ΧΡΟΝΩΝ ΑΝΑΓΡΑΦΗ.
Κλήμης ὁ Ἀλεξανδρεύς : Σωσίβιος δὲ ὁ Λάκων ἐν Χρόνων ἀναγραφῇ κατὰ τὸ ὄγδοον ἔτος τῆς Χαρίλλου τοῦ Πολυδέκτου βασιλείας Ὅμηρον φέρει. Βασιλεύει μὲν οὖν Χάριλλος ἔτη ἑξήκοντα τέσσαρα, μεθʼ ὃν υἱὸς Νίκανδρος ἔτη τριάκοντα ἐννέα· τούτου κατὰ τὸ τριακοστὸν τέταρτον ἔτος τεθῆναί φησι τὴν πρώτην ὀλυμπιάδα, ὡς εἶναι ἐννενήκοντά που ἐτῶν πρὸ τῆς τῶν Ὀλυμπίων θέσεως Ὅμηρον.
Ἀθήναιος : Ἐγένετο δὲ ἡ θέσις τῶν Καρνείων κατὰ τὴν ἕκτην καὶ εἰκοστὴν ὀλυμπιάδα, ὡς Σωσίβιός φησιν ἐν τῷ Περὶ χρόνων.
ΠΕΡΙ ΤΩΝ ΕΝ ΛΑΚΕΔΑΙΜΟΝΙ ΘΥΣΙΩΝ.
Ἀθήναιος : Καὶ γὰρ καὶ Λακεδαιμόνιοι καλάμῳ στεφανοῦνται ἐν τῇ τῶν Προμαχίων ἑορτῇ, ὥς φησι Σωσίβιος ἐν τοῖς Περὶ τῶν ἐν Λακεδαίμονι θυσιῶν, γράφων οὕτως· «Ἐν ταύτῃ συμβαίνει, τοὺς μὲν ἀπὸ τῆς χώρας καλάμοις στεφανοῦσθαι ἢ στλεγγίδι, τοὺς δʼ ἐκ τῆς ἀγωγῆς παῖδας ἀστεφανώτους ἀκολουθεῖν.»
Θυρεατικοί. Οὕτω καλοῦνται στέφανοί τινες παρὰ Λακεδαιμονίοις, ὥς φησι Σωσίβιος ἐν τοῖς Περὶ θυσιῶν, ψιλίνους αὐτοὺς φάσκων νῦν ὀνομάζεσθαι, ὄντας ἐκ φοινίκων. Φέρειν δʼ αὐτοὺς ὑπόμνημα τῆς ἐν Θυρέᾳ γενομένης νίκης τοὺς προστάτας τῶν ἀγομένων χορῶν ἐν τῇ ἑορτῇ ταύτῃ, ὅτε καὶ τὰς Γυμνοπαιδιὰς ἐπιτελοῦσι. Χοροὶ δʼ εἰσὶ τὸ μὲν εὐπροσώπων παίδων, τὸ δʼ ἐξ ἀρίστων ἀνδρῶν, γυμνῶν ὀρχουμένων καὶ ᾀδόντων Θαλήτου καὶ Ἀλκμᾶνος ᾄσματα καὶ τοὺς Διονυσοδότου τοῦ Λάκωνος παιᾶνας.
Πινδαρικὴ ὑπόμνησις : Ἡ δὲ Λακωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται εἶναι, ὡς Σωσίβιος.
Πινδαρικὴ ὑπόμνησις : Σωσίβιος Ἑρμῆν φησι.
Πινδαρικὴ ὑπόμνησις : Σωσίβιος δὲ φησὶ τὰ ὑπορχήματα μέλη πάντα Κρητικὰ λέγεσθαι.
Σοῦδα : Σωσίβιος, Λάκων, γραμματικὸς τῶν ἐπιλυτικῶν καλουμένων. Ἐν τούτοις δʼ ἱστορεῖ καὶ τοῦτο, ὅτι εἶδός τι κωμῳδίας ἐστὶ καλούμενον δικηλιστῶν καὶ μιμηλῶν. Περὶ τῶν ἐν Λακωνικῇ ἱστορουμένων παλαιῶν, καὶ ἄλλα.
Ἀθήναιος : Παρὰ δὲ Λακεδαιμονίοις κωμικῆς παιδιᾶς ἦν τις τρόπος παλαιὸς, ὥς φησι Σωσίβιος, οὐκ ἄγαν σπουδαῖος, ἅτε δὴ κἀν τούτοις τὸ λιτὸν τῆς Σπάρτης μεταδιωκούσης. Ἐμιμεῖτο γάρ τις ἐν εὐτελεῖ τῇ λέξει κλέπτοντάς τινας ὀπώραν, ἢ ξενικὸν ἰατρὸν τοιαυτὶ λέγοντα, ὡς Ἄλεξις ἐν Μανδραγοριζομένῃ διὰ τούτων παρίστησιν· Ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ, τρυβλίον τούτῳ δότε πτισάνης ἕωθεν, καταφρονοῦμεν εὐθέως· ἂν δὲ πτισάναν καὶ τρυβλίον, θαυμάζομεν. Καὶ πάλιν ἐὰν μὲν τευτλίον, παρείδομεν· ἐὰν δὲ σεῦτλον, ἀσμένως ἠκούσαμεν· ὡς οὐ τὸ σεῦτλον ταυτὸν ὂν τῷ τευτλίῳ. Ἐκαλοῦντο δʼ οἱ μετιόντες τὴν τοιαύτην παιδιὰν παρὰ τοῖς Λάκωσι δικηλισταὶ, ὡς ἄν τις σκευοποιοὺς εἴπῃ καὶ μιμητάς. Τοῦ δὲ εἴδους τῶν δικηλιστῶν πολλαὶ κατὰ τόπους εἰσὶ προσηγορίαι. Σικυώνιοι μὲν γὰρ φαλλοφόρους αὐτοὺς καλοῦσιν, ἄλλοι δʼ αὐτοκαβδάλους· οἱ δὲ φλύακας, ὡς Ἰταλοί· σοφιστὰς δὲ οἱ πολλοί· Θηβαῖοι δὲ, τὰ πολλὰ ἰδίως ὀνομάζειν εἰωθότες, ἐθελοντάς.
Ζηνόβιος ὁ Σοφιστής : Ἄκουε τοῦ τὰ τέσσαρα ὦτα ἔχοντος: ... Ἄλλοι δὲ τὴν παροιμίαν παραγγέλλειν τῶν ἀληθευόντων ἀκούειν· οὐδεὶς γὰρ ἀψευδέστερος τοῦ Ἀπόλλωνος, ὃν τετράχειρα καὶ τετράωτον ἱδρύσαντο Λακεδαιμόνιοι, ὥς φησι Σωσίβιος, ὅτι τοιοῦτος ὤφθη τοῖς περὶ Ἀμύκλαν μαχομένοις.
Πλούταρχος : Οὐδὲ γὰρ αὐτὸς ἦν ἀκράτως αὐστηρὸς ὁ Λυκοῦργος· ἀλλὰ καὶ τὸ τοῦ Γέλωτος ἀγαλμάτιον ἐκεῖνον ἱδρύσασθαι Σωσίβιος ἱστορεῖ, τὴν παιδιὰν ὥσπερ ἥδυσμα τοῦ πόνου καὶ τῆς διαίτης ἐμβαλόντα κατὰ καιρὸν εἰς τὰ συμπόσια καὶ τὰς τοιαύτας διατριβάς.
Ἀθήναιος : Σωσίβιος δʼ ὁ Λάκων ἀποδεικνὺς εὕρημα Διονύσου τὴν συκῆν, διὰ τοῦτό φησι καὶ Λακεδαιμονίους συκίτην Διόνυσον τιμᾶν.
Κλήμης ὁ Ἀλεξανδρεύς : Ἔστι καὶ Ποδάγρας Ἀρτέμιδος ἐν τῇ Λακωνικῇ ἱερὸν, ὥς φησι Σωσίβιος.
Κλήμης ὁ Ἀλεξανδρεύς : Σωσίβιος δὲ καὶ τὸν Ἡρακλέα πρὸς τῶν Ἱπποκοωντίδων κατὰ τῆς χειρὸς οὐτασθῆναι λέγει.
Σχόλια εἰς Εὐριπίδην : Ὅτι καὶ ἡ Ἑλένη τοῖς χειμαζομένοις κατὰ θάλατταν ἐπήκοός ἐστι, κατὰ Εὐριπίδην σεσημείωται· ὁ μέντοι Σωσίβιος ἔμπαλιν οἴεται οὐκ εὐμενῶς αὐτὴν ἐπιφαίνεσθαι. Πολέμων δὲ κ. τ. λ.
Λαέρτιος Διογένης : Καὶ τὸ σῶμα αὐτοῦ φυλάσσουσι Λακεδαιμόνιοι παρʼ ἑαυτοῖς κατά τι λόγιον, ὥς φησι Σωσίβιος ὁ Λάκων.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς : Ἠλακάτια, ἀγὼν ἐν Λακεδαιμονίᾳ, ἐπὶ Ἠλακάτῳ, ὃς ἦν ἐρώμενος Ἡρακλέους, ὥς φησι Σωσίβιος.
ΠΕΡΙ ΑΛΚΜΑΝΟΣ.
Ἀθήναιος : Σωσίβιος δʼ ἐν τρίτῳ Περὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τινας τῷ σχήματι μαστοειδεῖς.
Ἀθήναιος : Κριβάνας· πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρʼ Ἀλκμᾶνι. Ὁμοίως καὶ Σωσίβιος ἐν τρίτῳ Περὶ Ἀλκμᾶνος, τῷ σχήματι μαστοειδεῖς εἶναι φάσκων αὐτοὺς, χρῆσθαι δʼ αὐτοῖς Λάκωνας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις· περιφέρειν τε αὐτοὺς, ὅταν μέλλωσιν ᾄδειν τὸ παρεσκευασμένον ἐγκώμιον τῆς παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι.
Ἀθήναιος : Πόλτου δὲ μνημονεύει Ἀλκμὰν οὕτως· Ἤδη παρέξει τι πυάνιόν τε πόλτον χίδρον τε λευκὸν κηρίναν τʼ ὀπώραν. Ἔστι δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐν γλυκεῖ ἡψημένη· χίδρον δὲ οἱ ἑφθοὶ πυροί. Κηρίναν δὲ ὀπώραν λέγει τὸ μέλι.
Ἀθήναιος : Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν λέγῃ «Μεῖον ἢ κοδύμαλον.» Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. Ὅτι δὲ διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου, σαφῶς εἴρηκεν ὁ Θεόφραστος ἐν τῷ δευτέρῳ τῆς Ἱστορίας.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς : Περφίλα· Σωσίβιος· κύριον ὄνομα.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς : Σάνδυξ, δένδρον θαμνῶδες, οὗ τὸ ἄνθος χροιὰν κόκκῳ ἐμφερῆ ἔχει.
Σχόλια εἰς Θεόκριτον : Σωσίβιος δὲ τὰς ἀνεμώνας παρὰ Λάκωσι φαινίδας καλεῖσθαί φησι.
ΠΕΡΙ ΟΜΗΡΟΥ.
Ἀθήναιος : Σωσίβιος δὲ ὁ λυτικὸς, προθεὶς τὰ ἔπη· Ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐὸν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν, γράφει κατὰ λέξιν· «Νῦν τὸ μὲν ἐπιτιμώμενόν ἐστι τῷ ποιητῇ, ὅτι τοὺς μὲν λοιποὺς ἔστι μογέοντας ἀείρειν τὸ δέπας, τὸν δὲ Νέστορα μόνον ἀμογητί. Ἄλογον δʼ ἐδόκει, Διομήδους καὶ Αἴαντος, ἔτι δʼ Ἀχιλλέως παρόντων, εἰσάγεσθαι τὸν Νέστορα γενναιότερον, τῇ ἡλικίᾳ προβεβηκότα. Τούτων τοίνυν οὕτως κατηγορουμένων, τῇ ἀναστροφῇ χρησάμενοι, ἀπολύομεν τὸν ποιητήν. Ἀπὸ γὰρ τούτου τοῦ ἑξαμέτρου·
Πλεῖον ἐὸν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν,ἀπὸ τοῦ μέσου ἐξελόντες τὸ γέρων, τάξομεν τοῦ πρώτου στίχου πρὸς τὴν ἀρχὴν ὑπὸ τὸ Ἄλλος μέν, εἶτα τὸ ἐξ ἀρχῆς συνεροῦμεν· Ἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐὸν, ὁ δὲ Νέστωρ ἀπονητὶ ἄειρεν. Νῦν οὖν, οὕτω τεταγμένων, ὁ Νέστωρ φαίνεται τῶν μὲν λοιπῶν πρεσβυτῶν μόνος τὸ δέπας ἀμογητὶ ἀείρων.» Ταῦτα καὶ ὁ θαυμάσιος λυτικὸς Σωσίβιος, ὃν οὐκ ἀχαρίτως διέπαιξε διὰ τὰς πολυθρυλήτους ταύτας καὶ τὰς τοιαύτας λύσεις Πτολεμαῖος ὁ Φιλάδελφος βασιλεύς. Λαμβάνοντος γὰρ αὐτοῦ σύνταξιν βασιλικὴν, μεταπεμψάμενος τοὺς ταμίας, ἐκέλευσεν, ἐὰν παραγένηται ὁ Σωσίβιος ἐπὶ τὴν ἀπαίτησιν τῆς συντάξεως, λέγειν αὐτῷ, ὅτι ἀπείληφε. Καὶ μετʼ οὐ πολὺ παραγενομένῳ καὶ αἰτοῦντι, εἰπόντες δεδωκέναι αὐτῷ, τὰς ἡσυχίας εἶχον, ὁ δὲ τῷ βασιλεῖ προσελθὼν κατεμέμφετο τοὺς ταμίας. Πτολεμαῖος δὲ μεταπεμψάμενος αὐτοὺς, καὶ ἥκειν κελεύσας μετὰ τῶν βιβλίων, ἐν οἷς αἱ ἀναγραφαί εἰσι τῶν τὰς συντάξεις λαμβανόντων, λαβὼν ταύτας εἰς χεῖρας ὁ βασιλεὺς, καὶ κατιδὼν, ἔφη καὶ αὐτὸς εἰληφέναι αὐτὸν οὕτως. Ἦν ὀνόματα ἐγγεγραμμένα ταῦτα, Σωτῆρος, Σωσιγένους, Βίωνος, Ἀπόλλωνος, Δίωνος· εἰς ἃ ἀποβλέψας ὁ βασιλεὺς εἶπεν, «ὦ θαυμάσιε λυτικὲ, ἐὰν ἀφέλῃς τοῦ Σωτῆρος τὸ σω, καὶ τοῦ Σωσιγένους τὸ σι, καὶ τοῦ Βίωνος τὴν πρώτην συλλαβὴν βι, καὶ τὴν τελευταίαν τοῦ Ἀπόλλωνος, εὑρήσεις σαυτὸν ἀπειληφότα κατὰ τὰς σὰς ἐπινοία. Καὶ ταῦτα οὐχ ὑφʼ ἄλλων, ἀλλὰ τοῖς σαυτοῦ πτεροῖς, κατὰ τὸν θαυμάσιον Αἰσχύλον, ἁλίσκῃ, ἀπροσδιονύσους λύσεις πραγματευόμενος.»
ΟΜΟΙΟΤΗΤΕΣ.
Ἀθήναιος : Πολέμων δʼ ἐν τοῖς πρὸς Ἀδαῖον παρὰ Ἠλείοις φησὶ μύρον τι πλαγγόνιον καλεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλάγγονος. Ὁμοίως ἱστορεῖ καὶ Σωσίβιος ἐν Ὁμοιότησι, ὡς καὶ τὸ Μεγάλλιον· ὠνομάσθη γὰρ καὶ τοῦτο ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου.
— ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ ΠΡΟΣ ΚΑΣΣΑΝΔΡΟΝ. —
Ἀθήναιος : Θεόφραστος δʼ ἐν τῷ πρὸς Κάσσανδρον Περὶ βασιλείας — εἰ γνήσιον τὸ σύγγραμμα· πολλοὶ γὰρ αὐτό φασιν εἶναι Σωσιβίου, εἰς ὃν Καλλίμαχος ὁ ποιητὴς ἐπινίκιον ἐλεγειακὸν ἐποίησε —, τοὺς Περσῶν φησι βασιλεῖς ὑπὸ τρυφῆς προκηρύττειν τοῖς ἐφευρίσκουσί τινα καινὴν ἡδονὴη ἀργυρίου πλῆθος.