ΒΑΚΧΥΛΙΔΟΥ ΔΙΘΥΡΑΜΒΟΙ
Α
ΑΝΤΗΝΟΡΙΔΑΙ
Η ΕΛΕΝΗΣ ΑΠΑΙΤΗΣΙΣ
Ἀντήνορος ἀντιθέου
… ρακοιτις Ἀθάνας πρόσπολος
… Παλλάδος ὀρσιμάχου
χρυσέας
… ν Ἀργείων Ὀδυσσεῖ
Λαρτιάδᾳ Μενελάῳ τʼ Ἀτρεΐδᾳ βασιλεῖ
βαθύζωνος Θεανὼ
… ον
… ν προσήνεπεν·
ἐϋκτιμέναν
… δων τυχόντες
… ς σὺν θεοῖς
… δους
μεσονύκτιος κέαρ
…
ἆγον, πατὴρ δʼ εὔβουλος ἥρως
πάντα σάμαινεν Πριάμῳ βασιλεῖ
παίδεσσί τε μῦθον Ἀχαι-
ῶν. Ἔνθα κάρυκες διʼ εὐ-
ρεῖαν πόλιν ὀρνύμενοι
Τρώων ἀόλλιζον φάλαγγας
δεξίστρατον εἰς ἀγοράν.
Πάντᾳ δὲ διέδραμεν αὐδάεις λόγος·
θεοῖσιν δʼ ἀνίσχοντες χέρας ἀθανάτοις
εὔχοντο παύσασθαι δυᾶν.
Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων;
Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ
φθέγξατʼ, εὐπέπλοισι κοινώσας Χάρισσιν·
«Ὦ Τρῶες ἀρηΐφιλοι,
Ζεὺς ὑψιμέδων ὃς ἅπαντα δέρκεται
οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων,
ἀλλʼ ἐν μέσῳ κεῖται κιχεῖν
πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς
Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος·
ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον.
Ἁ δʼ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις
ἐξαισίοις θάλλουσʼ ἀθαμβὴς
Ὕβρις, ἃ πλοῦτον δύναμίν τε θοῶς
ἀλλότριον ὤπασεν, αὖ-
τις δʼ ἐς βαθὺν πέμπει φθόρον,
κείνα καὶ ὑπερφιάλους
Γᾶς παῖδας ὤλεσσεν Γίγαντας.»
Β
ΗΡΑΚΛΗΣ Η ΔΗΙΑΝΕΙΡΑ
ΕΙΣ ΔΕΛΦΟΥΣ
… ιου … ιο … ἐπεὶ
ὁλκάδʼ ἔπεμψεν ἐμοὶ χρυσέαν
Πιερίαθεν ἐΰθρονος Οὐρανία, πολυ-
φάτων γέμουσαν ὕμνων
… νειτις ἐπʼ ἀνθεμόεντι Ἕβρῳ
ἀγάλλεται ἢ δολιχαύχενι κύκνῳ
… δεϊαν φρένα τερπόμενος …
… δʼ ἵκῃ παιηόνων
ἄνθεα πεδοιχνεῖν,
Πύθιʼ Ἄπολλον,
τόσα χοροὶ Δελφῶν
σὸν κελάδησαν παρʼ ἀγακλέα ναόν,
πρίν γε κλέομεν λιπεῖν
Οἰχαλίαν πυρὶ δαπτομέναν
Ἀμφιτρυωνιάδαν θρασυμηδέα φῶθʼ, ἵκε-
το δʼ ἀμφικύμονʼ ἀκτάν·
ἔνθʼ ἀπὸ λαΐδος εὐρυνεφεῖ Κηναίῳ
Ζηνὶ θύεν βαρυαχέας ἐννέα ταύρους
δύο τʼ ὀρσιάλῳ δαμασίχθονι μέλλε κόρᾳ τʼ
ὀβριμοδερκεῖ ἄζυγα
παρθένῳ Ἀθάνᾳ
ὑψικέραν βοῦν.
Τότʼ ἄμαχος δαίμων
Δαϊανείρᾳ πολύδακρυν ὕφανεν
μῆτιν ἐπίφρονʼ ἐπεὶ πύθετʼ
ἀγγελίαν ταλαπενθέα,
Ἰόλαν ὅτι λευκώλενον
Διὸς υἱὸς ἀταρβομάχας ἄλοχον λιπαρὸν
ποτὶ δόμον πέμποι.
Ἆ δύσμορος, ἆ τάλαινʼ, οἷον ἐμήσατο·
φθόνος εὐρυβίας νιν ἀπώλεσεν,
δνόφεόν τε κάλυμμα τῶν
ὕστερον ἐχομένων, ὅτʼ ἐ-
πὶ ῥοδόεντι Λυκόρμᾳ
δέξατο Νέσσου πάρα δαιμόνιον τέρας.
Γ
ΗΙΘΕΟΙ Η ΘΗΣΕΥΣ
ΚΗΙΟΙΣ ΕΙΣ ΔΗΛΟΝ
Κυανόπρῳρα μὲν ναῦς μενέ-
κτυπον Θησέα δὶς ἑπτά τʼ ἀγλαοὺς
ἄγουσα κούρους Ἰαόνων
Κρητικὸν τάμνε πέλαγος·
τηλαυγέϊ γὰρ ἐν φάρεϊ βο-
ρήϊαι πίτνον αὖραι κλυτᾶς
ἕκατι πελεμαίγιδος Ἀθάνας·
κνίσεν τε Μίνῳ κέαρ
ἱμεράμπυκος θεᾶς
Κύπριδος ἁγνὰ δῶ-
ρα· χεῖρα δʼ οὐκέτι παρθενικᾶς
ἄτερθʼ ἐράτυεν,
θίγεν δὲ λευκᾶν παρη-
ΐδων· βόασέ τʼ Ἐρίβοια χαλκοθώ-
ρακα Πανδίονος
ἔκγονον· ἴδεν δὲ Θησεύς,
μέλαν δʼ ὑπʼ ὀφρύων
δίνασεν ὄμμα, καρδίαν
τέ οἱ σχέτλιον ἄμυξεν ἄλγος,
εἶρέν τε· «Διὸς υἱὲ φερτάτου,
ὅσιον οὐκέτι τεᾶν
ἔσω κυβερνᾷς φρενῶν
θυμόν· ἴσχε μεγάλαυχον ἥρως βίαν.
Ὅ τι μὲν ἐκ θεῶν Μοῖρα παγ-
κρατὴς ἄμμι κατένευσε καὶ Δίκας
ῥέπει τάλαντον, πεπρωμέναν
αἶσαν ἐκπλήσομεν, ὅταν
ἔλθῃ· σὺ δὲ βαρεῖαν κάτεχε
μῆτιν. Εἰ καί σε κεδνὰ τέκεν
λέχει Διὸς ὑπὸ κρόταφον Ἴδας
μιγεῖσα Φοίνικος ἐρα-
τώνυμος κόρα βροτῶν
Φέρτατον, ἀλλὰ κἀ-
μὲ Πιτθέος θυγάτηρ ἀφνεοῦ
πλαθεῖσα ποντίῳ
τέκεν Ποσειδᾶνι, χρύ-
σεόν τέ οἱ δόσαν ἰόπλοκοι
κάλυμμα Νηρηΐδες.
Τῶ σε, πολέμαρχε Κνωσίων,
κέλομαι πολύστονον
ἐρύκεν ὕβριν· οὐ γὰρ ἂν
θέλοιμʼ ἀμβρότοιʼ ἐραννὸν Ἀοῦς
ἰδεῖν φάος, ἐπεί τινʼ ἠϊθέων
σὺ δαμάσειας ἀέκον-
τα· πρόσθε χειρῶν βίαν
δείξομεν· τὰ δʼ ἐπιόντα δαίμων κρινεῖ.»
Τόσʼ εἶπεν ἀρέταιχμος ἥ-
ρως· τάφον δὲ ναυβάται
φωτὸς ὑπεράφανον
θάρσος· Ἁλίου τε γαμβρῷ χόλωσεν ἦτορ,
ὕφαινέ τε ποταινίαν
μῆτιν, εἶπέν τε· «Μεγαλοσθενὲς
Ζεῦ πάτερ, ἄκουσον· εἴ πέρ με νύμφα
Φοίνισσα λευκώλενος σοὶ τέκεν,
νῦν πρόπεμπʼ ἀπʼ οὐρανοῦ θοὰν
πυριέθειραν ἀστραπὰν
σᾶμʼ ἀρίγνωτον· εἰ
δὲ καὶ σὲ Τροιζηνία
σεισίχθονι φύτευσεν Αἴθρα Ποσει-
δᾶνι τόνδε χρύσεον
χειρὸς ἀγλαὸν ἔνεγ-
κε κόσμον ἐκ βαθείας ἁλός,
δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.
Εἴσεαι δʼ αἴ κʼ ἐμᾶς
κλύῃ Κρόνιος εὐχᾶς
ἀναξιβρέντας ὁ πάντων μεδέων.»
Κλύε δʼ ἄμεμπτον εὐχὰν μεγα-
σθενὴς Ζεύς, ὑπέροχόν τε Μίνῳ
φύτευσε τιμὰν φίλῳ θέλων
παιδὶ πανδερκέα θέμεν,
ἄστραψέ θʼ· ὁ δὲ θυμάρμενον ἰ-
δὼν τέρας χέρας πέτασσε κλυτὰν
ἐς αἰθέρα μενεπτόλεμος ἥρως
εἶρέν τε· «Θησεῦ, τάδε
μὲν βλέπεις σαφῆ Διὸς
δῶρα· σὺ δʼ ὄρνυʼ ἐς
βαρύβρομον πέλαγος· Κρονίδας
δέ τοι πατὴρ ἄναξ
τελεῖ Ποσειδὰν ὑπέρ-
τατον κλέος χθόνα κατʼ εὔδενδρον.» Ὣς
εἶπε· τῷ δʼ οὐ πάλιν
θυμὸς ἀνεκάμπτετʼ, ἀλλʼ εὐ-
πάκτων ἐπʼ ἰκρίων
σταθεὶς ὄρουσε, πόντιόν
τέ νιν δέξατο θελημὸν ἄλσος.
Τάφεν δὲ Διὸς υἱὸς ἔνδοθεν
κέαρ, κέλευσέ τε κατʼ οὖ-
ρον ἴσχεν εὐδαίδαλον
νᾶα· Μοῖρα δʼ ἑτέραν ἐπόρσυνʼ ὁδόν.
Ἵετο δʼ ὠκύπομπον δόρυ·
σόει νιν βορεὰς ἐξόπιν πνέουσʼ
ἀήτα· τρέσσαν δʼ Ἀθαναίων
ἠϊθέων γένος, ἐπεὶ
ἥρως θόρεν πόντονδε, κατὰ
λειρίων τʼ ὀμμάτων δάκρυ χέον,
βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν.
Φέρον δὲ δελφῖνες ἁλι-
ναιέται μέγαν θοῶς
Θησέα πατρὸς ἱπ-
πίου δόμον· ἔμολέν τε θεῶν
μέγαρον. Τόθι κλυτὰς
ἰδὼν ἔδεισε Νηρέος ὀλ-
βίου κόρας· ἀπὸ γὰρ ἀγλαῶν
λάμπε γυίων σέλας
ὧτε πυρός, ἀμφὶ χαίταις
δὲ χρυσεόπλοκοι
δίνηντο ταινίαι· χορῷ
δʼ ἔτερπον κέαρ ὑγροῖσιν ἐν ποσίν.
Εἶδέν τε πατρὸς ἄλοχον φίλαν
σεμνὰν βοῶπιν ἐρατοῖ-
σιν Ἀμφιτρίταν δόμοις·
ἅ νιν ἀμφέβαλεν ἀϊόνα πορφυρέαν,
κόμαισί τʼ ἐπέθηκεν οὔ-
λαις ἀμεμφέα πλόκον,
τόν ποτέ οἱ ἐν γάμῳ
δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.
Ἄπιστον ὅ τι δαίμονες
θέλωσιν οὐδὲν φρενοάραις βροτοῖς·
νᾶα πάρα λεπτόπρυμνον φάνη· φεῦ,
οἵαισιν ἐν φροντίσι Κνώσιον
ἔσχασεν στραταγέταν, ἐπεὶ
μόλʼ ἀδίαντος ἐξ ἁλὸς
θαῦμα πάντεσσι, λάμ-
πε δʼ ἀμφὶ γυίοις θεῶν
δῶρʼ, ἀγλαόθρονοί τε κοῦραι σὺν εὐ-
θυμίᾳ νεοκτίτῳ
ὠλόλυξαν, ἔκλαγεν
δὲ πόντος· ἠίθεοι δʼ ἐγγύθεν
νέοι παιάνιξαν ἐρατᾷ ὀπί.
Δάλιε, χοροῖσι Κη-
ΐων φρένα ἰανθεὶς
ὄπαζε θεόπομπον ἐσθλῶν τύχαν.
Δ
ΘΗΣΕΥΣ
ΑΘΗΝΑΙΟΙΣ
Βασιλεῦ τᾶν ἱερᾶν Ἀθα-
νᾶν, τῶν ἁβροβιών ἄναξ Ἰώνων,
τί νέον ἔκλαγε χαλκοκώ-
δων σάλπιγξ πολεμηΐαν ἀοιδάν;
Ἦ τις ἁμετέρας χθονὸς
δυσμενὴς ὅριʼ ἀμφιβάλ-
λει στραταγέτας ἀνήρ;
ἢ λῃσταὶ κακομάχανοι
ποιμένων ἀέκατι μή-
λων σεύοντʼ ἀγέλας βίᾳ;
ἢ τί τοι κραδίαν ἀμύσ-
σει; Φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶν
ἀλκίμων ἐπικουρίαν
καὶ τὶν ἔμμεναι νέων,
ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας.
Νέον ἦλθεν δολιχὰν ἀμεί-
ψας κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον·
ἄφατα δʼ ἔργα λέγει κραται-
οῦ φωτός· τὸν ὑπέρβιόν τʼ ἔπεφνεν
Σίνιν, ὃς ἰσχύϊ φέρτατος
θνατῶν ἦν, Κρονίδα Λυταί-
ου σεισίχθονος τέκος·
σῦν τʼ ἀνδροκτόνον ἐν νάπαις
Κρεμμυῶνος ἀτάσθαλόν
τε Σκίρωνα κατέκτανεν·
τάν τε Κερκυόνος παλαίσ-
τραν ἔσχεν, Πολυπήμονός τε καρτερὰν
σφῦραν ἐξέβαλεν Προκόπ-
τας, ἀρείονος τυχὼν
φωτός. Ταῦτα δέδοιχʼ ὅπᾳ τελεῖται.
Τίνα δʼ ἔμμεν πόθεν ἄνδρα τοῦ-
τον λέγει, τίνα τε στολὰν ἔχοντα;
πότερα σὺν πολεμηΐοις
ὅπλοισι στρατιὰν ἄγοντα πολλάν;
ἢ μοῦνον σὺν ὀπάοσιν
στείχειν ἔμπορον οἷʼ ἀλά-
ταν ἐπʼ ἀλλοδαμίαν,
ἰσχυρόν τε καὶ ἄλκιμον
ὧδε καὶ θρασύν, ὃς τοσού-
των ἀνδρῶν κρατερὸν σθένος
ἔσχεν; ἦ θεὸς αὐτὸν ὁρ-
μᾷ δίκας ἀδίκοισιν ὄφρα μήσεται·
οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ-
δοντα μὴ ʼντυχεῖν κακῷ.
Πάντʼ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται.
Δύο οἱ φῶτε μόνους ἁμαρ-
τεῖν λέγει, περὶ φαιδίμοισι δʼ ὤμοις
ξίφος ἔχειν ἐλεφανόκω-
πον, ξεστοὺς δὲ δύʼ ἐν χέρεσσʼ ἄκοντας
κηὔτυκτον κυνέαν Λάκαι-
ναν κρατὸς πέρι πυρσοχαί-
του· χιτῶνα πορφύρεον
στέρνοις τʼ ἀμφί, καὶ οὔλιον
Θεσσαλὰν χλαμύδʼ· ὀμμάτων
δὲ στίλβειν ἄπο Λαμνίαν
φοίνισσαν φλόγα· παῖδα δʼ ἔμ-
μεν πρώθηβον, ἀρηΐων δʼ ἀθυρμάτων
μεμνᾶσθαι πολέμου τε καὶ
χαλκεοκτύπου μάχας·
δίζησθαι δὲ φιλαγλάους Ἀθάνας.
Ε
ΙΩ
ΑΘΗΝΑΙΟΙΣ
Πάρεστι μυρία κέλευ-
θος ἀμβροσίων μελέων,
ὃς ἂν παρὰ Πιερίδων
λάχησι δῶρα Μουσᾶν,
ἰοβλέφαροί τε κόραι
φερεστέφανοι Χάριτες
βάλωσιν ἀμφὶ τιμὰν
ὕμνοισιν· ὕφαινέ νυν ἐν
ταῖς πολυηράτοις τι και-
νὸν ὀλβίαις Ἀθάναις,
εὐαίνετε Κηΐα μέριμνα.
Πρέπει σε φερτάταν ἴμεν
ὁδὸν παρὰ Καλλιόπας
λαχοῖσαν ἔξοχον γέρας.
Τιην Ἄργος ὅθʼ ἵππιον λιποῦ-
σα φεῦγε χρυσέα βοῦς,
εὐρυσθενέος φραδαῖσι φερτάτου Διός,
Ἰνάχου ῥοδοδάκτυλος κόρα.
Ὅτʼ Ἄργον ὄμμασι βλέπον-
τα πάντοθεν ἀκαμάτοις
μεγιστοάνασσα κέλευ-
σε χρυσόπεπλος Ἥρα
ἄκοιτον ἄϋπνον ἐόν-
τα καλλικέραν δάμαλιν
φυλάσσεν, οὐδὲ Μαίας
υἱὸς δύνατʼ οὔτε κατʼ εὐ-
φεγγέας ἁμέρας λαθεῖν
νιν οὔτε νύκτας ἁγνάς.
Εἴτʼ οὖν γένετʼ ε …
ποδαρκέʼ ἄγγελον Διὸς
κτανεῖν τότε Γᾶς
… ὀβριμοσπόρου λ …
Ἄργον· ἦ ῥα καὶ …
… ἄσπετοι μέριμναι·
ἢ Πιερίδες φύτευσαν
καδέων ἀνάπαυσιν
Ἐμοὶ μὲν οὖν
ἀσφαλέστατον ἁ προ …
ἐπεὶ παρʼ ἀνθεμώδεα
Νεῖλον ἀφίκετʼ οἰστρο …
Ἰὼ φέρουσα παῖδα …
Ἔπαφον· ἔνθα νιν …
λινοστόλων πρύτανιν …
ὑπερόχῳ βρύοντα …
μεγίσταν τε θνατ …
ὅθεν καὶ Ἀγανορίδας
ἐν ἑπταπύλοισι Θήβαις
Κάδμος Σεμέλαν φύτευσεν,
ἃ τὸν ὀρσιβάκχαν
τίκτεν Διόνυσον …
καὶ χορῶν στεφαναφόρων ἄνακτα.
ϛ
ΙΔΑΣ
ΛΑΚΕΔΑΙΜΟΝΙΟΙΣ
Σπάρτᾳ ποτʼ ἐν ε[ὐρυχόρῳ]
ξανθαὶ Λακεδα[ιμονι...]
τοιόνδε μέλος κ[...]
ὅτʼ ἄγετο καλλιπά[ρᾳον]
κόραν θρασυκάρ[διος Ἴδας]
Μάρπησσαν ἰοτ[...]
φυγὼν θανάτου τ[...]
ἀναξίαλος Ποσει[δὰν...]
ἵππους τέ οἱ ἰσαν[έμους]
Πλευρῶνʼ ἐς ἐϋκτ[ιμέναν]
χρυσάσπιδος υἱὸ[ν Ἄρηος]
…