eul_wid: daw-af
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Marketplace and Domestic Scenes by Aristophanes of Athens

Marketplace and Domestic Scenes is a lost work by the Athenian comic playwright Aristophanes. It is not a unified play but a collection of 1,262 fragments, with a title suggesting excerpts depicting daily life in the Athenian marketplace and households. As a fragmentary collection, it lacks a conventional plot and is classified among Aristophanes' lost comedies, distinct from his eleven surviving complete plays. The title indicates the collection’s focus on mundane spheres of Athenian life, including scenes from the marketplace, domestic interactions, social and economic exchanges, and common comic character types such as merchants, slaves, and householders. The work survives only as a title and fragment count in ancient catalogues of Aristophanes' works; the fragments themselves are not quoted in the sources consulted here. The transmission of Aristophanes' corpus primarily relies on medieval manuscripts of the complete plays, with fragments of lost works recovered from quotations in other ancient authors and papyri. While its direct influence is untraceable, the collection would have served ancient scholars and lexicographers as a source for Attic Greek idiom and comic technique drawn from everyday life, contrasting with the political satire of Aristophanes' more famous produced plays.

ΑΙΟΛΟΣΙΚΩΝ
ἥκω Θεαρίωνος ἀρτοπώλιον
λιπών, ἵνʼ ἐστὶ κριβάνων ἑδώλια.
ἀλλʼ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω
ἁπαξάπανθʼ, ὅσʼ ἂν κελεύῃς, ὦ γύναι.
ὅπερ δὲ λοιπὸν μόνον ἔτʼ ἦν ἐν τῇ γνάθῳ
διώβολον, γεγένητʼ ἐμοὶ δικόλλυβον.
καὶ μὴν τὸ δεῖνʼ, ἀκροκώλια δή σοι τέτταρα
ἥψησα τακερά.
τῶν δὲ γηθύων
ῥίζας, ἐχούσας σκοροδομίμητον φύσιν
κοιτὼν ἁπάσαις εἷς, πύελος δὲ μίʼ ἀρκέσει.
δοῖδυξ, θυΐα, τυροκνῆστις, ἐσχάρα.
καὶ διαστίλβονθʼ ὁρῶμεν
ὥσπερ ἐκ καινοῦ λυχνούχου
πάντα τῆς ἐξωμίδος.
καί κʼ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.
οὐκ ἐτός, ὦ γυναῖκες,
πᾶσι κακοῖσιν ἡμᾶς
φλῶσιν ἑκάστοθʼ ἅνδρες·
δεινὰ γὰρ ἔργα δρῶσαι
λαμβανόμεσθʼ ὑπʼ αὐτῶν.
καὶ διʼ ὀπῆς κἀπὶ τέγους
δυοῖν λυχνιδίοιν
ἀκερματίαν
κλειδίον
σμηματοφορεῖον
ΑΜΦΙΑΡΕΩΣ
Α. γύναι, τί τὸ ψοφῆσάν ἐσθʼ; Β. ἁλεκτρυὼν
τὴν κύλικα καταβέβληκεν. Α. οἰμώζουσά γε.
καὶ νὴ Δίʼ ἐκ τοῦ δωματίου γε νῷν φέρε
κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν.
νόσῳ βιασθεὶς ἢ φίλων ἀχηνίᾳ;
ἀλλʼ ὦ θύγατερ, ἔλεξʼ, Ἰασοῖ, πρευμενής—
ἔπειτʼ ἔρειξον ἐπιβαλοῦσʼ ὁμοῦ πίσους.
ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς.
πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων;
ταυτὶ τὰ κρέʼ αὐτῷ παρὰ γυναικός του φέρω.
ὦ μιαρὲ καὶ Φρυνῶνδα καὶ πονηρὲ σύ
Λαμπτρεὺς ἔγωγε τῶν κάτω.
καὶ τοὺς μὲν ὄφεις, οὓς ἐπιπέμπεις,
ἐν κίστῃ που κατασήμηναι
καὶ παῦσαι φαρμακοπωλῶν.
ὀσφὺν δʼ ἐξ ἄκρων διακίγκλισον ἠύτε κίγκλου
ἀνδρὸς πρεσβύτου· τελέειν δʼ ἀγαθὴν ἐπαοιδήν.
οἶδα μὲν ἀρχαῖόν τι δρῶν κοὐχὶ λέληθʼ ἐμαυτόν.
ἀφʼ οὗ κωμῳδικὸν μορμολυκεῖον ἔγνων.
ἀκραιφνὲς ὕδωρ
ἱερὸν συμβουλή
πλεκτὴν σχοῖνον
τυφλότερος λεβηρίδος
ἀναφλᾶν καὶ ἀνακνᾶν
ἀνθρωπίζεται
ἠντεβόλησε
ῥόπτρον
καὶ νὴ Δίʼ εἰ Πάμφιλόν γε φαίης
κλέπτειν τὰ κοίνʼ ἅμα τε συκοφαντεῖν.
ΑΝΑΓΥΡΟΣ
μὴ κλᾶʼ· ἐγώ σοι βουκέφαλον ὠνήσομαι.
ψῆχʼ ἠρέμα τὸν βουκέφαλον καὶ
τὸν κοππατίαν.
Α. ὡς δʼ ὀρθοπλήξ. Β. πέφυκε γὰρ δυσγάργαλις.
Α. τοῦτʼ αὐτὸ πράττω, δύʼ ὀβολὼ καὶ σύμβολον
ὑπὸ τῷ ʼπικλίντρῳ. Β. μῶν τις αὔτʼ ἀνείλετο;
εἰ μὴ παραμυθεῖ μʼ ὀψαρίοις ἑκάστοτε.
καὶ ξυννένοφε καὶ χειμέρια βροντᾷ μάλʼ αὖ.
ὅρμου παρόντος τὴν ἀτραπὸν κατερρύην.
ἐν τῷ στόματι τριημιωβόλιον ἔχων
πλὴν ἀλεύρου καὶ ῥόας
πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν
καὶ κερκώπην θηρευσαμένη
καλάμῳ λεπτῷ.
οὐχ ἑψητῶν λοπάς ἐστιν.
καὶ μὴν χθές γʼ ἦν Πέρδιξ χωλός.
ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπληγίδας ποιῶν
ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ τοὺς σπόγγους ἐᾶν.
ἀναχύρωτον τὸν πηλὸν
Ἀργεῖοι φῶρες
στόμια πριονωτά
ἀμφιανακτίζειν
τὸν πνιγέα
ὑφόλμιον
τὴν ψήκτραν
ἀλλʼ Ἀριφράδη δέδοικα μὴ τὰ πράγματα
ἡμῶν διακναίσῃ.
ΒΑΒΥΛΩΝΙΟΙ
Σαμίων ὁ δῆμός ἐστιν· ὡς πολυγράμματος.
ἀνὴρ πεδήτης ἰτέαν ἐνημμένος
ἵστασθʼ ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας.
Ζεῦ, τὸ χρῆμα τῆς νεολαίας ὡς καλόν.
ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα
ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.
ἀνήρ τις ἡμῖν ἐστιν ἐγκινούμενος.
Α. δεῖ διακοσίων δραχμῶν.
Β. πόθεν οὖν γένοιντʼ ἄν; Α. τὸν κότυλον τοῦτον φέρε.
πόσους ἔχει στρωτῆρας ἁνδρὼν οὑτοσί; …
ὡς εὖ καλυμματίοις τὸν οἶκον ἤρεφεν.
μέσην ἔρειδε πρὸς τὸ σιμόν.
ἐννεύει με φεύγειν οἴκαδε.
εἰς ἄχυρα καὶ χνοῦν
τὴν αὑτοῦ σκιὰν δέδοικεν.
ναυλόχιον ἐν τῷ μέσῳ.
ἦ που κατὰ στοίχους κεκράξονταί τι βαρβαριστί.
εὖ γʼ ἐξεκολύμβησʼ οὑπιβάτης, ὡς ἐξοίσων ἐπίγυον.
ἢ δῶρʼ αἰτῶν ἀρχὴν πολέμου μετὰ Πεισάνδρου πορίσειεν.
ἢ βοιδαρίων τις ἀπέκτεινε ζεῦγος χολίκων ἐπιθυμῶν.
κατάγου ῥοθιάζων. …
ναῦς ὅταν ἐκ πιτύλων ῥοθιάζῃ σώφρονι κόσμῳ
ἐς τὸν λιμένα
ἀνθʼ Ἑρμιόνος
τὰ μέτωπα Ἰστριανά
πόδα βαλλαντίου
ἁλυκόν
δύσριγος
ζώστειον
θωμόν
λακεδαιμονιάζω
ὁρκωμοτεῖν
στίγων
ὠτοκάταξιν
ΓΕΩΡΓΟΙ
Α. ἐθέλω γεωργεῖν. Β. εἶτα τίς σε κωλύει;
Α. ὑμεῖς. τί δʼ εἰ δίδωμι χιλίας δραχμάς,
ἐάν με τῶν ἀρχῶν ἀφῆτε; Β. δεχόμεθα·
δισχίλιαι γάρ εἰσι σὺν ταῖς Νικίου.
ὅτου δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει.
Β. ἐμοὶ μὲν ἐπὶ τὸν μολγόν· οὐκ ἀκήκοας;
τί δῆτα τούτων τῶν κακῶν, ὦ παῖ, γλίχει;
εἶτʼ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.
ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται.
εἴ γʼ ἐγκιλικίσαιμʼ, ἐξολοίμην, φαθὶ λέγων.
καχέτας καὶ Μεγακλέας καὶ μαλακούς
ἐξ ἄστεως νῦν εἰς ἀγρὸν χωρῶμεν· ὡς πάλαι δεῖ
ἡμᾶς ἐκεῖ ʼν τῷ χαλκίῳ λελουμένους σχολάζειν.
συκᾶς φυτεύω κάρτα πλὴν Λακωνικῆς·
τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν·
οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα.
Εἰρήνη βαθύπλουτε καὶ ζευγάριον βοεικόν,
εἰ γὰρ ἐμοὶ παυσαμένῳ τοῦ πολέμου γένοιτο
σκάψαι κἀποκλάσαι τε καὶ λουσαμένῳ διελκύσαι
τῆς τρυγὸς ἄρτον λιπαρὸν καὶ ῥάφανον φαγόντι.
ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική,
χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός.
ἐν ἀγορᾷ δʼ αὖ πλάτανον εὖ διαφυτεύσομεν.
ἀγαθήν γε κωδίαν
ἀπυρήνων
ἐλαΐζειν
μετόρχιον
πορνεύτριαν
Σηράγγιον
Στρεψαίους
τραπεζοφόρον
ΓΗΡΑΣ
Α. τουτὶ τί ἦν τὸ πρᾶγμα; Β. θερμούς, ὦ τέκνον.
Α. ἀλλʼ ἦ παραφρονεῖς; Β. κριβανίτας, ὦ τέκνον,
λευκοὺς δὲ πάνυ.
ὁ δὲ μεθύων ἤμει παρὰ τοὺς ἀρχηγέτας.
πτωχικοῦ βακτηρίου.
βακτηρία δὲ Περσὶς ἀντὶ καμπύλης.
ὀφθαλμιάσας πέρυσιν εἶτʼ ἔσχον κακῶς,
ἔπειθʼ ὑπαλειφόμενος παρʼ ἰατρῷ—
ὀξωτά, σιλφιωτά, βολβός, τεύτλιον,
περίκομμα, θρῖον, ἐγκέφαλος, ὀρίγανον,
καταπυγοσύνη ταῦτʼ ἐστὶ πρὸς κρέας μέγα.
Α. τίς ἂν φράσειε ποῦ ʼστι τὸ Διονύσιον;
Β. ὅπου τὰ μορμολυκεῖα προσκρεμάννυται.
ἔδει δέ γέ σε βληθεῖσαν εἰς Ἁλμυρίδας
... τῃδὶ μὴ παρέχειν σε πράγματα.
ἐπὶ τοῦ περιδρόμου στᾶσα τῆς συνοικίας
Α. σὺ δʼ οὐκ ἐγήμω; Β. νὴ Δίʼ, ὀλίγας ἡμέρας.
ἐγὼ δʼ ἀπολοπίζειν τε κᾆτʼ ἐπʼ ἀνθράκων—
ὑδρίαν δανείζειν πεντέχουν ἢ μείζονα
ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη
κοπίδι τῶν μαγειρικῶν
εἰ παιδαρίοις ἀκολουθεῖν δεῖ σφαῖραν καὶ στλεγγίδʼ ἔχοντα.
λορδοῦ κιγκλοβάταν ῥυθμόν
ὦ πρεσβῦτα, πότερα φιλεῖς τὰς δρυπετεῖς ἑταίρας
ἢ σὺ τὰς ὑποπαρθένους, ἁλμάδας ὡς ἐλάας,
στιφράς;
ἀποπλευστέʼ οὖν ἐπὶ τὸν νυμφίον, ᾧ γαμοῦμαι
τήμερον.
Μελιτέα κάπρον
καλαμίνους αὐλούς
καταλαλεῖν
κληρωτήριον
σκάφιον
τῆτες
ΓΗΡΥΤΑΔΗΣ
Α. καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
ἔτλη κατελθεῖν; Β. ἕνʼ ἀφʼ ἑκάστης τῆς τέχνης
εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας,
οὓς ᾖσμεν ὄντας ᾁδοφοίτας καὶ θαμὰ
ἐκεῖσε φιλοχωροῦντας. Α. εἰσὶ γάρ τινες
ἄνδρες παρʼ ὑμῖν ᾁδοφοῖται; Β. νὴ Δία
μάλιστά γʼ. Α. ὥσπερ Θρᾳκοφοῖται; Β. πάντʼ ἔχεις.
Α. καὶ τίνες ἂν εἶεν; Β. πρῶτα μὲν Σαννυρίων
ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶν
Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας. …
Α. ὡς σφόδρʼ ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθʼ ἄρα.
τούτους γὰρ ἢν πολλῷ ξυνέλθῃ ξυλλαβὼν
ὁ τῆς διαρροίας ποταμὸς οἰχήσεται.
Α. καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμʼ ἂν ῥήματα;
Β. εἰς ὄξος ἐμβαπτόμενος ἢ ξηροὺς ἅλας.
τότε μὲν ... σου κατεκοττάβιζον ἄν,
νυνὶ δέ σου κατεμοῦσι, τάχα δʼ εὖ οἶδʼ ὅτι
καὶ καταχέσονται.
ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον
θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.
ἥκω Θεαρίωνος ἀρτοπώλιον
λιπών, ἵνʼ ἐστὶ κριβάνων ἑδώλια.
ἆρʼ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία;
ὡς μὲν γάρ ἐστε νήστιδες, γιγνώσκεται.
τὴν μάλθαν ἐκ τῶν γραμματείων ἤσθιον.
ἀκροκώλιʼ, ἄρτοι, κάραβοι, βολβοί, φακῆ.
πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν;
ᾖσαν εὐθὺ τοῦ Διονυσίου
ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν τὴν θύραν ἀφιγμένος.
πόλος τόδʼ ἐστίν; εἶτα πόστην ἥλιος τέτραπται;
φήμαις οὖν ἐγὼ βροτῶν ἅπαντας ἐκλαπῆναι.
χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει.
ψίθυρός τε καλοῦ καὶ ψωμοκόλαξ.
αὐτοὶ θύομεν
φορμῷ σχοινίνῳ
τῶν ἀπυρήνων
ἀσκοθύλακος
γαργαλισμοῦ
ἕρμα
καρπεῖα
κατάπλασμα
μέτοχος
τοὺς οἰκοδόμους
περίθεσιν
σκόμβρος
σύντεχνοι
ΔΑΙΔΑΛΟΣ
ἤδη τις ὑμῶν εἶδεν Εὐρύβατον Δία;
ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών. …
εὖ ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου
ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
ὁ μηχανοποιός, ὁπότε βούλει τὸν τροχὸν
ἱμᾶν ἀνεκάς, λέγε, χαῖρε φέγγος ἡλίου.
καὶ ταῦτʼ ἔχοντα πουλύπους καὶ σηπίας. …
τὸν πουλύπουν μοὔθηκε. …
πληγαὶ λέγονται πουλύπου πιλουμένου.
περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος
νῦν ἐστι; περὶ ὄνου σκιᾶς.
κογχυλίας λίθος
Δαιδάλεια
ἀρχιτεκτονεῖν
δορυφόνον
κακκάβη
ΔΑΙΤΑΛΗΣ
Α. ἀλλʼ εἶ σορέλλη καὶ μύρον καὶ ταινίαι.
Β. ἰδού, σορέλλη, τοῦτο παρὰ Λυσιστράτου.
Α. ἦ μὴν ἴσως σὺ καταπλιγήσει τῷ χρόνῳ.
Β. τὸ καταπλιγήσει τοῦτο παρὰ τῶν ῥητόρων.
Α. ἀποβύσεταί σοι ταῦτά πη τὰ ῥήματα.
Β. παρʼ Ἀλκιβιάδου τοῦτο τἀποβύσεται.
Α. τί δʼ ὑποτεκμαίρει καὶ κακῶς ἄνδρας λέγεις
καλοκἀγαθεῖν ἀσκοῦντας; Β. οἴμʼ, ὦ Θρασύμαχε,
τίς τοῦτο τῶν ξυνηγόρων τερθρεύεται;
οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ
πλύνων ἅπασιν ὅσα σύνοιδʼ αὐτῷ κακά.
εἰ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλαέτω.
ἐγὼ δʼ ἰὼν
πέμψω πλακοῦντʼ ἐς ἑσπέραν χαρίσιον.
ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν
ἐδίδου ῥοφεῖν ἄν.
τί δαί; κυνίδιον λεπτὸν ἐπρίω τῇ θεᾷ
εἰς τὰς τριόδους;
τῆς μυρηρᾶς ληκύθου
πρὶν κατελάσαι τὴν σπαθίδα, γεύσασθαι μύρου.
φέρʼ ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς;
οὐδʼ ἐστὶν αὐτῷ στλεγγὶς οὐδὲ λήκυθος.
οὐδʼ ἀργύριον ἔστιν κεκερματισμένον.
ὁ δʼ ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα.
τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει.
ἀπόλωλα· τίλλων τὸν λαγὼν ὀφθήσομαι.
ταχύ νυν πέτου καὶ μὴ τροπίαν οἶνον φέρε.
οὐκ ἀλλὰ τοῦτό γʼ ἐπίχυσις τοῦ χαλκίου.
κἄγειν ἐκεῖθεν κακκάβην
ἀλλʼ οὐ γὰρ ἔμαθε ταῦτʼ ἐμοῦ πέμποντος, ἀλλὰ μᾶλλον
πίνειν, ἔπειτʼ ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν,
Συβαρίτιδάς τʼ εὐωχίας καὶ «Χῖον ἐκ Λακαινᾶν».
εἰ μὴ δικῶν τε γυργάθους ψηφισμάτων τε θωμοὺς
φέροντες
καὶ λεῖος ὥσπερ ἔγχελυς, χρυσοῦς ἔχων κικίννους.
ἔσειον, ᾔτουν χρήματʼ, ἠπείλουν, ἐσυκοφάντουν.
εἰς τὰς τριήρεις δεῖν ἀναλοῦν ταῦτα καὶ τὰ τείχη,
εἰς οἷʼ ἀνήλουν οἱ πρὸ τοῦ τὰ χρήματα.
ὅστις αὐλοῖς καὶ λύραισι κατατέτριμμαι χρώμενος,
εἶτά με σκάπτειν κελεύεις;
Α. πρὸς ταῦτα σὺ λέξον Ὁμήρου ἐμοὶ γλώττας, τί καλοῦσι … κόρυμβα;
Α. τί καλοῦσʼ ἀμενηνὰ κάρηνα;
Β. ὁ μὲν οὖν σός, ἐμὸς δʼ οὗτος ἀδελφὸς φρασάτω, τί κα- … λοῦσιν ἰδυίους;
Β. τί καλοῦσιν ἀποινᾶν;
ᾆσον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἀνακρέοντος.
καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα
ἐθέλω βάψας πρὸς ναυτοδίκας ξένον ἐξαίφνης—
ὦ παρανοία καὶ ἀναιδεία
καὶ κόσκινον ἠπήσασθαι
ὅτε τὰς ὀὰς ἴσας ἐποιήσατο.
ἄγγη μυρηρά
ὡρικὸν δὲ μειράκιον καὶ κόρη
ἀποβροχθίσαι
ἐψυχρολουτήσαμεν
θυλακίσκον
κλινάριον
λυρωνίαν
νεβλάρετοι
τὸν ὀρτυγοκόμον
ῥαγδαίους
τοῦ τριγώνου
ΔΑΝΑΙΔΕΣ
μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου χύτρας,
μεθʼ ὧν ὁ βωμὸς οὗτος ἱδρύθη ποτέ.
ἀλλʼ εἴσιθʼ· ὡς τὸ πρᾶγμʼ ἐλέγξαι βούλομαι
τουτί· προσόζειν γὰρ κακοῦ τού μοι δοκεῖ.
τραπόμενον εἰς τοὔψον λαβεῖν
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια.
κακῶν τοσούτων ξυνελέγη μοι σώρακος.
ἤδη παροινεῖς εἰς ἐμὲ πρὶν δεδειπνάναι.
δακτύλιον χαλκοῦν φέρων ἀπείρονα
οὐδεὶς βεβαλάνωκε τὴν θύραν
λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ἡμῶν.
ὁ χορὸς δʼ ὠρχεῖτʼ ἂν ἐναψάμενος δάπιδας καὶ στρωματόδεσμα,
διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ ῥαφανῖσιν.
οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο.
πρὸς τὸν στροφέα τῆς αὐλείας σχίνου κεφαλὴν κατορύττειν.
μὴ τἄρʼ εἶναί μʼ ἐγκριδοπώλην
καὶ τὸν κυλλάστιν φθέγγου καὶ τὸν Πετόσιριν.
τῶν χοίρων μνοῦς ἔριʼ ἐστίν.
Δαναώτατος
ἀργύριον
ἐχῖνος
προσωπίδιον
συρμαιοπῶλαι — καὶ ἐγκριδοπῶλαι.
ΔΙΣ ΝΑΥΑΓΟΣ
τί ὦ πονηρέ μʼ ἐξορίζεις ὡσπερεὶ
κλιντήριον;
ΔΡΑΜΑΤΑ Η ΚΕΝΤΑΥΡΟΣ
ἐγὼ γάρ, εἴ τί σʼ ἠδίκηκʼ, ἐθέλω δίκην
δοῦναι πρόδικον ἐν τῶν φίλων τῶν σῶν ἑνί.
ἀνοιγέτω τις δώματʼ· αὐτὸς ἔρχεται.
ἀλλʼ ἐς κάδον λαβών τινʼ οὔρει πίττινον.
ἐκκρουσαμένους τοὺς πύνδακας
πτίσσω, βράττω, μάττω, δεύω, πέττω, καταλῶ.
χωρεῖ ἄκλητος ἀεὶ δειπνήσων· οὐ γὰρ ἄκανθαι.
τὸ δὲ πορνεῖον Κύλλου πήρα.
ἀπόκινον
λίθος δεκατάλαντος
κλιμακτῆρες
ΔΡΑΜΑΤΑ Η ΝΙΟΒΟΣ
ἔστιν γὰρ ἡμῖν τοῖς κάτω πρὸς τοὺς ἄνω
ἀπὸ συμβόλων, καὶ μὴν ὁ μαιμακτηριών,
ἐν ᾧ ποιοῦμεν τὰς δίκας καὶ τὰς γραφάς.
οἴμοι κακοδαίμων· ὁ λύχνος ἡμῖν οἴχεται.
καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον κἄλαθε;
ἀλλʼ ὥσπερ λύχνος
ὁμοιότατα καθεῦδʼ ἐπὶ τοῦ λυχνιδίου.
οὐδὲν μὰ Δίʼ ἐρῶ λοπάδος ἑψητῶν.
ὁ δʼ εἰς τὸ πλινθεῖον γενόμενος ἐξέτρεψε
καττύς
ΔΡΑΜΑΤΑ
ἀλλʼ εὔχομαι ʼγωγʼ ἑλκύσαι σε τὸν ζυγόν,
ἵνα μή με προσπράττωσι γραῦν οἱ φράτερες.
αὐτοῖς σταθμοῖς ἐξέβαλε τὰς σιαγόνας.
πάντες δʼ ἔνδον πεταχνοῦνται.
βύρσαν
κιχόρεια
ΕΙΡΗΝΗ ΔΕΥΤΕΡΑ
Α. τῆς πᾶσιν ἀνθρώποισιν Εἰρήνης φίλης
πιστὴ τροφός, ταμία, συνεργός, ἐπίτροπος,
θυγάτηρ, ἀδελφή, πάντα ταῦτʼ ἐχρῆτό μοι.
Β. σοὶ δʼ ὄνομα δὴ τί ἐστιν; Α. ὅ τι; Γεωργία. …
Β. ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,
ἄσμενός σʼ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους.
τὴν δʼ ἀσπίδα
ἐπίθημα τῷ φρέατι παράθες εὐθέως.
ἰὼ Λακεδαίμων, τί ἄρα πείσει τήμερα;
πόθεν τὸ φῖτυ, τί τὸ γένος, τίς ἡ σπορά;
ΗΡΩΕΣ
Α. οὐκ ἠγόρευον; οὗτός ἐστʼ οὐκ Ἀργόλας.
Β. μὰ Δίʼ οὐδέ γʼ Ἕλλην, ὅσον ἔμοιγε φαίνεται.
τρέχʼ εἰς τὸν οἶνον ἀμφορέα κενὸν λαβὼν
τῶν ἔνδοθεν καὶ βύσμα καὶ γευστήριον,
κἄπειτα μίσθου σαυτὸν ἀμφορεαφορεῖν.
ὀβολῶν δεουσῶν τεττάρων καὶ τῆς φορᾶς.
ἢ καρδοπείῳ περιπαγῇ τὸν αὐχένα.
παύσειν ἔοιχʼ ἡ παυσικάπη κάπτοντά σε.
ἴθι δὴ λαβὼν τὸν ῥόμβον ἀνακωδώνισον.
οἱ γὰρ ἥρως ἐγγύς εἰσιν.
μὴ γεύεσθε δʼ ἅττʼ ἂν καταπέσῃ
τῆς τραπέζης ἐντός.
μήτε ποδάνιπτρον θύραζʼ ἐκχεῖτε μήτε λούτριον.
κἀπὸ τῆς Διειτρέφους τραπέζης
ἐμπόλω Διοσκόρω
πῶς πίομαι;
ἀνδραποδώνης
ἀρτοποιία
ἡλίσκον
πυελίδα
χερνιβεῖον
ΘΕΣΜΟΦΟΡΙΑΖΟΥΣΑΙ ΔΕΥΤΕΡΑΙ
οἶνον δὲ πίνειν οὐκ ἐάσω Πράμνιον,
οὐ Χῖον, οὐδὲ Θάσιον, οὐ Πεπαρήθιον,
οὐδʼ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
Α. ἰχθὺς ἐώνηταί τις ἢ σηπίδιον
ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους;
ἢ νῆστις ὀπτᾶτʼ, ἢ γαλεός, ἢ τευθίδες;
Β. μὰ τὸν Δίʼ οὐ δῆτʼ. Α. οὐδὲ βατίς; Β. οὔ φημʼ ἐγώ.
Α. οὐ χόριον οὐδὲ πυός, οὐδʼ ἧπαρ κάπρου,
οὐδὲ σχαδόνες, οὐδʼ ἠτριαῖον δέλφακος;
οὐδʼ ἐγχέλειον, οὐδὲ κάραβον μέγαν
γυναιξὶ κοπιώσαις ἐπεχορηγήσατε;
ὦ Ζεῦ πολυτίμηθʼ, οἷον ἐνέπνευσʼ ὁ μιαρὸς
φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου
καὶ βακκάριδος.
Α. ξυρόν, κάτοπτρον, ψαλίδα, κηρωτήν, λίτρον,
προκόμιον, ὀχθοίβους, μίτρας, ἀναδήματα,
ἔγχουσαν, ὄλεθρον τὸν βαθύν, ψιμύθιον,
μύρον, κίσηριν, στρόφιʼ, ὀπισθοσφενδόνην,
κάλυμμα, φῦκος, περιδέραιʼ, ὑπογράμματα,
τρυφοκαλάσιριν, ἐλλέβορον, κεκρύφαλον,
ζῶμʼ, ἀμπέχονον, τρύφημα, παρυφές, ξυστίδα,
χιτῶνα, βάραθρον, ἔγκυκλον, κομμώτριον.
Β. τὰ μέγιστα δʼ αὐτῶν οὐ λέγεις ταυτί; Α. τί δαί;
Β. διόπας, διάλιθον, πλάστρα, μαλάκιον, βότρυς,
χλίδωνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας,
σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα,
πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια,
ὑποδερίδας, ἑλικτῆρας, ἄλλα πολλά θʼ ὧν
οὐδʼ ἂν λέγων λήξαι τις.
ὅσα περίεργʼ αὐταῖσι τῶν φορημάτων
ὅσοις τε περιπέττουσιν αὑτὰς προσθέτοις.
ἀγαθὰ μεγάλα τῇ πόλει
ἥκειν φέροντάς φασι τοὺς πυλαγόρας
… καὶ τὸν ἱερομνήμονα.
ὡς διά γε τοῦτο τοὔπος οὐ δύναμαι φέρειν
σκεύη τοσαῦτα καὶ τὸν ὦμον θλίβομαι.
οἴμοι κακοδαίμων τῆς τόθʼ ἡμέρας, ὅτε
εἶπέν μʼ ὁ κῆρυξ, οὗτος ἀλφάνει.
τὴν πτέρυγα παραλύσασα τοῦ χιτωνίου
καὶ τῶν ἀποδέσμων, οἷς ἐνῆν τὰ τιτθία.
καὶ κατʼ Ἀγάθωνʼ ἀντίθετον ἐξυρημένον.
Ἄμφοδον ἐχρῆν αὐτῷ τεθεῖσθαι τοὔνομα.
σακίον, ἐν οἷσπερ τἀργύριον ταμιεύεται.
ἀναβῆναι τὴν γυναῖκα βούλομαι.
τὸ χαλκίον θερμαίνεται.
ἁγὼν πρόφασιν οὐ δέχεται
ἅμα δʼ ἠπίαλος πυρετοῦ πρόδρομος
ἦν μέγα τι βρῶμʼ ἔτι τρυγῳδοποιομουσική,
ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον
λαμπρὸν ἐκόμιζεν ἀπόνως παραβεβλημένον,
ἄλλα τε τοιαῦθʼ ἕτερα μυρίʼ ἐκιχλίζετο.
μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους
μήτε Χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας·
ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος.
οἶνος ἀνθοσμίας
λύκος ἔχανεν
λακωνίζειν
ἀμεινόνως
βαρβός
— ἀπὸ τῶν — βαυκίδων
διαλέξασθαι
ἐπανορθώσασθαι
ΚΩΚΑΛΟΣ
παρέσο, κατέτριβεν ἱμάτια κἄπειτά πως
φῷδας τοσαύτας εἶχε τὸν χειμῶνʼ ὅλον.
Α. ἦ λοιδορία τις ἐγένεθʼ ὑμῖν; Β. πώμαλα·
οὐδʼ εἶπον οὐδέν.
ἀλλʼ ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία,
ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.
ἐκδότω δέ τις
καὶ ψηφολογεῖον ὧδε καὶ δίφρω δύο.
κοφίνους δὲ λίθων ἐκέλευες
ἡμᾶς ἱμᾶν ἐπὶ τὸν κέραμον.
χρυσὸς ὁ Κολοφώνιος
ἰπνός
κορινθιάζομαι
στραγγουρία
ΛΗΜΝΙΑΙ
Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς.
ἐνταῦθα δʼ ἐτυράννευεν Ὑψιπύλης πατὴρ
Θόας, βραδύτατος ὢν ἐν ἀνθρώποις δραμεῖν.
τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους.
ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαρʼ ἑστία.
ἀλλʼ ἀρτίως κατέλιπον αὐτὴν σμωμένην
ἐν τῇ πυέλῳ.
ἕως νεαλής ἐστιν αὐτὴν τὴν ἀκμήν.
ἦ καρδιώττεις; ἀλλὰ πῶς χρῆσται ποιεῖν;
οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι,
οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου
ὑπογάστριον.
τὴν κρατίστην δαίμονʼ ἧς νῦν θερμός ἐσθʼ ὁ βωμός.
πεντελίθοισί θʼ ὁμοῦ λεκάνης παραθραύσμασι
μεγάλην θεόν
μόχλωσον τὴν θύραν
ἄρκτοι
μέταυλος
ναυφύλαξ
πρῷμος
συκίδας
φανόν
ΝΕΦΕΛΑΙ ΠΡΟΤΕΡΑΙ
Εὐριπίδῃ δʼ ὁ τὰς τραγῳδίας ποιῶν
τὰς περιλαλούσας οὗτός ἐστι τὰς σοφάς.
κείσεσθον ὥσπερ πηνίω βινουμένω.
δὶς παῖδες οἱ γέροντες
ἐς τὴν Πάρνηθʼ ὀργισθεῖσαι φροῦδαι κατὰ τὸν Λυκαβηττόν.
μηδὲ στέψω κοτυλίσκον.
οὐ μετὸν αὐτῷ
ζυμήσασθαι
ἠπίαλος
κόλασμα
μετεωρολέσχας
ΝΗΣΟΙ
ὦ μῶρε, μῶρε, ταῦτα πάντʼ ἐν τῇδʼ ἔνι·
οἰκεῖν μὲν ἐν ἀγρῷ τοῦτον ἐν τῷ γηδίῳ
ἀπαλλαγέντα τῶν κατʼ ἀγορὰν πραγμάτων,
κεκτημένον ζευγάριον οἰκεῖον βοοῖν,
ἔπειτʼ ἀκούειν προβατίων βληχωμένων
τρυγός τε φωνὴν εἰς λεκάνην ἠθουμένης,
ὄψῳ δὲ χρῆσθαι σπινιδίοις τε καὶ κίχλαις,
καὶ μὴ περιμένειν ἐξ ἀγορᾶς ἰχθύδια
τριταῖα, πολυτίμητα, βεβασανισμένα
ἐπʼ ἰχθυοπώλου χειρὶ παρανομωτάτῃ.
Α. τί σὺ λέγεις; εἰσὶν δὲ ποῦ;
Β. αἱδὶ κατʼ αὐτὴν ἣν βλέπεις τὴν εἴσοδον.
λέξεις ἄρα
ὥσπερ τὰ παιδίʼ, ἔξεχʼ ὦ φίλʼ ἥλιε.
ἀλλʼ οὐ τυγχάνει
ἐπίδημος ὤν.
θλαστὰς ποιεῖν ἐλάας.
οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.
θλαστὰς γὰρ εἶναι κρεῖττόν ἐστιν ἁλμάδος.
καταλιπὼν Παναίτιον πίθηκον
ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει.
ἀργύρια
ἔλυμος
θρᾶνοι, θρανία, θρανίδια
ΟΛΚΑΔΕΣ
βαβαί, Λάκων· ὡς ἀμφοτέρων ἡμῶν πρὶν ἦν
τὰ πράγματʼ οἰσυπηρὰ καὶ βαρύσταθμα.
ἰὼ Λακεδαῖμον, τί ἄρα πείσει τήμερα;
ἀλλʼ ἱμάντα μοι
δὸς καὶ ζμινύην· ἐγὼ γὰρ εἶμʼ ἐπὶ ξύλα.
ἐπεὶ δʼ ἐγενόμην οἷπερ ᾖʼ ἐπὶ ξύλα.
λόγχαι δʼ ἐκαυλίζοντο καὶ ξυστὴ κάμαξ.
πρὸς τί δὲ τὸν ὀρνίθειον οἰκίσκον φέρεις;
παῖδες ἀγένειοι, Στράτων
πρῴην ἐρανιστὰς ἑστιῶν ἥψησʼ ἔτνος.
δάπτοντα, μιστύλλοντα, διαλείχοντά μου
τὸν κάτω σπατάγγην.
ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορʼ ἐκλέγει τʼ ἀεὶ
ἐκ τοῦ γενείου τὰς πολιάς.
ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος
ὥσπερ Εὔαθλος .... παρʼ ὑμῖν τοῖς νέοις.
ἀράκους, πυρούς, πτισάνην, χόνδρον, ζειάς, αἴρας, σεμίδαλιν.
καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι τροπαῖον.
σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες
σπυρὶς οὐ μικρὰ καὶ κωρυκίς, ἣ καὶ τοὺς μάττοντας ἐγείρει.
ὦ κακοδαίμων, ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.
σκαφίδας, μάκτρας, Μοσσυνικὰ μαζονομεῖα.
ἀγκαλίδες ξύλων
ἁλμαίαν πιών
δρομάδες ὁλκάδες
παττάλους ἐγκρούειν
σκυτάλιον ὑποσίδηρον
ὕρχας οἴνου
ἀπεσφακέλισεν
δραχμιαῖον
ἐπίγυον
νάνους
τροχιλία
Φασιανός
ΠΕΛΑΡΓΟΙ
ὁ μὲν ᾖδεν Ἀδμήτου λόγον πρὸς μυρρίνην,
ὁ δʼ αὐτὸν ἠνάγκαζεν Ἁρμοδίου μέλος.
ἀπεσημηνάμην
τὰς τῶν κακούργων οἰκίας.
ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας.
κεφαλάς τʼ ἀρνῶν κωλᾶς τʼ ἐρίφων
βαλανεὺς δʼ ὠθεῖ ταῖς ἀρυταίναις.
χαλκώματα, προσκεφάλαια.
ἢν γὰρ ἕνʼ ἄνδρʼ ἄδικον σὺ διώκῃς, ἀντιμαρτυροῦσι
δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι.
ὀβολίας ἄρτους
οἰκίσκον
ΠΛΟΥΤΟΣ ΠΡΟΤΕΡΟΣ
τῶν λαμπαδηφόρων τε πλεί-
στων αἰτίαν
τοῖς ὑστάτοις πλατειῶν.
βλᾶκες φύγεργοι
ἦν δʼ ἐγώ
ἀναπηρίαν
γραΐζειν
ἐμπαίζειν
ἐπικρούσασθαι
ζυγοποιεῖν
ῥυφῆσαι
ΠΟΙΗΣΙΣ
γυναῖκα δὴ ζητοῦντες ἐνθάδʼ ἥκομεν,
ἥν φασιν εἶναι πραὰ σέ.
ΠΟΛΥΙΔΟΣ
τὸ γὰρ φοβεῖσθαι τὸν θάνατον λῆρος πολύς·
πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν.
ἰδοὺ δίδωμι τήνδʼ ἐγὼ γυναῖκά σοι
Φαίδραν· ἐπὶ πῦρ δὲ πῦρ ἔοιχʼ ἥκειν ἄγων.
διὰ τῆς ἀγορᾶς τρέχων, ἀναρίστητος ὤν.
ἐλλιμενίζεις ἢ δεκατεύεις.
ἔρημον ἐμβλέπειν
οὐκ ἀπήρκει
Θησειότριψ
θησομύζειν
προσεμφερής
ΠΡΟΑΓΩΝ
ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων·
πῶς ἐσίδω ῥύγχος περικεκαυμένον;
οἴμοι τάλας, τί μου στρέφει τὴν γαστέρα;
βάλλʼ ἐς κόρακας. πόθεν ἂν λάσανα γένοιτό μοι;
κάμνοντα δʼ αὐτὸν τοῦ θέρους ἰδών ποτε
ἔτρωγʼ, ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.
ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην·
ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι.
ὁ δʼ ἀλφίτων γε πριάμενος τρεῖς χοίνικας
κοτύλης δεούσας εἴκοσʼ ἀπολογίζεται.
τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;
σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης
ἐν πίθῳ τὴν κεραμείαν
ἀντλίον
ΣΚΕΥΑΙ
ΣΚΗΝΑΣ ΚΑΤΑΛΑΜΒΑΝΟΥΣΑΙ
χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ,
τοὺς νοῦς δʼ ἀγοραίους ἧττον ἢ ʼκεῖνος ποιῶ.
λήκυθον
τὴν ἑπτακότυλον, τὴν χυτρεᾶν, τὴν ἀγκύλην,
ἣν ἐφερόμην, ἵνʼ ἔχοιμι συνθεάτριαν.
καὶ μὴν ἄκουσον, ὦ γύναι, θυμοῦ δίχα
καὶ κρῖνον αὐτὴ μὴ μετʼ ὀξυρεγμίας.
ὡσπερεὶ Καλλιππίδης
ἐπὶ τοῦ κορήματος καθέζομαι χαμαί.
ἀλλʼ ἔχουσα γαστέρα
μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.
καὶ τῶν πλατυλόγχων διβολίαν ἀκοντίων
καὶ τῶν πλατυλόγχων, ὡς ὁρᾷς, ἀκοντίων
τὴν πόρδαλιν καλοῦσι τὴν κασαλβάδα.
τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου.
ὥσπερ κόσκινον αἰρόπινον τέτρηται.
τοῖχον μοχλισκίῳ σκαλεύειν
ἀλλὰ συσπάσαι δεῖ τὰς κοχώνας.
οὐδʼ ἴσως ἀντέλεγες τούτῳ τῷ δειπνίῳ· οὐ γὰρ ἄκανθαι.
πεζίδα
πηρίδιον
τριτοστάτις
ΤΑΓΗΝΙΣΤΑΙ
καὶ μὴν πόθεν Πλούτων γʼ ἂν ὠνομάζετο,
εἰ μὴ τὰ βέλτιστʼ ἔλαχεν; ἓν δέ σοι φράσω,
ὅσῳ τὰ κάτω κρείττω ʼστὶν ὧν ὁ Ζεὺς ἔχει.
ὅταν γὰρ ἱστῇς, τοῦ ταλάντου τὸ ῥέπον
κάτω βαδίζει, τὸ δὲ κενὸν πρὸς τὸν Δία. …
οὐδὲ γὰρ ἂν ἀποθανόντες ἐστεφανωμένοι
προὐκείμεθʼ, οὐδὲ βακκάρει κεχριμένοι,
εἰ μὴ καταβάντας εὐθέως πίνειν ἔδει.
διὰ ταῦτα γάρ τοι καὶ καλοῦνται μακάριοι·
πᾶς γὰρ λέγει τις, ὁ μακαρίτης οἴχεται,
κατέδαρθεν· εὐδαίμων, ὅσʼ οὐκ ἀνιάσεται.
καὶ θύομεν αὐτοῖσι τοῖς ἐναγίσμασιν
ὥσπερ θεοῖσι καὶ χοάς γε χεόμενοι
αἰτούμεθʼ αὐτοὺς δεῦρʼ ἀνεῖναι τἀγαθά.
ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις
ἀποχρῶσαν ἤδη.
τοῦτον τὸν ἄνδρʼ ἢ βυβλίον διέφθορεν
ἢ Πρόδικος ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις.
τί οὖν ποιῶμεν; χλανίδʼ ἐχρῆν λευκὴν λαβεῖν·
εἶτʼ Ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ
ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον.
Α. τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν;
Β. τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα.
ἐρείδετον, κἀγὼ κατόπιν σφῷν ἕψομαι.
οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὗ ἀπελάγχανεν.
ἀπασκαρίζειν ὡσπερεὶ πέρκην χαμαί
ὑποπεπώκαμεν γάρ, ὦνδρες, καὶ καλῶς ἠρίσταμεν.
λαμβάνετε κόλλαβον ἕκαστος.
τὸ δʼ ἔτνος τοὐν ταῖς κυλίχναις τουτὶ θερμὸν καὶ τοῦτο παφλάζον.
εἶτʼ ἔγχελυς ἦν μάλα γενναία·
Βοιωτὶς δʼ ἦν ἐξ Ἀγχομενοῦ.
χθονία θʼ Ἑκάτη
σπείρας ὄφεων ἐλελιζομένη.
Β. τί καλεῖς τὴν Ἔμπουσαν;
φέρε παῖ ταχέως κατὰ χειρὸς ὕδωρ,
παράπεμπε τὸ χειρόμακτρον.
ὡς οὑψώνης διατρίβειν
ἡμῶν τἄριστον ἔοικεν.
ὁ δὲ λύων κύστιν ὑείαν
κἀξαιρῶν τοὺς Δαρεικούς
δεῦρο δʼ ἂν οὐκ ἀπέδραμεν.
ἅλις ἀφύης μοι. παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων.
ἀλλὰ φέρεθʼ ἡπάτιον, ἢ καπριδίου νέου
κόλλοπά τινʼ· εἰ δὲ μή, πλευρὸν ἢ γλῶτταν ἢ
σπλῆνά γʼ ἢ νῆστιν, ἢ δέλφακος ὀπωρινῆς
ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
χλιαρῶν.
μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδʼ ἀφύδια
Διὸς Κόρινθος
λίθους πωρίνους
μελιτηρὸν ἄγγος
ἀμφαρίστερον
βάθρα, βαθρίδια
δόκος
ἐσχάρια
καρπεύειν
κηρύκιον
κύπασσις
κωνῆσαι
μυρίδιον
νεβρίδα
παραλοῦται
σπινός
τέλειον
φήληξ
ΤΕΛΕΜΗΣΣΗΣ
οὐ γὰρ τίθεμεν τὸν ἀγῶνα τόνδε τὸν τρόπον
ὥσπερ τέως ἦν, ἀλλὰ καινῶν πραγμάτων.
Α. τράπεζαν ἡμῖν εἴσφερε
τρεῖς πόδας ἔχουσαν, τέτταρας δὲ μὴ ʼχέτω.
Β. καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;
οἴνου τε Χίου στάμνον ἥκειν καὶ μύρον.
πινακίσκον ἄπυρον ἰχθυηρόν
ἀλφιτόχρωτος κεφαλῆς
ὡς ἄν τις ἂν οὖν ἢ τί ποιήσας, ὦ Τελεμησσῆς; …
φέρε δὴ τοίνυν ταῦθʼ ὅταν ἔλθῃ, τί ποιεῖν χρή μʼ, ὦ Τελε- μησσῆς;
μεταπέμπου νῦν ταῦτα σπουδῇ καὶ μύρον, εὕρημα Μεγάλλου.
μελανοπτερύγων κορακίνων
σιπύα
ΤΡΙΦΑΛΗΣ
λάβεσθε· καὶ γάρ ἐσθʼ ὁμοῦ.
ἔπειθʼ ὅσοι παρῆσαν ἐπίσημοι ξένοι
ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι,
ὅκως ἔχων τὸν παῖδα πωλήσει ʼς Χίον,
ἕτερος δʼ ὅκως ἐς Κλαζομενάς, ἕτερος δʼ ὅκως
εἰς Ἔφεσον, …
οἱ δʼ εἰς Ἄβυδον· ἦν δʼ ἐκεῖνα πάνθʼ ὁδῷ.
ἔπειτʼ ἐπὶ τοὔψον ἧκε τὴν σπυρίδα λαβὼν
καὶ θυλακίσκον καὶ τὸ μέγα βαλλάντιον.
καὶ τὴν κυνῆν ἔχειν με κυρβασίαν ἐρεῖς.
ᾔτουν τι τὰς γυναῖκας ἀργυρίδιον.
ἀλαβαστροθήκας τρεῖς ἔχουσαν ἐκ μιᾶς
ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί.
μανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι. …
τοὺς Ἴβηρας, οὓς χορηγεῖς μοι, βοηθῆσαι δρόμῳ.
κοὐδὲν ἂν δράσαιμεν ἄτοπον οὐδʼ ἂν ἐπιήλαιμεν ἄν.
ΦΟΙΝΙΣΣΑΙ
ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω,
Ἄρης κατέσκηψʼ, ἔς τε μονομάχου πάλης
ἀγῶνα νῦν ἑστᾶσιν.
καὶ τὸν ἱμάντα μου
ἔχουσι καὶ τἀνάφορον.
εἰκὸς δή που πρῶτον ἁπάντων
ἴφυα· φῦναι
καὶ τὰς κραναὰς ἀκαλήφας.
στίλβη θʼ ἣ κατὰ νύκτα μοι
φλόγʼ ἀνασειράζεις ἐπὶ τῷ
λυχνείῳ.
θεατροπώλης
μυάγρα
ΩΡΑΙ
τὸν Φρύγα, τὸν αὐλητῆρα, τὸν Σαβάζιον.
ἐμοὶ
κράτιστόν ἐστιν εἰς τὸ Θησεῖον δραμεῖν,
ἐκεῖ δʼ ἕως ἂν πρᾶσιν εὕρωμεν μένειν.
διέφθορας τὸν ὅρκον ἡμῶν.
Α. ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν,
στεφάνους ἴων ... κονιορτὸν ἐκτυφλοῦντα.
αὑτὸς δʼ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας,
πυόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια.
ὑρίχους δʼ ἴδοις ἂν νιφομένους σύκων ὁμοῦ τε μύρτων·
ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀμῶσιν.
ὥστʼ οὐκ ἔτʼ οὐδεὶς οἶδʼ ὁπηνίκʼ ἐστὶ τοὐνιαυτοῦ.
.. μέγιστον ἀγαθόν, εἴπερ ἔστι διʼ ἐνιαυτοῦ
ὅτου τις ἐπιθυμεῖ λαβεῖν. Β. κακὸν μὲν οὖν μέγιστον.
εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδʼ ἂν ἐδαπανῶντο.
ἐγὼ δὲ ταῦτʼ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν.
Α. κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν·
ταύταις δʼ ὑπάρχει ταῦτʼ, ἐπειδὴ τοὺς θεοὺς σέβουσιν.
Β. ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής. Α. τί δὴ σύ;
Β. Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντʼ Ἀθηνῶν.
Ἀρᾶς ἱερόν
ζεῦγος τρίδουλον
ἀσκοπήρα
χοιροπῶλαι
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
Κηφισοφῶν ἄριστε καὶ μελάντατε,
σὺ δὲ ξυνέζης εἰς τὰ πόλλʼ Εὐριπίδῃ
καὶ συνεποίεις, ὥς φασι, τὴν τραγῳδίαν.
ὁ δʼ αὖ Σοφοκλέους τοῦ μέλιτι κεχριμένου
ὥσπερ καδίσκου περιέλειχε τὸ στόμα.
ἄλλαι δὲ κυαμίζουσιν αὐτῶν· εἰσὶ δὲ
ἤδη πρὸς ἄνδρας ἐκπετήσιμοι σχεδόν.
ἵνα ξυνῶσιν ᾧπερ ἥδεσθον βίῳ,
σκώληκας ἐσθίοντε καὶ μυλακρίδας.
οὐκ εἶ λαβὼν θύραζε τὰ ψηφίσματα
καὶ τὴν ἀνάγκην ἐς κόρακας ἐντευθενί;
ἄκων κτενῶ σε, τέκνον· ὁ δʼ ὑπεκρίνετο,
ἐπὶ Παλλαδίῳ τἄρʼ, ὦ πάτερ, δώσεις δίκην.
οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων.
ἀλλʼ οὐδὲ τὸ μέλι γλυκύτερον τῶν ἰσχάδων.
τὴν γυναῖκα δὲ
αἰσχύνομαι τώ τʼ οὐ φρονοῦντε παιδίω.
οἴμοι,
τουτὶ τί ἦν; ἀδιάφορός μοι φαίνεται
ὁδί.
ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν
τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ.
τὴν χύτραν,
ἐν ᾗ τὰ κρεάδιʼ ἧψες ἐζωμευμένα.
πλὴν εἴ τις πρίαιτο δεόμενος
βασκάνιον ἐπικάμινον ἀνδρὸς χαλκέως.
τί δῆτά σοι δράσω, κακόδαιμον, ἀμφορεὺς
ἐξοστρακισθείς;
καὶ κύων ἀκράχολος
Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι.
λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος
ἡδύς γε πίνειν οἶνος Ἀφροδίτης γάλα.
πικρότατον οἶνον τήμερον πίει τάχα.
τὸ δʼ αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα.
ἐκφέρετε πεύκας κατʼ Ἀγάθωνα φωσφόρους.
αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.
πυθοῦ χελιδὼν πηνίκʼ ἄττα φαίνεται.
ὁπηνίκʼ ἄτθʼ ὑμεῖς κοπιᾶτʼ ὀρχούμενοι.
λούσησθε καὶ κτενίσησθε πρὸς τὸν ἥλιον.
ἵνα μὴ καταγῇς τὸ σκάφιον πληγεὶς ξύλῳ.
φθέγξαι σὺ τὴν φωνὴν ἀναστοιχήσας ἄνω.
φθέγμα κεκράτηκε.
τί τὸ κακόν; ἀλλʼ ἦ κοκκύμηλʼ ἠκρατίσω;
τὸν Πειραιᾶ δὲ μὴ κεναγγίαν ἄγειν.
ἥ τις κυοῦσʼ ἐφάνη κύος τοσουτονί.
ὀξυγλύκειάν τἄρα κοκκιεῖς ῥόαν.
παραπέτασμα, τὸ Κύπριον, τὸ ποικίλον.
ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται.
ὥστʼ ἔγωγʼ ηὑαινόμην
θεώμενος.
τὴν φάρυγα μηλῶν δύο δραχμὰς ἕξει μόνας.
τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι.
ἔφευγε, κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην.
οὔκουν μʼ ἐάσεις ἀναμετρήσασθαι τάδε;
ὑπὸ τοῦ γέλωτος εἰς Γέλαν ἀφίξομαι.
χωρεῖ ʼπὶ γραμμὴν λορδὸς ὡς εἰς ἐμβολήν.
οὐχ ὅ τι ἐκεῖνος ἔλαχεν. οἰμώζων κάθου.
σὺ δʼ οὐκ ἀνεῖχες αὐτὸν ὥσπερ εἰκὸς ἦν.
οὕτως τι τἀπόρρητα δρᾶν ἐστι μέλει.
γίγνωσκε τὸν ἄλεισόν τε καὶ τὰ γράμματα.
ὁρῶ γὰρ ὡς στόμφακα διασαυλούμενον.
καταντιβολεῖτον αὐτὸν ὑποπεπτωκότες.
ἐκβαίνετον τὸν πατέρα τοῖς ὀρχήμασι.
καὶ τῶν πρὸς εἴλην ἰχθύων ὠπτημένων
ἰκτῖνα παντόφθαλμον ἁρπαγαῖς τρέφων.
μέλαινα δεινῶς πίττα Βρεττία παρῆν.
ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι.
ἡ μᾶζα γὰρ σᾶ καὶ τὰ κρέα χὠ κάραβος.
ἐνδὺς τὸ γυναικεῖον τοδὶ χιτώνιον
ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους
πόθεν δʼ ἐγώ σοι συγγενής, ὦ φαρμακέ;
λίθος τις ὤζησεν τεθυμιαμένος.
ᾤμην δʼ ἔγωγε τὸν Κυκλοβόρον κατιέναι.
ἐβάδιζέ μοι τὸ μειράκιον ἐξ ἀποτρόχων.
καὶ στρεψίμαλλος τὴν τέχνην Εὐριπίδης.
καὶ πρός γε τούτοις ἥκετον πρέσβη δύο.
ἑκτεὺς δέ γʼ ἐστὶν ἑξαχοίνικον μέτρον.
θύειν με μέλλει καὶ κελεύει βῆ λέγειν.
φωνάριον εἶχεν ᾠδικὸν καὶ καμπτικόν.
εἰ μὴ Προμηθεύς εἰμί· τἄλλα ψεύδομαι.
οἶμαι γὰρ αὐτὸν κόλλοπι
ἐοικέναι.
ἀλλὰ τὸ στρόφιον λυθὲν
τὰ κάρυά μοὐξέπιπτεν.
οὔτε νύκτωρ παύεται
οὔθʼ ἡμέραν.
ἀγρὸν γὰρ ἔλαβεν
ἀργὸν παρʼ αὐτοῦ.
μεσέγγυον τὴν μείρακα
καταθέσθαι.
ἀνήσω κροκύδα μαστιγουμένη.
ἐγὼ δʼ ὑπερῶ τὸν ὅρκον.
φαύλως φέρει νῦν τὸ κακόν.
τὴν θύραν ἀναζυγώσας
σὺ δʼ ὁμέστιος θεοῖς; πόθεν;
Α. ποῖ κῆχος; Β. εὐθὺ Σικελίας.
εἴ τις κολακεύει παρὼν καὶ τὰς κροκύδας ἀφαιρῶν.
οὕτω γὰρ ἡμῖν ἡ πόλις μάλιστα σῶς ἂν εἴη.
οὐχ οἷα πρῶτον ᾖδον ἑπτάχορδα πάνθʼ ὁμοῖα
πόσος ἔσθʼ ὁ καῦνος;
ἀλοᾶν χρὴ τὰς γνάθους
κοπρολογεῖ κόφινον λαβών.
γαλῆν καταπέπωκεν
νεῖν ἐξ ὑπτίας
αἱ τῶν γυναικῶν παγίδες
ἀπεριλάλητος Αἰσχύλος
λαλίστερόν σʼ εὕρηκα
ἄχθομʼ αὐτοῦ τῷ ῥύπῳ
ἔχε δὴ καὶ σκόπει
Ἐξηκεστίδης ἔχων λύραν,
ἔργον Εὐδόξου, τιταίνει ψίθυρον εὐήθη νόμον.
ὃς τὰ μὲν ἀφανῆ μεριμνᾷ, τὰ δὲ χαμᾶθεν ἐσθίει.
φράζε τοίνυν, ὡς ἐγώ σοι πᾶς ἀνέρριμμαι κύβος.
σφοδελὸν ἐν χύτραισι μεγάλαις ἑψόμενον
ἑπτάπους γοῦν ἡ σκιά ʼστιν·
ἐπὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μʼ
ὁ χορὸς ὁ φιλοτήσιος.
μὰ τοὺς πρόσωθεν
τοῖσι χοροῖς αὐτὸς τὰ σχήματʼ ἐποίουν.
τοὺς Φρύγας οἶδα θεωρῶν,
ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδʼ ἦλθον τεθνεῶτα,
πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντας.
ὥστʼ ἀνακύπτων καὶ κατακύπτων τοῦ σχήματος εἵνεκα τοῦδε
κηλωνείου τοῖς κηπουροῖς
ἐν τοῖς ὄρεσιν δʼ αὐτόματʼ αὐτοῖς τὰ μιμαίκυλʼ ἐφύετο πολλά.
πολφοὺς δʼ οὐχ ἧψον ὁμοῦ βολβοῖς. …
ἵνʼ ἐπαγλαΐσῃ τὸ παλημάτιον καὶ μὴ βήττων καταπίνῃ.
κιρνάντες γὰρ τὴν πόλιν ἡμῶν κοτυλίζετε τοῖσι πένησιν.
ἀλλʼ ὦ Δελφῶν πλείστας ἀκονῶν
Φοῖβε μαχαίρας
καὶ προδιδάσκων τοὺς σοὺς προπόλους
διάλεκτον ἔχοντα μέσην πόλεως
οὔτʼ ἀστείαν ὑποθηλυτέραν
οὔτʼ ἀνελεύθερον ὑπαγροικοτέραν
τὸν σαπέρδην ἀποτῖλαι χρὴ
κᾆτʼ ἐκπλῦναι καὶ διαπλῦναι.
χορδαί, φῦσκαι, πασταί, ζωμός,
χόλικες
ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσίν.
εἰκοβολοῦντες καὶ πλάττοντες
ὁ δʼ ἔχων θέρμαν καὶ πῦρ ἧκεν.
δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν.
ἀλλʼ εἰς ἥρων τι παρήμαρτον.
οὐκ ἔσθω κενέβρειον· ὅταν θύσῃς τι, κάλει με.
μή μοι Ἀθηναίους αἰνεῖθʼ, οἳ μολγοὶ ἔσονται.
ὅστις ἐν ἡδυόσμοις
στρώμασι παννυχίζων
τὴν δέσποιναν ἐρείδεις.
καὶ σὺ κυρηβιοπῶλα
Εὔκρατες στύππαξ.
τί γὰρ ἐπὶ κακότροπον ἐμόλετον βίον
ἀδικομηχάνῳ τέχνῃ;
τίς ὄρεα βαθύκομα τάδʼ ἐπέσυτο βροτῶν;
ῥήματά τε κομψὰ καὶ παίγνιʼ ἐπιδεικνύναι
πάντʼ ἀπʼ ἀκροφυσίων κἀπὸ καναβευμάτων.
ἀκύμων θάλασσα
ἀλφίτων μελάνων ἄδδιχα
ἀμεταχειρίστων τῶν κοινῶν
ἄνδρα σάρκινον
ἀπόμακτρʼ ἀπεσκοτωμένα
αὐτὸς λέγει
ἀφαίρει τρίχας
γερόντειαι παλαῖστραι
Δαυλίαν κορώνην
ἔξαινε δὲ τῶν ἐρίων
ἰξοί, ῥυποκόνδυλοι
καλαμίνην σύριγγα
κάμινον βαλανείου
καὶ ἐπιπακτοῦν τὰς θύρας
κνημιοπαχὲς ξύλον
λεπρᾶν κεράμιον ὀξηρόν
μέλλει δὲ πέμπειν τοὺς εἰς ἀφορμήν.
ὀ πίττομαι
πάγκυφος ἐλαία
στήμονα δὲ ἐξεσμένον
συστάδας ἀμπέλους
τρήμας ἔχει
ὑποζυγιῶδες πρᾶγμα
φιλοκηδῆ λόγον
Ἀβυδοκόμην
ἄγλωττον
ἄγυνον
ἀδηφάγοι
Ἀδώνιον
ἀείταν
ἀθλοθετία
ἀλειφόβιον
ἁλουργιαῖον
ἀναβιών
ἀνασηκῶσαι
ἀνδρίζεσθαι
ἀνεψιαδοῖ
ἀνοητία
ἀπαίροντες
ἀρτοστροφεῖν
ἀσπάλαθος
αὐόμενος
ἀψευδοῦντες
βαρβιτίζειν
βαρύφωνος
ἡ βάτος
βελέκκων
βιβλιδάριον
βλέπησιν
βοηλατεῖν
βοῦκλεψ
βοῦς
βωλοκοπεῖν
γεῖσα
γέρρα
δαφνοπώλην
διαβάτην
διετησίως
δράκαιναν
δράψ
δυάκις καὶ τριάκις
ἐγχειρητής, ἐγχείρησις
ἐμπεδορκεῖν
ἐπιπταίσματα
ἐπιφορήματα
ἐπροξένει
ἑστιοῦχον
ἐσχαρίδα
ἑτερεγκεφαλᾶν
ἐτνήρυσις
εὔειλος
εὐζωρότερον
εὐθετῆσαι
εὐκόπως
ἡμιφωσώνιον
ἢ πόθεν
θεοποιούς, θεοπλάστας
θερίστριαν
θυλακοφορεῖν
θυμάγροικος
κάνδυτος
καρηβαριᾶν
καταχυτρίσαι
καχύποπτος
κελέοντες
κλέος
κοινοθυλακεῖν
κρᾶστις
κρεοστάθμης
κυνοσουρίδες
κωλήν
Κωπαῖοι
λάλησις
λεγωνῆσαι
λεκανίσκην
λεπτόφωνος
λιβανωτοπωλεῖν
λιποταξίου
λίστριον
λογάρια
λογγάζειν
λοφοπωλεῖν
μαγίδες
μάθος
μαλθακόν
μάνην
μελαναίων
μελῳδός
μικροπολιτικόν
μύξαν
ναύτριαι
νεαλές
νεανιεύεσθαι
νεόφυτον
Νωνακριεύς
νωτοπλῆγα
ξειρης
Ὀλυμπίειον
ὀνηλατεῖν
ὀνυχίζεται
οὐδαμᾷ
Παμβωτάδαι
πέδων
περίζυξ
πέτευρον
πλεισταχόθεν
πλυντρίδες
προσχίσματα
πρόσχορον
προσῳδός
πυξίον καὶ πυξίδιον
πυτίνη
σαγήν
σαικωνίσαι
σεῖν
σκελετεύεσθαι
σκευοφόριον
σκιμβάζειν
σκοπᾶν
σμινύδιον
σπογγίας
σπυρθίζειν
σταδιοδρόμης
στάσις
Στρεψαῖος
στρογγυλοναύτας
συγκοίτας
συγχορεύτριαν
συλλήπτριαν
σύμποδα
συρβάβυττα
ταμιεῖον
τάρρωμα
τάχας
τετραχίζειν
τίζειν
τικτικόν
τραγῳδεῖν
τράπεζαν
τρίκλυστος
τροχίμαλλον
τύρβη
τὸν Ὕην
ὕλην
ὑπογεγραμμένη
ὑπόξυλος
φαυλουργούς
φαύστιγγες
Φλεήσιον
φνεί
φορτηγούς
φρυγανίστριαν
χείμαστρον
χιδρίαν
ψευδίστατον
ψίλαξ
ψό
ὠξυθυμήθη
ἦ λοιδορία τις ἐγένεθʼ ὑμῖν; Β. πώμαλα·
οὐδʼ εἶπον οὐδέν.
αἱ γυναῖκες τὸν δορίαλλον φράγνυνται.
βαλανεὺς δʼ ὠθεῖ ταῖς ἀρυταίναις.
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ
ἐγὼ διὰ ταῦτα, μὴ γέλων ὀφλὼν λάθω,
περὶ τὴν κεφαλὴν ἐξῆμμαι πηνίκην τινά.
βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν,
χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς.
καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιών.
ὁ λῷστος οὗτος καὶ φιλοξενώτατος
οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθʼ ὁ πλοῦς.
Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο.
ἔμπορός εἰμι σκηπτόμενος
Καπαῖον Δία
αἱματοσταγῆ
κηλῖδα τέγγῃ
Κυσολάκων ὁ Κλεινίου
λάχανα κνήστʼ ἢ στέμφυλα
οὐδὲ πάτταλον δίδωσι
τίνʼ οἱ δατηταί;
οὐδὲ ἐθελήσει μαθεῖν
αὐτὸς δείξας ἔν θʼ ἁρμονίαις χιάζων ἢ σιφνιάζων.
εὔξασθαι κατὰ χρυσόκερω λιβανωτοῦ
δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδάνιπτρα.
Ἐνδυμίωνα Κᾶρα
ἀκρατιοῦμαι μικρόν
ἀμφήκης γνάθος
γραῦς βακχεύουσα
κόπρου ἀγωγάς
Κυδώνια μῆλα
λύσιοι τελεταί
ἄανθα
ἀγῶνα
ἀκατάπληκτον
ἀλέοιμι
ἀνδρεράστριαν
ἀνθρήνη
ἀπέκλισεν
Ἀχραδοῦς
βρόταχος
γραβίων
διδοῦσιν
δοκήσει
ἡμερίδα
ἰσχνός
κροαίνω
νοβακκίζειν
ὀρογυίας
περιγίγνεται
πτωχίστερον
ῥήτορα
σίλουρος
στρουθίζων
συνθήκην
τύλη
μάτην ἄρα τὴν ὁδὸν ἀνύτομεν
ἐψίλωταί τις τὴν ἑτέραν ἡμίκραιραν
σικύους ἐνθάδε πη φυομένους οὐδενὶ κόσμῳ περιόντες,
κᾆτʼ ἤσθιον.