eul_wid: kza-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Epigrams on Poets Before the Alexandrian Age by Lobon of Argos

Lobon of Argos’s Epigrams on Poets Before the Alexandrian Age is a lost collection of six commemorative verses dedicated to poets active prior to the Hellenistic period. Known only through secondary references, the work is not extant and no direct quotations survive. The epigrams functioned as concise biographical and critical sketches, memorializing early poetic figures and offering a systematic assessment of their place in literary history. This project reflects a Hellenistic or later scholarly impulse to categorize and evaluate the Greek poetic tradition, using the epigram form for a purpose that blends homage with historical taxonomy. While Lobon himself remains an obscure figure, the work represents a notable attempt to construct a verse chronicle of literary ancestry and achievement.

ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει
ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.
υἱὲ Μέλητος Ὅμηρε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ
καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀίδιον,
καὶ τάσδʼ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας
δισσὰς ἡμιθέων γραψάμενος σελίδας.
ὑμνεῖ δʼ ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον,
ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον.
θεῖος Ὅμηρος ὅδʼ ἐστίν, ὃς Ἑλλάδα τὴν μεγαλαυχῆ
πᾶσαν ἐκόσμησεν καλλιεπεῖ σοφίῃ,
ἔξοχα δʼ Ἀργείους, οἳ τὴν θεοτειχέα Τροίην
ἤρειψαν ποινὴν ἠυκόμου Ἑλένης.
οὗ χάριν ἔστησεν δῆμος μεγαλόπτολις αὐτὸν
ἐνθάδε καὶ τιμαῖς ἀμφέπει ἀθανάτων.
ἐνθάδε θεῖος Ὅμηρος, ὃς Ἑλλάδα πᾶσαν ἄεισε,
Θήβης ἐκγεγαὼς τῆς ἑκατονταπύλου.
Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος
ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει
Ἡσιόδου, τοῦ πλεῖστον ἐν Ἑλλάδι κῦδος ὀρεῖται
ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.
χαῖρε δὶς ἡβήσας καὶ δὶς τάφου ἀντιβολήσας,
Ἡσίοδʼ, ἀνθρώποις μέτρον ἔχων σοφίης.
Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς
Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω.
εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων
καὶ πόντος ποταμῶν μείζονʼ ἔχει δύναμιν.
φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν Ἐπίχαρμον.
ὃν πατρὶς ἐστεφάνωσʼ ἅδε Συρακοσίων.
Δωρίδος ἐκ Μούσης κεκορυθμένον ἀνέρα Βάκχῳ
καὶ Σατύροις Σικελὸν τῇδʼ Ἐπίχαρμον ἔχω.
ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο νίκας
καὶ τρίποδας, θνῄσκεις δʼ ἐν Σικελῷ πεδίῳ,
Κείῳ δὲ μνήμην λείπεις, Ἕλλησι δʼ ἔπαινον
εὐξυνέτου ψυχῆς σῆς ἐπιγεινομένοις.
ἦ μάλα Πρωτομάχη τε καὶ Εὔμητις λιγύφωνοι
ἔκλαυσαν πινυταὶ Πινδάριαι θύγατρες,
Ἀργόθεν ἦμος ἵκοντο κομίζουσʼ ἐνδόθι κρωσσοῦ
λείψανʼ ἀπὸ ξεινῆς ἀθρόα πυρκαϊῆς.
ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς
Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.
Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει
μνῆμα καταφθίμενον πυροφόροιο Γέλας·
ἀλκὴν δʼ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι
καὶ βαθυχαιτήεις Μῆδος ἐπιστάμενος.
—————————————
αἰετοῦ ἐξ ὀνύχων βρέγμα τυπεὶς ἔθανεν.
ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν,
οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.
βωμοὺς τούσθε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος,
ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς.
μνῆμα μὲν Ἑλλὰς ἅπασʼ Εὐριπίδου, ὀστέα δʼ ἴσχει
γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου,
πατρὶς δʼ Ἑλλάδος Ἑλλὰς Ἀθῆναι, πλεῖστα δὲ Μούσαις
τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.