ΑΡΤΕΜΙΣ
παρʼ Ἀλεξάνδρου δʼ ἐκ Θετταλίας
κολλικοφάγου κρίβανος ἄρτων.
ΒΟΥΣΙΡΙΣ
Ἡρακλῆς οὐκ οἶσθά μʼ ὄντα πρὸς θεῶν Τιρύνθιον
Ἀργεῖον, οἳ μεθύοντες ἀεὶ τὰς μάχας
πάσας μάχονται; Β. τοιγαροῦν φεύγουσʼ ἀεί.
ΓΗΡΥΟΝΗΣ
ἔπειτα πῶς
οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν;
οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας,
Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται
ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους,
ἕψειν τʼ ἐλαίῳ ῥάφανον ἠγλαϊσμένην,
πνίγειν τε παχέων ἀρνίων στηθύνια,
τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις,
κοινῇ τε χναύειν τευθίσιν σηπίδια,
πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρόφως,
πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
καὶ συναγώγιμον
συμπόσιον ἐπιπληροῦσιν.
τούτῳ δʼ ὁπόταν ναέται χώρας
ἰχθύν τινʼ ἕλωσʼ οὐχ ἡμέριον,
τῆς περικλύστου δʼ ἁλίας Κρήτης
μείζω μεγέθει, λοπάς ἐστʼ αὐτῷ
δυνατὴ τούτους χωρεῖν ἑκατόν. . . . . . . . . .
καὶ περιοίκους εἶναι ταύτῃ
Σίνδους, Λυκίους, Μυγδονιώτας,
Κραναούς, Παφίους. τούτους δʼ ὕλην
κόπτειν, ὁπόταν βασιλεὺς ἕψῃ
τὸν μέγαν ἰχθύν, καὶ προσάγοντας,
καθόσον πόλεως ἕστηκεν ὅρος,
τοὺς δʼ ὑποκάειν, λίμνην δʼ ἐπάγειν
ὕδατος μεστὴν εἰς τὴν ἅλμην,
τοὺς δʼ ἅλας αὐτῷ ζεύγη προσάγειν
μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν·
περιπλεῖν δʼ ἐπὶ τοῖς ἄμβωσιν ἄνω
πέντε κέλητας πεντεσκάλμους,
περιαγγέλλειν τε κοὐχ ὑποκαίειν
Λυκίων πρυτάνεις· ψυχρὸν τουτί·
παύου φυσῶν, Μακεδὼν ἄρχων·
σβέννυ Κελτούς, μὴ προσκαύσῃς.
ΕΜΠΟΛΗ
ἔπειτά γʼ εἰσιόντʼ, ἐὰν λυπούμενος
τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως,
ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα
ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις
χανοῦσʼ ὁμοίως, ἧσε, παρεμυθήσατο,
ἐποίησέ θʼ ἱλαρὸν εὐθέως τʼ ἀφεῖλε πᾶν
αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.
κοινωνεῖ γάρ, ὦ μειράκιον, ἡ
ἐν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ
τοῖς ἡμετέροισι παιγνίοις· ὅταν γὰρ εὖ
συναρμόσῃ τις τοῖς συνοῦσι τὸν τρόπον,
τόθʼ ἡ μεγίστη τέρψις ἐξευρίσκεται.
ΕΦΗΒΟΙ
χόνδρος μετὰ ταῦτʼ εἰσῆλθε, μύρον Αἰγύπτιον,
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο,
ἴτρια, τραγήμαθʼ ἧκε, πυραμοῦς, ἄμης,
ᾠῶν ἑκατόμβη. πάντα ταῦτʼ ἐχναύομεν.
ἐμασώμεθʼ οὕτως ἀνδρικῶς ὅσʼ εἴχομεν·
καὶ γὰρ παραμασύντας τινὰς παραβόσκομεν.
οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει;
Β. οὐ κυμβίοισι πεπολέμηκʼ Εὐριπίδης;
φιάλην ἑκατέρᾳ
ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς.
ΚΙΡΚΗ
οἶνον πίοις ἂν ἀσφαλέστερον πολὺ
ὑδαρῆ. Β. μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα.
Α. οὕτως ἄκρατον, εἰπέ μοι, πίει; Β. τί φής;
ΚΥΔΩΝ
θύννου τεμάχη, γλάνιδος, γαλεοῦ,
ῥίνης, γόγγρου, κεφάλου, πέρκης,
σαῦρος, φυκίς, βρίγκος, τρίγλη,
κόκκυξ, φάγρος, μύλλος, λεβίας,
σπάρος, αἰολίας, θρίττα, χελιδών,
καρίς, τευθίς, ψῆττα, δρακαινίς,
πουλυπόδειον, σηπία, ὀρφώς,
κωβιός, ἀφύαι, βελόναι, κεστρεῖς.
καὶ μετὰ δεῖπνον κόκκος . .
ἐρέβινθος . . . . . κύαμος,
χόνδρος, τυρός,
μέλι, σησαμίδες, βράχος, βρυγμός,
μνοῦς, πυραμίδες, μῆλον, κάρυον,
γάλα, κανναβίδες, κόγχαι, χυλός,
Διὸς ἐγκέφαλος.
ΝΑΥΑΓΟΣ
ἔπειτʼ ἀναστὰς εὔστοχος νεανίας
τῶν ἐξ Ἀκαδημείας τις ὑπὸ Πλάτωνα καὶ
Βρυσωνοθρασυμαχειοληψικερμάτων
πληγεὶς ἀνάγκῃ, ληψιλογομίσθῳ τέχνῃ
συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν,
εὖ μὲν μαχαίρᾳ ξύστʼ ἔχων τριχώματα,
εὖ δʼ ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη,
εὖ δʼ ἐν πεδίλῳ πόδα τιθεὶς ὑπὸ ξυρόν,
κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν,
ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος,
σχῆμʼ ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ,
ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ,
ἔλεξεν «ἄνδρες τῆς Ἀθηναίων χθονός».
ΟΜΟΙΟΙ Η ΟΒΕΛΙΑΦΟΡΟΙ
ἀλλʼ ἀγόρασον εὐτελῶς·
ἅπαν γὰρ ἱκανόν ἐστι. Β. φράζε δή ποτε.
Α. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως. ὅ τι ἂν ᾖ,
ὁσίας ἕνεκʼ· ἀρκεῖ τευθίδια, σηπίδια,
κἂν κάραβός τις ᾖ λαβεῖν, εἷς ἀρκέσει
ἢ δύʼ ἐπὶ τὴν τράπεζαν. ἐγχελύδια
Θήβηθεν ἐνίοτʼ ἔρχεται· τούτων λαβέ,
ἀλεκτρυόνιον, φάττιον, περδίκιον,
τοιαῦτα. δασύπους ἄν τις εἰσέλθῃ, φέρε.
Β. ὡς μικρολόγος εἶ. Α. σὺ δέ γε λίαν πολυτελής.
πάντως κρέʼ ἡμῖν ἔστι. Β. πότερʼ ἔπεμψέ τις;
Α. οὐκ ἀλλʼ ἔθυσεν ἡ γυνή. Β. τὸ μοσχίον
τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν.
Διονυσίου δὲ δράματʼ ἐκμαθεῖν δέοι
καὶ Δημοφῶντος ἅττʼ ἐποίησεν εἰς Κότυν,
ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι,
Λάχητί τʼ οἰκήσαιμι τὴν ἑξῆς θύραν,
κυμβία τε παρέχοιμʼ ἑστιῶν Εὐριπίδῃ.
ΠΕΛΤΑΣΤΗΣ
οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεός;
Νικόστρατος δʼ ἁργεῖος ἕτερος Ἡρακλῆς;
ἔνθʼ ὄνων ἵππων στάσεις
καὶ γεύματʼ οἴνων.
τοιαῦθʼ ὑθλῶν δειπνεῖ καὶ ζῇ
θαυμαζόμενος μετὰ μειρακίων,
οὐ γινώσκων ψήφων ἀριθμούς,
σεμνὸς σεμνῶς χλανίδʼ ἕλκων.
ΣΑΠΦΩ
ὅταν γὰρ ὢν νέος
ἀλλότριον ἐλθὼν ὄψον ἐσθίειν μάθῃ,
ἀσύμβολόν τε χεῖρα προσβάλῃ βορᾷ,
διδόναι νόμιζʼ αὐτὸν σὺ τῆς νυκτὸς λόγον.
ΦΙΛΥΡΑ
παππία, βούλει δραμὼν
εἰς τὴν ἀγορὰν κᾆτʼ ἀγοράσαι μοι—; Β. φράζε τί.
Α. ἰχθῦς φρονοῦντας, ὦ πάτερ. μή μοι βρέφη.
Β. οὐκ οἶσθʼ ὁτιὴ τἀργύριόν ἐστʼ ἰσάργυρον;
πότερον ἐγὼ
τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω— Β. τί φής;
Α. ἢ Σικελικῶς ὀπτὴν ποιήσω; Β. Σικελικῶς.
ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν· ἔα,
ἐπαρίστερʼ ἐν τῷ στόματι τὴν γλῶτταν φορεῖς.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
κάρυα, ῥόας, φοίνικας, ἕτερα νώγαλα,
σταμνάριά τʼ οἴνου μικρὰ τοῦ φοινικίνου,
ᾠάρια, τοιαῦθʼ ἕτερα πολλὰ παίγνια.
οἴνου σε πλῆθος πόλλʼ ἀναγκάζει λαλεῖν.
Β. οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν.
ὡς ἐγὼ σκιρτῶ πάλαι,
ὅπου ῥοδόπνοα στρώματʼ ἔστι, καὶ μύροις
λοῦμαι ψακαστοῖς.
ἵνʼ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε.
φιλῶ γε πράμνιον οἶνον Λέσβιον. . . . . . . . . . . . .
πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται.