eul_wid: pge-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Antinous and Hadrian by Pancrates of Egypt

The Fragments on Antinous and Hadrian constitute the surviving portions of an epic poem composed in Greek dactylic hexameter by Pancrates, an Egyptian poet and priest, during the reign of the Roman Emperor Hadrian, likely between 130 and 138 CE. The work was crafted as a panegyric to honour Hadrian and his beloved companion, Antinous, whose death in 130 CE profoundly affected the emperor. The narrative centres on a legendary hunting expedition in the Libyan desert, where Hadrian and Antinous confront a formidable lion. In a pivotal miraculous event, interpreted within the poem as a divine sign from the god Poseidon, the lion is transformed into a magnificent fish, which Antinous then spears. This blending of historical framework with mythological metamorphosis served to glorify the imperial patrons, contributing to the early deification of Antinous and the promotion of his cult.

The complete poem is lost; modern knowledge of it derives entirely from 31 fragmentary passages preserved through quotation by the later author Athenaeus in his work The Learned Banqueters. These excerpts primarily describe the dramatic hunt and the ensuing transformation. Scholars interpret the fragments as a deliberate political encomium, employing the formal diction and heroic conventions of Homeric epic to elevate Hadrian's reign, mythologize the circumstances of Antinous's death, and provide a foundational narrative supporting the establishment of the city Antinoöpolis.

[]. π̣αρέξω
[]..ν̣οησαι
[]... διδάξω
[].σα̣.
[].ρ̣ωμ.
[Ἀν]τινόοι̣ο̣
[]..πυκασ̣σ̣ας
[ ]υδα̣ρ̣
[]..ο.ρ̣
Ἀδρια̣ν̣ὸ̣ς̣ καὶ δ̣[
μυθ̣η̣σ̣...μα[
ὃς δʼ ἱ̣δρῶτα̣ κ̣[
πῶς ἦν τ̣ις̣ κα̣[
ὃς δʼ ἵππον θαρσ̣[
ἄλλος {δʼ} ἐπιστάμ̣[ενος
αὐ̣χένα̣ς ἐστ̣εφ[
κάλλος ὅπως καὶ δ̣[
Ἀντίν̣ο̣ος χλαιν̣.[
ποσσὶ π̣έ̣διλα .[
δ̣ε̣ι̣ρετ̣..α̣υ̣.[
[ ]δ̣εικ[
[ ]...[
… ν
ἵππου δʼ Ἀδρήστοιο θοώτερον, ὅς ποτʼ ἄνακτα
ῥηιδίως φεύγοντα κατὰ κλόνον ἐξεσάωσε·
τοῖον ἐφεζόμενος δαμασήνορα μίμνε λέοντα
Ἀντίνοος λαιῇ μὲν ἔχων ῥυτῆρα χαλινόν,
δεξιτερῇ δʼ ἔγχος κεκορυθμένον ἐξ ἀδάμαντος.
πρῶτος δʼ Ἀδριανὸς προιεὶς χαλκήρεον ἔγχος
οὔτασεν, οὐδὲ δάμασσεν, ἑκὼν γὰρ ἀπήμβροτε σίντου·
εὐστοχίης γὰρ πάμπαν ἐβούλετο πειρηθῆναι
Ἀργειφοντιάδαο μεγηράτου Ἀντινόοιο.
θὴρ δὲ τυπεὶς ἔτι μᾶλλον ὀρίνετο, ποσσὶ δʼ ἄμυσσε
γαῖαν τρηχαλέην θυμούμενος, ἐκ δὲ κονίη
ὡς νέφος ἱσταμένη φάος ἤχλυεν ἠελίοιο.
μαίνετο δʼ ὡς ὅτε κῦμα πολυκλύστοιο θαλάσσης
Στρυμονίου κατόπισθεν ἐγειρομένου Ζεφύροιο.
ῥίμφα δʼ ἐπʼ ἀμφοτέροισιν ἐπώρορε, μάστιε δʼ οὐρῇ
ἰσχία καὶ πλευρὰς σφετερῇ μάστιγι κελαινῇ
… ος· ὄσσε δὲ δεινὸν ὑπʼ ὀφρύσι πῦρ φλεγέθεσκον,
ἐκ δʼ αὖ λαβροβόρων στομάτων πολὺν ἀφρὸν ὀδόντων
ἐξανίει συναρασσομένων ἔντοσθεν ἐς αἶαν·
κρατὸς δʼ ἐκ μεγάλοιο καὶ αὐχένος ἐκ λασιοῖο
χαίτη ἀειρομένη κατεσείετο, ἡ μὲν ἀπʼ ἄλλων
δάσκιος ἦν μελέων ἅτε δένδρεα, ἡ δʼ ἀπὸ νώτου
φρισσομένη θηκτοῖσιν ὁμοίιος ἦεν ἀκωκαῖς.
ὣς ὅ γʼ ἔβη κατέναντα θεοκλύτου Ἀντινόοιο,
οἷα γιγαντολέταο Διὸς πάρος ἄντα Τυφωεύς.
τὸν δὲ θοῶς ῥα μαθὼν ἐσσευμένον
ἵππῳ ἐπʼ Ἀντινο … ακ … υ … ρομ
ῥῆξεν μὲν στομάχοιο θεμείλιά τʼ ἠδὲ τένοντας
αὐχενίους καὶ πάντα διέσχισε
ὄφρα κατὰ χθονὸς ὦκα παγ
αὐτοῦ θηροφόνοιο θεοῦ …
… πύματον βρυκώμενος
… μνομενοις σκ …
ἐν κονίῃσι πέσεν προπετῶς
… ἱππείοισι βάλεν πλατὺ ν
… ὁπλαῖσιν ἑαῖς κατέτυπτε
… ια κατʼ ἀντία πυγμαχο …
μενος προς ε … κοσ …
… οσαπ …
σατ
φ
δουρι ζ
[ ]χετο̣[
[]ατʼ .[
οὔλην ἕρπυλλον, λευκὸν κρίνον ἠδʼ ὑάκινθον
πορφυρέην γλαύκου τε χελιδονίοιο πέτηλα
καὶ ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον ζεφύροισιν·
οὔπω γὰρ φύεν ἄνθος ἐπώνυμον Ἀντινόοιο.
αὐτὰρ ὅ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο
νέκταρ ἐπʼ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα.