὶ εὐμορφίαν κωμῳδεῖται. ἔστι δὲ καὶ ἕτερος ἐπὶ πονηρίᾳ κωμῳδούμενος.
τῆς ... καταπυγοσύνης τῆς μαλακίας.
ἀντιστροφή.
πρὸς τὸν δίκαιον ταῦτα.
καλλίπυργον ὑψηλοτάτην, μεγάλην.
λέγει πρὸς τὸν ἄδικον.
πρὸς οὖν τάδʼ πρὸς ταῦτα οὖν.
ὦ πανοῦργον ἔχων μοῦσαν.
ἀνήρ ὁ δίκαιος δηλονότι.
ἀνδρείῳ γὰρ σχήματι εἰσῆλθεν.
ἐν ἀνδρῶν γὰρ σχήματι εἰσήχθησαν.
ἐντεῦθέν εἰσιν ἰαμβικὰ τετράμετρα καταληκτικὰ μέχρι τοῦ «εὐρύπρωκτος εἶναι».
κατὰ τὴν πρώτην ᾠδὴν ἐκεῖ μέν εἰσιν ἀναπαιστικοὶ μθʹ, ἐνταῦθα δὲ ἰαμβικοὶ μθʹ μετὰ τὴν ἀντίστροφον· ἀμφότεροι μέντοι τετράμετροι καταληκτικοὶ ἕως τοῦ «ἢν δʼ εὐρύπρωκτος».
δεινῶν ἀντὶ τοῦ «μεγάλων».
εἴπερ ἐάνπερ. γράφεται καὶ «οἷσπερ» ἀντὶ τοῦ «διʼ ὧν βουλευμάτων νικήσεις τὸν ἄνδρα καὶ ὑπερβαλεῖς».
ἐπνιγόμην ὡσεὶ ἔλεγε διερρηγνύμην.
ἐγὼ γὰρ ἥττων μὲν λόγος ἢ ὅτι ποιῶ αὐτοὺς ἡττηθῆναι, ἢ ὅτι τὰ ἥττονα λέγω.
ἐπεὶ ποιῶ πάντας ἡττᾶσθαι.
ἥττων … λόγος ἀντὶ τοῦ «ἄδικος».
τοῖσι φροντισταῖσιν τοῖς φιλοσόφοις.
καὶ τοῦτο πλεῖν ἢ μυρίων τὸ τινὰ λαχόντα δίκην τῷ ἀδίκῳ λόγῳ νικᾶν.
πλεῖν πλέον. ἀττικόν.
στατήρων εἶδος νομίσματος ὁ στατήρ.
πρὸς τὸν παῖδα τοῦτό φησιν.
τοῦτο πρὸς τὸν Φειδιππίδην.
ὅτι ἀπὸ τῶν αὑτοῦ ἐλέγξω αὐτόν.
ὁτιὴ κάκιστόν ἐστι: ἑψοῖ γὰρ καὶ χαυνοῖ τὰ σώματα. «δειλότατον» δὲ εἶπεν· ἐκλύει γάρ.
εὐθὺς γάρ σʼ ἔχω μέσον τὸ ἑξῆς· λαβών σε ἄφυκτον ἔχω εὐθύς.
εὐθὺς γάρ σε μέσον λαβὼν: τὸ ἑξῆς εὐθὺς ἄφυκτον ἔχω μέσον λαβών.
εὐθύς: ἀντὶ τοῦ «ἐν ἀρχῇ».
μέσον λαβὼν ἡ μεταφορὰ ἀπὸ τῶν παλαιόντων τῶν λαμβανομένων εἰς τὸ μέσον καὶ ἡττωμένων.
ἡράκλεια λουτρά Ἴβυκός φησι τὸν Ἥφαιστον κατὰ δωρεὰν ἀναδοῦναι τῷ Ἡρακλεῖ θερμῶν ὑδάτων λουτρά. ἐξ ὧν τὰ θερμά τινές φασιν ἡράκλεια λέγεσθαι. οἱ δέ φασιν
ὅτι τῷ Ἡρακλεῖ πολλὰ μογήσαντι περὶ Θερμοπύλας ἡ Ἀθηνᾶ θερμὰ λουτρὰ ἐπαφῆκεν· ὡς Πείσανδρος
τὴν Ἀθηνᾶν χαρίσασθαι τῷ Ἡρακλεῖ θερμὰ λουτρά·
τῷ δʼ ἐν Θερμοπύλῃσι θεὰ γλαυκῶπις Ἀθήνη ποίει θερμὰ λοετρὰ παρὰ ῥηγμῖνι θαλάσσης.
ἃ τῶν νεανίσκων ἀεὶ διʼ ἡμέρας ὡς ταῦτα τῶν ἀγυμνάστων νεανίσκων λαλούντων.
τῶν εὐγενῶν δηλονότι.
ἂν περισσὸν τὸ «ἄν» ἀττικῶς.
ἐντεῦθεν ἀπὸ τούτου.
χρῆναι δέον εἶναι.
ἐγὼ δέ φημι χρῆναι δηλονότι.
ὁ Πηλεὺς Φῶκον τὸν ἀδελφὸν κατὰ πατέρα σὺν Τελαμῶνι δολοφονήσας φεύγει εἰς Φθῖαν πρὸς Εὔρυτον τὸν Ἄκτορος, ὑφʼ οὗ καὶ καθαίρεται. ἐκεῖθεν ἐπὶ τὴν θήραν τοῦ καλυδωνίου κάπρου ἐλθὼν Εὐρύτῳ ἐντυγχάνει καὶ κτείνει τοῦτον ἄκων. πάλιν οὖν ὁ Πηλεὺς ἐκ Φθίας φυγὼν εἰς Ἰωλκὸν πρὸς Ἄκαστον ἀφικνεῖται, καὶ καθαίρεται ὑπʼ αὐτοῦ. Ἀστυδάμεια δέ, ἡ Ἀκάστου γυνή, ἐρασθεῖσα Πηλέως καὶ μὴ πείσασα αὐτὸν διὰ σωφροσύνην συνελθεῖν αὑτῇ καταψεύδεται αὐτοῦ πρὸς Ἄκαστον ὡς ἀποπειραθέντος αὐτῆς. ὁ δὲ κτεῖναι μὲν ὃν καθῆρεν οὐκ ἠβουλήθη,
ἄγει δὲ αὐτὸν εἰς θήραν εἰς τὸ Πήλιον. ἀποκοιμηθέντα δὲ αὐτὸν Ἄκαστος καταλιπὼν καὶ τὴν μάχαιραν ὑπὸ τὴν κόπρον τῶν βοῶν κρύψας ἐπανέρχεται. ὁ δὲ ἐξαναστὰς καὶ μὴ εὑρὼν τὴν μάχαιραν ἤμελλεν ἀπόλλυσθαι καταληφθεὶς ὑπὸ τῶν Κενταύρων, σώζεται δὲ ὑπὸ Χείρωνος· ὃς καὶ τὴν μάχαιραν ἐκζητήσας δίδωσιν αὐτῷ.
ἐκβάλλει δὲ αὐτὸν εἰς τὸ Πήλιον, ὅπως ὑπὸ θηρῶν βρωθείη. οἱ δὲ θεοὶ διὰ τὴν σωφροσύνην δεδώκασιν αὐτῷ μάχαιραν πρὸς τὸ ἀπαλέξειν τὰ θηρία.
ὁ οὖν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν ὁ Πηλεὺς ἐγένετο σωφρονέστατος καί ποτε Ἱππολύτης τῆς γυναικὸς Ἀκάστου ἐρασθείσης αὐτοῦ καὶ μὴ δυνηθείσης πεῖσαι, ἀλλὰ διαβολῇ χρησαμένης, ὡς ὅτι ἐπεχείρει βιάσασθαι αὐτήν, ὁ Ἄκαστος μαθών, καὶ λαβὼν αὐτὸν εἰς ἐρημίαν καὶ τῶν ὅπλων γυμνώσας, ἀφῆκεν αὐτὸν καὶ ἀνεχώρησεν εἰπών· εἰ δίκαιος εἶ, σωθήσῃ. ὡς δὲ ἔμελλεν ὑπὸ τῶν θηρίων διαφθείρεσθαι, οἱ θεοὶ μάχαιραν αὐτῷ ἐχαρίσαντο ἡφαιστότευκτον διʼ Ἑρμοῦ· καὶ οὕτως ἔφυγε τὸν κίνδυνον. οἱ δέ φασιν, ὡς Ἄκαστος τὴν Πηλέως μάχαιραν ὑπὸ κόπρον βοῶν ἔκρυψε, Χείρων δὲ ταύτην εὑρὼν δίδωσιν αὐτῷ.
ἐν τοῖς ἐπὶ Πελίᾳ ἄθλοις διὰ τὴν σωφροσύνην ἔλαβεν ἡφαιστότευκτον μάχαιραν ὁ Πηλεύς.
ὁ … Πηλεὺς: ὅτε ἀφῆκεν αὐτὸν Ἄκαστος μεταξὺ θηρίων, οἱ θεοὶ δεδώκασιν αὐτῷ ξίφος πρὸς ἄμυναν τῶν θηρίων. τινὲς δὲ ἐν τῷ ἐπὶ Πελίᾳ ἀγῶνί φασι τὸν Πηλέα λαβεῖν διὰ σωφροσύνην ἡφαιστότευκτον μάχαιραν.
Ὑπέρβολος δʼ οὐκ ἐκ τῶν λύχνων ὡς λυχνοπώλης γὰρ κωμῳδεῖται ἐν πολλοῖς.
πλεῖν πλέον πλεῖν ὡς δέον δεῖν. ἡ συναίρεσις ἀττική.
κᾆτʼ ἀπολιποῦσά γʼ αὐτὸν ᾤχετʼ φασίν, ὅτι τοὺς γενομένους παῖδας ἐκ Πηλέως ἡ Θέτις λαμβάνουσα περιέκαιε τὸ θνητὸν αὐτῶν σῶμα βουλομένη αὐτοὺς ἀθανάτους ποιεῖν· καὶ πολλοὺς ἔκαυσε. καὶ τὸν Ἀχιλλέα τεκοῦσα ἐπέθηκεν εἰς τὸ πῦρ· καὶ γνοὺς ὁ Πηλεὺς ἐβόησεν. ἡ δὲ λυπηθεῖσα ἐχωρίσθη.
ὑβριστὴς τρυφητής, γαμητής.
οὐδʼ ἡδὺς ἐν τοῖς στρώμασιν κατωφερής, γαῦρος πρὸς ἡδονήν.
σιναμωρουμένη ἀντὶ τοῦ «συνεχῶς ἀνδρὶ συνουσιάζουσα πρὸς μίξιν», τουτέστι γαμουμένη.
σινάμωρος ἡ μεμορημένη πρὸς αἰδοῖα. σίνος δὲ τὸ αἰδοῖον· ὅθεν καὶ Σιληνός.
σινάμωρον τὸ πορνικόν.
σιναμωρουμένη κατωφερής.
κρόνιππος: ἀντὶ τοῦ «ἀρχαῖος», παρʼ ὅσον ὁ Κρόνος ἀρχαῖος.
κρόνιππος: ὁ μέγας λῆρος κατʼ ἐπίτασιν λαμβανομένου τοῦ ἵππου.
κρόνιππος: ὁ μέγας λῆρος· κατʼ ἐπίτασιν γὰρ τὸ ἵππος λαμβάνεται.
κρόνιππος σαλός.
ἅπαντα λείπει τὰ κακά.
λείπει ἐὰν σωφρονῇς.
ἀντὶ τοῦ «ὅσων μέλλεις ἀποστερεῖσθαι σωφρονῶν».
κοττάβων: κότταβος ἐν συμποσίοις παίγνιον. ἦν δὲ τοιοῦτον· ἐτίθεσαν λέβητα, καὶ τὸ λείψανον τοῦ πόματος ἐνέβαλλον, καὶ κτύπον μέγαν ἀπετέλουν ἐν τούτῳ.
πότων: ἀντὶ τοῦ «συμποσίων».
κιχλισμῶν γελώτων διαφόρων.
εἶεν τοῦτο καλεῖται ἀπόθεσις λόγου.
τὸ «εἶεν» λέγεται
ἥμαρτες, ἠράσθης ταῦτα γὰρ τῆς φύσεως.
ἀδύνατος γὰρ εἶ λέγειν οὐ γὰρ δυνατὸς εἶ λόγοις νικῆσαι αὐτοὺς ἐναντίοις.
χρῶ τῇ φύσει κέχρησο σπατάλῃ.
σκίρτα σπατάλα.
νόμιζε μηδὲν αἰσχρόν τὸ αἰσχρὸν νόμιζε μὴ εἶναι αἰσχρόν.
κἀκεῖνος ὡς ἥττων ἀντὶ τοῦ «ἡττᾶται».
τί δʼ ἢν ῥαφανιδωθῇ τοὺς ἁλόντας μοιχοὺς οὕτω ᾐκίζοντο· ῥαφανῖδας λαμβάνοντες καθίεσαν εἰς τοὺς πρωκτοὺς τούτων, καὶ παρατίλλοντες αὐτοὺς τέφραν θερμὴν ἐπέπασσον βασάνους ἱκανὰς ἐργαζόμενοι.
ἕξει τίνα συγγνώμην ἀντὶ τοῦ «ποίαν ἕξει συγγνώμην τὸ μὴ εὐρύπρωκτος εἶναι;»
ἀντὶ τοῦ «οὐδέν».
τοῦ εὐρύπρωκτος γενέσθαι ὑπὸ τοῦ μεγέθους τῶν ῥαφανίδων.
τοῦ εἶναι εὐρύπρωκτος.
ἢν τοῦτο νικηθῇς ἐμοῦ λείπει ἡ εἰς, ἵνʼ ᾖ εἰς τοῦτο.
δύο προθέσεων ἔλλειψις· ἀντὶ τοῦ «εἰς τοῦτο νικηθῇς ὑπʼ ἐμοῦ, ὅτι οὐκ ἔστι κακὸν τὸ εὐρύπρωκτον εἶναι».
ἐὰν εἰς τοῦτο νικηθῇς παρʼ ἐμοῦ, ὅτι οὐδέν ἐστι κακὸν τὸ εὐρύπρωκτος εἶναι, τί εἴπῃς;
σιγήσομαι. τί δʼ ἄλλο; διπλῆ καὶ ἐν εἰσθέσει μέλος τῶν ὑποκριτῶν ἀμοιβαῖον τριακαιεικοσίκωλον. μὲν πρῶτα ἰαμβεῖα δύο, δίμετρον ἀκατάληκτον καὶ τὸ βʹ πενθημιμερές, τὸ «συνηγοροῦσιν ἐκ τίνων» καὶ τὸ «ἐξ εὐρυπρώκτων». τὸ δʹ «τί δαί; τραγῳδοῦσʼ ἐκ τίνων» καὶ τὸ εʹ «ἐξ εὐρυπρώκτων» ὁμοίως. τὸ γʹ «πείθομαι» καὶ τὸ ϛʹ «εὖ λέγεις» τρισύλλαβα κατὰ πόδα κρητικόν. τὸ ζʹ «δημαγωγοῦσι» δίμετρον ἰαμβικὸν καταληκτικόν. τὸ ηʹ πενθημιμερές. τὸ θʹ, τὸ «ἆρα δῆτʼ», ἐστὶ καθʼ ἑαυτὸ τρισύλλαβον κατὰ πόδα κρητικόν. τὸ ιʹ καὶ τὸ ιαʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβʹ ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. τὸ ιγʹ μονόμετρον ἀκατάληκτον ἰαμβικόν. τὸ ιδʹ μονόμετρον ἀκατάληκτον ἰαμβικόν. τὸ ιεʹ καὶ τὸ ιϛʹ καὶ τὸ ιζʹ καὶ τὸ ιηʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα. τὸ ιθʹ μονόμετρον ἀκατάληκτον ἰαμβικόν. τὸ κʹ καὶ τὸ καʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα. τὸ κβʹ μονόμετρον. τὸ κγʹ δίμετρον ἰαμβικὸν καταληκτικόν.
συνηγοροῦσιν ἐκ τίνων ἀντὶ τοῦ «τίνες ἢ ἐκ τίνων εἰσὶν οἱ ῥήτορες;»
πείθομαι τοῦτο κατʼ ἰδίαν.
τί δὲ τραγῳδοῦσʼ ἐκ τίνων εἰς Φρύνιχόν φασιν αὐτὸν ἀποτείνειν τὸν τραγικὸν χορευτήν· ἐπειδὴ διεβάλλετο ἐπὶ μαλακίᾳ διὰ ποικιλίαν σχημάτων.
εὖ λέγεις τοῦτο καθʼ ἑαυτό· καὶ ἔστι τρισύλλαβον κατὰ πόδα κρητικόν.
καὶ τῶν θεατῶν τῶν σωφρόνων καὶ τῶν εὐρυπρώκτων θεατῶν σκόπει πότεροι πλείους.
κἀκεινονί ἀριθμεῖ αὐτούς.
τοῦτο ἄδηλον, πότερον ὁ κρείττων λόγος φησίν ὁμολογῶν ἡττᾶσθαι ἢ ὁ νεανίσκος ὁ τῶν λόγων κριτής· ὃ καὶ μᾶλλον αἴτιον τοῖς ἑξῆς.
ὁ κρείττων λόγος φαίνεται αὐτῷ συνάχθεσθαι παραδοθέντι μανθάνειν τῷ ἑτέρῳ.
ἡττήμεθʼ πρὸς τὸν δίκαιον ὁ Φειδιππίδης.
δέξασθέ μου θοιμάτιον ἵνα ἐξ ἑτοίμου καὶ εὐχερῶς χωρήσῃ πρὸς αὐτούς, καὶ μὴ ἐμποδίζοιτο τῷ δρόμῳ.
τὸ ἱμάτιον δίδωσιν, ἵνα εὐχερῶς αὐτομολήσῃ πρὸς αὐτούς.
δίδασκε καὶ κόλαζε διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους ηʹ.
κόλαζε ἀντὶ τοῦ «παίδευε»; οἱ γὰρ παιδευόμενοι κολάζονται.
εὖ μοι στομώσεις ἀντὶ τοῦ «ὀξυνεῖς». ὡς ἐπὶ σιδήρου φησὶ μεταφορικῶς.
στομώσεις ὀξυνεῖς ἢ εὔστομον ποιήσεις. -
ἀκονήσεις.
ἡ μεταφορὰ ἀπὸ τῶν μαχαιρῶν.
ἐπὶ μὲν θάτερα τὸ μὲν ἕτερον μέρος τῆς γνάθου.
οἵαν δικιδίοις τουτέστι δυνατὴν καὶ ἔμπειρον δικῶν. ὑποκοριστικῶς δὲ τὸ «δικιδίοις».
ἀντὶ τοῦ «δυνατὴν καὶ ἔμπειρον εἰς τὸ λέγειν δίκας». ὑποκοριστικὸν δὲ τὸ «δικιδίοις».
στόμωσον: ἀντὶ τοῦ «ὄξυνον».
οἵαν δυνατήν.
οἵαν ἐς τὰ μείζω πράγματα: οἷον ἄδικα ἢ φιλόσοφα.
εἰς τὰ ἄδικα, εἰς τὰ ἐμφιλόσοφα.
ἀμέλει κομιῇ τοῦτον σοφιστὴν δεξιόν τὸ «ἀμέλει» παρέλκει.
σοφιστὴν δεξιόν οὕτως ἔλεγον πάντας τοὺς πεπαιδευμένους.
μὲν οὖν ἀπὸ κοινοῦ τὸ «κομιεῖ».
οἶμαι δέ σοι πρὸς τὸν πατέρα.
παράβασις. ἐν τῇ παραβάσει οὐ κωμῳδεῖ ὁ χορός. τόπος κώλων εʹ ὡς ἐλλειπόντων, ὃ εἰκὸς ἦν συμβῆναι, περὶ ἃ εἴρηται καὶ ἐν ταῖς πρώταις Νεφέλαις. αἱ μετὰ τὸν τόπον ἐν ἐκθέσει ῥήσεις τοῦ χοροῦ, παραβατικώτεραι δὲ πρὸς τοὺς κριτάς, στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοί.
τοὺς κριτὰς ἃ κερδανοῦσιν αἰτιατικὴ ἀντὶ εὐθείας· οἷον οἱ κριταί. καὶ Ὅμηρος μητέρα δʼ ἤτοι θυμὸς ἐποτρύνει ἀντὶ τοῦ «ἡ μήτηρ».
τῇ αἰτιατικῇ ἐχρήσατο ἀντὶ εὐθείας, ὡς καὶ ἐν Ἀχαρνεῦσιν δεινόν γε τὸν κήρυκα τὸν παρὰ βροτοῖς οἰχόμενον, εἰ μηδέποτε νοστήσει.
ἤν τι τόνδε τὸν χορὸν ὠφελῶσιν τὸν τῶν Νεφελῶν.
ὠφελῶσʼ ἐκ τῶν δικαίων συναγωνίζωνται καὶ συλλαμβάνωνταί τι κατὰ τὸ δίκαιον. ἵνα δὲ μὴ χάριτι δοκῇ νικᾶν καὶ τὴν ψῆφον φέρειν, ἀλλὰ ταῖς ἀληθείαις,
τοῦτο ἐξέθηκεν.
προσέθηκε τοῦτο.
πρῶτα μὲν γὰρ ἢν νεοῦν βούλησθε ἀντὶ τοῦ «ἀροτριᾶν καὶ σπείρειν».
ἐν ὥρᾳ ἀντὶ τοῦ «ἐν καιρῷ».
καρπὸν τεκούσας χαριέντως εἶπε «τεκούσας» καὶ «φυλάξαι» ἐπὶ τῆς βλαστήσεως τῆς ἀμπέλου· λίαν γὰρ εἰς σίνος εὐχερής.
αὐχμὸν πιέζειν ἀντὶ τοῦ «ξηρασίαν καταπονεῖν, ἀφανίζειν».
ἐπομβρίαν πλῆθος ὑετοῦ.
εἰ δʼ ἀτιμάσει τις ἡμᾶς μὴ κρίνας ἡμᾶς νικᾶν δηλονότι.
πρὸς ἡμῶν ἀντὶ τοῦ «παρʼ ἡμῶν».
τοιαύταις σφενδόναις σφενδόνας εἶπεν, ὅτι ἡ χάλαζα ὡς λίθος ἐστίν.
ἡ μεταφορὰ ἀπὸ τῶν λίθων καὶ τῶν σφενδονῶν. θέλει δὲ τὴν χιόνα εἰπεῖν. οὐκ ἀκύρως δὲ τὸ «παιήσομεν», ἐπειδὴ ἀνθούντων τῶν καρπῶν ἡ χιὼν σίνεται.
σφενδόναις χαλάζαις.
παιήσομεν τυπτήσομεν.
ἢν δὲ πλινθεύοντʼ ἴδωμεν τῷ γὰρ πλινθεύοντι ζημία ὁ ὑετός. διαλύεται γὰρ ὑπʼ αὐτοῦ ἡ πλίνθος.
ζημία γὰρ τοῖς πλινθεύουσιν, ἐπειδὰν ὑετὸς γένηται.
τὸν κέραμον τὰς ἐν τῇ στέγῃ κεραμίδας.
ὕσομεν τὴν νύκτα πᾶσαν ὅτε ἀνάγκη ἐστὶ μετελθεῖν τὴν νύμφην.
κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ ἐπεὶ μὴ ὕειν δοκεῖ αὐτόθι, ὡς Ἡρόδοτος. ἐκεῖ οὖν εἶναι θελήσει, ἔνθα μὴ βλαβήσεται ἐκ τῶν Νεφελῶν, ὡς πορρωτάτω τῆς πατρίδος. ἢ ὡς ἐπὶ κατάρας· ἐπεὶ καταρᾶται. ἐλέγετο γὰρ λῃστεύεσθαι ἡ Αἴγυπτος.
ὡς ἐπὶ κατάρας, ἐπεὶ ὡς λῃστευομένη διεβάλλετο ἡ Αἴγυπτος. ἢ βουλήσεται πορρωτάτω εἶναι, ὅπου αὐτὸν οὐ βλάψει ὁ ὑετός· ἐπεὶ ἐν Αἰγύπτῳ δοκεῖ μὴ ὕειν, ὥς φησιν Ἡρόδοτος «ὕσθησαν γὰρ τότε αἱ Θῆβαι οὐδαμὰ πρότερον ὑσθεῖσαι».
κορωνὶς εἰσιόντων τῶν ὑποκριτῶν καὶ εἴσθεσις παρὰ τοὺς τετραμέτρους· ἔστι γὰρ τὰ ἑξῆς ἰαμβικὰ τρίμετρα κγʹ.
πέμπτη τετράς ἐξέρχεται ὁ Στρεψιάδης ἀριθμῶν τὰς ἡμέρας. οὕτω δὲ ἠρίθμουν Ἀθηναῖοι· τὰς μὲν ἀπὸ νουμηνίας ὁμοίως ἡμῖν ἀριθμοῦσι, πρώτη, δευτέρα, τρίτη, τετράς, ἕως δεκάτης· εἶτα ἑνδεκάτη, δωδεκάτη, τρίτη ἐπὶ δέκα, τετάρτη ἐπὶ δέκα, ἕως εἰκάδος· εἶτα ἣν ἡμεῖς εἰκάδα πρώτην, ἐνάτην φθίνοντος αὐτοί φασιν· εἶτα ὀγδόην ἕως ἕνης τε καὶ νέας.
πέμπτη, τετράς οὐ προσέθηκε τὸ φθίνοντος. οὕτω γάρ, φασίν, Ἀθηναῖοι ἀριθμοῦσιν· ἀπὸ πρώτης ἕως ιβʹ προστιθέασι τὸ ἱσταμένου· ἀπὸ ιγʹ ἕως ιθʹ τὸ ἐπὶ δέκα· εἶτα ἡ μεγάλη εἰκάς· ἀπὸ εἰκοστῆς πρώτης ἕως εἰκοστῆς ἐνάτης τὸ φθίνοντος· τὴν δὲ λʹ ἕνην τε καὶ νέαν, ἐπεὶ μετέχει τοῦ τε παλαιοῦ καὶ τοῦ νέου φωτός, ταὐτὸν δὲ καὶ Δημητριάδας προσηγόρευσαν.
τὴν δευτέραν καὶ εἰκάδα Ἀθηναῖοι ἐνάτην φθίνοντος ἐκάλουν καὶ τὴν τρίτην ὀγδόην καὶ τὴν τετάρτην ἑβδόμην καὶ τὴν πέμπτην ἕκτην καὶ τὴν ἕκτην πέμπτην καὶ τὴν ἑβδόμην τετάρτην καὶ τὴν ὀγδόην τρίτην καὶ τὴν ἐνάτην καὶ εἰκάδα δευτέραν φθίνοντος· εἶτα τὴν τριακάδα ἕνην τε καὶ νέαν, ἐν ᾗ οἱ τόκοι ἀπῃτοῦντο.
πέμπτη, τετράς: οὕτως ἀριθμοῦσι τὰς ἡμέρας· ἀπὸ πρώτης τῆς καινῆς σελήνης ἕως ιβʹ ὁμοίως ἡμῖν· ἀπὸ ιγʹ ἐπὶ δέκα, γʹ ἐπὶ δέκα, τετάρτη ἐπὶ δέκα ἕως θʹ ἐπὶ δέκα. καὶ ἡ μεγάλη λοιπὸν εἰκὰς ὡς μέχρι ταύτης ἀπαρτιζομένης τὴν δʹ͵ γʹ. καὶ τὴν ὑστέραν μίαν καὶ εἰκάδα, ἢ ὥς τινες δεκάτην φθίνοντος· τὴν κβʹ ἐνάτην φθίνοντος. ὑφαιροῦνται ἐφεξῆς μίαν ἕως κθʹ, ἣν ἐκάλουν δευτέραν φθίνοντος. λοιπὸν ἕνην καὶ νέαν ἔλεγον τὴν λʹ, ἐπεὶ ἐν αὐτῇ συντελεῖται ὁ μὴν καὶ ἀρχὴν ἔχει τοῦ ἑτέρου μηνὸς τῆς σελήνης κθʹ ἡμερῶν καὶ ἡμισείας ψηφιζομένης. ὥστε ἡ μὲν κϛʹ παρʼ αὐτοῖς πέμπτη ἀκούει, ἡ δὲ ζʹ παρʼ αὐτοῖς τετρὰς λέγεται.
τὰς λʹ ἡμέρας τῆς σελήνης εἰς γʹ δεκάδας Ἀθηναῖοι διαιροῦσιν. καὶ τὴν μὲν πρώτην ὡς ἡμεῖς ἀπαριθμοῦνται, τὴν δὲ δευτέραν οὕτως· πρώτη ἐπὶ δέκα, δευτέρα ἐπὶ δέκα, ἄχρι τοῦ θʹ. τὴν γὰρ εἰκάδα οὕτω καλοῦσιν. τὴν δὲ εἰκοστὴν πρώτην ὑστέραν δεκάδα. καὶ τὴν μετὰ ταύτην θʹ φθίνοντος, ἕως δευτέραν φθίνοντος, ἥτις ἐστὶν κθʹ. τὴν γὰρ λʹ ἕνην καὶ νέαν φασίν.
πέμπτη: ἔστιν ἡ καλουμένη κϛʹ· φθίνοντος.
πέμπτη: αὕτη ἐστὶ κϛʹ· φθίνοντος.
πέμπτη, τετράς, τρίτη ... δευτέρα κϛʹ, κζʹ, κηʹ ... κθʹ.
ἔσθʼ ἕνη τε καὶ νέα ἡ καλουμένη νουμηνία· οὕτω παρʼ Ἀθηναίοις ἡ παρʼ ἡμῖν τριακάς, ἐπειδὴ συμβαίνει ἐν αὐτῇ καὶ λήγειν τὴν σελήνην καὶ γεννᾶσθαι. τότε δὲ τοὺς μὴ ταχέως ἀποδιδόντας τοὺς τόκους ἢ τὰ δάνεια ἀπῄτουν ὡς ὑπερώρους γενομένους. διὸ λυπεῖσθαί φησιν ὁρῶν ἐνισταμένην ἕνην τε καὶ νέαν.
ἕνη καὶ νέα: ἡ νουμηνία. διὰ μὲν τὸ παρελθὸν ἕνη, διὰ δὲ τὴν ἀρχὴν νέα.
ἕνη τε καὶ νέα: ἡ νουμηνία· διὰ τὸ τοῦ μὲν παρελθόντος μηνὸς εἶναι τέλος, ἀρχὴν δὲ τοῦ ἐνισταμένου.
ἕνη τε καὶ νέα ἤγουν ἡ πρώτη, ἡ τριακάς.
θείς μοι πρυτανεῖʼ ἀπολεῖν μέ τὰς γὰρ δεκάδας τοῦ χρέους καταβάλλοντες τοῖς πρυτανεῦσιν εἰσῆγον τοὺς χρεωστοῦντας.
τὰ νῦν καλούμενα παρὰ Ῥωμαίοις σπόρτουλα, ἤγουν τὰ τριμένσουλα.
ὀλίγον γάρ μοι μέλει ἀντὶ τοῦ «οὐδὲ ὀλίγον φροντίζω λοιπὸν τῶν δανειστῶν», διὰ τὸ μεμαθηκέναι δηλαδὴ τὸν υἱὸν τὸν ἥττονα λόγον, ᾧ περιεγένετο τῶν δίκαια λεγόντων.
ἠμί φημί.
ἀλλὰ τουτονὶ πρῶτον λαβέ θύλακα ἀλφίτων δίδωσιν αὐτῷ. καὶ γὰρ ἄνω εἶπε διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.
ἐπιθαυμάζειν ἀντὶ τοῦ «δώροις τιμᾶν».
ἐκεῖνον εἶφʼ ὃν ἀρτίως εἰσήγαγες ὅτι διαφέρει τὸ ἄρτι τοῦ ἀρτίως παρὰ τοῖς Ἀττικοῖς. ἄρτι μὲν γὰρ ἀντὶ τοῦ «νῦν», ἀρτίως δὲ ἀντὶ τοῦ «πρὸ ὀλίγου».
παμβασίλειʼ Ἀπαιόλη πέπλακεν ὄνομα δαίμονος, σωματοποιήσας αὐτήν, παρὰ τὸ ἀπαιολεῖν καὶ κινεῖν καὶ στερεῖν.
θεόν τινα πεποίηκεν, οἷον ἐκτροπὴν ἤ τινα τοιαύτην· ὡς ἂν εἰ εἴποι τις· ὦ Ἀδικία.
Ἀπαιόλη ἐκ τοῦ αἰολεῖν ἤγουν κινεῖν καὶ ταράσσειν· κινοῦσα καὶ ταράττουσα.
Ἀπαιόλη ἀποστέρησις.
Ἀριστοφάνης ὀξεῖαν τὴν ἐσχάτην φησίν, Ἀπαιολή.
ἐρωτηματικῶς.
βοάσομαί γʼ ἄρα διπλῆ καὶ εἴσθεσις εἰς μέλος ἀμοιβαῖον τῶν ὑποκριτῶν εἰκοσίκωλον, ὧν τὰ μὲν βʹ ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκοῦ ἑφθημιμεροῦς· τὰ δὲ ἑξῆς δύο ἐν ἐκθέσει ἰαμβεῖα τρίμετρα ἀκατάληκτα.
βοάσομαι … τὰν ὑπέρτονον παρὰ τὰ ἐκ Πηλέως Εὐριπίδου. ἐπιφέρει γὰρ ἰὼ πύλαισιν ἤ τις δόμοις. καὶ Φρύνιχος Σατύροις βοάσομαί γʼ ἄρα τὰν ὑπέρτονον βοάν.
χορικὴ περιπλοκή· εἴρηται διαλέκτῳ δωρίδι.
ὑπέρτονον μεγάλην, ὑπέροχον. φησὶ δέ· εἰ οὕτως ὁ παῖς ἐκπεπαίδευται, μέγιστον ὑπὸ τῆς χαρᾶς ἐκβοήσομαι.
ὑπέρτονον πρὸς τὴν μουσικήν.
ἰὼ ἐπὶ χαρᾶς.
ὦβολοστάται δανεισταί· ἀπὸ τοῦ ὀβολοῦ.
τἀρχεῖα οἱ ἄρχοντες.
τἀρχεῖα τὰς ἀρχάς, τὰ δικαστήρια.
τἀρχεῖα τὰ κεφάλαια οὕτως ἔλεγον.
τὰ ἑξῆς βʹ δακτυλικὰ πενθημιμερῆ.
οἷος θαυμαστικόν.
ἀκόλουθον τῷ
παρὰ τὰ εἰρημένα ὑπʼ αὐτοῦ
εὖ μοι στομώσεις αὐτόν· ἐπὶ μὲν θάτεραοἵαν δικιδίοις.
ἀμφήκει γλώττῃ λάμπων ὡς ἀπὸ εὐθείας τῆς ἀμφήκης.
λάμπων πρόβολος ἐμός τὸ ηʹ ἀναπαιστικὸν πενθημιμερές.
πρόβολος τεῖχος, ἀσφαλὴς προστάτης.
πρόβολος προστάτης, τεῖχος, ἀσφάλεια.
προβαλλόμενος.
τὸ θʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον.
λυσανίας χοριαμβικόν.
λυσανίας λύων τὰς τοῦ πατρὸς ἀνίας.
ἐκτεταμένως προενεκτέον τὴν πρώτην καὶ τὴν τρίτην συλλαβήν.
πρὸς τὴν ὀνοματοποιίαν. τὸν Σοφοκλῆν χαρακτηρίζει λέγοντα Ζεῦ ἄνοστος ἄγοιτο νικομάχαν καὶ παυσανίαν καὶ ἀτρίδαν.
πατρῴων μεγάλων κακῶν τὸ ιαʹ γλυκώνειον.
ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ τὸ ιβʹ καὶ ιγʹ δόχμιος συζυγία.
ὦ τέκνον· ὦ παῖ παῖ ἔξελθʼ οἴκων τὸ ιδʹ καὶ ιεʹ δακτυλικὸν πενθημιμερές.
ἰοῦ ἰοῦ διπλῆ· εἶτα καὶ εἴσθεσις εἰς προαναφώνησιν τὸ «ἰοῦ ἰοῦ»: καὶ ἴαμβοι τρίμετροι τριάκοντα εʹ ἐν ἐκθέσει.
ἰού, ἰού τὸ ἰοῦ ἰοῦ ἐπὶ χαρᾶς περισπᾶται.
ὅτε ἐπὶ χαρᾶς, τὸ ἰοῦ περισπᾶται· ὅτε δὲ ἐπὶ θλίψεως, ὀξύνεται.
τὴν χροιὰν ἰδών ἐκ τῆς ἀσκήσεως ὠχριάσαντα.
οἱ Ἀττικοὶ τὴν χροιὰν παροξύνουσιν.
νῦν μέν τʼ ἰδεῖν λείπει εἰς τό, ἵνʼ ᾖ εἰς τὸ ἰδεῖν.
ἰδεῖν ὡς ἀπὸ τῆς θέας.
ἐξαρνητικὸς ἀρνεῖσθαι δυνάμενος.
καὶ τοῦτο τοὐπιχώριον τῷ παρὰ τὴν συνήθειαν καὶ ἀνὰ χεῖρα ἐχρήσατο. εἰώθαμεν γὰρ ἐν ταῖς τῶν ἐναντίων διαλέξεσι λέγειν· τί λέγεις σύ;
ὅτε γὰρ τοὺς ἐναντίους καταπλῆξαι βουλοίμεθα, τῇ τοιαύτῃ φωνῇ χρώμεθα.
οἱ γὰρ ἀναισχυντοῦντες παρὰ Ἀθηναίοις ἀνθιστάμενοι ἔλεγον· τί λέγεις σύ;
ἀτεχνῶς: ἄγαν, ἀκριβῶς, πάνυ.
ἐπανθεῖ πλεονάζει, ἀκμάζει.
ἀττικὸν βλέπος ἀντὶ τοῦ «πανοῦργον βλέμμα».
τοὺς γὰρ Ἀττικοὺς ἐπὶ ἀναιδείᾳ διέβαλλον, τοὺς δὲ Ἀθηναίους ἐπὶ ἀναιδείᾳ καὶ τῷ ἱκανοὺς εἶναι λέγειν.
οἱ γὰρ Ἀθηναῖοι ἐπὶ πανουργίᾳ καὶ ἀναιδείᾳ διεβάλλοντο.
τὸ χ πρὸς τὸν σχηματισμὸν τῆς λέξεως.
νῦν διὰ τὰ χρέα.
ἕνη γάρ ἐστι καὶ νέα τίς ἀντιλέγει τῷ ὡμολογημένῳ, ὅτι οὐκ ἔστιν ἡμέρα μία ἕνη καὶ νέα, ἀλλὰ δύο,
ὅτι οὐ δυνατὸν τὰς δύο ἡμέρας μίαν γενέσθαι· καὶ δείκνυσιν, ὅτι οὐ τῆς μιᾶς ἡμέρας ἐστὶ τὰ δύο ὀνόματα, ἀλλὰ τὸ μὲν ἕνη τριακάδος, τὸ δὲ τῆς νουμηνίας, ἡ νέα.
ἕνη μὲν ἡ τριακάς, νέα δὲ ἡ νουμηνία. καὶ οὕτως ὁ Σόλων τὰς μὲν κλήσεις τῶν δικῶν τῇ τριακάδι φησὶ γίνεσθαι, ὅπως ὁ κληθεὶς εἰς δίκην ἔχῃ ὅλην τὴν τριακάδα εἰς τὸ βουλεύεσθαι τὰ περὶ ἑαυτοῦ. ὥστε ἐν αὐτῷ καὶ τὰ πρυτανεῖα θεῖναι ἐν τῷ δημοσίῳ.
πρυτανεῖα: τὰ παρὰ τοῦ διώκοντος καὶ τοῦ φεύγοντος διδόμενα. εἰ δὲ μὴ ἐδίδοντο, διέγραφον οἱ εἰσαγωγεῖς τὴν δίκην.
τὰ πρυτανεῖά τὰ δῶρα τὰ διδόμενα τοῖς πρυτάναις ἤγουν τοῖς ἄρχουσιν.
ἀπολοῦσʼ ἄρʼ αὖθʼ οἱ θέντες ἀντὶ τοῦ «ζημιωθήσονται ταῦτα ἅπερ ἀναλώσουσιν».
σοφίζεται, ὅτι οὐ δύναταί τις εἶναι ἡμέρα ἡ αὐτὴ ἕνη τε καὶ νέα.
νοεῖ δηλοῖ.
ὁ Σόλων ὁ παλαιὸς ἀρχὴ αὕτη τῆς τοῦ νόμου διηγήσεως.
Σόλων: ὁ νομοθέτης.
ἐκμιμεῖται τοὺς ῥήτορας, οἳ τὰ μὲν ὀνόματα τῶν νομοθετῶν ἴσασιν, οὐ μέντοι τοὺς νόμους.
ἀπομιμεῖται τοὺς ῥήτορας τοὺς τὰ ὀνόματα μὲν τῶν νομοθετῶν λέγοντας, μὴ μέντοι τοὺς νόμους εἰδότας.
ἐκεῖνος οὖν τὴν κλῆσιν τὴν ἐν ταῖς δίκαις εἰσαγωγήν· καλοῦνται γὰρ εἰς τὸ δικαστήριον.
ἵνʼ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ θέσεις αἱ δίκαι καὶ αἱ καταβολαὶ τῶν πρυτανείων, ἅπερ μισθὸς ἦν τῆς εἰσαγωγῆς τῆς δίκης.
θέσεις τὰ δικαστήρια παρὰ τὸ τοὺς δικαζομένους δραχμὴν τῷ δημοσίῳ διδόναι.
ἐδίδοτο γὰρ δραχμὴ τῷ δημοσίῳ.
ἵνʼ ὦ μέλεʼ ἵνα, φησί, παρόντες τῇ κλήσει, εἰ συνειδεῖεν ἑαυτοῖς ἀδικοῦσι, πρὸς τοὺς ἐχθροὺς διαλυσάμενοι πράγματα μὴ ἔχωσιν.
ἵνα πρὸ μιᾶς ἡμέρας οἱ παραστάντες, οἱ κατηγορούμενοι, διαλυθῶσιν· εἰ δὲ μή, τῇ νουμηνίᾳ δικάζοιντο.
τὰς ἡμέρας, ἐν αἷς μετὰ τῶν ἐχθρῶν δικάζονται.
εἰς σκέψιν αὐτοῖς, φησίν, ἐδίδοτο ἡ τριακάς.
οἱ φεύγοντες οἱ ἐναγόμενοι καὶ κατηγορούμενοι.
ἀντὶ τοῦ «ἄνευ δίκης».
ἕωθεν ὑπανιῷντο: ἀντὶ τοῦ «μετὰ βίας ἀπαιτοῖντο».
ὑπανιῷντο μαστίζοιντο.
ἔθος γὰρ ἦν καταβάλλειν τῇ νουμηνίᾳ.
πῶς οὐ δέχονται δῆτα διὰ τί οὐκ ἔμεινε τὸ ἔθος, ἀλλὰ τῇ τριακάδι καταβάλλουσι δέον τῇ νουμηνίᾳ;
ἀρχαὶ οἱ ἄρχοντες.
πρυτανεῖʼ τὰ διδόμενα ἀπὸ τῶν δικαζομένων τῷ δημοσίῳ ἀργύρια.
ἀλλʼ ἕνῃ τε καὶ νέᾳ: ἀποδεικτικὸς ὁ τόπος, ὅτι ἕνη καὶ νέα λέγεται ἡ τριακάς· ἀντιδιέσταλκε γὰρ πρὸς νουμηνίαν.
ἕνῃ τε καὶ νέᾳ τῇ τριακάδι συνήθως.
προτένθαι: οἱ προλαμβάνοντες καὶ προαρπάζοντες τὰ ὄψα, πρὶν εἰς τὴν ἀγορὰν κομισθῆναι, καὶ μεταπιπράσκοντες πλείονος· οἱ νῦν μετάβολοι καλούμενοι. ἢ λίχνοι· ἢ ἀκρατεῖς.
οἱ πρὸ καιροῦ τῶν σφαγίων ἀπογευόμενοι.
οὐκέτι γὰρ αὐτοῖς δίδοται ἡ σκέψις ἡ πρὸ μιᾶς, ἀλλʼ εὐθὺς ἐπὶ τὸ καταβαλεῖν ὁρμῶσιν. εἰκὸς γὰρ ἦν αὐτοὺς ἀποσκεπτομένους τῇ ἐνδοσίμῳ τριακοστῇ καταβάλλειν χωρὶς δίκης τὸ χρέος, καὶ μηκέτι τούτους λαμβάνειν τὰ πρυτανεῖα. διὰ τοῦτο τοίνυν προέλαβον τὴν προθεσμίαν ὑπὸ τοῦ ἐπιθυμητικῶς ἔχειν ὑπὸ τοῦ κέρδους ἡττώμενοι.
ὑφελοίατο: λάβοιεν.
προὐτένθευσαν: προελιμβεύσαντο, προελιχνεύσαντο, προὐθέσμευσαν ἡμέραν μίαν.
προυτένθευσαν προέθηκαν.
τί κάθησθʼ ἀβέλτεροι ἀντὶ τοῦ ἀνόητοι· βέλτερος γὰρ ὁ φρόνιμος. ἢ ἀπαίδευτοι. πρὸς δὲ τοὺς δανειστὰς ποιεῖται τὸν λόγον. διὰ γὰρ τοῦ μωροῦ δοκιμάζεται ὁ φρόνιμος.
λίθοι ἀναίσθητοι.
ἄλλως ματαίως.
ἀμφορεῖς νενησμένοι κέραμοι σεσωρευμένοι· ἢ πεπληρωμένοι. νηῆσαι γὰρ τὸ σωρεῦσαι.
ἀμφορεῖς μεγαρικοὶ κέραμοι.
ᾀστέον τὸ τέλειον «ᾀστέον μοι ἐγκώμιον». ἀντὶ τοῦ «ὀφείλω ᾄδειν».
μάκαρ ὦ Στρεψίαδες διπλῆ καὶ εἴσθεσις εἰς μέλος τοῦ ὑποκριτοῦ ὀκτάκωλον, ὧν τὸ μὲν πρῶτον ἰωνικὸν ἀπʼ ἐλάσσονος δίμετρον καταληκτικόν· τὰ δὲ ἐφεξῆς τρία ἀπὸ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς κατακλεῖδος. τὸ πέμπτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ ἐξ ἰαμβικοῦ πενθημιμεροῦς καὶ δοχμίου συζυγίας· συνῆπται δὲ τῇ λέξει καὶ ἑτέραν διαίρεσιν προαιρετέον, τὴν εἰς ἰαμβικὸν τρίμετρον ὑπερκατάληκτον καὶ δόχμιον. τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ἰθυφαλλικόν.
μάκαρ ὦ Στρεψίαδες Στρεψιάδη μὲν ἡ κλητική, ἀλλʼ ἵνα παίξῃ εἰς τὸ ὄνομα, διέστρεψε τὴν κλητικήν.
ὡς ἄγροικος περὶ τὴν κλητικὴν ἐσφάλη· ἔδει γὰρ εἰπεῖν· ὦ Στρεψιάδη. ἔπαιξεν οὖν παρὰ τὴν ἀναλογίαν.
ὡς ἄγροικος ἔπταισεν.
φήσουσι δή μʼ οἱ φίλοι ἔχουσι λέγειν οἱ φίλοι καὶ οἱ δημόται «μάκαρ ὦ Στρεψίαδες» καὶ τὰ ἑξῆς.
φήσουσι τοῦτο τὸ «μάκαρ ὦ Στρεψίαδες» καὶ οἱ φίλοι καὶ οἱ δημόται.
τοῦτό μοι εἴπωσι καὶ οἱ φίλοι καὶ οἱ δημόται, τὸ «ὦ μάκαρ ὦ Στρεψίαδες».
εἶτʼ ἄνδρα τῶν αὐτοῦ διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους μϛʹ ἕως τοῦ ὅτι ἐκάλεσας εὐηθικῶς τὴν κάρδοπον.
εἶτʼ ἄνδρα τῶν αὐτοῦ οὗτος ὁ δανειστής ἐστι Στρεψιάδου Πασίας ἄγων σὺν αὐτῷ μάρτυρα, ᾧ καὶ διαλέγεται ἀσχάλλων ἐπὶ τῷ μὴ κεκομίσθαι ἅπερ ἐδάνεισε χρήματα. φησὶν οὖν· οὐ χρὴ ῥᾳδίως ἄλλοις προΐεσθαι τὰ ἑαυτοῦ χρήματα. ἐμφαντικῇ δὲ λέξει ἐχρήσατο
εἰπὼν μὴ διδόναι—ὁ γὰρ δῶρον λαβὼν τάχα τὴν χάριν οἶδε τῷ δεδωκότι—ἀλλʼ οὔτε δανεῖσαι—ὁ γὰρ δανείζων ἐπὶ μείζονι ὠφελείᾳ δίδωσί τινι—ἀλλὰ προϊέναι ἐμφαντικῶς ἀντὶ τοῦ «ῥιπτεῖν καὶ ἀπολέσαι καὶ σκορπίζειν».
οὔτε διδόναι φήσας—ὁ γὰρ δῶρόν τι λαβὼν οἶδε τάχα τῷ διδόντι χάριν—οὔτε χρῆσαι εἰπών—ὁ γὰρ δανείσας ἐπʼ ὠφελείᾳ δίδωσί τινι— ἀλλʼ εὗρεν ὄνομα τὸ προϊέναι μόνον οὐχὶ τὴν δύναμιν τοῦ ῥιπτεῖν καὶ σκορπίζειν ἔχον.
οὔτε χαρίσασθαι ἔφη—οὐδὲ γὰρ ἐχαρίσατο—οὔτε δανεῖσαι, ἀλλὰ προϊέναι, ὃ τὸ ῥῖψαι καὶ ἀπολέσαι.
προϊέναι ἀντὶ τοῦ «προδιδόναι καὶ κιχρᾶν».
προϊέναι διδόναι.
προϊέναι δανείζειν.
ἀπερυθριᾶσαι μᾶλλον ἀντὶ τοῦ «ἀρνησάμενον μὴ χρῆσαι ἢ χρήσαντα πράγματα ἔχειν».
ἀπαναισχυντῆσαι εἰπόντα
μὴ ἔχειν.
ὅτι οὐκ ἔχω.
κλητεύσοντα μαρτυρήσοντα.
δημότῃ ἀπὸ τοῦ αὐτοῦ δήμου.
τῷ μάρτυρι δηλονότι.
ὅτι καλῶ αὐτὸν εἰς δικαστήριον.
ὅτι ἀπαιτεῖ φίλον, ᾧ συμβαίνειν εἴωθεν.
ὅτι φιλοπράγμονες οἱ Ἀθηναῖοι.
ἐς τὴν ἕνην τε καὶ νέαν εἰς δικαστήριον δηλονότι.
ὑπερβατόν· ἀλλὰ καλοῦμαι Στρεψιάδην ἐς τὴν ἕνην τε καὶ νέαν.
εἰς δύʼ ... ἡμέρας ἀπὸ κοινοῦ τὸ «καλοῦμαι».
τοῦ χρήματος λείπει χάριν· ἢ ἡ περί· ἀττικῶς.
ἕνεκεν τοῦ χρήματος;
οἷον «τοῦ πράγματος;»
δύναται καὶ ἐρωτηματικῶς, ἵνα ᾖ τοῦ Στρεψιάδου «ἕνεκεν τίνος;» εἶτα ἀποκρίνεται ὁ δανειστὴς «τῶν δώδεκα μνῶν» καὶ τὰ ἑξῆς.
τὸν ψαρὸν ἵππον τὸν ταχύν, ἀπὸ τοῦ ψαίρειν· ὅθεν καὶ λαιψηρός. ἢ τὸν τὸ χρῶμα τοιοῦτον.
τὸν ψαρὸν ἵππον τὸν τὸ χρῶμα τοιοῦτον. ἢ τὸν ταχύν, ἀπὸ τοῦ ψαίρειν· ὅθεν καὶ αἰψηρός.
τὸν ψαρὸν τὸν ταχύν· ἢ τὸν ποικίλον.
ψαρὸν κατάστικτον ἢ ταχύν.
ὃν πάντες ὑμεῖς ἴστε ταῦτα λέγει ὡς συκοφαντούμενος ὑπʼ αὐτοῦ.
τὸν ἀκατάβλητον τὸν ἀήττητον, τὸν μηδενὶ καταβαλλόμενον· ἤγουν τὸν ἥττονα.
τοῦ μαθήματος τῆς μαθήσεως. διὰ τοῦτο γὰρ ἔμαθεν.
ἵνʼ ... σε ἀντὶ τοῦ «ὅπου ἄν σοι κελεύσω».
ἀντὶ τοῦ «ὅπου ἄν σε κελεύσω ἐγώ».
κἂν προσκαταθείην ἀντὶ τοῦ «καὶ ζημιωθείην ἂν τρεῖς ὀβολούς, ἵνα ἐπιτρέψῃς μοι ὀμόσαι τοὺς θεούς· οὕτω καταφρονῶ τοῦ ὅρκου· θεοὶ γὰρ οὔκ εἰσιν, ὥς φασιν».
ἀναιδείας ἀθεΐας.
ἁλσὶ διασμηχθεὶς οἱ σμηχόμενοι ἁλσὶ βελτίονες γίνονται. ἅμα καὶ ὅτι τοὺς παραφρονοῦντας διαβρέχομεν ἁλσὶ καὶ ἐλαίῳ, καὶ βελτίονες γίνονται.
ὡς παχύδερμον αὐτὸν χλευάζει. τὰ γὰρ παχέα ὑπὸ πιμελῆς τῶν δερμάτων ἁλσὶ μαλασσόμενα εὐρύτερα γίνονται, ὡς πλέον χωρῆσαι μέτρον.
ἁλσὶ διασμηχθεὶς: διὰ τὸ βάρος τοῦ δέρματος. οἷον ἀποκαθαρθεὶς τὴν παχύτητα. ἡ μεταφορὰ ἀπὸ τῶν βυρσῶν.
ταῦτα λέγει ἢ ἀσκὸν ἢ ἀγγεῖον χαλκοῦν βαστάζων.
ὡς ἐπʼ ἀγγείου ἢ ἀσκοῦ. τινὲς δὲ ὡς ἐπὶ οἴνου· οἱ γὰρ δεχόμενοι ἅλας οὐ τρέπονται.
ἁλσὶ διασμηχθεὶς ὡς ἐπὶ κεράμου ἢ ἀσκοῦ τὸν λόγον ποιεῖται.
τὴν μεταφορὰν εἴληφεν ἀπὸ τῶν κεράμων καὶ τοῦ οἴνου, οἷς ἅλες ἐμβάλλονται ὑπὲρ τοῦ μὴ ἐξίστασθαι μηδὲ ὀξίζειν εὐχερῶς. ἢ ἐπεὶ τοὺς ὑπὸ μέθης καὶ ὡς ἂν παραφρονοῦντας ὑποβρέχειν εἰώθαμεν ἐλαίῳ ἁλσὶ μεμιγμένῳ. ὡς οὖν τοῦ Στρεψιάδου μὴ καθεστηκότος, ἀλλὰ καὶ παραφρονοῦντος, ὃς ἐπὶ ὡμολογημένοις ἐξαρνός ἐστιν, οὕτω τῇ μεταφορᾷ ἐχρήσατο. φησὶν οὖν· οὐ τὰ τυχόντα οὗτος ὠφεληθείη διαβρεχθεὶς ἁλσίν.
ὡς γέροντα διασύρει· τὰ γὰρ στερρὰ καὶ παχύδερμα ἁλσὶ δαμάζομεν. ἢ ὡς παράφορον· ὅτι τοῖς παραφρονοῦσιν ἐλαίῳ καὶ ἅλατι σμήχοντες ὠφελοῦμεν.
διασμηχθεὶς ὡς παχύς.
ἓξ χοᾶς χωρήσεται λείπει ὁ ἐγκέφαλος αὐτοῦ. ἅμα δὲ ὡς ἐπὶ κεράμου ἢ ἀσκοῦ.
ἓξ χοᾶς χωρήσεται: πάλιν χλευάζει ὡς ἐπὶ ἀμφορέως καὶ οἴνου. ἢ πρὸς τὰ ἀνωτέρω· ἂν σμηχθῇ, πλέον χωρήσει, ὥσπερ λήκυθος ἢ ἀσκὸς ἢ ἄλλο τι τῶν τοιούτων· πλεῖον γὰρ χωρεῖ τῶν ἐμπεφρακότων ἀποβεβλημένων.
ἔμεινεν ἐπὶ τῆς τοῦ κεράμου ἢ ἀσκοῦ μεταφορᾶς, ὃς ἐὰν σμηχθῇ, πλέον χωρεῖ τῶν ἐμπεφρακότων ἀποβεβλημένων.
καταπροΐξῃ καταφρονήσεις· παρὰ τὴν προῖκα. δωρεὰν ἐπεγχανῇ μοι.
θαυμασίως ἥσθην θεοῖς παρεπιγραφή ἐστιν· γελῶν γὰρ τοῦτό φησιν. ἐκκαγχάζει γὰρ τῆς προσηγορίας ἀκούσας καὶ τοῦ Διός, γέλωτα τὸν ἐκείνου τιθέμενος ὅρκον.
ταῦτά φησιν, ἐπεὶ δεδίδακται μήτε τὸν Δία μήτε τοὺς ἄλλους ἡγεῖσθαι θεοὺς ἢ τὰς Νεφέλας καὶ τὸν Δῖνον, ὡς ἔφησεν ὁ Σωκράτης.
γελοῖος γέλωτος ἄξιος.
ὀμνύμενος τοῖς εἰδόσιν ἀντὶ τοῦ «ἐμοὶ τῷ εἰδότι».
ἢ τοῖς ἐπιστήμοσι καὶ εἰδόσιν, ὅτι ὁ Ζεὺς οὐδείς ἐστιν. διὸ καὶ γέλωτος ποιητικὸς ὁ Ζεὺς ὁ παρακληθεὶς παρὰ σοῦ.
τῷ χρόνῳ δώσεις δίκην: ἀντὶ τοῦ «ὑπὲρ τῆς βλασφημίας» δίκην ὄντως δώσεις ὀψέ ποτε.
ἀντὶ τοῦ «ὑπὲρ ὧν ἐβλασφήμησας».
εἰπὲ μόνον τὸ δοκοῦν σοι.
ἀποκρινάμενος τοῖς δικασταῖς δηλονότι.
εἰσελθόντος τοῦ Στρεψιάδου ὁ δανειστής φησι πρὸς τὸν μάρτυρα.
τῷ μάρτυρί φησιν ὁ δανειστὴς εἰσελθόντος τοῦ Στρεψιάδου.
ὁ μάρτυς φησὶ τῷ Πασίᾳ εἰσελθόντος τοῦ Στρεψιάδου· ὅτι τί σοι δοκεῖ δράσειν ὁ Στρεψιάδης; εἰσέρχεται δὲ ἐκβάλαι κάρδοπον, ἵνα αὐτῷ διαλεχθῇ καθὼς ἐδιδάχθη ὑπὸ τοῦ Σωκράτους.
ἀποδώσειν σοι δοκεῖ: τινὲς τοῦτο τοῦ κλητῆρος εἶναι λέγουσιν.
δεικνύει ὁ Στρεψιάδης τῷ δανειστῇ τὴν καρδόπην, καθὰ προέμαθεν.
ἐξ ὧν ἔμαθε παρὰ Σωκράτους.
τουτὶ τί ἐστιν εἰσελθὼν ὁ Στρεψιάδης προῆλθε πάλιν τῆς οἰκίας σκαφίδιον ἢ μαγίδιον ἐξαγαγών. ἀνερωτᾷ οὖν αὐτοὺς καὶ πυνθάνεται, ὅ τι ποτὲ αὐτὸ προσαγορεύοιεν. ὁ δὲ συνήθως φησιν ἀρσενικῶς «κάρδοπος». οὗτος δὲ ἀπὸ τοῦ Σωκράτους καρδόπην αὐτὸ δεδίδακται λέγειν. ἵνα οὖν ἀμαθῆ καὶ ἀπαίδευτον ἀπὸ τοῦ πρώτου ἀποδείξῃ τὸν δανειστήν, τοῦτό φησιν.
τουτὶ τί ἐστιν: ἐξελθὼν πάλιν τῆς οἰκίας σφραγῖδα καὶ μαγίδιον ἐπιφέρει, ἵνα δείξῃ ἀμαθῆ καὶ ἀπαίδευτον τὸν δανειστήν. ἐρωτᾷ γοῦν· τοῦτο τί ἐστιν; ὁ δὲ συνήθως «κάρδοπος» εἶπεν ἀρσενικῶς· ὁ δὲ Στρεψιάδης καρδόπην αὐτὸν δεδίδακται παρὰ τοῦ Σωκράτους λέγειν.
τουτέστι βαρβαρίζοντι ἀνθρώπῳ.
ἐν ὅσῳ ἐν ἐμαυτῷ εἰμι καὶ οἶδά τι.
οὐχ ὅσον γέ μʼ εἰδέναι ἀντὶ τοῦ «ὡς νομίζω».
ἀντὶ τοῦ «ἀποδράμῃς, ἀποσκιρτήσῃς καταλήψῃ ἀπὸ τῆς θύρας». ἔστι δὲ ἡ λέξις ἀπὸ τοῦ ἀργοῦ, ὃ δηλοῖ τὸ ταχύ, καὶ τοῦ λιπεῖν. οὐ ταχέως οὖν, φησίν, ἀποδραμῇ.
ἀντὶ τοῦ «ἀποδραμεῖ, ἀποσκιρτήσεις ἀπὸ τῆς θύρας». ἔνεστι δὲ ἐν τῇ λέξει τὸ ἀργόν, ὅπερ ἐστὶ τὸ ταχύ, καὶ τὸ λίον. οὐ ταχέως οὖν, φησίν, ἀποδραμεῖ.
ἀπολιταργιεῖς λιταργισμοὺς ἐκάλουν τὰ σκιρτήματα.
ὅτι θήσω πρυτανεῖ: λείπει «γραφὴν κατὰ σοῦ». ἐν γὰρ τῷ πρυτανείῳ ἐτίθεσαν τὰς τῶν ἀδίκων γραφάς.
γραφὴν κατὰ σοῦ θήσομαι. ἐν γὰρ τῷ πρυτανείῳ ἐτίθεσαν τὰς τῶν δικῶν γραφάς.
προσαποβαλεῖς ἄρʼ αὐτὰ ἀντὶ τοῦ «ζημιωθήσῃ καὶ τὰ πρυτανεῖα πρὸς ταῖς μναῖς ταῖς δώδεκα».
ἀπολέσεις, φησί, καὶ τὰ ἐπὶ τῇ γραφῇ ἀναλώματα μάτην αὐτὰ ποιήσας διὰ τὸ περιέσεσθαί σου τὸν υἱόν μου λέγοντα τὸν ἀδικώτερον λόγον.
ἀντὶ τοῦ «ἃ δίδως ὑπὲρ τοῦ δικάσασθαι».
ὅ ἐστι τὸ δέκατον τοῦ τιμήματος τῆς δίκης· ὅπερ καλεῖται συνωνύμως παρακαταβολή.
ὡς βέβαιον ἔχων τὸ νικᾶν κατειρωνεύεται αὐτοῦ.
ὁτιὴ ʼκάλεσας εὐηθικῶς ὅτι ἣν ἔδει σε καρδόπην εἰπεῖν, εἶπες ἀπαιδεύτως κάρδοπον.
εὐηθικῶς ἀπαιδεύτως.
ʼκάλεσας εὐηθικῶς εἴρηκας ἀνοήτως.
προαναφώνημα τὸ «ἰώ μοι μοι» καὶ τὸ «ἔα»: διὸ διπλῆ· καὶ στίχοι ἰαμβικοὶ τρίμετροι τεσσαράκοντα γʹ.
ἐπεὶ τραγικῶς ἀνεφώνησε τὸ «ἰώ μοι μοι». οἱ δὲ Καρκίνου παῖδες
Ξενοκλῆς, Ξενότιμος καὶ Δημότιμος· καὶ οἱ μὲν χορευταί,
Ξενοκλῆς καὶ Ξενότιμος· καὶ ὁ μὲν χορευτής,
Ξενοκλῆς δὲ τραγῳδίας ποιητής.
τῶν Καρκίνου τις δαιμόνων παρʼ ὑπόνοιαν δέον εἰπεῖν παίδων.
κατὰ σαυτὸν νῦν τρέπου οἷον καθʼ ἑαυτοῦ νῦν χώρει, καὶ μὴ καθʼ ἡμῶν.
Εὐφρόνιος τὸ «ὦ Παλλάς, ὥς μʼ ἀπώλεσας» Ξενοκλέους εἶναί φησιν ἐκ τοῦ Λικυμνίου λεγόμενον ὑπʼ Ἀλκμήνης τοῦ Λικυμνίου ὑπὸ Τληπολέμου ἀνῃρημένου· διὸ καὶ ἐπήνεγκεν αὐτὸς τί δέ σε Τληπόλεμός ποτʼ εἴργασται κακόν; καὶ τὸ «θραυσάντυγες» ἐκ τοῦ «χρυσάμπυκες» παραπεποιῆσθαι.
ὦ σκληρὲ δαῖμον τοῦτο Ξενοκλέους ἐστὶν ἐκ τοῦ Λικυμνίου, λέγεται δὲ ὑπʼ Ἀλκμήνης Λικύμνιον τεθνηκέναι ὑπὸ Τληπολέμου· διὸ καὶ ἐπήνεγκε τί δέ σε Τληπόλεμός ποτʼ εἴργασται κακόν; Εὐφρόνιος παρὰ Ξενοκλεῖ εἶναί φησι τὸ «χρυσάμπυκες», ἐξ οὗ παραπεποιῆσθαι.
ὦ σκληρὲ δαῖμον ἐπεὶ Ξενοκλέους τοῦ Καρκίνου ἀνεμνήσθη, τραγῳδεῖ καὶ τὰ αὐτοῦ εἰρηκὼς «ὦ σκληρὲ δαῖμον».
τοῦτο, ἐπεὶ ἐμνήσθη αὐτοῦ τοῦ πατρός.
ἀπὸ τοῦ Εὐριπίδου δράματος Τληπολέμου.
ἄλλοι δὲ τραγικὸν ὑποκριτὴν εἶναι τὸν Τληπόλεμον, συνεχῶς ὑποκρινόμενον Σοφοκλεῖ.
κακῶς ἀτυχῶς.
πεπραγότι λείπει τὸ ἐμοί.
κακῶς ἄρʼ εἶχες ὄντως διὰ τὸ ἄνω εἰρηκέναι «ἀνὴρ κακοδαίμων» καὶ «ἰώ μοι μοι» ἐπήγαγε τὸ «ὄντως».
εὐηθικῶς.
ἵππους γʼ ἐλαύνων: καὶ τοῦτο ἐκ παρῳδίας. ἅμα δὲ καὶ αὐτὸς ἱπποτροφῶν ἐδυσπράγησεν.
ἵππους γʼ ἐλαύνων ἦν γὰρ καὶ οὗτος περὶ τὴν ἱππικὴν ἔχων.
ἐξέπεσον τῶν χρημάτων δηλονότι.
ὥσπερ ἀπʼ ὄνου καταπεσών πρὸς τὸ «ἀπὸ ἵππου» «ἀπʼ ὄνου καταπεσών» εἶπε καὶ ἅμα πρὸς τὸ «ληρεῖς»· ἐπὶ γὰρ τῶν κατὰ μηδένα λόγον πραττόντων εἰώθασι τὸ «ἀπὸ ὄνου καταπεσών» λέγειν τὴν παροιμίαν. ὁ μέντοι Πλάτων ἐν Νόμοις τὴν τελευταίαν περισπᾷ. ἢ ἔπαιξε πρὸς τὸ ὑπʼ αὐτοῦ εἰρημένον, καὶ δέον εἰπεῖν «ἀπὸ τοῦ νοῦ» εἶπεν «ἀπὸ τοῦ ὄνου».
ὥσπερ ἀπʼ ὄνου καταπεσών Θ: γράφεται καὶ «ἀπʼ ὄνου» καὶ «ἀπὸ νοῦ».
τινὲς «ἀπὸ νοῦ» λέγουσιν. κεῖται δὲ παροιμία «ἀπʼ ὄνου». φασὶ γάρ, ὅτι δύο τινὲς ἐπιτυχόντες ὄνῳ ἐπʼ ἐρημίας καὶ φιλονεικοῦντες πρὸς ἀλλήλους περὶ τοῦ, τίς αὐτὸν λήψεται, ἔλαθεν αὐτοὺς ἄμφω ἀπολέσαντας αὐτόν. τούτων γὰρ μαχομένων ἀνεχώρησε τὸ ζῷον.
ἀπʼ ὄνου καταπεσών: παροιμία ἀπὸ τῶν ἱππικῇ ἐπιχειρούντων, μὴ δυναμένων δὲ μηδὲ ὄνοις χρῆσθαι. ὁ δὲ φιλόσοφος Πλάτων οὐκ ἀπὸ τοῦ ζῴου τὴν παροιμίαν λέγεσθαι, ἀλλʼ ἀπὸ τοῦ νοῦ οὕτως· «καὶ μὴ καθάπερ ἀχάλινον κεκτημένον τὸ στόμα, βίᾳ ὑπὸ τοῦ λόγου φερόμενον κατὰ τὴν παροιμίαν “ἀπό τινος νοῦ καταπεσεῖν”».
προσκεκλήσεσθαί γε μοι: ἀντὶ τοῦ «διὰ μαρτύρων ἀπαχθήσεσθαι, εἰς δικαστήριον κληθήσεσθαι».
ἀπὸ κοινοῦ τὸ «δοκεῖς».
ὡς ταῦτα μαθὼν παρὰ Σωκράτους κατὰ τὸ σιωπώμενον.
καινὸν νέον.
τὸν Δία ὕειν ὕδωρ ἑκάστοτʼ ἢ τὸν ἥλιον ἕλκειν Θ κάτωθεν νέον ὕειν ὕδωρ νομίζεις, φησίν, ἢ πάλιν ἀντεπαγόμενον αὐτὸ ὑπὸ τοῦ ἡλίου;
τοῦτο δʼ ἔσθʼ ὁ τόκος τί θηρίον τινὲς τὸ «θηρίον» πρὸς τὸν δανειστὴν λέγουσιν εἰρῆσθαι· ἀντὶ τοῦ «ὦ θηρίον, τί ἐστιν ὁ τόκος;»
ἐπεὶ γέννημά φαμεν ἐπὶ θηρίου καὶ τόκον.
τὸ θηρίον τοῦτο τί ἐστιν, ὁ τόκος;
ὑπορρέοντος προβαίνοντος, ἀναλισκομένου.
τί δῆτα τὴν θάλατταν: τί δῆτά ἐστιν ἃ νομίζεις; καὶ τοῦτο ἔμαθε κατὰ τὸ σιωπώμενον.
οὐ γὰρ δίκαιον πλείονʼ εἶναι οὐ γὰρ λυσιτελὲς οὐδὲ συμφέρον τῆς γῆς πλείονα εἶναι τὴν θάλατταν.
φέρε μοι τὸ κέντρον τὸ ἀμυντήριον.
ταῦτʼ ἐγὼ μαρτύρομαι ταῦτα ἔοικεν ὁ μάρτυς λέγειν τῷ δανειστῇ.
οὐκ ἐλᾷς ὦ σαπφόρα: τοῦτο τινὲς τοῦ Στρεψιάδου, τινὲς ὅλον τοῦ κλητῆρος.
οὐκ ἐλᾷς ὦ σαπφόρα: τινὲς ὅλον· λέγει δὲ ὁ Στρεψιάδης.
ἀντὶ τοῦ «οὐκ ἀναχωρεῖς;».
ἀντὶ τοῦ «ὦ κλῆτορ»· ὡς ἵππῳ δὲ αὐτῷ διαλέγεται.
ἄξεις ἐπιαλῶ ἔστιν ἡ γραφὴ δισσή, καὶ «ἐπὶ ἅλω» καὶ «ἐπιαλῶ».
ἄξεις ἐπιάλων ἔστιν ἡ γραφὴ δισσή, «ἐπιάλων» καὶ «ἐπιαλῶ».
καὶ πρὸς μὲν τὸ περισπώμενον «ἐπιαλῶ» εἴη ἂν ἀπειλητικῶς λέγειν, οἷον «ἄξεις, ὁρμήσεις σεαυτὸν ἐντεῦθεν· ἐπιαλῶ σε», ὅ ἐστιν ἐλάσω σε καὶ διώξω σε κεντῶν ὑπὸ τὸν πρωκτὸν ὥσπερ ἵππον παρῄορον· πρὸς δὲ τὴν ἑτέραν γραφὴν οὕτως ἠθικῶς λέγοντος, οἷον «ἀπάξεις σὺ τὸν σειραφόρον εἰς μυλῶνα ἐπὶ τὸ ἀλήθειν» ἀντὶ τοῦ «ἄπαγε σύ σου τὸν ἵππον κἀκεῖθεν τραφήσῃ». τινὲς δὲ οὕτως· «ἄξεις ἐπιβαλών».
ἐὰν μὲν οὗτος ὁ λόγος ᾖ ἠθικός, «ἀπέρχῃ; ἢ ἐπιβαλῶ τὴν μάστιγα κεντῶν σε ὑπὸ τὸν πρωκτὸν ὡς σειραφόρον»· ἐὰν δὲ «ἐπὶ ἅλω», οὕτως· «ἀπέρχῃ ἐπὶ ἅλωνα κεντῶν σου τὸν σειραφόρον ἐπὶ τὸ ἐργαζόμενον ἐκεῖθεν τραφῆναι; οὐδὲν γὰρ ἐντεῦθεν λήψῃ». οἱ δὲ οὕτως· «ἐπιβαλών σοι τὴν μάστιγα καὶ δέρων τὸν πρωκτὸν ἄξω σε». ἀπὸ μεταφορᾶς τῶν κεντουμένων ἵππων βραδέων ὑπὸ τῶν ἡνιόχων.
ἐν ἤθει τὸ «ἄξεις». λέγει· οὐκ ἀπάξεις ποτὲ ἐντεῦθεν καὶ πορεύσῃ;
συμβουλεύει αὐτῷ ἀλοάσοντα μισθοῦ πορεύεσθαι, ἵνα τρέφειν ἔχῃ τοὺς ἵππους.
ἐπιαλῶ: μέλλων· ἀπὸ τοῦ ἰάλλω. λέγει δέ· ἐπιπέμψω σοι.
ἐπιαλῶ: ἀντὶ τοῦ «πέμψω σοι».
ἐπεὶ ἁλῶ.
ἐπεὶ ἁλῶ γρ. ἐπὶ ἅλω.
ἅλω γρ. ἁλῶ.
μήποτε οὐκ ἔστι «σέ», ἀλλὰ «σύ»· εἰ μὴ ἄρα λέγει· ἄξεις σεαυτὸν ὡς τὸν σειραφόρον, ὅπου αὐτὸς ἐργάζῃ.
πρὸς μὲν τὸ «ἐπιάλων» τὸ σύ, πρὸς δὲ τὸ «ἐπιαλῶ» τὸ σέ.
σειραφόρον: ἀντὶ τοῦ «παρήορον».
σειραφόρος ὁ ἔξω τοῦ ζυγοῦ.
λείπει ἡ σύν.
κορωνὶς καὶ μέλος τοῦ χοροῦ κώλων ιηʹ, ὧν τὸ πρῶτον ἰαμβικὸν τρίμετρον ἀκατάληκτον. καὶ ἐν εἰσθέσει κῶλα τέτταρα, ὧν τὸ πρῶτον ἰωνικὸν ἡμιόλιον, τὰ δὲ ἕτερα ἰαμβικὰ δίμετρα ἀκατάληκτα. εἶτα τρία κῶλα τροχαϊκά, καταληκτικὰ ἐκ κατακλεῖδος καὶ βάσεως βʹ καὶ μονόμετρον ἀκατάληκτον. καὶ τὸ ἔνατον ἐκ τροχαϊκῆς βάσεως καὶ χοριάμβου ἡμιολίου, ὥστε συλλαβὴν ἐνδεῖν τοῦ καλουμένου σαπφικοῦ ἑνδεκασυλλάβου.
οἷον τὸ πραγμάτων ἐρᾶν ἰστέον, ὅτι ἐκεῖνοι διαλεχθέντες ἀπεληλύθασιν, ὁ δὲ χορὸς ἐπὶ τῆς σκηνῆς ὢν ταῦτα διέξεισι περὶ τοῦ Στρεψιάδου προαναφωνῶν διὰ τούτων καὶ αἰνιττόμενος ἃ μέλλει πείσεσθαι ὁ Στρεψιάδης ὑπὸ τοῦ υἱοῦ.
οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων Θ αἰνίττεται εἰς τὸν Στρεψιάδην λέγων· ὅτι δεινόν ἐστι καὶ ἀηδὲς τὸ ἀτόπων ἐρᾶν.
ἀποστερῆσαι βούλεται ἰαμβικὸν δίμετρον ἀκατάληκτον.
πρᾶγμʼ ἀντὶ τοῦ «κακόν».
τὸν σοφιστήν τὸν φιλόσοφον —τὸν παῖδα ἢ τὸν γέροντα —ἀπὸ τοῦ σοφίζεσθαι.
τὸ «ὧν» ἀντὶ τοῦ «ἀνθʼ ὧν».
τι κακὸν λαβεῖν καυθήσεται γὰρ ἡ διατριβὴ Σωκράτους.
αὐτὸν: ἀντὶ τοῦ «Στρεψιάδην».
οἷσπερ ἂν ξυγγένηται οἷς ἂν ἀντιταχθῇ.
κἂν λέγῃ καὶ οἷς ἀντιλέγῃ.
ἴσως δʼ ἴσως βουλήσεται τὰ τελευταῖα δύο δίμετρα ἰαμβικά, ἀκατάληκτον καὶ καταληκτικόν.
τὰ βʹ κῶλα ταῦτα ἄνισά εἰσι τοῖς τῆς ᾠδῆς· εἰσὶ δὲ ἰαμβικὰ δίμετρα, ἀκατάληκτον καὶ καταληκτικόν.
ἴσως βουλήσεται εὔξεται παρʼ αὐτοῦ ἀδικούμενος καὶ δεινὰ πάσχων τέλεον αὐτὸν ἄφωνον εἶναι.
ἰοὺ ἰού διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους εἴκοσι καὶ τρεῖς κεχρημένους προαναφωνήσει τῷ «ἰοὺ ἰού». τινὲς δὲ ἁπλοῦν τὸ «ἰού» φασίν.
ἰοὺ ἰού, ὦ γείτονες σχετλιάζων ἔξεισιν ὁ πρεσβύτης ὡς ὑπὸ τοῦ παιδὸς τετυμμένος. δῆλον ὅτι ταῦτα πάντα διαπέπλασται ἐν τῷ πρὸς Σωκράτην ἢ διαβολῆς χάριν, δεικνύναι διὰ τούτων φιλοτιμούμενος, ὅτι μηδὲν χρηστὸν διδάσκει τοὺς νέους, ἀλλὰ πᾶν τοὐναντίον πονηροὺς ποιεῖ, ὁπότε καὶ περὶ τοὺς γεγεννηκότας τοιοῦτοι γίνονται.
ἰοὺ ἰού ἤρξατο τύπτειν Στρεψιάδην ὁ υἱός.
τὸ ἀμύνειν καὶ ἀμυνάθειν λέγουσιν· ἀπὸ τούτου οὖν ἐσχημάτισται.
πάσῃ τέχνῃ ἀντὶ τοῦ «πάντι τρόπῳ, πάσῃ δυνάμει».
φήμʼ ναί.
καὶ πλείω λέγε ἀντὶ τοῦ «χείρονα καὶ πλείω τούτων εἰπέ».
ἀντὶ τοῦ «δικαίως σε ἔτυπτον».
ἀντὶ τοῦ «κατὰ πολύ».
ἐδιδαξάμην … σε ἀντὶ τοῦ «ἐδίδαξα». παθητικὸν ἀντὶ ἐνεργητικοῦ. δύναται δὲ εἶναι μεσότητος ἀττικῶς ἀντὶ τοῦ «ἐξεπαίδευσα».
σὸν ἔργον, ὦ πρεσβύτα: διπλῆ καὶ εἴσθεσις εἰς ἐπῳδικὴν τριάδα ἢ τετράδα, ἧς αἱ μὲν ὅμοιαι περίοδοι ἐξ ἰαμβικοῦ τριμέτρου ἀκαταλήκτου ἐν ἐκθέσει καὶ ἰωνικοῦ ἡμιολίου ἐν εἰσθέσει· ἡ δὲ ἐπῳδὸς ἐκ κώλων δύο, ἰαμβικοῦ τε διμέτρου ἀκαταλήκτου καὶ τοῦ ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκοῦ πενθημιμεροῦς. καὶ ἐν ἐκθέσει τὸ σύνηθες διστίχιον.
φροντίζειν βουλεύεσθαι.
ὅπῃ: ἀντὶ τοῦ «ποίῳ τρόπῳ».
ἀκόλαστος τολμηρός.
ἀλλʼ ἔσθʼ ὅτῳ θρασύνεται ἀλλʼ ἔστι τι, ἐφʼ ᾧ θρασύνεται.
ἕως ὧδε ἴαμβος. τὸ δὲ «ἐστὶ τἀνθρώπου» ὅμοιον τῷ «ἀλλʼ οὐδʼ ἐρεβίνθου», ὅ ἐστιν ἰωνικὸν ἡμιόλιον.
ἐξότου ἐκ τίνος.
ἤδη λέγειν χρὴ πρὸς χορόν: οὕτως ἔλεγον «πρὸς χορὸν λέγειν», ὅταν τοῦ ὑποκριτοῦ διατιθεμένου τὴν ῥῆσιν ὁ χορὸς ὀρχῆται. διὸ καὶ ἐκλέγονται ἢ τετράμετρα ἢ ἀνάπαιστοι λέγειν· ὁ γὰρ ῥυθμὸς ῥᾳδίως προσπίπτει τούτοις.
καὶ μὴ ὅθεν γε πρῶτον: κορωνὶς καὶ στίχοι ὅμοιοι τῷ διστιχίῳ λγʹ, ὧν τελευταῖος ἐξέφερον ἂν καὶ προὐσχόμην· σὺ δέ με νῦν ἀπάγχων. μεθʼ ὃν τρία κῶλα ἰαμβικὰ δίμετρα ἀκατάληκτα καὶ στίχος ὅμοιος τοῖς ἄνω.
ἑστιώμεθʼ ἑστιᾶσθαί ἐστι τὸ εὐωχεῖσθαι. οὐχὶ δὲ τὸ παρά τινι πάντως ἔλεγον.
λύραν λαβόντʼ: ἐν τοῖς συμποσίοις κύκλῳ τοῖς ἑστιωμένοις ὁ ἑστιάτωρ διδοὺς λύραν ἐκέλευεν ᾆσαι ᾠδήν.
ᾆσαι Σιμωνίδου μέλος: Σιμωνίδου ἐξ ἐπινίκου ἐπέξαθʼ ὁ Κριὸς οὐκ ἀεικέως. ἦν δὲ παλαιστὴς Αἰγινήτης. φαίνεται δὲ εὐδοκιμεῖν καὶ διαφανὴς εἶναι.
τὸν Κριὸν ὡς ἐπέχθη: ἀρχὴ μέλους εἰς Κριὸν τὸν Αἰγινήτην ἐπέξαθʼ ὁ Κριὸς οὐκ ἀεικέως. φαίνεται δὲ εὐδοκιμεῖν καὶ διαφανὴς εἶναι.
τῇ πρὸς τὸ ζῷον κοινωνίᾳ τῆς λέξεως συνέπλεξε τὰς κοινωνίας ὁ ποιητὴς λέγων ἐπέξαθʼ ὁ Κριὸς οὐκ ἀεικέως ἐλθὼν εἰς δένδρον ἀγλαὸν Διὸς τέμενος.
ὡς ἐπέχθη ὡς ἐκάρη.
ἀρχαῖον οὐδενὸς λόγου ἄξιον, ληρῶδες, ἀνόητον.
ἀρχαῖον εἶν· ἔφασκε: ἀντὶ τοῦ «μωρόν». παραιτοῦνται γὰρ οἱ φιλόσοφοι κιθαρίζειν ἐν τῷ πίνειν.
ὡσπερεὶ κάγχρυς γυναῖκʼ ἀλοῦσαν καθάπερ τινὰ γυναῖκα κριθὰς ἀλοῦσαν. διαβάλλει δὲ λεληθότως τὸ τῶν γυναικῶν γένος, αἷς ἔργον πίνειν καὶ ἕτερόν τι διαπραττομέναις.
κάχρυς: ἀντὶ τοῦ «κριθὰς πεφρυγμένας». ᾄδουσι δὲ αἱ ἀλήθουσαι ὑπὲρ τοῦ παραπέμψασθαι τὸν κάματον.
πολύλαλον γὰρ τὸ ζῷον.
ὡσπερεὶ τέττιγας: παρεποίησε τὸ ᾄδειν καί φησιν· ὅτι τὸ ᾄδειν φλυαρεῖν ὡς τέττιγας καὶ οὐδὲν ἄλλο ἢ ὡς γυναῖκας ᾄδειν ἀλετρευούσας.
ἀλλὰ μυρρίνην λαβόντα μυρρίνης γὰρ κλάδον κατέχοντες ᾖδον τὰ Αἰσχύλου.
μυρρίνην λαβόντα παρὰ τὰ Αἰσχύλου «οὕνεκʼ ἐκεῖ ἄνθεα λειμώνια».
Δικαίαρχος ἐν τῷ περὶ μουσικῆς· «ἐπεὶ δὲ κοινόν τι πάθος ἀεὶ φαίνεται συνακολουθεῖν τοῖς διερχομένοις εἴτε μετὰ μέλους εἴτε ἄνευ μέλους ἔχοντα ἐν τῇ χειρὶ ποιεῖσθαι τὴν ἀφήγησιν. οἵ τε γὰρ ᾄδοντες ἐν τοῖς συμποσίοις ἐκ παλαιᾶς τινος παραδόσεως κλῶνα δάφνης ἢ μυρρίνης λαβόντες ᾄδουσιν».
σκώπτει καὶ Αἰσχύλον καὶ Σιμωνίδην.
ψόφου πλέων ταραχώδη.
ἀσύστατον οὐ συνεστῶτα οὐδὲ πυκνὸν ἐν τῇ ποιήσει, ἀλλʼ ἀραιὸν καὶ κομπώδη.
τὰ γὰρ ῥήματα Αἰσχύλου φαντασίαν μὲν ἔχει, βασανιζόμενα δὲ οὐδεμίαν ἔχει πραγματείαν· ἀσύστατα γάρ.
ἀσύστατον: οἷον ἀδιάθετον, ἀπιθάνους συνιστάντα τοὺς μύθους.
ἀσύστατον: ἀδιάθετον, ἀπιθάνως συντιθέντα τοὺς μύθους,
παρὰ τὸ στόμα καὶ τὸν ὄμφακα.
συνθέτῳ λέξει ἐχρήσατο ἀπὸ τοῦ στόματος καὶ τοῦ ὄμφακος, ἵνʼ ᾖ λέγων· ὄμφακα ἔχων ἐν τῷ στόματι.
στόμφακα: σκληρόν.
οἷον τραχύν.
κρημνοποιόν μεγάλας λέξεις ποιοῦντα.
ὀρεχθεῖν κινεῖσθαι, συνταράττεσθαι.
ἐκίνει ἐσυνουσίαζε.
ἀδελφός, ὦ ʼλεξίκακε τὴν Κανάχην ὁ Μακαρεύς. τὸ δὲ «ἀλεξίκακε» διὰ μέσου ἀναπεφώνηται. σημειοῦται δὲ τὸν Εὐριπίδου Αἰόλον· ἐκεῖ γὰρ τὰς ἀδελφὰς γαμοῦσιν ἀδελφοί. ὡς ἐπὶ Ἡρακλέους δὲ τὸ «ἀλεξίκακε».
γέγραπται δρᾶμα Εὐριπίδῃ οὕτω λεγόμενον, Αἰόλος· ἐν ᾧ παρήγαγε τὸν παῖδα Αἰόλου Μακαρέα φθείροντα Κανάχην τὴν ἀδελφήν.
ἐξ Αἰόλου. Πγ
ἐπειδὴ παρὰ Ἀθηναίοις ἔξεστι γαμεῖν τὰς ἐκ πατέρων ἀδελφάς, εἰς αὔξησιν τοῦ ἀδικήματος προσέθηκε «τὴν ὁμομητρίαν». εἶτα εὐφυῶς ἐσχετλίασεν ἐπάγων τὸ «ἀλεξίκακε», τουτέστιν «ἀποτρόπαιε» καὶ «ὦ τὰ δεινὰ ἀπείργων». ἴδιον γὰρ Ἡρακλέους τὸ ἐπίθετον.
ἐξαράττω λοιδορῶ αὐτόν, κρούω, πλήττω πολλοῖς κακοῖς.
ταράττω. Πγ
πρὸς ἔπος ἠριδόμεσθʼ ἀντεβάλλομεν, ἐφιλονεικοῦμεν, ἀντετείναμεν.
ἔφλα ἔτυπτε.
κἀσπόδει ἐκονιόρτου, ἐσπόδει.
κἀπέτριβεν: ἀντὶ τοῦ «συνέτριβεν».
τυπτήσομαι λείπει τὸ φοβοῦμαι.
δικαίως. Πγ
λείπει τύπτομαι.
τραυλίζοντος ψελλίζοντος Πγ καὶ μηδὲν ἔναρθρον λαλοῦντος. Πγ
νοοίης: ἀντὶ τοῦ «ἔχεις ἐν τῷ νῷ».
εἰ μέν κεν βρῦν: ἄσημος φωνή, ἣν οἱ παῖδες φθέγγονται.
ἄσημος φωνὴ ἡ τῶν παίδων, ὁπότʼ ἂν πιεῖν ζητῇ.
μαμμᾶν: ἄσημον φωνὴν τῶν παίδων λαλούντων.
ἀφοδεύειν τὰ παιδία. πρίν σε εἰπεῖν προέτεινόν σε ἀπὸ τῆς κλίνης καὶ ἔξω τῶν ἱματίων, ἵνα ἀποπατήσῃς.
χεζητιῴην ὑπὸ τῶν πληγῶν δηλονότι.
αὐτοῦ αὐτόθι.
ἀντίστροφος.
ἀντὶ τοῦ «εἰς ἅ».
εἰ ... ἐξειργασμένος ἴαμβος.
λαλῶν ἀναπείσῃ ἰωνικὸν ἡμιόλιον.
τὸ ... ἄν ἴαμβος.
οὕτως ἀφανισθήσεται πληγαῖς, ὡς νομίσαι ἡμᾶς καὶ τοῦ δέρματος ἐρεβίνθου λεπτότερον αὐτοὺς ἔχειν.
ἀλλʼ οὐδʼ ἐρεβίνθου ἰωνικὸν ἡμιόλιον.
ἐρεβίνθου τοῦ αἰδοίου.
ὁ δὲ πρεσβύτης φησίν «ἀλλʼ οὐδʼ ἐρεβίνθου».
σὸν ἔργον ὦ καινῶν ἐπῶν διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τετραμέτρους καταληκτικοὺς μζʹ, ὧν τελευταῖος τὴν μητέρʼ ὥσπερ καὶ σὲ τυπτήσω.
πρὸς τὸν Φειδιππίδην φησὶν ὁ χορός.
καὶ τῶν καθεστώτων τῶν ὡρισμένων, τῶν κειμένων.
ὑπερφρονεῖν: τὸ καταφρονεῖν.
ἡ ὑπερ– ἀντὶ τῆς κατα–.
ὑπερφρονεῖν ὑπερηφανεῖν.
τῆς ἱππικῆς.
ταῖς τῶν φιλοσόφων.
ἵππευε τοίνυν ἵππων καὶ νῦν φρόντιζε.
ἀντὶ τοῦ «βλαβῆναι».
ἀπέσχισάς με ἐκώλυσας, ἐχώρισας.
παρὰ τὰ ἐξ Ἀλκήστιδος Εὐριπίδου χαίρεις ὁρῶν φῶς· πατέρα δʼ οὐ χαίρειν δοκεῖς;
τοῦτο τὸ τύπτεσθαι. ΠΓ
ὡς δὶς παῖδες οἱ γέροντες παῖδες γὰρ ὄντες ἄφρονες ἦσαν, ὑπεργηράσαντες δὲ πάλιν ληροῦσι καὶ παιδίων φρένας ἔχουσιν.
οἱ γὰρ παῖδες ἐξαμαρτάνοντες συγγνώμης μᾶλλον ἄξιοι διὰ τὸ νέον τῆς ἡλικίας.
ἀντὶ τοῦ «μηδὲ ὅλως».
οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἐν ἠθικῇ ἐρωτήσει.
ἀντὶ τοῦ «οὐκ ἦν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον;»
ἧττόν τι δῆτʼ ἔξεστι κἀμοὶ ἀντὶ τοῦ «κἀμοὶ οὐδὲν ἧττον ἔξεστι τοῦ παλαιοῦ νομοθέτου».
πρὶν τὸν νόμον τεθῆναι ὃν νῦν τίθεμεν δηλονότι.
ἀφίεμεν συγχωροῦμεν.
ἀντὶ τοῦ «τυπτῆσαι ἡμᾶς».
τὰ βοτὰ τὰ βοσκόμενα τὴν πόαν.
οὐδέν.
ψηφίσματʼ οὐ γράφουσιν ἀντὶ τοῦ «δικαστήρια οὐκ ἄγουσιν».
εἰς τὸ φιλόδικον τῶν Ἀθηναίων αἰνίττεται.
τί δῆτʼ διὰ τί δή;
οὐδʼ ἂν Σωκράτει δοκοίη: ἀπορήσας λύσεως ἐπὶ τὴν τοῦ Σωκράτους δόκησιν ἀνάγει πιστοτέραν οὖσαν. τὰ δὲ πρόσωπα οὕτως· ἀπὸ τοῦ «οὐ ταὐτόν» ἕως τοῦ «πρὸς ταῦτα» τοῦ νέου ἐστίν, ἵνʼ ᾖ τὸ ἑξῆς· οὐ ταὐτόν ἐστι τοῦτο, ὃ εἶπας σύ, πρὸς ταῦτα, ἃ εἶπον ἐγώ.
Σωκράτει τῷ ἐμῷ διδασκάλῳ.
καὶ πῶς; ἐπεὶ σὲ μὲν δίκαιος ἀντὶ τοῦ «καὶ πῶς ἐμαυτὸν αἰτιάσομαι; ἔξεστι γάρ μοι τύπτειν σε· ὥσπερ καὶ σύ, ἐὰν ἔχῃς υἱόν.»
σὺ δʼ ἐγχανὼν ἀντὶ τοῦ «καταγελάσας».
ἐμοὶ μὲν ὦνδρες τοὺς τρεῖς τοὺς ἑξῆς ὁ πρεσβύτης πρὸς τοὺς θεατάς.
τούτοισι τὰ 'πιεικῆ: τὰ ὅμοια κατὰ τὸ προσῆκον καὶ ἀκόλουθον.
τὰ ʼπιεικῆ τὰ ἀκόλουθα καὶ ὅμοια.
συγχωρεῖν τοῖς νέοις τύπτειν ἡμᾶς.
εἰ δεῖ συγχωρεῖν τοῖς ἐπιεικέσιν, συγχωρεῖν αὐτοῖς.
ἐὰν μὴ προσσχῶ γάρ, ἀπολοῦμαι τυπτόμενος παρὰ σοῦ.
τοῦθʼ ἕτερον αὖ μεῖζον: διπλῆ καὶ μέλος ἀμοιβαῖον, οὗ ἡ ἀρχὴ «τοῦθʼ ἕτερον αὖ μεῖζον», τέλος δὲ «καὶ τὸν λόγον τὸν ἥττω». ἔστι δὲ ἰαμβικὰ τρίμετρα ἀκατάληκτα τὰ μέσα τρία· καὶ τὸ πρῶτον ἰαμβεῖον τετράμετρον καταληκτικόν. τινὲς δὲ διαιροῦσι τοῦτο εἰς δύο, ἐπειδὴ καὶ τὰ πρόσωπα κεχωρισμένα εἰσί· καὶ γίνεται μεσῳδικὴ τριὰς ἑκατέρωθεν ἔχουσα δικώλους. τινὲς δὲ τὴν μέσην τετράκωλον.
διπλῆ καὶ μέλος ἀμοιβαῖον, οὗ ἡ ἀρχὴ «τοῦθʼ ἕτερον» καὶ τὸ τέλος «καὶ τὸν λόγον τὸν ἥττω». τὸ πρῶτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τὸ δὲ δεύτερον καταληκτικόν. τινὲς δὲ μιγνύουσιν ὅλον καὶ ποιοῦσιν ἰαμβικὸν τετράμετρον· ὁ καὶ ἄμεινον. καὶ ἑξῆς δὲ τῶν γʹ ὁμοίως.
πρὸς τὸν χορὸν ὁ λόγος.
ταυτὶ διʼ ὑμᾶς ἐν ἐκθέσει ἴαμβοι τρίμετροι ἀκατάληκτοι μαʹ, ὧν τελευταῖος ἐμοὶ ποιήσω, κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες. εἶτα ἀναφώνημα, τὸ «ἰοὺ ἰού»: καὶ πάλιν ἴαμβοι ιʹ ἕξ, καὶ τὸ τελευταῖον τοῦ δράματος, ἀναπαιστικὸν τετράμετρον καταληκτικόν. ὑφʼ ὃ κορωνὶς ἡ καὶ τὸ δρᾶμα ἀποτερματίζουσα.
ἀναθεὶς ἀντὶ τοῦ «ἐπιτρέψας».
ἐπήρατε ἐπείσατε, ἠπατήσατε.
νῦν οὖν ὅπως ὦ φίλτατε: ἐλλείπει τὸ υἱέ ἢ παῖ. τοῦτο παρεπιγράφεται· πρὸς γὰρ τὸν υἱὸν μετέβη.
πατρῷον Δία πατρῷος Ζεὺς καὶ Ἀπόλλων ἐν Ἀθήναις τιμᾶται. ὁ Ζεὺς μὲν μετὰ τὴν ἐν Ἀρκαδίᾳ, ἢ ὡς ἕτεροι μετὰ τὴν ἐν τῇ Κρήτῃ, ἀνατροφήν, ὅτε πρῶτον ταῖς Ἀθήναις ἐπέστη καὶ ἐφάνη τοῖς πατράσιν αὐτῶν, οἵτινες ταύτῃ τῇ προσηγορίᾳ τετιμήκασιν αὐτόν. Ἀπόλλων δέ, ὅτε Ἐρεχθέως τὴν θυγατέρα ἔγημε τὴν Κρέουσαν, ἐξ ἧς γίνεται ὁ Ἴων. ὡς πρόγονον οὖν αὐτὸν ἐτίμων καὶ οἱ ἄρχοντες, ὅτε ἐχειροτονοῦντο. ἐκ γὰρ τοῦ μὴ εἰδέναι ξένους αὐτοὺς ἐνόμιζον.
πατρῷον Δία οὕτω τιμᾶται παρʼ Ἀθηναίοις Ζεὺς πατρῷος καὶ Ἀπόλλων διὰ τὸ πρώτους ὑποδέξασθαι τὴν θεὸν εἰς τὴν χώραν καὶ θυσίαν συντελέσαι κατὰ φρήτρας καὶ δήμους καὶ συγγενείας μόνους τῶν Ἑλλήνων.
ἰδού γε Δία πατρῷον ἐξ ὧν ὁ πατὴρ ἐπελάβετο αὐτοῦ ἀνωτέρω, ἐκ τούτων καὶ αὐτὸς πειρᾶται τοῦ πατρὸς λαμβάνεσθαι.
διὰ τουτονὶ τὸν Δῖνον δεικτικῶς· τὸ ἐν τῷ φροντιστηρίῳ μηχάνημα ὀστράκινον, ὡς σφαῖρα.
ὡς ἀγάλματος Δίνου ὄντος ἐν τῇ διατριβῇ Σωκράτους ὀστρακίνου.
ὡς ὀστρακίνου ἀγάλματος ὄντος πρὸ τῆς διατριβῆς.
ὅτε καὶ σὲ χυτρεοῦν: περιφερῆ ὡς χύτραν. ὠνοματοποίησε καὶ ἔθετο ὄνομα αὐτῷ χυτρεοῦς. λέγει δὲ τὸν τροχὸν τῶν κεράμων· παρὰ τὸ δινεῖσθαι.
χυτρεοῦν: μάταιον εὐτελές, χύτρας ἄξιον.
ὅτʼ ἐξέβαλον τοὺς θεοὺς: ταῦτα εἰς διαβολὴν Σωκράτους ἐκβάλλοντος τὰ δαιμόνια.
ἀδολεσχία τῇ ἀδολεσχίᾳ τῶν φιλοσόφων ὑπαχθέντος καὶ πεισθέντος.
ἀντὶ τοῦ «ἀνοητεύσαντος παρὰ τὸ πρέπον».
ἀδολεσχία ἡ τῶν ἀηδῶν ὁμιλία.
οὕτως οἱ Ἀττικοὶ ἐκτείνουσι τὸ α.
διωκάθω διώξω.
γραψάμενος κατηγορήσας.
δοκεῖ λείπει τὸ ποίησον.
ὀρθῶς παραινεῖς ὡς τοῦ Ἑρμοῦ ἀνανεύσαντος.
δικορραφεῖν ἀντὶ τοῦ «κατηγορεῖν».
ἀλλʼ ὡς τάχιστʼ ἐμπιπρᾶναι: ὡς κατὰ τὸ σιωπώμενον ἀνανεύσαντος τοῦ Ἑρμοῦ μὴ τοῦτο ποιῆσαι, ἀλλʼ αὐτοὺς ἐμπρῆσαι.
ὦ Ξανθία πρός τινα δοῦλον.
δοῦλος αὐτοῦ.
σμινύην ἀντὶ τοῦ «δίκελλαν».
τέγος νῦν τὴν στέγην.
ἕως ἂν αὐτοῖς ἐμβάλῃς ἀντὶ τοῦ «ἐπιβάλῃς αὐτοῖς τὴν οἰκίαν».
μαθητὴς Σωκράτους.
εἷς τῶν φιλοσόφων.
διαλέγομαι.
μὴ προδῷ ἀντὶ τοῦ «μὴ κλασθῇ».
ἐκτραχηλισθῶ ἀντὶ τοῦ «κλάσω τὸν τράχηλον.»
κλασθῶ.
ὥσπερ καὶ Σωκράτης ἔφη ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
πρὸς τοὺς λόγους αὐτῶν.
ἀεροβατῶ: καὶ τοῦτο πρὸς τὸν προειρημένον λόγον τῷ Σωκράτει.
οἴμοι τάλας: ἀποπνιγήσομαι, φησίν, ὑπὸ τοῦ καπνοῦ.
ἕτερος φιλόσοφος.
κατακαυθήσομαι ὑπὸ τοῦ πυρός.
καὶ τῆς σελήνης ἀντὶ τοῦ «τὰς κινήσεις τῆς σελήνης». ἕδραν δὲ εἶπεν εἰς τὸ αἰσχρὸν ἀποτείνων τὸν λόγον τῇ ἐπιφορᾷ.
ἐπὶ τίνος ὀχεῖται καὶ πῶς καὶ διὰ τί μένει.
πρὸς τὸν οἰκέτην.
πρὸς τὸν Ξανθίαν ὁ Ἑρμῆς.
δίωκε ὡς τῶν φιλοσόφων φευγόντων διὰ τὸ πῦρ.
ὡς ἠδίκουν γράφεται καὶ «οὓς ἠδίκουν».
μετρίως τό γε τήμερον οἷον τήμερον ἀρκετῶς ἔχει ἡ ἡμέρα. ὡς ἀπὸ τοῦ ποιητοῦ δὲ ὁ λόγος.
κορωνίς· ὁ δὲ στίχος ἀναπαιστικὸς τετράμετρος καταληκτικός.
κεκώλισται ἐκ τῶν Ἡλιοδώρου, παραγέγραπται δὲ ἐκ τῶν Φαείνου καὶ Συμμάχου καὶ ἄλλων τινῶν.
Ἀριστοφάνους Νεφέλαι.
τέλος τῶν Ἀριστοφάνους Νεφελῶν.