eul_wid: vta-ac

Hypotheses-the Iliad
Ὑποθέσεις εἰς Ἰλιάδα

Homer Commentary Hypotheses the Iliad PDF

Overview

The Hypotheses εἰς Ἰλιάδα is a prose compilation of 57 summaries, or "arguments," for the books of Homer’s Iliad. In ancient scholarship, a hypothesis provided a prefatory outline of a work’s plot and structure. This collection exemplifies the Hellenistic and Roman tradition of Homeric scholarship, serving as a guide for students and readers.

Content

  • Narrative Summary: Condenses the plot events of each book of the Iliad.
  • Scholarly Interpretation: Reflects ancient critical perspectives on the epic’s structure and key moments.
  • Didactic Utility: Designed to make the foundational text systematically teachable.

Transmission

The work is preserved within the corpus of Homeric scholia—annotations in medieval manuscripts. A primary source is the 10th-century manuscript Venetus A (Marcianus Graecus 454). The hypotheses are transmitted as an integral part of this scholarly apparatus.

Significance

As a standard paratext, these hypotheses shaped the teaching and reception of the Iliad through the Byzantine and Renaissance periods. They remain important evidence for ancient narrative analysis and the history of Homeric criticism.

1 t [5] ΥΠΟΘΕΣΙΣ ΤΗΣ Α. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΧΡΥΣΗΣ ἱερεὺς Ἀπόλλωνος παραγίνεται ἐπὶ τὸν ναύσταθμον τῶν Ἑλλήνων, βουλόμενος λυτρώσασθαι τὴν θυγατέρα αὑτοῦ Χρυσηΐδα· οὐκ ἀπολαβὼν δὲ, ἀλλὰ καὶ μεθ’ ὕβρεως ἀποδιωχθεὶς ὑπὸ Ἀγαμέμνονος, ηὔξατο τῷ Ἀπόλλωνι κατὰ τῶν Ἑλλήνων· λοιμοῦ δὲ γενομένου, καὶ πολλῶν, ὡς εἰκὸς, διαφθειρομένων, ἐκκλησίαν Ἀχιλλεὺς συνήγαγε.
1 1 [10] Κάλχαντος δὲ διασαφήσαντος τὴν ἀληθῆ αἰτίαν, καὶ κελεύσαντος Ἀχιλλέως ἐξιλάσκεσθαι τὸν θεὸν, Ἀγαμέμνων ὀργισθεὶς διηνέχθη πρὸς τὸν Ἀχιλλέα, καὶ αὐτοῦ τὸ γέρας ἀπέσπασε, τὴν Βρισηΐδα. Ὁ δὲ ὀργίζεται τοῖς Ἕλλησι. Θέτις δὲ, τοῦ υἱοῦ δεηθέντος, εἰς Ὄλυμπον ἀνελθοῦσα, ᾐτήσατο παρὰ τοῦ Διὸς, ὅπως τοὺς Τρῶας ἐπικρατεστέρους τῶν Ἑλλήνων ποιήσῃ. Ἥρα δὲ γνοῦσα τοῦτο, διηνέχθη πρὸς τὸν Δία, ἕως αὐτοὺς διέλυσεν Ἥφαιστος, οἰνοχοήσας ἐν ἐκπώματι χρυσῷ· οἱ δὲ, τὸ λοιπὸν τῆς ἡμέρας εὐωχηθέντες, εἰς ὕπνον τρέπονται. Λοιμὸς καὶ Μῆνις.
1 2 (t) [1] Ἄλφα, λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Β.
2 t ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΖΕΥΣ ὄνειρον ἐπιπέμψας Ἀγαμέμνονι, παρακελεύεται τοὺς Ἕλληνας ἐξάγειν ἐπὶ τὸν πόλεμον.
2 1 [5] ὁ δὲ, πρότερον μὲν συνέδριον τῶν ἀρίστων ἔπειτα δὲ ἐκκλησίαν ποιησάμενος, ἀποπειρᾶται αὐτῶν παρακελευσάμενος φεύγειν εἰς τὰς πατρίδας. Κατέχει δὲ αὐτοὺς Ὀδυσσεὺς Ἀθηνᾶς προνοίᾳ, καὶ Νέστωρ δημηγορήσας. εἶτα τροφὴν ἀνελόμενοι, ἐξοπλίζονται αὐτοί τε, καὶ οἱ ἡγεμόνες· ὁμοίως δὲ καὶ οἱ Τρῶες, Ἴριδος αὐτοῖς ἀπαγγειλάσης. ΑΛΛΩΣ.
2 2 (t) [15] ΖΕΥΣ (ἐμέμνητο γὰρ τῆς Θέτιδος ἱκεσίας,) τῶν ἄλλων Θεῶν τε καὶ ἀνθρώπων ὕπνῳ σχολαζόντων, πρὸ ὀφθαλμῶν ποιούμενος τιμῆσαι τὸν τοῦ Πηλέως, ὄνειρον Ἀγαμέμνονι πέμπει, κελεύων αὐτῷ ἐμβαλεῖν πάντας Ἕλληνας εἰς τὴν μάχην, συμβουλεύων αὐτῷ δηλαδὴ καὶ τὸν Ἀχιλλέα παρακαλέσαι. ὁ δὲ, οὐ συνιεὶς τὸ ὄναρ, τοῖς ἀριστεῦσιν αὐτὸ διηγεῖται· καὶ μετὰ τοῦτο εἰς ἐκκλησίαν ἀθροίσας πάντας Ἕλληνας, ὑπόπτως πρὸς αὐτοὺς διακείμενος, διὰ τὸ ἡγεῖσθαι τὸν Ἀχιλλέα, ἐπιτιθέμενον αὐτοῦ τῇ ἀρχῇ, προσοικειοῦσθαι τὸ πᾶν πλῆθος, πειράζων, φεύγειν αὐτοὺς εἰς τὰς πατρίδας κελεύει. οἱ δὲ οὐ συνιέντες, ἐπὶ τὸ καθέλκειν τὰς ναῦς, καὶ εἰς τὰς πατρίδας ἀπαλλάττεσθαι χωροῦσιν. Ὀδυσσεὺς δὲ, ὑποθεμένης αὐτῷ Ἀθηνᾶς, τοὺς μὲν ἀρίστους πειθοῖ κατέχει, τῶν δὲ στρατιωτῶν πικρῶς καθάπτεται. παύει δὲ καὶ Θερσίτην, ἀμούσως πρὸς τὸν βασιλέα στασιάζοντα· καὶ τοὺς Ἕλληνας μεῖναι, καὶ τὴν Ἴλιον ἑλεῖν προτρέπει. Συμβουλεύσαντος δὲ καὶ Νέστορος τὰ αὐτὰ, Ἀγαμέμνων θύσας τῷ Διῒ, τοὺς γέροντας ἑστιᾷ· καὶ προτρεψάμενος τοὺς Ἕλληνας, ἐπὶ τὸν πόλεμον ἐξάγει πάντας. Ἑξῆς δέ ἐστιν ὁ κατάλογος τῶν νεῶν, ἐφ’ ὧν ἦλθον οἱ Ἕλληνες, καὶ τῶν ἡγεμόνων αὐτῶν, καὶ τῶν Τρώων καὶ τῶν ἐπικούρων. Βῆτα δ’ ὄνειρον ἔχει, ἀγορὴν, καὶ νῆας ἀριθμεῖ.
3 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Γ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ἈΛΕΞΑΝΔΡΟΥ προκαλεσαμένου Μενέλαον εἰς μονομαχίαν ἐπὶ διαλύσει τῶν ὅλων ὅρκοι γίγνονται, ἐφ’ ᾧ, τὸν νικήσαντα τὴν Ἑλένην λαβεῖν, καὶ τὰ χρήματα αὐτῆς.
3 1 [5] Ἡττηθέντα δὲ Ἀλέξανδρον Ἀφροδίτη ἁρπάζει, καὶ εἰς τὸν ἴδιον θάλαμον ἀπαγαγοῦσα, μετακαλεῖται ἀπὸ τοῦ τείχους τὴν Ἑλένην. Οἱ δὲ, συνομιλήσαντες, εἰς ὕπνον τρέπονται. ΑΛΛΩΣ.
3 2 (t) [15] ΤΩΝ ἡρώων οὐκ ἰδίᾳ μόνον ἑκάστου τὸ ἦθος, ἀλλὰ καὶ κοινῇ, παρίστησιν ἡμῖν ὁ Ποιητὴς ἔν τε τοῖς ἄλλοις πᾶσι, καὶ ἐπὶ ταύτης δὲ μάλιστα τῆς ῥαψῳδίας. Εἰκάζει γοῦν τοὺς μὲν Τρῶας τοῖς θορυβωδεστάτοις ζώοις γεράνοις, ἄκοσμον φύσει εἰς τὸν πόλεμον αὐτῶν πρόοδον ἀφηγούμενος· τοὺς δὲ Ἕλληνας μετὰ σιωπῆς τὰς προόδους ποιεῖσθαι, οὐ λόγοις τὴν πρὸς ἀλλήλους εὔνοιαν ἐπιδεικνυμένους, Καὶ ἡνίκα μὲν προῆλθον ἐπὶ τὸν πόλεμον, τὸν Ἀλέξανδρον προάγει τῶν Τρώων προμαχοῦντα, καὶ γαῦρον ὁρώμενον· ἐπειδὴ εἶδε τὸν πολέμιον, εἰς τὸ τῶν ἑταίρων πλῆθος ἀναχωροῦντα· αἰτιώμενον δὲ αὐτὸν, Ἕκτορα, καὶ ἐπιπλήσσοντα αὐτῷ· τὸν δὲ ὑπισχνούμενον μαχέσεσθαι τῷ Μενελάῳ, περὶ τῆς Ἑλένης καὶ τῶν κτημάτων· ἐφ’ ᾧ τὸν πόλεμον ἐν τῇ τῶν δύο σωμάτων μάχῃ τέλος λαβεῖν. Δηλώσαντος δὲ ταῦτα ἀμφοτέροις τοῖς στρατεύμασιν Ἕκτορος, ὑφίσταται καὶ ὁ Μενέλαος. Μεταπεμψάμενοι δὲ Πρίαμον, ὅρκους καὶ εὐχὰς ποιοῦνται. Καὶ ἡ Ἑλένη Πριάμῳ, καὶ τοῖς περὶ Ἀντήνορα δημογέρουσι, περὶ ἑνὸς ἑκάστου τῶν παρὰ τοῖς Ἕλλησιν ἀρίστων διηγεῖται. Μαχεσαμένων δὲ αὐτῶν, καὶ ἡττηθέντα Ἀλέξανδρον ἐξαρπάσασα Ἀφροδίτη, εἰς τὸν θάλαμον ἄγει, καὶ μικρὸν ὕστερον καὶ τὴν Ἑλένην. Ἡ δὲ ἀνανδρίαν ὀνειδίζει τῷ Ἀλεξάνδρῳ. Καὶ οἱ μὲν ἐπὶ τὴν κοίτην τρέπονται. Ἀγαμέμνων δὲ κατὰ τοὺς ὅρκους ἀπαιτεῖ τὴν Ἑλένην, καὶ τὰ ἅμα αὐτῇ ἁρπαγέντα χρήματα· σὺν αὐτῇ δὲ καὶ τὴν ὑπὲρ τοῦ ἀδικήματος τιμωρίαν. Γάμμα δ’ ἄρ’ ἀμφ’ Ἑλένης οἴοις μόθος ἐστὶν ἀκοίταις.
4 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Δ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ἜΔΟΞΕ τοῖς θεοῖς τὴν Ἴλιον ἁλῶναι.
4 1 Διὸ Ἀθηνᾶ μὲν Μενέλαον τοξευθῆναι παρεσκεύασε. Καὶ οὕτως συγχυθέντων τῶν ὅρκων, Μαχάων μὲν ἰᾶται Μενέλαον. Ἀγαμέμνων δὲ ἀπελθὼν, τὴν στρατιὰν παρορμᾷ εἰς τὸν πόλεμον. Συμβολῆς δὲ γενομένης, πολλοὶ ἑκατέρωθεν ἀναιροῦνται. ΑΛΛΩΣ.
4 2 (t) [10] ΤΟΥ Ἀλεξάνδρου ἡττηθέντος, καὶ τοῦ Ἀγαμέμνονος ἀπαιτοῦντος κατὰ τὰς συνθήκας τήν τε Ἑλένην, καὶ τὰ σὺν αὐτῇ ἁρπαγέντα κτήματα, καὶ τὴν ὑπὲρ τοῦ ἀδικήματος τιμωρίαν, ἐν Διὸς οἱ θεοὶ βουλεύονται περὶ τῆς Ἰλίου. Καὶ Ζεὺς προτραπεὶς ὑπὸ τῆς Ἥρας, ἀποστέλλει τὴν Ἀθηνᾶν εἰς τὸ τῶν Τρώων στράτευμα, σύγχυσιν τῶν ὅρκων ἐργασομένην. Ἡ δὲ, παραγενομένη, πείθει Πάνδαρον τὸν Ζελείτην τοξεῦσαι τὸν Μενέλαον. Καὶ βληθέντος αὐτοῦ, Ἀγαμέμνων ὀδύρεται, καὶ Μαχάονα τὸν ἰατρὸν μεταπέμπεται. Καὶ ἔτι περὶ τὴν θεραπείαν Μενελάου ἀσχολουμένων τῶν ἀρίστων, ἐπίασιν οἱ Τρῶες σὺν ὅπλοις. Ἀγαμέμνων δὲ ἐπιὼν τὸ στρατόπεδον, τοὺς μὲν ἤδη παρατασσομένους παρακαλεῖ καὶ ἐπαινεῖ, τοῖς δὲ ἀγνοοῦσι τὴν ἔφοδον τῶν Τρώων ἐπιπλήσσει. καὶ οὕτως, συμπεσόντων αὐτῶν εἰς τὴν μάχην, ἑκατέρωθεν πίπτουσι πολλοί. Δέλτα, θεῶν ἀγορὴ, ὅρκων χύσις, ἄρεος ἀρχή.
5 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΕΙ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΔΙΟΜΗΔΗΣ, Ἀθηνᾶς αὐτῷ ἀντιλαμβανομένης, ἀριστεύει, καὶ πολλοὺς ἀναιρεῖ τῶν πολεμίων.
5 1 [5] Τιτρώσκει δ’ Ἀφροδίτην κατὰ τῆς χειρὸς, καὶ Ἄρεα κατὰ τοῦ κενεῶνος. Αἰνείαν δὲ πληγέντα ὑπ’ αὐτοῦ λίθῳ, Ἀπόλλων διασώζει. Τληπόλεμος δὲ ὑπὸ Σαρπηδόνος ἀναιρεῖται. Τῷ δὲ Ἄρει Ζεὺς ἐπιπλήττει. Ἰᾶται δὲ αὐτὸν Παιήων ὁ τῶν θεῶν ἰατρός. ΑΛΛΩΣ .
5 2 (t) [10] ἈΠΑΓΑΓΩΝ τὸν τοῦ Πηλέως ὁ Ποιητὴς πρόμαχον, ἕτερον τῶν Ἑλλήνων προστῆσαι θελήσας, καὶ παράδοξον ἀριστείαν ἑρμηνεύσαν, τὸν Τυδέως ἵστησιν. καὶ διότι οὐχ’ οἷός τε ἦν ἐπίσης ἐκείνῳ τοὺς πολεμίους φοβεῖν, φησὶν, αὐτὸν ὑπὸ τῆς Ἀθηνᾶς βοηθεῖσθαι, καὶ ἐξαιρέτῳ τιμῇ τετιμῆσθαι. Ὁρᾶσθαι γοῦν ὑπὲρ τῶν ὤμων αὐτοῦ φοβερὸν πῦρ καιόμενον, ὡς τοὺς Τρῶας καταπλαγέντας ἐπὶ τῇ παρὰ τῶν θεῶν βοηθείᾳ, καταφυγεῖν, φοβερώτερον αὐτὸν καὶ Ἀχιλλέως νομίζοντας. Λέγει οὖν, Οὐδ’ Ἀχιλῆα πόθ’ ὧδέ γ’ ἐδείδιμεν, ὄρχαμον ἀνδρῶν, Ὅνπερ φασὶ θεᾶς ἐξέμμεναι. ἀλλ’ ὅδε λίην Μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν. Τοῦτον τὸν τρόπον Διομήδης ὑπὸ τῆς Ἀθηνᾶς βοηθούμενος, πολλοὺς τῶν Τρώων ἀναιρεῖ, καὶ Πάνδαρον τὸν παρασπονδήσαντα. Τιτρώσκει δὲ καὶ Ἀφροδίτην συλλαμβανομένην τῷ παιδὶ Αἰνείᾳ. Ὁμοίως δὲ καὶ Ἄρεα. Τὴν μὲν οὖν Ἀφροδίτην ἡ μήτηρ Διώνη παραμυθεῖται. τὸν δὲ Ἄρεα ἰᾶται Παιήων, τοῦ Διὸς πρότερον αὐτῷ ἐπιπλήξαντος. Εἶ, βάλλει Κυθέρειαν Ἀρηά τε Τυδέος υἱός.
6 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ζ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΤΩΝ θεῶν ἀποστάντων τῆς μάχης, οἱ Ἕλληνες πολλοὺς ἀναιροῦσι τῶν Τρώων.
6 1 [5] Ἑλένου δὲ συμβουλεύσαντος, Ἕκτωρ εἰς τὴν πόλιν ἄνεισι, καὶ τῇ μητρὶ Ἑκάβῃ κελεύει εὔξασθαι τῇ Ἀθηνᾷ, καὶ ὑποσχέσθαι αὐτῇ δώδεκα βοῶν θυσίαν, ὅπως τὸν Διομήδην ἀποστήσειε τῆς μάχης. Τέως δὲ ὄντων αὐτῶν ἐν τῷ πεδίῳ, Γλαῦκος καὶ Διομήδης ἀναγνωρίσαντες φιλίαν πατρικὴν, διαλλάσσουσι τὰ ὅπλα ἀλλήλοις· Ἕκτωρ δὲ διαλεχθεὶς τῇ μητρὶ καὶ τῇ γυναικὶ Ἀνδρομάχῃ, σὺν τῷ ἀδελφῷ Ἀλεξάνδρῳ εἰς τὸν πόλεμον ἔξεισιν. ΑΛΛΩΣ.
6 2 (t) [5] ἈΝΑ μέσον Ξάνθου καὶ Σιμοῦντος τῶν ποταμῶν θάνατος Ἀκάμαντος τοῦ Θρᾳκός· καὶ Γλαύκου σύστασις καὶ ἀναγνωρισμὸς, καὶ ἀμοιβὴ τῶν ὅπλων αὐτοῦ καὶ Διομήδους· καὶ ἄνοδος Ἕκτορος εἰς Ἴλιον πρὸς τὴν μητέρα Ἑκάβην, εἶτα πρὸς Ἀλέξανδρον καὶ Ἑλένην, εἶτα πρὸς Ἀνδρομάχην τὴν γυναῖκα· καὶ Ἕκτορος ἔξοδος ἐπὶ τὸν πόλεμον σὺν Ἀλεξάνδρῳ τῷ ἀδελφῷ. Ζῆτα δ’ ἄρ’ Ἀνδρομάχης καὶ Ἕκτορος ἔστ’ ὀαριστύς.
7 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Η. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ἙΛΕΝΟΥ συμβουλεύσαντος, Ἕκτωρ προκαλεῖται τῶν Ἑλλήνων τὸν ἄριστον εἰς μονομαχίαν.
7 1 [5] Ἐννέα δὲ ἀναστάντων, ἔλαχεν Αἴας ὁ Τελαμώνιος, καὶ γενναίως αὐτοὺς ἀγωνισαμένους διαλύουσι κήρυκες, ἑσπέρας γενομένης. Τῇ δὲ ἑξῆς τοὺς νεκροὺς ἀνελόμενοι θάπτουσι, καὶ τεῖχος οἱ Ἕλληνες κατασκευάζουσιν, ἐφ’ ᾧ ὁ Ποσειδῶν ἠγανάκτησε. Ζεύς τε αὐτοῖς διὰ νυκτὸς σημεῖα οὐκ αἴσια τῶν μελλόντων δείκνυσιν. ΑΛΛΩΣ.
7 2 (t) [5] ἝΚΤΩΡ σὺν Ἀλεξάνδρῳ τῷ ἀδελφῷ κατελθὼν εἰς τὴν μάχην, βοηθεῖ τοῖς Τρωσὶ κεκμηκόσιν ἤδη. Καὶ συμβουλεύσαντος Ἑλένου τοῦ ἀδελφοῦ, μάντεως ὄντος, προκαλεῖται αὐτὸς, τίς αὐτῷ βούλοιτο τῶν Ἑλλήνων μονομαχῆσαι. Πολλῶν δὲ προαιρουμένων, Αἴας ὁ Τελαμώνιος κληρωθεὶς ἀνθίσταται. Μαχομένους δὲ αὐτοὺς κήρυκες καταπαύουσι, καὶ νὺξ διαλύει τὴν μάχην. Καὶ οἱ μὲν ἀλλήλοις δῶρα διδόασιν. Ἐπικηρυκευσαμένων δὲ Τρώων περὶ νεκρῶν ἀναιρέσεως, τὰ αὐτὰ γίγνεται παρὰ ἀμφοτέροις τοῖς στρατοῖς. Οἱ δὲ Ἕλληνες πολυάνδριον κατασκευάζουσι, καὶ τεῖχος τοῦ ναυστάθμου. Ἦτα δ’ Αἴας πολέμιζε μόνῳ μόνος Ἕκτορι δίῳ.
8 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Θ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΖΕΥΣ ἀπαγορεύσας τοῖς θεοῖς μὴ δ’ ἑτέρῳ βοηθεῖν τῶν στρατευμάτων, ἐπὶ τὴν Ἴδην κατέρχεται· καὶ πρότερον ἶσον μαχομένους τοὺς Ἕλληνας, ἐλάττονας τῶν Τρώων καθίστησιν· Ἥραν τε καὶ Ἀθηνᾶν ἐπὶ βοήθειαν τοῖς Ἕλλησιν ἐξιούσας ἐπέσχεν Ἶρις, Διὸς κελεύσαντος.
8 1 [5] Ἑσπέρας δὲ γενομένης, Ἕκτωρ ἐδημηγόρησεν ἐν τῷ πεδίῳ στρατοπεδεύεσθαι, καὶ πῦρ δι’ ὅλης νυκτὸς καίειν. ΑΛΛΩΣ.
8 2 (t) [10] ΖΕΥΣ καλέσας εἰς ἐκκλησίαν τοὺς θεοὺς, ἀπαγορεύει μετὰ ἀπειλῆς μὴ δ’ ἑτέροις τῶν μαχομένων βοηθεῖν. Ἀθηνᾶ δὲ αἰτεῖται παρ’ αὐτοῦ, εἰ καὶ μὴ φανερῶς συγχωρεῖ αὐτῇ τὴν τοῖς Ἕλλησι βοήθειαν, κἂν γνώμην τινὰ αὐτοῖς ὑποθέσθαι, ὡς μὴ παντάπασιν ἀπόλωνται. Συμπεσόντων δὲ εἰς τὴν μάχην, τὰ μὲν πρῶτα ἰσοπαλὴς πόλεμος γίγνεται, μετὰ δὲ τοῦτο οἱ Τρῶες βελτίονι γίγνονται ῥοπῇ κατὰ Διὸς γνώμην, κεραυνοῦ πρὸ τῶν ἵππων τῶν Διομήδους ἐνεχθέντος, καὶ τῶν ἀριστέων φοβηθέντων καὶ εἰς φυγὴν τραπέντων. Καὶ Ποσειδῶν μὲν προτρεπούσης αὐτὸν Ἥρας, βοηθεῖν τοῖς Ἕλλησιν ἀρνεῖται· ἀναθαῤῥησάντων δὲ τῶν Ἑλλήνων, Τεύκρου πολλοὺς τοξεύσαντος, Ζεὺς πάλιν τὴν νίκην ἐπὶ τοὺς Τρῶας μεταφέρει· Ἀθηνᾶ δὲ καὶ Ἥρα ὀλίγον τῶν Διὸς ἀπειλῶν φροντίσασαι, κατίασιν εἰς τὸν πόλεμον, βοηθήσουσαι τοῖς Ἕλλησιν. ἀλλὰ Διὸς ἐπ’ αὐτὰς Ἴριν πέμψαντος μετὰ ἀπειλῆς, ὑποστρέφουσι. Καὶ τότε Ἕκτωρ πλησίον τῶν νεῶν ἐπαγαγὼν τοὺς Τρῶας, καὶ παῤῥησιασάμενος ἐπὶ τῇ νίκῃ, κελεύει αὐτοὺς πῦρ καίειν πρὸ τῶν νηῶν, καὶ φυλάσσειν, ὡς ἂν μὴ λάθοιεν Ἕλληνες φεύγοντες, διὰ τὸ ἡττῆσθαι, ἐς τὰς πατρίδας. Θῆτα, θεῶν ἀγορὴ, Τρώων κράτος, Ἕκτορος εὖχος.
9 t ὙΠΟΘΕΣΙΣ ΤΗΣ Ι. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ἈΓΑΜΕΜΝΟΝΟΣ συμβουλεύσαντος τοῖς Ἕλλησι φεύγειν, ἵστανται τὴν ἐναντίαν ἀποφαινόμενοι γνώμην Διομήδης καὶ Νέστωρ.
9 1 Συμβουλεύσαντος δὲ Νέστορος, πρὸς Ἀχιλλέα πέμπονται πρέσβεις. Καὶ δεηθεῖσιν ἀντεῖπεν αὐτοῖς Ἀχιλλεύς. Οἱ δὲ ἀπαγγέλλουσι, καὶ μεταταῦτα εἰς ὕπνον τρέπονται. ΑΛΛΩΣ.
9 2 (t) [25] ἘΠΑΥΛΙΣΑΜΕΝΩΝ τῶν πολεμίων διὰ τὴν κατὰ τὸν πόλεμον εὐημερίαν παρὰ τῷ ναυστάθμῳ, Ἀγαμέμνων ἀπηλπικὼς τὴν σωτηρίαν, ἐπὶ τῆς ἐκκλησίας ἀποφαινόμενος γνώμην, ἀποφεύγειν ἐπιβάντας τῶν νεῶν κελεύει τοὺς Ἕλληνας. Διομήδους δὲ ἀντειπόντος, Νέστωρ παραυτίκα ἀμείβεται τοῦτον. Προστίθησι δὲ τὰ λείποντα αὐτοῦ τοῖς λόγοις, φύλακας κελεύων ἐπὶ τὴν τάφρον ἐκπέμπειν, καὶ τοὺς ἀρίστους ἀθροίσαντα βουλεύεσθαι μετ’ αὐτῶν περὶ τῶν ἐπειγόντων. Πείθεται τούτοις ὁ βασιλεὺς, καὶ τοὺς ἀρίστους ἑστιᾷ, ἐν οἷς πάλιν Νέστωρ Ἀγαμέμνονι σύμβουλος τῶν καλλίστων γίγνεται, τῆς μὲν πρὸς τὸν Ἀχιλλέα κελεύων αὐτὸν ὀργῆς λαθέσθαι, πρὸς δὲ τὸν ἐπείγοντα καιρὸν ἁρμόσασθαι, καὶ πρεσβείαν ὡς τὸν τοῦ Πηλέως ἀποστεῖλαι. Τοῦ δὲ βασιλέως καὶ δῶρα πολλὰ ὑπισχνουμένου δώσειν, καὶ κηδεστὴν ἀξιώσαντος γενέσθαι, παραγίγνονται πρὸς αὐτὸν πρέσβεις, ὅ τε Ἰθακήσιος καὶ ὁ τοῦ Τελαμῶνος, καὶ πρὸς τούτοις Φοῖνιξ. Τῶν δὲ πρέσβεων ἐλθόντων, καὶ τὴν δέησιν ποιουμένων, καὶ τὰ κατὰ τοὺς Ἕλληνας μηνυσάντων, καὶ τὴν ἔπειξιν δηλούντων, ἄτεγκτος ὁ Ἀχιλλεὺς καὶ οὐδ’ ὅλως ἐνδιδοὺς πρὸς τὴν ἀκοὴν τῶν Ἑλληνικῶν πραγμάτων εὑρίσκεται· ἀλλὰ μνησικακῶν μὲν τῷ Ἀγαμέμνονι, τῶν δὲ δώρων καταφρονῶν, καὶ τῆς συγγενείας τοῦ βασιλέως ὑπερφρονῶν. Καὶ μετὰ τοῦτο Φοῖνιξ πείθειν αὐτὸν πειρᾶται, καὶ δακρύει τὴν παροῦσαν τῶν Ἑλλήνων τύχην, ὡς εἰς ἔλεον αὐτὸν ὑπάξων· καὶ τῆς περὶ τὴν πρώτην ἡλικίαν ὑπομιμνήσκει τροφῆς, καὶ ὅτι οὐ χρὴ, παραδείγμα τι τῷ κατὰ τὴν παλλακίδα, πάντα μητρὶ πείθεσθαι, δι’ ὧν εἶπεν αἰνίττεται· καὶ ὡς πρὸς ἀνάγκην βοηθήσας χωρὶς τιμῆς μεταγνώσεται, τὴν Μελεάγρου μάχην καὶ Αἰτωλῶν διηγούμενος. Οὔτε δὲ Φοῖνιξ, πρεσβευτὴς εὐτυχής· καὶ γὰρ καὶ αὐτὸς ἐπίσης τοῖς ἄλλοις ἀποτυγχάνει. Οὔτε δ’ ὁ συγγενὴς αὐτὸν Αἴας ἔτρεψεν, ἐπιπλήσσων τε καὶ ἱκετεύων καὶ λοιδορούμενος, καὶ παντὶ τρόπῳ πεῖσαι πειρώμενος. Ἀλλὰ Φοίνικα μὲν παρ’ ἑαυτῷ κατέχει Ἀχιλλεύς· Ὀδυσσεὺς δὲ σὺν Αἴαντι τὰ πρὸς τοῦ Ἀχιλλέως ἀποπρεσβεύεται τοῖς Ἕλλησιν. Ἐφ’ οἷς Διομήδης καθάπτεται μὲν Ἀχιλλέως ὡς οὐ δεόντως ἀμέτρῳ ὀργῇ σχολάζοντος, τοὺς δὲ ἀρίστους ἐπὶ τὴν μάχην προτρέπεται. Ἐξεσίη δ’ Ἀχιλῆος ἀπειθέος ἐστὶν Ἰῶτα.
10 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Κ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ἈΓΑΜΕΜΝΩΝ ἀγρυπνήσας, ἀνίστησι τοὺς ἀρίστους τῶν Ἑλλήνων, αὐτός τε, καὶ Μενέλαος· καὶ ἐπὶ τῆς τάφρου συμβουλευσάμενοι, πέμπουσι κατασκόπους εἰς τὸ τῶν Τρώων στρατόπεδον, Ὀδυσσέα καὶ Διομήδην.
10 1 [5] Οἳ, Δόλωνα μὲν συναντήσαντες, ἀναιροῦσι. Πυθόμενοι δὲ παρ’ αὐτοῦ Ῥῆσόν τινα βασιλέα καὶ Θρᾴκας παρεῖναι, ἔνθα τε ἐστρατοπεδεύσαντο, ἀπελθόντες δολοφονοῦσι τὸν Ῥῆσον, καὶ τῶν ἑταίρων τινὰς, τούς τε ἵππους αὐτοῦ ἀπελάσαντες, εἰς τὸν ναύσταθμον παραγίγνονται. Κάππα δὲ Ῥήσου τὴν κεφαλὴν ἕλε Τυδέος υἱός.
11 t ὙΠΟΘΕΣΙΣ ΤΗΣ Λ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΤΗΝ λ ῥαψῳδίαν Ἀγαμέμνονος ἀριστείαν ἐπιγράφουσι.
11 1 [10] Παράγουσι γὰρ τὸν Ἀγαμέμνονα ὑπὸ τῆς Ἥρας καὶ Ἀθηνᾶς βοηθούμενον, καὶ πολλὴν τροπὴν τῶν Τρώων ἐργαζόμενον, ὡς καὶ τὸν Δία Ἴριν πέμψαντα, ἀπάγειν Ἕκτορα εἰς ὅσον Ἀγαμέμνων ἠρίστευε. Τρωθέντος δὲ ὑπὸ Κόωνος τὴν χεῖρα, καὶ ἀναχωρήσαντος ἐπὶ τὰς ναῦς, καὶ Ἕκτορος ἐλθόντος εἰς τὸν πόλεμον, καρτερᾶς γενομένης μάχης, ἐξ ἀμφοτέρων πίπτουσι καὶ τιτρώσκονται πολλοὶ, καὶ Διομήδης, καὶ Ὀδυσσεύς. Καὶ Μαχάονα θεασάμενος Ἀχιλλεὺς ὑπὸ τοῦ Νέστορος ἐπὶ τὰς ναῦς ἀγόμενον, πέμπει Πάτροκλον μαθησόμενον τίς εἴη ὁ τετρωμένος. Ἀφικομένῳ δὲ αὐτῷ Νέστωρ τὰ τῶν Ἑλλήνων ὀδύρεται πταίσματα, καὶ παρακαλεῖ μάλιστα μὲν αὐτὸν πεῖσαι τὸν Ἀχιλλέα συμμαχῆσαι τοῖς Ἕλλησιν· εἰ δὲ ἐκεῖνος μὴ βούλοιτο, σὺν τοῖς Μυρμιδόσι τὸν Πάτροκλον πέμψαι δόντα τὴν ἰδίαν αὐτῷ παντευχίαν. Τοὺς γὰρ Τρῶας καταπλαγήσεσθαι, καὶ οἰηθέντας αὐτὸν παρεῖναι τὸν Ἀχιλλέα φεύξεσθαι. Ἐπανερχόμενος δὲ ὁ Πάτροκλος πρὸς Ἀχιλλέα, περιτυχὼν Εὐρυπύλῳ τετρωμένῳ, βαστάζει τε αὐτὸν, καὶ ἐπὶ τὰς ναῦς κομίσας θεραπεύει. Λάμβδα δ’ ἀριστῆας Δαναῶν βάλον Ἕκτορος ἄνδρες.
12 t ὙΠΟΘΕΣΙΣ ΤΗΣ Μ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ἈΠΟΒΑΝΤΕΣ οἱ Τρῶες τῶν ἵππων, διαβαίνουσι τὴν τάφρον, καί τοι ἀπαισίου αὐτοῖς φανέντος οἰωνοῦ· καὶ εἰς πέντε τάξεις διαιρεθέντες, προσβάλλουσι τῷ τείχει τῶν Ἑλλήνων.
12 1 Ἔνθα Σαρπηδὼν ἔπαλξιν κατασπᾷ, Ἕκτωρ δὲ λίθῳ βαλὼν τὰς πύλας, ἐπέβη ταῖς ναυσὶ, καὶ οἱ ἄλλοι σὺν αὐτῷ πάντες Τρῶες. Μῦ Τρώων παλάμῃσι κατήριπε τεῖχος Ἀχαιῶν.
13 t ὙΠΟΘΕΣΙΣ ΤΗΣ Ν. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΔΙΑΡΡΗΞΑΣ τὰς πύλας τοῦ τείχους τῶν Ἑλλήνων Ἕκτωρ, μετὰ βάρους τε εἰσελθὼν, εἰς φυγὴν αὐτοὺς τρέπει· καὶ Ζεὺς μὲν ἀποστρέψας τὰς ὄψεις ἐπὶ τὰ πέρατα τῆς γῆς, ἀλλοφύλους θεωρεῖ ἀνθρώπους.
13 1 [5] Ποσειδῶν δὲ καθεζόμενος ἐπὶ Σαμοθρᾴκης, θεασάμενος ἡττημένους τοὺς Ἕλληνας, παραγίγνεται εἰς Αἰγὰς, ἔνθα ἦν αὐτῷ τέμενος· λαβὼν δὲ συνήθη κόσμον, καὶ ὑποζεύξας ἵππους, παραγίγνεται εἰς τὸ πεδίον· καὶ τὸ μὲν ἅρμα καθιστᾷ ἐν τῷ πελάγει, αὐτὸς δὲ, ὁμοιωθεὶς Κάλχαντι, παρορμᾷ τοὺς ἀρίστους τῶν Ἑλλήνων· οἳ καὶ τρόπον τινὰ ἐμπνευσθέντες παρὰ τοῦ θεοῦ, γενναίως ἀγωνίζονται· ἐν οἷς καὶ Ἰδομενεὺς καὶ Μηριόνης εὐδοκιμοῦσι. Συμβολῆς δὲ γενομένης, ἑκατέρων τῶν στρατευμάτων ἐξαίσιος βοὴ αἴρεται. Νῦ δὲ Ποσειδάων Δαναοῖς κράτος ὤπασε λάθρη.
14 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ξ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ἈΓΑΜΕΜΝΩΝ συλλαβὼν τοὺς τραυματίας καὶ Νέστορα σὺν αὐτοῖς, ἔξεισιν ἐπὶ τὸν πόλεμον.
14 1 [5] Ἥρα δὲ τὸν κεστὸν λαβοῦσα παρὰ τῆς Ἀφροδίτης κατέρχεται, καὶ τὸν Ὕπνον πείσασα, κοιμίζει τὸν Δία. Ποσειδῶν δὲ τοῖς Ἕλλησι βοηθεῖ, καὶ πολὺς φόνος γίνεται τῶν Τρώων. Αἴας δὲ λίθῳ βαλὼν Ἕκτορα πλήσσει· ὁ δὲ ἀναγαγὼν αἷμα λειποψυχεῖ. Ἀριστεύει δὲ καὶ Αἴας ὁ Λοκρός. Ξῖ, Κρονίδην λεχέεσσι καὶ ὕπνῳ ἤπαφεν Ἥρη.
15 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ο. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΖΕΥΣ ἐγερθεὶς, καὶ θεασάμενος τοὺς Τρῶας νικωμένους, Ἥρᾳ ἐπιπλήσσει, καὶ Ἴριν μὲν πέμπει πρὸς Ποσειδῶνα, κελεύων ἀφίστασθαι τοῦ πολέμου· Ἀπόλλωνα δὲ, ὅπως ἀνδρώσῃ τὸν Ἕκτορα.
15 1 [5] Ὃς ἀναλαβὼν αἰγίδα, τοὺς Ἕλληνας εἰς φυγὴν τρέπει· καὶ μέχρι τῶν νεῶν συνδιωχθέντων, Αἴας ὁ Τελαμώνιος πολλοὺς ἀναιρεῖ τῶν πολεμίων τοὺς ταῖς ναυσὶ πῦρ ἐπιφέροντας. Οὐ Κρονίδης κεχόλωτο Ποσειδάωνι καὶ Ἥρῃ.
16 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Π. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΠΑΤΡΟΚΛΩΙ δεηθέντι Ἀχιλλεὺς ἐπιτρέπει τὴν αὐτοῦ πανοπλίαν ἀναλαβεῖν, καὶ τοὺς Μυρμιδόνας ἐξάγειν ἐπὶ τὸν πόλεμον· οἱ δὲ, ἐξελθόντες ἔτρεψαν τοὺς Τρῶας.
16 1 [5] Πάτροκλος δὲ Σαρπηδόνα τὸν Διὸς ἀναιρεῖ, τὸν παρήορον ἵππον τοῦ Ἀχιλλέως ἀνελόντα Πήδασον· ἔπειτα δὲ Πάτροκλον Ἕκτωρ ἀναιρεῖ πληγέντα πρότερον ὑπὸ Εὐφόρβου, Ἀπόλλωνος ἀφελομένου τὴν πανοπλίαν αὐτοῦ. Πῖ Πάτροκλον ἔπεφνεν ἀρήϊον Ἕκτορος αἰχμή.
17 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ρ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΠΕΡΙ τοῦ Πατρόκλου σώματος κρατερὰ συνίσταται μάχη, καθ’ ἣν Εὔφορβος μὲν ἀναιρεῖται ὑπὸ Μενελάου, Ἕκτωρ δὲ τὴν Ἀχιλλέως ἐνδύεται πανοπλίαν, καὶ ἀνθίσταται τοῖς Ἕλλησι.
17 1 [5] Οἱ δὲ περὶ Μενέλαον Ἀντίλοχον διαπέμπονται πρὸς Ἀχιλλέα, τὸν Πατρόκλου θάνατον ἀγγελοῦντα. Ὑποδύντες δὲ καὶ ἀράμενοι τὸ σῶμα τοῖς ὤμοις, ἐκφέρουσι τῆς μάχης· οἱ δὲ Αἴαντες προμαχοῦσι καὶ ἀπείργουσι τοὺς πολεμίους. Ῥῶ, Δαναοὶ Τρῶές τε νέκυν πέρι χεῖρας ἔμισγον.
18 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Σ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ἈΧΙΛΛΕΥΣ τὸν Πατρόκλου θάνατον ἐπιγνοὺς ὀδύρεται· ἀνελθοῦσα δὲ ἡ Θέτις ἐκ τῆς θαλάσσης, παρηγορεῖ αὐτὸν, καὶ παραινεῖ ἀπέχεσθαι τοῦ πολέμου, ἕως ἂν αὐτῷ ὅπλα κομίσῃ παρὰ τοῦ Ἡφαίστου.
18 1 [5] κελευσάσης δὲ Ἥρας, ἄοπλος προσελθὼν ἐπὶ τὴν τάφρον, ἐπιφαίνεται τοῖς πολεμίοις, καὶ αὐτὸν ἐκπλαγέντες φεύγουσι· καὶ κατὰ τὴν φυγὴν πολλοὶ διαφθείρονται. τὸ δὲ τοῦ Πατρόκλου σῶμα διασώσαντες οἱ Μυρμιδόνες λούουσιν· Ἥφαιστος δὲ Ἀχιλλεῖ πανοπλίαν κατασκευάζει. Σίγμα, Θέτις Ἀχιλῆϊ παρ’ Ἡφαίστου φέρεν ὅπλα.
19 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Τ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΘΕΤΙΔΟΣ κομισάσης Ἀχιλλεῖ τὰ ὅπλα παρὰ Ἡφαίστου, συναγαγὼν εἰς ἐκκλησίαν τοὺς Ἕλληνας ὁ ἥρως, ἀπόῤῥησιν ποιεῖται τῆς μήνιδος, καὶ λαμβάνει τὰ δῶρα ἅπερ αὐτῷ Ἀγαμέμνων δώσειν ὑπέσχετο.
19 1 [5] Τροφὴν δὲ ἀνελομένων ἐκείνων, αὐτὸς ἄσιτος διαμείνας ὁπλίζεται, καὶ στρατείαν ἐξάγει ἐπὶ τὸν πόλεμον. ὁ δὲ ἕτερος τῶν ἵππων αὐτοῦ Ξάνθος τὴν ἐσομένην αὐτῷ ἀναίρεσιν καταμαντεύεται, ᾧ καὶ ἐπιπλήττει. Ταῦ δ’ ἀπέληγε χόλοιο καὶ ἔκθορε δῖος Ἀχιλλεύς.
20 t ὙΠΟΘΕΣΙΣ ΤΗΣ Υ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΔΙΟΣ ἐπιτρέψαντος, κατέρχονται βοηθήσοντες οἱ θεοὶ πάντες· τοῖς μὲν Ἕλλησιν Ἥρα τε καὶ Ἀθηνᾶ, καὶ Ποσειδῶν καὶ Ἥφαιστος, καὶ Ἑρμῆς· τοῖς δὲ Τρωσὶν Ἀφροδίτη, καὶ Ἀπόλλων.
20 1 [5] ἔτι δὲ καὶ Ἄρτεμις, καὶ Λητὼ, Ἄρης τε, καὶ Σκάμανδρος. Αἰνείαν δὲ ἀντιστάντα Ἀχιλλεῖ σώζει Ποσειδῶν νεφέλῃ καλύψας· Ἀχιλλεὺς δὲ ἄλλους τε ἀναιρεῖ, καὶ Πολύδωρον τὸν Πριάμου παῖδα. Ἕκτωρ δὲ ἀντιστὰς αὐτῷ, φεύγει, Ἀπόλλωνος σώσαντος αὐτόν. τοὺς δὲ ἄλλους Ἀχιλλεὺς ἐπὶ τὴν πόλιν φεύγοντας κατεπείγει. Υ, μακάρων ἔρις ὦρτο, φέρει δ’ ἐπὶ κάρτος Ἀχαιοῖς.
21 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Φ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΤΩΝ Τρώων εἰς δύο διαιρεθέντων μέρη, τοὺς μὲν εἰς τὴν πόλιν, τοὺς δὲ εἰς τὸν Σκάμανδρον Ἀχιλλεὺς διώκει, καὶ δώδεκα νεανίας ζωγρεῖ εἰς ποινὴν Πατρόκλου· τὸν δὲ Πριάμου υἱὸν Λυκάονα καὶ Ἀστεροπαῖον ἀναιρεῖ.
21 1 [5] ἔπειτα τοῦ ποταμοῦ πλημμύραντος, κινδυνεύοντα αὐτὸν σώζει Ἥφαιστος, ἐμπρήσας τὸν ποταμὸν καὶ τὸ πεδίον. μετὰ ταῦτα θεῶν μάχη γίγνεται πρὸς ἀλλήλους. Ἀχιλλέα δὲ Ἀπόλλων εἴργει Ἀγήνορι ὁμοιωθεὶς, καὶ φεύγων ἐξαπατᾷ, ἕως οἱ Τρῶες διασώζονται εἰς τὴν πόλιν. Φῖ, μόγος Αἰακίδαο παρ’ ἠϊόνας ποταμοῖο.
22 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Χ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΤΩΝ Τρώων ἐγκλεισθέντων εἰς τὴν πόλιν, μόνος Ἕκτωρ ὑπομείνας Ἀχιλλέα, τὸ μὲν πρῶτον φεύγει, ἔπειτα δὲ ἀνθίσταται, Ἀθηνᾶς αὐτὸν πεισάσης· καὶ ἀναιρεῖται.
22 1 Ἐξάψας δὲ αὐτὸν τοῦ ἅρματος Ἀχιλλεὺς, διὰ τοῦ πεδίου ἐπὶ τὸν ναύσταθμον ἕλκει. Οἱ δὲ κατὰ τὴν πόλιν ὀδύρονται ταῦτα ὁρῶντες ἐγκεκλεισμένοι. Χῖ δ’ ἄρα τρὶς περὶ τεῖχος ἄγων κτάνεν Ἕκτορ’ Ἀχιλλεύς.
23 t ὙΠΟΘΕΣΙΣ ΤΗΣ Ψ. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ἈΧΙΛΛΕΥΣ τῶν νενομισμένων ἐπὶ τοῖς νεκροῖς μεταδίδωσι Πατρόκλῳ, πυρὰν νήσας καὶ σφάξας ἐπ’ αὐτῷ δυοκαίδεκα Τρωϊκοὺς νεανίσκους, καὶ κύνας καὶ ἵππους, καὶ ἄλλα ἱερεῖα.
23 1 ἔπειτα καὶ ἀγῶνα ἐπιτάφιον ποιεῖ, ἐν ᾧ νικᾷ ἵπποις μὲν Διομήδης, δρόμῳ δὲ Ὀδυσσεὺς, ἄλλοι δὲ ἄλλοις· καὶ οὕτως ὁ ἀγὼν διαλύεται. Ψῖ, Δαναοῖσιν ἀγῶνα διδοὺς ἐτέλεσσεν Ἀχιλλεύς.
24 t ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ω. ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. ΖΕΥΣ κηδόμενος Ἕκτορος Θέτιν πρὸς Ἀχιλλέα πέμπει, ὅπως ἀποδῷ τοῦ ἥρωος τὸ σῶμα· Ἶριν δὲ πρὸς Πρίαμον, ὅπως λύτρα κομίσας Ἀχιλλεῖ, τὸν νεκρὸν τοῦ παιδὸς ἀπολάβοι.
24 1 [5] ὁ δὲ, προπεμφθεὶς ὑπὸ Ἑρμοῦ, κοιμίσαντος τοὺς Ἑλληνικοὺς φύλακας, παραγίγνεται πρὸς τὸν Ἀχιλλέα, καὶ ἱκετεύσας αὐτὸν ἀπολαμβάνει τὸν υἱόν· καὶ ἀνακομίσας εἰς τὴν πόλιν, θάπτει, καὶ ἐπ’ αὐτῷ δεῖπνον ἄγει. Ω, Πρίαμος νέκυν υἷα λαβὼν, γέρα δῶκεν Ἀχιλλεῖ.