eul_wid: hps-al
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Girl with Her Hair Cut Short by Menander of Athens

The Girl with Her Hair Cut Short is a comedy by the Athenian playwright Menander, composed in verse around 314–310 BCE. A work of New Comedy, it centres on domestic and romantic intrigue. The plot follows a young woman, Philoumene, whose hair is cut short, presumably as a disguise. This act triggers a series of mistaken identities involving a young man named Moschion, who becomes enamored with her. The narrative employs conventional devices of the genre, including a cunning slave, tokens of recognition, and a climactic revelation that establishes the heroine's citizen birth, thereby permitting a lawful marriage.

The play survives only in fragmentary form, reconstructed from 564 pieces of text. These fragments derive chiefly from papyrus discoveries, with the most substantial portions preserved in a document known as the Papyrus Didotiana, which contains large sections of the final acts. Scholars view the comedy as a product of early Hellenistic Athens, mirroring contemporary preoccupations with social status, citizenship, and the capricious role of fortune in human life. It was likely staged for an audience navigating the societal uncertainties in the wake of Alexander the Great's death.

Although not one of Menander's most celebrated works in antiquity, its recovery from papyri has proven invaluable for illuminating the typical structure and denouement of New Comedy. The play's orchestration of disguise, discovery, and romantic resolution exerted a clear influence on subsequent Roman comedy and, through it, on the wider European comic tradition.

ΠΕΡΙΚΕΙΡΟΜΕΝΗ
Ἄγνοια ... προθυμηθεῖσα θῆλυ, τὸ δʼ ἕτερον
γυναικὶ δοῦναι πλουσίαι τὴν οἰκίαν
ταύτην κατοικούσηι, δεομένηι παιδίου.
γέγονε δὲ ταῦτʼ. ἐγγενομένων δʼ ἐτῶν τινων
καὶ τοῦ πολέμου καὶ τῶν Κορινθιακῶν κακῶν
αὐξανομένων ἡ γραῦς ἀπορουμένη σφόδρα,
τεθραμμένης τῆς παιδός, ἣν νῦν εἴδετε
ὑμεῖς, ἐραστοῦ γενομένου τε τοῦ σφοδροῦ
τούτου νεανίσκου γένει Κορινθίου
ὄντος, δίδωσι τὴν κόρην ὡς θυγατέρα
αὑτῆς ἔχειν· ἤδη δʼ ἀπειρηκυῖα καὶ
προορωμένη τοῦ ζῆν καταστροφήν τινα
αὑτῆι παροῦσαν οὐκ ἔκρυψε τὴν τύχην,
λέγει δὲ πρὸς τὴν μείραχʼ ὡς ἀνείλετο
αὐτήν, ἐν οἷς τε σπαργάνοις δίδωσʼ ἅμα,
τὸν ἀγνοούμενόν τʼ ἀδελφὸν τῆι φύσει
φράζει, προνοουμένη τι τῶν ἀνθρωπίνων,
εἴ ποτε δεηθείη βοηθείας τινός,
ὁρῶσα τοῦτον ὄντʼ ἀναγκαῖον μόνον
αὐτῆι, φυλακήν τε λαμβάνουσα μή ποτε
διʼ ἐμέ τι τὴν Ἄγνοιαν αὐτοῖς συμπέσηι
ἀκούσιον, πλουτοῦντα καὶ μεθύοντʼ ἀεὶ
ὁρῶσʼ ἐκεῖνον, εὐπρεπῆ δὲ καὶ νέαν
ταύτην, βέβαιον δʼ οὐθὲν ὧι κατελείπετο.
αὕτη μὲν οὖν ἀπέθανεν, ὁ δὲ τὴν οἰκίαν
ἐπρίατο ταύτην ὁ στρατιώτης οὐ πάλαι·
ἐν γειτόνων δʼ οἰκοῦσα τἀδελφοῦ τὸ μὲν
πρᾶγμʼ οὐ μεμήνυκʼ οὐδʼ ἐκεῖνον βούλεται
εἶναι δοκοῦντα λαμπρὸν εἰς μεταλλαγὴν
ἀγαγεῖν, ὄνασθαι δʼ ὧν δέδωκεν ἡ τύχη.
ἀπὸ ταὐτομάτου δʼ ὀφθεῖσʼ ὑπʼ αὐτοῦ θρασυτέρου
ὥσπερ προείρηκʼ ὄντος ἐπιμελῶς τʼ ἀεὶ
φοιτῶντος ἐπὶ τὴν οἰκίαν, ἔτυχʼ ἑσπέρας
πέμπουσά ποι θεράπαιναν, ὡς δʼ ἐπὶ ταῖς θύραις
αὐτὴν γενομένην εἶδεν, εὐθὺ προσδραμὼν
ἐφίλει, περιέβαλλʼ, ἡ δὲ τῶι προειδέναι
ἀδελφὸν ὄντʼ οὐκ ἔφυγε· προσιὼν δʼ ἅτερος
ὁρᾶι. τὰ λοιπὰ δʼ αὐτὸς εἴρηχʼ, ὃν τρόπον
ὁ μὲν ὤιχετʼ, εἰπὼν ὅτι κατὰ σχολὴν ἰδεῖν
αὐτήν τι βούλεθʼ, ἡ δʼ ἐδάκρυʼ ἑστῶσα καὶ
ὠδύρεθʼ ὅτι ταῦτʼ οὐκ ἐλευθέρως ποεῖν
ἔξεστιν αὐτῆι. πάντα δʼ ἐξεκάετο
ταῦθʼ ἕνεκα τοῦ μέλλοντος, εἰς ὀργήν θʼ ἵνα
οὗτος ἀφίκητʼ—ἐγὼ γὰρ ἦγον οὐ φύσει
τοιοῦτον ὄντα τοῦτον, ἀρχὴν δʼ ἵνα λάβηι
μηνύσεως τὰ λοιπά—τούς θʼ αὑτῶν ποτε
εὕροιεν· ὥστʼ εἰ τοῦτʼ ἐδυσχέρανέ τις
ἀτιμίαν τʼ ἐνόμισε, μεταθέσθω πάλιν.
διὰ γὰρ θεοῦ καὶ τὸ κακὸν εἰς ἀγαθὸν ῥέπει
γινόμενον. ἔρρωσθʼ εὐμενεῖς τε γενόμενοι
ἡμῖν, θεαταί, καὶ τὰ λοιπὰ σώιζετε.
Σωσίας ὁ σοβαρὸς ἡμῖν ἀρτίως καὶ πολεμικός,
ὁ τὰς γυναῖκας οὐκ ἐῶν ἔχειν τρίχας,
κλάει κατακλινείς. κατέλιπον ποούμενον
ἄριστον αὐτοῖς ἄρτι, καὶ συνηγμένοι
εἰς ταὐτόν εἰσιν οἱ συνήθεις, τοῦ φέρειν
αὐτὸν τὸ πρᾶγμα ῥᾶιον. οὐκ ἔχων δʼ ὅπως
τἀνταῦθʼ ἀκούσηι γινόμενʼ ἐκπέπομφέ με
ἱμάτιον οἴσοντʼ ἐξεπίτηδες, οὐδὲ ἓν
δεόμενος ἄλλʼ ἢ περιπατεῖν με βούλεται.
Δωρίς ἐγὼ προελθοῦσʼ ὄψομαι, κεκτημένη.
Σωσίας ἡ Δωρίς. οἵα γέγονεν, ὡς δʼ ἐρρωμένη.
ζῶσιν τρόπον τινʼ, ὡς ἐμοὶ καταφαίνεται,
αὗται. πορεύσομαι δέ. Δωρίς κόψω τὴν θύραν·
οὐδεὶς γὰρ αὐτῶν ἐστιν ἔξω. δυστυχής,
ἥτις στρατιώτην ἔλαβεν ἄνδρα. παράνομοι
ἅπαντες, οὐδὲν πιστόν. ὦ κεκτημένη,
ὡς ἄδικα πάσχεις. παῖδες. εὐφρανθήσεται
κλάουσαν αὐτὴν πυθόμενος νῦν· τοῦτο γὰρ
ἐβούλετʼ αὐτός. παιδίον, κέλευέ μοι
…
Δᾶος παῖδες· μεθύοντα μειράκια προσέρχεται
πάμπολλʼ. ἐπαινῶ διαφόρως κεκτημένην·
εἴσω πρὸς ἡμᾶς εἰσάγει τὴν μείρακα.
τοῦτʼ ἔστι μήτηρ. ὁ τρόφιμος ζητητέος·
ἥκειν γὰρ αὐτὸν τὴν ταχίστην ἐνθάδε
εὔκαιρον εἶναι φαίνεθʼ, ὡς ἐμοὶ δοκεῖ. ΧΟΡΟΥ
Μοσχίων Δᾶε, πολλάκις μὲν ἤδη πρός μʼ ἀπήγγελκας λόγους
οὐκ ἀληθεῖς, ἀλλʼ ἀλαζὼν καὶ θεοῖσιν ἐχθρὸς εἶ.
εἰ δὲ καὶ νυνὶ πλανᾶις με— Δᾶος κρέμασον εὐθύς, εἰ πλανῶ.
Μοσχίων ἥμερον λέγεις τι. Δᾶος χρῆσαι πολεμίου τοίνυν
ἂν δʼ ἀληθὲς ἦι καταλάβηις τʼ ἔνδον αὐτὴν ἐνθάδε,
ὁ δεδιωικηκὼς ἐγώ σοι ταῦτα πάντα, Μοσχίων,
καὶ πεπεικὼς τὴν μὲν ἐλθεῖν δεῦρʼ ἀναλώσας λόγους
μυρίους, τὴν σὴν δὲ μητέρʼ ὑποδέχεσθαι καὶ ποεῖν
πάνθʼ ἅ σοι δοκεῖ, τίς ἔσομαι; Μοσχίων τίς βίος μάλισθʼ, ὅρα,
Δᾶε, τῶν πάντων ἀρέσκει; τοῦτʼ ἐπιβλέψας λέγε.
Δᾶος ἆρα τὸ μυλωθρεῖν κράτιστον; Μοσχίων εἰς μυλῶνα
οὑτοσὶ φερόμενος ἡμῖν. Δᾶος μηδαμῶς τέχνην λέγε.
Μοσχίων βούλομαι δὲ προστάτην σε πραγμάτων Ἑλληνικῶν
καὶ διοικητὴν στρατοπέδων— Δᾶος … ελε
οἵ μʼ ἀποσφάττουσιν εὐθύς, ἂν τύχηι, κλέψαντά τι.
Μοσχίων ἀλλὰ … ἐκδότης εκδ … ο … σ … ε … ι … ει λαβο
ἑπτὰ … τάλαντα. Δᾶος παντοπωλεῖν βούλομαι,
Μοσχίων, ἢ τυροπωλεῖν ἐν ἀγορᾶι καθήμενος.
ὀμνύω … καθεστάναι.
κατʼ ἐμὲ ταῦτʼ, ἐμοί τʼ ἀρέσκει μᾶλλον. Μοσχίων αν
… δεκ … ι … ηγενοιθʼ ὃ μελιτόπωλις εὐ
γραῦς. Δᾶος τὸ γαστρίζεσθʼ ἀρέσκει, γεγονέναι δέ γʼ ἄξιος
φήμʼ ἐφʼ οἷς εἴρηκα τούτοις. Μοσχίων μα
ἦσθας· ἀλλὰ τυροπώλει καὶ ταλ … ι
Δᾶος ταῦτα μὲν δή, φασίν, εὔχθω· δ
οἰκίαν ἄνοιγε τρόφιμε. Μοσχίων δεῖ μ
ἐμὲ δὲ παραμυθεῖσθʼ ἐκείνην νῦν προσήκει καὶ γελᾶν
ἐπὶ θεοῖς ἐχθρῶι πτεροφόραι χιλιάρχωι. Δᾶος καὶ μάλα.
Μοσχίων εἰσιὼν δέ μοι σύ, Δᾶε, τῶν ὅλων κατάσκοπος
πραγμάτων γενοῦ, τί ποιεῖ, ποῦ ʼστιν ἡ μήτηρ, ἐμὲ
εἰς τὸ προσδοκᾶν ἔχουσι πῶς· τὸ τοιουτὶ μέρος
οὐκ ἀκριβῶς δεῖ φράσαι σοι· κομψὸς εἶ. Δᾶος πορεύσομαι.
Μοσχίων περιπατῶν δὲ προσμενῶ σε, Δᾶε, πρόσθε τῶν θυρῶν.
ἀλλʼ ἔδειξεν μέν τι τοιοῦθʼ ὡς προσῆλθον ἑσπέρας·
προσδραμόντʼ οὐκ ἔφυγεν, ἀλλὰ περιβαλοῦσʼ ἐπέσπασε
οὐκ ἀηδὴς ὡς ἔοικεν εἴμʼ ἰδεῖν οὐδʼ ἐντυχεῖν,
οἴομαι, μὰ τὴν Ἀθηνᾶν, ἀλλʼ ἑταίραις
τὴν δʼ Ἀδράστειαν μάλιστα νῦν ἀρ … προσκυνῶ.
Δᾶος Μοσχίων, ἡ μὲν λέλουται καὶ κάθηται. Μοσχίων φιλτάτη.
Δᾶος ἡ δὲ μήτηρ σου διοικεῖ περιπατοῦσʼ οὐκ οἶδʼ ὅ τι.
εὐτρεπὲς δʼ ἄριστόν ἐστιν, ἐκ δὲ τῶν ποουμένων
περιμένειν δοκοῦσί μοι σε. Μοσχίων καὶ πάλαι … οὐκ
εἴμʼ ἀηδής. εἶπας αὐταῖς συμπαρόντα μʼ ἐνθάδε;
Δᾶος μὰ Δία. Μοσχίων νῦν τοίνυν λέγʼ ἐλθών. Δᾶος ὡς ὁρᾶις, ἀναστρέφω.
Μοσχίων ἡ μὲν αἰσχυνεῖτʼ ἐπειδὰν εἰσίωμεν δηλαδὴ
παρακαλύψεταί τʼ, ἔθος γὰρ τοῦτο· τὴν δὲ μητέρα
εἰσιόντʼ εὐθὺς φιλῆσαι δεῖ μʼ, ἀνακτήσασθʼ ὅλως,
εἰς τὸ κολακεύειν τραπέσθαι, ζῆν τε πρὸς ταύτην ἁπλῶς·
ὡς γὰρ οἰκείως κέχρηται τῶι παρόντι πράγματι.
ἀλλὰ τὴν θύραν ψοφεῖ τις ἐξιών. τί τοῦτο, παῖ;
ὡς ὀκνηρῶς μοι προσέρχει, Δᾶε. Δᾶος ναὶ μὰ τὸν Δία,
πάνυ γὰρ ἀτόπως. ὡς γὰρ ἐλθὼν εἶπα πρὸς τὴν μητέρα
ὅτι πάρει, «μηδὲν ἔτι τούτων», φησί, «πῶς δʼ ἀκήκοεν;
ἢ σὺ λελάληκας πρὸς αὐτόν, ὅτι φοβηθεῖσʼ ἐνθάδε
καταπέφευγʼ αὕτη πρὸς ἡμᾶς; πάνυ γε. μὴ ὥρας σύ γε»,
φήσʼ, «ἵκοιʼ, ἀλλʼ … ν βάδιζε, παιδίον,
ἐκποδών … αλλ … πάντʼ ἀνήρπαστʼ ἐκ μέσου.
οὐ σφόδρʼ ἤκουσεν παρόντα σʼ ἡδέως. Μοσχίων μαστιγία,
κατακέχρησαί μοι. Δᾶος γελοῖον· ἡ μὲν οὖν μήτηρ— Μοσχίων τί φήις;
… κουσαν αὐτήν, ἢ τί πρᾶγμʼ; οὐχ ἕνεκʼ ἐμοῦ;
… ς πέπεικας ἐλθεῖν πρός μʼ; Δᾶος ἐγὼ δʼ εἴρηκά σοι
ὅτι πέπεικʼ ἐλθεῖν ἐκείνην; μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
… ψεῦδος, τρόφιμέ μου, σοῦ καταψεύδεσθ
Μοσχίων … οὐ τὴν μητέρʼ αὐτὸς ταῦτα συμπεπεικέναι
ἀρτίως ἔφησθα, ταύτην ἐνθάδʼ ὑποδέξασθʼ ἐμοῦ
ἕνεκα; Δᾶος τοῦθʼ, ὁρᾶις, ἔφην. ναί, μνημονεύω. Μοσχίων καὶ δοκεῖν
ἕνεκʼ ἐμοῦ σοι τοῦτο πράττειν; Δᾶος οὐκ ἔχω τουτὶ φράσαι,
ἀλλʼ ἔγωγʼ ἔπειθον. Μοσχίων εἶἑν· δεῦρο δὴ βάδιζε. Δᾶος ποῖ;
μὴ μακράν. Μοσχίων εἴσει— Δᾶος τὸ δεῖνα, Μοσχίων· ἐγὼ τότε—
μικρὸν ἔτι μεῖνον. Μοσχίων φλυαρεῖς πρός με. Δᾶος μὰ τὸν Ἀσκληπιόν,
οὐκ ἔγωγʼ, ἐὰν ἀκούσηις. τυχὸν ἴσως οὐ βούλεται,
μανθάνεις, ἐξ ἐπιδρομῆς ταῦθʼ, ὡς ἔτυχεν, ἀλλʼ ἀξιοῖ
πρὶν τάδʼ εἰδέναι σʼ, ἀκοῦσαι τὰ παρὰ σοῦ γε, νὴ Δία.
οὐ γὰρ ὡς αὐλητρὶς οὐδʼ ὡς πορνίδιον τρισάθλιον
ἦλθε. Μοσχίων νῦν δοκεῖς λέγειν μοι Δᾶέ τι πάλιν. Δᾶος δοκίμασον·
οἶσθας οἷόν ἐστιν, οἶμαι. καταλέλοιπεν οἰκίαν,
οὐ φλυαρῶ, τόν τʼ ἐραστήν· εἰ σὺ τρεῖς ἢ τέτταρας
ἡμέρας βούλει, προσέξει σοί τις· ἀνεκοινοῦτό μοι
τοῦτʼ· ἀκοῦσαι γάρ σε δεῖ νῦν. Μοσχίων ποῦ σε δήσας καταλίπω,
Δᾶε; περιπατεῖν ποεῖς με περίπατον πολύν τινα.
ἀρτίως μὲν οὐκ ἀληθές, νῦν δὲ λελάληκας πάλιν.
Δᾶος οὐκ ἐᾶις φρονεῖν μʼ ἀθορύβως· μεταβαλοῦ τρόπον τινὰ
κοσμίως τʼ εἴσω πάρελθε. Μοσχίων σὺ δʼ ἀποδράσει; Δᾶος καὶ μάλα·
ἐφόδιʼ οὐχ ὁρᾶις μʼ ἔχοντα
Μοσχίων εἰσιών μοι κἄν τι τούτων συνδιορθώσαις. Δᾶος ἑκών.
Μοσχίων ὁμολογῶ νικᾶν σε. Δᾶος μικροῦ γʼ, Ἡράκλεις, καὶ νῦν δέει
αὖός εἰμʼ· οὐκ ἔστι γὰρ ταῦθʼ, ὡς τότʼ ὤιμην, εὐκρινῆ.
Σωσίας πάλιν πέπομφε τὴν χλαμύδα φέροντά με
καὶ τὴν σπάθην, ἵνʼ ἴδω τί ποιεῖ καὶ λέγω
ἐλθών. ἀκαρές δέω δὲ φάσκειν καταλαβεῖν
τὸν μοιχὸν ἔνδον, ἵνʼ ἀναπηδήσας τρέχηι—
εἰ μή γε παντάπασιν αὐτὸν ἠλέουν.
κακοδαίμονʼ οὕτω δεσπότην οὐδʼ ἐνύπνιον
ἰδὼν γὰρ οἶδʼ. ὢ τῆς πικρᾶς ἐπιδημίας.
Δᾶος ὁ ξένος ἀφῖκται. χαλεπὰ ταῦτα παντελῶς
τὰ πράγματʼ ἐστί, νὴ τὸν Ἀπόλλω, ταῦτά γε.
καὶ τὸ κεφάλαιον οὐδέπω λογίζομαι,
τὸν δεσπότην, ἂν ἐξ ἀγροῦ θᾶττον πάλιν
ἔλθηι, ταραχὴν οἵαν ποήσει παραφανείς.
Σωσίας ὑμεῖς δʼ ἀφήκαθʼ, ἱερόσυλα θηρία,
ἀφήκατʼ ἔξω τῆς θύρας. Δᾶος ἀναστρέφει
ἅνθρωπος ὀργιζόμενος· ὑπαποστήσομαι.
Σωσίας ἣ δʼ οἴχεθʼ ὡς τὸν γείτονʼ εὐθὺς δηλαδὴ
τὸν μοιχόν, οἰμώζειν φράσας ἡμῖν μακρὰ
καὶ μεγάλα. Δᾶος μάντιν ὁ στρατιώτης περιάγει
τοῦτον· ἐπιτυγχάνει τι. Σωσίας κόψω τὴν θύραν.
Δᾶος ἄνθρωπε κακόδαιμον, τί βούλει; ποῖ φέρει;
Σωσίας ἐντεῦθεν εἶ; Δᾶος τυχόν. ἀλλὰ τί πολυπραγμονεῖς;
Σωσίας ἀπονενόησθε, πρὸς θεῶν; ἐλευθέραν
ἔχειν γυναῖκα πρὸς βίαν τοῦ κυρίου
τολμᾶτε κατακλείσαντες; Δᾶος ὡς πονηρὸς εἶ
καὶ συκοφάντης, ὃς
Σωσίας πότερα νομίζετʼ οὐκ ἔχειν ἡμᾶς χολὴν
οὐδʼ ἄνδρας εἶναι; Δᾶος ναὶ μὰ Δία, τετρωβόλους.
ὅταν δὲ τετραδράχμους τοιούτους λαμβάνηι,
ἦ ῥαιδίως μαχούμεθʼ ὑμῖν. Σωσίας Ἡράκλεις,
πράγματος ἀσελγοῦς. ὁμολογεῖτε δʼ, εἰπέ μοι,
ἔχειν; Δᾶος ἄπελθʼ, ἄνθρωπε. Σωσίας Ἱλαρίων—οἴχεται,
ὡς οὗτος ἔσται μάρτυς. ὁμολογεῖτʼ ἔχειν;
Δᾶος ου … τεν Σωσίας ὄψομαί τινας
ὑμῶν στένοντας. πρὸς τίνʼ οἴεσθʼ, εἰπέ μοι,
παίζειν; τίς ὁ λῆρος; κατὰ κράτος τὸ δυστυχὲς
οἰκίδιον τοῦτʼ αὐτίκʼ ἐξαιρήσομεν.
ὅπλιζε τὸν μοιχόν. Δᾶος πονηρόν, ἄθλιε·
ὥσπερ παρʼ ἡμῖν οὖσαν ἐπιμένεις πάλαι.
Σωσίας οἱ παῖδες οἱ τὰ πελτίʼ οὗτοι πρὶν πτύσαι
διαρπάσονται πάντα, κἂν τετρωβόλους
καλῆις. Δᾶος ἔπαιζον· σκατοφάγος γὰρ εἶ. Σωσίας πόλιν
οἰκοῦντες— Δᾶος ἀλλʼ οὐκ ἔχομεν. Σωσίας αἰβοῖ, λήψομαι
σάρισαν. Δᾶος ἄπαγʼ ἐς κόρακας· ὡς εἴσειμʼ ἐγὼ
ἕως ἔοικας ἀ … τωι. Δωρίς Σωσία.
Σωσίας σὺ μὲν εἰ πρόσει μοι, Δωρί, μέγα τί σοι κακὸν
δώσω· σὺ τούτων γέγονας αἰτιωτάτη.
Δωρίς οὕτως ὄναιο, λέγʼ ὅτι πρὸς γυναῖκά ποι
δείσασα καταπέφευγε. Σωσίας πρὸς γυναῖκά ποι
δείσασα; Δωρίς καὶ γὰρ οἴχεθʼ ὡς τὴν Μυρρίνην,
τὴν γείτονʼ, οὕτω μοι γένοιθʼ ἃ βούλομαι.
Σωσίας ὁρᾶις ἵνʼ οἴχεθʼ; οὗ τὸ μέλημʼ ἐστʼ, ἐνθάδε.
Δωρίς οὐδὲν ποεῖ νῦν ὧν σὺ βούλει, Σωσία.
Σωσίας ἄπαγε σεαυτήν, ἄπαγʼ … ψευδῆλ … ΧΟΡΟΥ
Σωσίας ἐκεῖθεν ἥκει χρήματʼ εἰληφώς, ἐμοὶ
πίστευε· προδίδωσίν σε καὶ τὸ στρατόπεδον.
Πάταικος κάθευδʼ ἀπελθών, ὦ μακάριε, τὰς μάχας
ταύτας ἐάσας· οὐχ ὑγιαίνεις. σοὶ λαλῶ,
ἧττον μεθύεις γάρ. Πολέμων ἧττον; ὃς πέπωκʼ ἴσως
κοτύλην, προειδὼς πάντα ταῦθʼ ὁ δυστυχὴς
τηρῶν τʼ ἐμαυτὸν εἰς τὸ μέλλον. Πάταικος εὖ λέγεις.
πείσθητί μοι. Πολέμων τί δʼ ἐστὶν ὃ κελεύεις ἐμοί;
Πάταικος ὀρθῶς μʼ ἐρωτᾶις. νῦν ἐγὼ δὴ τἆλλʼ ἐρῶ.
Σωσίας Ἁβρότονον, ἐπισήμηνον. Πάταικος εἴσω τουτονὶ
πρῶτον ἀπόπεμψον τούς τε παῖδας οὓς ἄγει.
Σωσίας κακῶς διοικεῖς. τὸν πόλεμον διαλύσεται,
ἐξὸν λαβεῖν κατὰ κράτος. Πολέμων οὑτοσί με γὰρ—
Σωσίας Πάταικος; ἐξόλλυσιν. —οὐκ ἔσθʼ ἡγεμών.
Πάταικος πρὸς τῶν θεῶν, ἄνθρωπʼ, ἄπελθε. Σωσίας ἀπέρχομαι. —
ὤιμην σὲ ποιήσειν τι· καὶ γάρ, Ἁβρότονον,
ἔχεις τι πρὸς πολιορκίαν σὺ χρήσιμον
δύνασαί τʼ ἀναβαίνειν, περικαθῆσθαι. ποῖ στρέφει,
λαικάστριʼ; ἠισχύνθης; μέλει τούτων τί σοι;
Πάταικος εἰ μέν τι τοιοῦτʼ ἦν, Πολέμων, οἷόν φατε
ὑμεῖς τὸ γεγονός, καὶ γαμετὴν γυναῖκά σου—
Πολέμων οἷον λέγεις, Πάταικε. Πάταικος διαφέρει δέ τι.
Πολέμων ἐγὼ γαμετὴν νενόμικα ταύτην. Πάταικος μὴ βόα.
τίς δʼ ἔσθʼ ὁ δούς; Πολέμων ἐμοὶ τίς; αὐτή. Πάταικος πάνυ καλῶς.
ἤρεσκες αὐτῆι τυχὸν ἴσως, νῦν δʼ οὐκέτι·
ἀπελήλυθεν δʼ οὐ κατὰ τρόπον σου χρωμένου
αὐτῆι. Πολέμων τί φήις; οὐ κατὰ τρόπον; τουτί με τῶν
πάντων λελύπηκας μάλιστʼ εἰπών. Πάταικος ἐρᾶις·
τοῦτʼ οἶδʼ ἀκριβῶς· ὥσθʼ ὃ μὲν νυνὶ ποεῖς
ἀπόπληκτόν ἐστιν. ποῖ φέρει γάρ; ἢ τίνα
ἄξων; ἑαυτῆς ἐστʼ ἐκείνη κυρία.
λοιπὸν τὸ πείθειν τῶι κακῶς διακειμένωι
ἐρῶντί τʼ ἐστίν. Πολέμων ὁ δὲ διεφθαρκὼς ἐμοῦ
ἀπόντος αὐτὴν οὐκ ἀδικεῖ με; Πάταικος ὥστʼ ἐγκαλεῖν
ἀδικεῖ σʼ ἐκεῖνος, ἄν ποτʼ ἔλθηις εἰς λόγους.
εἰ δʼ ἐκβιάσει, δίκην ὀφλήσεις· οὐκ ἔχει
τιμωρίαν γὰρ τἀδίκημʼ, ἔγκλημα δέ.
Πολέμων οὐδʼ ἆρα νῦν; Πάταικος οὐδʼ ἆρα νῦν. Πολέμων οὐκ οἶδʼ ὅ τι
λέγω, μὰ τὴν Δήμητρα, πλὴν ἀπάγξομαι.
Γλυκέρα με καταλέλοιπε, καταλέλοιπέ με
Γλυκέρα, Πάταικʼ. ἀλλʼ εἴπερ οὕτω σοι δοκεῖ
πράττειν—συνήθης ἦσθα γὰρ καὶ πολλάκις
λελάληκας αὐτῆι πρότερον—ἐλθὼν διαλέγου,
πρέσβευσον, ἱκετεύω σε. Πάταικος τοῦτό μοι δοκεῖ,
ὁρᾶις, ποεῖν. Πολέμων δύνασαι δὲ δήπουθεν λέγειν,
Πάταικε. Πάταικος μετρίως. Πολέμων ἀλλὰ μήν, Πάταικε, δεῖ.
αὕτη ʼστιν ἡ σωτηρία τοῦ πράγματος.
ἐγὼ γὰρ εἴ τι πώποτʼ ἠδίκηχʼ ὅλως—
εἰ μὴ διατελῶ πάντα φιλοτιμούμενος—
τὸν κόσμον αὐτῆς εἰ θεωρήσαις— Πάταικος καλῶς
ἔχει. Πολέμων θεώρησον, Πάταικε, πρὸς θεῶν·
μᾶλλόν μʼ ἐλεήσεις. Πάταικος ὦ Πόσειδον. Πολέμων δεῦρʼ ἴθι.
ἐνδύμαθʼ οἷʼ· οἵα δὲ φαίνεθʼ ἡνικʼ ἂν
λάβηι τι τούτων· οὐ γὰρ ἑοράκεις ἴσως.
Πάταικος ἔγωγε. Πολέμων καὶ γὰρ τὸ μέγεθος δήπουθεν ἦν
ἄξιον ἰδεῖν. ἀλλὰ τί φέρω νῦν εἰς μέσον
τὸ μέγεθος, ἐμβρόντητος, ὑπὲρ ἄλλων λαλῶν;
Πάταικος μὰ τὸν Δία. Πολέμων οὐ γάρ; ἀλλὰ δεῖ Πάταικέ σε
ἰδεῖν. βάδιζε δεῦρο. Πάταικος πάραγʼ· εἰσέρχομαι.
Μοσχίων οὐκ εἰσφθερεῖσθε θᾶττον ὑμεῖς ἐκποδών;
λόγχας ἔχοντες ἐκπεπηδήκασί μοι.
οὐκ ἂν δύναιντο δʼ ἐξελεῖν νεοττιὰν
χελιδόνων· οἷοι γάρ εἰσʼ οἱ βάσκανοι.
ἀλλὰ ξένους, φήσʼ, εἶχον· εἰσὶ δʼ οἱ ξένοι
οἱ περιβόητοι Σωσίας εἷς οὑτοσί.
πολλῶν γεγονότων ἀθλίων κατὰ τὸν χρόνον
τὸν νῦν—φορὰ γὰρ γέγονε τούτου νῦν καλὴ
ἐν ἅπασι τοῖς Ἕλλησι διʼ ὅ τι δή ποτε—
οὐδένα νομίζω τῶν τοσούτων ἄθλιον
ἄνθρωπον οὕτως ὡς ἐμαυτὸν ζῆν ἐγώ.
ὡς γὰρ τάχιστʼ εἰσῆλθον, οὐδὲν ὧν ἀεὶ
εἴωθʼ ἐποίουν οὐδὲ πρὸς τὴν μητέρα
εἰσῆλθον, οὐ τῶν ἔνδον ἐκάλεσʼ οὐδένα
πρὸς ἐμαυτόν. εἰς οἶκόν τινʼ ἐλθὼν ἐκποδὼν
ἐνταῦθα κατεκείμην συνεστηκὼς πάνυ,
τὸν Δᾶον εἰσπέμπω δὲ δηλώσονθʼ ὅτι
ἥκω, τοσοῦτον αὐτό, πρὸς τὴν μητέρα.
οὗτος μὲν οὖν μικρόν τι φροντίσας ἐμοῦ
ἄριστον αὐτοῖς καταλαβὼν προκείμενον
ἐγέμιζεν αὑτόν· ἐν δὲ τούτωι τῶι χρόνωι
κατακείμενος πρὸς ἐμαυτὸν ἔλεγον· «αὐτίκα
πρόσεισιν ἡ μήτηρ ἀπαγγελοῦσά μοι
παρὰ τῆς ἐρωμένης ἐφʼ οἷς ἄν φησί μοι
εἰς ταὐτὸν ἐλθεῖν.» αὐτὸς ἐμελέτων λόγον … ΧΟΡΟΥ
Γλυκέρα … τὴν μητέρʼ αὐτοῦ, φίλτατε,
… καταφυγοῦσʼ ἐδυνάμην; οὐ σκοπεῖς;
ἵνα με λάβηι γυναῖκα; κατʼ ἐμὲ γὰρ πάνυ
γέγονʼ οὗτος. ἀλλʼ οὐ τοῦθʼ, ἑταίραν δʼ ἵνα μʼ ἔχηι;
εἶτʼ οὐ λαθεῖν τούτους ἂν ἔσπευδον, τάλαν,
αὐτός τʼ ἐκεῖνος; ἀλλʼ ἰταμῶς εἰς ταὐτό με
τῶι πατρὶ κατέστησʼ, εἱλόμην δʼ οὕτως ἐγὼ
ἀφρόνως ἔχειν ἔχθραν τε πράττειν
ὑμῖν θʼ ὑπόνοιαν καταλιπεῖν
ἣν ἐξαλείψετʼ οὐκέτʼ; οὐδʼ αἰσχύνομαι,
Πάταικε; καὶ σὺ ταῦτα συμπεπεισμένος
ἦλθες, τοιαύτην θʼ ὑπέλαβές με γεγονέναι;
Πάταικος μὴ δὴ γένοιτʼ, ὦ Ζεῦ πολυτίμηθʼ· ἃ δὲ λέγεις
δείξαις ἀληθῶς ὄντʼ· ἐγὼ
Γλυκέρα ἀλλʼ ἄπιθι μηδὲν ἧττον. εἰς ἑτέραν τινὰ
ὑβριζέτω τὸ λοιπόν. Πάταικος οὐχ
γέγονε τὸ δεινόν. Γλυκέρα ἀνόσιον
ο … τάλαν, θεράπαιναν
…
Γλυκέρα ἐγ … λαμβαν
τοὐμοῦ πατρὸς καὶ μητρός, εἰ
ἀεὶ παρʼ ἐμαυτῆι ταῦτα καὶ τηρεῖν. Πάταικος τί οὖν
βούλει; Γλυκέρα κομίσασθαι ταῦτα. Πάταικος ἀπέγνωκας σὺ γὰρ
κομιδῆι τὸν ἄνθρωπον; τί βούλει; Γλυκέρα φίλτατε,
διὰ σοῦ γενέσθω τοῦτό μοι. Πάταικος πραχθήσεται
τοῦτο τὸ γελοῖον. ἀλλʼ ὑπὲρ πάντων ἐχρῆν
ὁρᾶν σε. Γλυκέρα ἐγὦιδα τἄμʼ ἄριστα. Πάταικος οὕτως ἔχεις;
τίς τῶν θεραπαινῶν οἶδε ταῦθʼ ὅπου ʼστί σοι;
Γλυκέρα ἡ Δωρὶς οἶδε. Πάταικος καλεσάτω τὴν Δωρίδα
ἔξω τις. ἀλλʼ ὅμως, Γλυκέρα, πρὸς τῶν θεῶν
… εστʼ, ἐφʼ οἷς λόγοις νυνὶ λέγω
… Δωρίς ὦ κεκτημένη.
Γλυκέρα τί ἐστίν; Δωρίς οἷον τὸ κακόν. Γλυκέρα ἐξένεγκέ μοι
τὴν κιστίδʼ ἔξω, Δωρί, τὴν τὰ ποικίλα
ἔχουσαν· οἶσθα νὴ Δίʼ· ἣν δέδωκά σοι
τηρεῖν· τί κλάεις, ἀθλία; Πάταικος πέπονθά τι,
νὴ τὸν Δία τὸν Σωτῆρα, … πάνυ
… πρᾶγμʼ οὐδέν. ηκ
…
ὃν καὶ τότʼ εἶδον. οὐ παρʼ αὐτὸν οὑτοσὶ
τράγος τις ἢ βοῦς ἢ τοιουτὶ θηρίον
ἕστηκεν;
Γλυκέρα ἔλαφος, φίλτατʼ, ἐστίν, οὐ τράγος.
Πάταικος κέρατʼ ἔχει, τοῦτʼ οἶδα. καὶ τουτὶ τρίτον
πετεινὸς ἵππος. τῆς γυναικὸς τῆς ἐμῆς
ποικίλματʼ ἐστὶ ταῦτα καὶ μάλʼ ἀθλίας.
Μοσχίων οὐ τῶν ἀδυνάτων ἐστί, τουτί μοι δοκεῖ
σκοποῦντι, τὴν ἐμὴν τεκοῦσαν μητέρα
ἅμʼ ἐμοὶ προέσθαι θυγατέρʼ αὐτῆι γενομένην·
εἰ δὲ γεγένηται τοῦτʼ, ἀδελφὴ δʼ ἔστʼ ἐμὴ
αὕτη, κάκιστʼ ἔφθαρμʼ ὁ δυστυχὴς ἐγώ.
Πάταικος ὦ Ζεῦ, τίνʼ ἤδη τἀπίλοιπα τῶν ἐμῶν;
Γλυκέρα πέραινʼ ὃ βούλει τοῦτο πυνθάνου τʼ ἐμοῦ.
Πάταικος πόθεν λαβοῦσα ταῦτα κέκτησαι φράσον.
Γλυκέρα ἐν τοῖσδʼ ἀνηιρέθην ποτʼ οὖσα παιδίον.
Μοσχίων ἐπάναγε σαυτὸν μικρόν· ὡς ῥοθ
ἥκω τύχης εἰς καιρὸν οἰκείας ἐγώ.
Πάταικος μόνη δʼ ἔκεισο; τοῦτο γὰρ σήμαινέ μοι.
Γλυκέρα οὐ δῆτʼ, ἀδελφὸν δʼ ἐξέθηκε κἀμέ τις.
Μοσχίων τουτὶ μὲν ἕν μοι τῶν ἐμοὶ ζητουμένων.
Πάταικος πῶς οὖν ἐχωρίσθητʼ ἀπʼ ἀλλήλων δίχα;
Γλυκέρα ἔχοιμʼ ἂν εἰπεῖν πάντʼ ἀκηκουῖά σοι·
τἀμὰ δέ μʼ ἐρώτα, ῥητὰ γὰρ ταῦτʼ ἐστί μοι·
ἐκεῖνα δʼ αὐτῆι μὴ φράσειν ὀμώμοκα.
Μοσχίων καὶ τοῦτό μοι σύσσημον εἴρηκεν σαφές·
ὀμώμοκεν τῆι μητρί. ποῦ πότʼ εἰμι γῆς;
Πάταικος ὁ δὴ λαβών σε καὶ τρέφων τίς ἦν ποτε;
Γλυκέρα γυνή μʼ ἔθρεψεν, ἣ τότʼ εἶδε κειμένην.
Πάταικος τοῦ δὴ τόπου τί μνημόνευμά σοι λέγει;
Γλυκέρα κρήνην τινʼ εἶπε καὶ τόπον γʼ ὑπόσκιον.
Πάταικος τὸν αὐτὸν ὅνπερ χὠ τιθεὶς εἴρηκέ μοι.
Γλυκέρα τίς δʼ οὗτός ἐστιν; εἰ θέμις κἀμοὶ φράσον.
Πάταικος ὁ μὲν τιθεὶς παῖς, ὁ δὲ τρέφειν ὀκνῶν ἐγώ.
Γλυκέρα σὺ δʼ ἐξέθηκας ὢν πατήρ; τίνος χάριν;
Πάταικος πόλλʼ ἐστὶν ἔργʼ ἄπιστα, παιδίον, τύχης.
ἡ μὲν τεκοῦσʼ ὑμᾶς γὰρ ἐκλείπει βίον
εὐθύς, μιᾶι δʼ ἔμπροσθεν ἡμέραι, τέκνον—
Γλυκέρα τί γίνεται πόθʼ; ὡς τρέμω τάλαινʼ ἐγώ.
Πάταικος πένης ἐγενόμην βίον ἔχειν εἰθισμένος.
Γλυκέρα ἐν ἡμέραι; πῶς; ὦ θεοί, δεινοῦ πότμου.
Πάταικος ἤκουσα τὴν ναῦν, ἣ παρεῖχʼ ἡμῖν τροφήν,
ἄγριον καλύψαι πέλαγος Αἰγαίας ἁλός.
Γλυκέρα τάλαινʼ ἔγωγε τῆς τύχης. Πάταικος ἐφόλκια
ἡγησάμην δὴ πτωχὸν ὄντα παιδία
τρέφειν ἀβούλου παντελῶς ἀνδρὸς τρόπον.
… ατων πάντων τέκν
? τὸ ποῖον; Γλυκέρα μηνυθήσεται.
ἦν καὶ δέραια καὶ βραχύς τις διάλιθος
κόσμος προσὼν γνώρισμα τοῖς ἐκκειμένοις.
Πάταικος ἐκεῖνον ἀναθεώμεθα. Γλυκέρα ἀλλʼ οὐκ ἔστʼ ἔτι.
? τί … δηλαδή.
Μοσχίων ἀλλʼ ἐστὶν οὗτος, ὡς ἔοιχʼ, οὑμὸς πατήρ.
Πάταικος ἔχοις ἂν εἰπεῖν; Γλυκέρα πορφυρᾶ ζώνη τις ἦν.
Πάταικος ἦν γάρ. Γλυκέρα χορός τε παρθένων ἐνταῦθά τις.
Μοσχίων οὔκουν συνῆκας; Γλυκέρα διαφανές τε χλανίδιον
χρυσῆ τε μίτρα. πάντα καθʼ ἓν εἴρηκά σοι.
Πάταικος οὐκέτι καθέξω. φιλτάτη, χαῖρε. Μοσχίων εἰ δʼ ἐγὼ
… ι τι προσέχεσθεμ
πάρειμι τοῦτον πά … α … ἐγώ.
Γλυκέρα ὦ θεοί, τίς ἐστιν οὗτος; Μοσχίων ὅστις εἴμʼ; … ΧΟΡΟΥ
Πολέμων ἵνʼ ἐμαυτὸν ἀποπνίξαιμι. Δωρίς μὴ δὴ
Πολέμων ἀλλὰ τί ποήσω, Δωρί; πῶς βιώσομαι
ὁ τρισκακοδαίμων χωρὶς ὢν
Δωρίς ἄπεισιν ὡς σέ. Πολέμων πρὸς θεῶν οι
Δωρίς ἐὰν προθυμηθῆις ἀκάκως
Πολέμων οὐκ ἐνλίποιμʼ ἂν οὐθέν. εὖ τοῦτʼ
ὑπέρευ λέγεις. βάδιζʼ· ἐγώ σʼ ἐλευθέραν
αὔριον ἀφήσω, Δωρί. ἀλλʼ ὃ δεῖ λέγειν
ἄκουσον. εἰσελήλυθʼ. οἴμοι
ὡς κατὰ κράτος μʼ εἴληφας. ἐφιλ
ἀδελφόν, οὐχὶ μοιχόν· ὁ δʼ ἀλάστωρ ἐγὼ
καὶ ζηλότυπος ἄνθρωπος α
εὐθὺς ἐπαρώινουν. τοιγαροῦν
καλῶς ποῶν. τί ἐστι, Δωρὶ φιλτάτη;
Δωρίς ἀγαθά· πορεύσεθʼ ὡς σέ. Πολέμων κατεγέλα δʼ ἐμοῦ;
Δωρίς μὰ τὴν Ἀφροδίτην, ἀλλʼ ἐνεδύετο στολήν·
ὁ πατὴρ ἐπεξηταζʼ. ἐχρῆν σε νῦν ταχύ
εὐαγγέλια τῶν γεγονότων ποθ
θύειν ἐκείνης εὐτυχηκυίας
Πολέμων νὴ τὸν Δίʼ, ὀρθῶς γὰρ λέγεις. ὁ δʼ
μάγειρος ἔνδον ἐστί· τὴν ὗν θυέτω.
Δωρίς κανοῦν δὲ ποῦ καὶ τἆλλʼ ἃ δεῖ; Πολέμων κανοῦν
ὕστερον ἐνάρξετʼ, ἀλλὰ ταύτην σφαττέτω·
μᾶλλον δὲ κἀγώ. στέφανον ἀπὸ βωμοῦ
ἀφελὼν ἐπιθέσθαι βούλομαι. Δωρίς πιθανώτερος
πολλῶι φανεῖ γοῦν. Πολέμων ἄγετε … ξ
Δωρίς καὶ μὴν ἔμελλεν ἐξιέναι δ
Πολέμων αὐτός· τί γὰρ πάθηι τις; Δωρίς ὦ τάλαν
ἔ … ν κακὸν τοσοῦτον ἦν θύραν ψοφεῖν.
εἴσειμι καὐτὴ συμποήσουσʼ
Πάταικος πάνυ σοῦ φιλῶ τὸ «νῦν διαλλαχθήσομαι»·
ὅτʼ εὐτύχηκας, τότε δέχεσθαι τὴν δίκην
τεκμήριον τοῦτʼ ἐστὶν Ἕλληνος τρόπου.
ἀλλʼ ἐκκαλείτω τις δραμὼν αὐτὸν ταχύ.
Πολέμων ἐξέρχομʼ· ἀλλʼ ἔθυον ὑπὲρ εὐπραξίας
Γλυκέραν ἀνευρηκυῖαν οὓς
πυθόμενος. Πάταικος ὀρθῶς γὰρ λέγεις α
μέλλω λέγειν ἄκουε· ταύτην γνησίων
παίδων ἐπʼ ἀρότωι σοι δίδωμι. Πολέμων λαμβάνω—
Πάταικος καὶ προῖκα τρία τάλαντα. Πολέμων καὶ καλῶς ποεῖς.
Πάταικος τὸ λοιπὸν ἐπιλάθου στρατιώτης ὤν, ἵνα
προπετὲς ποήσηις μηδὲ ἓν
Πολέμων Ἄπολλον, ὃς καὶ νῦν ἀπόλωλα παρʼ ὀλίγον,
πάλιν τι πράξω προπετές; οὐδὲ μέμψομαι
Γλυκέραι. διαλλάγηθι, φιλτάτη, μόνον.
Πάταικος νῦν μὲν γὰρ ἡμῖν γέγονεν ἀρχὴ πραγμάτων
ἀγαθῶν τὸ σὸν πάροινον. Πολέμων ὀρθῶς γὰρ λέγεις.
Πάταικος διὰ τοῦτο συγγνώμης τετύχηκας
Πολέμων σύνθυε δή, Πάταικε. Πάταικος ἑτέρους ζητητέον
ἐστὶν γάμους μοι· τῶι γὰρ ὑῶι λαμβάνω
τὴν τοῦ Φιλίνου θυγατέρʼ· ὦ Γῆ
...