ΙΚΕΤΙΔΕΣ
Χορός Δαναϊδῶν Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως
στόλον ἡμέτερον νάιον ἀρθέντʼ
ἀπὸ προστομίων λεπτοψαμάθων
Νείλου. Δίαν δὲ λιποῦσαι
χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,
οὔτινʼ ἐφʼ αἵματι δημηλασίαν
ψήφῳ πόλεως γνωσθεῖσαι,
ἀλλʼ αὐτογενεῖ φυξανορίᾳ,
γάμον Αἰγύπτου παίδων ἀσεβῆ τʼ
ὀνοταζόμεναι διάνοιαν.
Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος
καὶ στασίαρχος τάδε πεσσονομῶν
κύδιστʼ ἀχέων ἐπέκρινεν
φεύγειν ἀνέδην διὰ κῦμʼ ἅλιον,
κέλσαι δʼ Ἄργους γαῖαν, ὅθεν δὴ
γένος ἡμέτερον τῆς οἰστροδόνου
βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας
Διὸς εὐχόμενον τετέλεσται.
τίνʼ ἂν οὖν χώραν εὔφρονα μᾶλλον
τῆσδʼ ἀφικοίμεθα
σὺν τοῖσδʼ ἱκετῶν ἐγχειριδίοις,
ἐριοστέπτοισι κλάδοισιν;
ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ,
ὕπατοί τε θεοί, καὶ βαρύτιμοι
χθόνιοι θήκας κατέχοντες,
καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ
ὁσίων ἀνδρῶν, δέξασθʼ ἱκέτην
τὸν θηλυγενῆ στόλον αἰδοίῳ
πνεύματι χώρας· ἀρσενοπληθῆ δʼ
ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,
πρὶν πόδα χέρσῳ τῇδʼ ἐν ἀσώδει
θεῖναι, ξὺν ὄχῳ ταχυήρει
πέμψατε πόντονδʼ· ἔνθα δὲ λαίλαπι
χειμωνοτύπῳ, βροντῇ στεροπῇ τʼ
ὀμβροφόροισίν τʼ ἀνέμοις ἀγρίας
ἁλὸς ἀντήσαντες ὄλοιντο,
πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,
σφετεριξάμενοι πατραδέλφειαν
τήνδʼ ἀκόντων ἐπιβῆναι.
νῦν δʼ ἐπικεκλομένα στρ. α.
Δῖον πόρτιν ὑπερ-
πόντιον τιμάορʼ ἶνίν τʼ
ἀνθονόμον τᾶς προγόνου
βοὸς ἐξ ἐπιπνοίας
Ζηνός· ἔφαψιν ἐπωνυμίᾳ
δʼ ἐπεκραίνετο μόρσιμος αἰὼν
εὐλόγως, Ἔπαφόν τʼ ἐγέννασεν·
ὅντʼ ἐπιλεξαμένα, ἀντ. α.
νῦν ἐν ποιονόμοις
ματρὸς ἀρχαίας τόποις τῶν
πρόσθε πόνων μνασαμένα
τά τε νῦν ἐπιδείξω
πιστὰ τεκμήρια γαιονόμοις,
τὰ δʼ ἄελπτά περ ὄντα φανεῖται.
γνώσεται δὲ λόγους τις ἐν μάκει.
εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων στρ. β.
ἔγγαιος οἶκτον ἀίων,
δοξάσει τινʼ ἀκούειν ὄπα τᾶς Τηρεΐας
Μήτιδος οἰκτρᾶς ἀλόχου,
κιρκηλάτου τʼ Ἀηδόνης,
ἅτʼ ἀπὸ χώρων ποταμῶν τʼ ἐργομένα ἀντ. β.
πενθεῖ μὲν οἶκτον ἠθέων,
ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως
ὤλετο πρὸς χειρὸς ἕθεν
δυσμάτορος κότου τυχών·
τὼς καὶ ἐγὼ φιλόδυρτος Ἰαονίοισι νόμοισι στρ. γ.
δάπτω τὰν ἁπαλὰν
εἱλοθερῆ παρειὰν
ἀπειρόδακρύν τε καρδίαν.
γοεδνὰ δʼ ἀνθεμίζομαι
δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς
Ἀερίας ἀπὸ γᾶς
εἴ τις ἐστὶ κηδεμών.
ἀλλά, θεοὶ γενέται, κλύετʼ εὖ τὸ δίκαιον ἰδόντες· ἀντ. γ.
ἥβᾳ μὴ τέλεον
δόντες ἔχειν παρʼ αἶσαν,
ὕβριν δʼ ἐτύμως στυγοῦντες,
πέλοιτʼ ἂν ἔνδικοι γάμοις.
ἔστι δὲ κἀκ πολέμου τειρομένοις
βωμὸς ἀρῆς φυγάσιν
ῥῦμα, δαιμόνων σέβας.
εἴθʼ εἴη Διὸς εὖ παναληθῶς στρ. δ.
Διὸς ἵμερος· οὐκ εὐθήρατος ἐτύχθη.
παντᾷ τοι φλεγέθει
κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ
μερόπεσσι λαοῖς.
πίπτει δʼ ἀσφαλὲς οὐδʼ ἐπὶ νώτῳ ἀντ. δ.
κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον.
δαυλοὶ γὰρ πραπίδων
δάσκιοί τε τείνουσιν πόροι
κατιδεῖν ἄφραστοι.
ἰάπτει δʼ ἐλπίδων στρ. ε.
ἀφʼ ὑψιπύργων πανώλεις
βροτούς, βίαν δʼ οὔτινʼ ἐξοπλίζει·
πᾶν ἄπονον δαιμονίων·
ἥμενος ὃν φρόνημά πως
αὐτόθεν ἐξέπραξεν ἔμ-
πας ἑδράνων ἀφʼ ἁγνῶν.
ἰδέσθω δʼ εἰς ὕβριν ἀντ. ε.
βρότειον, οἵα νεάζει,
πυθμὴν διʼ ἁμὸν γάμον τεθαλὼς
δυσπαραβούλοισι φρεσίν,
καὶ διάνοιαν μαινόλιν
κέντρον ἔχων ἄφυκτον, ἄ-
τᾳ δʼ ἀπάταν μεταγνούς.
τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω στρ. ζ.
λιγέα βαρέα δακρυοπετῆ,
ἰὴ ἰή,
ἰηλέμοισιν ἐμπρεπῆ·
ζῶσα γόοις με τιμῶ.
ἱλεῶμαι μὲν Ἀπίαν βοῦνιν, ἐφυμν. α.
καρβᾶνα δʼ αὐδὰν εὖ, γᾶ, κοννεῖς.
πολλάκι δʼ ἐμπίτνω λακίδι σὺν λινοσινεῖ
Σιδονίᾳ καλύπτρᾳ.
θεοῖς δʼ ἐναγέα τέλεα πελομένων καλῶς ἀντ. ζ.
ἐπίδρομʼ, ὁπόθι θάνατος ἀπῇ.
ἰὼ ἰώ,
ἰὼ δυσάγκριτοι πόνοι.
ποῖ τόδε κῦμʼ ἀπάξει;
ἱλεῶμαι μὲν Ἀπίαν βοῦνιν, ἐφυμν. α.
καρβᾶνα δʼ αὐδὰν εὖ, γᾶ, κοννεῖς.
πολλάκι δʼ ἐμπίτνω λακίδι σὺν λινοσινεῖ
Σιδονίᾳ καλύπτρᾳ.
πλάτα μὲν οὖν στρ. η.
λινορραφής τε δόμος ἅλα στέγων δορὸς
ἀχείματόν μʼ ἔπεμπε σὺν
πνοαῖς· οὐδὲ μέμφομαι·
τελευτὰς δʼ ἐν χρόνῳ
πατὴρ ὁ παντόπτας
πρευμενεῖς κτίσειεν.
σπέρμα σεμνᾶς μέγα ματρός, εὐνὰς ἐφυμν. β.
ἀνδρῶν, ἒ ἔ,
ἄγαμον ἀδάματον ἐκφυγεῖν.
θέλουσα δʼ αὖ ἀντ. η.
θέλουσαν ἁγνά μʼ ἐπιδέτω Διὸς κόρα,
ἔχουσα σέμνʼ ἐνώπιʼ ἀ-
σφαλέα, παντὶ δὲ σθένει
διωγμοῖσι δʼ ἀσφαλέας
ἀδμῆτος ἀδμήτα
ῥύσιος γενέσθω.
σπέρμα σεμνᾶς μέγα ματρός, εὐνὰς ἐφυμν. β.
ἀνδρῶν, ἒ ἔ,
ἄγαμον ἀδάματον ἐκφυγεῖν.
εἰ δὲ μή, μελανθὲς στρ. θ.
ἡλιόκτυπον γένος
τὸν γάιον,
τὸν πολυξενώτατον,
Ζῆνα τῶν κεκμηκότων
ἱξόμεσθα σὺν κλάδοις
ἀρτάναις θανοῦσαι,
μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.
ἆ Ζήν, Ἰοῦς· ἰὼ μῆνις ἐφυμν. γ.
μάστειρʼ ἐκ θεῶν·
κοννῶ δʼ ἄταν
γαμετᾶν οὐρανονίκων.
χαλεποῦ γὰρ ἐκ
πνεύματος εἶσι χειμών.
καὶ τότʼ οὐ δικαίοις ἀντ. θ.
Ζεὺς ἐνέξεται ψόγοις,
τὸν τᾶς βοὸς
παῖδʼ ἀτιμάσας, τὸν αὐ-
τός ποτʼ ἔκτισεν γόνῳ,
νῦν ἔχων παλίντροπον
ὄψιν ἐν λιταῖσιν;
ὑψόθεν δʼ εὖ κλύοι καλούμενος.
ἆ Ζήν, Ἰοῦς· ἰὼ μῆνις ἐφυμν. γ.
μάστειρʼ ἐκ θεῶν·
κοννῶ δʼ ἄταν
γαμετᾶν οὐρανονίκων.
χαλεποῦ γὰρ ἐκ
πνεύματος εἶσι χειμών.
Δαναός παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δʼ ἥκετε
πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί.
καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβεῖν
αἰνῶ φυλάξαι θʼ ἅμʼ ἔπη δελτουμένας.
ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ·
σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι·
ὄχλον δʼ ὑπασπιστῆρα καὶ δορυσσόον
λεύσσω, ξὺν ἵπποις καμπύλοις τʼ ὀχήμασιν·
τάχʼ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται
ὀπτῆρας εἷεν ἀγγέλων πεπυσμένοι.
ἀλλʼ εἴτʼ ἀπήμων εἴτε καὶ τεθηγμένος
ὠμῇ ξὺν ὀργῇ τῶνδʼ ἐπόρνυται στόλος,
ἄμεινόν ἐστι παντὸς εἵνεκʼ, ὦ κόραι,
πάγον προσίζειν τόνδʼ ἀγωνίων θεῶν.
κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος.
ἀλλʼ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
ἱκτηρίας, ἀγάλματʼ αἰδοίου Διός,
σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,
αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖʼ ἔπη
ξένους ἀμείβεσθʼ, ὡς ἐπήλυδας πρέπει,
τορῶς λέγουσαι τάσδʼ ἀναιμάκτους φυγάς.
φθογγῇ δʼ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
τὸ μὴ μάταιον δʼ ἐκ μετώ πω σωφρονῶν
ἴτω προσώπων ὄμματος παρʼ ἡσύχου.
καὶ μὴ πρόλεσχος μηδʼ ἐφολκὸς ἐν λόγῳ
γένῃ· τὸ τῇδε κάρτʼ ἐπίφθονον γένος.
μέμνησο δʼ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.
θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
Χορός Δαναϊδῶν πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.
φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν
κεδνὰς ἐφετμάς· Ζεὺς δὲ γεννήτωρ ἴδοι.
Δαναός ἴδοιτο δῆτα πρευμενοῦς ἀπʼ ὄμματος.
Χορός Δαναϊδῶν θέλοιμʼ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
Δαναός μή νυν σχόλαζε, μηχανῆς δʼ ἔστω κράτος.
Χορός Δαναϊδῶν ὦ Ζεῦ, κόπων οἴκτιρε μἀπολωλότας.
Δαναός κείνου θέλοντος εὖ τελευτήσει τάδε.
καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.
Χορός Δαναϊδῶν καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους.
Δαναός ἁγνόν τʼ Ἀπόλλω, φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν.
Χορός Δαναϊδῶν εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.
Δαναός συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.
Χορός Δαναϊδῶν τίνʼ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι;
Δαναός ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.
Χορός Δαναϊδῶν ἀλλʼ εὖ τʼ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.
Δαναός Ἑρμῆς ὅδʼ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.
Χορός Δαναϊδῶν ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.
Δαναός πάντων δʼ ἀνάκτων τῶνδε κοινοβωμίαν
σέβεσθʼ· ἐν ἁγνῷ δʼ ἑσμὸς ὡς πελειάδων
ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,
ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.
ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;
πῶς δʼ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα
ἁγνὸς γένοιτʼ ἄν; οὐδὲ μὴ ʼν Ἅιδου θανὼν
φύγῃ ματαίων αἰτίας, πράξας τάδε.
κἀκεῖ δικάζει τἀμπλακήμαθʼ, ὡς λόγος,
Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.
σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,
ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.
Βασιλεύς ποδαπὸν ὅμιλον τόνδʼ ἀνελληνόστολον
πέπλοισι βαρβάροισι κἀμπυκώμασι
χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς
ἐσθὴς γυναικῶν οὐδʼ ἀφʼ Ἑλλάδος τόπων.
ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,
ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν
ἔτλητʼ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.
κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
κεῖνται παρʼ ὑμῶν πρὸς θεοῖς ἀγωνίοις·
μόνον τόδʼ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
καὶ τἄλλα πόλλʼ ἐπεικάσαι δίκαιον ἦν,
εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
Χορός Δαναϊδῶν εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,
ἢ τηρὸν ἱεροῦ ῥάβδον, ἢ πόλεως ἀγόν;
Βασιλεύς πρὸς ταῦτʼ ἀμείβου καὶ λέγʼ εὐθαρσὴς ἐμοί.
τοῦ γηγενοῦς γάρ εἰμʼ ἐγὼ Παλαίχθονος
ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.
ἐμοῦ δʼ ἄνακτος εὐλόγως ἐπώνυμον
γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.
καὶ πᾶσαν αἶαν, ἧς δίʼ ἁγνὸς ἔρχεται
Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.
ὁρίζομαι δὲ τήν τε Περραιβῶν χθόνα,
Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,
ὄρη τε Δωδωναῖα· συντέμνει δʼ ὅρος
ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ.
αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε
πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας
ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα
τήνδʼ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,
τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασι
χρανθεῖσʼ ἀνῆκε γαῖα μηνεῖται ἄκη
δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.
τούτων ἄκη τομαῖα καὶ λυτήρια
πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ
μνήμην ποτʼ ἀντίμισθον ηὕρετʼ ἐν λιταῖς.
ἔχουσα δʼ ἤδη τἀπʼ ἐμοῦ τεκμήρια
γένος τʼ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.
Χορός Δαναϊδῶν βραχὺς τορός θʼ ὁ μῦθος· Ἀργεῖαι γένος
ἐξευχόμεσθα, σπέρματʼ εὐτέκνου βοός·
καὶ ταῦτʼ ἀληθῆ πάντα προσφύσω λόγῳ.
Βασιλεύς ἄπιστα μυθεῖσθʼ, ὦ ξέναι, κλύειν ἐμοί,
ὅπως τόδʼ ὑμῖν ἐστιν Ἀργεῖον γένος.
Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι
γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.
καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,
Κύπριος χαρακτήρ τʼ ἐν γυναικείοις τύποις
εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·
Ἰνδάς τʼ ἀκούω νομάδας ἱπποβάμοσιν
εἶναι καμήλοις ἀστραβιζούσας χθόνα,
παρʼ Αἰθίοψιν ἀστυγειτονουμένας.
καὶ τὰς ἀνάνδρους κρεοβόρους Ἀμαζόνας,
εἰ τοξοτευχεῖς ἦτε, κάρτʼ ἂν ᾔκασα
ὑμᾶς. διδαχθεὶς ἂν τόδʼ εἰδείην πλέον,
ὅπως γένεθλον σπέρμα τʼ Ἀργεῖον τὸ σόν.
Χορός Δαναϊδῶν κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ
Ἰὼ γενέσθαι τῇδʼ ἐν Ἀργείᾳ χθονί.
Βασιλεύς ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.
Χορός Δαναϊδῶν μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;
Βασιλεύς κἄκρυπτά γʼ Ἥρας ταῦτα τἀμπαλάγματʼ ἦν.
Χορός Δαναϊδῶν πῶς οὖν τελευτᾷ βασιλέῳν νείκη τάδε;
Βασιλεύς βοῦν τὴν γυναῖκʼ ἔθηκεν Ἀργεία θεός.
Χορός Δαναϊδῶν οὔκουν πελάζει Ζεὺς ἔτʼ εὐκραίρῳ βοΐ;
Βασιλεύς φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.
Χορός Δαναϊδῶν τί δῆτα πρὸς ταῦτʼ ἄλοχος ἰσχυρὰ Διός;
Βασιλεύς τὸν πάνθʼ ὁρῶντα φύλακʼ ἐπέστησεν βοΐ.
Χορός Δαναϊδῶν ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
Βασιλεύς Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.
Χορός Δαναϊδῶν τί οὖν ἔτευξʼ ἔτʼ ἄλλο δυσπότμῳ βοΐ;
Βασιλεύς βοηλάτην μύωπα κινητήριον.
Χορός Δαναϊδῶν οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.
Βασιλεύς τῇ γάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.
Χορός Δαναϊδῶν καὶ ταῦτʼ ἔλεξας πάντα συγκόλλως ἐμοί.
Βασιλεύς καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
Χορός Δαναϊδῶν καὶ Ζεύς γʼ ἐφάπτωρ χειρὶ φιτύει γόνον.
Βασιλεύς τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;
Χορός Δαναϊδῶν Ἔπαφος, ἀληθῶς ῥυσίων ἐπώνυμος.
Βασιλεύς Ἐπάφου δὲ τίς ...
Χορός Δαναϊδῶν Λιβύη, μέγιστον γῆς ... καρπουμένη.
Βασιλεύς τίνʼ οὖν ἔτʼ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
Χορός Δαναϊδῶν Βῆλον δίπαιδα, πατέρα τοῦδʼ ἐμοῦ πατρός.
Βασιλεύς τὸ πάνσοφον νῦν ὄνομα τούτου μοι φράσον.
Χορός Δαναϊδῶν Δαναός, ἀδελφὸς δʼ ἐστὶ πεντηκοντάπαις.
Βασιλεύς καὶ τοῦδʼ ἄνοιγε τοὔνομʼ ἀφθόνῳ λόγῳ.
Χορός Δαναϊδῶν Αἴγυπτος. εἰδὼς δʼ ἁμὸν ἀρχαῖον γένος
πράσσοις ἄν, ὡς Ἀργεῖον ἀντήσας στόλον.
Βασιλεύς δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς
τἀρχαῖον· ἀλλὰ πῶς πατρῷα δώματα
λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;
Χορός Δαναϊδῶν ἄναξ Πελασγῶν, αἰόλʼ ἀνθρώπων κακά,
πόνου δʼ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν·
ἐπεὶ τίς ηὔχει τήνδʼ ἀνέλπιστον φυγὴν
κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,
ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;
Βασιλεύς τί φῂς ἱκνεῖσθαι τῶνδʼ ἀγωνίων θεῶν,
λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
Χορός Δαναϊδῶν ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.
Βασιλεύς πότερα κατʼ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
Χορός Δαναϊδῶν τίς δʼ ἂν φιλοῦσʼ ὄνοιτο τοὺς κεκτημένους;
Βασιλεύς σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.
Χορός Δαναϊδῶν καὶ δυστυχούντων γʼ εὐμαρὴς ἀπαλλαγή.
Βασιλεύς πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
Χορός Δαναϊδῶν αἰτοῦσι μὴ ʼκδοὺς παισὶν Αἰγύπτου πάλιν.
Βασιλεύς βαρέα σύ γʼ εἶπας, πόλεμον ἄρασθαι νέον.
Χορός Δαναϊδῶν ἀλλʼ ἡ Δίκη γε ξυμμάχων ὑπερστατεῖ.
Βασιλεύς εἴπερ γʼ ἀπʼ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.
Χορός Δαναϊδῶν αἰδοῦ σὺ πρύμναν πόλεος ὧδʼ ἐστεμμένην.
Βασιλεύς πέφρικα λεύσσων τάσδʼ ἕδρας κατασκίους.
Χορός Δαναϊδῶν βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.
Χορός Δαναϊδῶν Παλαίχθονος τέκος, κλῦθί μου στρ. α.
πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.
ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον,
λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις
ἠλιβάτοις, ἵνʼ ἀλκᾷ πίσυνος μέμυ-
κε φράζουσα βοτῆρι μόχθους.
Βασιλεύς ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον
νεύονθʼ ὅμιλον τόνδʼ ἀγωνίων θεῶν.
εἴη δʼ ἄνατον πρᾶγμα τοῦτʼ ἀστοξένων.
μηδʼ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει
νεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις.
Χορός Δαναϊδῶν ἴδοιτο δῆτʼ ἄνατον φυγὰν ἀντ. α.
ἱκεσία Θέμις Διὸς κλαρίου.
σὺ δὲ παρʼ ὀψιγόνου μάθε γεραιόφρων·
ποτιτρόπαιον αἰδόμενος οὖνπερ
ἱεροδόκα ...
θεῶν λήματʼ ἀπʼ ἀνδρὸς ἁγνοῦ.
Βασιλεύς οὔτοι κάθησθε δωμάτων ἐφέστιοι
ἐμῶν. τὸ κοινὸν δʼ εἰ μιαίνεται πόλις,
ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.
ἐγὼ δʼ ἂν οὐ κραίνοιμʼ ὑπόσχεσιν πάρος,
ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.
Χορός Δαναϊδῶν σύ τοι πόλις, σὺ δὲ τὸ δήμιον· στρ. β.
πρύτανις ἄκριτος ὤν,
κρατύνεις βωμόν, ἑστίαν χθονός,
μονοψήφοισι νεύμασιν σέθεν,
μονοσκήπτροισι δʼ ἐν θρόνοις χρέος
πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου.
Βασιλεύς ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,
ὑμῖν δʼ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ·
οὐδʼ αὖ τόδʼ εὖφρον, τάσδʼ ἀτιμάσαι λιτάς.
ἀμηχανῶ δὲ καὶ φόβος μʼ ἔχει φρένας
δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν.
Χορός Δαναϊδῶν τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει, ἀντ. β.
φύλακα πολυπόνων
βροτῶν, οἳ τοῖς πέλας προσήμενοι
δίκας οὐ τυγχάνουσιν ἐννόμου.
μένει τοι Ζηνὸς ἱκταίου κότος
δυσπαραθέλκτους παθόντος οἴκτοις.
Βασιλεύς εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν
νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους
εἶναι, τίς ἂν τοῖσδʼ ἀντιωθῆναι θέλοι;
δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,
ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ.
Χορός Δαναϊδῶν μή τί ποτʼ οὖν γενοίμαν ὑποχείριος στρ. γ.
κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι
μῆχαρ ὁρίζομαι γάμου δύσφρονος
φυγᾷ· ξύμμαχον δʼ ἑλόμενος Δίκαν
κρῖνε σέβας τὸ πρὸς θεῶν.
Βασιλεύς οὐκ εὔκριτον τὸ κρῖμα· μή μʼ αἱροῦ κριτήν.
εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε
πράξαιμʼ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε
εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι,
«ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν».
Χορός Δαναϊδῶν ἀμφοτέροις ὁμαίμων τάδʼ ἐπισκοπεῖ ἀντ. γ.
Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως
ἄδικα μὲν κακοῖς, ὅσια δʼ ἐννόμοις.
τί τῶνδʼ ἐξ ἴσου ῥεπομένων μεταλ-
γὲς τὸ δίκαιον ἔρξαι;
Βασιλεύς δεῖ τοι βαθείας φροντίδος σωτηρίου,
δίκην κολυμβητῆρος ἐς βυθὸν μολεῖν
δεδορκὸς ὄμμα, μηδʼ ἄγαν ᾠνωμένον,
ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,
αὐτοῖσί θʼ ἡμῖν ἐκτελευτήσει καλῶς,
καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται,
μήτʼ ἐν θεῶν ἕδραισιν ὧδʼ ἱδρυμένας
ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν
βαρὺν ξύνοικον θησόμεσθʼ ἀλάστορα,
ὃς οὐδʼ ἐν Ἅιδου τὸν ἀλιτόντʼ ἐλευθεροῖ.
μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;
Χορός Δαναϊδῶν φρόντισον καὶ γενοῦ στρ. δ.
πανδίκως εὐσεβὴς πρόξενος·
τὰν φυγάδα μὴ προδῷς,
τὰν ἕκαθεν ἐκβολαῖς
δυσθέοις ὀρμέναν·
μηδʼ ἴδῃς μʼ ἐξ ἑδρᾶν ἀντ. δ.
πολυθέων ῥυσιασθεῖσαν, ὦ
πᾶν κράτος ἔχων χθονός.
γνῶθι δʼ ὕβριν ἀνέρων
καὶ φύλαξαι κότον.
μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν στρ. ε.
ἀπὸ βρετέων βίᾳ
δίκας ἀγομέναν
ἱππαδὸν ἀμπύκων,
πολυμίτων πέπλων τʼ ἐπιλαβὰς ἐμῶν.
ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις, ἀντ. ε.
ὁπότερʼ ἂν κτίσῃς,
μένει δορὶ τίνειν
ὁμοΐαν θέμιν.
τάδε φράσαι· δίκαια Διόθεν κράτη.
Βασιλεύς καὶ δὴ πέφρασμαι· δεῦρο δʼ ἐξοκέλλεται·
ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν
πᾶσʼ ἔστʼ ἀνάγκη, καὶ γεγόμφωται σκάφος
στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
καὶ χρήμασιν μὲν ἐκ δόμων πορθουμένοις
γένοιτʼ ἂν ἄλλα κτησίου Διὸς χάριν
ἄτης γε μείζω, καὶ μετεμπλήσαι γόμον.
καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
γένοιτο μύθου μῦθος ἂν θελκτήριος·
ὅπως δʼ ὅμαιμον αἷμα μὴ γενήσεται,
δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
ἦ κάρτα νείκους τοῦδʼ ἐγὼ παροίχομαι·
θέλω δʼ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν
εἶναι· γένοιτο δʼ εὖ, παρὰ γνώμην ἐμήν.
Χορός Δαναϊδῶν πολλῶν ἄκουσον τέρματʼ αἰδοίων λόγων.
Βασιλεύς ἤκουσα, καὶ λέγοις ἄν· οὔ με φεύξεται.
Χορός Δαναϊδῶν ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων.
Βασιλεύς τάχʼ ἂν γυναικῶν ταῦτα συμπρεπῆ πέλοι.
Χορός Δαναϊδῶν ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—
Βασιλεύς λέξον τίνʼ αὐδὴν τήνδε γηρυθεῖσʼ ἔσῃ.
Χορός Δαναϊδῶν εἰ μή τι πιστὸν τῷδʼ ὑποστήσεις στόλῳ—
Βασιλεύς τί σοι περαίνει μηχανὴ συζωμάτων;
Χορός Δαναϊδῶν νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
Βασιλεύς αἰνιγματῶδες τοὔπος· ἀλλʼ ἁπλῶς φράσον.
Χορός Δαναϊδῶν ἐκ τῶνδʼ ὅπως τάχιστʼ ἀπάγξασθαι θεῶν.
Βασιλεύς ἤκουσα μαστικτῆρα καρδίας λόγον.
Χορός Δαναϊδῶν ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.
Βασιλεύς ναί· ἦ πολλαχῇ γε δυσπάλαιστα πράγματα,
κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται·
ἄτης δʼ ἄβυσσον πέλαγος οὐ μάλʼ εὔπορον
τόδʼ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.
εἰ μὲν γὰρ ὑμῖν μὴ τόδʼ ἐκπράξω χρέος,
μίασμʼ ἔλεξας οὐχ ὑπερτοξεύσιμον·
εἰ δʼ αὖθʼ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν
σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
ἄνδρας γυναικῶν οὕνεχʼ αἱμάξαι πέδον;
ὅμως δʼ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
. . . . . . . κλάδους τε τούτους αἶψʼ ἐν ἀγκάλαις λαβὼν
βωμοὺς ἐπʼ ἄλλους δαιμόνων ἐγχωρίων
θές, ὡς ἴδωσι τῆσδʼ ἀφίξεως τέκμαρ
πάντες πολῖται, μηδʼ ἀπορριφθῇ ψόγος
ἐμοῦ· κατʼ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
καὶ γὰρ τάχʼ ἄν τις οἰκτίσας ἰδὼν τάδε
ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
ὑμῖν δʼ ἂν εἴη δῆμος εὐμενέστερος·
τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
Δαναός πολλῶν τάδʼ ἡμῖν ἐστιν ἠξιωμένα,
αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
ὀπάονας δὲ φράστοράς τʼ ἐγχωρίων
ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν
βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας
εὕρωμεν, ἀσφάλεια δʼ ᾖ διʼ ἄστεως
στείχουσι· μορφῆς δʼ οὐχ ὁμόστολος φύσις.
Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος
τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον·
καὶ δὴ φίλον τις ἔκτανʼ ἀγνοίας ὕπο.
Βασιλεύς στείχοιτʼ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει.
ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·
καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν
ναύτην ἄγοντας τόνδʼ ἐφέστιον θεῶν.
Χορός Δαναϊδῶν τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·
ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί;
Βασιλεύς κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
Χορός Δαναϊδῶν καὶ δή σφε λείπω χειρία λόγοις σέθεν.
Βασιλεύς λευρὸν κατʼ ἄλσος νῦν ἐπιστρέφου τόδε.
Χορός Δαναϊδῶν καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;
Βασιλεύς οὔτοι πτερωτῶν ἁρπαγαῖς σʼ ἐκδώσομεν.
Χορός Δαναϊδῶν ἀλλʼ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;
Βασιλεύς εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.
Χορός Δαναϊδῶν οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρένα.
Βασιλεύς ἀεὶ δʼ ἀνάκτων ἐστι δεῖμʼ ἐξαίσιον.
Χορός Δαναϊδῶν σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.
Βασιλεύς ἀλλʼ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.
ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους
στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ·
καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.
πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους
λιταῖς παραιτοῦ τῶν σʼ ἔρως ἔχει τυχεῖν.
ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι·
πειθὼ δʼ ἕποιτο καὶ τύχη πρακτήριος.
Χορός Δαναϊδῶν ἄναξ ἀνάκτων, μακάρων στρ. α.
μακάρτατε καὶ τελέων
τελειότατον κράτος, ὄλβιε Ζεῦ,
πιθοῦ τε καὶ γενέσθω.
ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας·
λίμνᾳ δʼ ἔμβαλε πορφυροειδεῖ
τὰν μελανόζυγʼ ἄταν.
τὸ πρὸς γυναικῶν δʼ ἐπιδὼν ἀντ. α.
παλαίφατον ἁμέτερον
γένος φιλίας προγόνου γυναικὸς
νέωσον εὔφρονʼ αἶνον·
γενοῦ πολυμνήστωρ, ἔφαπτορ Ἰοῦς.
Δῖαί τοι γένος εὐχόμεθʼ εἶναι
γᾶς ἀπὸ τᾶσδʼ ἔνοικοι.
παλαιὸν δʼ εἰς ἴχνος μετέσταν, στρ. β.
ματέρος ἀνθονόμους ἐπωπάς,
λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ
οἴστρῳ ἐρεσσομένα
φεύγει ἁμαρτίνοος,
πολλὰ βροτῶν διαμειβομένα
φῦλα, διχῇ δʼ ἀντίπορον
γαῖαν ἐν αἴσᾳ διατέμνοντα πόρον
κυματίαν ὁρίζει·
ἰάπτει δʼ Ἀσίδος διʼ αἴας ἀντ. β.
μηλοβότου Φρυγίας διαμπάξ·
περᾷ δὲ Τεύθραντος ἄστυ Μυσὸν
Λύδιά τʼ ἂγ γύαλα,
καὶ διʼ ὀρῶν Κιλίκων
Παμφύλων τε διορνυμένα
τὰν ποταμοὺς ἀενάους
καὶ βαθύπλουτον χθόνα καὶ τὰν Ἀφροδί-
τας πολύπυρον αἶαν·
ἱκνεῖται δʼ εἰσικνουμένου βέλει στρ. γ.
βουκόλου πτερόεντος
Δῖον πάμβοτον ἄλσος,
λειμῶνα χιονόβοσκον ὅντʼ ἐπέρχεται
Τυφῶ μένος
ὕδωρ τε Νείλου νόσοις ἄθικτον,
μαινομένα πόνοις ἀτί-
μοις ὀδύναις τε κεντροδα-
λήτισι θυιὰς Ἥρας.
βροτοὶ δʼ, οἳ γᾶς τότʼ ἦσαν ἔννομοι, ἀντ. γ.
χλωρῷ δείματι θυμὸν
πάλλοντʼ ὄψιν ἀήθη,
βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,
τὰν μὲν βοός,
τὰν δʼ αὖ γυναικός· τέρας δʼ ἐθάμβουν.
καὶ τότε δὴ τίς ἦν ὁ θέλ-
ξας πολύπλαγκτον ἀθλίαν
οἰστροδόνητον Ἰώ;
διʼ αἰῶνος κρέων ἀπαύστου στρ. δ.
Ζεὺς ...
βία δʼ ἀπημάντῳ σθένει
καὶ θείαις ἐπιπνοίαις
παύεται, δακρύων δʼ ἀπο-
στάζει πένθιμον αἰδῶ.
λαβοῦσα δʼ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ
γείνατο παῖδʼ ἀμεμφῆ,
διʼ αἰῶνος μακροῦ πάνολβον· ἀντ. δ.
ἔνθεν πᾶσα βοᾷ χθών,
«φυσιζόου γένος τόδε
Ζηνός ἐστιν ἀληθῶς·
τίς γὰρ ἂν κατέπαυσεν Ἥ-
ρας νόσους ἐπιβούλους;»
Διὸς τόδʼ ἔργον· καὶ τόδʼ ἂν γένος λέγων
ἐξ Ἐπάφου κυρήσαις.
τίνʼ ἂν θεῶν ἐνδικωτέροισιν στρ. ε.
κεκλοίμαν εὐλόγως ἐπʼ ἔργοις;
αὐτὸς ὁ πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ,
γένους παλαιόφρων μέγας
τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.
ὑπʼ ἀρχᾶς δʼ οὔτινος θοάζων ἀντ. ε.
τὸ μεῖον κρεῖσσον ὢν κρατύνει,
οὔτινος ἄνωθεν ἡμένου σέβων κράτος.
πάρεστι δʼ ἔργον ὡς ἔπος
σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.
Δαναός θαρσεῖτε παῖδες· εὖ τὰ τῶν ἐγχωρίων·
δήμου δέδοκται παντελῆ ψηφίσματα.
Χορός Δαναϊδῶν ὦ χαῖρε πρέσβυ, φίλτατʼ ἀγγέλλων ἐμοί·
ἔνισπε δʼ ἡμῖν, ποῖ κεκύρωται τέλος,
δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται;
Δαναός ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
ἀλλʼ ὥστʼ ἀνηβῆσαί με γηραιᾷ φρενί·
πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·
ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
κἀρρυσιάστους ξύν τʼ ἀσυλίᾳ βροτῶν·
καὶ μήτʼ ἐνοίκων μήτʼ ἐπηλύδων τινὰ
ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,
τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
τοιάνδʼ ἔπειθε ῥῆσιν ἀμφʼ ἡμῶν λέγων
ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
μέγαν προφωνῶν μή ποτʼ εἰσόπιν χρόνου
πόλιν παχῦναι, ξενικὸν ἀστικόν θʼ ἅμα
λέγων διπλοῦν μίασμα πρὸς πόλεως φανὲν
ἀμήχανον βόσκημα πημονῆς πέλειν.
τοιαῦτʼ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
ἔκρανʼ ἄνευ κλητῆρος ὣς εἶναι τάδε.
δημηγόρους δʼ ἤκουσεν εὐπιθεῖς στροφὰς
δῆμος Πελασγῶν· Ζεὺς δʼ ἐπέκρανεν τέλος.
Χορός Δαναϊδῶν ἄγε δή, λέξωμεν ἐπʼ Ἀργείοις
εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.
Ζεὺς δʼ ἐφορεύοι ξένιος ξενίου
στόματος τιμὰς ἐπʼ ἀληθείᾳ,
τέρμονʼ ἀμέμπτως πρὸς ἅπαντα·
νῦν ὅτε καὶ θεοὶ στρ. α.
Διογενεῖς κλύοιτʼ εὐ-
κταῖα γένει χεούσας·
μήποτε πυρίφατον
τάνδε Πελασγίαν
τὸν ἄχορον βοᾶν
κτίσαι μάχλον Ἄρη,
τὸν ἀρότοις θερί-
ζοντα βροτοὺς ἐνάλλοις·
οὕνεκʼ ᾤκτισαν ἡμᾶς,
ψῆφον δʼ εὔφρονʼ ἔθεντο,
αἰδοῦνται δʼ ἱκέτας Διός,
ποίμναν τάνδʼ ἀμέγαρτον·
οὐδὲ μετʼ ἀρσένων ἀντ. α.
ψῆφον ἔθεντʼ ἀτιμώ-
σαντες ἔριν γυναικῶν,
Δῖον ἐπιδόμενοι
πράκτορʼ, ἅτε σκοπόν,
δυσπολέμητον, ὃν
τίς ἂν δόμος ἔχοι
ἐπʼ ὀρόφων ἰαί-
νοντα; βαρὺς δʼ ἐφίζει.
ἅζονται γὰρ ὁμαίμους
Ζηνὸς ἵκτορας ἁγνοῦ.
τοιγάρτοι καθαροῖσι βω-
μοῖς θεοὺς ἀρέσονται.
τοιγὰρ ὑποσκίων στρ. β.
ἐκ στομάτων ποτά-
σθω φιλότιμος εὐχά,
μήποτε λοιμὸς ἀνδρῶν
τάνδε πόλιν κενώσαι·
μηδʼ ἐπιχωρίοις στάσις
πτώμασιν αἱματίσαι πέδον γᾶς.
ἥβας δʼ ἄνθος ἄδρεπτον
ἔστω, μηδʼ Ἀφροδίτας
εὐνάτωρ βροτολοιγὸς Ἄ-
ρης κέρσειεν ἄωτον.
καὶ γεραροῖσι πρε- ἀντ. β.
σβυτοδόκοι γέμου-
σαι θυμέλαι φλεγόντων.
τὼς πόλις εὖ νέμοιτο
Ζῆνα μέγαν σεβόντων,
τὸν ξένιον δʼ ὑπερτάτως,
ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.
τίκτεσθαι δʼ ἐφόρους γᾶς
ἄλλους εὐχόμεθʼ αἰεί,
Ἄρτεμιν δʼ ἑκάταν γυναι-
κῶν λόχους ἐφορεύειν.
μηδέ τις ἀνδροκμὴς στρ. γ.
λοιγὸς ἐπελθέτω
τάνδε πόλιν δαΐζων,
ἄχορον ἀκίθαριν
δακρυογόνον Ἄρη
βοάν τʼ ἔνδημον ἐξοπλίζων.
νούσων δʼ ἑσμὸς ἀπʼ ἀστῶν
ἵζοι κρατὸς ἀτερπής·
εὐμενὴς δʼ ὁ Λύκειος ἔ-
στω πάσᾳ νεολαίᾳ.
καρποτελῆ δέ τοι ἀντ. γ.
Ζεὺς ἐπικραινέτω
φέρματι γᾶν πανώρῳ·
πρόνομα δὲ βότʼ ἀγροῖς
πολύγονα τελέθοι·
τὸ πᾶν τʼ ἐκ δαιμόνων λάχοιεν.
εὔφημον δʼ ἐπὶ βωμοῖς
μοῦσαν θείατʼ ἀοιδοί·
ἁγνῶν τʼ ἐκ στομάτων φερέ-
σθω φήμα φιλοφόρμιγξ.
φυλάσσοι τʼ ἀτρεμαῖα τιμὰς στρ. δ.
τὸ δάμιον, τὸ πτόλιν κρατύνει,
προμαθὶς εὐκοινόμητις ἀρχά·
ξένοισί τʼ εὐξυμβόλους,
πρὶν ἐξοπλίζειν Ἄρη,
δίκας ἄτερ πημάτων διδοῖεν.
θεοὺς δʼ, οἳ γᾶν ἔχουσιν, αἰεὶ ἀντ. δ.
τίοιεν ἐγχωρίοις πατρῴαις
δαφνηφόροις βουθύτοισι τιμαῖς.
τὸ γὰρ τεκόντων σέβας
τρίτον τόδʼ ἐν θεσμίοις
Δίκας γέγραπται μεγιστοτίμου.
Δαναός εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι·
ὑμεῖς δὲ μὴ τρέσητʼ ἀκούσασαι πατρὸς
ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.
ἱκεταδόκου γὰρ τῆσδʼ ἀπὸ σκοπῆς ὁρῶ
τὸ πλοῖον. εὔσημον γάρ· οὔ με λανθάνει
στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,
καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσʼ ὁδόν,
οἴακος εὐθυντῆρος ὑστάτου νεὼς
ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη.
πρέπουσι δʼ ἄνδρες νήιοι μελαγχίμοις
γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,
καὶ τἄλλα πλοῖα πᾶσά θʼ ἡ ʼπικουρία
εὔπρεπτος· αὐτὴ δʼ ἡγεμὼν ὑπὸ χθόνα
στείλασα λαῖφος παγκρότως ἐρέσσεται.
ἀλλʼ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως
πρὸς πρᾶγμʼ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.
ἐγὼ δʼ ἀρωγοὺς ξυνδίκους θʼ ἥξω λαβών.
ἴσως γὰρ ἂν κῆρύξ τις ἢ πρέσβη μόλοι,
ἄγειν θέλοντες, ῥυσίων ἐφάπτορες.
ἀλλʼ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν.
ὅμως δʼ ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,
ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.
θάρσει· χρόνῳ τοι κυρίῳ τʼ ἐν ἡμέρᾳ
θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.
Χορός Δαναϊδῶν πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι
ἥκουσι· μῆκος δʼ οὐδὲν ἐν μέσῳ χρόνου.
— περίφοβόν μʼ ἔχει τάρβος ἐτητύμως στρ. α.
πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.
παροίχομαι, πάτερ, δείματι.
Δαναός ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,
θάρσει· μαχοῦνται περὶ σέθεν, σάφʼ οἶδʼ ἐγώ.
Χορός Δαναϊδῶν ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος
μάχης τʼ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα.
— δοριπαγεῖς δʼ ἔχοντες κυανώπιδας ἀντ. α.
νῆας ἔπλευσαν ὧδʼ ἐπιτυχεῖ κότῳ
πολεῖ μελαγχίμῳ σὺν στρατῷ.
Δαναός πολλοὺς δέ γʼ εὑρήσουσιν ἐν μεσημβρίας
θάλπει βραχίονʼ εὖ κατερρινημένους.
Χορός Δαναϊδῶν μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ.
γυνὴ μονωθεῖσʼ οὐδέν· οὐκ ἔνεστʼ Ἄρης.
— οὐλόφρονες δʼ ἐκεῖνοι, δολομήτιδες στρ. β.
δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω-
μῶν ἀλέγοντες οὐδέν.
Δαναός καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτʼ, ὦ τέκνα,
εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.
Χορός Δαναϊδῶν οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη
δείσαντες ἡμῶν χεῖρʼ ἀπόσχωνται, πάτερ.
— περίφρονες δʼ ἄγαν ἀνιέρῳ μένει ἀντ. β.
μεμαργωμένοι κυνοθρασεῖς, θεῶν
οὐδὲν ἐπαΐοντες.
Δαναός ἀλλʼ ἔστι φήμη κρείσσονας λύκους κυνῶν
εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.
Χορός Δαναϊδῶν ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων
ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι κράτος.
Δαναός οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,
οὐδʼ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια
ἐς γῆν ἐνεγκεῖν, οὐδʼ ἐν ἀγκυρουχίαις
θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,
ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα
ἐς νύκτʼ ἀποστείχοντος ἡλίου. φιλεῖ
ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.
οὕτω γένοιτʼ ἂν οὐδʼ ἂν ἔκβασις στρατοῦ
καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν· . . . . . . .
πράξας ἀρωγήν· ἄγγελον δʼ οὐ μέμψεται
πόλις γέρονθʼ, ἡβῶντα δʼ εὐγλώσσῳ φρενί.
Χορός Δαναϊδῶν ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας, στρ. α.
τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας
χθονὸς κελαινὸν εἴ τι κεῦθός ἐστί που;
μέλας γενοίμαν καπνὸς
νέφεσσι γειτονῶν Διός,
τὸ πᾶν δʼ ἄφαντος ἀμπετὴς ἀιδνὸς ὡς
κόνις ἄτερθε πτερύγων ὀλοίμαν.
ἄφρικτον δʼ οὐκέτʼ ἂν πέλοι κέαρ· ἀντ. α.
κελαινόχρως δὲ πάλλεταί μου καρδία.
πατρὸς σκοπαὶ δέ μʼ εἷλον· οἴχομαι φόβῳ.
θέλοιμι δʼ ἂν μορσίμου
βρόχου τυχεῖν ἐν σαργάναις,
πρὶν ἄνδρʼ ἀπευκτὸν τῷδε χριμφθῆναι χροΐ·
πρόπαρ θανούσας Ἀίδας ἀνάσσοι.
πόθεν δέ μοι γένοιτʼ ἂν αἰθέρος θρόνος, στρ. β.
πρὸς ὃν κύφελλʼ ὑδρηλὰ γίγνεται χιών,
ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-
δεικτος οἰόφρων κρεμὰς
γυπιὰς πέτρα, βαθὺ
πτῶμα μαρτυροῦσά μοι,
πρὶν δαΐκτορος βίᾳ
καρδίας γάμου κυρῆσαι;
κυσὶν δʼ ἔπειθʼ ἕλωρα κἀπιχωρίοις ἀντ. β.
ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν·
τὸ γὰρ θανεῖν ἐλευθεροῦ-
ται φιλαιάκτων κακῶν.
ἐλθέτω μόρος, πρὸ κοί-
τας γαμηλίου τυχών.
ἀμφυγᾶς τίνʼ ἔτι πόρον
τέτμω γάμου λυτῆρα;
ἴυζε δʼ ὀμφάν, οὐράνια στρ. γ.
μέλη λιτανὰ θεοῖσι καὶ
τέλεα δέ μοί πως πελόμενα,
λύσιμα μάχιμα δʼ· ἔπιδε, πάτερ,
βίαια μὴ φίλοις ὁρῶν
ὄμμασιν ἐνδίκως.
σεβίζου δʼ ἱκέτας σέθεν,
γαιάοχε παγκρατὲς Ζεῦ.
γένος γὰρ Αἰγύπτιον ὕβριν ἀντ. γ.
δύσφορον ἀρσενογενὲς
μετά με δρόμοισι διόμενοι
φυγάδα μάταισι πολυθρόοις
βίαια δίζηνται λαβεῖν.
σὸν δʼ ἐπίπαν ζυγὸν
ταλάντου. τί δʼ ἄνευ σέθεν
θνατοῖσι τέλειόν ἐστιν;
Χοροί Δαναϊδῶν καὶ Αἰγυπτίων Δαναΐδες ό ό ό, ά ά ά·
ὅδε μάρπτις νάιος γάιος·
τῶν πρό, μάρπτι, κάμνοις·
ἰόφ.. ὀμ.. αὖθι κάββας νυ..
δυΐαν βοὰν ἀμφαίνω.
ὁρῶ τάδε φροίμια πράξαν πόνων
βιαίων ἐμῶν. ἠὲ ἠέ.
βαῖνε φυγᾷ πρὸς ἀλκάν·
βλοσυρόφρονα χλιδᾷ ...
δύσφορα ναῒ κἀν γᾷ ...
γάιʼ ἄναξ προτάσσου.
Αἰγύπτιοι σοῦσθε σοῦσθʼ ἐπὶ βᾶ-
ριν ὅπως ποδῶν ...
οὐκοῦν; οὐκοῦν;
τιλμοὶ τιλμοὶ καὶ στιγμοί,
πολυαίμων φόνιος
ἀποκοπὰ κρατός.
σοῦσθε σοῦσθʼ ὀλύμεναι ὀλόμενʼ ἐπʼ ἀμάδα.
Δαναΐδες εἴθʼ ἀνὰ πολύρυτον στρ. α.
ἁλμήεντα πόρον
δεσποσίῳ ξὺν ὕβρει
γομφοδέτῳ τε δόρει διώλου.
Αἰγύπτιοι αἵμονʼ ἕσω σʼ ἐπʼ ἀμάδα·
ἦ σὺ δουπια τάπιτα;
κελεύω βίᾳ μεθέσθαι
ἴχαρ φρενί τʼ ἄταν.
ἰὼ ἰόν.
λεῖφʼ ἕδρανα, κίʼ ἐς δόρυ,
ἀτίετον ἄπολιν οὐ σέβω.
Δαναΐδες μήποτε πάλιν ἴδοις ἀντ. α.
ἀλφεσίβοιον ὕδωρ,
ἔνθεν ἀεξόμενον
ζώφυτον αἷμα βροτοῖσι θάλλει.
Αἰγύπτιοι ἄγειος ἐγὼ βαθυχαῖος
βαθρείας βαθρείας γέρον.
σὺ δʼ ἐν ναῒ ναῒ βάσῃ
τάχα θέλεος ἀθέλεος,
βίᾳ βίᾳ τε πολλᾷ φροῦδα.
βάτεαι βαθυμιτροκακὰ παθῶν.
Δαναΐδες αἰαῖ αἰαῖ. στρ. β.
αἲ γὰρ δυσπαλάμως ὄλοιο
διʼ ἁλίρρυτον ἄλσος,
κατὰ Σαρπηδόνιον
χῶμα πολύψαμμον ἀλαθεὶς
Εὐρεΐαισιν αὔραις.
Κῆρυξ ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.
Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ.
βόα, πικρότερʼ ἀχέων οἰζύος ὄνομʼ ἔχων.
Δαναΐδες οἰοῖ οἰοῖ ἀντ. β.
λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων
περιχαμπτὰ βρυάζεις·
ὃς ἐπωπᾷ δʼ, ὁ μέγας
Νεῖλος, ὑβρίζοντά σʼ ἀποτρέ-
ψειεν ἄιστον ὕβριν.
Κῆρυξ βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον
ὅσον τάχιστα· μηδέ τις σχολαζέτω.
ὁλκὴ γὰρ αὕτη πλόκαμον οὐδάμʼ ἅζεται.
Δαναΐδες οἰοῖ, πάτερ, βρέτεος ἄρος στρ. γ.
ἀτᾷ μʼ· ἅλαδʼ ἄγει,
ἄραχνος ὥς, βάδην.
ὄναρ ὄναρ μέλαν,
ὀτοτοτοτοῖ,
μᾶ Γᾶ μᾶ Γᾶ, βοὰν
φοβερὸν ἀπότρεπε·
ὦ βᾶ Γᾶς παῖ Ζεῦ.
Κῆρυξ οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε·
οὐ γάρ μʼ ἔθρεψαν, οὐδʼ ἐγήρασαν τροφῇ.
Δαναΐδες μαιμᾷ πέλας δίπους ὄφις· ἀντ. γ.
ἔχιδνα δʼ ὥς με φόνιος ἢ
τί ποτέ νιν καλῶ
δάκος; ἀχ...
ὀτοτοτοτοῖ,
μᾶ Γᾶ μᾶ Γᾶ βοὰν
φοβερὸν ἀπότρεπε,
ὦ βᾶ Γᾶς παῖ Ζεῦ.
Κῆρυξ εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,
λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.
Χορός Δαναϊδῶν ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.
Κῆρυξ πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου, τάχα
ὄψεσθε· θαρσεῖτʼ, οὐκ ἐρεῖτʼ ἀναρχίαν.
Χορός Δαναϊδῶν διωλόμεσθʼ· ἄεπτʼ, ἄναξ, πάσχομεν.
Κῆρυξ ἕλξειν ἔοιχʼ ὑμᾶς ἐπισπάσας κόμης,
ἐπεὶ οὐκ ἀκούετʼ ὀξὺ τῶν ἐμῶν λόγων.
Βασιλεύς οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος
ἀνδρῶν Πελασγῶν τήνδʼ ἀτιμάζεις χθόνα;
ἀλλʼ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;
κάρβανος ὢν Ἕλλησιν ἐγχλίεις ἄγαν·
καὶ πόλλʼ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.
Κῆρυξ τί δʼ ἠμπλάκηται τῶνδʼ ἐμοὶ δίκης ἄτερ;
Βασιλεύς ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.
Κῆρυξ πῶς δʼ οὐχί; τἄμʼ ὀλωλόθʼ εὑρίσκων ἄγω.
Βασιλεύς ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;
Κῆρυξ Ἑρμῇ, μεγίστῳ προξένων, μαστηρίῳ.
Βασιλεύς θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.
Κῆρυξ τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.
Βασιλεύς οἱ δʼ ἐνθάδʼ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;
Κῆρυξ ἄγοιμʼ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται.
Βασιλεύς κλαίοις ἄν, εἰ ψαύσειας, οὐ μάλʼ ἐς μακράν.
Κῆρυξ ἤκουσα, τοὖπος δʼ οὐδαμῶς φιλόξενον.
Βασιλεύς οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
Κῆρυξ λέγοιμʼ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
Βασιλεύς ἀβουκόλητον τοῦτʼ ἐμῷ φρονήματι.
Κῆρυξ ἀλλʼ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον—
καὶ γὰρ πρέπει κήρυκʼ ἀπαγγέλλειν τορῶς
ἕκαστα—πῶς φῶ, πρὸς τίνος τʼ ἀφαιρεθεὶς
ἥκειν γυναικῶν αὐτανέψιον στόλον;
οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο
Ἄρης, τὸ νεῖκος δʼ οὐκ ἐν ἀργύρου λαβῇ
ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος
πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίου.
Βασιλεύς τί σοι λέγειν χρὴ τοὔνομʼ; ἐν χρόνῳ μαθὼν
εἴσῃ σύ τʼ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.
ταύτας δʼ ἑκούσας μὲν κατʼ εὔνοιαν φρενῶν
ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.
τοιάδε δημόπρακτος ἐκ πόλεως μία
ψῆφος κέκρανται, μήποτʼ ἐκδοῦναι βίᾳ
στόλον γυναικῶν· τῶνδʼ ἐφήλωται τορῶς
γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.
ταῦτʼ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα
οὐδʼ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,
σαφῆ δʼ ἀκούεις ἐξ ἐλευθεροστόμου
γλώσσης. κομίζου δʼ ὡς τάχιστʼ ἐξ ὀμμάτων.
Κῆρυξ ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον·
εἴη δὲ νίκη καὶ κράτος τοῖς ἄρσεσιν.
Βασιλεύς ἀλλʼ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας
εὑρήσετʼ, οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
ὑμεῖς δὲ πᾶσαι ξὺν φίλαις ὀπάοσιν
θράσος λαβοῦσαι στείχετʼ εὐερκῆ πόλιν,
πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.
καὶ δώματʼ ἐστὶ πολλὰ μὲν τὰ δήμια,
δεδωμάτωμαι δʼ οὐδʼ ἐγὼ σμικρᾷ χερί.
ἔνθʼ ἔστιν ὑμῖν εὐτύκους ναίειν δόμους
πολλῶν μετʼ ἄλλων· εἰ δέ τις μείζων χάρις,
πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.
τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα—
πάρεστι—λωτίσασθε. προστάτης δʼ ἐγὼ
ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται
ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;
Χορός Δαναϊδῶν ἀλλʼ ἀντʼ ἀγαθῶν ἀγαθοῖσι βρύοις,
δῖε Πελασγῶν.
πέμψον δὲ πρόφρων δεῦρʼ ἡμέτερον
πατέρʼ εὐθαρσῆ Δαναόν, πρόνοον
καὶ βούλαρχον. τοῦ γὰρ προτέρα
μῆτις, ὅπου χρὴ δώματα ναίειν
καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν
ψόγον ἀλλοθρόοις
εὔτυκος· εἴη δὲ τὰ λῷστα.
ξύν τʼ εὐκλείᾳ καὶ ἀμηνίτῳ
βάξει λαῶν ἐγχώρων
τάσσεσθε, φίλαι δμωίδες, οὕτως
ὡς ἐφʼ ἑκάστῃ διεκλήρωσεν
Δαναὸς θεραποντίδα φερνήν.
Δαναός ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,
θύειν τε λείβειν θʼ, ὡς θεοῖς Ὀλυμπίοις,
σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.
καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς
φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις·
ἐμοὶ δʼ ὀπαδοὺς τούσδε καὶ δορυσσόους
ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,
καὶ μήτʼ ἀέλπτως, δορικανεῖ μόρῳ θανὼν
λάθοιμι, χώρᾳ δʼ ἄχθος ἀείζων πέλοι, . . . . . . .
τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς
χάριν σέβεσθαι τιμιωτέραν ἐμοῦ.
καὶ ταῦθʼ ἅμʼ ἐγγράψασθε πρὸς γεγραμμένοις
πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,
ἀγνῶθʼ ὅμιλον, ὡς ἐλέγχεται χρόνῳ,
πᾶς δʼ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει
κακήν, τό τʼ εἰπεῖν εὐπετὲς μύσαγμά πως.
ὑμᾶς δʼ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,
ὥραν ἐχούσας τήνδʼ ἐπίστρεπτον βροτοῖς.
τέρεινʼ ὀπώρα δʼ εὐφύλακτος οὐδαμῶς·
θῆρες δὲ κηραίνουσι καὶ βροτοί—τί μήν; —
καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.
καρπώματα στάζοντα κηρύσσει Κύπρις
κάλωρα κωλύουσαν θωσμένειν ἔρῳ,
καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι
πᾶς τις παρελθὼν ὄμματος θελκτήριον
τόξευμʼ ἔπεμψεν, ἱμέρου νικώμενος.
πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος
πολὺς δὲ πόντος οὕνεκʼ ἠρόθη δορί,
μηδʼ αἶσχος ἡμῖν, ἡδονὴν δʼ ἐχθροῖς ἐμοῖς
πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα·
τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,
οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε.
μόνον φύλαξαι τάσδʼ ἐπιστολὰς πατρός,
τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
Χορός Δαναϊδῶν τἄλλʼ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων·
ἐμῆς δʼ ὀπώρας οὕνεκʼ εὖ θάρσει, πάτερ.
θεοῖς γὰρ εἴ τι μὴ βεβούλευται νέον,
ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.
Χοροί Δαναϊδῶν καὶ θεραπαινῶν Δαναΐδες ἴτε μὰν ἀστυάνακτας στρ. α.
μάκαρας θεοὺς γανάοντες
πολιούχους τε καὶ οἳ χεῦμʼ Ἐρασίνου
περιναίουσιν παλαιόν.
ὑποδέξασθε δʼ ὀπαδοὶ
μέλος· αἶνος δὲ πόλιν τάνδε Πελασγῶν
ἐχέτω, μηδʼ ἔτι Νείλου
προχοὰς σέβωμεν ὕμνοις,
ποταμοὺς δʼ οἳ διὰ χώρας ἀντ. α.
θελεμὸν πῶμα χέουσιν
πολύτεκνοι, λιπαροῖς χεύμασι γαίας
τόδε μειλίσσοντες οὖδας.
ἐπίδοι δʼ Ἄρτεμις ἁγνὰ
στόλον οἰκτιζομένα, μηδʼ ὑπʼ ἀνάγκας
γάμος ἔλθοι Κυθερείας·
Στύγιον πέλοι τόδʼ ἆθλον.
Θεράπαιναι — Κύπριδος δʼ οὐκ ἀμελεῖ θεσμὸς ὅδʼ εὔφρων. στρ. β.
δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ·
τίεται δʼ αἰολόμητις
θεὸς ἔργοις ἐπὶ σεμνοῖς.
— μετάκοινοι δὲ φίλᾳ ματρὶ πάρεισιν
Πόθος ᾇ τʼ οὐδὲν ἄπαρνον
τελέθει θέλκτορι Πειθοῖ.
— δέδοται δʼ Ἁρμονίᾳ μοῖρʼ Ἀφροδίτας
ψεδυρὰ τρίβοι τʼ ἐρώτων.
— φυγάδεσσιν δʼ ἐπιπλοίας κακά τʼ ἄλγη ἀντ. β.
πολέμους θʼ αἱματόεντας προφοβοῦμαι.
τί ποτʼ εὔπλοιαν ἔπραξαν
ταχυπόμποισι διωγμοῖς;
— ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτʼ ἄν.
Διὸς οὐ παρβατός ἐστιν
μεγάλα φρὴν ἀπέρατος.
— μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ
προτερᾶν πέλοι γυναικῶν.
Δαναΐδες ὁ μέγας Ζεὺς ἀπαλέξαι στρ. γ.
γάμον Αἰγυπτογενῆ μοι.
Θεράπαιναι τὸ μὲν ἂν βέλτατον εἴη·
σὺ δὲ θέλγοις ἂν ἄθελκτον;
Δαναΐδες σὺ δέ γʼ οὐκ οἶσθα τὸ μέλλον.
Θεράπαιναι τί δὲ μέλλω φρένα Δίαν ἀντ. γ.
καθορᾶν, ὄψιν ἄβυσσον;
Δαναΐδες μέτριον νῦν ἔπος εὔχου·
τίνα καιρόν με διδάσκεις;
Θεράπαιναι τὰ θεῶν μηδὲν ἀγάζειν.
Χορός Ζεὺς ἄναξ ἀποστεροί- στρ. δ.
η γάμον δυσάνορα
δάιον, ὅσπερ Ἰὼ
πημονᾶς ἐλύσατʼ εὖ
χειρὶ παιωνίᾳ κατασχεθών,
εὐμενῆ βίαν κτίσας,
καὶ κράτος νέμοι γυναι- ἀντ. δ.
ξίν· τὸ βέλτερον κακοῦ
καὶ τὸ δίμοιρον αἰνῶ,
καὶ δίκᾳ δίκας ἕπε-
σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις
μηχαναῖς θεοῦ πάρα.