Τρύφωνος περὶ τρόπων
Τοῦ λόγου εἰς εἴδη μεριζομένου δύο, τὸ μέν ἐστι κυριολογία, τὸ δὲ
σχῆμα καὶ τρόπος. κυριολογία μὲν οὖν ἐστιν ἡ τῶν κατὰ φύσιν λέξεων τετευχυῖα
φράσις· τότε γὰρ οἰκείως προφέροιτο ἄν τι, ὅταν μὴ παρατραπῇ τοῦ κυρίως λεγο-
μένου, οἷον
πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Φαίνοπος υἱόν·
Ἀγκαῖον δὲ πάλην Πλευρώνιον, ὅς μοι ἀνέστη·
Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα·
δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.
τρόπος δέ ἐστι λέξις ἢ φράσις ἐκ τῆς καθʼ ἑαυτὴν ὁπωσοῦν ἰδιότητος μετατροπὴν
εἰληφυῖα, διὸ καὶ τρόπος καλεῖται. παρείληπται δὲ ἤτοι χρείας ἕνεκα ἢ κόσμου
περὶ τὴν φράσιν. τρόποι δέ εἰσι κϛʹ· ἀλληγορία, μεταφορά, κατάχρησις, μετάληψις,
ὑπερβατόν, ἀναστροφή, συνεκδοχή, ὀνοματοποιΐα, μετωνυμία, περίφρασις, πλεονασ-
μός, παραπλήρωμα, ἔλλειψις, ὑπερβολή, εἰρωνεία, σαρκασμός,
ἀστεϊσμός, ἀντίφρασις, ἐναντίωσις, ἀντονομασία, ἀμφιβολία, σύλληψις, αἴνιγμα,
ἐπαύξησις, ἐξοχή, ὑστερολογία.
Ἀλληγορία
Ἀλληγορία ἐστὶ φράσις ἕτερον μέν τι κυρίως δηλοῦσα, ἑτέρου δὲ ἔννοιαν
παριστῶσα. τότε δὲ καταχρῶνται δεόντως τῇ ἀλληγορίᾳ, ὅταν ἢ διʼ εὐλάβειαν ἢ
διʼ αἰσχύνην οὐ δύνωνται φανερῶς ἀπαγγεῖλαι, ὃν τρόπον παρὰ Καλλιμάχῳ ἐν
Ἰάμβοις· τὸ πῦρ ὅπερ ἀνέκαυσας, ἕως οὐ πολλῇ πρόσω κεχώρηκε φλογί,
κοίμησον· ἴσχε δὲ δρόμου μαργῶντας ἵππους, μηδὲ δευτέραν κάμψῃς, μή τοι
περὶ νύσσῃ δίφρον ἄξωσιν, ἐκ δὲ κύμβαχος κυβιστήσῃς. ταῦτα γὰρ οὐ κυρίως
εἴρηται· οὐ γὰρ περὶ πυρὸς οὐδὲ ἱπποδρομίας ἐστὶν ὁ λόγος, ἀλλʼ ὥσπερ αἰδού-
μενος ἐκδήλως εἰπεῖν, διὰ τῆς ἀλληγορίας ἤλεγξε τὴν ὑπερβολὴν τῆς θρασύτητος.
Μεταφορά
Μεταφορά ἐστι λόγου μέρος μεταφερόμενον ἀπὸ τοῦ κυρίου ἐφʼ ἕτερον ἤτοι
ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα. τῶν δὲ μεταφορῶν εἴδη ἐστὶ πέντε· αἱ μὲν γὰρ
αὐτῶν εἰσιν ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα, αἱ δὲ τοὐναντίον ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα, αἱ
δὲ ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, αἱ δὲ ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα, αἱ δὲ ἀπὸ πράξεως ἐπὶ
πρᾶξιν. ἀπὸ μὲν ἐμψύχων ἐπὶ ἄψυχα, ὡς ὅταν ὁ ποιητὴς ἐπὶ τῶν δοράτων λέγῃ
πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν
ἐν γαίῃ ἵσταντο, λιλαιόμενα χροὸς ἆσαι.
τὸ γὰρ προθυμεῖσθαι ἐπὶ ἐμψύχων ἐστίν, ὅπερ τῷ δόρατι περιέθηκεν ἀψύχῳ
ὄντι· τοῦτο δὲ εἴρηται κατʼ ἔμφασιν. ἀπὸ δὲ ἀψύχων ἐπὶ ἔμψυχα, ὡς τὸ
ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως.
τὸ γὰρ ἄσβεστον ἀπὸ ἀψύχου τοῦ πυρὸς μετηνέχθη ἐπὶ ἔμψυχον τὸν γέλωτα, καὶ
τοῦτο κατʼ ἔμφασιν. ἀπὸ δὲ ἐμψύχων ἐπὶ ἔμψυχα, οἷον ποιμένα λαῶν, τὸν βασιλέα
τῶν ὄχλων· καὶ γὰρ ἀμφότερα ἔμψυχα. ὡς γὰρ ὑποτέτακται τῷ ποιμένι τὰ ποίμνια,
οὕτω τῷ βασιλεῖ οἱ ὄχλοι, ποιμὴν δὲ ὁ βασιλεύς· εἴρηται δὲ τοῦτο καθʼ ὁμοιότητα.
ἀπὸ δὲ ἀψύχων ἐπὶ ἄψυχα, ὡς ἐπὶ τοῦ
σπέρμα πυρὸς σῴζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι·
καὶ γὰρ ἀμφότερα ἄψυχα. ἀπὸ δὲ πράξεως ἐπὶ πρᾶξιν, οἷον
εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας.
τὸ γὰρ ὑφαίνειν ἐπὶ τῶν ὑφασμάτων τάσσεται κυρίως, νῦν δὲ ἐπὶ τῆς κατασκευῆς
τῆς βουλῆς εἴληπται.
τῶν δὲ μεταφορῶν αἱ μέν εἰσιν ἐμφάσεως δηλωτικαὶ οὐ σῴζουσαι τὴν ὁμοιότητα,
αἱ δὲ ὁμοιότητος ἄνευ ἐμφάσεως, αἱ δὲ δηλοῦσι τὴν ὁμοιότητα ὁμοῦ καὶ τὴν
ἔμφασιν.
Κατάχρησις
Κατάχρησίς ἐστι μέρος λόγου ἀπὸ τοῦ κυρίως καὶ ἐτύμως κατονομασθέντος
λεγόμενον ἐπί τινος ἑτέρου ἀκατονομάστου κατὰ τὸ οἰκεῖον, οἶον πυξὶς χαλκῆ καὶ
τριήραρχος. καὶ ἡ μὲν πυξὶς κυρίως καὶ ἐτύμως ἐστὶν ἡ ἐκ πύξου κατ-
εσκευασμένη, καταχρηστικῶς δὲ καὶ τὰ μολίβδινα καὶ τὰ χαλκᾶ πυξίδας
προσαγορεύομεν· καὶ τριήραρχον οὐ μόνον τὸν τριήρους ἄρχοντα, ἀλλὰ καὶ πεντήρους
καὶ ἑξήρους. καὶ τὸν ἀνδριάντα καὶ γυναικὸς λέγομεν. καὶ Ὅμηρος
νέκταρ ἐῳνοχόει,
οὐ κατὰ τὸ οἰκεῖον, ἀλλʼ ἀκατανόμαστόν ἐστι.
Μετάληψις
Μετάληψίς ἐστι λέξις διὰ τῆς συνωνύμου τὴν ὁμώνυμον δηλοῦσα, οἶον
ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε Θοῇσι.
τὰς γὰρ ἀπὸ τοῦ σχήματος Ὀξείας καλουμένας νήσους μεταληπτικῶς νήσους
Θοὰς εἴρηκε. τῷ γὰρ θοῷ συνώνυμόν ἐστι πᾶν τὸ κατὰ κίνησιν ὀξύ, τούτῳ
δὲ ὁμώνυμόν ἐστι πᾶν τὸ κατὰ σχῆμα ὀξύ.
καὶ πάλιν
Τεῦκρος δὲ τόξων χρώμενος φειδωλίᾳ
ὑπὲρ τάφρου πηδῶντας ἔστησεν Φρύγας.
ὁ γὰρ κατὰ τὸν βίον φειδωλὸς συνωνύμως καὶ ἀκριβὴς καλεῖται, ὁ δὲ ὁμωνυμεῖ
τῷ κατὰ τὴν τέχνην ἀκριβεῖ, τουτέστιν εὐστόχῳ.
Ὑπερβατόν
Ὑπερβατόν ἐστι φράσις ἀνὰ μέσον τὰ ἑξῆς ἔχουσα. γίνονται δὲ τὰ ὑπερβατὰ
ἐν εἴδεσι δυσίν, εἴτε ἐν λόγῳ εἴτε ἐν λέξει· ἐν λέξει, οἷον
πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
λάϊνον.
τὸ γὰρ ἑξῆς οὕτως ἔχει· πάντῃ γὰρ περὶ τεῖχος λάϊνον ὀρώρει θεσπιδαὲς πῦρ.
ἔστι δὲ καὶ ἐν συνθέτοις λέξεσιν ὑπερβατὰ γινόμενα, οἷον
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
ἤσθιον,
ἀντὶ τοῦ κατήσθιον. τὰ δʼ ἐν λόγῳ γινόμενα ἔχει οὕτως παρʼ Ὁμήρῳ·
ὣς ἔφατʼ· Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο.
τὸ γὰρ ἑξῆς οὕτως ἀποδίδοται· ὣς ἔφατο, Ἀργεῖοι δὲ μέγʼ ἴαχον μῦθον ἐπαινήσαντες.
ἔνιοι δὲ καὶ ἐν ταῖς συλλαβαῖς ὑπερβατὰ πεποιήκασιν, ὡς καὶ Σιμωνίδης ἐν ἐπι-
γράμμασιν· … λοθε … εσυπερβ … ἐνταῦθα τοῦ Δήμητρος τὴν τελευ-
ταίαν ὑπερεβίβασε· τὸ γὰρ ἑξῆς οὕτως ἀποδίδοται· Ἑρμῆν τόνδε ἀνέθηκεν
Δημήτριος, ὄρθια δʼ οὐκ ἐν προθύροις Δήμητρος ο … κ … ιμαθ …
Ἀναστροφή
Ἀναστροφὴ δέ ἐστι λέξις ἣν χρὴ προηγεῖσθαι τῆς σημαινομένης διανοίας δευτέραν
ἔχουσα τάξιν· ἔνιοι δὲ καὶ διὰ πλειόνων λόγου μερῶν τὴν ἀναστροφὴν λέγουσι
γίνεσθαι. καὶ ἐπὶ πλειόνων λόγου μερῶν· ἐν μὲν προθέσει οὕτως·
ᾧ ἔπι πόλλʼ ἐμόγησα,
ἀντὶ τοῦ ἐφʼ ᾧ πόλλʼ ἐκακοπάθησα. ἐν δʼ ἐπιρρήματι,
τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὥς,
ἀντὶ τοῦ ὡς ὄρνιθας. καὶ
ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
ἐν δὲ συνδέσμοις, ὡς Καλλίμαχος·
Μασσαγεται καὶ μακρὸν ὀϊστεύοιεν ἐπʼ ἄνδρα,
ἀντὶ τοῦ καὶ Μασσαγέται. ταῦτα μὲν πρὸς μίαν ἀναστρέφεται λέξιν· ἀλλαχοῦ δέ
ἐστι πρὸς πλείονα μέρη λόγου τὴν ἀναστροφὴν ἔχειν, οἷον
Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.
ἡ γὰρ ἀντὶ πρόθεσις οὐκέτι μιᾷ ὑποτάσσεται, ἀλλὰ δυσὶ λέξεσιν, καὶ τὸ ἑξῆς· ἀνθʼ
Ἕκτορος ὠφείλετε.
Συνεκδοχή
Συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, προσδεομένη δέ τινος
ἔξωθεν διανοίας. ἔχει δὲ διαφορὰς τέσσαρας· καὶ γὰρ ἀπὸ μέρους τὸ ὅλον
δηλοῖ, καὶ ἀπὸ τοῦ ὅλου τὸ μέρος, καὶ ἀπὸ συμβαίνοντος τὸ προηγούμενον,
καὶ ἀπὸ συμβόλου τὸ κύριον. ἀπὸ μὲν οὖν μέρους τὸ ὅλον, οἶον
θεὰ λευκώλενος Ἥρη.
σημαίνει γὰρ ἀπὸ μέρους τοῦ βραχίονος τὴν ὅλην λευκήν. ἀπὸ δὲ τοῦ ὅλου τὸ
μέρος, οἷον
οἱ δʼ ἰθὺς πρὸς τεῖχος ἐύδμητον βόας αὔας,
ἀντὶ τοῦ βύρσας, τουτέστι τὰς ἀσπίδας. ἀπὸ γὰρ ὅλου τοῦ βοὸς ἐδήλωσε τὸ μέρος,
ἤγουν τὸ δέρμα. ἀπὸ δὲ συμβαίνοντος τὸ προηγούμενον, οἷον
ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσι.
τὸ λεύκαινον γὰρ εἶπεν ἀντὶ τοῦ συντόνως ἤρεσσον· ἐκ γὰρ τοῦ κωπηλατεῖσθαι
συμβαίνει λευκαίνεσθαι τὸ ὕδωρ. ἀπὸ δὲ συμβόλου τὸ κύριον, οἷον
σκῆπτρον μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων.
ἀντὶ γὰρ τοῦ εἰπεῖν τὴν βασιλείαν εἶπε τὸ σύμβολον, δεικνὺς ἐκ τούτου τὸ κύριον,
ἤγουν τὴν βασιλείαν· σύμβολον γάρ ἐστι τῆς βασιλείας τὸ σκῆπτρον.
Ὀνοματοποιΐα
Ὀνοματοποιΐα ἐστὶ μέρος λόγου πεποιημένον κατὰ μίμησιν τῶν ἀποτελουμένων
ἤχων ἢ φωνῆς· ἤχων μέν, οἷον
λίγξε βιός.
αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
φωνῆς δὲ τὸ τοιοῦτον, οἷον ἡ ὀλολυγὴ καὶ ὁ μυκηθμός, καὶ
τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας.
Μετωνυμία
Μετωνυμία ἐστὶ μέρος λόγου ἐφʼ ἑτέρου μέν τινος κυρίως κείμενον, ἕτερον δὲ
σημαῖνον κατὰ τὸ οἰκεῖον, οἷον
ὑπείρεχον Ἡφαίστοιο.
σημαίνει δὲ τοῦ πυρός, ὅπερ ἐστὶν οἰκεῖον τοῦ Ἡφαίστου. καὶ πάλιν
ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης,
ἀντὶ τοῦ ὁ σίδηρος· καὶ ὅταν λέγωμεν τὸν οἶνον Διόνυσον, καὶ τὸν σῖτον Δήμητραν,
καὶ τὰ παραπλήσια.
Περίφρασις
Περίφρασίς ἐστι φράσις διαλλάσσουσα τῆς αὐτοτελοῦς καὶ κυρίας λέξεως,
διὰ πλειόνων αὐτὸ τὸ κύριον δηλοῦσα πρὸς αὔξησιν τοῦ σημαινομένου· οἷον βίη
Ἡρακληείη, καὶ ἱερὸν μένος Ἀλκινόοιο, ἀντὶ τοῦ ὁ Ἡρακλῆς καὶ ὁ Ἀλκίνοος.
καὶ πάλιν
παρὰ δʼ ἀλφίτου ἱερὸν ἀκτήν.
Πλεονασμός
Πλεονασμός ἐστι φράσις ἐν αὑτῇ πλεονάζουσα, ἢ ὡς ἐνδέχεται κατὰ ἀναλογίαν.
τῶν δὲ λεγομένων πλεονασμῶν οἱ μὲν μέτρων ἕνεκα φράζονται, οἱ δὲ ἐμφάσεως.
καὶ μέτρων μὲν τὰ τοιαῦτα, οἷον Αἰνείαο, Πριάμοιο, λελάβῃσι, λελάχωσι, καὶ πᾶν
ὃ λέγεται κατὰ παραγωγήν. ἐμφάσεως δὲ σημαντικὰ τὰ τοιαῦτα·
ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσι,
καὶ
ἑρπύζων παρὰ θῖνα·
τὸ γὰρ νωθρὸν ἐμφαίνει καὶ ἄστατον· καὶ
πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
Παραπλήρωμα
Παραπλήρωμά ἐστι φράσις ἢ λέξις ἐκ περισσοῦ παραλαμβανομένη, οἶον
ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
ἡ γὰρ πρὸ παρέλκει. καὶ
ἀστέρι ὀπωρινῷ ἐναλίγκιος, ὅς τε μάλιστα,
ἀντὶ τοῦ ὃς μάλιστα. καὶ ἐπὶ τοῦ κε·
καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων.
Ἔλλειψις
Ἔλλειψίς ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, ἀλλὰ μιᾷ λέξει ἢ πλείοσιν
ἐλλείπουσα· οἷον
κόπτων ἀμφοτέρῃσιν,
ἐλλείπει γὰρ ταῖς χερσίν. ὁμοίως
ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
ἐλλείπει γὰρ τὸ τόπῳ. καὶ
ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί,
ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται.
ἐλλείπει γὰρ τὸ καλῶς ἂν ἔχοι· ἀπεκρέματο γὰρ ἡ διάνοια.
ἔνιοι δὲ τὸν τρόπον τοῦτον προσυπακουόμενον καλοῦσιν.
Ὑπερβολή
Ὑπερβολή ἐστι λόγος ὑπεραίρων ἐμφάσεως ἕνεκα τὸ ἀληθές, ὡς ἐπὶ τούτου·
αἱ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·
ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,
ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
εἰ μὲν οὖν μυθικῶς τις ἀκούοι τὸ τοιοῦτον, ἀκυρολογία φανήσεται, εἰ δὲ μή, ὑπαχ-
θήσεται τῇ ὑπερβολῇ. … ὡς τὸ
λευκότεροι χίονος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι.
Εἰρωνεία
Εἰρωνεία ἐστὶ φράσις τοῖς ῥητῶς λεγομένοις αἰνιττομένη τοὐναντίον μεθʼ
ὑποκρίσεως, οἶον
Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἱοῦ.
Σαρκασμός
Σαρκασμός ἐστι φράσις τοῖς ῥητῶς λεγομένοις αἰνιττομένη τοὐναντίον μετὰ
χλευασμοῦ, οἶον
νῦν μὲν δὴ μάλα πάγχυ Μελάνθιε νύκτα φυλάξεις
εὐνῇ ἐνὶ μαλακῇ καταλέγμενος.
Ἀστεϊσμός
Ἀστεϊσμός ἐστι φράσις διὰ τῶν ἐναντίων τὸ κρεῖττον ἠθικῶς ἐμφαίνουσα, οἷον
εἴ τις πλούσιος ὢν πένης εἶναι λέγει, καὶ ὁ τεχνίτης ἄτεχνος, καὶ ὁ ἀγαθὸς φαῦλος.
ἔνιοι δὲ τὸν ἀστεϊσμὸν ὡρίσαντο προσποίησιν εἶναι τῆς ἀληθείας.
Ἀντίφρασις
Ἀντίφρασίς ἐστι φράσις τοῖς κρείττοσι τοῦ παρισταμένου τὴν κακίαν ὅσον ἐφʼ
ἑαυτῇ περιστέλλουσα, οἷον ὅταν πτωχὸν πλούσιον καλῶμεν καὶ τὴν χολὴν γλυκεῖαν,
καὶ τὸν βόρβορον ὀχετόν, καὶ τὰ παραπλήσια.
Ἐναντίωσις
Ἐναντίωσίς ἐστι λέξις διὰ τῶν ἐναντίων τὸ ἐναντίον κατὰ ἀποβολὴν δηλοῦσα,
ὡς τὸ
τὼ δʼ οὐκ ἄκοντε πετέσθην,
ἀντὶ τοῦ οἱ δὲ ἑκόντες ἐπετάσθησαν. καὶ
οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,
ἀντὶ τοῦ ἤκουσε τοῦ πατρός· καὶ τὰ παραπλήσια.
Ἀντονομασία
Ἀντονομασία ἐστὶν ὄνομα ἐπιθετικὸν ὃ καὶ μόνον ἀντὶ κυρίου παραλαμβάνεται,
οἷον
ὄφρʼ εἰδῇ Γλαυκῶπις, ὅταν ᾧ πατρὶ μάχηται,
ἀντὶ τοῦ ἡ Ἀθηνᾶ. καὶ
οὕτω γὰρ δή τοι Γαιήοχε κυανοχαῖτα,
ἀντὶ τοῦ ὦ Πόσειδον. καὶ τὰ παραπλήσια.
Ἀμφιβολία
Ἀμφιβολία ἐστὶ φράσις δύο ἢ πλείονας ἐννοίας σημαίνουσα, οἷον
χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου.
ἄδηλον γάρ, πότερον τὰς τοῦ Πατρόκλου χεῖρας λέγει ἢ τὰς τοῦ Ἀχιλλέως. καὶ
τὰ ἐπὶ τοῦ Ἑρμοῦ εἰρημένα·
σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ.
ἤτοι γὰρ τὸ πυκινὰ πρὸς τὸ ἀγρώσσων ληπτέον, ἵνʼ ᾖ πυκινὰ ἀγρώσσων, ἢ πυκινὰ
πτερά. ἀμφίβολον δὲ καὶ τοῦτο·
κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά,
τοῦ θεῶν δυναμένου κεῖσθαι ἐπί τε τῶν κηρύκων τῶν ἱερῶν καὶ τῆς πόλεως, ἐπεὶ
δοκεῖ ἡ Ἴλιος τετειχίσθαι ὑπὸ θεῶν· διὸ καὶ πολλάκις ἱερὰν αὐτὴν λέγει,
Ἴλιον εἰς ἱερήν.
καὶ πάλιν
Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε.
καὶ ὁμοίως
δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα.
Σύλληψις
Σύλληψίς ἐστι φράσις δυεῖν ὑποκειμένων προσώπων τὸ τῷ ἑτέρῳ πραχθὲν ἰδίᾳ
κοινῶς παραλαμβάνουσα· οἷον Ὀδυσσεὺς περὶ τῆς ἀναιρέσεως Δόλωνος λέγει
Νέστορι,
τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν.
εἵλομεν εἶπε, καίτοι τοῦ Διομήδους μόνου αὐτὸν ἀνελόντος. τὸ μὲν ὑπόδειγμα τοῦ
ἑνὸς ἔχει πρὸς ἕνα τὴν σύλληψιν· ἀλλαχοῦ δέ ἐστιν διʼ ἃ συλλαμβάνει ἕνα πρὸς
πολλούς, ὡς ἔχει τὰ ὑπὸ Θερσίτου λεγόμενα πρὸς Ἀγαμέμνονα·
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
πρωτίστῳ δίδομεν, εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.
συγκαταριθμεῖ γὰρ ἑαυτὸν τοῖς ἀριστεῦσιν ἀσθενὴς καὶ οὐδαμινὸς τυγχάνων.
Αἴνιγμα
Αἴνιγμά ἐστι φράσις διάνοιαν ἀποκεκρυμμένην καὶ ἀσύνετον πειρωμένη ποιεῖν,
ὡς τὰ παρʼ Ἡσιόδῳ περὶ τῆς κύλικος λεγόμενα·
μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν.
αὐτὰρ ἐπεὶ δαιτὸς μὲν ἐίσης ἐξ ἔρον ἕντο,
οἷον οὐ μητέρα μητρὸς … ἄγοντο
ἀζαλέην τε καὶ ὀπταλέην σφετέροισι τέκεσσι
τεθνάναι.
ἐνταῦθα μητέρα μητρὸς λέγει τὴν βάλανον· ἀπὸ ταύτης γὰρ γίνονται αἱ δρύες,
ἀπὸ δὲ τῶν δρυῶν μυθικῶς τοὺς ἀνθρώπους λέγουσι γεγενῆσθαι. ἀζαλέην καὶ
ὀπταλέην, ἐπεὶ δοκεῖ πρῶτα μὲν ξηραίνεσθαι, εἶτα ὀπτᾶσθαι. σφετέροισι τέκεσσι,
τοῖς ἑαυτοῦ τέκνοις, λέγει δὲ τοῖς ξένοις. τὸ δὲ τεθνάναι, καθὸ δοκεῖ ἐκ τῆς ὕλης
ἐκκεκόφθαι.
Ἐπαύξησις
Ἐπαύξησίς ἐστι φράσις κατὰ πρόσθεσιν αὐξάνουσα τὸ σημαινόμενον, ὡς ἔχει
τὰ τοιαῦτα·
τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
ὠκύτερον γὰρ τῶν νηῶν παρέστησε τὸ τάχος, ἐπισυνάψας τῷ πτερῷ τὸ νόημα. καὶ
ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
ἢ πυρὸς αἰθομένου ἠʼ ἠελίου ἀνιόντος.
ἱκανὸν γὰρ τὸ εἴκελος αὐγῇ, προστιθεὶς δὲ τὸ ἑξῆς ηὔξησε τὸ σημαινόμενον.
Ἐξοχή
Ἐξοχή ἐστιν ὀνόματος διαστολὴ κατὰ διαφορὰν πρὸς τὰ ὅμοια, οἷον
Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσεν,
ὥσπερ τοῦ Ἕκτορος μὴ οὐχὶ ἑνὸς τῶν Τρώων, ἐπεὶ τοῦτον ἤνεγκε· κατʼ ἐξοχὴν
γὰρ αὐτὸν ἐδήλωσε. καὶ ὁμοίως
οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην· θάνε δὲ ξανθὸς Μελέαγρος.
Ὑστερολογία
Ὑστερολογία ἐστὶν ὅταν μέρος λόγου ὃ δεῖ πρῶτον λέγειν ὕστερόν τις τάξῃ, οἷον
ἅμα τράφεν ἠδʼ ἐγένοντο,
ἀντὶ τοῦ ὁμοῦ ἐγένοντο καὶ ἐτράφησαν. καὶ
δούπησεν δὲ πεσών,
ἀντὶ τοῦ πεσὼν ἐδούπησε. καὶ
ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον,
ἀντὶ τοῦ ἄκουσον καὶ ὑπόκριναι. καὶ
εἵματα δʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
καὶ
λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον.