ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ
ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν
καὶ ποταμοὺς πτόλιάς τε καὶ ἀνδρῶν ἄκριτα φῦλα,
μνήσομαι Ὠκεανοῖο βαθυρρόου. ἐν γὰρ ἐκείνῳ
πᾶσα χθών, ἅτε νῆσος ἀπείριτος, ἐστεφάνωται,
οὐ μὲν πᾶσα διαπρὸ περίδρομος, ἀλλὰ διαμφὶς
ὀξυτέρη βεβαυῖα πρὸς ἠελίοιο κελεύθους,
σφενδόνῃ εἰοικυῖα· μίαν δέ ἑ καίπερ ἐοῦσαν
ἄνθρωποι τρισσῇσιν ἐπʼ ἠπείροισι δάσαντο·
πρώτην μὲν Λιβύην, μετὰ δʼ Εὐρώπην Ἀσίην τε.
ἀλλʼ ἤτοι Λιβύη μὲν ἀπʼ Εὐρώπης ἔχει οὖρον
λοξὸν ἐπὶ γραμμῇσι, Γάδειρά τε καὶ στόμα Νείλου,
ἔνθα βορειότατος πέλεται μυχὸς Αἰγύπτοιο
καὶ τέμενος περίπυστον Ἀμυκλαίοιο Κανώβου·
Εὐρώπην δʼ Ἀσίης Τάναϊς διὰ μέσσον ὁρίζει,
ὅς ῥά θʼ ἑλισσόμενος γαίης διὰ Σαυροματάων
σύρεται ἐς Σκυθίην τε καὶ ἐς Μαιώτιδα λίμνην,
πρὸς βορέην· νότιον δὲ μεσούριον Ἑλλήσποντος.
σῆμα δʼ ὑπερτέταται νοτιώτερον ἐς στόμα Νείλου.
ἄλλοι δʼ ἠπείροισι διὰ χθόνα νοσφίζουσιν.
ἰσθμὸς ἄνω τέταταί τις ὑπέρτατος Ἀσίδος αἴης,
Κασπίης τε μεσηγὺ καὶ Εὐξείνοιο θαλάσσης·
κεῖνον δʼ Εὐρώπης Ἀσίης θʼ ὅρον ηὐδάξαντο·
ἄλλος δʼ αὖ μακρὸς καὶ ἀθέσφατος ἐς νότον ἕρπει,
Ἀραβίου κόλποιο καὶ Αἰγύπτοιο μεσηγύ,
ὅς ῥά τε νοσφίζοι Λιβύην Ἀσιήτιδος αἴης.
τοῖα μὲν ἀμφʼ οὔροισι βροτοὶ διεφημίξαντο·
πάντη δʼ ἀκαμάτου φέρεται σθένος Ὠκεανοῖο,
εἷς μὲν ἐών, πολλῇσι δʼ ἐπωνυμίῃσιν ἀρηρώς·
ἤτοι μὲν Λοκροῖο παρʼ ἐσχατιὴν ζεφύροιο
Ἄτλας Ἑσπέριος κικλήσκεται, αὐτὰρ ὕπερθεν
πρὸς βορέην, ἵνα παῖδες ἀρειμανέων Ἀριμασπῶν,
πόντον μιν καλέουσι πεπηγότα τε Κρόνιόν τε·
ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν εἵνεκʼ ἀφαυροῦ
ἠελίου· βράδιον γὰρ ὑπεὶρ ἅλα τήνδε φαείνει,
αἰεὶ δὲ σκιερῇσι παχύνεται ἐν νεφέλῃσιν·
αὐτὰρ ὅθι πρώτιστα φαείνεται ἀνθρώποισιν,
ἠῷον καλέουσι καὶ Ἰνδικὸν οἶδμα θαλάσσης·
ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθόπιον καλέουσιν
πρὸς νότον ἔνθα τε πολλὸς ἀοικήτου χθονὸς ἀγκὼν
ἐκτέταται, μαλεροῖσι κεκαυμένος ἠελίοισιν.
οὕτως Ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν,
τοῖος ἐὼν καὶ τοῖα μετʼ ἀνδράσιν οὐνόμαθʼ ἕλκων.
κόλπους δʼ ἔνθα καὶ ἔνθʼ ἀπερεύγεται, ἔνδοθι βάλλων
εἰς ἅλα, τυτθοὺς μὲν πλέονας, πίσυρας δὲ μεγίστους·
ἤτοι μὲν πρώτιστον, ὃς ἑσπερίην ἅλα τίκτει,
συρόμενος Λιβύηθεν ἔσω Παμφυλίδος αἴης·
δεύτερος αὖτʼ ὀλίγος μέν, ἀτὰρ προφερέστατος ἄλλων,
ὅστʼ ἀποκιδνάμενος Κρονίης ἁλὸς ἐκ βορέαο
Κασπίῃ αἰπὺ ῥέεθρον ἐπιπροΐησι θαλάσσῃ,
ἥντε καὶ Ὑρκανίην ἕτεροι διεφημίξαντο.
τῶν δʼ ἄλλων, οἵτʼ εἰσὶν ἀπαὶ νοτίης ἁλὸς ἄμφω,
εἷς μὲν ἀνώτερος εἶσι, τὸ Περσικὸν οἶδμα προχεύων,
ἀντία Κασπίης τετραμμένος ἀμφιτρίτης·
ἄλλος δʼ Ἀραβικὸς κυμαίνεται ἔνδοθι κόλπος,
Εὐξείνου πόντου νοτιώτερον ὁλκὸν ἑλίσσων.
τόσσοι μὲν κόλποι βαθυκύμονος Ὠκεανοῖο
οἱ μείζους· ἄλλοι δέ τʼ ἀπειρέσιοι γεγάασιν.
νῦν δʼ ἁλὸς ἑσπερίης ἐρέω πόρον, ἥτʼ ἐπὶ πάσαις
ἠπείροις λοξοῖσιν ἐπιστρέφεται πελάγεσσιν,
ἄλλοτε μὲν νήσοισι περίδρομος, ἄλλοτε δʼ αὖτε
ἢ ὀρέων ἢ πέζαν ὑποξύουσα πολήων.
ὑμεῖς δʼ, ὦ Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους,
ἀρξάμεναι στοιχηδὸν ἀφʼ ἑσπέρου Ὠκεανοῖο·
ἔνθα τε καὶ στῆλαι περὶ τέρμασιν Ἡρακλῆος
ἑστᾶσιν, μέγα θαῦμα, παρʼ ἐσχατόωντα Γάδειρα,
μακρὸν ὑπὸ πρηῶνα πολυσπερέων Ἀτλάντων,
ἧχί τε καὶ χάλκειος ἐς οὐρανὸν ἔδραμε κίων,
ἠλίβατος, πυκνοῖσι καλυπτόμενος νεφέεσσιν.
πόντος μὲν πρώτιστος Ἰβηρικὸς ἀρχομένοισιν
ἀγκέχυται, ὅσπερ τε καὶ Εὐρώπης πέλει ἀρχὴ
καὶ Λιβύης· μέσσος γὰρ ἑλίσσεται ἀμφοτεράων.
στῆλαι δʼ ἔνθα καὶ ἔνθα παρὰ πλευρῇσι κέονται,
ἡ μὲν ἐπʼ Εὐρώπην, ἡ δʼ ἐς Λιβύην ὁρόωσα.
τὸν δὲ μετʼ ἐκδέχεται Γαλάτης ῥόος, ἔνθα τε γαῖα
Μασσαλίη τετάνυσται, ἐπίστροφον ὅρμον ἔχουσα.
ἑξείης δʼ ἐπὶ τοῖσι Λιγυστιὰς ἕλκεται ἅλμη,
ἔνθʼ Ἰταλῶν υἱῆες ἐπʼ ἠπείροιο νέμονται,
ἐκ Διὸς Αὐσονιῆες, ἀεὶ μέγα κοιρανέοντες,
ἀρξάμενοι βορέηθεν ἔσω Λευκὴν ἐπὶ πέτρην,
ἥ ῥά τε Σικελίης ἐπὶ πορθμίδος ἐρρίζωται·
ἑξείης δʼ ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν ὕδωρ.
τῇ δʼ ἐπὶ Σαρδάνιος μορμύρεται ἔνδοθι πόντος·
τὸν δὲ μετʼ ὠρύεται Τυρσηνίδος οἶδμα θαλάσσης
πρὸς νότον· αὐτὰρ ἔπειτα πρὸς αὐγὰς ἠελίοιο
κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος· αὐτὰρ ἔνερθεν
ἀγκέχυται καὶ μέχρι πολυκλύστοιο Παχύνου
καὶ Κρήσσης ἄκρης—ἥτʼ εἰς ἅλα πουλὺ νένευκε
πάρʼ θʼ ἱερὴν Γόρτυνα καὶ ἠπειρώτιδα Φαιστόν,
προπρηνής, κριοῖο παραυγάζουσα κάρηνον·
τοὔνεκα καὶ κριοῦ μιν ἐφημίξαντο μέτωπον.
ναὶ μὴν καὶ τετάνυσται Ἰηπυγίην ἐπὶ γαῖαν.
κεῖθεν δʼ εὐρυνθεῖσα τιταίνεται Ἀδριὰς ἅλμη
πρὸς βορέην, αὖτις δὲ πρὸς ἑσπέριον μυχὸν ἕρπει,
ἥντε καὶ Ἰονίην περιναιέται ηὐδάξαντο.
δισσὰς δʼ ἠπείρους ἐπερεύγεται· ἐς μὲν ἰόντι
δεξιτερὴν κατὰ χεῖρα φαείνεται Ἰλλυρὶς αἶα,
Δελματίη δʼ ἐφύπερθεν, ἐνυαλίων πέδον ἀνδρῶν·
σκαιῇ δʼ Αὐσονίων παραπέπταται ἄπλετος ἰσθμός,
πουλυτενής, τρισσῇσι περίδρομος ἀμφιτρίταις,
Τυρρηνῇ Σικελῇ τε καὶ Ἀδριάδι πληθούσῃ·
ἡ μία δʼ εἰς ἄνεμον τεκμαίρεται ὁλκὸν ἑκάστη,
Τυρρηνὴ ζέφυρον, Σικελὴ νότον, Ἀδριὰς εὖρον.
αὐτὰρ ὑπὲρ Σικελῆς χθονὸς ἕλκεται οἶδμα κορύσσων
πόντος ἔσω Λιβύης, νοτίην περὶ Σύρτιν ἑλίσσων
τὴν ἑτέρην, ἥνπερ τε καὶ εὐρυτέρην ἐνέπουσιν·
ἄλλη δʼ, ἥτις ἀφαυρὸν ἔχει πόρον, ἔνδον ἐοῦσα,
τηλόθεν ἐρχομένου δέχεται πλημυρίδα πόντου.
ὣς οἱ μὲν βοόωσιν ἑλισσόμενοι δύο κόλποι·
ἐκ δʼ ὀρέων Σικελῶν Κρήτης ἀναπέπταται οἶδμα
μακρὸν ἐπʼ ἀντολίην Σαλμωνίδος ἄχρι καρήνου,
ἣν Κρήτης ἐνέπουσιν ἑώϊον ἔμμεναι ἄκρην.
Δοιαὶ δʼ ἑξείης προτέρω φρίσσουσι θάλασσαι,
Ἰσμαρικοῦ πνοιῇσιν ἐλαυνόμεναι βορέαο,
Ὀρθὸν φυσιόωντος, ἐπεὶ κατεναντία κεῖται·
Ναῦται δὲ πρώτην Φαρίην ἅλα κικλήσκουσιν,
Ὕστατον ἐς πρηῶνα τιταινομένην Κασίοιο
Σιδονίην δʼ ἑτέρην, ὅθι τείνεται ἐς μυχὰ γαίης
Ἰσσοῦ ἄχρι πτόλιος, Κιλίκων χώρην παραμείβων,
Ἰσσικὸς ἑλκόμενος βορέην ἔπι πόντος ἀπείρων,
Οὐ μὲν πολλὸν ἄνευθεν ἰσόδρομος· ἄγχι γὰρ ἤδη
Ὑσπληγι δνοφερῇ Κιλίκων ἀποπαύεται αἴης·
Τῆμος ἐπὶ ζέφυρον στρεπτὴν ἐπερεύγεται ἅλμην.
Ὡς δὲ δράκων βλοσυρωπὸς ἑλίσσεται, ἀγκύλος ἕρπων,
Νωθής, τῷ δʼ ὑπὸ πᾶσα βαρύνεται οὔρεος ἄκρη
Ἐρχομένῳ· τὼς κεῖνος ἑλίσσεται εἰν ἁλὶ κόλπος,
Νήχυτος, ἔνθα καὶ ἔνθα βαρυνόμενος προχοῇσιν.
Τοῦ μὲν ἐπὶ προχοῇς Παμφύλιοι ἀμφινέμονται,
Ὅσσον ἐπιπροβέβηκε Χελιδονίων ἐπὶ νήσων·
Σῆμα δʼ ἔχει ζεφύρου Παταρηΐδα τηλόθεν ἄκρην.
Φράζεο δʼ, ἐκ κείνου τετραμμένος αὖτις ἐπʼ ἄρκτοις,
Αἰγαίου πόντοιο πλατὺν ῥόον, ἔνθα τε κῦμα
Ῥησσόμενον νήσοισι περιβρέμεται Σποράδεσσιν·
Οὐ γάρ τις κείνῳ ἐναλίγκια κύματʼ ὀφέλλει,
Ὑψόθι μορμύρων, ἕτερος πόρος ἀμφιτρίτης·
οὖρον δʼ ἐς Τένεδον τεκμαίρεται ἐσχατόωσαν,
Ἴμβρον ἔχων ἑτέρωθεν, ὅθεν στενὸς ἔρχεται αὐλών,
συρόμενος βορέηνδε Προποντίδος ἔνδοθι πάσης.
τῆς δʼ ὕπερ ἄσπετα φῦλα τιταίνεται Ἀσίδος αἴης
πρὸς νότον· ἠπείρου γὰρ ἐπὶ πλατὺς ἔρχεται ἰσθμός.
τῇ δʼ ἐπὶ Θρηϊκίου στόμα Βοσπόρου, ὃν πάρος Ἰὼ
Ἥρης ἐννεσίῃσιν ἐνήξατο, πόρτις ἐοῦσα.
στεινότατος δὴ κεῖνος ἁπάντων ἔπλετο πορθμὸς
τῶν ἄλλων, οἵτʼ εἰσὶ πολυκλύστοιο θαλάσσης,
κυανέας ὅθι μῦθος ἀναιδέας εἰν ἁλὶ πέτρας
πλαζομένας καναχηδὸν ἐπʼ ἀλλήλῃσι φέρεσθαι.
ἐκ δὲ τοῦ οἰγόμενος παραπέπταται ἐγγύθι Πόντος
πολλὸς ἐὼν καὶ πολλὸν ἐπʼ ἀντολίης μυχὸν ἕρπων.
τοῦ δʼ ἤτοι λοξαὶ μὲν ἐπιτροχάουσι κέλευθοι,
αἰεὶ πρὸς βορέην τε καὶ ἀντολίην ὁρόωσαι·
μέσσαι δʼ ἔνθα καὶ ἔνθα δύω ἀνέχουσι κολῶναι,
ἡ μὲν ὑπαινοτίη, τήν τε κλείουσι Κάραμβιν,
ἡ δὲ βορειοτέρη γαίης ὕπερ Εὐρωπείης,
τήν ῥα περικτίονες κριοῦ καλέουσι μέτωπον·
αἵτʼ ἄμφω συνίασιν ἐναντίαι, οὐ μὲν ἐοῦσαι
ἔγγυθεν, ἀλλʼ ὅσον ὁλκὰς ἐπὶ τρίτον ἦμαρ ἀνύσσαι.
ἐκ τοῦ δʼ ἂν καὶ Πόντον ἴδοις διθάλασσον ἐόντα,
τόρνῳ ἐειδόμενον περιηγέος ἅμματι τόξου·
ἀλλʼ εἴη νευρῆς σημήϊα δεξιὰ Πόντου,
εὐθὺ διαγραφθέντα, μέση δέ τοί ἐστι Κάραμβις,
γραμμῆς ἐκτὸς ἐοῦσα καὶ ἐς βορέην ὁρόωσα·
σῆμα δʼ ἔχει κεράων σκαιὸς πόρος, ὅστʼ ἐπὶ δισσὴν
εἱλεῖται στροφάλιγγα, βιοῦ κεράεσσιν ἐοικώς.
τοῦ καὶ πρὸς βορέην Μαιώτιδος ὕδατα λίμνης
ἀγκέχυται. τῇ μέν τε περὶ Σκύθαι ἀμφινέμονται,
ἄνδρες ἀπειρέσιοι, καλέουσι δὲ μητέρα Πόντου·
ἐκ τῆς γὰρ Πόντοιο τὸ μυρίον ἕλκεται ὕδωρ
ὀρθὸν Κιμμερίου διὰ Βοσπόρου, ᾧ ἔνι πολλοὶ
Κιμμέριοι ναίουσιν ὑπὸ ψυχρῷ ποδὶ Ταύρου.
τοίη μὲν μορφὴ κυαναυγέος ἀμφιτρίτης·
νῦν δέ τοι ἠπείρου μυθήσομαι εἶδος ἁπάσης,
ὄφρα καὶ οὐκ ἐσιδών περ ἔχοις εὔφραστον ὀπωπήν·
ἐκ τοῦ δʼ ἂν γεραρός τε καὶ αἰδοιέστερος εἴης,
ἀνδρὶ παρʼ ἀγνώσσοντι πιφαυσκόμενος τὰ ἕκαστα.
ἤτοι μὲν Λιβύη τετανυσμένη ἐς νότον ἕρπει,
ἐς νότον ἀντολίην τε, τραπεζίῳ εἶδος ὁμοίη,
ἀρξαμένη πρώτιστα Γαδειρόθεν, ἧχί περ ἄκρη
ἐς μυχὸν ὀξυνθεῖσα τιταίνεται Ὠκεανοῖο·
οὖρον δʼ Ἀραβίης τεκμαίρεται ἄγχι θαλάσσης
εὐρύτερον, τόθι γαῖα κελαινῶν Αἰθιοπήων
τῶν ἑτέρων, τῶν ἄγχι τιταίνεται οὖδας Ἐρεμβῶν·
παρδαλέῃ δέ μιν ἄνδρες ἐπικλείουσιν ὁμοίην·
ἦ γὰρ διψηρή τε καὶ αὐχμήεσσα τέτυκται,
τῇ καὶ τῇ κυανῇσι κατάστικτος φολίδεσσιν.
ἀλλʼ ἤτοι πυμάτῃ μὲν ὑπὸ γλωχῖνι νέμονται
ἀγχοῦ στηλάων Μαυρουσίδος ἔθνεα γαίης.
τοῖς ἔπι δὴ Νομάδων ἀναπέπταται ἄσπετα φῦλα,
ἔνθα Μασαισύλιοί τε καὶ ἀγρονόμοι Μασυλῆες
βόσκονται σὺν παισὶν ἀνʼ ἤπειρόν τε καὶ ὕλην,
μαιόμενοι βιότοιο κακὴν καὶ ἀεικέα θήρην,
οὐ γὰρ γειομόροιο τομὴν ἐδάησαν ἀρότρου,
κείνοις οὔποτε τερπνὸς ἀκούεται ὁλκὸς ἁμάξης,
οὐδὲ βοῶν μυκηθμὸς ἐς αὔλιον ἐρχομενάων·
ἀλλʼ αὕτως, ἅτε θῆρες, ἀνὰ δρία βουκολέονται,
νήϊδες ἀσταχύων καὶ ἀπευθέες ἀμητοῖο.
τοῖς δʼ ἐπὶ Καρχηδὼν πολυήρατον ἀμπέχει ὅρμον,
Καρχηδών, Λιβύων μέν, ἀτὰρ πρότερον Φοινίκων,
Καρχηδών, ἣν μῦθος ὑπαὶ βοῒ μετρηθῆναι.
ἑξείης δʼ ἐπὶ Σύρτις ἀγάρροον ὁλκὸν ἑλίσσει
βαιοτέρη· μετὰ τὴν δὲ πρὸς αὐγὰς ἕλκεται ἄλλη,
ἄσπετος, εὐρυτέρῃσι βαρυνομένη προχοῇσιν·
ἔνθα, κορυσσομένης Τυρσηνίδος ἀμφιτρίτης,
ἄλλοτε μὲν πλημυρὶς ἐγείρεται, ἄλλοτε δʼ αὖτε
ἄμπωτις ξηρῇσιν ἐπιτροχάει ψαμάθοισιν.
τάων ἀμφοτέρων μεσάτη πόλις ἐστήρικται,
ἥν ῥά τε κικλήσκουσι Νέαν πόλιν· ἧς ὑπὲρ αἶαν
Λωτοφάγοι ναίουσι, φιλόξεινοι γεγαῶτες·
ἔνθα ποτʼ αἰολόμητις ἀλώμενος ἦλθεν Ὀδυσσεύς.
κεῖνον δʼ ἂν περὶ χῶρον ἐρημωθέντα μέλαθρα
ἀνδρῶν ἀθρήσειας ἀποφθιμένων Νασαμώνων,
οὓς Διὸς οὐκ ἀλέγοντας ἀπώλεσεν Αὐσονὶς αἰχμή.
Ἀσβύσται δʼ ἐπὶ τοῖσι μεσήπειροι τελέθουσιν
καὶ τέμενος Λιβυκοῖο θεοῦ ψαμάθῳ ὕπο πολλῇ,
Κυρήνη τʼ εὔιππος, Ἀμυκλαίων ἕδος ἀνδρῶν·
ἄγχι δὲ Μαρμαρίδαι προνενευκότες Αἰγύπτοιο,
Γαίτουλοί τʼ ἐφύπερθε καὶ ἀγχίγυοι Νίγρητες.
ἑξείης δʼ ἐπὶ τοῖς Φαυρούσιοι, ὧν ὕπο γαῖαν
ναίουσιν Γαράμαντες ἀπείριτοι· ἐν δὲ μυχοῖσι
βόσκοντʼ ἠπείροιο πανύστατοι Αἰθιοπῆες,
αὐτῷ ἐπʼ Ὠκεανῷ, πυμάτης παρὰ τέμπεα Κέρνης.
τῶν πάρος αἰθαλέων Βλεμύων ἀνέχουσι κολῶναι,
ἔνθεν πιοτάτοιο κατέρχεται ὕδατα Νείλου,
ὃς δʼ ἤτοι, Λιβύηθεν ἐπʼ ἀντολίην πολὺς ἕρπων,
Σῖρις ὑπʼ Αἰθιόπων κικλήσκεται· οἱ δὲ Συήνης
ἐνναέται στρεφθέντα μετʼ οὔνομα Νεῖλον ἔθεντο.
κεῖθεν δʼ ἐς βορέην τετανυσμένος ἄλλυδις ἄλλῃ,
ἑπτὰ διὰ στομάτων εἱλιγμένος εἰς ἅλα πίπτει,
ὕδασι πιαίνων λιπαρὸν πέδον Αἰγύπτοιο.
οὐ γάρ τις ποταμῶν ἐναλίγκιος ἔπλετο Νείλῳ,
οὔτʼ ἰλὺν βαλέειν, οὔτε χθονὸς ὄλβον ἀέξειν·
ὅς ῥά τε καὶ Λιβύην ἀποτέμνεται Ἀσίδος αἴης,
ἐς λίβα μὲν Λιβύην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.
τῷ πέρι ναιετάουσιν ἀριπρεπέων γένος ἀνδρῶν,
οἳ πρῶτοι βιότοιο συνεστήσαντο κελεύθους,
πρῶτοι δʼ ἱμερόεντος ἐπειρήθησαν ἀρότρου
καὶ σπόρον ἰθυτάτης ὑπὲρ αὔλακος ἁπλώσαντο,
πρῶτοι δὲ γραμμῇσι πόλον διεμετρήσαντο,
θυμῷ φρασσάμενοι λοξὸν δρόμον ἠελίοιο.
τῶν δέ κεν αὐδήσαιμι καὶ αὐτῆς πείρατα γαίης
καὶ μορφήν· οὐ μὲν γὰρ ὀλίζονος ἔμμορε τιμῆς·
οὐδὲ μὲν οὐδʼ ὀλίγη μέγεθος πέλει, ἀλλά τις ἄλλων
εὔβοτος εὐλείμων τε καὶ ἀγλαὰ πάντα φέρουσα.
σχῆμα μὲν οὖν τρισσῇσιν ἐπὶ πλευρῇσι βέβηκεν,
εὐρὺ μὲν ἀμφʼ ἀκτὰς βορεώτιδας, ὀξὺ δʼ ἐπʼ ἠῶ
ἑλκόμενον καὶ μέχρι βαθυκρήμνοιο Συήνης,
οὔρεσιν ἀμφοτέροισι περισκεπέεσσιν ἐρυμνόν,
τῶν μέσα καλλιρόοιο κατέρχεται ὕδατα Νείλου.
καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
ἠμὲν ὅσοι Θήβην ἐρικυδέα ναιετάουσιν,
Θήβην ὠγυγίην, ἑκατόμπυλον, ἔνθα γεγωνὼς
Μέμνων ἀντέλλουσαν ἑὴν ἀσπάζεται Ἠῶ·
ὅσσοι θʼ ἑπτάπολιν μεσάτην ἤπειρον ἔχουσιν,
ἠδʼ ὅσσοι νοτερῇσιν ἐπʼ ἠϊόνεσσι θαλάσσης
παραλίην ναίουσιν ἔσω Σερβωνίδα λίμνην.
τῆς πρὸς μὲν ζεφύροιο Μακηδόνιον πτολίεθρον,
ἔνθα Σινωπίταο Διὸς μεγάλοιο μέλαθρον,
χρυσῷ τιμήεντι κεκασμένον. οὐκ ἂν ἐκείνου
νηὸν ἐν ἀνθρώποισι θεώτερον ἄλλον ἴδοιο,
οὐδὲ μὲν ἀφνειὴν ἑτέρην πόλιν, ἧχί τε μακραὶ
φαίνονται σκοπιαὶ Παλληνίδος Εἰδοθεείης.
τὴν δὲ μετʼ ἀντολίηνδε παραὶ Κασιώτιδα πέτρην
Πηλῆος πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν
ἔξοχα ναυτιλίης δεδαημένοι. οὐ μὲν ἐκεῖνοι
ἀνέρες ἐν Λιβύεσσιν ἀρίθμιοι· ἦ γὰρ ἐς αὐγὰς
ἑπταπόρου Νείλοιο νενασμένον ἔλλαχον ἄστυ·
ἄλλοι δὲ πλεῖστοι τήνδε χθόνα ναιετάουσιν·
οἱ μὲν ἐπʼ Ὠκεανῷ, τοὶ δʼ ἠπείρους ἀνὰ μέσσας,
οἱ δʼ ἀμφʼ εὐρείης Τριτωνίδος ὕδατι λίμνης,
ἥτε μέση Λιβύης ἀμφέλκεται εὐρέα πόντον.
τοίη μὲν Λιβύης μορφὴ καὶ σχῆμα τέτυκται·
εἰ δὲ καὶ Εὐρώπης ἐθέλεις πόρον, οὔ τί σε κεύσω.
ωὑτὸς μὲν Λιβύης ῥυσμὸς πέλει, ἀλλὰ μετʼ ἄρκτους
τέτραπται, καὶ τοῖος ἐπʼ ἀντολίην πάλιν ἕρπει,
οἷος καὶ νοτίης Λιβύης ἐπὶ τέρμα βέβηκεν·
ἄμφω δʼ ἶσον ἔχουσιν ἐπʼ Ἀσίδα νείατον ἴχνος,
ἡ μὲν πρὸς βορέην, ἡ δʼ ἐς νότον. εἰ δέ κε θείης
ταύτας ἀμφοτέρας γαῖαν μίαν, ἧ κεν ἐπιπρὸ
σχῆμα πέλοι κώνου πλευροῖς ἴσον ἀμφοτέροισιν,
ὀξὺ μὲν ἑσπέριον, πλατὺ δʼ ἀντολίην ἐπὶ μέσσην.
τοὔνεκά μοι, τοιοῦτον ἰδὼν πόρον ἀμφοτεράων
ἠπείρων, ῥέα τέρμα κιχήσεαι Εὐρωπείης.
τῆς ἤτοι πυμάτῃς μὲν ἐπὶ πλευρῇσι νέμονται
ἀγχοῦ στηλάων μεγαθύμων ἔθνος Ἰβήρων,
μῆκος ἐπʼ ἠπείροιο τετραμμένον, ἧχι βορείου
Ὠκεανοῦ κέχυται ψυχρὸς ῥόος, ἔνθα Βρετανοὶ
λευκά τε φῦλα νέμονται ἀρειμανέων Γερμανῶν,
Ἑρκυνίου δρυμοῖο παραθρώσκοντες ὀρόγκους.
ἤπειρον κείνην ἰκέλην ἐνέπουσι βοείῃ.
τοῖς δʼ ἔπι Πυρηναῖον ὄρος καὶ δώματα Κελτῶν,
ἀγχόθι πηγάων καλλιρρόου Ἠριδανοῖο,
οὗ ποτʼ ἐπὶ προχοῇσιν ἐρημαίην ἀνὰ νύκτα
Ἡλιάδες κώκυσαν, ὀδυρόμεναι Φαέθοντα·
κεῖθι δὲ Κελτῶν παῖδες, ὑφήμενοι αἰγείροισι,
δάκρυʼ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο.
τὸν δὲ μεθʼ ἑξείης Τυρσηνίδος ἤθεα γαίης·
τῆς δὲ πρὸς ἀντολίην ἀναφαίνεται Ἄλπιος ἀρχή,
τῆς διὰ μεσσατίης κατασύρεται ὕδατα Ῥήνου
ὑστάτιον ποτὶ χεῦμα βορειάδος ἀμφιτρίτης.
Ῥήνῳ δʼ ἑξείης ἐπιτέλλεται ἱερὸς Ἴστρος
αὐτός, ἐς ἀντολίην τετραμμένος ἄχρι θαλάσσης
Εὐξείνου, τόθι πᾶσαν ἐρεύγεται ὕδατος ἄχνην,
πενταπόροις προχοῇσιν ἑλισσόμενος περὶ Πεύκην.
τοῦ μὲν πρὸς βορέην τετανυσμένα φῦλα νέμονται
πολλὰ μάλʼ ἑξείης Μαιώτιδος ἐς στόμα λίμνης,
Γερμανοὶ Σαμάται τε Γέται θʼ ἅμα Βαστάρναι τε,
Δακῶν τʼ ἄσπετος αἶα καὶ ἀλκήεντες Ἀλανοί,
Ταῦροί θʼ, οἳ ναίουσιν Ἀχιλλῆος δρόμον αἰπὺν,
στεινὸν ὁμοῦ δολιχόν τε, καὶ αὐτῆς ἐς στόμα λίμνης.
Τῶν δʼ ὑπὲρ ἐκτέταται πολυΐππων φῦλον Ἀλανῶν.
Ἔνθα Μελάγχλαινοί τε καὶ ἀνέρες Ἱππημολγοί,
Νευροί θʼ Ἱππόποδές τε Γελωνοί τʼ ἠδʼ Ἀγάθυρσοι·
Ἡχι Βορυσθένεος ποταμοῦ τετανυσμένον ὕδωρ
μίσγεται Εὐξείνῳ Κριοῦ προπάροιθε μετώπου,
ὀρθὸν ἐπὶ γραμμῇ κατεναντία Κυανεάων.
κεῖθι καὶ Ἀλδήσκοιο καὶ ὕδατα Παντικάπαο
Ῥιπαίοις ἐν ὄρεσσι διάνδιχα μορμύρουσι.
τῶν δὲ παρὰ προχοῇσι πεπηγότος ἐγγύθι πόντου
ἡδυφαὴς ἤλεκτρος ἀέξεται, οἷά τις αὐγὴ
μήνης ἀρχομένης· ἀδάμαντα δὲ παμφανόωντα
ἐγγύθεν ἀθρήσειας ὑπὸ ψυχροῖς Ἀγαθύρσοις.
Ἴστρου μὲν τοσσοίδε βορειότεροι γεγάασιν·
πρὸς δὲ νότον Γέρραι καὶ Νωρίκιʼ ἄστεʼ ἐρεμνά,
Παννόνιοι Μυσοί τε, βορειότεροι Θρηΐκων,
αὐτοί τε Θρήϊκες, ἀπείρονα γαῖαν ἔχοντες,
οἱ μὲν ἐπὶ πλευρῇσι Προποντίδος ἀμφιτρίτης,
οἱ δʼ ὑπὲρ Ἑλλήσποντον ἀγάρροον, οἱ δʼ ὑπὲρ αὐτῆς
Αἰγαίης βαθὺ κῦμα πολυφλοίσβοιο θαλάσσης.
ἔνθα μελισσοβότοιο κατὰ σκοπιὰς Παλλήνης
φύεται ἀστέριος καλὸς λίθος οἷά τις ἀστὴρ
μαρμαίρων, λυχνίς τε πυρὸς φλογὶ πάμπαν ὁμοίη.
Ἴστρον μὲν ποταμὸν τόσσοι περιναιετάουσιν·
φράζεο δʼ Εὐρώπης λοιπὸν πόρον, ὅστʼ ἐπὶ τρισσὴν
ἐκτέταται κρηπῖδα πρὸς ἠῶ, τὴν μὲν Ἰβήρων,
τὴν δὲ Πανελλήνων, τὴν δʼ αὐτῶν Αὐσονιήων.
ἀλλʼ ἤτοι πυμάτη μὲν ἀγαυῶν ἐστιν Ἰβήρων,
γείτων Ὠκεανοῖο πρὸς ἑσπέρου· ἐν δέ οἱ ἄκρη
στηλάων Ἀλύβη κεῖται μία· τῆς ὑπένερθεν
Ταρτησὸς χαρίεσσα, ῥυηφενέων πέδον ἀνδρῶν,
Κεμψοί θʼ, οἳ ναίουσιν ὑπαὶ πόδα Πυρηναῖον.
μέσσῳ δʼ ἀμφοτέρων παραπέπταται Αὐσονὶς ἄκρη,
πουλυτενής· τὴν μέν τε μέσην ὄρος ἄνδιχα τέμνει
ὀρθόν, ἅτε στάθμῃς ἰθυμμένον· οὐκ ἂν ἐκεῖνο
ἴδρις μωμήσαιτο σοφῆς ὑποεργὸς Ἀθήνης·
ὅν ῥά τε κικλήσκουσιν Ἀπέννιον· ἐκ δὲ βορείης
Ἄλπιος ἀρχόμενον Σικελὴν ἐπὶ πορθμίδα λήγει.
πολλὰ δέ μιν φῦλʼ ἀμφί, τά τοι ῥέα πάντʼ ἀγορεύσω,
ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο·
Τυρσηνοὶ μὲν πρῶτʼ, ἐπὶ δέ σφισι φῦλα Πελασγῶν,
οἵ ποτε Κυλλήνηθεν ἐφʼ ἑσπερίην ἅλα βάντες,
αὐτόθι ναιήσαντο σὺν ἀνδράσι Τυρσηνοῖσιν.
τοῖς ἔπι μέρμερον ἔθνος ἀγαυῶν ἐστι Λατίνων,
γαῖαν ναιετάοντες ἐπήρατον, ἧς διὰ μέσσης
Θύμβρις ἑλισσόμενος καθαρὸν ῥόον εἰς ἅλα βάλλει,
Θύμβρις ἐϋρρείτης, ποταμῶν βασιλεύτατος ἄλλων,
Θύμβρις, ὃς ἱμερτὴν ἀποτέμνεται ἄνδιχα Ῥώμην,
Ῥώμην τιμήεσσαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων,
μητέρα πασάων πολίων, ἀφνειὸν ἔδεθλον.
τῇ δʼ ἐπὶ Καμπανῶν λιπαρὸν πέδον, ἧχι μέλαθρον
ἁγνῆς Παρθενόπης, σταχύων βεβριθὸς ἀμάλλαις,
Παρθενόπης, ἣν πόντος ἑοῖς ὑπεδέξατο κόλποις.
πρὸς δὲ νότον, μάλα πολλὸν ὑπὲρ Σειρηνίδα πέτρην,
φαίνονται προχοαὶ Πευκεντίνου Σιλάροιο·
ἄγχι δὲ Λευκανοὶ καὶ Βρέντιοι ἄνδρες ἔασι,
τοσσάτιον ναίοντες, ὅσον Λευκὴν ἐπὶ πέτρην.
κεῖθεν δʼ ἐς βορέην Ζεφύρου παραφαίνεται ἄκρη·
τῇ δʼ ὑπὸ Λοκροὶ ἔασιν, ὅσοι προτέροις ἐτέεσσιν
ἦλθον ἐπʼ Αὐσονίην, σφετέρῃς μιχθέντες ἀνάσσαις,
τῶν καὶ νῦν γένος ἐστὶν ἐπὶ προχοῇσιν Ἄληκος.
τοὺς δὲ μεθʼ ἑξείης Μεταπόντιοι· ἐγγύθε δέ σφεων
ἱμερτὸν πτολίεθρον ἐϋστεφάνοιο Κρότωνος,
ναιόμενον χαρίεντος ἐπʼ Αἰσάρου προχοῇσιν,
ἔνθα καὶ αἰπὺν ἴδοιο Λακινιάδος δόμον Ἥρης.
ἔστι δέ τοι κἀκεῖθι, Διὸς μέγα χωσαμένοιο,
δειλαίη Σύβαρις, ναέτας στενάχουσα πεσόντας,
μηναμένους ὑπὲρ αἶσαν ἐπʼ Ἀλφειοῦ γεράεσσιν.
Σαυνῖται δʼ ἐπὶ τοῖσι μέσην χθόνα ναιετάουσι
καὶ Μαρσῶν θοὰ φῦλα· Τάρας δʼ ἁλὸς ἐγγύθι κεῖται,
ἥν ποτʼ Ἀμυκλαίων ἐπολίσσατο καρτερὸς Ἄρης.
ἑξείης δʼ ἐπὶ τοῖσι Καλαβρίδος ἤθεα γαίης,
φῦλά τʼ Ἰηπύγων τετανυσμένα μεσφʼ Ὑρίοιο
παραλίης, Ὑρίου, τόθι σύρεται Ἀδριὰς ἅλμη
πόντον ἐς ἀγχίπορον Ἀκυλήϊον ἔνθα νένασται
ἄστυ Τεγεστραίων, μυχάτου ἐπὶ πείρασι πόντου.
τόσσα μὲν Αὐσονίην περιβόσκεται ἔθνεα γαῖαν.
κεῖθεν δʼ εἰς αὐγὰς στρεπτὴ περισύρεται ἅλμη,
θῖνας ὑποξύουσα Λιβυρνίδας, ἀμφί τʼ ἐρυμνὴν
Ὑλλήων χθόνα πᾶσαν, ὅση παρακέκλιται ἰσθμῷ,
Βουλιμέων τʼ ἀκτάς· ἐπὶ δʼ ἄσπετον ὁλκὸν ἄγουσα,
Ἰλλυρικὴν ἐπὶ χέρσον ἑλίσσεται ἄχρι κολώνης
οὐρέων τʼ ἠλιβάτων, τὰ Κεραύνια κικλήσκουσιν.
κεῖνον δʼ αὖ περὶ χῶρον ἴδοις περιηγέα τύμβον,
τύμβον, ὃν Ἁρμονίης Κάδμοιό τε φῆμις ἐνίσπει·
κεῖθι γὰρ εἰς ὀφίων σκολιῶν γένος ἠλλάχθησαν,
ὁππότʼ ἀπʼ Ἰσμηνοῦ λιπαρὸν μετὰ γῆρας ἵκοντο.
ἔνθα σφιν τέρας ἄλλο θεοὶ θέσαν· ἀμφὶ γὰρ αἶαν
κείνην ἀμφοτέρωθεν ἐρηρέδαται δύο πέτραι,
αἴτʼ ἄμφω συνίασι δονεύμεναι, εὖτέ τις ἀρχὴ
γίνεται ἐνναέτῃσι κυλινδομένοιο κακοῖο.
πρὸς δὲ νότον, μάλα πολλὸν ὑπὸ Θρῄκην ἐρίβωλον
Ὠρικίην θʼ ὑπὲρ αἶαν, ἐρείδεται Ἑλλάδος ἀρχή,
πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,
Αἰγαίῃ Σικελῇ τʼ· ἄνεμον δέ τοι ἔλλαχʼ ἑκάστη,
ἑσπέριον Σικελή, τόν τε ζέφυρον καλέουσιν,
Αἰγαίη δʼ εὖρον. Πέλοπος δʼ ἐπὶ νῆσος ὀπηδεῖ,
εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ.
ἄκρῳ μὲν γὰρ ἔοικεν ἐεργόμενος στενὸς Ἰσθμὸς
πρὸς βορέην, καὶ ξυνὸν ἐφʼ Ἑλλάδος ἴχνος ἐρείδων·
φύλλῳ δʼ ἤπειρος πολυδινήτῳ περίμετρος,
κόλποις εἰναλίοις ἐστεμμένη ἔνθα καὶ ἔνθα.
τῆς πρὸς μὲν ζεφύροιο Τριφυλίδος ἤθεα γαίης
ἔνθʼ ἐρατεινότατος ποταμῶν Ἀλφειὸς ὁδεύει,
σχιζόμενος προχοῇσι Μεσηνίου Εὐρώταο,
οἵτʼ ἄμφω γαίηθεν ἀναφλύουσι ῥεέθρα·
ἀλλʼ ὁ μὲν Ἠλείων, ὁ δʼ Ἀμυκλαίων χθόνα τέμνει.
κὰδ δὲ μέσην νῆσον κοίλην χθόνα ναιετάουσιν
Ἀρκάδες Ἀπιδανῆες ὑπὸ σκοπιὴν Ἐρυμάνθου,
ἔνθα Μέλας, ὅθι Κρᾶθις, ἵνα ῥέει ὑγρὸς Ἰάων,
ἧχι καὶ ὠγύγιος μηκύνεται ὕδασι Λάδων.
ἀγχοῦ δʼ Ἀργείων ἄροσις καὶ γαῖα Λακώνων,
ἡ μὲν ἐς ἀντολίην, ἡ δʼ ἐς νότον εἰσορόωσα.
δοιαὶ δʼ Ἴσθμια νῶτα περιβρομέουσι θάλασσαι,
ἥ τʼ Ἐφύρης ἀντικρὺ ποτὶ ζόφον, ἥ τε πρὸς ἠῶ
ἑλκομένη, τήνπερ τε Σαρωνίδα κικλήσκουσιν.
πρόσθε γε μὴν Ἰσθμοῖο πρὸς αὐγὰς Ἀττικὸν οὖδας,
τοῦ διὰ θεσπεσίου φέρεται ῥόος Ἰλισσοῖο,
ἔνθεν καὶ Βορέης ποτʼ ἀνήρπασεν Ὠρείθυιαν
τῷ δʼ ἐπὶ Βοιωτῶν πεδίον καὶ Λοκρὶς ἄρουρα,
Θεσσαλίη τʼ ἐπὶ τοῖσι Μακηδονίης τε πόληες.
τῇς δʼ ἐπὶ φαίνονται κορυφαὶ χιονώδεος Αἵμου
Θρηϊκίου· τοῦ δʼ ἄντα ποτὶ ῥιπὴν ζεφύροιο
Δωδώνης ἤπειρος ἀπείριτος ἐστεφάνωται.
τῆς δʼ ὑπὲρ ἐς νότον εἶσιν, ὑπὸ σκοπιὴν Ἀρακύνθου,
ἀνδρῶν Αἰτωλῶν πεδίον μέγα· τοῦ διὰ μέσσου
σύρεται ὁλκὸν ἄγων Ἀχελώϊος ἀργυροδίνης,
Τρινακρίης ἐπὶ πόντον ἑλισσόμενος διὰ μέσσων
νήσων, ἃς καλέουσιν Ἐχινάδας, ᾗσιν ὁμούρων
ἕσπεται ἄλλυδις ἄλλα Κεφαλλήνων πτολίεθρα.
τῷ δʼ ἐπὶ Φωκὶς ἄρουρα, πρὸς ἀντολίην τε καὶ ἠῶ
ἑλκομένη βορέηνδε κατὰ στόμα Θερμοπυλάων,
Παρνησοῦ νιφόεντος ὑπὸ πτυχί· τῆς διὰ μέσσης
Κηφισοῦ μέγα χεῦμα κατερχόμενον κελαρύζει.
τῷ πάρα Πυθῶνος θυόεν πέδον, ἧχι δράκοντος
Δελφύνης τριπόδεσσι θεοῦ παρακέκλιται ὁλκός,
ὁλκός, ἀπειρεσίῃσιν ἐπιφρίσσων φολίδεσσι,
νηῷ ἐν μεγάλῳ, τόθι πολλάκις αὐτὸς Ἀπόλλων
ἱστάμενος χρυσέης ἀναλύεται ἅμμα φαρέτρης,
ἢ ἀπὸ Μιλήτοιο ἢ ἐκ Κλάρου ἄρτι βεβηκώς.
ἀλλʼ ὁ μὲν ἱλήκοι· σὺ δέ μοι, Διός, ἔννεπε, Μοῦσα,
νήσων πασάων ἱερὸν πόρον, αἵτʼ ἐνὶ πόντῳ
ἀνδράσι φαίνονται, τετραμμέναι ἄλλυδις ἄλλῃ.
ἤτοι μὲν κατὰ μέσσον ὑφʼ ἑσπερίων στηλάων
ἐσχατόωντα Γάδειρα φαείνεται ἀνθρώποισι,
νήσου ἐπʼ ἀμφιρύτης, παρὰ τέρμασιν Ὠκεανοῖο.
ἐνθάδε Φοινίκων ἀνδρῶν γένος ἐνναίουσιν,
ἁζόμενοι μεγάλοιο Διὸς γόνον Ἡρακλῆα·
καὶ τὴν μὲν ναετῆρες, ἐπὶ προτέρων ἀνθρώπων
κλῃζομένην Κοτινοῦσσαν, ἐφημίξαντο Γάδειρα.
νῆσοι δʼ ἑξείης Γυμνησίαι· ἄγχι δὲ Βοῦσος,
Σαρδώ τʼ εὐρυτάτη καὶ ἐπήρατος εἰν ἁλὶ Κύρνος,
ἥν ῥά τε Κορσίδα φῶτες ἐπιχθόνιοι καλέουσιν·
ὕλη δʼ ἀμφιλαφὴς οὔτις τόσον, ὅσσον ἐκείνη.
τὴν δὲ μετʼ Αἰόλου εἰσὶ περίδρομοι εἰν ἁλὶ νῆσοι,
Αἰόλου Ἱπποτάδαο, φιλοξείνου βασιλῆος,
Αἰόλου, ὃς θηητὰ μετʼ ἀνδράσιν ἔλλαχε δῶρα,
κοιρανίην ἀνέμων κλονεόντων ἱσταμένων τε.
ἑπτὰ δέ τοι ταί γʼ εἰσίν, ἐπώνυμοι ἀνδράσι Πλωταί,
οὕνεκα μέσσον ἔχουσι περίπλοον ἀμφιέλικτον.
Τρινακρίη δʼ ἐπὶ τῇσιν ὑπὲρ πέδον Αὐσονιήων
ἐκτέταται, πλευρῇσιν ἐπὶ τρισὶν ἑστηυῖα·
ἄκρα δέ οἱ Πάχυνός τε Πελωρίς τε Λιλύβη τε.
ἀλλʼ ἤτοι Λιλύβη μὲν ἐπὶ ῥίπην ζεφύροιο
εἰσανέχει, Πάχυνος δὲ πρὸς αὐγάς, αὐτὰρ ἐπʼ ἄρκτους
ἠνεμόεσσα Πελωρίς, ἐς Αὐσονίην ὁρόωσα.
τῆς μὲν πρὸς βορέην ὀλοὴ ναύτῃσι κέλευθος,
στεινή τε σκολιή τε καὶ ἄσχετος, ἧχι θάλασσα
συρομένη μακρῇσι περιβρέμεται σπιλάδεσσιν,
Ἀονίῳ τμηθεῖσα πολυγλώχινι σιδήρῳ.
πρὸς δὲ νότον Λιβυκός τε πόρος καὶ Σύρτιος ἀρχὴ
τῆς ἑτέρης· ἑτέρην δʼ ἂν ἴδοις προτέρωσε περήσας,
ἑσπερίην· τῆς πρόσθε δύω νησῖδες ἔασι,
Μῆνιγξ καὶ Κέρκιννα, Λιβυστικὸν ὅρμον ἔχουσαι.
ἀλλʼ ὁπότʼ Ἀδριάδος σκαιὸν πόρον ἀμφιτρίτης
εἰσελάσῃς ἐπὶ νηός, Ἰηπυγίην ἐπὶ γαῖαν,
δήεις ἰφθίμου Διομήδεος αὐτίκα νῆσον,
ἔνθʼ ἥρως ἀφίκανε, χαλεψαμένης Ἀφροδίτης,
ὁππότε τηλίστων μετεκίαθεν ἔθνος Ἰβήρων,
ἧς ἀλόχου βουλῇσι κακόφρονος Αἰγιαλείης.
ἑξείης δὲ πόροιο πρὸς αὐγὰς ἠελίοιο
Ἀψύρτου νήσων ἀναφαίνεται ἄσπετος ὁλκός,
ἅς ποτε Κόλχων υἷες ἐπέδραμον, εὖτʼ ἐμόγησαν
ἴχνια μαστεύοντες ἀλήμονος Αἰητίνης.
ἑξείης δʼ ἐπὶ τῇσι Λιβυρνίδες ἐρρίζωνται.
πρὸς δὲ νότον μετὰ δρυμὰ Κεραύνια νηῒ θεούσῃ
νῆσοί κεν φαίνοιντο περαιόθεν Ἀμπρακιήων
καὶ λιπαρὴ Κέρκυρα, φίλον πέδον Ἀλκινόοιο.
τῇ δʼ ἐπὶ Νηρικίης Ἰθάκης ἕδος ἐστήρικται
νήσων τʼ ἀλλάων, ὅσσας τʼ ἀπὸ Χαλκίδος ἕρπων
δίνῃς ἀργυρέῃς Ἀχελώϊος ἀμφὶς ἑλίσσει.
πολλαὶ δʼ Ἀμνισοῖο βορειότεραι ὁρόωνται,
Αἴγιλά τʼ ἠδὲ Κύθηρα Καλαυρία τε τρηχεῖα·
Κάρπαθος αὖθʼ ἑτέρωθε. ποτὶ ζόφον, ἐγγύθι δʼ αὐτῆς,
Κρήτη τιμήεσσα, Διὸς μεγάλοιο τιθήνη,
πολλή τε λιπαρή τε καὶ εὔβοτος, ἧς ὕπερ Ἴδη,
Ἴδη, καλλικόμοισιν ὑπαὶ δρυσὶ τηλεθόωσα·
καὶ τῆς τοι μέγεθος περιώσιον. ἄντα δὲ πέζης
Αἰγυπτίης Ῥόδος ἐστίν, Ἰηλυσίων πέδον ἀνδρῶν.
τὴν δὲ μετʼ ἀντολίηνδε Χελιδόνιαι γεγάασι
τρεῖς νῆσοι μεγάλης Παταρηΐδος ἔνδοθεν ἄκρης.
Κύπρος δʼ εἰς αὐγὰς Παμφυλίου ἔνδοθι κόλπου
κλύζετʼ, ἐπήρατος αἶα Διωναίης Ἀφροδίτης·
ἄγχι δὲ Φοινίκης Ἄραδος μεγάλῳ ἐνὶ κόλπῳ.
πρόσθε δὲ Σουνιάδος κορυφῆς, ἐφύπερθεν Ἀβάντων,
φαίνονται Σαλαμίς τε καὶ Αἰγίνης πτολίεθρον.
Θηητὸς δέ τίς ἐστι βαθὺς πόρος Αἰγαίοιο,
Ἐντὸς ἔχων ἑκατέρθεν ἀπειρεσίων στίχα νήσων,
Ὅσσον ἐπὶ στεινωπὸν ὕδωρ Ἀθαμαντίδος Ἕλλης,
Σηστὸς ὅπῃ καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο.
Εὐρώπης δʼ αἱ μὲν λαιῆς ὑπὸ νεύματι χειρὸς
Ῥώονθʼ ἑξείης, Ἀσίης δʼ ἐπὶ δεξιὰ κεῖνται,
Μῆκος ἐπʼ ἀρκτῴοιο τιταινόμεναι βορέαο.
Ἤτοι δʼ Εὐρώπης μὲν Ἀβαντιὰς ἔπλετο Μάκρις
Σκῦρός τʼ ἠνεμόεσσα καὶ αἰπεινὴ Πεπάρηθος·
Ἔνθεν καὶ Λῆμνος, κραναὸν πέδον Ἡφαίστοιο,
Πέπταται, ὠγυγίη τε Θάσος, Δημήτερος ἀκτή,
Ἴμβρος Θρηϊκίη τε Σάμος, Κυρβάντιον ἄστυ.
Αἳ δʼ Ἀσίης πρώτην αἶσαν λάχον, ἀμφὶς ἐοῦσαι
Δῆλον ἐκυκλώσαντο, καὶ οὔνομα Κυκλάδες εἰσί·
Ῥύσια δʼ Ἀπόλλωνι χοροὺς ἀνάγουσιν ἅπασαι,
Ἱσταμένου γλυκεροῦ νέον εἴαρος, εὖτʼ ἐν ὄρεσσιν
Ἀνθρώπων ἀπάνευθε κύει λιγύφωνος ἀηδών.
Νῆσοι δʼ ἑξείης Σποράδες περὶ παμφαίνουσιν,
Οἷον ὅτʼ ἀνεφέλοιο διʼ ἠέρος εἴδεται ἄστρα,
Ὑγρὰ νέφη κραιπνοῖο βιησαμένου βορέαο.
ταῖς δʼ ἐπὶ νῆσοι ἔασιν Ἰωνίδες· ἔνθα δὲ Καῦνος
καὶ Σάμος ἱμερόεσσα, Πελασγίδος ἕδρανον Ἥρης,
καὶ Χίος ἠλιβάτοιο Πελινναίου ὑπὸ πέζαν.
κεῖθεν δʼ Αἰολίδων ἀναφαίνεται οὔρεα νήσων,
Λέσβου τʼ εὐρυχόροιο καὶ ἱμερτῆς Τενέδοιο.
κεῖθι Μέλας καὶ κόλπος ἐφʼ Ἑλλήσποντον ἵησιν
ἀφρὸν ἐρευγόμενος· βορέῃ δʼ ἐπὶ πολλὸν ἰόντι
πέπταται ἔνθα καὶ ἔνθα Προποντίδος οἶδμα θαλάσσης.
ἔστι δέ τις καὶ σκαιὸν ὑπὲρ πόρον Εὐξείνοιο
ἄντα Βορυσθένεος μεγαλώνυμος εἰν ἁλὶ νῆσος
ἡρώων· Λευκήν μιν ἐπωνυμίην καλέουσιν,
οὕνεκά οἱ τάπερ ἔστι κινώπετα λευκὰ τέτυκται·
κεῖθι δʼ Ἀχιλλῆός τε καὶ ἡρώων φάτις ἄλλων
ψυχὰς εἱλίσσεσθαι ἐρημαίας ἀνὰ βήσσας·
τοῦτο δʼ ἀριστήεσσι Διὸς πάρα δῶρον ὀπηδεῖ
ἀντʼ ἀρετῆς· ἀρετὴ γὰρ ἀκήρατον ἔλλαχε τιμήν.
Κιμμέριον δέ κέ τοι ἀνὰ Βόσπορον ἰθὺς ἰόντι
ἄλλη ἀπειρησίη νῆσος πέλοι, ἥ ῥά τε λίμνης
ἔνδοθι δεξιτερῇ Μαιώτιδος ἐστήρικται,
ᾗ ἔνι Φαιναγόρη τε καὶ εὔκτιτος Ἑρμώνασσα,
ἔνθα δὲ ναιετάουσιν Ἰωνίδος ἔγγονοι αἴης.
αἵδε μὲν ἀνθρώποισιν ἀγακλέες εἰν ἁλὶ νῆσοι·
ἄλλας δʼ Ὠκεανοῖο περὶ ῥόος ἐστεφάνωται·
τάων δʼ ἂν περίσημον ἐγὼ θέσιν ἐξενέποιμι,
ὁπποτέρου τʼ ἀνέμοιο παρὰ σφυρόν ἐστιν ἑκάστη.
ἤτοι μὲν ναίουσι βοοτρόφον ἀμφʼ Ἐρύθειαν
Ἄτλαντος περὶ χεῦμα θεουδέες Αἰθιοπῆες,
Μακροβίων υἱῆες ἀμύμονες, οἵ ποθʼ ἵκοντο
Γηρυόνος, μετὰ πότμον ἀγήνορος· αὐτὰρ ὑπʼ ἄκρην
Ἱρήν, ἣν ἐνέπουσι κάρην ἔμεν Εὐρωπείης,
νήσους Ἑσπερίδας, τόθι κασσιτέροιο γενέθλη,
ἀφνειοὶ ναίουσιν ἀγαυῶν παῖδες Ἰβήρων.
ἄλλαι δʼ Ὠκεανοῖο παραὶ βορεώτιδας ἀκτὰς
δισσαὶ νῆσοι ἔασι Βρετανίδες, ἀντία Ῥήνου·
κεῖθι γὰρ ὑστατίην ἀπερεύγεται εἰς ἅλα δίνην.
τάων τοι μέγεθος περιώσιον οὐ κέ τις ἄλλη
νήσοις ἐν πάσῃσι Βρετανίσιν ἰσοφαρίζοι.
ἄγχι δὲ νησιάδων ἕτερος πόρος, ἧχι γυναῖκες
ἀνδρῶν ἀντιπέρηθεν ἀγαυῶν Ἀμνιτάων
ὀρνύμεναι τελέουσι κατὰ νόμον ἱερὰ Βάκχῳ,
στεψάμεναι κισσοῖο μελαμφύλλοιο κορύμβοις,
ἐννύχιαι· παταγῆς δὲ λιγύθροος ὄρνυται ἠχή.
οὐχ οὕτω Θρήϊκος ἐπʼ ᾐόσιν Ἀψύνθοιο
Βιστονίδες καλέουσιν ἐρίβρομον Εἰραφιώτην,
οὐδʼ οὕτω σὺν παισὶ μελανδίνην ἀνὰ Γάγγην
Ἰνδοὶ κῶμον ἄγουσιν ἐριβρεμέτῃ Διονύσῳ,
ὡς κεῖνον κατὰ χῶρον ἀνευάζουσι γυναῖκες.
πολλὴν δὲ προτέρωσε ταμὼν ὁδὸν Ὠκεανοῖο,
νῆσόν κεν Θούλην εὐεργέϊ νηῒ περήσαις·
ἔνθα μέν, ἠελίοιο βεβηκότος ἐς πόλον ἄρκτων,
ἤμαθʼ ὁμοῦ καὶ νύκτας ἀειφανὲς ἀγκέχυται πῦρ·
λοξοτέρῃ γὰρ τῆμος ἐπιστρέφεται στροφάλιγγι,
ἀκτίνων ἰθεῖαν ἐπὶ κλίσιν ἐρχομενάων,
μέσφʼ ἐπὶ κυανέους νοτίην ὁδὸν αὖτις ἐλάσσῃ·
ἀλλʼ ὁπόταν Σκυθικοῖο βαθὺν πόρον Ὠκεανοῖο
νηῒ τάμῃς, ἑτέρην δὲ πρὸς ἠῴην ἅλα κάμψῃς,
Χρυσείην τοι νῆσον ἄγει πόρος, ἔνθα καὶ αὐτοῦ
ἀντολίη καθαροῖο φαείνεται ἠελίοιο.
κεῖθεν δὲ στρεφθεὶς νοτίης προπάροιθε κολώνης,
αἶψά κε Κωλιάδος μεγάλης ἐπὶ νῆσον ἵκοιο,
μητέρα Ταπροβάνην Ἀσιηγενέων ἐλεφάντων,
ἧς ὕπερ, οὐρανίῃσιν ἀειρόμενος στροφάλιγξι,
δινεῖται κατὰ κύκλον ἐν αἰθέρι Καρκίνος αἴθων·
αὐτὴ δʼ εὐρυτάτη μέγεθος πέλει· ἀμφὶ δὲ πάντη
κήτεα θῖνες ἔχουσιν, Ἐρυθραίου βοτὰ πόντου,
οὔρεσιν ἠλιβάτοισιν ἐοικότα· τῶν δʼ ὑπὲρ ἄκρων
τέτρηχεν νώτων περιμήκετος ὁλκὸς ἀκάνθης.
δυσμενέων τοι παῖδες, ἑλισσόμενοι κατὰ πόντον,
κείνοις ἀντιάσειαν ἀλώμενοι· οὐ γὰρ ἐρωὴ
λυγροῖς ἐν στομάτεσσιν, ἐπεὶ μέγα χάσμα τέτυκται·
πολλάκι δʼ ἂν καὶ νῆα σὺν αὐτοῖς ἀνδράσι νηὸς
κεῖνα καταβρόξειε τεράατα· τοῖς γὰρ ἀλιτροῖς
εἰν ἁλὶ καὶ γαίῃ κακὰ μυρία θήκατο δαίμων.
ἔστι δέ τοι προτέρω Καρμανίδος ἔκτοθεν ἄκρης
Ὤγυρις, ἔνθα τε τύμβος Ἐρυθραίου βασιλῆος·
ἐκ τῆς δʼ ἂν περάσειας ἐπὶ στόμα Περσίδος ἅλμης,
ὁρμηθεὶς βορέηνδε, καὶ Ἴκαρον εἰσαφίκοιο,
Ἴκαρον εἰναλίην, ὅθι Ταυροπόλοιο θεοῖο
βωμοὶ κνισήεντες ἀδευκέα καπνὸν ἔχουσι.
τόσσας μὲν νήσους ἐφέπει ῥόος Ὠκεανοῖο
εὐρυτέρας· ἕτεραι δέ τʼ ἀπειρέσιαι γεγάασιν,
αἱ μὲν ἐπὶ προχοῇσι Λιβυστίδος ἀμφιτρίτης,
αἱ δʼ Ἀσίης, αἱ δʼ αὖτε περὶ κλίσιν Εὐρωπείης.
ἄλλαι δʼ ἄλλοθι νῆσοι ἀπείριτοι, αἱ μὲν ὑπʼ ἀνδρῶν
ναιόμεναι καὶ νηυσὶν ἐπήρατον ὅρμον ἔχουσαι,
αἱ δὲ βαθύκρημνοί τε καὶ οὐ ναύτῃσιν ἑτοῖμαι,
τῶν οὐ ῥηΐδιόν μοι ἐνισπέμεν οὔνομα πασέων.
σχῆμα δέ τοι Ἀσίης ῥυσμὸς πέλει ἀμφοτεράων
ἠπείρων, ἑτέρωθεν ἀλίγκιον εἴδεϊ κώνου,
ἑλκόμενον κατὰ βαιὸν ἐπʼ ἀντολίης μυχὰ πάσης,
ἔνθα τε καὶ στῆλαι Θηβαιγενέος Διονύσου
ἑστᾶσιν, πυμάτοιο παραὶ ῥόον Ὠκεανοῖο,
Ἰνδῶν ὑστατίοισιν ἐν οὔρεσιν, ἔνθα τε Γάγγης
λευκὸν ὕδωρ Νυσαῖον ἐπὶ πλαταμῶνα κυλίνδει.
ἀλλʼ οὐκ ἂν τόσσον μέγεθος πέλοι Ἀσίδος αἴης,
οὐδʼ ἅπαν εἶδος ἔοικεν ἀλίγκιον· ἐν γὰρ ἐκείναις
ἠπείροις εἷς πόντος ἔσω ῥόον ἡγεμονεύει,
ἐν δʼ Ἀσίῃ πολὺς Ὠκεανός· τρισσοὺς γὰρ ἑλίσσων
κόλπους κυμαίνοντας ἐρεύγεται, ἔνδοθι βάλλων,
Περσικὸν Ἀράβιόν τε καὶ Ὑρκάνιον βαθυδίνην,
τοὺς δύο μὲν νοτίους, τὸν δʼ ἐς βορέην ὁρόωντα,
ἐς βορέην ὁρόωντα καὶ εἰς λίβα γείτονα πόντου
Εὐξείνου, τόθι φῶτες ἀπείριτοι ἀμφινέμονται.
μέσσον δʼ ἀμφοτέρων χθονὸς ἄσπετος ἰσθμὸς ὁρίζει,
τῇ καὶ τῇ μακροῖσι τιταινόμενος πεδίοισιν.
μέσσα γε μὴν πάσης Ἀσίης ὄρος ἀμφιβέβηκεν,
ἀρξάμενον γαίης Παμφυλίδος ἄχρι καὶ Ἰνδῶν,
ἄλλοτε μὲν λοξόν τε καὶ ἀγκύλον, ἄλλοτε δʼ αὖτε
ἴχνεσιν ὀρθότατον· Ταῦρον δέ ἑ κικλήσκουσιν,
οὕνεκα ταυροφανές τε καὶ ὀρθόκραιρον ὁδεύει,
οὔρεσιν ἐκταδίοισι πολυσχιδὲς ἔνθα καὶ ἔνθα.
ἐκ τοῦ ἀπειρέσιοι ποταμοὶ καναχηδὰ ῥέουσιν,
οἱ μὲν πρὸς βορέην, οἱ δʼ ἐς νότον, οἱ δʼ ἐπὶ ῥιπὴν
εὔρου καὶ ζεφύροιο· τίς ἂν πάντων ὄνομʼ εἴποι;
οὐ μὲν ἐπωνυμίην μίαν ἔλλαχεν, ἀλλʼ ἐν ἑκάστῃ
οὔνομʼ ἔχει στροφάλιγγι· τὰ δʼ ἂν κείνοισι μέλοιτο
ἀνδράσιν, οἳ κατὰ χῶρον ὁμούριον οἶκον ἔχουσι.
νῦν γε μὲν ἔθνεα πάντα διΐξομαι, ὅσσʼ ἀρίδηλα
ἐνναίει· Μοῦσαι δʼ ἰθύντατον ἴχνος ἄγοιεν.
ἤτοι μὲν λίμνης Μαιώτιδος ἄγχι νέμονται
αὐτοὶ Μαιῶταί τε καὶ ἔθνεα Σαυροματάων,
ἐσθλὸν ἐνυαλίου γένος Ἄρεος· ἐκ γὰρ ἐκείνης
ἰφθίμης φιλότητος Ἀμαζονίδων ἐγένοντο,
τήν ποτε Σαυρομάτῃσιν ἐπʼ ἀνθρώποισι μίγησαν,
πλαγχθεῖσαι πάτρηθεν ἀπόπροθι Θερμώδοντος.
τοὔνεκα καὶ παῖδες μεγαλήτορες ἐξεγένοντο,
ὕλην ναιετάοντες ἀπείριτον, ἧς διὰ μέσσης
συρόμενος Τάναϊς Μαιώτιδος ἐς μέσα πίπτει,
ὅστε καὶ Εὐρώπην ἀποτέμνεται Ἀσίδος αἴης,
ἐς δύσιν Εὐρώπην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.
τοῦ δʼ ἤτοι πηγαὶ μὲν ἐν οὔρεσι Καυκασίοισι
τηλόθι μορμύρουσιν· ὁ δὲ πλατὺς ἔνθα καὶ ἔνθα
ἐσσύμενος Σκυθικοῖσιν ἐπιτροχάει πεδίοισιν.
τοῦ δʼ ἄν, κυμαίνοντος ἀπείριτον ἐκ βορέαο,
πηγετὸν ἀθρήσειας ὑπὸ κρυμοῖο παγέντα.
σχέτλιοι, οἳ περὶ κεῖνον ἐνοίκια χῶρον ἔχουσιν·
αἰεί σφιν ψυχρή τε χιὼν κρυμός τε δυσαής·
καὶ δέ κεν, ἐξ ἀνέμων ὁπόταν πλεῖστον κρύος ἔλθῃ,
ἢ ἵππους θνῄσκοντας ἐν ὀφθαλμοῖσιν ἴδοιο,
ἠὲ καὶ ἡμιόνους ἢ ἀγραύλων γένος οἰῶν·
οὐδὲ μὲν οὐδʼ αὐτοί κεν ἀπήμαντοι τελέθοιεν
ἀνέρες, οἳ κείνῃσιν ὑπαὶ ῥιπῇσι μένοιεν·
ἀλλὰ γὰρ ἠλάσκουσιν, ὑποζεύξαντες ἀπήνας,
χώρην εἰς ἑτέρην, λείπουσι δὲ γαῖαν ἀήταις
χειμερίοις, οἵτε σφι κακῇ θυΐοντες ἀέλλῃ
γαῖάν τε κλονέουσι καὶ οὔρεα πευκήεντα.
τόσσοι μὲν Τάναϊν ποταμὸν περιναιετάουσιν.
Σαυρομάτας δʼ ἐπέχουσιν ἐπασσύτεροι γεγαῶτες
Σινδοὶ Κιμμέριοί τε καὶ οἱ πέλας Εὐξείνοιο
Κερκέτιοι Τορέται τε καὶ ἀλκήεντες Ἀχαιοί,
οὕς ποτʼ ἀπὸ Ξάνθοιο καὶ Ἰδαίου Σιμόεντος
πνοιαὶ νοσφίσσαντο νότοιό τε καὶ ζεφύροιο,
ἑσπομένους μετὰ δῆριν Ἀρητιάδῃ βασιλῆϊ.
τοῖς δʼ ἐπὶ ναιετάουσιν, ὁμούριον αἶαν ἔχοντες,
Ἡνίοχοι Ζύγιοί τε, Πελασγίδος ἔκγονοι αἴης.
πὰρ δὲ μυχὸν Πόντοιο, μετὰ χθόνα Τυνδαριδάων,
Κόλχοι ναιετάουσι, μετήλυδες Αἰγύπτοιο,
Καυκάσου ἐγγὺς ἐόντες, ὃς Ὑρκάνιον περὶ πόντον
οὔρεσιν ἠλιβάτοισιν ἀέξεται· ἔνθα τε Φᾶσις,
Κιρκαίου κατὰ νῶτον ἑλισσόμενος πεδίοιο,
Εὐξείνου ποτὶ χεῦμα θοὴν ἀπερεύγεται ἄχνην,
ἀρξάμενος τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.
τοῦ δὲ πρὸς ἀντολίην βορέην ἐπικέκλιται ἰσθμός,
ἰσθμὸς Κασπίης τε καὶ Εὐξείνοιο θαλάσσης.
τῷ δʼ ἐνὶ ναιετάουσιν ἑωθινὸν ἔθνος Ἰβήρων,
οἵ ποτε Πυρήνηθεν ἐπʼ ἀντολίην ἀφίκοντο,
ἀνδράσιν Ὑρκανίοισιν ἀπεχθέα δῆριν ἔχοντες,
καὶ Καμαριτάων φῦλον μέγα, τοί ποτε Βάκχον
Ἰνδῶν ἐκ πολέμοιο δεδεγμένοι ἐξείνισσαν
καὶ μετὰ Ληνάων ἱερὸν χορὸν ἐστήσαντο,
ζώματα καὶ νεβρῖδας ἐπὶ στήθεσσι βαλόντες,
εὐοῖ Βάκχε λέγοντες· ὁ δὲ φρεσὶ φίλατο δαίμων
κείνων ἀνθρώπων γενεὴν καὶ ἤθεα γαίης.
τοῖς ἐπὶ Κασπίη κυμαίνεται ἀμφιτρίτη.
ῥεῖα δέ τοι κἂν τήνδε καταγράψαιμι θάλασσαν,
οὐ μὲν ἰδὼν ἀπάνευθε πόρους, οὐ νηῒ περήσας·
οὐ γάρ μοι βίος ἐστὶ μελαινάων ἐπὶ νηῶν,
οὐδέ μοι ἐμπορίη πατρώϊος, οὐδʼ ἐπὶ Γάγγην
ἔρχομαι, οἷά περ ἄλλοι, Ἐρυθραίου διὰ πόντου,
ψυχῆς οὐκ ἀλέγοντες, ἵνʼ ἄσπετον ὄλβον ἕλωνται,
οὐδὲ μὲν Ὑρκανίοις ἐπιμίσγομαι, οὐδʼ ἐρεείνω
Καυκασίας κνημῖδας Ἐρυθραίων Ἀριηνῶν·
ἀλλά με Μουσάων φορέει νόος, αἵτε δύνανται
νόσφιν ἀλημοσύνης πολλὴν ἅλα μετρήσασθαι
οὔρεά τʼ ἤπειρόν τε καὶ αἰθερίων ὁδὸν ἄστρων.
ἀλλʼ εἴη τοι σχῆμα περίτροχον, ἀμφιελικτόν,
πάσης Κασπίης μεγάλης ἁλός· οὐκ ἂν ἐκείνην
νηῒ περήσειας τριτάτης ἐπὶ κύκλα σελήνης·
τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιχος· ὀξὺ δʼ ἐπʼ ἄρκτους
ἑλκόμενος, προχοῇς ἐπιμίσγεται Ὠκεανοῖο·
ἣ δὴ πολλὰ μὲν ἄλλα μετʼ ἀνδράσι θαύματʼ ἀέξει,
φύει δὲ κρύσταλλον ἰδʼ ἠερόεσσαν ἴασπιν,
ἐχθρὴν Ἐμπούσῃσι καὶ ἄλλοις εἰδώλοισιν.
πάντα δέ τοι ἐρέω, ὅσα οἱ περὶ φῦλα νέμονται,
ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο.
πρῶτοι μὲν Σκύθαι εἰσίν, ὅσοι Κρονίης ἁλὸς ἄγχι
παραλίην ναίουσιν ἀνὰ στόμα Κασπίδος ἅλμης·
Θῦνοι δʼ ἑξείης· ἐπὶ δʼ αὐτοῖς Κάσπιοι ἄνδρες,
Ἀλβανοί τʼ ἐπὶ τοῖσιν ἀρήϊοι, οἵ θʼ ὑπὲρ αἶαν
τρηχεῖαν ναίουσι Καδούσιοι· ἄγχι δὲ Μάρδοι,
Ὑρκάνιοι Τάπυροί τʼ· ἐπὶ δέ σφισιν ὁλκὸν ἑλίσσει
Μάρδος, Δερκεβίων τε καὶ ἀφνειῶν πόμα Βάκτρων·
ἀμφοτέρων γὰρ μέσσος ἐς Ὑρκανίην ἅλα βάλλει·
ἀλλʼ ἤτοι Βάκτροι μὲν ἐπʼ ἠπείροιο νέμονται
χώρην εὐρυτέρην κνημοῖς ὕπο Παρνησοῖο,
Δερκέβιοι δʼ ἑτέρωθεν ἐφʼ ὕδασι Κασπίοισιν.
τοὺς δὲ μετʼ ἀντολίηνδε, πέρην κελάδοντος Ἀράξεω,
Μασσαγέται ναίουσι, θοῶν ῥυτῆρες ὀϊστῶν,
ἀνέρες, οἷς μήτʼ αὐτὸς ἐγώ, μήθʼ ὅστις ἑταῖρος
ἐμπελάσαι· μάλα γάρ τε κακοξεινώτεροι ἄλλων·
οὐ γάρ σφιν σίτοιο μελίφρονός ἐστιν ἐδωδή,
οὐδὲ μὲν οὐδʼ οἶνος μεταδήμιος· ἀλλὰ γὰρ ἵππων
αἵματι μίσγοντες λευκὸν γάλα, δαῖτα τίθενται.
τοῖς δʼ ἐπὶ πρὸς βορέην Χωράσμιοι, οἷς ἔπι γαῖα
Σουγδιάς, ἧς διὰ μέσσος ἑλίσσεται ἱερὸς Ὦξος,
ὅστε λιπὼν Ἠμωδὸν ὄρος μετὰ Κασπίδα βάλλει.
τὸν μετʼ ἐπὶ προχοῇσιν Ἰαξάρταο νέμονται
τόξα Σάκαι φορέοντες, ἃ μή κέ τις ἄλλος ἐλέγχοι
τοξευτής· οὐ γάρ σφι θέμις ἀνεμώλια βάλλειν·
καὶ Τόχαροι Φροῦροί τε καὶ ἔθνεα βάρβαρα Σηρῶν,
οἵτε βόας μὲν ἀναίνονται καὶ ἴφια μῆλα,
αἰόλα δὲ ξαίνοντες ἐρήμης ἄνθεα γαίης,
εἵματα τεύχουσιν πολυδαίδαλα, τιμήεντα,
εἰδόμενα χροιῇ λειμωνίδος ἄνθεσι ποίης·
κείνοις οὔ τί κεν ἔργον ἀραχνάων ἐρίσειεν.
ἄλλοι δὲ Σκύθαι εἰσὶν ἐπήτριμοι, οἵτε νέμονται
ἐσχατιάς· παρὰ δέ σφι δυσήμενος ἐκτέταται χθών,
χειμερίοις ἀνέμοισι κεκλειμένη ἠδὲ χαλάζαις.
τόσσοι μὲν φῶτες περὶ Κάσπια κύματʼ ἔασιν·
φράζεο δʼ ἐκ Κόλχων καὶ Φάσιδος ἐς δύσιν ἤδη,
Εὐξείνου παρὰ χεῖλος, ἐπιλαδὸν ἔθνεα Πόντου
ἄχρι Θρηϊκίου στόματος, τόθι Χαλκὶς ἄρουρα.
Βύζηρές τοι πρῶτα καὶ ἀγχόθι φῦλα Βεχείρων,
Μάκρωνες Φίλυρές τε καὶ οἳ μόσσυνας ἔχουσι
δουρατέους· τῶν δʼ ἄγχι πολύρρηνες Τιβαρηνοί·
τοῖς δʼ ἐπὶ καὶ Χάλυβες στυφελὴν καὶ ἀπηνέα γαῖαν
ναίουσιν, μογεροῦ δεδαηκότες ἔργα σιδήρου,
οἵ ῥα, βαρυγδούποισιν ἐπʼ ἄκμοσιν ἑστηῶτες,
οὔποτε παύονται καμάτου καὶ ὀϊζύος αἰνῆς.
τοὺς δὲ μετʼ Ἀσσυρίης πρόχυσις χθονὸς ἐκτετάνυσται,
ἔνθα δʼ Ἀμαζονίδεσσιν ἀπʼ οὔρεος Ἀρμενίοιο
λευκὸν ὕδωρ προΐησιν ἐνυάλιος Θερμώδων,
ὅς ποτʼ ἀλωομένην Ἀσωπίδα δέκτο Σινώπην
καί μιν ἀκηχεμένην σφετέρῃ παρενάσσατο χώρῃ
Ζηνὸς ἐφημοσύνῃσιν· ὁ γὰρ φιλότητος ἐραννῆς
ἰσχανόων, πάτρης ἀπενόσφισεν οὐκ ἐθέλουσαν·
ἐκ τῆς καὶ πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν.
κείνου δʼ ἂν ποταμοῖο περὶ κρυμώδεας ὄχθας
τέμνοις κρυστάλλου καθαρὸν λίθον, οἷά τε πάχνην
χειμερίην· δήεις δὲ καὶ ὑδατόεσσαν ἴασπιν.
Ἶρις δʼ ἑξείης καθαρὸν ῥόον εἰς ἅλα βάλλει.
τῷ δʼ ἐπὶ μορμύρουσι ῥοαὶ Ἅλυος ποταμοῖο,
ἑλκόμεναι βορέηνδε Καραμβίδος ἐγγύθεν ἄκρης,
ἀρξάμεναι τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.
Παφλαγόνες δʼ ἐπὶ τοῖσιν ἐπʼ ἠϊόνεσσι νέμονται,
καὶ Μαριανδυνῶν ἱερὸν πέδον· ἔνθʼ ἐνέπουσιν
οὐδαίου Κρονίδαο μέγαν κύνα χαλκεόφωνον,
χερσὶν ἀνελκόμενον μεγαλόφρονος Ἡρακλῆος,
δεινὸν ἀπὸ στομάτων βαλέειν σιαλώδεα χυλόν,
τὸν μὲν ἐδέξατο γαῖα καὶ αὐτόθι πῆμʼ ἐφύτευσεν.
ἄγχι δὲ Βιθυνοὶ λιπαρὴν χθόνα ναιετάουσι,
Ῥήβας, ἔνθʼ ἐρατεινὸν ἐπιπροΐησι ῥέεθρον,
Ῥήβας, ὃς Πόντοιο παρὰ στομάτεσσιν ὁδεύει,
Ῥήβας, οὗ κάλλιστον ἐπὶ χθονὶ σύρεται ὕδωρ.
τόσσοι μὲν Πόντοιο περικτίται ἄνδρες ἔασι·
κεῖνα δέ τοι Σκυθίης προλελεγμένα φῦλα πελέσθω.
νῦν δʼ αὖ παραλίης Ἀσίης πόρον ἐξενέποιμι,
ὅς ῥά τε πρὸς νότον εἶσιν ἐφʼ Ἑλλήσποντον ὁδεύων
καὶ ποτὶ μηκίστου νότιον ῥόον Αἰγαίοιο
μέσφʼ αὐτῆς Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς.
Χαλκιδέες μὲν πρῶτα παρὰ στόμα γαῖαν ἔχουσιν,
οὖδας ἐς ἀντιπέρην Βυζάντιον εἰσορόωντες·
Βέβρυκες δʼ ἐπὶ τοῖσι καὶ οὔρεα Μυσίδος αἴης,
ἧχί περ ἱμερόεντα Κίος προΐησι ῥέεθρα,
τοῦ ποτʼ ἐπὶ προχοῇσιν Ὕλαν ἀπενόσφισε Νύμφη,
ὀτρηρὸν θεράποντα πελωρίου Ἡρακλῆος.
ἔνθεν ἐς Ἑλλήσποντον ἀνατρέχει ἄσπετος ἀγκὼν
βαιοτέρης Φρυγίης· ἑτέρη δέ τοι ἔνδοθι κεῖται,
εὐρυτέρη γεγαυῖα, παρʼ ὕδασι Σαγγαρίοιο·
ἀλλʼ ἤτοι μεγάλη μὲν ἐπʼ ἀντολίην τετάνυσται,
ἱππόβοτος λιπαρή τε· πρὸς ἑσπερίην δʼ ἂν ἴδοιο
τὴν ἑτέρην, ἣ κεῖται ὑπὸ ζαθέης πόδας Ἴδης,
Ἴλιον ἠνεμόεσσαν ἐπὶ πλευρῇσιν ἔχουσα,
Ἴλιον ἀγλαὸν ἄστυ παλαιγενέων ἡρώων,
Ἴλιον, ἣν ἐπόλισσε Ποσειδάων καὶ Ἀπόλλων,
Ἴλιον, ἣν ἀλάπαξαν Ἀθηναίη τε καὶ Ἥρη,
Ξάνθῳ ἐπʼ εὐρυρέοντι καὶ Ἰδαίῳ Σιμόεντι.
τὴν δὲ μετʼ Αἰόλιδος παραπέπταται ἤθεα γαίης
Αἰγαίου παρὰ χεῖλος, ὑπὲρ μέγαν Ἑλλήσποντον.
τῇ δʼ ἐπὶ ναιετάουσιν ἀγαυῶν παῖδες Ἰώνων,
ἀγχίαλοι γεγαῶτες, ἐπὶ χθονός, ἧς διὰ μέσσης
Μαίανδρος λιπαρῇσι κατέρχεται εἰς ἅλα δίναις,
Μιλήτου τε μεσηγὺ καὶ εὐρυχόροιο Πριήνης.
τάων δʼ ἀμφοτέρων γε βορειοτέρην ἐσίδοιο
παραλίην Ἔφεσον, μεγάλην πόλιν Ἰοχεαίρης,
ἔνθα θεῇ ποτε νηὸν Ἀμαζονίδες τετύκοντο
πρέμνῳ ἔνι πτελέης, περιώσιον ἀνδράσι θαῦμα.
Μῃονίη δʼ ἐπὶ τῇσιν ἐπʼ ἀντολίην τετάνυσται
Τμώλῳ ὑπʼ ἠνεμόεντι, τόθεν Πακτωλὸς ὁδεύων
χρυσὸν ὁμοῦ δίνῃσιν ἐφελκόμενος κελαρύζει·
τοῦ δʼ ἂν ἐπὶ πλευρῇσι καθήμενος εἴαρος ὥρῃ
κύκνων εἰσαΐοις λιγυρὴν ὄπα, τοί τε καθʼ ὕδωρ
ἔνθα καὶ ἔνθα νέμονται ἀεξομένης ἔτι ποίης·
πολλοὶ γὰρ λειμῶνες ἐν Ἀσίδι τηλεθάουσιν,
ἔξοχα δʼ ἂμ πεδίον Μαιάνδριον, ἔνθα Καΰστρου
ἥσυχα παφλάζοντος ἐπιρρέει ἀγλαὸν ὕδωρ.
οὐ μὰν οὐδὲ γυναῖκας ὀνόσσεαι, αἳ περὶ κεῖνο
θεῖον ἕδος, χρυσοῖο κατʼ ἰξύος ἅμμα βαλοῦσαι,
ὀρχεῦνται, θηητὸν ἑλισσόμεναι περὶ κύκλον,
εὖτε Διωνύσοιο χοροστασίαι τελέθοιεν·
σὺν καὶ παρθενικαί, νεοθηλέες οἷά τε νεβροί,
σκαίρουσιν· τῇσιν δὲ περὶ σμαραγεῦντες ἀῆται
ἱμερτοὺς δονέουσιν ἐπὶ στήθεσσι χιτῶνας.
ἀλλὰ τὰ μὲν Λυδοῖσι μετʼ ἀνθρώποισι μέλονται·
πρὸς δʼ ἅλα κεκλιμένοι Λύκιοι χθόνα ναιετάουσι
Ξάνθου ἐπὶ προχοῇσιν, ἐϋρρείτου ποταμοῖο·
ἔνθα βαθυκρήμνοιο φαείνεται οὔρεα Ταύρου
Παμφύλων καὶ μέχρι· Κράγον δέ ἑ κικλήσκουσιν.
κεῖθι δʼ ἂν ἀθρήσειας ὑπειράλιον πτολίεθρον
Ἄσπενδον, ποταμοῖο παρὰ ῥόον Εὐρυμέδοντος,
ἔνθα συοκτονίῃσι Διωναίην ἱλάονται.
ἄλλαι δʼ ἑξείης Παμφυλίδες εἰσὶ πόληες,
Κώρυκος Πέργη τε καὶ ἠνεμόεσσα Φάσηλις.
τῶν δὲ πρὸς ἀντολίην μεσάτην χθόνα ναιετάουσιν
ἴδριες ἐν πολέμοισι Λυκάονες ἀγκυλότοξοι.
τοῖς δʼ ἐπὶ Πισιδέων λιπαρὸν πέδον, ἧχι πόληες
Τελμησσὸς Λύρβη τε καὶ ἣν ἐπολίσσατο λαὸς
πρίν ποτʼ Ἀμυκλαίων μεγαλώνυμος ἐν χθονὶ Σέλγη.
κεῖθεν δʼ εἰς αὐγὰς σκολιὸν περιτέλλεται οἶμον
πολλὸν ἔσω βεβαυῖα περίδρομος ἀμφιτρίτη,
γείτων Εὐξείνοιο πολυκλύστοιο θαλάσσης.
κεῖνός τοι Κιλίκων περισύρεται ἔθνεα κόλπος
μακρὸς ἐπʼ ἀντολίην· Ἀσίης δὲ στεινὰ καλεῦσιν.
καὶ τῷ μὲν πολέων ποταμῶν ἐπιμίσγεται ὕδωρ
τηλόθεν ἐρχομένων, Πυράμοιό τε καὶ Πινάροιο,
Κύδνου τε σκολιοῖο, μέσην διὰ Ταρσὸν ἰόντος,
Ταρσὸν ἐϋκτιμένην, ὅθι δή ποτε Πήγασος ἵππος,
ταρσὸν ἀφείς, χώρῳ λίπεν οὔνομα, τῆμος ἀφʼ ἵππου
ἐς Διὸς ἱέμενος πέσεν ἥρως Βελλεροφόντης.
κεῖθι δὲ καὶ πεδίον τὸ Ἀλήϊον, οὗ κατὰ νῶτα
ἀνθρώπων ἀπάνευθεν ἀλώμενος ἐνδιάασκεν.
πολλαὶ δʼ ἑξείης Κιλίκων γεγάασι πόληες,
Λυρνησσὸς Μαλλός τε καὶ Ἀγχιάλεια Σόλοι τε,
αἱ μὲν ἐν ἠπείρῳ, αἱ δʼ αὐτῆς ἄγχι θαλάσσης.
τῇς δʼ ἐπὶ Κομμαγεηνὸν ἕδος Συρίης τε πόληες
θινὸς ἔπι στρεπτῆς περιμήκεες· ἀμφὶ γὰρ ὁλκὸς
ἐς δύσιν ἔστραπται πολιῆς ἁλός, ἄχρι κολώνης
οὔρεος ἀγχιάλοιο, βαθυκρήμνου Κασίοιο.
ῥηϊδίως δʼ ἄν τοι λοιπὸν πόρον αὐδήσαιμι
γαιάων Ἀσίης· ὁ δέ τοι λόγος ἐν φρεσὶν ἔστω,
μηδʼ ἀνέμοις φορέοιτο πονηθέντων χάρις ἔργων.
εἰ γάρ μοι σάφα τήνδε καταφράσσαιο κέλευθον,
ἦ τάχα κἂν ἄλλοισιν ἐπισταμένως ἀγορεύοις
καὶ ποταμοὺς πολίων τε θέσιν καὶ γαῖαν ἑκάστην.
σχῆμα μὲν οὖν πισύρεσσιν ἐπὶ πλευρῇσι τετύχθω,
πεπταμένον δολιχοῖσιν ἐπʼ ἀντολίην πεδίοισιν.
οἶσθα γάρ, ἐν πρώτοισιν ἐμεῦ εἰπόντος ἀκούσας,
πᾶσαν ἕως Ἰνδῶν Ἀσίην ὄρος ἄνδιχα τέμνειν.
κεῖνό τοι ἐν πλευροῖσι βορειότερον τελέοιτο,
Νεῖλος δʼ ἑσπέριον πλευρὸν πέλοι· αὐτὰρ ἑῷον
Ἰνδικὸς Ὠκεανός· νότιον δʼ ἁλὸς οἴδματʼ Ἐρυθρῆς.
φράζεο δʼ ὡς ὑπὸ πέζαν ἐπʼ αὐγὰς ἵξομαι ἤδη,
ἀρξάμενος Συρίηθεν, ὅθεν λίπον· οὐδʼ ἂν ἔμοιγε
μύθου ἅτε ψευσθέντος ἀνὴρ ἐπιμωμήσαιτο.
ἀλλʼ ἤτοι Συρίη μὲν ὑπεὶρ ἁλὸς ἐγγύθεν ἕρπει
ἐς νότον ἀντολίην τε, πολύπτολιν αἶαν ἔχουσα,
ἣν Κοίλην καλέουσιν ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτὴν
μέσσην καὶ χθαμαλὴν ὀρέων ὑπὸ πρῶνες ἔχουσιν,
ἑσπερίου Κασίοιο καὶ ἠῴου Λιβάνοιο.
καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφίς,
οἱ μὲν ἐπʼ ἠπείρῳ, τοίπερ Σύριοι καλέονται,
οἱ δʼ ἁλὸς ἐγγὺς ἐόντες, ἐπωνυμίην Φοίνικες,
τῶν ἀνδρῶν γενεῆς, οἳ Ἐρυθραῖοι γεγάασιν,
οἳ πρῶτοι νήεσσιν ἐπειρήσαντο θαλάσσης,
πρῶτοι δʼ ἐμπορίης ἁλιμηδέος ἐμνήσαντο
καὶ βαθὺν οὐρανίων ἄστρων χορὸν ἐφράσσαντο,
οἵτʼ Ἰόπην καὶ Γάζαν Ἐλαΐδα τʼ ἐνναίουσι,
καὶ Τύρον ὠγυγίην Βηρυτοῦ τʼ αἶαν ἐραννήν,
Βύβλον τʼ ἀγχίαλον καὶ Σιδῶνʼ ἠνεμόεσσαν,
ναιομένην χαρίεντος ἐφʼ ὕδασι Βοστρηνοῖο,
καὶ Τρίπολιν λιπαρήν, Ὀρθωσίδα τε Μάραθόν τε
Λαοδίκην θʼ, ἣ κεῖται ἐπʼ ἠϊόνεσσι θαλάσσης,
καὶ Ποσιδήϊα ἔργα καὶ ἱερὰ τέμπεα Δάφνης,
ἧχί περ Ἀντιόχοιο ἐπώνυμος Ἀντιόχεια·
αὐτὰρ ἐνὶ μέσσῃσιν Ἀπαμείης πτολίεθρον·
τῆς δὲ πρὸς ἀντολίην κατασύρεται ὑγρὸς Ὀρόντης,
ἄσπετος, Ἀντιόχοιο μέσην διὰ γαῖαν ὁρίζων.
πᾶσα δέ τοι λιπαρή τε καὶ εὔβοτος ἔπλετο χώρη,
μῆλά τε φερβέμεναι καὶ δένδρεσι καρπὸν ἀέξειν.
τῆς δʼ ἂν ἴδοις προτέρω, νοτιώτερον οἶμον ὁδεύσας,
Ἀραβικοῦ κόλπου μύχατον πόρον, ὅστε μεσηγὺς
εἱλεῖται Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς,
τυτθὸν ἐπʼ ἀντολίην τετραμμένος, ἄχρις Ἐλανῶν.
κεῖθεν δʼ ὀλβίστων Ἀράβων παρακέκλιται αἶα,
πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,
Περσίδι τʼ Ἀραβίῃ τʼ· ἄνεμον δέ τοι ἔλλαχʼ ἑκάστη,
Ἀραβίη ζέφυρον, Περσὶς δʼ εὔροιο κελεύθους.
πέζα δέ τοι νοτίη, τετραμμένη ἀντολίηνδε,
κλύζετʼ Ἐρυθραίοις ὑπὸ κύμασιν Ὠκεανοῖο.
καὶ τῆς τοι θέσιας μυθήσομαι· ἔξοχα γάρ μιν
γαιάων πολύολβα καὶ ἀγλαὰ φῦλα νέμονται.
ἄλλο δέ τοι καὶ θαῦμα μέγʼ ἔξοχον ἔλλαχʼ ἐκείνη·
αἰεὶ κηώεσσα θύοις ὕπο λαρὸν ὄδωδεν
ἢ θύου ἢ σμύρνης ἢ εὐόδμου καλάμοιο
ἢ καὶ θεσπεσίοιο πεπαινομένου λιβάνοιο
ἢ κασίης· ἐτεὸν γὰρ ἀνὰ χθόνα λύσατο κείνην
Ζεὺς αὐτὸς Διόνυσον ἐϋρραφέος μηροῖο·
τῷ καὶ γεινομένῳ κηώδεα γείνατο πέζαν.
μῆλα δὲ καὶ τῆμος λασίοις ἐβαρύνετο μαλλοῖς
ἐν νομῷ, αὐτόματοι δὲ κατέρρεον ὕδασι λίμναι·
ὄρνιθες δʼ ἑτέρωθεν ἀοικήτων ἀπὸ νήσων
ἦλθον φύλλα φέροντες ἀκηρασίων κιναμώμων.
αὐτὰρ ὁ νεβρῖδας μὲν ἐπωμαδίας ἐτάνυσσε,
κισσῷ δʼ ἱμερόεντι καλὰς ἔστεψεν ἐθείρας
ἀκροχάλιξ οἴνῳ, πλεκτοὺς δʼ ἀνεδήσατο θύρσους,
μειδιόων, καὶ πολλὸν ἐπʼ ἀνδράσιν ὄλβον ἔχευεν.
τοὔνεκεν εἰσέτι νῦν λιβάνῳ κομόωσιν ἄρουραι,
οὔρεα δὲ χρυσῷ, ποταμοὶ δʼ ἑτέρωθι θυηλαῖς·
αὐτοὶ δʼ ἐνναέται μάλα πίονα δῆμον ἔχουσι,
χρυσείοις πέπλοισιν ἀγαλλόμενοι μαλακοῖσιν·
ἀλλʼ ἤτοι πρῶτον μὲν ὑπὲρ κλιτὺν Λιβάνοιο
ἀφνειοὶ ναίουσιν ἐπωνυμίην Ναβαταῖοι·
ἄγχι δὲ Χαλβάσιοί τε καὶ Ἀγρέες, οἷς ἔπι γαῖα
Χατραμὶς ἐνναίει κατεναντία Περσίδος αἴης.
αὐτὰρ Ἐρυθραίης πλευρὸν ναίουσι θαλάσσης
Μινναῖοί τε Σάβαι τε καὶ ἀγχίγυοι Κλεταβηνοί.
τόσσα μὲν Ἀραβίην περιώσια φῦλα νέμονται,
ἄλλα δέ τοι καὶ πλεῖστα· περιπρὸ γάρ ἐστι μεγίστη.
τῆς δὲ πρὸς ἀντολίην ὀρέων ἄπο παιπαλοέντων
λυπρὸν ὀρεσκῴων παραφαίνεται οὖδας Ἐρέμβων,
οἳ βίον ἐν πέτρῃσι κατωρυχέεσσιν ἔθεντο,
γυμνοὶ καὶ κτεάνων ἐπιδευέες· ἀμφὶ δʼ ἄρα σφιν
ἴδεϊ θαλπομένοισι μελαίνεται αὐαλέος χρώς·
αὕτως, οἷά τε θῆρες, ἀλώμενοι ἄλγεʼ ἔχουσιν,
οὐχ ὡς ἁβροβίων Ἀράβων γένος· οὐ γὰρ ἐν ὄλβῳ
ἴσην μοῖραν ἅπασιν ἐπʼ ἀνδράσι θήκατο δαίμων.
αὐτὰρ ὑπὲρ Λιβάνοιο πρὸς αὐγὰς ἠελίοιο
τῆς ἑτέρης Συρίης δολιχὴ μηκύνεται αἶα,
ἑλκομένη καὶ μέχρις ἁλικλύστοιο Σινώπης·
τῆς δʼ ἤτοι μέσσης μὲν ἐπʼ ἠπείροιο βαθείης
Καππαδόκαι ναίουσι, δαήμονες ἱπποσυνάων,
Ἀσσύριοι δʼ ἁλὸς ἄγχι παρὰ στόμα Θερμώδοντος.
τῆς δὲ πρὸς ἀντιπέραιαν ὑπαὶ ῥιπὴν ζεφύροιο
φαίνετʼ ἀπειρεσίου ποταμοῦ ῥόος Εὐφρήταο,
ὃς δʼ ἤτοι πρῶτον μὲν ἀπʼ οὔρεος Ἀρμενίοιο
μακρὸς ἐπὶ νότον εἶσι, πάλιν δʼ, ἀγκῶνας ἑλίξας,
ἄντην ἠελίοιο μέσην Βαβυλῶνα περήσας,
Περσίδος εἰς ἁλὸς οἶδμα θοὴν ἀπερεύγεται ἄχνην,
ὑστατίῃς προχοῇσι Τερηδόνος ἐγγὺς ὁδεύων.
τὸν δὲ μετʼ εἰς αὐγὰς ποταμῶν ὤκιστος ἁπάντων
Τίγρις ἐϋρρείτης φέρεται ῥόον ἶσον ἐλαύνων,
τόσσον ἄνευθεν ἐών, ὅσον ἕβδομον ἦμαρ ὁδεύσας
ἴφθιμος καὶ κραιπνὸς ἀνὴρ ἀνύσειεν ὁδίτης.
ἔστι δέ τις κατὰ μέσσα περίτροχος ὕδασι λίμνη,
οὔνομα Θωνῖτις, ἧς ἕλκεται ἐς μυχὰ Τίγρις,
δύνων πολλὸς ἔνερθε· πάλιν δʼ ἐξαῦτις ἀνασχών,
ὀξύτερον προΐησι κάτω ῥόον· οὐκ ἂν ἐκείνου
ἐν πᾶσιν ποταμοῖσι θοώτερον ἄλλον ἴδοιο.
ὅσση δʼ Εὐφρήτεω καὶ Τίγριος ἔνδοθι γαῖα,
τήνδε περικτίονες Μέσσην ποταμῶν ἐνέπουσιν.
οὐ μέντοι κείνης γε νομοὺς ὠνόσσατο βούτης,
οὐδʼ ὅστις, σύριγγι κερώνυχα Πᾶνα γεραίρων,
μήλοις ἀγραύλοισιν ἐφέσπεται· οὐδὲ μὲν ὕλην
παντοίην φυτοεργὸς ἀνὴρ ἀθερίσσατο καρπῶν,
τοίη ἐπεὶ κείνης ἄροσις πέλει, ἐν μὲν ἀέξειν
ποίην, ἐν δὲ νομοὺς εὐανθέας, ἐν δὲ καὶ ἀνδρῶν
φύτλην καλλίστην τε καὶ ἀθανάτοισιν ὁμοίην.
τῆς μὲν πρὸς βορέην λιπαρὴν χθόνα ναιετάουσιν
ἀνέρες Ἀρμένιοί τε καὶ ἀγχέμαχοι Ματιηνοί,
οὔρεσι κεκλιμένοι, ποταμοῦ πρόπαρ Εὐφρήταο,
πίονες ἀφνειοί τε καὶ Ἄρεος εὖ δεδαῶτες.
πρὸς δὲ νότον Βαβυλὼν ἱερὴ πόλις, ἥν ῥά τε πᾶσαν
τείχεσιν ἀρραγέεσσι Σεμίραμις ἐστεφάνωσεν·
αὐτὰρ ἐπʼ ἀκροπόληϊ μέγαν δόμον εἴσατο Βήλῳ,
χρυσῷ τʼ ἠδʼ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα.
καὶ τῆς τοι πεδίον περιώσιον, ἔνθα τε πολλοὶ
ἀκρόκομοι φοίνικες ἐπηρεφέες πεφύασιν.
ναὶ μὴν καὶ χρυσοῖο φέρει χαριέστερον ἄλλο,
ὑγρῆς βηρύλλου γλαυκὴν λίθον, ἣ περὶ χῶρον
φύεται ἐν προβολῇς ὀφιήτιδος ἔνδοθι πέτρης.
αὐτὰρ ὑπὲρ Βαβυλῶνος ἐπὶ πνοιὴν βορέαο
Κισσοὶ Μεσσαβάται τε Χαλωνῖταί τε νέμονται·
ἀλλʼ ὁπότʼ Ἀρμενίων ὀρέων προπάροιθεν ὁδεύσῃς
εἰς αὐγάς, τότʼ ἔπειτα τὰ Μηδικὰ τέμπεα δήεις.
τῶν πρὸς μὲν βορέην ἐριθηλέα γαῖαν ἔχουσι
Γηλοί τε Μάρδοι τε καὶ ἀνέρες Ἀτροπατηνοί.
πρὸς δὲ νότον ναίουσιν ἀγαυῶν ἔθνεα Μήδων,
κείνης τοι γενεῆς ἐρικυδέος ἐκγεγαῶτες
Αἰήταο θυγατρός, ἀμύμονος ἡρωΐνης.
εὖτε γὰρ Ἀκταίοιο παρὰ ῥόον Ἰλισσοῖο
φάρμακʼ ἐμήσατο λυγρὰ γόνῳ Πανδιονίδαο,
αἰδοῖ μὲν χῶρον κεῖνον λίπεν, ἐς δὲ βαθεῖαν,
πλαζομένη κατὰ φῶτας, ὁμώνυμον ἵκετο γαῖαν,
οὐ μὲν ἑκὰς Κόλχων· Κόλχων γε μὲν αἶαν ἱκέσθαι
οὔ οἱ ἔην· μῆνιν γὰρ ἑοῦ δειδίσσετο πατρός.
τοὔνεκεν εἰσέτι νῦν πολυφάρμακοι ἄνδρες ἔασι
χώρην ναιετάοντες ἀπείριτον, οἱ μὲν ἐπʼ αὐτὰς
πέτρας, αἳ φύουσιν ἀφεγγέα ναρκισσίτην,
οἱ δὲ καὶ ἐν λασίῃσι νενασμένοι εἰαμενῇσι,
πώεα καλὰ νέμοντες, ἄδην βεβριθότα μαλλοῖς,
τόσσον ἐπʼ ἀντολίην τετραμμένοι, ἄχρι πυλάων
Κασπιάδων, αἵτʼ εἰσὶ βαθυνομένας ὑπὸ πέτρας,
κληῗδες γαίης Ἀσιήτιδος, ἧχι κέλευθος
ἐκτέτατʼ ἐς βορέην τε καὶ ἐς νότον ἐρχομένοισιν,
ἡ μὲν ἐς Ὑρκανίους, ἡ δʼ οὔρεα Περσίδος αἴης.
ἀλλʼ ἤτοι πυλέων μὲν ὑπαὶ πόδα Κασπιάων
Πάρθοι ναιετάουσιν ἀρήϊοι, ἀγκυλότοξοι,
παντοίου πολέμοιο δαήμονες· οὐ γὰρ ἀρότρῳ
αὔλακʼ ἐπιθύνουσι, διασχίζοντες ἀρούρας,
οὐδὲ μὲν ἐν νήεσσιν ἅλα τμήγουσιν ἐρετμοῖς,
οὐδὲ νομοῖς φέρβουσι βοῶν γένος· ἐκ δὲ γενέθλης
νηπίαχοι τόξοισι καὶ ἱπποσύνῃσι μέλονται,
αἰεὶ δʼ ἠχήεσσαν ἀνὰ χθόνα δοῦπος ἀκόντων
ἢ βελέων, πάντη δέ τʼ ἀελλοπόδων δρόμος ἵππων
θυνόντων· οὐ γάρ σφι θέμις δόρποιο πάσασθαι,
πρὶν πολέμου μόχθοισι κάρην ἱδρῶτι παλύνειν·
φέρβονται δʼ ἄγρῃσι δορικτήτου βιότοιο·
ἀλλʼ ἔμπης κατὰ δῆριν ἀμαιμακέτους περ ἐόντας
Αὐσονίου βασιλῆος ἐπεπρήϋνεν ἀκωκή.
εἰ δέ σε καὶ Πέρσας ἰδέειν γλυκὺς ἵμερος αἱρεῖ,
εὐφραδέως ἄν σοι καὶ τῶν γένος αὐδήσαιμι,
καὶ πόρον ἀενάων ποταμῶν ὀρέων τε κελεύθους.
μοῦνοι γάρ τʼ Ἀσίης βασιλεύτατον ἔθνος ἔχουσι,
μοῦνοι δʼ ἄσπετον ὄλβον ἐνὶ μεγάροισιν ἔθεντο,
ὁππότε Μῃονίην καὶ Σάρδιας ἐξαλάπαξαν.
χρύσεά τοι κείνων μὲν ἐπὶ χροῒ τεύχεα φωτῶν,
χρύσεα δʼ ἱππείοισιν ἐπὶ στομάτεσσι χαλινά,
χρυσῷ δʼ ἀμφὶ πόδεσσιν ἐκοσμήσαντο πέδιλα·
τόσσος γάρ σφισιν ὄλβος ἀπείριτος· ἀλλά τοι εἴη
Περσὶς ὅλη μεγάλοισι περίδρομος οὔρεσι γαῖα,
Κασπιάδων πυλέων νοτιώτερον οἶμον ἔχουσα,
ἑλκομένη καὶ μέχρις ὁμωνύμου ἀμφιτρίτης.
τριχθὰ δέ μιν ναίουσι διασταδόν, οἱ μὲν ὑπʼ ἄρκτους
τοξοφόρων σκιεροῖσι παρήμενοι οὔρεσι Μήδων,
οἱ δὲ μεσήπειροι, οἱ δʼ ἐς νότον ἄχρι θαλάσσης·
πρῶτα Σάβαι, μετὰ τοὺς δὲ Πασαργάδαι, ἄγχι δὲ Τασκοὶ
ἄλλοι θʼ, οἳ ναίουσι διάνδιχα Περσίδα γαῖαν.
καὶ τὴν μὲν πολέες ποταμοὶ περιπιαίνουσι,
τῇ καὶ τῇ σκολιῇσιν ἑλισσόμενοι προχοῇσι.
χωρὶς μὲν Κόρος ἐστὶ μέγας, χωρὶς δὲ Χοάσπης,
ἕλκων Ἰνδὸν ὕδωρ, παρά τε ῥείων χθόνα Σούσων.
τοῦ δʼ ἂν ἐπὶ πλευρῇσιν ἴδοις εὐωπὸν ἀχάτην,
κείμενον οἷα κύλινδρον ἐπὶ χθονός, ὅν ῥʼ ἀπὸ πέτρης
χειμερίου ποταμοῖο κάτω σύρουσι χαράδραι.
αἰεὶ δʼ αὖ λιαροῖο γεγηθότες ἐξ ἀνέμοιο
καρποὶ τηλεθάουσιν ἐπήτριμοι ἀλλήλοισιν.
φράζεο δʼ εἰς αὐγὰς λεπτὸν πόρον Ἀσίδος αἴης·
ἐγγύθι γάρ τοι πέζα τελείεται ἠπείροιο.
ἤτοι μὲν παρὰ χεῦμα τὸ Περσικὸν Ὠκεανοῖο
Καρμανοὶ ναίουσιν ὑπʼ ἠελίῳ ἀνιόντι,
Περσίδος οὐκ ἀπάνευθε διάνδιχα γαῖαν ἔχοντες,
οἱ μὲν ὑπειράλιοι, τοὶ δʼ ἔνδοθεν ἠπειρῶται.
τῶν δὲ πρὸς ἀντολίην Γεδρωσῶν ἕλκεται γαῖα,
γείτων Ὠκεανοῦ μεγακήτεος, οἷσι πρὸς αὐγὰς
Ἰνδὸν πὰρ ποταμὸν νότιοι Σκύθαι ἐνναίουσιν,
ὅς ῥά τʼ Ἐρυθραίης κατεναντίον εἶσι θαλάσσης,
λαβρότατος ῥόον ὠκὺν ἐπὶ νότον ὀρθὸν ἐλαύνων,
ἀρξάμενος τὰ πρῶτʼ ἀπὸ Καυκάσου ἠνεμόεντος.
δισσὰ δέ οἱ στόματʼ ἐστί· μέσην δʼ ἐπιδέδρομε νῆσον,
νῆσον, τὴν καλέουσιν ἐπιχθόνιοι Παταλήνην.
κεῖνός τοι πολέων ἀποτέμνεται ἔθνεα φωτῶν·
ἤτοι μὲν δύνοντος ἐπὶ κλίσιν ἠελίοιο
Ὠρείτας τʼ Ἄριβάς τε λινοχλαίνους τʼ Ἀραχώτας,
Σατραΐδας θʼ, ὅσσους τε παρὰ πτυχὶ Παρπανισοῖο
ξυνῇ ὁμῶς μάλα πάντας ἐπωνυμίην Ἀριηνούς,
οὐ χθόνα ναιετάοντας ἐπήρατον, ἀλλʼ ὑπὸ λεπτῇ
ψάμμῳ πεπληθυῖαν ἰδὲ ῥώπεσσι δασεῖαν·
ἀλλʼ ἔμπης ζωοῖσιν ἐπαρκέες εἰσὶ κέλευθοι·
ἄλλον γάρ σφισιν ὄλβον ἀκήρατον αἶα κομίζει·
πάντη γὰρ λίθος ἐστὶν ἐρυθροῦ κουραλίοιο,
πάντη δʼ αὖ πέτρῃσιν ὕπο φλέβες ὠδίνουσι
χρυσείης κυανῆς τε καλὴν πλάκα σαπφείροιο,
τῆς ἀποτεμνόμενοι βιοτήσιον ὦνον ἔχουσιν.
πρὸς δʼ αὐγὰς Ἰνδῶν ἐρατὴ παραπέπταται αἶα,
πασάων πυμάτη, παρὰ χείλεσιν Ὠκεανοῖο,
ἥν ῥά τʼ ἀνερχόμενος μακάρων ἐπὶ ἔργα καὶ ἀνδρῶν
ἠέλιος πρώτῃσιν ἐπιφλέγει ἀκτίνεσσιν.
τῷ γαίης ναέται μὲν ὑπὸ χρόα κυανέουσι,
θεσπέσιον λιπόωντες, ἐειδομένας δʼ ὑακίνθῳ
πιοτάτας φορέουσιν ὑπὸ κροτάφοισιν ἐθείρας,
τῶν δʼ οἱ μὲν χρυσοῖο μεταλλεύουσι γενέθλην,
ψάμμον ἐϋγνάμπτῃσι λαχαίνοντες μακέλῃσιν·
οἱ δʼ ἱστοὺς ὑφόωσι λινεργέας· οἱ δʼ ἐλεφάντων
ἀργυφέους πρισθέντας ἀποξύουσιν ὀδόντας·
ἄλλοι δʼ ἰχνεύουσιν ἐπὶ προμολῇσιν ἀναύρων
ἤ που βηρύλλου γλαυκὴν λίθον ἠδʼ ἀδάμαντα
μαρμαίροντʼ ἢ χλωρὰ διαυγάζουσαν ἴασπιν
ἢ καὶ γλαυκιόωντα λίθον καθαροῖο τοπάζου
καὶ γλυκερὴν ἀμέθυστον ὑπηρέμα πορφυρέουσαν·
παντοῖον γὰρ γαῖα μετʼ ἀνδράσιν ὄλβον ἀέξει,
ἀενάοις ποταμοῖσι κατάρρυτος ἔνθα καὶ ἔνθα.
ναὶ μὴν καὶ λειμῶνες ἀεὶ κομόωσι πετήλοις·
ἄλλοθι μὲν γὰρ κέγχρος ἀέξεται, ἄλλοθι δʼ αὖτε
ὗλαι τηλεθόωσιν Ἐρυθραίου καλάμοιο.
φράζεο δʼ ὥς τοι σχῆμα καὶ ὡς ποταμοὺς ἐνέποιμι
οὔρεά τʼ ἠνεμόεντα καὶ αὐτῆς ἔθνεα γαίης.
ἤτοι μὲν πισύρεσσιν ἐπὶ πλευρῇσιν ἄρηρε
πάσῃσιν λοξῇσιν, ἀλιγκίη εἴδεϊ ῥόμβου·
ἀλλά τοι ἑσπερίοις μὲν ὁμούριος ὕδασιν Ἰνδὸς
γαῖαν ἀποτμήγει, νότιον δʼ ἁλὸς οἴδματʼ Ἐρυθρῆς,
Γάγγης δʼ εἰς αὐγάς, ὁ δὲ Καύκασος ἐς δύσιν ἄρκτων.
καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφὶς
κεκριμένοι, ποταμοῦ μὲν ἀπειρεσίου πέλας Ἰνδοῦ
Δαρδανέες, τόθι λοξὸν ἀπὸ σκοπέλων Ἀκεσίνην
συρόμενον δέχεται πλωτὸς νήεσσιν Ὑδάσπης.
τοῖς δʼ ἐπὶ καὶ Κώφης τρίτος ἕσπεται ἀργυροδίνης·
τῶν δὲ μέσοι ναίουσι Σάβαι καὶ Τοξίλοι ἄνδρες,
Σκόδροι θʼ ἑξείης· ἐπὶ δʼ ἕσπεται ἄσπετα φῦλα
Πευκαλέων· μετὰ τοὺς δὲ Διωνύσου θεράποντες
Γαργαρίδαι ναίουσιν, ὅθι χρυσοῖο γενέθλην
δαιδαλέην Ὕπανίς τε φέρει θεῖός τε Μάγαρσος,
λαβρότατοι ποταμῶν· ἀπὸ δʼ οὔρεος Ἠμωδοῖο
ὀρνύμενοι προρέουσιν ἐπὶ Γαγγήτιδα χώρην,
πρὸς νότον ἑλκομένην παρὰ τέρματα Κωλίδος αἴης.
ἡ δʼ ἤτοι προνένευκεν ἐπʼ Ὠκεανὸν βαθυδίνην,
ἠλίβατος, ταχινοῖσι δυσέμβατος οἰωνοῖσιν·
τοὔνεκά μιν καὶ φῶτες ἐπικλείουσιν Ἄορνιν.
ἔστι δέ τις θηητὸς ἐϋρρείτην παρὰ Γάγγην
χῶρος τιμήεις τε καὶ ἱερός, ὅν ποτε Βάκχος
θυμαίνων ἐπάτησεν, ὅτʼ ἠλλάσσοντο μὲν ἁβραὶ
Ληνάων νεβρῖδες ἐς ἀσπίδας, ἐς δὲ σίδηρον
θύρσοι μαιμώοντο καὶ ἐς σπείρημα δρακόντων
ζωστῆρές θʼ ἕλικές τε πολυγνάμπτης ἑλίνοιο,
ἦμος ὅτʼ ἀφραδίῃσι θεοῦ ἀτίτησαν ἑορτήν.
τοὔνεκα Νυσαίην μὲν ἐφημίξαντο κέλευθον,
κόσμῳ δʼ ἐστήσαντο σὺν υἱάσιν ὄργια πάντα.
αὐτὸς δʼ ὁππότε φῦλα κελαινῶν ὤλεσεν Ἰνδῶν,
Ἠμωδῶν ὀρέων ἐπεβήσατο, τῶν ὑπὸ πέζαν
ἕλκεται ἠῴοιο μέγας ῥόος Ὠκεανοῖο.
ἔνθα δύο στήλας ἐρύσας περὶ τέρματα γαίης,
καγχαλόων μέγα χεῦμα κατήλυθεν Ἰσμηνοῖο.
τόσσοι μὲν κατὰ γαῖαν ὑπέρτατοι ἄνδρες ἔασιν·
ἄλλοι δʼ ἔνθα καὶ ἔνθα κατʼ ἠπείρους ἀλόωνται
μυρίοι, οὓς οὐκ ἄν τις ἀριφραδέως ἀγορεύσαι
θνητὸς ἐών· μοῦνοι δὲ θεοὶ ῥέα πάντα δύνανται.
αὐτοὶ γὰρ καὶ πρῶτα θεμείλια τορνώσαντο
καὶ βαθὺν οἶμον ἔδειξαν ἀμετρήτοιο θαλάσσης·
αὐτοὶ δʼ ἔμπεδα πάντα βίῳ διετεκμήραντο,
ἄστρα διακρίναντες, ἐκληρώσαντο δʼ ἑκάστῳ
μοῖραν ἔχειν πόντοιο καὶ ἠπείροιο βαθείης.
τῷ ῥα καὶ ἀλλοίην ῥυσμοῦ φύσιν ἔλλαχʼ ἑκάστη·
ἡ μὲν γὰρ λευκή τε καὶ ἀργινόεσσα τέτυκται,
ἡ δὲ κελαινοτέρη, ἡ δʼ ἀμφοτέρων ὑπὸ μορφῇ·
ἄλλη δʼ Ἀσσυρίης ἐναλιγκίη ἄνθεσι μίλτου,
ἄλλαι δʼ ἀλλοῖαι· τὼς γὰρ μέγας ἐφράσατο Ζεύς.
οὕτως ἀνθρώποις ἑτεροίϊα πάντα τέτυκται.
ὑμεῖς δʼ ἤπειροί τε καὶ εἰν ἁλὶ χαίρετε νῆσοι
ὕδατά τʼ Ὠκεανοῖο καὶ ἱερὰ χεύματα πόντου
καὶ ποταμοὶ κρῆναί τε καὶ οὔρεα βησσήεντα.
ἤδη γὰρ πάσης μὲν ἐπέδραμον οἶδμα θαλάσσης,
ἤδη δʼ ἠπείρων σκολιὸν πόρον· ἀλλά μοι ὕμνων
αὐτῶν ἐκ μακάρων ἀντάξιος εἴη ἀμοιβή.