ΙΦΙΓΕΝΕΙΑ Η ΕΝ ΤΑΥΡΟΙΣ
Ἰφιγένεια Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην,
ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖς
Μενέλαος Ἀγαμέμνων τε· τοῦ δʼ ἔφυν ἐγώ,
τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς,
ἣν ἀμφὶ δίνας ἃς θάμʼ Εὔριπος πυκναῖς
αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει
ἔσφαξεν Ἑλένης οὕνεχʼ, ὡς δοκεῖ, πατὴρ
Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος.
ἐνταῦθα γὰρ δὴ χιλίων νεῶν στόλον
Ἑλληνικὸν συνήγαγʼ Ἀγαμέμνων ἄναξ,
τὸν καλλίνικον στέφανον Ἰλίου θέλων
λαβεῖν Ἀχαιοῖς τούς θʼ ὑβρισθέντας γάμους
Ἑλένης μετελθεῖν, Μενέλεωι χάριν φέρων.
δεινῆι δʼ ἀπλοίαι πνευμάτων τʼ οὐ τυγχάνων
ἐς ἔμπυρʼ ἦλθε, καὶ λέγει Κάλχας τάδε·
Ὦ τῆσδʼ ἀνάσσων Ἑλλάδος στρατηγίας,
Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσηις χθονὸς
πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις
λάβηι σφαγεῖσαν· ὅτι γὰρ ἐνιαυτὸς τέκοι
κάλλιστον, ηὔξω φωσφόρωι θύσειν θεᾶι.
παῖδʼ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ
τίκτει—τὸ καλλιστεῖον εἰς ἔμʼ ἀναφέρων—
ἣν χρή σε θῦσαι. καί μʼ Ὀδυσσέως τέχναις
μητρὸς παρείλοντʼ ἐπὶ γάμοις Ἀχιλλέως.
ἐλθοῦσα δʼ Αὐλίδʼ ἡ τάλαινʼ ὑπὲρ πυρᾶς
μεταρσία ληφθεῖσʼ ἐκαινόμην ξίφει.
ἀλλʼ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου
Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα
πέμψασά μʼ ἐς τήνδʼ ὤικισεν Ταύρων χθόνα,
οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος
Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς
ἐς τοὔνομʼ ἦλθε τόδε ποδωκείας χάριν.
ναοῖσι δʼ ἐν τοῖσδʼ ἱερέαν τίθησί με·
ὅθεν, νόμοισιν οἷσιν ἥδεται θεὰ
Ἄρτεμις, ἑορτῆς — τοὔνομʼ ἧς καλὸν μόνον·
τὰ δʼ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη —
κατάρχομαι μέν, σφάγια δʼ ἄλλοισιν μέλει.
ἃ καινὰ δʼ ἥκει νὺξ φέρουσα φάσματα
λέξω πρὸς αἰθέρʼ, εἴ τι δὴ τόδʼ ἔστʼ ἄκος.
ἔδοξʼ ἐν ὕπνωι τῆσδʼ ἀπαλλαχθεῖσα γῆς
οἰκεῖν ἐν Ἄργει, παρθενῶσι δʼ ἐν μέσοις
εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλωι,
φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν
δόμων πίτνοντα, πᾶν δʼ ἐρείψιμον στέγος
βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν.
μόνος δʼ ἐλείφθη στῦλος, ὡς ἔδοξέ μοι,
δόμων πατρώιων, ἐκ δʼ ἐπικράνων κόμας
ξανθὰς καθεῖναι, φθέγμα δʼ ἀνθρώπου λαβεῖν,
κἀγὼ τέχνην τήνδʼ ἣν ἔχω ξενοκτόνον
τιμῶσʼ ὑδραίνειν αὐτὸν ὡς θανούμενον,
κλαίουσα. τοὔναρ δʼ ὧδε συμβάλλω τόδε·
τέθνηκʼ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ.
στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες,
θνήισκουσι δʼ οὓς ἂν χέρνιβες βάλωσʼ ἐμαί.
νῦν οὖν ἀδελφῶι βούλομαι δοῦναι χοὰς
ἀποῦσʼ ἀπόντι — ταῦτα γὰρ δυναίμεθʼ ἄν —
σὺν προσπόλοισιν, ἃς ἔδωχʼ ἡμῖν ἄναξ
Ἑλληνίδας γυναῖκας. ἀλλʼ ἐξ αἰτίας
οὔπω τινὸς πάρεισιν· εἶμʼ ἔσω δόμων
ἐν οἷσι ναίω τῶνδʼ ἀνακτόρων θεᾶς.
Ὀρέστης ὅρα, φυλάσσου μή τις ἐν στίβωι βροτῶν.
Πυλάδης ὁρῶ, σκοποῦμαι δʼ ὄμμα πανταχῆι στρέφων.
Ὀρέστης Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτʼ εἶναι θεᾶς,
ἔνθʼ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν;
Πυλάδης ἔμοιγʼ, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών.
Ὀρέστης καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;
Πυλάδης ἐξ αἱμάτων γοῦν ξάνθʼ ἔχει θριγκώματα.
Ὀρέστης θριγκοῖς δʼ ὑπʼ αὐτοῖς σκῦλʼ ὁρᾶις ἠρτημένα;
Πυλάδης τῶν κατθανόντων γʼ ἀκροθίνια ξένων.
ἀλλʼ ἐγκυκλοῦντʼ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.
Ὀρέστης ὦ Φοῖβε, ποῖ μʼ αὖ τήνδʼ ἐς ἄρκυν ἤγαγες
χρήσας, ἐπειδὴ πατρὸς αἷμʼ ἐτεισάμην
μητέρα κατάκτας; διαδοχαῖς δʼ Ἐρινύων
ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς
δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους·
ἐλθὼν δέ σʼ ἠρώτησα πῶς τροχηλάτου
μανίας ἂν ἔλθοιμʼ ἐς τέλος πόνων τʼ ἐμῶν·
σὺ δʼ εἶπας ἐλθεῖν Ταυρικῆς μʼ ὅρους χθονός,
ἔνθʼ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχει,
λαβεῖν τʼ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε
ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο·
λαβόντα δʼ ἢ τέχναισιν ἢ τύχηι τινί,
κίνδυνον ἐκπλήσαντʼ, Ἀθηναίων χθονὶ
δοῦναι — τὸ δʼ ἐνθένδʼ οὐδὲν ἐρρήθη πέρα —
καὶ ταῦτα δράσαντʼ ἀμπνοὰς ἕξειν πόνων.
ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε
ἄγνωστον ἐς γῆν ἄξενον. σὲ δʼ ἱστορῶ,
Πυλάδη — σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου —,
τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾶις
ὑψηλά· πότερα κλιμάκων προσαμβάσεις
ἐμβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν;
ἢ χαλκότευκτα κλῆιθρα λύσαντες μοχλοῖς
ὧν οὐδὲν ἴσμεν; ἢν δʼ ἀνοίγοντες πύλας
ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι,
θανούμεθʼ. ἀλλὰ πρὶν θανεῖν νεὼς ἔπι
φεύγωμεν, ἧιπερ δεῦρʼ ἐναυστολήσαμεν.
Πυλάδης φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδʼ εἰώθαμεν,
τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐκ ἀτιστέον.
ναοῦ δʼ ἀπαλλαχθέντε κρύψωμεν δέμας
κατʼ ἄντρʼ ἃ πόντος νοτίδι διακλύζει μέλας
νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος
βασιλεῦσιν εἴπηι κἆιτα ληφθῶμεν βίαι.
ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόληι,
τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν
ἄγαλμα πάσας προσφέροντε μηχανάς.
ὅρα δέ γʼ εἴσω τριγλύφων ὅποι κενὸν
δέμας καθεῖναι· τοὺς πόνους γὰρ ἁγαθοὶ
τολμῶσι, δειλοὶ δʼ εἰσὶν οὐδὲν οὐδαμοῦ.
οὔτοι μακρὸν μὲν ἤλθομεν κώπηι πόρον
ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.
Ὀρέστης ἀλλʼ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν
ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.
οὐ γὰρ τὸ τοῦ θεοῦ γʼ αἴτιος γενήσομαι
πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον.
μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.
Ἰφιγένεια εὐφαμεῖτʼ, ὦ
πόντου δισσὰς συγχωρούσας
πέτρας ἀξείνου ναίοντες.
Χορός ὦ παῖ τᾶς Λατοῦς,
Δίκτυννʼ οὐρεία,
πρὸς σὰν αὐλάν, εὐστύλων
ναῶν χρυσήρεις θριγκούς,
ὁσίας ὅσιον πόδα παρθένιον
κληιδούχου δούλα πέμπω,
Ἑλλάδος εὐίππου πύργους
καὶ τείχη χόρτων τʼ εὐδένδρων
ἐξαλλάξασʼ Εὐρώπαν,
πατρώιων οἴκων ἕδρας.
ἔμολον· τί νέον; τίνα φροντίδʼ ἔχεις;
τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες,
ὦ παῖ τοῦ τᾶς Τροίας πύργους
ἐλθόντος κλεινᾶι σὺν κώπαι
χιλιοναύτα μυριοτευχοῦς
Ἀτρειδᾶν τῶν κλεινῶν;
Ἰφιγένεια ἰὼ δμωαί,
δυσθρηνήτοις ὡς θρήνοις
ἔγκειμαι, τᾶς οὐκ εὐμούσου
μολπᾶς ἀλύροις ἐλέγοις, αἰαῖ,
ἐν κηδείοις οἴκτοισιν.
ἆταί μοι συμβαίνουσʼ ἆται
σύγγονον ἁμὸν κατακλαιομέναι
ζωᾶς, οἵαν ἰδόμαν
ὄψιν ὀνείρων
νυκτὸς τᾶς ἐξῆλθʼ ὄρφνα.
ὀλόμαν ὀλόμαν·
οὐκ εἴσʼ οἶκοι πατρῶιοι·
οἴμοι μοι φροῦδος γέννα.
φεῦ φεῦ τῶν Ἄργει μόχθων.
ἰὼ δαῖμον,
μόνον ὅς με κασίγνητον συλᾶις
Ἀίδαι πέμψας, ὧι τάσδε χοὰς
μέλλω κρατῆρά τε τὸν φθιμένων
ὑγραίνειν γαίας ἐν νώτοις
παγάς τʼ οὐρειᾶν ἐκ μόσχων
Βάκχου τʼ οἰνηρὰς λοιβὰς
ξουθᾶν τε πόνημα μελισσᾶν,
ἃ νεκροῖς θελκτήρια χεῖται.
ἀλλʼ ἔνδος μοι πάγχρυσον
τεῦχος καὶ λοιβὰν Ἅιδα.
ὦ κατὰ γαίας Ἀγαμεμνόνιον
θάλος, ὡς φθιμένωι τάδε σοι πέμπω.
δέξαι δʼ· οὐ γὰρ πρὸς τύμβον σοι
ξανθὰν χαίταν, οὐ δάκρυʼ οἴσω.
τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην
πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι
κεῖμαι σφαχθεῖσʼ ἁ τλάμων.
Χορός ἀντιψάλμους ὠιδὰς ὕμνων τʼ
Ἀσιητᾶν σοι βάρβαρον ἀχάν,
δέσποινʼ, ἐξαυδάσω, τὰν ἐν
θρήνοις μοῦσαν νέκυσιν μέλεον,
τὰν ἐν μολπαῖς Ἅιδας ὑμνεῖ
δίχα παιάνων.
οἴμοι τῶν Ἀτρειδᾶν οἴκων.
ἔρρει φῶς σκῆπτρόν τʼ, οἴμοι,
πατρίων οἴκων.
τίνʼ ἐκ τῶν εὐόλβων Ἄργει
βασιλέων ἀρχά.
μόχθος δʼ ἐκ μόχθων ἄισσει
δινευούσαις ἵπποις πταναῖς.
ἀλλάξας δʼ ἐξ ἕδρας ἱερὸν
ὄμμʼ αὐγᾶς ἅλιος.
ἄλλοις δʼ ἄλλα προσέβα
χρυσέας ἀρνὸς μελάθροις ὀδύνα
φόνος ἐπὶ φόνωι ἄχεα ἄχεσιν.
ἔνθεν τῶν πρόσθεν δμαθέντων
ἐκβαίνει ποινὰ Τανταλιδᾶν
εἰς οἴκους, σπεύδει δʼ ἀσπούδαστʼ
ἐπὶ σοὶ δαίμων.
Ἰφιγένεια ἐξ ἀρχᾶς μοι δυσδαίμων
δαίμων …
τᾶς ματρὸς ζώνας καὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶς
λόχιαι στερρὰν παιδείαν
Μοῖραι συντείνουσιν θεαί·
ἃν πρωτόγονον θάλος ἐν θαλάμοις
Λήδας ἁ τλάμων κούρα
σφάγιον πατρώιαι λώβαι
καὶ θῦμʼ οὐκ εὐγάθητον
ἔτεκεν ἔτρεφεν εὐκταίαν.
ἱππείοις δʼ ἐν δίφροισι
ψαμάθων Αὐλίδος ἐπέβασαν
νύμφαν, οἴμοι, δύσνυμφον
τῶι τᾶς Νηρέως κούρας, αἰαῖ.
νῦν δʼ ἀξείνου πόντου ξείνα
δυσχόρτους οἴκους ναίω,
ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος,
ἁ μναστευθεῖσʼ ἐξ Ἑλλάνων,
οὐ τὰν Ἄργει μέλπουσʼ Ἥραν
οὐδʼ ἱστοῖς ἐν καλλιφθόγγοις
κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ
καὶ Τιτάνων ποικίλλουσʼ, ἀλλʼ
αἱμορράντων δυσφόρμιγγα
ξείνων αἱμάσσουσʼ ἄταν βωμοὺς
οἰκτράν τʼ αἰαζόντων αὐδὰν
οἰκτρόν τʼ ἐκβαλλόντων δάκρυον.
καὶ νῦν κείνων μέν μοι λάθα,
τὸν δʼ Ἄργει δμαθέντʼ ἀγκλαίω
σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον
ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος
ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τʼ
Ἄργει σκηπτοῦχον Ὀρέσταν.
Χορός καὶ μὴν ὅδʼ ἀκτὰς ἐκλιπὼν θαλασσίους
βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.
Βουκόλος Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον,
ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων.
Ἰφιγένεια τί δʼ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου;
Βουκόλος ἥκουσιν ἐς γῆν, κυανέας Συμπληγάδας
πλάτηι φυγόντες, δίπτυχοι νεανίαι,
θεᾶι φίλον πρόσφαγμα καὶ θυτήριον
Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα
οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη.
Ἰφιγένεια ποδαποί; τίνος γῆς σχῆμʼ ἔχουσιν οἱ ξένοι;
Βουκόλος Ἕλληνες· ἓν τοῦτʼ οἶδα κοὐ περαιτέρω.
Ἰφιγένεια οὐδʼ ὄνομʼ ἀκούσας οἶσθα τῶν ξένων φράσαι;
Βουκόλος Πυλάδης ἐκλήιζεθʼ ἅτερος πρὸς θατέρου.
Ἰφιγένεια τῶι ξυζύγωι δὲ τοῦ ξένου τί τοὔνομʼ ἦν;
Βουκόλος οὐδεὶς τόδʼ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν.
Ἰφιγένεια ποῦ δʼ εἴδετʼ αὐτοὺς κἀντυχόντες εἵλετε;
Βουκόλος ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου.
Ἰφιγένεια καὶ τίς θαλάσσης βουκόλοις κοινωνία;
Βουκόλος βοῦς ἤλθομεν νίψοντες ἐναλίαι δρόσωι.
Ἰφιγένεια ἐκεῖσε δὴ ʼπάνελθε, πῶς νιν εἵλετε
τρόπωι θʼ ὁποίωι· τοῦτο γὰρ μαθεῖν θέλω.
Βουκόλος ἐπεὶ τὸν ἐκρέοντα διὰ Συμπληγάδων
βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν,
ἦν τις διαρρὼξ κυμάτων πολλῶι σάλωι
κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι.
ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας
βουφορβὸς ἡμῶν, κἀνεχώρησεν πάλιν
ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος.
ἔλεξε δʼ· Οὐχ ὁρᾶτε; δαίμονές τινες
θάσσουσιν οἵδε. θεοσεβὴς δʼ ἡμῶν τις ὢν
ἀνέσχε χεῖρα καὶ προσηύξατʼ εἰσιδών·
Ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ,
δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ,
εἴτʼ οὖν ἐπʼ ἀκταῖς θάσσετον Διοσκόρω,
ἢ Νηρέως ἀγάλμαθʼ, ὃς τὸν εὐγενῆ
ἔτικτε πεντήκοντα Νηρήιδων χορόν.
ἄλλος δέ τις μάταιος, ἀνομίαι θρασύς,
ἐγέλασεν εὐχαῖς, ναυτίλους δʼ ἐφθαρμένους
θάσσειν φάραγγʼ ἔφασκε τοῦ νόμου φόβωι,
κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.
ἔδοξε δʼ ἡμῶν εὖ λέγειν τοῖς πλείοσιν,
θηρᾶν τε τῆι θεῶι σφάγια τἀπιχώρια.
κἀν τῶιδε πέτραν ἅτερος λιπὼν ξένοιν
ἔστη κάρα τε διετίναξʼ ἄνω κάτω
κἀνεστέναξεν ὠλένας τρέμων ἄκρας,
μανίαις ἀλαίνων, καὶ βοᾶι κυναγὸς ὥς·
Πυλάδη, δέδορκας τήνδε; τήνδε δʼ οὐχ ὁρᾶις
Ἅιδου δράκαιναν ὥς με βούλεται κτανεῖν
δειναῖς ἐχίδναις εἰς ἔμʼ ἐστομωμένη;
ἡ ʼκ γειτόνων δὲ πῦρ πνέουσα καὶ φόνον
πτεροῖς ἐρέσσει, μητέρʼ ἀγκάλαις ἐμὴν
ἔχουσα, πέτρινον ἄχθος, ὡς ἐπεμβάληι.
οἴμοι, κτενεῖ με· ποῖ φύγω; παρῆν δʼ ὁρᾶν
οὐ ταῦτα μορφῆς σχήματʼ, ἀλλʼ ἠλλάσσετο
φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα,
ἃς φᾶσʼ Ἐρινῦς ἱέναι μιμήματα.
ἡμεῖς δὲ συσταλέντες, ὡς θανουμένου,
σιγῆι καθήμεθʼ· ὁ δὲ χερὶ σπάσας ξίφος,
μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως,
παίει σιδήρωι λαγόνας ἐς πλευράς θʼ ἱείς,
δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε,
ὥσθʼ αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός.
κἀν τῶιδε πᾶς τις, ὡς ὁρᾶι βουφόρβια
πίπτοντα καὶ πορθούμενʼ, ἐξωπλίζετο,
κόχλους τε φυσῶν συλλέγων τʼ ἐγχωρίους·
πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους
φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα.
πολλοὶ δʼ ἐπληρώθημεν οὐ μακρῶι χρόνωι.
πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς,
στάζων ἀφρῶι γένειον· ὡς δʼ ἐσείδομεν
προύργου πεσόντα, πᾶς ἀνὴρ εἶχεν πόνον
βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν
ἀφρόν τʼ ἀπέψη σώματός τʼ ἐτημέλει
πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς,
καραδοκῶν μὲν τἀπιόντα τραύματα,
φίλον δὲ θεραπείαισιν ἄνδρʼ εὐεργετῶν.
ἔμφρων δʼ ἀνάιξας ὁ ξένος πεσήματος
ἔγνω κλύδωνα πολεμίων προσκείμενον
καὶ τὴν παροῦσαν συμφορὰν αὑτοῖν πέλας
ὤιμωξέ θʼ· ἡμεῖς δʼ οὐκ ἀνίεμεν πέτροις
βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.
οὗ δὴ τὸ δεινὸν παρακέλευσμʼ ἠκούσαμεν·
Πυλάδη, θανούμεθʼ, ἀλλʼ ὅπως θανούμεθα
κάλλισθʼ· ἕπου μοι, φάσγανον σπάσας χερί.
ὡς δʼ εἴδομεν δίπαλτα πολεμίων ξίφη,
φυγῆι λεπαίας ἐξεπίμπλαμεν νάπας.
ἀλλʼ, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι
ἔβαλλον αὐτούς· εἰ δὲ τούσδʼ ὠσαίατο,
αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις.
ἀλλʼ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν
οὐδεὶς τὰ τῆς θεοῦ θύματʼ εὐτύχει βαλών.
μόλις δέ νιν τόλμηι μὲν οὐ χειρούμεθα,
κύκλωι δὲ περιβαλόντες ἐξεκόψαμεν
πέτροισι χειρῶν φάσγανʼ, ἐς δὲ γῆν γόνυ
καμάτωι καθεῖσαν. πρὸς δʼ ἄνακτα τῆσδε γῆς
κομίζομέν νιν. ὁ δʼ ἐσιδὼν ὅσον τάχος
ἐς χέρνιβάς τε καὶ σφαγεῖʼ ἔπεμπέ σοι.
ηὔχου δὲ τοιάδʼ, ὦ νεᾶνι, σοὶ ξένων
σφάγια παρεῖναι· κἂν ἀναλίσκηις ξένους
τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον
δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.
Χορός θαυμάστʼ ἔλεξας τὸν μανένθʼ, ὅστις ποτὲ
Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.
Ἰφιγένεια εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών,
τὰ δʼ ἐνθάδʼ ἡμεῖς ὅσια φροντιούμεθα.
ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους
γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί,
ἐς θοὐμόφυλον ἀναμετρουμένη δάκρυ,
Ἕλληνας ἄνδρας ἡνίκʼ ἐς χέρας λάβοις.
νῦν δʼ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα
δύσνουν με λήψεσθʼ, οἵτινές ποθʼ ἥκετε.
ἀλλʼ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε,
οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας
Ἑλένην ἐπήγαγʼ ἐνθάδʼ, ἥ μʼ ἀπώλεσεν,
Μενέλεών θʼ, ἵνʼ αὐτοὺς ἀντετιμωρησάμην,
τὴν ἐνθάδʼ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ,
οὗ μʼ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι
ἔσφαζον, ἱερεὺς δʼ ἦν ὁ γεννήσας πατήρ.
οἴμοι — κακῶν γὰρ τῶν τότʼ οὐκ ἀμνημονῶ —,
ὅσας γενείου χεῖρας ἐξηκόντισα
γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη,
λέγουσα τοιάδʼ· Ὦ πάτερ, νυμφεύομαι
νυμφεύματʼ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δʼ ἐμὲ
σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν
ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν
μέλαθρον· ἡμεῖς δʼ ὀλλύμεσθα πρὸς σέθεν.
Ἅιδης Ἀχιλλεὺς ἦν ἄρʼ, οὐχ ὁ Πηλέως,
ὅν μοι προτείνας πόσιν ἐν ἁρμάτων ὄχοις
ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλωι.
ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων
ἔχουσʼ ἀδελφὸν οὔτʼ ἀνειλόμην χεροῖν,
ὃς νῦν ὄλωλεν, οὐ κασιγνήτηι στόμα
συνῆψʼ ὑπʼ αἰδοῦς, ὡς ἰοῦσʼ ἐς Πηλέως
μέλαθρα· πολλὰ δʼ ἀπεθέμην ἀσπάσματα
ἐς αὖθις, ὡς ἥξουσʼ ἐς Ἄργος αὖ πάλιν.
ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν
ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων.
τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα,
ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου
ἢ καὶ λοχείας ἢ νεκροῦ θίγηι χεροῖν
βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη,
αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.
οὐκ ἔσθʼ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ
Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν
τὰ Ταντάλου θεοῖσιν ἑστιάματα
ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾶι,
τοὺς δʼ ἐνθάδʼ, αὐτοὺς ὄντας ἀνθρωποκτόνους,
ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ·
οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.
Χορός κυάνεαι κυάνεαι σύνοδοι θαλάσσας,
ἵνʼ οἶστρος ὁ πετόμενος Ἀργόθεν
ἄξενον ἐπʼ οἶδμα διεπέρασεν …
Ἀσιήτιδα γαῖαν
Εὐρώπας διαμείψας.
τίνες ποτʼ ἄρα τὸν εὔυδρον δονακόχλοον
λιπόντες Εὐρώταν
ἢ ῥεύματα σεμνὰ Δίρκας
ἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούραι
δίαι τέγγει
βωμοὺς καὶ περικίονας
ναοὺς αἷμα βρότειον;
ἦ ῥοθίοις εἰλατίνας δικρότοισι κώπας
ἔπλευσαν ἐπὶ πόντια κύματα
νάιον ὄχημα λινοπόροις σὺν αὔραις,
φιλόπλουτον ἅμιλλαν
αὔξοντες μελάθροισιν;
φίλα γὰρ ἐλπὶς γένετʼ ἐπὶ πήμασι βροτῶν
ἄπληστος ἀνθρώποις,
ὄλβου βάρος οἳ φέρονται
πλάνητες ἐπʼ οἶδμα πόλεις τε βαρβάρους περῶντες
κοινᾶι δόξαι·
γνώμα δʼ οἷς μὲν ἄκαιρος ὄλ-
βου, τοῖς δʼ ἐς μέσον ἥκει.
πῶς τὰς συνδρομάδας πέτρας,
πῶς Φινεΐδας ἀύ-
πνους ἀκτὰς ἐπέρα-
σαν παρʼ ἅλιον αἰγιαλὸν ἐπʼ Ἀμφιτρί-
τας ῥοθίωι δραμόντες,
ὅπου πεντήκοντα κορᾶν
Νηρήιδων … χοροὶ
μέλπουσιν ἐγκύκλιοι,
πλησιστίοισι πνοαῖς,
συριζόντων κατὰ πρύμναν
εὐναίων πηδαλίων,
αὔραισιν νοτίαις
ἢ πνεύμασι Ζεφύρου,
τὰν πολυόρνιθον ἐπʼ αἶ-
αν, λευκὰν ἀκτάν, Ἀχιλῆ-
ος, δρόμους καλλισταδίους,
ἄξεινον κατὰ πόντον;
εἴθʼ εὐχαῖσιν δεσποσύνοις
Λήδας Ἑλένα φίλα
παῖς ἐλθοῦσα τύχοι
Τρωϊάδα λιποῦσα πόλιν, ἵνʼ ἀμφὶ χαί-
ταν δρόσον αἱματηρὰν
ἑλιχθεῖσα λαιμοτόμωι
δεσποίνας χειρὶ θάνηι
ποινὰς δοῦσʼ ἀντιπάλους.
ἥδιστʼ ἂν δʼ ἀγγελίαν
δεξαίμεσθʼ, Ἑλλάδος ἐκ γᾶς
πλωτήρων εἴ τις ἔβα
δουλείας ἐμέθεν
δειλαίας παυσίπονος·
κἀν γὰρ ὀνείροισι συνεί-
ην δόμοις πόλει τε πατρώι-
αι, τερπνῶν ὕπνων ἀπόλαυ-
σιν, κοινὰν χάριν ὄλβα.
ἀλλʼ οἵδε χέρας δεσμοῖς δίδυμοι
συνερεισθέντες χωροῦσι, νέον
πρόσφαγμα θεᾶς. σιγᾶτε, φίλαι·
τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ
ναοῖσι πέλας τάδε βαίνει,
οὐδʼ ἀγγελίας ψευδεῖς ἔλακεν
βουφορβὸς ἀνήρ.
ὦ πότνιʼ, εἴ σοι τάδʼ ἀρεσκόντως
πόλις ἥδε τελεῖ, δέξαι θυσίας,
ἃς ὁ παρʼ ἡμῖν νόμος οὐχ ὁσίας
Ἕλλησι διδοὺς ἀναφαίνει.
τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχηι
φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας,
ὡς ὄντες ἱεροὶ μηκέτʼ ὦσι δέσμιοι.
ναοῦ δʼ ἔσω στείχοντες εὐτρεπίζετε
ἃ χρὴ ʼπὶ τοῖς παροῦσι καὶ νομίζεται.
φεῦ· τίς ἆρα μήτηρ ἡ τεκοῦσʼ ὑμᾶς ποτε
πατήρ τʼ ἀδελφή τʼ, εἰ γεγῶσα τυγχάνει;
οἵων στερεῖσα διπτύχων νεανιῶν
ἀνάδελφος ἔσται. τὰς τύχας τίς οἶδʼ ὅτωι
τοιαίδʼ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν
ἐς ἀφανὲς ἕρπει κοὐδὲν οἶδʼ οὐδεὶς κακόν·
ἡ γὰρ τύχη παρήγαγʼ ἐς τὸ δυσμαθές.
πόθεν ποθʼ ἥκετʼ, ὦ ταλαίπωροι ξένοι;
ὡς διὰ μακροῦ μὲν τήνδʼ ἐπλεύσατε χθόνα,
μακρὸν δʼ ἀπʼ οἴκων χρόνον ἔσεσθε δὴ κάτω.
Ὀρέστης τί ταῦτʼ ὀδύρηι κἀπὶ τοῖς μέλουσι νῶιν
κακοῖς σὲ λυπεῖς, ἥτις εἶ ποτʼ, ὦ γύναι;
οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτανεῖν
οἴκτωι τὸ δεῖμα τοὐλέθρου νικᾶν θέληι,
οὐδʼ ὅστις Ἅιδην ἐγγὺς ὄντʼ οἰκτίζεται
σωτηρίας ἄνελπις· ὡς δύʼ ἐξ ἑνὸς
κακὼ συνάπτει, μωρίαν τʼ ὀφλισκάνει
θνήισκει θʼ ὁμοίως· τὴν τύχην δʼ ἐᾶν χρεών.
ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδε
θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.
Ἰφιγένεια πότερος ἄρʼ ὑμῶν ἐνθάδʼ ὠνομασμένος
Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω.
Ὀρέστης ὅδʼ, εἴ τι δή σοι τοῦτʼ ἐν ἡδονῆι μαθεῖν.
Ἰφιγένεια ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς;
Ὀρέστης τί δʼ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;
Ἰφιγένεια πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;
Ὀρέστης φιλότητί γʼ· ἐσμὲν δʼ οὐ κασιγνήτω, γύναι.
Ἰφιγένεια σοὶ δʼ ὄνομα ποῖον ἔθεθʼ ὁ γεννήσας πατήρ;
Ὀρέστης τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθʼ ἄν.
Ἰφιγένεια οὐ τοῦτʼ ἐρωτῶ· τοῦτο μὲν δὸς τῆι τύχηι.
Ὀρέστης ἀνώνυμοι θανόντες οὐ γελώιμεθʼ ἄν.
Ἰφιγένεια τί δὲ φθονεῖς τοῦτʼ; ἦ φρονεῖς οὕτω μέγα;
Ὀρέστης τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.
Ἰφιγένεια οὐδʼ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι;
Ὀρέστης ζητεῖς γὰρ οὐδὲν κέρδος ὡς θανουμένωι.
Ἰφιγένεια χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;
Ὀρέστης τὸ κλεινὸν Ἄργος πατρίδʼ ἐμὴν ἐπεύχομαι.
Ἰφιγένεια πρὸς θεῶν, ἀληθῶς, ὦ ξένʼ, εἶ κεῖθεν γεγώς;
Ὀρέστης ἐκ τῶν Μυκηνῶν γʼ, αἵ ποτʼ ἦσαν ὄλβιαι.
Ἰφιγένεια καὶ μὴν ποθεινός γʼ ἦλθες ἐξ Ἄργους μολών.
Ὀρέστης οὔκουν ἐμαυτῶι γʼ· εἰ δὲ σοί, σὺ τοῦθʼ ὅρα.
Ἰφιγένεια φυγὰς δʼ ἀπῆρας πατρίδος ἢ ποίαι τύχηι;
Ὀρέστης φεύγω τρόπον γε δή τινʼ οὐχ ἑκὼν ἑκών.
Ἰφιγένεια ἆρʼ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;
Ὀρέστης ὡς ἐν παρέργωι τῆς ἐμῆς δυσπραξίας.
Ἰφιγένεια Τροίαν ἴσως οἶσθʼ, ἧς ἁπανταχοῦ λόγος.
Ὀρέστης ὡς μήποτʼ ὤφελόν γε μηδʼ ἰδὼν ὄναρ.
Ἰφιγένεια φασίν νιν οὐκέτʼ οὖσαν οἴχεσθαι δορί.
Ὀρέστης ἔστιν γὰρ οὕτως οὐδʼ ἄκραντʼ ἠκούσατε.
Ἰφιγένεια Ἑλένη δʼ ἀφῖκται δῶμα Μενέλεω πάλιν;
Ὀρέστης ἥκει, κακῶς γʼ ἐλθοῦσα τῶν ἐμῶν τινι.
Ἰφιγένεια καὶ ποῦ ʼστι; κἀμοὶ γάρ τι προυφείλει κακόν.
Ὀρέστης Σπάρτηι ξυνοικεῖ τῶι πάρος ξυνευνέτηι.
Ἰφιγένεια ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνηι.
Ὀρέστης ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων.
Ἰφιγένεια νόστος δʼ Ἀχαιῶν ἐγένεθʼ, ὡς κηρύσσεται;
Ὀρέστης ὡς πάνθʼ ἅπαξ με συλλαβοῦσʼ ἀνιστορεῖς.
Ἰφιγένεια πρὶν γὰρ θανεῖν σε, τοῦδʼ ἐπαυρέσθαι θέλω.
Ὀρέστης ἔλεγχʼ, ἐπειδὴ τοῦδʼ ἐρᾶις· λέξω δʼ ἐγώ.
Ἰφιγένεια Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;
Ὀρέστης ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.
Ἰφιγένεια ὦ πότνιʼ, ὡς εὖ. τί γὰρ ὁ Λαέρτου γόνος;
Ὀρέστης οὔπω νενόστηκʼ οἶκον, ἔστι δʼ, ὡς λόγος.
Ἰφιγένεια ὄλοιτο, νόστου μήποτʼ ἐς πάτραν τυχών.
Ὀρέστης μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ.
Ἰφιγένεια Θέτιδος δʼ ὁ τῆς Νηρῆιδος ἔστι παῖς ἔτι;
Ὀρέστης οὐκ ἔστιν· ἄλλως λέκτρʼ ἔγημʼ ἐν Αὐλίδι.
Ἰφιγένεια δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.
Ὀρέστης τίς εἶ ποθʼ; ὡς εὖ πυνθάνηι τἀφʼ Ἑλλάδος.
Ἰφιγένεια ἐκεῖθέν εἰμι· παῖς ἔτʼ οὖσʼ ἀπωλόμην.
Ὀρέστης ὀρθῶς ποθεῖς ἄρʼ εἰδέναι τἀκεῖ, γύναι.
Ἰφιγένεια τί δʼ ὁ στρατηγός, ὃν λέγουσʼ εὐδαιμονεῖν;
Ὀρέστης τίς; οὐ γὰρ ὅν γʼ ἐγὦιδα τῶν εὐδαιμόνων.
Ἰφιγένεια Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ.
Ὀρέστης οὐκ οἶδʼ· ἄπελθε τοῦ λόγου τούτου, γύναι.
Ἰφιγένεια μὴ πρὸς θεῶν, ἀλλʼ εἴφʼ, ἵνʼ εὐφρανθῶ, μένε.
Ὀρέστης τέθνηχʼ ὁ τλήμων, πρὸς δʼ ἀπώλεσέν τινα.
Ἰφιγένεια τέθνηκε; ποίαι συμφορᾶι; τάλαινʼ ἐγώ.
Ὀρέστης τί δʼ ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι;
Ἰφιγένεια τὸν ὄλβον αὐτοῦ τὸν πάροιθʼ ἀναστένω.
Ὀρέστης δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.
Ἰφιγένεια ὦ πανδάκρυτος ἡ κτανοῦσα χὠ θανών.
Ὀρέστης παῦσαί νυν ἤδη μηδʼ ἐρωτήσηις πέρα.
Ἰφιγένεια τοσόνδε γʼ, εἰ ζῆι τοῦ ταλαιπώρου δάμαρ.
Ὀρέστης οὐκ ἔστι· παῖς νιν ὃν ἔτεκʼ αὐτὸς ὤλεσεν.
Ἰφιγένεια ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων;
Ὀρέστης πατρὸς θανόντος τήνδε τιμωρούμενος.
Ἰφιγένεια φεῦ· ὡς εὖ κακὸν δίκαιον ἐξεπράξατο.
Ὀρέστης ἀλλʼ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν.
Ἰφιγένεια λείπει δʼ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;
Ὀρέστης λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.
Ἰφιγένεια τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος;
Ὀρέστης οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.
Ἰφιγένεια τάλαινʼ ἐκείνη χὠ κτανὼν αὐτὴν πατήρ.
Ὀρέστης κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.
Ἰφιγένεια ὁ τοῦ θανόντος δʼ ἔστι παῖς Ἄργει πατρός;
Ὀρέστης ἔστʼ, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.
Ἰφιγένεια ψευδεῖς ὄνειροι, χαίρετʼ· οὐδὲν ἦτʼ ἄρα.
Ὀρέστης οὐδʼ οἱ σοφοί γε δαίμονες κεκλημένοι
πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.
πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι
κἀν τοῖς βροτείοις· ἓν δὲ λυπεῖται μόνον,
ὅτʼ οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις
ὄλωλεν ὡς ὄλωλε τοῖσιν εἰδόσιν.
Χορός φεῦ φεῦ. τί δʼ ἡμεῖς οἵ τʼ ἐμοὶ γεννήτορες;
ἆρʼ εἰσίν; ἆρʼ οὐκ εἰσί; τίς φράσειεν ἄν;
Ἰφιγένεια ἀκούσατʼ· ἐς γὰρ δή τινʼ ἥκομεν λόγον,
ὑμῖν τʼ ὄνησιν, ὦ ξένοι, σπεύδουσʼ ἅμα
κἀμοί. τὸ δʼ εὖ μάλιστά γʼ οὕτω γίγνεται,
εἰ πᾶσι ταὐτὸν πρᾶγμʼ ἀρεσκόντως ἔχει.
θέλοις ἄν, εἰ σώσαιμί σʼ, ἀγγεῖλαί τί μοι
πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,
δέλτον τʼ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ
ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν
φονέα νομίζων χεῖρα, τοῦ νόμου δʼ ὕπο
θνήισκειν τὰ τῆς θεοῦ ταῦτα δίκαιʼ ἡγουμένης;
οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν
ἐς Ἄργος αὖθις τάς τʼ ἐμὰς ἐπιστολὰς
πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί.
σὺ δʼ — εἶ γάρ, ὡς ἔοικας, οὔτι δυσγενὴς
καὶ τὰς Μυκήνας οἶσθα χοὒς ἐγὼ φιλῶ —
σώθητι κεῖσε, μισθὸν οὐκ αἰσχρὸν λαβών,
κούφων ἕκατι γραμμάτων σωτηρίαν.
οὗτος δʼ, ἐπείπερ πόλις ἀναγκάζει τάδε,
θεᾶι γενέσθω θῦμα χωρισθεὶς σέθεν.
Ὀρέστης καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη·
τὸ γὰρ σφαγῆναι τόνδʼ ἐμοὶ βάρος μέγα.
ὁ ναυστολῶν γάρ εἰμʼ ἐγὼ τὰς συμφοράς,
οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν.
οὔκουν δίκαιον ἐπʼ ὀλέθρωι τῶι τοῦδʼ ἐμὲ
χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.
ἀλλʼ ὣς γενέσθω· τῶιδε μὲν δέλτον δίδου·
πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·
ἡμᾶς δʼ ὁ χρήιζων κτεινέτω. τὰ τῶν φίλων
αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς
αὐτὸς σέσωται. τυγχάνει δʼ ὅδʼ ὢν φίλος,
ὃν οὐδὲν ἧσσον ἢ ʼμὲ φῶς ὁρᾶν θέλω.
Ἰφιγένεια ὦ λῆμʼ ἄριστον, ὡς ἀπʼ εὐγενοῦς τινος
ῥίζης πέφυκας τοῖς φίλοις τʼ ὀρθῶς φίλος.
τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων
ὅσπερ λέλειπται. καὶ γὰρ οὐδʼ ἐγώ, ξένοι,
ἀνάδελφός εἰμι, πλὴν ὅσʼ οὐχ ὁρῶσά νιν.
ἐπεὶ δὲ βούληι ταῦτα, τόνδε πέμψομεν
δέλτον φέροντα, σὺ δὲ θανῆι· πολλὴ δέ τις
προθυμία σε τοῦδʼ ἔχουσα τυγχάνει.
Ὀρέστης θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;
Ἰφιγένεια ἐγώ· θεᾶς γὰρ τήνδε προστροπὴν ἔχω.
Ὀρέστης ἄζηλον. ὦ νεᾶνι, κοὐκ εὐδαίμονα.
Ἰφιγένεια ἀλλʼ εἰς ἀνάγκην κείμεθʼ, ἣν φυλακτέον.
Ὀρέστης αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;
Ἰφιγένεια οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.
Ὀρέστης ὁ δὲ σφαγεὺς τίς, εἰ τάδʼ ἱστορεῖν με χρή;
Ἰφιγένεια ἔσω δόμων τῶνδʼ εἰσὶν οἷς μέλει τάδε.
Ὀρέστης τάφος δὲ ποῖος δέξεταί μʼ, ὅταν θάνω;
Ἰφιγένεια πῦρ ἱερὸν ἔνδον χάσμα τʼ εὐρωπὸν πέτρας.
Ὀρέστης φεῦ· πῶς ἄν μʼ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;
Ἰφιγένεια μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτʼ εἶ,
ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός.
οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν,
ἀλλʼ ὧν γε δυνατὸν οὐδʼ ἐγὼ ʼλλείψω χάριν.
πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφωι
ξανθῶι τʼ ἐλαίωι σῶμα σὸν κατασβέσω
καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος
ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.
ἀλλʼ εἶμι δέλτον τʼ ἐκ θεᾶς ἀνακτόρων
οἴσω. τὸ μέντοι δυσμενὲς μή μοὐγκαλῆις,
φυλάσσετʼ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ.
ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ
πέμψω πρὸς Ἄργος, ὃν μάλιστʼ ἐγὼ φιλῶ,
καὶ δέλτος αὐτῶι ζῶντας οὓς δοκεῖ θανεῖν
λέγουσʼ ἀπίστους ἡδονὰς ἀπαγγελεῖ.
Χορός κατολοφύρομαι σὲ τὸν χερνίβων
ῥανίσι μελόμενον αἱμακταῖς.
Ὀρέστης οἶκτος γὰρ οὐ ταῦτʼ, ἀλλὰ χαίρετʼ, ὦ ξέναι.
Χορός σὲ δὲ τύχας μάκαρος, ὦ νεανία,
σεβόμεθʼ ἐς πάτραν ὅτι ποδʼ ἐμβάσηι.
Πυλάδης ἄζηλά τοι φίλοισι, θνηισκόντων φίλων.
Χορός ὦ σχέτλιοι πομπαί—φεῦ φεῦ—
δύο διολλῦσαι· αἰαῖ.
πότερος ὁ μέλλων;
ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν,
σὲ πάρος ἢ σʼ ἀναστενάξω γόοις.
Ὀρέστης Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί;
Πυλάδης οὐκ οἶδʼ· ἐρωτᾶις οὐ λέγειν ἔχοντά με.
Ὀρέστης τίς ἐστὶν ἡ νεᾶνις; ὡς Ἑλληνικῶς
ἀνήρεθʼ ἡμᾶς τούς τʼ ἐν Ἰλίωι πόνους
νόστον τʼ Ἀχαιῶν τόν τʼ ἐν οἰωνοῖς σοφὸν
Κάλχαντʼ Ἀχιλλέως τʼ ὄνομα, καὶ τὸν ἄθλιον
Ἀγαμέμνονʼ ὡς ὤικτιρʼ ἀνηρώτα τέ με
γυναῖκα παῖδάς τʼ. ἔστιν ἡ ξένη γένος
ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε
δέλτον τʼ ἔπεμπε καὶ τάδʼ ἐξεμάνθανεν,
ὡς κοινὰ πράσσουσʼ, Ἄργος εἰ πράσσει καλῶς.
Πυλάδης ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις,
πλὴν ἕν· τὰ γάρ τοι βασιλέων παθήματα
ἴσασι πάντες ὧν ἐπιστροφή τις ἦι.
ἀτὰρ διῆλθον χἄτερον λόγον τινά.
Ὀρέστης τίνʼ; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.
Πυλάδης αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος·
κοινῆι δὲ πλεύσας δεῖ με καὶ κοινῆι θανεῖν.
καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι
Ἄργει τε Φωκέων τʼ ἐν πολυπτύχωι χθονί,
δόξω δὲ τοῖς πολλοῖσι — πολλοὶ γὰρ κακοί —
προδοὺς σεσῶσθαί σʼ αὐτὸς εἰς οἴκους μόνος
ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασιν
ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν,
ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.
ταῦτʼ οὖν φοβοῦμαι καὶ διʼ αἰσχύνης ἔχω,
κοὐκ ἔσθʼ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι
καὶ συσσφαγῆναι καὶ πυρωθῆναι δέμας,
φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.
Ὀρέστης εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά,
ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.
ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις,
ταὔτʼ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντʼ ἐμοὶ
κτενῶ· τὸ μὲν γὰρ εἰς ἔμʼ οὐ κακῶς ἔχει,
πράσσονθʼ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον.
σὺ δʼ ὄλβιός τʼ εἶ καθαρά τʼ, οὐ νοσοῦντʼ, ἔχεις
μέλαθρʼ, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.
σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου
κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτʼ ἔχειν,
ὄνομά τʼ ἐμοῦ γένοιτʼ ἄν, οὐδʼ ἄπαις δόμος
πατρῶιος οὑμὸς ἐξαλειφθείη ποτʼ ἄν.
ἀλλʼ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.
ὅταν δʼ ἐς Ἑλλάδʼ ἵππιόν τʼ Ἄργος μόληις,
πρὸς δεξιᾶς σε τῆσδʼ ἐπισκήπτω τάδε·
τύμβον τε χῶσον κἀπίθες μνημεῖά μου,
καὶ δάκρυʼ ἀδελφὴ καὶ κόμας δότω τάφωι.
ἄγγελλε δʼ ὡς ὄλωλʼ ὑπʼ Ἀργείας τινὸς
γυναικὸς ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνωι.
καὶ μὴ προδῶις μου τὴν κασιγνήτην ποτέ,
ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.
καὶ χαῖρʼ· ἐμῶν γὰρ φίλτατόν σʼ ηὗρον φίλων,
ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί,
ὦ πόλλʼ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν.
ἡμᾶς δʼ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο·
τέχνην δὲ θέμενος ὡς προσώταθʼ Ἑλλάδος
ἀπήλασʼ, αἰδοῖ τῶν πάρος μαντευμάτων.
ὧι πάντʼ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις,
μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι.
Πυλάδης ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος
οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί σʼ ἐγὼ
θανόντα μᾶλλον ἢ βλέπονθʼ ἕξω φίλον.
ἀτὰρ τὸ τοῦ θεοῦ σʼ οὐ διέφθορέν γέ πω
μάντευμα· καίτοι κἀγγὺς ἕστηκας φόνου.
ἀλλʼ ἔστιν, ἔστιν ἡ λίαν δυσπραξία
λίαν διδοῦσα μεταβολάς, ὅταν τύχηι.
Ὀρέστης σίγα· τὰ Φοίβου δʼ οὐδὲν ὠφελεῖ μʼ ἔπη·
γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾶι.
Ἰφιγένεια ἀπέλθεθʼ ὑμεῖς καὶ παρευτρεπίζετε
τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῆι.
δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,
ξένοι, πάρεισιν· ἃ δʼ ἐπὶ τοῖσδε βούλομαι
ἀκούσατʼ. οὐδεὶς αὑτὸς ἐν πόνοις τʼ ἀνὴρ
ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσηι.
ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς
θῆται παρʼ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς
ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.
Ὀρέστης τί δῆτα βούληι; τίνος ἀμηχανεῖς πέρι;
Ἰφιγένεια ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς
πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.
Ὀρέστης ἦ κἀντιδώσεις τῶιδε τοὺς αὐτοὺς λόγους;
Ἰφιγένεια τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
Ὀρέστης ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.
Ἰφιγένεια δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν;
Ὀρέστης ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται;
Ἰφιγένεια ναί· πείσω σφε, καὐτὴ ναὸς ἐσβήσω σκάφος.
Ὀρέστης ὄμνυ· σὺ δʼ ἔξαρχʼ ὅρκον ὅστις εὐσεβής.
Ἰφιγένεια δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.
Πυλάδης τοῖς σοῖς φίλοισι γράμματʼ ἀποδώσω τάδε.
Ἰφιγένεια κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.
Πυλάδης τίνʼ οὖν ἐπόμνυς τοισίδʼ ὅρκιον θεῶν;
Ἰφιγένεια Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.
Πυλάδης ἐγὼ δʼ ἄνακτά γʼ οὐρανοῦ, σεμνὸν Δία.
Ἰφιγένεια εἰ δʼ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ;
Πυλάδης ἄνοστος εἴην· τί δὲ σύ, μὴ σώσασά με;
Ἰφιγένεια μήποτε κατʼ Ἄργος ζῶσʼ ἴχνος θείην ποδός.
Πυλάδης ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.
Ἰφιγένεια ἀλλʼ εὐθὺς ἔστω κοινός, ἢν καλῶς ἔχηι.
Πυλάδης ἐξαίρετόν μοι δὸς τόδʼ, ἤν τι ναῦς πάθηι
χἠ δέλτος ἐν κλύδωνι χρημάτων μέτα
ἀφανὴς γένηται, σῶμα δʼ ἐκσώσω μόνον,
τὸν ὅρκον εἶναι τόνδε μηκέτʼ ἔμπεδον.
Ἰφιγένεια ἀλλʼ οἶσθʼ ὃ δράσω· πολλὰ γὰρ πολλῶν κυρεῖ.
τἀνόντα κἀγγεγραμμένʼ ἐν δέλτου πτυχαῖς
λόγωι φράσω σοι πάντʼ ἀπαγγεῖλαι φίλοις.
ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσώσηις γραφήν,
αὐτὴ φράσει σιγῶσα τἀγγεγραμμένα·
ἢν δʼ ἐν θαλάσσηι γράμματʼ ἀφανισθῆι τάδε,
τὸ σῶμα σώσας τοὺς λόγους σώσεις ἐμοί.
Πυλάδης καλῶς ἔλεξας τῶν τε σῶν ἐμοῦ θʼ ὕπερ.
σήμαινε δʼ ὧι χρὴ τάσδʼ ἐπιστολὰς φέρειν
πρὸς Ἄργος ὅτι τε χρὴ κλύοντα σοῦ λέγειν.
Ἰφιγένεια ἄγγελλʼ Ὀρέστηι, παιδὶ τἀγαμέμνονος·
Ἡ ʼν Αὐλίδι σφαγεῖσʼ ἐπιστέλλει τάδε
ζῶσʼ Ἰφιγένεια, τοῖς ἐκεῖ δʼ οὐ ζῶσʼ ἔτι.
Ὀρέστης ποῦ δʼ ἔστʼ ἐκείνη; κατθανοῦσʼ ἥκει πάλιν;
Ἰφιγένεια ἥδʼ ἣν ὁρᾶις σύ· μὴ λόγων ἔκπλησσέ με.
Κόμισαί μʼ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν,
ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς
σφαγίων, ἐφʼ οἷσι ξενοφόνους τιμὰς ἔχω.
Ὀρέστης Πυλάδη, τί λέξω; ποῦ ποτʼ ὄνθʼ ηὑρήμεθα;
Ἰφιγένεια ἢ σοῖς ἀραία δώμασιν γενήσομαι,
Ὀρέσθʼ, ἵνʼ αὖθις ὄνομα δὶς κλύων μάθηις.
Ὀρέστης ὦ θεοί. Ἰφιγένεια τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς;
Ὀρέστης οὐδέν· πέραινε δʼ· ἐξέβην γὰρ ἄλλοσε.
Ἰφιγένεια τάχʼ οὖν ἐρωτῶν σʼ εἰς ἄπιστʼ ἀφίξεται·
λέγʼ οὕνεκʼ ἔλαφον ἀντιδοῦσά μου θεὰ
Ἄρτεμις ἔσωσέ μʼ, ἣν ἔθυσʼ ἐμὸς πατήρ,
δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν,
ἐς τήνδε δʼ ὤικισʼ αἶαν. αἵδʼ ἐπιστολαί,
τάδʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα.
Πυλάδης ὦ ῥαιδίοις ὅρκοισι περιβαλοῦσά με,
κάλλιστα δʼ ὀμόσασʼ, οὐ πολὺν σχήσω χρόνον,
τὸν δʼ ὅρκον ὃν κατώμοσʼ ἐμπεδώσομεν.
ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε,
Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.
Ὀρέστης δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰς
τὴν ἡδονὴν πρῶτʼ οὐ λόγοις αἱρήσομαι.
ὦ φιλτάτη μοι σύγγονʼ, ἐκπεπληγμένος
ὅμως σʼ ἀπίστωι περιβαλὼν βραχίονι
ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστʼ ἐμοί.
Ἰφιγένεια ξένʼ, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον
χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.
Ὀρέστης ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς
Ἀγαμέμνονος γεγῶσα, μή μʼ ἀποστρέφου,
ἔχουσʼ ἀδελφόν, οὐ δοκοῦσʼ ἕξειν ποτέ.
Ἰφιγένεια ἐγώ σʼ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσηι λέγων;
τό τʼ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία.
Ὀρέστης οὐκ ἔστʼ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος.
Ἰφιγένεια ἀλλʼ ἡ Λάκαινα Τυνδαρίς σʼ ἐγείνατο;
Ὀρέστης Πέλοπός γε παιδὶ παιδός, οὗ ʼκπέφυκʼ ἐγώ.
Ἰφιγένεια τί φήις; ἔχεις τι τῶνδέ μοι τεκμήριον;
Ὀρέστης ἔχω· πατρώιων ἐκ δόμων τι πυνθάνου.
Ἰφιγένεια οὔκουν λέγειν μὲν χρὴ σέ, μανθάνειν δʼ ἐμέ;
Ὀρέστης λέγοιμʼ ἂν ἀκοῆι πρῶτον Ἠλέκτρας τάδε·
Ἀτρέως Θυέστου τʼ οἶσθα γενομένην ἔριν;
Ἰφιγένεια ἤκουσα· χρυσῆς ἀρνὸς ἦν νείκη πέρι.
Ὀρέστης ταῦτʼ οὖν ὑφήνασʼ οἶσθʼ ἐν εὐπήνοις ὑφαῖς;
Ἰφιγένεια ὦ φίλτατʼ, ἐγγὺς τῶν ἐμῶν χρίμπτηι φρενῶν.
Ὀρέστης εἰκώ τʼ ἐν ἱστοῖς ἡλίου μετάστασιν;
Ἰφιγένεια ὕφηνα καὶ τόδʼ εἶδος εὐμίτοις πλοκαῖς.
Ὀρέστης καὶ λούτρʼ ἐς Αὖλιν μητρὸς ἁδέξω πάρα;
Ἰφιγένεια οἶδʼ· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μʼ ἀφείλετο.
Ὀρέστης τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῆι φέρειν;
Ἰφιγένεια μνημεῖά γʼ ἀντὶ σώματος τοὐμοῦ τάφωι.
Ὀρέστης ἃ δʼ εἶδον αὐτός, τάδε φράσω τεκμήρια·
Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός,
ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα
ἐκτήσαθʼ Ἱπποδάμειαν, Οἰνόμαον κτανών,
ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.
Ἰφιγένεια ὦ φίλτατʼ, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ,
ἔχω σʼ, Ὀρέστα, τηλύγετον χθονὸς ἀπὸ πατρίδος
Ἀργόθεν, ὦ φίλος.
Ὀρέστης κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται.
Ἰφιγένεια κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾶι
τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δʼ ἐμόν.
τὸ δέ τι βρέφος
ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ
νεαρὸν ἐν δόμοις.
ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μου
ψυχά, τί φῶ; θαυμάτων
πέρα καὶ λόγου πρόσω τάδʼ ἀπέβα.
Ὀρέστης τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα.
Ἰφιγένεια ἄτοπον ἡδονὰν ἔλαβον, ὦ φίλαι·
δέδοικα δʼ ἐκ χερῶν με μὴ πρὸς αἰθέρα
ἀμπτάμενος φύγηι.
ἰὼ Κυκλωπὶς ἑστία, ἰὼ πατρίς,
Μυκήνα φίλα,
χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς,
ὅτι μοι συνομαίμονα τόνδε δόμοις
ἐξεθρέψω φάος.
Ὀρέστης γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς,
ὦ σύγγονʼ, ἡμῶν δυστυχὴς ἔφυ βίος.
Ἰφιγένεια ἐγὦιδʼ ἁ μέλεος, οἶδʼ, ὅτε φάσγανον
δέραι ʼφῆκέ μοι μελεόφρων πατήρ.
Ὀρέστης οἴμοι· δοκῶ γὰρ οὐ παρών σʼ ὁρᾶν ἐκεῖ.
Ἰφιγένεια ἀνυμέναιος, ὦ σύγγονʼ, Ἀχιλλέως
ἐς κλισίαν λέκτρων δόλιον ἀγόμαν·
παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι.
φεῦ φεῦ χερνίβων ἐκείνων· οἴμοι.
Ὀρέστης ὤιμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ.
Ἰφιγένεια ἀπάτορʼ ἀπάτορα πότμον ἔλαχον·
ἄλλα δʼ ἐξ ἄλλων κυρεῖ
δαίμονος τύχαι τινός.
Ὀρέστης εἰ σόν γʼ ἀδελφόν, ὦ τάλαινʼ, ἀπώλεσας.
Ἰφιγένεια ὦ μελέα δεινᾶς τόλμας· δείνʼ ἔτλαν,
ἔτλαν δείνʼ, ὤμοι, σύγγονε, παρὰ δʼ ὀλίγον
ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν
δαϊχθεὶς χερῶν.
ἁ δʼ ἐπʼ αὐτοῖσι τίς τελευτά;
τίς τύχα μοι συγκυρήσει;
τίνα σοι τίνα σοι πόρον εὑρομένα
πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω
πατρίδʼ ἐς Ἀργείαν,
πρὶν ἐπὶ ξίφος αἵματι σῶι πελάσαι;
τόδε τόδε σόν,
ὦ μελέα ψυχά, χρέος ἀνευρίσκειν.
πότερον κατὰ χέρσον, οὐχὶ ναῒ
ἀλλὰ ποδῶν ῥιπᾶι;
θανάτωι πελάσεις ἄρα βάρβαρα φῦλα
καὶ διʼ ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὰν
στενοπόρου πέτρας μακρὰ κέλευθα να-
ΐοισιν δρασμοῖς.
τάλαινα τάλαινα.
τίς ἂν οὖν τάδʼ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ
τί τῶν ἀδοκήτων
πόρον ἄπορον ἐξανύσας
δυοῖν τοῖν μόνοιν Ἀτρείδαιν φανεῖ
κακῶν ἔκλυσιν;
Χορός ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα
τάδʼ εἶδον αὐτὴ κοὐ κλύουσʼ ἀπʼ ἀγγέλων.
Πυλάδης τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων,
Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν·
λήξαντα δʼ οἴκτων κἀπʼ ἐκεῖνʼ ἐλθεῖν χρεών,
ὅπως τὸ κλεινὸν ὄμμα τῆς σωτηρίας
λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.
Ὀρέστης καλῶς ἔλεξας· τῆι τύχηι δʼ οἶμαι μέλειν
τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ἦι,
σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.
Ἰφιγένεια οὐ μή μʼ ἐπίσχηις οὐδʼ ἀποστήσεις λόγου,
πρῶτον πυθέσθαι τίνα ποτʼ Ἠλέκτρα πότμον
εἴληχε βιότου· φίλα γὰρ ἔσται πάντʼ ἐμοί.
Ὀρέστης τῶιδε ξυνοικεῖ βίον ἔχουσʼ εὐδαίμονα.
Ἰφιγένεια οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;
Ὀρέστης Στρόφιος ὁ Φωκεὺς τοῦδε κλήιζεται πατήρ.
Ἰφιγένεια ὁ δʼ ἐστί γʼ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;
Ὀρέστης ἀνέψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.
Ἰφιγένεια οὐκ ἦν τόθʼ οὗτος ὅτε πατὴρ ἔκτεινέ με.
Ὀρέστης οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.
Ἰφιγένεια χαῖρʼ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.
Ὀρέστης κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.
Ἰφιγένεια τὰ δεινὰ δʼ ἔργα πῶς ἔτλης μητρὸς πέρι;
Ὀρέστης σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῶι.
Ἰφιγένεια ἡ δʼ αἰτία τίς ἀνθʼ ὅτου κτείνει πόσιν;
Ὀρέστης ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν.
Ἰφιγένεια σιγῶ· τὸ δʼ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;
Ὀρέστης Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας.
Ἰφιγένεια οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους;
Ὀρέστης οὔκ, ἀλλʼ Ἐρινύων δεῖμά μʼ ἐκβάλλει χθονός.
Ἰφιγένεια ἔγνωκα· μητρός σʼ οὕνεκʼ ἠλάστρουν θεαί.
Ὀρέστης ὥσθʼ αἱματηρὰ στόμιʼ ἐπεμβαλεῖν ἐμοί.
Ἰφιγένεια ταῦτʼ ἆρʼ ἐπʼ ἀκταῖς κἀνθάδʼ ἠγγέλθης μανείς.
Ὀρέστης ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.
Ἰφιγένεια τί γάρ ποτʼ ἐς γῆν τήνδʼ ἐπόρθμευσας πόδα;
Ὀρέστης Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.
Ἰφιγένεια τί χρῆμα δρᾶσαι; ῥητὸν ἢ σιγώμενον;
Ὀρέστης λέγοιμʼ ἄν. ἀρχαὶ δʼ αἵδε μοι πολλῶν πόνων·
ἐπεὶ τὰ μητρὸς ταῦθʼ ἃ σιγῶμεν κακὰ
ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων
ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα
ἐς τὰς Ἀθήνας δή γʼ ἔπεμψε Λοξίας,
δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.
ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ
Ζεὺς εἵσατʼ ἔκ του δὴ χερῶν μιάσματος.
ἐλθὼν δʼ ἐκεῖσε πρῶτα μέν μʼ οὐδεὶς ξένων
ἑκὼν ἐδέξαθʼ ὡς θεοῖς στυγούμενον·
οἳ δʼ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι
παρέσχον, οἴκων ὄντες ἐν ταὐτῶι στέγει,
σιγῆι δʼ ἐτεκτήναντʼ ἀπρόσφθεγκτόν μʼ, ὅπως
δαιτός τʼ ὀναίμην πώματός τʼ αὐτῶν δίχα,
ἐς δʼ ἄγγος ἴδιον ἴσον ἅπασι Βακχίου
μέτρημα πληρώσαντες εἶχον ἡδονήν.
κἀγὼ ʼξελέγξαι μὲν ξένους οὐκ ἠξίουν,
ἤλγουν δὲ σιγῆι κἀδόκουν οὐκ εἰδέναι,
μέγα στενάζων οὕνεκʼ ἦ μητρὸς φονεύς.
κλύω δʼ Ἀθηναίοισι τἀμὰ δυστυχῆ
τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,
χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών.
ὡς δʼ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην
ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,
τὸ δʼ ἄλλο πρέσβειρʼ ἥπερ ἦν Ἐρινύων.
εἰπὼν δʼ ἀκούσας θʼ αἵματος μητρὸς πέρι,
Φοῖβός μʼ ἔσωσε μαρτυρῶν, ἴσας δέ μοι
ψήφους διηρίθμησε Παλλὰς ὠλένηι·
νικῶν δʼ ἀπῆρα φόνια πειρατήρια.
ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκηι
ψῆφον παρʼ αὐτὴν ἱερὸν ὡρίσαντʼ ἔχειν·
ὅσαι δʼ Ἐρινύων οὐκ ἐπείσθησαν νόμωι
δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μʼ ἀεί,
ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον
καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,
ἐπώμοσʼ αὐτοῦ βίον ἀπορρήξειν θανών,
εἰ μή με σώσει Φοῖβος, ὅς μʼ ἀπώλεσεν.
ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν
Φοῖβός μʼ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν
ἄγαλμʼ Ἀθηνῶν τʼ ἐγκαθιδρῦσαι χθονί.
ἀλλʼ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν
σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας,
μανιῶν τε λήξω καὶ σὲ πολυκώπωι σκάφει
στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.
ἀλλʼ, ὦ φιληθεῖσʼ, ὦ κασίγνητον κάρα,
σῶσον πατρῶιον οἶκον, ἔκσωσον δʼ ἐμέ·
ὡς τἄμʼ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν,
οὐράνιον εἰ μὴ ληψόμεθα θεᾶς βρέτας.
Χορός δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσεν
πρὸς Ταντάλειον σπέρμα διὰ πόνων τʼ ἄγει.
Ἰφιγένεια τὸ μὲν πρόθυμον, πρίν σε δεῦρʼ ἐλθεῖν, ἔχω
Ἄργει γενέσθαι καὶ σέ, σύγγονʼ, εἰσιδεῖν.
θέλω δʼ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων
νοσοῦντά τʼ οἶκον, οὐχὶ τῶι κτανόντι με
θυμουμένη, πατρῶιον ὀρθῶσαι θέλω·
σφαγῆς τε γὰρ σῆς χεῖρʼ ἀπαλλάξαιμεν ἂν
σώσαιμί τʼ οἴκους. τὴν θεὸν δʼ ὅπως λάθω
δέδοικα καὶ τύραννον, ἡνίκʼ ἂν κενὰς
κρηπῖδας εὕρηι λαΐνας ἀγάλματος.
πῶς οὐ θανοῦμαι; τίς δʼ ἔνεστί μοι λόγος;
ἀλλʼ εἰ μὲν ἕν τι τοῦθʼ ὁμοῦ γενήσεται
ἄγαλμά τʼ οἴσεις κἄμʼ ἐπʼ εὐπρύμνου νεὼς
ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν.
τούτου δὲ χωρισθεῖσʼ ἐγὼ μὲν ὄλλυμαι,
σὺ δʼ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις.
οὐ μήν τι φεύγω γʼ, οὐδέ σʼ εἰ θανεῖν χρεὼν
σώσασαν· οὐ γὰρ ἀλλʼ ἀνὴρ μὲν ἐκ δόμων
θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ.
Ὀρέστης οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς·
ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶ
καὶ ζῆν θέλοιμʼ ἂν καὶ θανὼν λαχεῖν ἴσον.
ἄξω δέ σʼ, ἤνπερ καὐτὸς ἐντεῦθεν περῶ
πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα.
γνώμης δʼ ἄκουσον· εἰ πρόσαντες ἦν τόδε
Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισεν
κομίσαι μʼ ἄγαλμα θεᾶς πόλισμʼ ἐς Παλλάδος
καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρ
συνθεὶς τάδʼ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.
Ἰφιγένεια πῶς οὖν γένοιτʼ ἂν ὥστε μήθʼ ἡμᾶς θανεῖν
λαβεῖν θʼ ἃ βουλόμεσθα; τῆιδε γὰρ νοσεῖ
νόστος πρὸς οἴκους· ἥδε βούλευσις πάρα.
Ὀρέστης ἆρʼ ἂν τύραννον διολέσαι δυναίμεθʼ ἄν;
Ἰφιγένεια δεινὸν τόδʼ εἶπας, ξενοφονεῖν ἐπήλυδας.
Ὀρέστης ἀλλʼ εἴ σε σώσει κἀμέ, κινδυνευτέον.
Ἰφιγένεια οὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ἤινεσα.
Ὀρέστης τί δʼ εἴ με ναῶι τῶιδε κρύψειας λάθραι;
Ἰφιγένεια εἴσʼ ἔνδον ἱεροῦ φύλακες, οὓς οὐ λήσομεν.
Ὀρέστης οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν;
Ἰφιγένεια ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι.
Ὀρέστης ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω.
Ἰφιγένεια ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασιν.
Ὀρέστης δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.
Ἰφιγένεια φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν.
Ὀρέστης χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς.
Ἰφιγένεια ὡς οὐ θέμις σε λέξομεν θύειν θεᾶι
Ὀρέστης τίνʼ αἰτίαν ἔχουσʼ; ὑποπτεύω τι γάρ.
Ἰφιγένεια οὐ καθαρὸν ὄντα· τὸ δʼ ὅσιον δώσω φόνωι.
Ὀρέστης τί δῆτα μᾶλλον θεᾶς ἄγαλμʼ ἁλίσκεται;
Ἰφιγένεια πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι.
Ὀρέστης ἔτʼ ἐν δόμοισι βρέτας ἐφʼ ὧι πεπλεύκαμεν.
Ἰφιγένεια κἀκεῖνο νίψειν, σοῦ θιγόντος ὡς, ἐρῶ.
Ὀρέστης ποῖ δῆτα; πόντου νοτερὸν εἶ παρʼ ἔκβολον;
Ἰφιγένεια οὖ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν.
Ὀρέστης σὺ δʼ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας;
Ἰφιγένεια ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστʼ ἐμοὶ μόνηι.
Ὀρέστης Πυλάδης δʼ ὅδʼ ἡμῖν ποῦ τετάξεται πόνου;
Ἰφιγένεια ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμʼ ἔχων.
Ὀρέστης λάθραι δʼ ἄνακτος ἢ εἰδότος δράσεις τάδε;
Ἰφιγένεια πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε.
σοὶ δὴ μέλειν χρὴ τἄλλʼ ὅπως ἕξει καλῶς.
Ὀρέστης καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα.
ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε·
ἀλλʼ ἀντίαζε καὶ λόγους πειστηρίους
εὕρισκʼ· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή.
τὰ δʼ ἄλλʼ ἴσως ἂν πάντα συμβαίη καλῶς.
Ἰφιγένεια ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω,
καὶ τἄμʼ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχειν
ἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας
φίλου τʼ ἀδελφοῦ φιλτάτης τε συγγόνου.
καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδʼ ἀρχέτω·
γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος,
σώιζειν τε κοινὰ πράγματʼ ἀσφαλέσταται.
σιγήσαθʼ ἡμῖν καὶ συνεκπονήσατε
φυγάς· καλόν τοι γλῶσσʼ ὅτωι πιστὴ παρῆι.
ὁρᾶτε δʼ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους
ἢ γῆς πατρώιας νόστος ἢ θανεῖν ἔχει.
σωθεῖσα δʼ, ὡς ἂν καὶ σὺ κοινωνῆις τύχης,
σώσω σʼ ἐς Ἑλλάδʼ. ἀλλὰ πρός σε δεξιᾶς
σὲ καὶ σʼ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος
γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων.
τί φάτε; τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν—
φθέγξασθε—ταῦτα; μὴ γὰρ αἰνουσῶν λόγους
ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας.
Χορός θάρσει, φίλη δέσποινα, καὶ σώιζου μόνον·
ὡς ἔκ γʼ ἐμοῦ σοι πάντα σιγηθήσεται
— ἴστω μέγας Ζεύς — ὧν ἐπισκήπτεις πέρι.
Ἰφιγένεια ὄναισθε μύθων καὶ γένοισθʼ εὐδαίμονες.
σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους·
ὡς αὐτίχʼ ἥξει τῆσδε κοίρανος χθονός,
θυσίαν ἐλέγξων εἰ κατείργασται ξένων.
ὦ πότνιʼ, ἥπερ μʼ Αὐλίδος κατὰ πτυχὰς
δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός,
σῶσόν με καὶ νῦν τούσδε τʼ· ἢ τὸ Λοξίου
οὐκέτι βροτοῖσι διὰ σʼ ἐτήτυμον στόμα.
ἀλλʼ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς
ἐς τὰς Ἀθήνας· καὶ γὰρ ἐνθάδʼ οὐ πρέπει
ναίειν, πάρον σοι πόλιν ἔχειν εὐδαίμονα.
Χορός ὄρνις ἃ παρὰ πετρίνας
πόντου δειράδας ἀλκυὼν
ἔλεγον οἶτον ἀείδεις,
εὐξύνετον ξυνετοῖς βοάν,
ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς,
ἐγώ σοι παραβάλλομαι
θρήνους, ἄπτερος ὄρνις,
ποθοῦσʼ Ἑλλάνων ἀγόρους,
ποθοῦσʼ Ἄρτεμιν λοχίαν,
ἃ παρὰ Κύνθιον ὄχθον οἰ-
κεῖ φοίνικά θʼ ἁβροκόμαν
δάφναν τʼ εὐερνέα καὶ
γλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί-
ας, Λατοῦς ὠδῖνι φίλον,
λίμναν θʼ εἱλίσσουσαν ὕδωρ
κύκλιον, ἔνθα κύκνος μελωι-
δὸς Μούσας θεραπεύει.
ὦ πολλαὶ δακρύων λιβάδες,
αἳ παρηίδας εἰς ἐμὰς
ἔπεσον ἁνίκα πύργων
ὀλομένων ἐν ναυσὶν ἔβαν
πολεμίων ἐρετμοῖσι καὶ λόγχαις·
ζαχρύσου δὲ διʼ ἐμπολᾶς
νόστον βάρβαρον ἦλθον,
ἔνθα τᾶς ἐλαφοκτόνου
θεᾶς ἀμφίπολον κόραν
παῖδʼ Ἀγαμεμνονίαν λατρεύ-
ω βωμούς τʼ οὐ μηλοθύτας,
ζηλοῦσα τὸν διὰ παν-
τὸς δυσδαίμονʼ· ἐν γὰρ ἀνάγ-
καις οὐ κάμνει σύντροφος ὤν.
μεταβάλλειν δυσδαιμονία·
τὸ δὲ μετʼ εὐτυχίαν κακοῦ-
σθαι θνατοῖς βαρὺς αἰών.
καὶ σὲ μέν, πότνιʼ, Ἀργεία
πεντηκόντερος οἶκον ἄξει·
συρίζων θʼ ὁ κηρόδετος
Πανὸς οὐρείου κάλαμος
κώπαις ἐπιθωύξει,
ὁ Φοῖβός θʼ ὁ μάντις ἔχων
κέλαδον ἑπτατόνου λύρας
ἀείδων ἄξει λιπαρὰν
εὖ σʼ Ἀθηναίων ἐπὶ γᾶν.
ἐμὲ δʼ αὐτοῦ λιποῦσα
βήσηι ῥοθίοις πλάταις·
ἀέρι δʼ ἱστία πρότονοι κατὰ πρῶιραν ὑ-
πὲρ στόλον ἐκπετάσουσιν πόδα
ναὸς ὠκυπόμπου.
λαμπροὺς ἱπποδρόμους βαίην,
ἔνθʼ εὐάλιον ἔρχεται πῦρ·
οἰκείων δʼ ὑπὲρ θαλάμων
ἐν νώτοις ἁμοῖς πτέρυγας
λήξαιμι θοάζουσα·
χοροῖς δʼ ἐνσταίην, ὅθι καὶ
παρθένος εὐδοκίμων γάμων
παρὰ πόδʼ εἱλίσσουσα φίλας
ματέρος ἡλίκων θιάσους
ἐς ἁμίλλας χαρίτων
ἁβροπλούτοιο χαίτας εἰς ἔριν
ὀρνυμένα πολυποίκιλα φάρεα
καὶ πλοκάμους περιβαλλομένα
γένυσιν ἐσκίαζον.
Θόας ποῦ ʼσθʼ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴ
Ἑλληνίς; ἤδη τῶν ξένων κατήρξατο;
Χορός ἥδʼ ἐστίν, ἥ σοι πάντʼ, ἄναξ, ἐρεῖ σαφῶς.
Θόας ἔα· τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων,
Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμʼ ἐν ὠλέναις;
Ἰφιγένεια ἄναξ, ἔχʼ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν.
Θόας τί δʼ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις;
Ἰφιγένεια ἀπέπτυσʼ· Ὁσίαι γὰρ δίδωμʼ ἔπος τόδε.
Θόας τί φροιμιάζηι νεοχμόν; ἐξαύδα σαφῶς.
Ἰφιγένεια οὐ καθαρά μοι τὰ θύματʼ ἠγρεύσασθʼ, ἄναξ.
Θόας τί τοὐκδιδάξαν τοῦτό σʼ; ἢ δόξαν λέγεις;
Ἰφιγένεια βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη.
Θόας αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός;
Ἰφιγένεια αὐτόματον· ὄψιν δʼ ὀμμάτων ξυνήρμοσεν.
Θόας ἡ δʼ αἰτία τίς; ἦ τὸ τῶν ξένων μύσος;
Ἰφιγένεια ἥδʼ, οὐδὲν ἄλλο· δεινὰ γὰρ δεδράκατον.
Θόας ἀλλʼ ἦ τινʼ ἔκανον βαρβάρων ἀκτῆς ἔπι;
Ἰφιγένεια οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι.
Θόας τίνʼ; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν.
Ἰφιγένεια μητέρα κατειργάσαντο κοινωνῶι μίφει.
Θόας Ἄπολλον, οὐδʼ ἐν βαρβάροις ἔτλη τις ἄν.
Ἰφιγένεια πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος.
Θόας ἦ τῶνδʼ ἕκατι δῆτʼ ἄγαλμʼ ἔξω φέρεις;
Ἰφιγένεια σεμνόν γʼ ὑπʼ αἰθέρʼ, ὡς μεταστήσω φόνου.
Θόας μίασμα δʼ ἔγνως τοῖν ξένοιν ποίωι τρόπωι;
Ἰφιγένεια ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν.
Θόας σοφήν σʼ ἔθρεψεν Ἑλλάς, ὡς ἤισθου καλῶς.
Ἰφιγένεια καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν.
Θόας τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι;
Ἰφιγένεια τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν.
Θόας ὡς δή σφε σώσαις ἡδοναῖς ἀγγελμάτων;
Ἰφιγένεια καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν.
Θόας σὺ δʼ ἐς τὸ τῆς θεοῦ γʼ ἐξένευσας εἰκότως.
Ἰφιγένεια πᾶσάν γε μισοῦσʼ Ἑλλάδʼ, ἥ μʼ ἀπώλεσεν.
Θόας τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι;
Ἰφιγένεια τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν.
Θόας οὔκουν ἐν ἔργωι χέρνιβες ξίφος τε σόν;
Ἰφιγένεια ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω.
Θόας πηγαῖσιν ὑδάτων ἢ θαλασσίαι δρόσωι;
Ἰφιγένεια θάλασσα κλύζει πάντα τἀνθρώπων κακά.
Θόας ὁσιώτεροι γοῦν τῆι θεῶι πέσοιεν ἄν.
Ἰφιγένεια καὶ τἀμά γʼ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι.
Θόας οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων;
Ἰφιγένεια ἐρημίας δεῖ· καὶ γὰρ ἄλλα δράσομεν.
Θόας ἄγʼ ἔνθα χρήιζεις· οὐ φιλῶ τἄρρηθʼ ὁρᾶν.
Ἰφιγένεια ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας.
Θόας εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος.
Ἰφιγένεια οὐ γάρ ποτʼ ἄν νιν ἠράμην βάθρων ἄπο.
Θόας δίκαιος ηὑσέβεια καὶ προμηθία.
Ἰφιγένεια οἶσθά νυν ἅ μοι γενέσθω. Θόας σὸν τὸ σημαίνειν τόδε.
Ἰφιγένεια δεσμὰ τοῖς ξένοισι πρόσθες. Θόας ποῖ δέ σʼ ἐκφύγοιεν ἄν;
Ἰφιγένεια πιστὸν Ἑλλὰς οἶδεν οὐδέν. Θόας ἴτʼ ἐπὶ δεσμά, πρόσπολοι.
Ἰφιγένεια κἀκκομιζόντων γε δεῦρο τοὺς ξένους Θόας ἔσται τάδε.
Ἰφιγένεια κρᾶτα κρύψαντες πέπλοισιν. Θόας ἡλίου πρόσθεν φλογός.
Ἰφιγένεια σῶν τέ μοι σύμπεμπʼ ὀπαδῶν. Θόας οἵδʼ ὁμαρτήσουσί σοι.
Ἰφιγένεια καὶ πόλει πέμψον τινʼ ὅστις σημανεῖ Θόας ποίας τύχας;
Ἰφιγένεια ἐν δόμοις μίμνειν ἅπαντας. Θόας μὴ συναντῶσιν φόνωι;
Ἰφιγένεια μυσαρὰ γὰρ τὰ τοιάδʼ ἐστί. Θόας στεῖχε καὶ σήμαινε σύ.
Ἰφιγένεια μηδένʼ εἰς ὄψιν πελάζειν. Θόας εὖ γε κηδεύεις πόλιν.
Ἰφιγένεια καὶ φίλων γʼ οὓς δεῖ μάλιστα. Θόας τοῦτʼ ἔλεξας εἰς ἐμέ.
… Θόας ὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις.
Ἰφιγένεια σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῆι θεῶι Θόας τί χρῆμα δρῶ;
Ἰφιγένεια ἅγνισον πυρσῶι μέλαθρον. Θόας καθαρὸν ὡς μόληις πάλιν.
Ἰφιγένεια ἡνίκʼ ἂν δʼ ἔξω περῶσιν οἱ ξένοι Θόας τί χρή με δρᾶν;
Ἰφιγένεια πέπλον ὀμμάτων προθέσθαι. Θόας μὴ παλαμναῖον λάβω.
Ἰφιγένεια ἢν δʼ ἄγαν δοκῶ χρονίζειν Θόας τοῦδʼ ὅρος τίς ἐστί μοι;
Ἰφιγένεια θαυμάσηις μηδέν. Θόας τὰ τῆς θεοῦ πρᾶσσʼ ἐπὶ σχολῆς καλῶς.
Ἰφιγένεια εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι. Θόας συνεύχομαι.
Ἰφιγένεια τούσδʼ ἄρʼ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους
καὶ θεᾶς κόσμους νεογνούς τʼ ἄρνας, ὡς φόνωι φόνον
μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τʼ ἄλλʼ ὅσα
προυθέμην ἐγὼ ξένοισι καὶ θεᾶι καθάρσια.
ἐκποδὼν δʼ αὐδῶ πολίταις τοῦδʼ ἔχειν μιάσματος,
εἴ τις ἢ ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖς
ἢ γάμον στείχει συνάψων ἢ τόκοις βαρύνεται·
φεύγετʼ, ἐξίστασθε, μή τωι προσπέσηι μύσος τόδε.
ὦ Διὸς Λητοῦς τʼ ἄνασσα παρθένʼ, ἢν νίψω φόνον
τῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον,
εὐτυχεῖς δʼ ἡμεῖς ἐσόμεθα. τἄλλα δʼ οὐ λέγουσʼ ὅμως
τοῖς τὰ πλείονʼ εἰδόσιν θεοῖς σοί τε σημαίνω, θεά.
Χορός εὔπαις ὁ Λατοῦς γόνος,
ὅν ποτε Δηλιάσιν καρποφόροις γυάλοις
ἔτικτε, χρυσοκόμαν
ἐν κιθάραι σοφόν, ὅστʼ ἐπὶ τόξων
εὐστοχίαι γάνυται· φέρε δʼ ἶνιν
ἀπὸ δειράδος εἰναλίας
λοχεῖα κλεινὰ λιποῦσα μά-
τηρ τὰν ἀστάκτων ὑδάτων
συμβακχεύουσαν Διονύ-
σωι Παρνάσιον κορυφάν,
ὅθι ποικιλόνωτος οἰνωπὸς δράκων
σκιερᾶι κάτεχʼ ἄλσος εὔφυλλον δάφναι,
γᾶς πελώριον τέρας, ἀμφέπει μαντεῖον χθόνιον.
ἔτι νιν ἔτι βρέφος, ἔτι φίλας
ἐπὶ ματέρος ἀγκάλαισι θρώισκων
ἔκανες, ὦ Φοῖβε, μαντείων δʼ ἐπέβας ζαθέων
τρίποδί τʼ ἐν χρυσέωι θάσσεις, ἐν ἀψευδεῖ θρόνωι
μαντείας βροτοῖς θεσφάτων νέμων
ἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσον
γᾶς ἔχων μέλαθρον.
Θέμιν δʼ ἐπεὶ Γαΐων
παῖδʼ ἀπενάσσατο … ἀπὸ ζαθέων
χρηστηρίων, νύχια
Χθὼν ἐτεκνώσατο φάσματʼ ὀνείρων,
οἳ πόλεσιν μερόπων τά τε πρῶτα
τά τʼ ἔπειθʼ, ὅσʼ ἔμελλε τυχεῖν,
ὕπνωι κατὰ δνοφερὰς χαμεύ-
νας ἔφραζον· Γαῖα δὲ τὰν
μαντείων ἀφείλετο τι-
μὰν Φοῖβον φθόνωι θυγατρός.
ταχύπους δʼ ἐς Ὄλυμπον ὁρμαθεὶς ἄναξ
χέρα παιδνὸν ἕλιξεν ἐκ Διὸς θρόνων,
Πυθίων δόμων χθονίαν ἀφελεῖν μῆνιν θεᾶς.
γέλασε δʼ ὅτι τέκος ἄφαρ ἔβα
πολύχρυσα θέλων λατρεύματα σχεῖν·
ἐπὶ δʼ ἔσεισεν κόμαν παῦσαι νυχίους ἐνοπάς,
ὑπὸ δʼ ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν,
καὶ τιμὰς πάλιν θῆκε Λοξίαι
πολυάνορί τʼ ἐν ξενόεντι θρόνωι θάρση βροτοῖς
θεσφάτων ἀοιδαῖς.
Ἄγγελος ὦ ναοφύλακες βώμιοί τʼ ἐπιστάται,
Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς;
καλεῖτʼ ἀναπτύξαντες εὐγόμφους πύλας
ἔξω μελάθρων τῶνδε κοίρανον χθονός.
Χορός τί δʼ ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν;
Ἄγγελος βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαι
Ἀγαμεμνονείας παιδὸς ἐκ βουλευμάτων
φεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέτας
λαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς.
Χορός ἄπιστον εἶπας μῦθον· ὃν δʼ ἰδεῖν θέλεις
ἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς.
Ἄγγελος ποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα.
Χορός οὐκ ἴσμεν· ἀλλὰ στεῖχε καὶ δίωκέ νιν
ὅπου κυρήσας τούσδʼ ἀπαγγελεῖς λόγους.
Ἄγγελος ὁρᾶτʼ ἄπιστον ὡς γυναικεῖον γένος·
μέτεστι χὐμῖν τῶν πεπραγμένων μέρος.
Χορός μαίνηι· τί δʼ ἡμῖν τῶν ξένων δρασμοῦ μέτα;
οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος;
Ἄγγελος οὔ, πρίν γʼ ἂν εἴπηι τοὔπος ἑρμηνεὺς τόδε,
εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον ἀρχηγὸς χθονός.
ὠή, χαλᾶτε κλῆιθρα, τοῖς ἔνδον λέγω,
καὶ δεσπότηι σημήναθʼ οὕνεκʼ ἐν πύλαις
πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν.
Θόας τίς ἀμφὶ δῶμα θεᾶς τόδʼ ἵστησιν βοήν,
πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω;
Ἄγγελος ψευδῶς ἔλεγον αἵδε καί μʼ ἀπήλαυνον δόμων,
ὡς ἐκτὸς εἴης· σὺ δὲ κατʼ οἶκον ἦσθʼ ἄρα.
Θόας τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι;
Ἄγγελος αὖθις τὰ τῶνδε σημανῶ· τὰ δʼ ἐν ποσὶν
παρόντʼ ἄκουσον. ἡ νεᾶνις ἣ ʼνθάδε
βωμοῖς παρίστατʼ, Ἰφιγένειʼ, ἔξω χθονὸς
σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς
ἄγαλμʼ ἔχουσα· δόλια δʼ ἦν καθάρματα.
Θόας πῶς φήις; τί πνεῦμα συμφορᾶς κεκτημένη;
Ἄγγελος σώιζουσʼ Ὀρέστην· τοῦτο γὰρ σὺ θαυμάσηι.
Θόας τὸν ποῖον; ἆρʼ ὃν Τυνδαρὶς τίκτει κόρη;
Ἄγγελος ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο.
Θόας ὦ θαῦμα· πῶς σε μεῖζον ὀνομάσας τύχω;
Ἄγγελος μὴ ʼνταῦθα τρέψηις σὴν φρένʼ, ἀλλʼ ἄκουέ μου·
σαφῶς δʼ ἀθρήσας καὶ κλύων ἐκφρόντισον
διωγμὸν ὅστις τοὺς ξένους θηράσεται.
Θόας λέγʼ· εὖ γὰρ εἶπας· οὐ γὰρ ἀγχίπλουν πόρον
φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ.
Ἄγγελος ἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίας,
οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη,
ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένων
ἔχοντας, ἐξένευσʼ ἀποστῆναι πρόσω
Ἀγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγα
θύουσα καὶ καθαρμὸν ὃν μετώιχετο,
αὐτὴ δʼ ὄπισθε δέσμʼ ἔχουσα τοῖν ξένοιν
ἔστειχε χερσί. καὶ τάδʼ ἦν ὕποπτα μέν,
ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ.
χρόνωι δʼ, ἵνʼ ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον,
ἀνωλόλυξε καὶ κατῆιδε βάρβαρα
μέλη μαγεύουσʼ, ὡς φόνον νίζουσα δή.
ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον,
ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι
κτάνοιεν αὐτὴν δραπέται τʼ οἰχοίατο.
φόβωι δʼ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθα
σιγῆι· τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγος,
στείχειν ἵνʼ ἦσαν, καίπερ οὐκ ἐωμένοις.
κἀνταῦθʼ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος
ταρσῶι κατήρει πίτυλον ἐπτερωμένον,
ναύτας τε πεντήκοντʼ ἐπὶ σκαλμῶν πλάτας
ἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας
ἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς.
κοντοῖς δὲ πρῶιραν εἶχον, οἱ δʼ ἐπωτίδων
ἄγκυραν ἐξανῆπτον, οἱ δὲ κλίμακας
σπεύδοντες ἦγον διὰ χερῶν πρύμνης τʼ ἄπο
πόντωι διδόντες τῆι ξένηι καθίεσαν.
ἡμεῖς δʼ ἀφειδήσαντες, ὡς ἐσείδομεν
δόλια τεχνήματʼ, εἰχόμεσθα τῆς ξένης
πρυμνησίων τε, καὶ διʼ εὐθυντηρίας
οἴακας ἐξηιροῦμεν εὐπρύμνου νεώς.
λόγοι δʼ ἐχώρουν· Τίνι λόγωι πορθμεύετε
κλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους;
τίνος τίς ὢν σὺ τήνδʼ ἀπεμπολᾶις χθονός;
ὁ δʼ εἶπʼ· Ὀρέστης, τῆσδʼ ὅμαιμος, ὡς μάθηις,
Ἀγαμέμνονος παῖς, τήνδʼ ἐμὴν κομίζομαι
λαβὼν ἀδελφήν, ἣν ἀπώλεσʼ ἐκ δόμων.
ἀλλʼ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης
καὶ πρὸς σʼ ἕπεσθαι διεβιαζόμεσθά νιν.
ὅθεν τὰ δεινὰ πλήγματʼ ἦν γενειάδων·
κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν
ἡμεῖς τε, πυγμαὶ δʼ ἦσαν ἐγκροτούμεναι
καὶ κῶλʼ ἀπʼ ἀμφοῖν τοῖν νεανίαιν ἅμα
ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο,
ὥστε ξυναλγεῖν καὶ συναποκαμεῖν μέλη.
δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι
ἐφεύγομεν πρὸς κρημνόν, οἱ μὲν ἐν κάραι
κάθαιμʼ ἔχοντες τραύμαθʼ, οἱ δʼ ἐν ὄμμασιν·
ὄχθοις δʼ ἐπισταθέντες εὐλαβεστέρως
ἐμαρνάμεσθα καὶ πέτροις ἐβάλλομεν.
ἀλλʼ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι
σταθέντες ἰοῖς, ὥστʼ ἀναστεῖλαι πρόσω.
κἀν τῶιδε — δεινὸς γὰρ κλύδων ὤκειλε ναῦν
πρὸς γῆν, φόβος δʼ ἦν παρθένωι τέγξαι πόδα —
λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν,
βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών,
ἔθηκʼ ἀδελφήν τʼ ἐντὸς εὐσέλμου νεὼς
τό τʼ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης
ἄγαλμα. ναὸς δʼ ἐκ μέσης ἐφθέγξατο
βοή τις· Ὦ γῆς Ἑλλάδος ναύτης λεώς,
λάβεσθε κώπης ῥόθιά τʼ ἐκλευκαίνετε·
ἔχομεν γὰρ ὧνπερ οὕνεκʼ ἄξενον πόρον
Συμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν.
οἱ δὲ στεναγμὸν ἡδὺν ἐκβρυχώμενοι
ἔπαισαν ἅλμην. ναῦς δʼ, ἕως μὲν ἐντὸς ἦν
λιμένος, ἐχώρει στόμια, διαπερῶσα δὲ
λάβρωι κλύδωνι συμπεσοῦσʼ ἠπείγετο·
δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼς
ὠθεῖ παλίμπρυμνʼ ἱστίʼ· οἱ δʼ ἐκαρτέρουν
πρὸς κῦμα λακτίζοντες· ἐς δὲ γῆν πάλιν
κλύδων παλίρρους ἦγε ναῦν. σταθεῖσα δὲ
Ἀγαμέμνονος παῖς ηὔξατʼ· Ὦ Λητοῦς κόρη,
σῶσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδα
ἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθʼ ἐμαῖς.
φιλεῖς δὲ καὶ σὺ σὸν κασίγνητον, θεά·
φιλεῖν δὲ κἀμὲ τοὺς ὁμαίμονας δόκει.
ναῦται δʼ ἐπευφήμησαν εὐχαῖσιν κόρης
παιᾶνα, γυμνὰς ἐκ πέπλων ἐπωμίδας
κώπηι προσαρμόσαντες ἐκ κελεύσματος.
μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ἤιει σκάφος·
χὠ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν,
ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας.
κἀγὼ μὲν εὐθὺς πρὸς σὲ δεῦρʼ ἀπεστάλην,
σοὶ τὰς ἐκεῖθεν σημανῶν, ἄναξ, τύχας.
ἀλλʼ ἕρπε, δεσμὰ καὶ βρόχους λαβὼν χεροῖν·
εἰ μὴ γὰρ οἶδμα νήνεμον γενήσεται,
οὐκ ἔστιν ἐλπὶς τοῖς ξένοις σωτηρίας.
πόντου δʼ ἀνάκτωρ Ἴλιόν τʼ ἐπισκοπεῖ
σεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος,
καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνον
σοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖν
λαβεῖν ἀδελφήν θʼ, ἣ φόνου τοῦ ʼν Αὐλίδι
ἀμνημόνευτος θεὰν προδοῦσʼ ἁλίσκεται.
Χορός ὦ τλῆμον Ἰφιγένεια, συγγόνου μέτα
θανῆι πάλιν μολοῦσα δεσποτῶν χέρας.
Θόας ὦ πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός,
οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίας
παράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼς
Ἑλληνίδος δέξεσθε, σὺν δὲ τῆι θεῶι
σπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε,
οἱ δʼ ὠκυπόμπους ἕλξετʼ ἐς πόντον πλάτας,
ὡς ἐκ θαλάσσης ἔκ τε γῆς ἱππεύμασιν
λαβόντες αὐτοὺς ἢ κατὰ στύφλου πέτρας
ῥίψωμεν ἢ σκόλοψι πήξωμεν δέμας;
ὑμᾶς δὲ τὰς τῶνδʼ ἴστορας βουλευμάτων,
γυναῖκες, αὖθις, ἡνίκʼ ἂν σχολὴν λάβω,
ποινασόμεσθα· νῦν δὲ τὴν προκειμένην
σπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι.
Ἀθηνᾶ ποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξ
Θόας; ἄκουσον τῆσδʼ Ἀθηναίας λόγους.
παῦσαι διώκων ῥεῦμά τʼ ἐξορμῶν στρατοῦ·
πεπρωμένον γὰρ θεσφάτοισι Λοξίου
δεῦρʼ ἦλθʼ Ὀρέστης, τόν τʼ Ἐρινύων χόλον
φεύγων ἀδελφῆς τʼ Ἄργος ἐσπέμψων δέμας
ἄγαλμά θʼ ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα,
τῶν νῦν παρόντων πημάτων ἀναψυχάς.
πρὸς μὲν σʼ ὅδʼ ἡμῖν μῦθος· ὃν δʼ ἀποκτενεῖν
δοκεῖς Ὀρέστην ποντίωι λαβὼν σάλωι,
ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμονα
πόντου τίθησι νῶτα πορθμεύειν πλάτην.
μαθὼν δʼ, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολὰς
— κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς —,
χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν.
ὅταν δʼ Ἀθήνας τὰς θεοδμήτους μόληις,
χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοις
ὅροισι, γείτων δειράδος Καρυστίας,
ἱερός· Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς.
ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας,
ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν,
οὓς ἐξεμόχθεις περιπολῶν καθʼ Ἑλλάδα
οἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶ
τὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν.
νόμον τε θὲς τόνδʼ· ὅταν ἑορτάζηι λεώς,
τῆς σῆς σφαγῆς ἄποινʼ ἐπισχέτω ξίφος
δέρηι πρὸς ἀνδρὸς αἷμά τʼ ἐξανιέτω,
ὁσίας ἕκατι θεά θʼ ὅπως τιμὰς ἔχηι.
σε δʼ ἀμφὶ σεμνάς, Ἰφιγένεια, λείμακας
Βραυρωνίας δεῖ τῆιδε κληιδουχεῖν θεᾶι·
οὗ καὶ τεθάψηι κατθανοῦσα, καὶ πέπλων
ἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς,
ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖς
λίπωσʼ ἐν οἴκοις. τάσδε δʼ ἐκπέμπειν χθονὸς
Ἑλληνίδας γυναῖκας ἐξεφίεμαι
γνώμης δικαίας οὕνεκʼ. ἐξέσωσα δὲ
καὶ πρίν σʼ Ἀρείοις ἐν πάγοις ψήφους ἴσας
κρίνασʼ, Ὀρέστα· καὶ νόμισμʼ ἔσται τόδε,
νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβηι.
ἀλλʼ ἐκκομίζου σὴν κασιγνήτην χθονός,
Ἀγαμέμνονος παῖ. καὶ σὺ μὴ θυμοῦ, Θόας.
Θόας ἄνασσʼ Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοις
ὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ.
ἐγὼ δʼ Ὀρέστηι τʼ, εἰ φέρων βρέτας θεᾶς
βέβηκʼ, ἀδελφῆι τʼ οὐχὶ θυμοῦμαι· τί γάρ;
ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματι
γαῖαν, καθιδρύσαιντό τʼ εὐτυχῶς βρέτας.
πέμψω δὲ καὶ τάσδʼ Ἑλλάδʼ εἰς εὐδαίμονα
γυναῖκας, ὥσπερ σὸν κέλευσμʼ ἐφίεται.
παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοις
νεῶν τʼ ἐρετμά, σοὶ τάδʼ ὡς δοκεῖ, θεά.
Ἀθηνᾶ αἰνῶ· τὸ γὰρ χρεὼν σοῦ τε καὶ θεῶν κρατεῖ.
ἴτʼ, ὦ πνοαί, ναυσθλοῦτε τὸν Ἀγαμέμνονος
παῖδʼ εἰς Ἀθήνας· συμπορεύσομαι δʼ ἐγὼ
σώιζουσʼ ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας.
Χορός ἴτʼ ἐπʼ εὐτυχίαι τῆς σωιζομένης
μοίρας εὐδαίμονες ὄντες.
ἀλλʼ, ὦ σεμνὴ παρά τʼ ἀθανάτοις
καὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα,
δράσομεν οὕτως ὡς σὺ κελεύεις.
μάλα γὰρ τερπνὴν κἀνέλπιστον
φήμην ἀκοαῖσι δέδεγμαι.