eul_wid: cbm-bf
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Ion by Euripides

Ion is a tragedy by the ancient Greek playwright Euripides, composed in Attic Greek and first performed around 413–410 BCE. The drama unfolds at the sanctuary of Apollo in Delphi, centering on the young temple attendant Ion, who believes himself to be an orphan. His existence is disrupted by the arrival of Creusa, the Queen of Athens, who consults the oracle concerning a son she was compelled to abandon years earlier following a rape by the god Apollo. Unbeknownst to both, that son is Ion. The ensuing plot involves averted murders, delayed recognitions, and divine machinations, framed by a prologue delivered by Hermes and concluded by an appearance of the goddess Athena, before the final reunion of mother and child.

Characterized by its complex, romance-like narrative and ultimately harmonious resolution, the play blends tragic and comic elements, anticipating later forms of tragicomedy. Written during the tumultuous final phase of the Peloponnesian War, the drama engages profoundly with themes of Athenian identity and autochthony, legitimizing Ion not only as the heir to the Athenian throne but also as the mythical progenitor of the Ionian people. The play also presents a notably critical portrayal of the god Apollo, whose morally ambiguous actions instigate the human suffering, thereby inviting scrutiny of divine justice and ethical conduct. The complete text of Ion survives due to its inclusion in the select group of Euripidean plays that were systematically copied and preserved through the Byzantine era, a transmission corroborated by ancient papyrus fragments dating to the second century CE.

ΙΩΝ
Ἑρμῆς Ὁ χαλκέοισιν οὐρανὸν νώτοις Ἄτλας
θεῶν παλαιὸν οἶκον ἐκτρίβων θεῶν
μιᾶς ἔφυσε Μαῖαν, ἣ ʼμʼ ἐγείνατο
Ἑρμῆν μεγίστωι Ζηνί, δαιμόνων λάτριν.
ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵνʼ ὀμφαλὸν
μέσον καθίζων Φοῖβος ὑμνωιδεῖ βροτοῖς
τά τʼ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.
ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις,
τῆς χρυσολόγχου Παλλάδος κεκλημένη,
οὗ παῖδʼ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις
βίαι Κρέουσαν, ἔνθα προσβόρρους πέτρας
Παλλάδος ὑπʼ ὄχθωι τῆς Ἀθηναίων χθονὸς
Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.
ἀγνὼς δὲ πατρί — τῶι θεῶι γὰρ ἦν φίλον —
γαστρὸς διήνεγκʼ ὄγκον. ὡς δʼ ἦλθεν χρόνος,
τεκοῦσʼ ἐν οἴκοις παῖδʼ ἀπήνεγκεν βρέφος
ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῶι
Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον
κοίλης ἐν ἀντίπηγος εὐτρόχωι κύκλωι,
προγόνων νόμον σώιζουσα τοῦ τε γηγενοῦς
Ἐριχθονίου. κείνωι γὰρ ἡ Διὸς κόρη
φρουρὼ παραζεύξασα φύλακε σώματος
δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσιν
δίδωσι σώιζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ
νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις
τρέφειν τέκνʼ. ἀλλʼ ἣν εἶχε παρθένος χλιδὴν
τέκνωι προσάψασʼ ἔλιπεν ὡς θανουμένωι.
κἄμʼ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε·
Ὦ σύγγονʼ, ἐλθὼν λαὸν εἰς αὐτόχθονα
κλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν —
λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας
αὐτῶι σὺν ἄγγει σπαργάνοισί θʼ οἷς ἔχει
ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια
καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.
τὰ δʼ ἄλλʼ — ἐμὸς γάρ ἐστιν, ὡς εἰδῆις, ὁ παῖς —
ἡμῖν μελήσει. Λοξίαι δʼ ἐγὼ χάριν
πράσσων ἀδελφῶι πλεκτὸν ἐξάρας κύτος
ἤνεγκα καὶ τὸν παῖδα κρηπίδων ἔπι
τίθημι ναοῦ τοῦδʼ, ἀναπτύξας κύτος
ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῶιθʼ ὁ παῖς.
κυρεῖ δʼ ἅμʼ ἱππεύοντος ἡλίου κύκλωι
προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ·
ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίωι
ἐθαύμασʼ εἴ τις Δελφίδων τλαίη κόρη
λαθραῖον ὠδῖνʼ ἐς θεοῦ ῥῖψαι δόμον,
ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν·
οἴκτωι δʼ ἀφῆκεν ὠμότητα, καὶ θεὸς
συνεργὸς ἦν τῶι παιδὶ μὴ ʼκπεσεῖν δόμων·
τρέφει δέ νιν λαβοῦσα, τὸν σπείραντα δὲ
οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρʼ ἧς ἔφυ,
ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.
νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς
ἠλᾶτʼ ἀθύρων· ὡς δʼ ἀπηνδρώθη δέμας,
Δελφοί σφʼ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ
ταμίαν τε πάντων πιστόν, ἐν δʼ ἀνακτόροις
θεοῦ καταζῆι δεῦρʼ ἀεὶ σεμνὸν βίον.
Κρέουσα δʼ ἡ τεκοῦσα τὸν νεανίαν
Ξούθωι γαμεῖται συμφορᾶς τοιᾶσδʼ ὕπο·
ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,
οἳ γῆν ἔχουσʼ Εὐβοῖδα, πολέμιος κλύδων·
ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ
γάμων Κρεούσης ἀξίωμʼ ἐδέξατο,
οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς
γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη
ἄτεκνός ἐστι καὶ Κρέουσʼ· ὧν οὕνεκα
ἥκουσι πρὸς μαντεῖʼ Ἀπόλλωνος τάδε
ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην
ἐς τοῦτʼ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ·
δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε
Ξούθωι τὸν αὑτοῦ παῖδα καὶ πεφυκέναι
κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους
γνωσθῆι Κρεούσηι καὶ γάμοι τε Λοξίου
κρυπτοὶ γένωνται παῖς τʼ ἔχηι τὰ πρόσφορα.
Ἴωνα δʼ αὐτόν, κτίστορʼ Ἀσιάδος χθονός,
ὄνομα κεκλῆσθαι θήσεται καθʼ Ἑλλάδα.
ἀλλʼ ἐς δαφνώδη γύαλα βήσομαι τάδε,
τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.
ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον
τόνδʼ, ὡς πρὸ ναοῦ λαμπρὰ θῆι πυλώματα
δάφνης κλάδοισιν. ὄνομα δʼ, οὗ μέλλει τυχεῖν,
Ἴωνʼ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν.
Ἴων ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων·
Ἥλιος ἤδη λάμπει κατὰ γῆν,
ἄστρα δὲ φεύγει πυρὶ τῶιδʼ αἰθέρος
ἐς νύχθʼ ἱεράν·
Παρνασιάδες δʼ ἄβατοι κορυφαὶ
καταλαμπόμεναι τὴν ἡμερίαν
ἁψῖδα βροτοῖσι δέχονται.
σμύρνης δʼ ἀνύδρου καπνὸς εἰς ὀρόφους
Φοίβου πέτεται.
θάσσει δὲ γυνὴ τρίποδα ζάθεον
Δελφίς, ἀείδουσʼ Ἕλλησι βοάς,
ἃς ἂν Ἀπόλλων κελαδήσηι.
ἀλλʼ, ὦ Φοίβου Δελφοὶ θέραπες,
τὰς Κασταλίας ἀργυροειδεῖς
βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις
ἀφυδρανάμενοι στείχετε ναούς·
στόμα τʼ εὔφημοι φρουρεῖτʼ ἀγαθόν,
φήμας ἀγαθὰς
τοῖς ἐθέλουσιν μαντεύεσθαι
γλώσσης ἰδίας ἀποφαίνειν.
ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς
μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης
στέφεσίν θʼ ἱεροῖς ἐσόδους Φοίβου
καθαρὰς θήσομεν ὑγραῖς τε πέδον
ῥανίσιν νοτερόν· πτηνῶν τʼ ἀγέλας,
αἳ βλάπτουσιν σέμνʼ ἀναθήματα,
τόξοισιν ἐμοῖς φυγάδας θήσομεν·
ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς
τοὺς θρέψαντας
Φοίβου ναοὺς θεραπεύω.
ἄγʼ, ὦ νεηθαλὲς ὦ
καλλίστας προπόλευμα δάφ-
νας, ἃ τὰν Φοίβου θυμέλαν
σαίρεις ὑπὸ ναοῖς,
κάπων ἐξ ἀθανάτων,
ἵνα δρόσοι τέγγουσʼ ἱεραί,
τὰν ἀέναον
παγὰν ἐκπροϊεῖσαι,
μυρσίνας ἱερὰν φόβαν·
ἇι σαίρω δάπεδον θεοῦ
παναμέριος ἅμʼ ἁλίου πτέρυγι θοᾶι
λατρεύων τὸ κατʼ ἦμαρ.
ὦ Παιὰν ὦ Παιάν,
εὐαίων εὐαίων
εἴης, ὦ Λατοῦς παῖ.
καλόν γε τὸν πόνον, ὦ
Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ-
ω, τιμῶν μαντεῖον ἕδραν·
κλεινὸς δʼ ὁ πόνος μοι
θεοῖσιν δούλαν χέρʼ ἔχειν,
οὐ θνατοῖς ἀλλʼ ἀθανάτοις·
εὐφάμους δὲ πόνους
μοχθεῖν οὐκ ἀποκάμνω.
Φοῖβός μοι γενέτωρ πατήρ·
τὸν βόσκοντα γὰρ εὐλογῶ,
τὸν δʼ ὠφέλιμον ἐμοὶ πατέρος ὄνομα λέγω
Φοῖβον τὸν κατὰ ναόν.
ὦ Παιὰν ὦ Παιάν,
εὐαίων εὐαίων
εἴης, ὦ Λατοῦς παῖ.
ἀλλʼ ἐκπαύσω γὰρ μόχθους
δάφνας ὁλκοῖς,
χρυσέων δʼ ἐκ τευχέων ῥίψω
γαίας παγάν,
ἃν ἀποχεύονται
Κασταλίας δῖναι,
νοτερὸν ὕδωρ βάλλων, ὅσιος ἀπʼ εὐνᾶς ὤν.
εἴθʼ οὕτως αἰεὶ Φοίβωι
λατρεύων μὴ παυσαίμαν,
ἢ παυσαίμαν ἀγαθᾶι μοίραι.
ἔα ἔα· φοιτῶσʼ ἤδη λείπουσίν τε
πτανοὶ Παρνασοῦ κοίτας.
αὐδῶ μὴ χρίμπτειν θριγκοῖς
μηδʼ ἐς χρυσήρεις οἴκους.
μάρψω σʼ αὖ τόξοις, ὦ Ζηνὸς
κῆρυξ, ὀρνίθων γαμφηλαῖς
ἰσχὺν νικῶν.
ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει
κύκνος· οὐκ ἄλλαι φοινικοφαῆ
πόδα κινήσεις;
οὐδέν σʼ ἁ φόρμιγξ ἁ Φοίβου
σύμμολπος τόξων ῥύσαιτʼ ἄν.
πάραγε πτέρυγας·
λίμνας ἐπίβα τᾶς Δηλιάδος·
αἰάξεις, εἰ μὴ πείσηι,
τὰς καλλιφθόγγους ὠιδάς.
ἔα ἔα· τίς ὅδʼ ὀρνίθων καινὸς προσέβα;
μῶν ὑπὸ θριγκοὺς εὐναίας
καρφυρὰς θήσων τέκνοις;
ψαλμοί σʼ εἴρξουσιν τόξων.
οὐ πείσηι; χωρῶν δίνας
τὰς Ἀλφειοῦ παιδούργει
ἢ νάπος Ἴσθμιον,
ὡς ἀναθήματα μὴ βλάπτηται
ναοί θʼ οἱ Φοίβου …
κτείνειν δʼ ὑμᾶς αἰδοῦμαι
τοὺς θεῶν ἀγγέλλοντας φήμας
θνατοῖς· οἷς δʼ ἔγκειμαι μόχθοις
Φοίβωι δουλεύσω κοὐ λήξω
τοὺς βόσκοντας θεραπεύων.
Χορός … οὐκ ἐν ταῖς ζαθέαις Ἀθά-
ναις εὐκίονες ἦσαν αὐ-
λαὶ θεῶν μόνον οὐδʼ ἀγυι-
άτιδες θεραπεῖαι· ἀλλὰ καὶ παρὰ Λοξίαι
τῶι Λατοῦς διδύμων προσώ-
πων καλλιβλέφαρον φῶς.
— ἰδού, τᾶιδʼ ἄθρησον·
Λερναῖον ὕδραν ἐναίρει
χρυσέαις ἅρπαις ὁ Διὸς παῖς·
φίλα, πρόσιδʼ ὄσσοις.
— ὁρῶ. καὶ πέλας ἄλλος αὐ-
τοῦ πανὸν πυρίφλεκτον αἴ-
ρει τις· ἆρʼ ὃς ἐμαῖσι μυ-
θεύεται παρὰ πήναις,
ἀσπιστὰς Ἰόλαος, ὃς
κοινοὺς αἰρόμενος πόνους
Δίωι παιδὶ συναντλεῖ;
… καὶ μὰν τόνδʼ ἄθρησον
πτεροῦντος ἔφεδρον ἵππου·
τὰν πῦρ πνέουσαν ἐναίρει
τρισώματον ἀλκάν.
— πάνται τοι βλέφαρον διώ-
κω. σκέψαι κλόνον ἐν τείχεσ-
σι λαΐνοισι Γιγάντων.
— ὧδε δερκόμεσθʼ, ὦ φίλαι.
— λεύσσεις οὖν ἐπʼ Ἐγκελάδωι
γοργωπὸν πάλλουσαν ἴτυν ...;
— λεύσσω Παλλάδʼ, ἐμὰν θεόν.
— τί γάρ; κεραυνὸν ἀμφίπυρον ὄβριμον ἐν Διὸς
ἑκηβόλοισι χερσίν;
— ὁρῶ· τὸν δάιον
Μίμαντα πυρὶ καταιθαλοῖ.
— καὶ Βρόμιος ἄλλον ἀπολέμοι-
σι κισσίνοισι βάκτροις
ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.
— σέ τοι, τὸν παρὰ ναὸν αὐ-
δῶ· θέμις γυάλων ὑπερ-
βῆναι λευκῶι ποδί γʼ οὐδόν; Ἴων οὐ θέμις, ὦ ξέναι.
— οὐδʼ ἂν ἐκ σέθεν ἂν πυθοίμαν αὐδάν;
Ἴων τίνα τήνδε θέλεις; — ἆρʼ ὄντως μέσον ὀμφαλὸν γᾶς Φοίβου κατέχει δόμος;
Ἴων στέμμασί γʼ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.
— οὕτω καὶ φάτις αὐδᾶι.
Ἴων εἰ μὲν ἐθύσατε πελανὸν πρὸ δόμων
καί τι πυθέσθαι χρήιζετε Φοίβου,
πάριτʼ ἐς θυμέλας· ἐπὶ δʼ ἀσφάκτοις
μήλοισι δόμων μὴ πάριτʼ ἐς μυχόν.
— ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον οὐ παραβαίνομεν,
ἃ δʼ ἐκτὸς ὄμμα τέρψει.
Ἴων πάντα θεᾶσθʼ, ὅτι καὶ θέμις, ὄμμασι.
— μεθεῖσαν δεσπόται
με θεοῦ γύαλα τάδʼ εἰσιδεῖν. Ἴων δμωαὶ δὲ τίνων κλήιζεσθε δόμων;
— Παλλάδι σύνοικα τρόφιμα μέλα-
θρα τῶν ἐμῶν τυράννων· παρούσας δʼ ἀμφὶ τᾶσδʼ ἐρωτᾶις.
Ἴων
γενναιότης σοι καὶ τρόπων τεκμήριον
τὸ σχῆμʼ ἔχεις τόδʼ, ἥτις εἶ ποτʼ, ὦ γύναι.
γνοίη δʼ ἂν ὡς τὰ πολλά γʼ ἀνθρώπου πέρι
τὸ σχῆμʼ ἰδών τις εἰ πέφυκεν εὐγενής.
ἔα· ἀλλʼ ἐξέπληξάς μʼ, ὄμμα συγκλήισασα σὸν
δακρύοις θʼ ὑγράνασʼ εὐγενῆ παρηίδα,
ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.
τί ποτε μερίμνης ἐς τόδʼ ἦλθες, ὦ γύναι;
οὗ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ
χαίρουσιν, ἐνταῦθʼ ὄμμα σὸν δακρυρροεῖ;
Κρέουσα ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει
ἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι·
ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμους
μνήμην παλαιὰν ἀνεμετρησάμην τινά·
ἐκεῖσε τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά περ.
ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα
θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν.
εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;
Ἴων τί χρῆμʼ ἀνερμήνευτα δυσθυμῆι, γύναι;
Κρέουσα οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῶιδε δὲ
ἐγώ τε σιγῶ καὶ σὺ μὴ φρόντιζʼ ἔτι.
Ἴων τίς δʼ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας
πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;
Κρέουσα Κρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέως
πέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις.
Ἴων ὦ κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄπο
τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.
Κρέουσα τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξένʼ, οὐ πέρα.
Ἴων πρὸς θεῶν, ἀληθῶς, ὡς μεμύθευται βροτοῖς
Κρέουσα τί χρῆμʼ ἐρωτᾶις, ὦ ξένʼ, ἐκμαθεῖν θέλων;
Ἴων ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;
Κρέουσα Ἐριχθόνιός γε· τὸ δὲ γένος μʼ οὐκ ὠφελεῖ.
Ἴων ἦ καί σφʼ Ἀθάνα γῆθεν ἐξανείλετο;
Κρέουσα ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.
Ἴων δίδωσι δʼ, ὥσπερ ἐν γραφῆι νομίζεται
Κρέουσα Κέκροπός γε σώιζειν παισὶν οὐχ ὁρώμενον.
Ἴων ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.
Κρέουσα τοιγὰρ θανοῦσαι σκόπελον ἥιμαξαν πέτρας.
Ἴων εἶἑν· τί δαὶ τόδʼ; ἆρʼ ἀληθὲς ἢ μάτην λόγος;
Κρέουσα τί χρῆμʼ ἐρωτᾶις; καὶ γὰρ οὐ κάμνω σχολῆι.
Ἴων πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;
Κρέουσα ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.
Ἴων σὺ δʼ ἐξεσώθης πῶς κασιγνήτων μόνη;
Κρέουσα βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.
Ἴων πατέρα δʼ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;
Κρέουσα πληγαὶ τριαίνης ποντίου σφʼ ἀπώλεσαν.
Ἴων Μακραὶ δὲ χῶρός ἐστʼ ἐκεῖ κεκλημένος;
Κρέουσα τί δʼ ἱστορεῖς τόδʼ; ὥς μʼ ἀνέμνησάς τινος.
Ἴων τιμᾶι σφε Πύθιος ἀστραπαί τε Πύθιαι.
Κρέουσα τιμᾶ τιμᾶ· ὡς μήποτʼ ὤφελόν σφʼ ἰδεῖν.
Ἴων τί δέ; στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;
Κρέουσα οὐδέν· ξύνοιδʼ ἄντροισιν αἰσχύνην τινά.
Ἴων πόσις δὲ τίς σʼ ἔγημʼ Ἀθηναίων, γύναι;
Κρέουσα οὐκ ἀστὸς ἀλλʼ ἐπακτὸς ἐξ ἄλλης χθονός.
Ἴων τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.
Κρέουσα Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τʼ ἄπο.
Ἴων καὶ πῶς ξένος σʼ ὢν ἔσχεν οὖσαν ἐγγενῆ;
Κρέουσα Εὔβοιʼ Ἀθήναις ἔστι τις γείτων πόλις.
Ἴων ὅροις ὑγροῖσιν, ὡς λέγουσʼ, ὡρισμένη.
Κρέουσα ταύτην ἔπερσε Κεκροπίδαις κοινῶι δορί.
Ἴων ἐπίκουρος ἐλθών; κἆιτα σὸν γαμεῖ λέχος;
Κρέουσα φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.
Ἴων σὺν ἀνδρὶ δʼ ἥκεις ἢ μόνη χρηστήρια;
Κρέουσα σὺν ἀνδρί· σηκοῖς δʼ ὑστερεῖ Τροφωνίου.
Ἴων πότερα θεατὴς ἢ χάριν μαντευμάτων;
Κρέουσα κείνου τε Φοίβου θʼ ἓν θέλων μαθεῖν ἔπος.
Ἴων καρποῦ δʼ ὕπερ γῆς ἥκετʼ ἢ παίδων πέρι;
Κρέουσα ἄπαιδές ἐσμεν, χρόνιʼ ἔχοντʼ εὐνήματα.
Ἴων οὐδʼ ἔτεκες οὐδὲν πώποτʼ ἀλλʼ ἄτεκνος εἶ;
Κρέουσα ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.
Ἴων ὦ τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς.
Κρέουσα σὺ δʼ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.
Ἴων τοῦ θεοῦ καλοῦμαι δοῦλος, εἰμί τʼ, ὦ γύναι.
Κρέουσα ἀνάθημα πόλεως ἤ τινος πραθεὶς ὕπο;
Ἴων οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.
Κρέουσα ἡμεῖς σʼ ἄρʼ αὖθις, ὦ ξένʼ, ἀντοικτίρομεν.
Ἴων ὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν.
Κρέουσα ναοῖσι δʼ οἰκεῖς τοισίδʼ ἢ κατὰ στέγας;
Ἴων ἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβηι μʼ ὕπνος.
Κρέουσα παῖς δʼ ὢν ἀφίκου ναὸν ἢ νεανίας;
Ἴων βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.
Κρέουσα καὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων;
Ἴων οὐπώποτʼ ἔγνων μαστόν· ἣ δʼ ἔθρεψέ με
Κρέουσα τίς, ὦ ταλαίπωρʼ; ὡς νοσοῦσʼ ηὗρον νόσους.
Ἴων Φοίβου προφῆτιν μητέρʼ ὣς νομίζομεν.
Κρέουσα ἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος;
Ἴων βωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος.
Κρέουσα ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.
Ἴων τοῖς τοῦ θεοῦ κοσμούμεθʼ ὧι δουλεύομεν.
Κρέουσα οὐδʼ ἦιξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;
Ἴων ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.
Κρέουσα τάλαινά σʼ ἡ τεκοῦσʼ ἄρʼ, ἥτις ἦν ποτε.
Ἴων ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.
Κρέουσα φεῦ· πέπονθέ τις σῆι μητρὶ ταὔτʼ ἄλλη γυνή.
Ἴων τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.
Κρέουσα ἧς οὕνεκʼ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.
Ἴων ποῖόν τι χρήιζουσʼ; ὡς ὑπουργήσω, γύναι.
Κρέουσα μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.
Ἴων λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν.
Κρέουσα ἄκουε δὴ τὸν μῦθον· ἀλλʼ αἰδούμεθα.
Ἴων οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός.
Κρέουσα Φοίβωι μιγῆναί φησί τις φίλων ἐμῶν.
Ἴων Φοίβωι γυνὴ γεγῶσα; μὴ λέγʼ, ὦ ξένη.
Κρέουσα καὶ παῖδά γʼ ἔτεκε τῶι θεῶι λάθραι πατρός.
Ἴων οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.
Κρέουσα οὔ φησιν αὐτή· καὶ πέπονθεν ἄθλια.
Ἴων τί χρῆμα δράσασʼ, εἰ θεῶι συνεζύγη;
Κρέουσα τὸν παῖδʼ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.
Ἴων ὁ δʼ ἐκτεθεὶς παῖς ποῦ ʼστιν; εἰσορᾶι φάος;
Κρέουσα οὐκ οἶδεν οὐδείς· ταῦτα καὶ μαντεύομαι.
Ἴων εἰ δʼ οὐκέτʼ ἔστι, τίνι τρόπωι διεφθάρη;
Κρέουσα θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.
Ἴων ποίωι τόδʼ ἔγνω χρωμένη τεκμηρίωι;
Κρέουσα ἐλθοῦσʼ ἵνʼ αὐτὸν ἐξέθηκʼ οὐχ ηὗρʼ ἔτι.
Ἴων ἦν δὲ σταλαγμὸς ἐν στίβωι τις αἵματος;
Κρέουσα οὔ φησι· καίτοι πόλλʼ ἐπεστράφη πέδον.
Ἴων χρόνος δὲ τίς τῶι παιδὶ διαπεπραγμένωι;
Κρέουσα σοὶ ταὐτὸν ἥβης, εἴπερ ἦν, εἶχʼ ἂν μέτρον.
Ἴων τί δʼ εἰ λάθραι νιν Φοῖβος ἐκτρέφει λαβών;
Κρέουσα τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾶι μόνος.
Ἴων ἀδικεῖ νυν ὁ θεός, ἡ τεκοῦσα δʼ ἀθλία.
Κρέουσα οὔκουν ἔτʼ ἄλλον γʼ ὕστερον τίκτει γόνον.
Ἴων οἴμοι· προσωιδὸς ἡ τύχη τὠμῶι πάθει.
Κρέουσα καὶ σʼ, ὦ ξένʼ, οἶμαι μητέρʼ ἀθλίαν ποθεῖν.
Ἴων ἆ μή μʼ ἐπʼ οἶκτον ἔξαγʼ οὗ ʼλελήσμεθα.
Κρέουσα σιγῶ· πέραινε δʼ ὧν σʼ ἀνιστορῶ πέρι.
Ἴων οἶσθʼ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;
Κρέουσα τί δʼ οὐκ ἐκείνηι τῆι ταλαιπώρωι νοσεῖ;
Ἴων πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;
Κρέουσα εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.
Ἴων αἰσχύνεται τὸ πρᾶγμα· μὴ ʼξέλεγχέ νιν.
Κρέουσα ἀλγύνεται δέ γʼ ἡ παθοῦσα τῆι τύχηι.
Ἴων οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.
ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς
Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι
δράσειεν ἄν τι πῆμʼ. ἀπαλλάσσου, γύναι·
τῶι γὰρ θεῶι τἀναντίʼ οὐ μαντευτέον.
ἃν γὰρ βίαι σπεύδωμεν ἀκόντων θεῶν,
ἀνόνητα κεκτήμεσθα τἀγάθʼ, ὦ γύναι·
ἃ δʼ ἂν διδῶσʼ ἑκόντες, ὠφελούμεθα.
Χορός πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν,
μορφαὶ δὲ διαφέρουσιν· ἕνα δʼ ἂν εὐτυχῆ
μόλις ποτʼ ἐξεύροι τις ἀνθρώπων βίον.
Κρέουσα ὦ Φοῖβε, κἀκεῖ κἀνθάδʼ οὐ δίκαιος εἶ
ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι·
ὅς γʼ οὔτʼ ἔσωσας τὸν σὸν ὃν σῶσαί σʼ ἐχρῆν
οὔθʼ ἱστορούσηι μητρὶ μάντις ὢν ἐρεῖς,
ὡς, εἰ μὲν οὐκέτʼ ἔστιν, ὀγκωθῆι τάφωι,
εἰ δʼ ἔστιν, ἔλθηι μητρὸς εἰς ὄψιν ποτέ.
ἀλλʼ ἐᾶν χρὴ τάδʼ, εἰ πρὸς τοῦ θεοῦ
κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.
ἀλλʼ, ὦ ξένʼ, εἰσορῶ γὰρ εὐγενῆ πόσιν
Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου
λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους
σίγα πρὸς ἄνδρα, μή τινʼ αἰσχύνην λάβω
διακονοῦσα κρυπτά, καὶ προβῆι λόγος
οὐχ ἧιπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.
τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,
κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι
μισούμεθʼ· οὕτω δυστυχεῖς πεφύκαμεν.
Ξοῦθος πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτων
λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τʼ, ὦ γύναι.
μῶν χρόνιος ἐλθών σʼ ἐξέπληξʼ ὀρρωδίαι;
Κρέουσα οὐδέν γʼ· ἀφίγμην δʼ ἐς μέριμναν. ἀλλά μοι
λέξον, τί θέσπισμʼ ἐκ Τροφωνίου φέρεις,
παίδων ὅπως νῶιν σπέρμα συγκραθήσεται;
Ξοῦθος οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν
μαντεύμαθʼ· ἓν δʼ οὖν εἶπεν· οὐκ ἄπαιδά με
πρὸς οἶκον ἥξειν οὐδὲ σʼ ἐκ χρηστηρίων.
Κρέουσα ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως
ἔλθοιμεν, ἅ τε νῶιν συμβόλαια πρόσθεν ἦν
ἐς παῖδα τὸν σὸν μεταπέσοι βελτίονα.
Ξοῦθος ἔσται τάδʼ· ἀλλὰ τίς προφητεύει θεοῦ;
Ἴων ἡμεῖς τά γʼ ἔξω, τῶν ἔσω δʼ ἄλλοις μέλει,
οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε,
Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.
Ξοῦθος καλῶς· ἔχω δὴ πάνθʼ ὅσων ἐχρήιζομεν.
στείχοιμʼ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,
χρηστήριον πέπτωκε τοῖς ἐπήλυσιν
κοινὸν πρὸ ναοῦ· βούλομαι δʼ ἐν ἡμέραι
τῆιδʼ — αἰσία γάρ — θεοῦ λαβεῖν μαντεύματα.
σὺ δʼ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους
λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς
χρησμούς μʼ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.
Κρέουσα ἔσται τάδʼ, ἔσται. Λοξίας δʼ, ἐὰν θέληι
νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,
ἅπας μὲν οὐ γένοιτʼ ἂν εἰς ἡμᾶς φίλος,
ὅσον δὲ χρήιζει — θεὸς γάρ ἐστι — δέξομαι.
Ἴων τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν
κρυπτοῖσιν αἰεὶ λοιδοροῦσʼ αἰνίσσεται;
ἤτοι φιλοῦσά γʼ ἧς ὕπερ μαντεύεται,
ἢ καί τι σιγῶσʼ ὧν σιωπᾶσθαι χρεών;
ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι
μέλει; προσήκει γʼ οὐδέν. ἀλλὰ χρυσέαις
πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια
δρόσον καθήσω. νουθετητέος δέ μοι
Φοῖβος, τί πάσχει· παρθένους βίαι γαμῶν
προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθραι
θνήισκοντας ἀμελεῖ; μὴ σύ γʼ· ἀλλʼ, ἐπεὶ κρατεῖς,
ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν
κακὸς πεφύκηι, ζημιοῦσιν οἱ θεοί.
πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
γράψαντας αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;
εἰ δʼ — οὐ γὰρ ἔσται, τῶι λόγωι δὲ χρήσομαι —
δίκας βιαίων δώσετʼ ἀνθρώποις γάμων
σὺ καὶ Ποσειδῶν Ζεύς θʼ ὃς οὐρανοῦ κρατεῖ,
ναοὺς τίνοντες ἀδικίας κενώσετε.
τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πέρα
σπεύδοντες ἀδικεῖτʼ. οὐκέτʼ ἀνθρώπους κακοὺς
λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ
μιμούμεθʼ, ἀλλὰ τοὺς διδάσκοντας τάδε.
Χορός σὲ τὰν ὠδίνων λοχιᾶν
ἀνειλείθυιαν, ἐμὰν
Ἀθάναν, ἱκετεύω,
Προμηθεῖ Τιτᾶνι λοχευ-
θεῖσαν κατʼ ἀκροτάτας
κορυφᾶς Διός, ὦ μάκαιρα Νίκα,
μόλε Πύθιον οἶκον,
Ὀλύμπου χρυσέων θαλάμων
πταμένα πρὸς ἀγυιάς,
Φοιβήιος ἔνθα γᾶς
μεσόμφαλος ἑστία
παρὰ χορευομένωι τρίποδι
μαντεύματα κραίνει,
σὺ καὶ παῖς ἁ Λατογενής,
δύο θεαὶ δύο παρθένοι,
κασίγνηται σεμναὶ Φοίβου.
ἱκετεύσατε δʼ, ὦ κόραι,
τὸ παλαιὸν Ἐρεχθέως
γένος εὐτεκνίας χρονίου καθαροῖς
μαντεύμασι κῦρσαι.
ὑπερβαλλούσας γὰρ ἔχει
θνατοῖς εὐδαιμονίας
ἀκίνητον ἀφορμάν,
τέκνων οἷς ἂν καρποφόροι
λάμπωσιν ἐν θαλάμοις
πατρίοισι νεάνιδες ἧβαι,
διαδέκτορα πλοῦτον
ὡς ἕξοντες ἐκ πατέρων
ἑτέροις ἐπὶ τέκνοις.
ἄλκαρ τε γὰρ ἐν κακοῖς
σύν τʼ εὐτυχίαις φίλον
δορί τε γᾶι πατρίαι φέρει
σωτήριον ἀλκάν.
ἐμοὶ μὲν πλούτου τε πάρος
βασιλικῶν τʼ εἶεν θαλάμων
τροφαὶ κήδειοι κεδνῶν γε τέκνων.
τὸν ἄπαιδα δʼ ἀποστυγῶ
βίον, ὧι τε δοκεῖ ψέγω·
μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς
εὔπαιδος ἐχοίμαν.
ὦ Πανὸς θακήματα καὶ
παραυλίζουσα πέτρα
μυχώδεσι Μακραῖς,
ἵνα χοροὺς στείβουσι ποδοῖν
Ἀγλαύρου κόραι τρίγονοι
στάδια χλοερὰ πρὸ Παλλάδος
ναῶν συρίγγων
ὑπʼ αἰόλας ἰαχᾶς
ὕμνων ὅτʼ ἀναλίοις
συρίζεις, ὦ Πάν,
τοῖσι σοῖς ἐν ἄντροις,
ἵνα τεκοῦσά τις παρθένος μελέα βρέφος
Φοίβωι πτανοῖς ἐξόρισεν
θοίναν θηρσί τε φονίαν
δαῖτα, πικρῶν γάμων ὕβριν.
οὔτʼ ἐπὶ κερκίσιν οὔτε λόγων φάτιν
ἄιον εὐτυχίας μετέχειν θεόθεν τέκνα θνατοῖς.
Ἴων πρόσπολοι γυναῖκες, αἳ τῶνδʼ ἀμφὶ κρηπῖδας δόμων
θυοδόκων φρούρημʼ ἔχουσαι δεσπότιν φυλάσσετε,
ἐκλέλοιπʼ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον
Ξοῦθος ἢ μίμνει κατʼ οἶκον ἱστορῶν ἀπαιδίαν;
Χορός ἐν δόμοις ἔστʼ, ὦ ξένʼ· οὔπω δῶμʼ ὑπερβαίνει τόδε.
ὡς δʼ ἐπʼ ἐξόδοισιν ὄντος, τῶνδʼ ἀκούομεν πυλῶν
δοῦπον, ἐξιόντα τʼ ἤδη δεσπότην ὁρᾶν πάρα.
Ξοῦθος ὦ τέκνον, χαῖρʼ· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.
Ἴων χαίρομεν· σὺ δʼ εὖ φρόνει γε, καὶ δύʼ ὄντʼ εὖ πράξομεν.
Ξοῦθος δὸς χερὸς φίλημά μοι σῆς σώματός τʼ ἀμφιπτυχάς.
Ἴων εὖ φρονεῖς μέν; ἤ σʼ ἔμηνεν θεοῦ τις, ὦ ξένε, βλάβη;
Ξοῦθος οὐ φρονῶ, τὰ φίλταθʼ εὑρὼν εἰ φιλεῖν ἐφίεμαι;
Ἴων παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξηις χερί.
Ξοῦθος ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δʼ εὑρίσκω φίλα.
Ἴων οὐκ ἀπαλλάξηι, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;
Ξοῦθος ὡς τί δὴ φεύγεις με σαυτοῦ γνωρίσαι τὰ φίλτατα;
Ἴων οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.
Ξοῦθος κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνηις, ἔσηι φονεύς.
Ἴων ποῦ δέ μοι πατὴρ σύ; ταῦτʼ οὖν οὐ γέλως κλύειν ἐμοί;
Ξοῦθος οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.
Ἴων καὶ τί μοι λέξεις; Ξοῦθος πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός.
Ἴων τίς λέγει τάδʼ; Ξοῦθος ὅς σʼ ἔθρεψεν ὄντα Λοξίας ἐμόν.
Ἴων μαρτυρεῖς σαυτῶι. Ξοῦθος τὰ τοῦ θεοῦ γʼ ἐκμαθὼν χρη- στήρια.
Ἴων ἐσφάλης αἴνιγμʼ ἀκούσας. Ξοῦθος οὐκ ἄρʼ ὄρθʼ ἀκούομεν.
Ἴων ὁ δὲ λόγος τίς ἐστι Φοίβου; Ξοῦθος τὸν συναντήσαντά μοι
Ἴων τίνα συνάντησιν; Ξοῦθος δόμων τῶνδʼ ἐξιόντι τοῦ θεοῦ
Ἴων συμφορᾶς τίνος κυρῆσαι; Ξοῦθος παῖδʼ ἐμὸν πεφυκέναι.
Ἴων σὸν γεγῶτʼ ἢ δῶρον ἄλλων; Ξοῦθος δῶρον, ὄντα δʼ ἐξ ἐμοῦ.
Ἴων πρῶτα δῆτʼ ἐμοὶ ξυνάπτεις πόδα σόν; Ξοῦθος οὐκ ἄλλωι τέκνον.
Ἴων ἡ τύχη πόθεν ποθʼ ἥκει; Ξοῦθος δύο μίαν θαυμάζομεν.
Ἴων ἐκ τίνος δέ σοι πέφυκα μητρός; Ξοῦθος οὐκ ἔχω φράσαι.
Ἴων οὐδὲ Φοῖβος εἶπε; Ξοῦθος τερφθεὶς τοῦτο, κεῖνʼ οὐκ ἠρόμην.
Ἴων γῆς ἄρʼ ἐκπέφυκα μητρός; Ξοῦθος οὐ πέδον τίκτει τέκνα.
Ἴων πῶς ἂν οὖν εἴην σός; Ξοῦθος οὐκ οἶδʼ, ἀναφέρω δʼ ἐς τὸν θεόν.
Ἴων φέρε λόγων ἁψώμεθʼ ἄλλων. Ξοῦθος τοῦτʼ ἄμεινον, ὦ τέκνον.
Ἴων ἦλθες ἐς νόθον τι λέκτρον; Ξοῦθος μωρίαι γε τοῦ νέου.
Ἴων πρὶν κόρην λαβεῖν Ἐρεχθέως; Ξοῦθος οὐ γὰρ ὕστερόν γέ πω.
Ἴων ἆρα δῆτʼ ἐκεῖ μʼ ἔφυσας; Ξοῦθος τῶι χρόνωι γε συντρέχει.
Ἴων κἆιτα πῶς ἀφικόμεσθα δεῦρο Ξοῦθος τοῦτʼ ἀμηχανῶ.
Ἴων διὰ μακρᾶς ἐλθὼν κελεύθου; Ξοῦθος τοῦτο κἄμʼ ἀπαιολᾶι.
Ἴων Πυθίαν δʼ ἦλθες πέτραν πρίν; Ξοῦθος ἐς φανάς γε Βακ- χίου.
Ἴων προξένων δʼ ἔν του κατέσχες; Ξοῦθος ὅς με Δελφίσιν κόραις
Ἴων ἐθιάσευσʼ, ἢ πῶς τάδʼ αὐδᾶις; Ξοῦθος Μαινάσιν γε Βακχίου.
Ἴων ἔμφρονʼ ἢ κάτοινον ὄντα; Ξοῦθος Βακχίου πρὸς ἡδοναῖς.
Ἴων τοῦτʼ ἐκεῖνʼ· ἵνʼ ἐσπάρημεν Ξοῦθος ὁ πότμος ἐξηῦρεν, τέκνον.
Ἴων πῶς δʼ ἀφικόμεσθα ναούς; Ξοῦθος ἔκβολον κόρης ἴσως.
Ἴων ἐκπεφεύγαμεν τὸ δοῦλον. Ξοῦθος πατέρα νυν δέχου, τέκνον.
Ἴων τῶι θεῶι γοῦν οὐκ ἀπιστεῖν εἰκός. Ξοῦθος εὖ φρονεῖς ἄρα.
Ἴων καὶ τί βουλόμεσθά γʼ ἄλλο Ξοῦθος νῦν ὁρᾶις ἃ χρή σʼ ὁρᾶν.
Ἴων ἢ Διὸς παιδὸς γενέσθαι παῖς; Ξοῦθος ὃ σοί γε γίγνεται.
Ἴων ἦ θίγω δῆθʼ ὅς μʼ ἔφυσας; Ξοῦθος πιθόμενός γε τῶι θεῶι.
Ἴων χαῖρέ μοι, πάτερ Ξοῦθος φίλον γε φθέγμʼ ἐδεξάμην τόδε.
Ἴων ἡμέρα θʼ ἡ νῦν παροῦσα. Ξοῦθος μακάριόν γʼ ἔθηκέ με.
Ἴων ὦ φίλη μῆτερ, πότʼ ἆρα καὶ σὸν ὄψομαι δέμας;
νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτʼ, εἰσιδεῖν.
ἀλλʼ ἴσως τέθνηκας, ἡμεῖς δʼ οὐδʼ ὄναρ δυναίμεθʼ ἄν.
Χορός κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι·
ὅμως δὲ καὶ δέσποιναν ἐς τέκνʼ εὐτυχεῖν
ἐβουλόμην ἂν τούς τʼ Ἐρεχθέως δόμους.
Ξοῦθος ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς
ὀρθῶς ἔκρανε, καὶ συνῆψʼ ἐμοί τε σὲ
σύ τʼ αὖ τὰ φίλταθʼ ηὗρες οὐκ εἰδὼς πάρος.
οἷ δʼ ἦιξας ὀρθῶς, τοῦτο κἄμʼ ἔχει πόθος,
ὅπως σύ τʼ, ὦ παῖ, μητέρʼ εὑρήσεις σέθεν
ἐγώ θʼ ὁποίας μοι γυναικὸς ἐξέφυς.
χρόνωι δὲ δόντες ταῦτʼ ἴσως εὕροιμεν ἄν.
ἀλλʼ ἐκλιπὼν θεοῦ δάπεδʼ ἀλητείαν τε σὴν
ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί.
σιγᾶις; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις
ἐς φροντίδας τʼ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς
πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί;
Ἴων οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων
πρόσωθεν ὄντων ἐγγύθεν θʼ ὁρωμένων.
ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,
πατέρα σʼ ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ,
ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας
κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,
ἵνʼ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,
πατρός τʼ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.
καὶ τοῦτʼ ἔχων τοὔνειδος ἀσθενὴς μένων
μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι.
ἢν δʼ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν
ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο
μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα.
ὅσοι δέ, χρηστοὶ δυνάμενοί τʼ, ὄντες σοφοί,
σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
γέλωτʼ ἐν αὐτοῖς μωρίαν τε λήψομαι
οὐχ ἡσυχάζων ἐν πόλει ψόγου πλέαι.
τῶν δʼ αὖ λογίων τε χρωμένων τε τῆι πόλει
ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
ψήφοισιν. οὕτω γὰρ τάδʼ, ὦ πάτερ, φιλεῖ·
οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα
τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.
ἐλθὼν δʼ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν
γυναῖκά θʼ ὡς ἄτεκνον, ἣ κοινουμένη
τῆς συμφορᾶς σοι πρόσθεν ἀπολαχοῦσα νῦν
αὐτὴ καθʼ αὑτὴν τὴν τύχην οἴσει πικρῶς,
πῶς οὐχ ὑπʼ αὐτῆς εἰκότως μισήσομαι,
ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,
ἡ δʼ οὖσʼ ἄτεκνος τὰ σὰ φίλʼ εἰσορᾶι πικρῶς,
κἆιτʼ ἢ προδοὺς σύ μʼ ἐς δάμαρτα σὴν βλέπηις
ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχηις;
ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων
γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,
ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία
πατέρων ἀπʼ ἐσθλῶν οὖσʼ ἀπαιδίαι νοσεῖν.
τυραννίδος δὲ τῆς μάτην αἰνουμένης
τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ
λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,
ὅστις δεδοικὼς καὶ περιβλέπων βίαν
αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς
ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,
ὧι τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,
ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾶι τάδε,
πλουτεῖν τε τερπνόν· οὐ φιλῶ ψόγους κλύειν
ἐν χερσὶ σώιζων ὄλβον οὐδʼ ἔχειν πόνους·
εἴη γʼ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένωι.
ἃ δʼ ἐνθάδʼ εἶχον ἀγάθʼ ἄκουσόν μου, πάτερ·
τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώποις σχολὴν
ὄχλον τε μέτριον, οὐδέ μʼ ἐξέπληξʼ ὁδοῦ
πονηρὸς οὐδείς· κεῖνο δʼ οὐκ ἀνασχετόν,
εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.
θεῶν δʼ ἐν εὐχαῖς ἢ λόγοισιν ἦ βροτῶν
ὑπηρετῶν χαίρουσιν οὐ γοωμένοις.
καὶ τοὺς μὲν ἐξέπεμπον, οἱ δʼ ἧκον ξένοι,
ὥσθʼ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.
ὃ δʼ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ἦι,
δίκαιον εἶναί μʼ ὁ νόμος ἡ φύσις θʼ ἅμα
παρεῖχε τῶι θεῶι. ταῦτα συννοούμενος
κρείσσω νομίζω τἀνθάδʼ ἢ τἀκεῖ, πάτερ.
ἔα δέ μʼ αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις
μεγάλοισι χαίρειν σμικρά θʼ ἡδέως ἔχειν.
Χορός καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ
ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.
Ξοῦθος παῦσαι λόγων τῶνδʼ, εὐτυχεῖν δʼ ἐπίστασο·
θέλω γὰρ οὗπέρ σʼ ηὗρον ἄρξασθαι, τέκνον,
κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,
θῦσαί θʼ ἅ σου πρὶν γενέθλιʼ οὐκ ἐθύσαμεν.
καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σʼ ἐφέστιον
δείπνοισι τέρψω, τῆς δʼ Ἀθηναίων χθονὸς
ἄξω θεατὴν δῆθεν, οὐχ ὡς ὄντʼ ἐμόν.
καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι
λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.
χρόνωι δὲ καιρὸν λαμβάνων προσάξομαι
δάμαρτʼ ἐᾶν σε σκῆπτρα τἄμʼ ἔχειν χθονός.
Ἴωνα δʼ ὀνομάζω σε τῆι τύχηι πρέπον,
ὁθούνεκʼ ἀδύτων ἐξιόντι μοι θεοῦ
ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων
πλήρωμʼ ἀθροίσας βουθύτωι σὺν ἡδονῆι
πρόσειπε, μέλλων Δελφίδʼ ἐκλιπεῖν πόλιν.
ὑμῖν δὲ σιγᾶν, δμωίδες, λέγω τάδε,
ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτʼ ἐμήν.
Ἴων στείχοιμʼ ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι·
εἰ μὴ γὰρ ἥτις μʼ ἔτεκεν εὑρήσω, πάτερ,
ἀβίωτον ἡμῖν. εἰ δʼ ἐπεύξασθαι χρεών,
ἐκ τῶν Ἀθηνῶν μʼ ἡ τεκοῦσʼ εἴη γυνή,
ὥς μοι γένηται μητρόθεν παρρησία.
καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσηι ξένος,
κἂν τοῖς λόγοισιν ἀστὸς ἦι, τό γε στόμα
δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.
Χορός ὁρῶ δάκρυα καὶ πενθίμους
ἀλαλαγὰς στεναγμάτων τʼ ἐσβολάς,
ὅταν ἐμὰ τύραννος εὐπαιδίαν
πόσιν ἔχοντʼ εἰδῆι,
αὐτὴ δʼ ἄπαις ἦι καὶ λελειμμένη τέκνων.
τίνʼ, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη-
σας ὑμνωιδίαν;
πόθεν ὁ παῖς ὅδʼ ἀμφὶ ναοὺς σέθεν
τρόφιμος ἐξέβα; γυναικῶν τίνος;
οὐ γάρ με σαίνει θέσφατα μή τινʼ ἔχηι δόλον.
δειμαίνω συμφοράν,
ἐφʼ ὅτι ποτὲ βάσεται.
ἄτοπος ἄτοπα γὰρ παραδίδωσί μοι
τάδε θεοῦ φήμα.
πλέκει δόλον τέχναν θʼ ὁ παῖς
ἄλλων τραφεὶς ἐξ αἱμάτων.
τίς οὐ τάδε ξυνοίσεται;
φίλαι, πότερʼ ἐμᾶι δεσποίναι
τάδε τορῶς ἐς οὖς γεγωνήσομεν
πόσιν ἐν ὧι τὰ πάντʼ ἔχουσʼ ἐλπίδων
μέτοχος ἦν τλάμων;
νῦν δʼ ἡ μὲν ἔρρει συμφοραῖς, ὁ δʼ εὐτυχεῖ,
πόλιον ἐσπεσοῦσα γῆρας, πόσις δʼ
ἀτίετος φίλων.
μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους
μέγαν ἐς ὄλβον οὐκ ἴσωσεν τύχας.
ὄλοιτʼ ὄλοιτο πότνιαν ἐξαπαφὼν ἐμάν,
καὶ θεοῖσιν μὴ τύχοι
καλλίφλογα πελανὸν ἐπὶ
πυρὶ καθαγνίσας· τὸ δʼ ἐμὸν εἴσεται
τυραννίδος φίλα.
ἤδη πέλας δεινῶν κυρεῖ
παῖς καὶ πατὴρ νέος νέου.
ἰὼ δειράδες Παρνασοῦ πέτρας
ἔχουσαι σκόπελον οὐράνιόν θʼ ἕδραν,
ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας
λαιψηρὰ πηδᾶι νυκτιπόλοις ἅμα σὺν Βάκχαις.
μή τί ποτʼ εἰς ἐμὰν πόλιν ἵκοιθʼ ὁ παῖς,
νέαν δʼ ἁμέραν ἀπολιπὼν θάνοι.
στεγομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν
ξενικὸν ἐσβολάν
ἁλίσας ὁ πάρος ἀρχαγὸς ὢν
Ἐρεχθεὺς ἄναξ.
Κρέουσα ὦ πρέσβυ παιδαγώγʼ Ἐρεχθέως πατρὸς
τοὐμοῦ ποτʼ ὢν τόθʼ ἡνίκʼ ἦν ἔτʼ ἐν φάει,
ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια,
ὥς μοι συνησθῆις, εἴ τι Λοξίας ἄναξ
θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.
σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς·
ὃ μὴ γένοιτο δʼ, εἴ τι τυγχάνοι κακόν,
ἐς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκύ.
ἐγὼ δέ σʼ, ὥσπερ καὶ σὺ πατέρʼ ἐμόν ποτε,
δέσποινʼ ὅμως οὖσʼ ἀντικηδεύω πατρός.
Πρεσβύτης ὦ θύγατερ, ἄξιʼ ἀξίων γεννητόρων
ἤθη φυλάσσεις κοὐ καταισχύνασʼ ἔχεις
τοὺς σούς, παλαιῶν ἐκγόνους αὐτοχθόνων.
ἕλχʼ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.
αἰπεινά μοι μαντεῖα· τοῦ γήρως δέ μοι
συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ.
Κρέουσα ἕπου νυν· ἴχνος δʼ ἐκφύλασσʼ ὅπου τίθης.
Πρεσβύτης ἰδού· τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.
Κρέουσα βάκτρωι δʼ ἐρείδου· περιφερὴς στίβος χθονός.
Πρεσβύτης καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.
Κρέουσα ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῆις κόπωι.
Πρεσβύτης οὔκουν ἑκών γε· τοῦ δʼ ἀπόντος οὐ κρατῶ.
Κρέουσα γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος
δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις
βέβηκε παίδων, ὧνπερ οὕνεχʼ ἥκομεν;
σημήνατʼ· εἰ γὰρ ἀγαθά μοι μηνύσετε,
οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.
Χορός ἰὼ δαῖμον.
Κρέουσα τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.
Χορός ἰὼ τλᾶμον.
Κρέουσα ἀλλʼ ἦ τι θεσφάτοισι δεσποτῶν νοσεῖ;
Χορός αἰαῖ· τί δρῶμεν θάνατος ὧν κεῖται πέρι;
Κρέουσα τίς ἥδε μοῦσα χὠ φόβος τίνων πέρι;
Χορός εἴπωμεν ἢ σιγῶμεν ἢ τί δράσομεν;
Κρέουσα εἴφʼ· ὡς ἔχεις γε συμφοράν τινʼ εἰς ἐμέ.
Χορός εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῆι.
οὐκ ἔστι σοι, δέσποινʼ, ἐπʼ ἀγκάλαις λαβεῖν
τέκνʼ οὐδὲ μαστῶι σῶι προσαρμόσαι ποτέ.
Κρέουσα ὤμοι θάνοιμι.
Πρεσβύτης θύγατερ. Κρέουσα ὦ τάλαινʼ
ἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχος ἀβίοτον, φίλαι.
διοιχόμεσθα. Πρεσβύτης τέκνον.
Κρέουσα αἰαῖ αἰαῖ·
διανταῖος ἔτυπεν ὀδύνα με πλευ-
μόνων τῶνδʼ ἔσω.
Πρεσβύτης μήπω στενάξηις Κρέουσα ἀλλὰ πάρεισι γόοι.
Πρεσβύτης πρὶν ἂν μάθωμεν Κρέουσα ἀγγελίαν τίνα μοι;
Πρεσβύτης εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς
κοινωνός ἐστιν ἢ μόνη σὺ δυστυχεῖς.
Χορός κείνωι μέν, ὦ γεραιέ, παῖδα Λοξίας
ἔδωκεν, ἰδίαι δʼ εὐτυχεῖ ταύτης δίχα.
Κρέουσα τόδʼ ἐπὶ τῶιδε κακὸν ἄκρον ἔλακες ἔλακες
ἄχος ἐμοὶ στένειν.
Πρεσβύτης πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος
τὸν παῖδʼ ὃν εἶπας ἢ γεγῶτʼ ἐθέσπισεν;
Χορός ἤδη πεφυκότʼ ἐκτελῆ νεανίαν
δίδωσιν αὐτῶι Λοξίας· παρῆ δʼ ἐγώ.
Κρέουσα πῶς φήις; ἄφατον ἄφατον ἀναύδητον
λόγον ἐμοὶ θροεῖς.
Πρεσβύτης κἄμοιγε. πῶς δʼ ὁ χρησμὸς ἐκπεραίνεται
σαφέστερόν μοι φράζε χὤστις ἔσθʼ ὁ παῖς.
Χορός ὅτωι ξυναντήσειεν ἐκ θεοῦ συθεὶς
πρώτωι πόσις σός, παῖδʼ ἔδωκʼ αὐτῶι θεός.
Κρέουσα ὀτοτοτοῖ· τὸν ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακʼ
ἄρα βίοτον, ἐρημίαι δʼ ὀρφανοὺς δόμους οἰκήσω.
Πρεσβύτης τίς οὖν ἐχρήσθη; τῶι συνῆψʼ ἴχνος ποδὸς
πόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών;
Χορός οἶσθʼ, ὦ φίλη δέσποινα, τὸν νεανίαν
ὃς τόνδʼ ἔσαιρε ναόν; οὗτός ἐσθʼ ὁ παῖς.
Κρέουσα ἀνʼ ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί-
ας Ἑλλανίας ἀστέρας ἑσπέρους,
οἷον οἷον ἄλγος ἔπαθον, φίλαι.
Πρεσβύτης ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;
οἶσθʼ, ἢ σιωπῆι τοῦτʼ ἀκύρωτον μένει;
Χορός Ἴωνʼ, ἐπείπερ πρῶτος ἤντησεν πατρί·
μητρὸς δʼ ὁποίας ἐστὶν οὐκ ἔχω φράσαι.
φροῦδος δʼ, ἵνʼ εἰδῆις πάντα τἀπʼ ἐμοῦ, γέρον,
παιδὸς προθύσων ξένια καὶ γενέθλια
σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,
κοινὴν ξυνάψων δαῖτα παιδὶ τῶι νέωι.
Πρεσβύτης δέσποινα, προδεδόμεσθα — σὺν γὰρ σοὶ νοσῶ —
τοῦ σοῦ πρὸς ἀνδρὸς καὶ μεμηχανημένως
ὑβριζόμεσθα δωμάτων τʼ Ἐρεχθέως
ἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσιν
λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν·
ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν
καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν
ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος
λάθραι πέφηνεν· ὡς λάθραι δʼ, ἐγὼ φράσω.
ἐπεί σʼ ἄτεκνον ἤισθετʼ, οὐκ ἔστεργέ σοι
ὅμοιος εἶναι τῆς τύχης τʼ ἴσον φέρειν,
λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθραι
τὸν παῖδʼ ἔφυσεν, ἐξενωμένον δέ τωι
Δελφῶν δίδωσιν ἐκτρέφειν. ὁ δʼ ἐν θεοῦ
δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.
νεανίαν δʼ ὡς ἤισθετʼ ἐκτεθραμμένον,
ἐλθεῖν σʼ ἔπεισε δεῦρʼ ἀπαιδίας χάριν.
κἆιθʼ ὁ θεὸς οὐκ ἐψεύσαθʼ, ὅδε δʼ ἐψεύσατο
πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς
τοιάσδʼ· ἁλοὺς μὲν ἀνέφερʼ ἐς τὸν δαίμονα,
ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων
τυραννίδʼ αὐτῶι περιβαλεῖν ἔμελλε γῆς.
Χορός οἴμοι, κακούργους ἄνδρας ὡς ἀεὶ στυγῶ,
οἳ συντιθέντες τἄδικʼ εἶτα μηχαναῖς
κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον
θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.
Πρεσβύτης καὶ τῶνδʼ ἁπάντων ἔσχατον πείσηι κακόν·
ἀμήτορʼ, ἀναρίθμητον, ἐκ δούλης τινὸς
γυναικὸς ἐς σὸν δῶμα δεσπότην ἄγει.
ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρʼ εὐγενοῦς
μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν,
ἐσώικισʼ οἴκους· εἰ δέ σοι τόδʼ ἦν πικρόν,
τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.
ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν.
Κρέουσα ὦ ψυχά, πῶς σιγάσω;
πῶς δὲ σκοτίας ἀναφήνω
εὐνάς, αἰδοῦς δʼ ἀπολειφθῶ;
τί γὰρ ἐμπόδιον κώλυμʼ ἔτι μοι;
πρὸς τίνʼ ἀγῶνας τιθέμεσθʼ ἀρετῆς;
οὐ πόσις ἡμῶν προδότης γέγονεν;
στέρομαι δʼ οἴκων, στέρομαι παίδων,
φροῦδαι δʼ ἐλπίδες, ἃς διαθέσθαι
χρήιζουσα καλῶς οὐκ ἐδυνήθην,
σιγῶσα γάμους,
σιγῶσα τόκους πολυκλαύτους.
ἀλλʼ οὐ τὸ Διὸς πολύαστρον ἕδος
καὶ τὴν ἐπʼ ἐμοῖς σκοπέλοισι θεὰν
λίμνης τʼ ἐνύδρου Τριτωνιάδος
πότνιαν ἀκτήν,
οὐκέτι κρύψω λέχος, ὃ στέρνων
ἀπονησαμένη ῥάιων ἔσομαι.
στάζουσι κόραι δακρύοισιν ἐμαί,
ψυχὴ δʼ ἀλγεῖ κακοβουληθεῖσʼ
ἔκ τʼ ἀνθρώπων ἔκ τʼ ἀθανάτων,
οὓς ἀποδείξω
λέκτρων προδότας ἀχαρίστους.
ὦ τᾶς ἑπταφθόγγου μέλπων
κιθάρας ἐνοπάν, ἅτʼ ἀγραύλοις
κεράεσσιν ἐν ἀψύχοις ἀχεῖ
μουσᾶν ὕμνους εὐαχήτους,
σοὶ μομφάν, ὦ Λατοῦς παῖ,
πρὸς τάνδʼ αὐγὰν αὐδάσω.
ἦλθές μοι χρυσῶι χαίταν
μαρμαίρων, εὖτʼ ἐς κόλπους
κρόκεα πέταλα φάρεσιν ἔδρεπον
ἀνθίζειν χρυσανταυγῆ·
λευκοῖς δʼ ἐμφὺς καρποῖσιν
χειρῶν εἰς ἄντρου κοίτας
κραυγὰν Ὦ μᾶτέρ μʼ αὐδῶσαν
θεὸς ὁμευνέτας
ἆγες ἀναιδείαι
Κύπριδι χάριν πράσσων.
τίκτω δʼ ἁ δύστανός σοι
κοῦρον, τὸν φρίκαι ματρὸς
βάλλω τὰν σὰν εἰς εὐνάν,
ἵνα μʼ ἐν λέχεσιν μελέαν μελέοις
ἐζεύξω τὰν δύστανον.
οἴμοι μοι· καὶ νῦν ἔρρει
πτανοῖς ἁρπασθεὶς θοίνα
παῖς μοι καὶ σοί.
τλᾶμον, σὺ δὲ καὶ κιθάραι κλάζεις
παιᾶνας μέλπων.
ὠή, τὸν Λατοῦς αὐδῶ,
ὅστʼ ὀμφὰν κληροῖς
πρὸς χρυσέους θάκους
καὶ γαίας μεσσήρεις ἕδρας.
ἐς φῶς αὐδὰν καρύξω·
Ἰὼ ἰὼ κακὸς εὐνάτωρ,
ὃς τῶι μὲν ἐμῶι νυμφεύται
χάριν οὐ προλαβὼν
παῖδʼ εἰς οἴκους οἰκίζεις·
ὁ δʼ ἐμὸς γενέτας καὶ σὸς ἀμαθὴς
οἰωνοῖς ἔρρει συλαθείς,
σπάργανα ματέρος ἐξαλλάξας.
μισεῖ σʼ ἁ Δᾶλος καὶ δάφνας
ἔρνεα φοίνικα παρʼ ἁβροκόμαν,
ἔνθα λοχεύματα σέμνʼ ἐλοχεύσατο
Λατὼ Δίοισί σε κάποις.
Χορός οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται
κακῶν, ἐφʼ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.
Πρεσβύτης ὦ θύγατερ, οἴκτου σὸν βλέπων ἐμπίμπλαμαι
πρόσωπον, ἔξω δʼ ἐγενόμην γνώμης ἐμῆς.
κακῶν γὰρ ἄρτι κῦμʼ ὑπεξαντλῶν φρενί,
πρύμνηθεν αἴρει μʼ ἄλλο σῶν λόγων ὕπο,
οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν
μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.
τί φήις; τίνα λόγον Λοξίου κατηγορεῖς;
ποῖον τεκεῖν φὴις παῖδα; ποῦ ʼκθεῖναι πόλεως
θηρσὶν φίλον τύμβευμʼ; ἄνελθέ μοι πάλιν.
Κρέουσα αἰσχύνομαι μέν σʼ, ὦ γέρον, λέξω δʼ ὅμως.
Πρεσβύτης ὡς συστενάζειν γʼ οἶδα γενναίως φίλοις.
Κρέουσα ἄκουε τοίνυν· οἶσθα Κεκροπίων πετρῶν
πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;
Πρεσβύτης οἶδʼ, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.
Κρέουσα ἐνταῦθʼ ἀγῶνα δεινὸν ἠγωνίσμεθα.
Πρεσβύτης τίνʼ; ὡς ἀπαντᾶι δάκρυά μοι τοῖς σοῖς λόγοις.
Κρέουσα Φοίβωι ξυνῆψʼ ἄκουσα δύστηνον γάμον.
Πρεσβύτης ὦ θύγατερ, ἆρʼ ἦν ταῦθʼ ἅ γʼ ἠισθόμην ἐγώ;
Κρέουσα οὐκ οἶδʼ· ἀληθῆ δʼ εἰ λέγεις φαίημεν ἄν.
Πρεσβύτης νόσον κρυφαίαν ἡνίκʼ ἔστενες λάθραι.
Κρέουσα τότʼ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά.
Πρεσβύτης κἆιτʼ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;
Κρέουσα ἔτεκον· ἀνάσχου ταῦτʼ ἐμοῦ κλύων, γέρον.
Πρεσβύτης ποῦ; τίς λοχεύει σʼ; ἢ μόνη μοχθεῖς τάδε;
Κρέουσα μόνη κατʼ ἄντρον οὗπερ ἐζεύχθην γάμοις.
Πρεσβύτης ὁ παῖς δὲ ποῦ ʼστιν, ἵνα σὺ μηκέτʼ ἦις ἄπαις;
Κρέουσα τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.
Πρεσβύτης τέθνηκʼ; Ἀπόλλων δʼ ὁ κακὸς οὐδὲν ἤρκεσεν;
Κρέουσα οὐκ ἤρκεσʼ· Ἅιδου δʼ ἐν δόμοις παιδεύεται.
Πρεσβύτης τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε;
Κρέουσα ἡμεῖς, ἐν ὄρφνηι σπαργανώσαντες πέπλοις.
Πρεσβύτης οὐδὲ ξυνήιδει σοί τις ἔκθεσιν τέκνου;
Κρέουσα αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.
Πρεσβύτης καὶ πῶς ἐν ἄντρωι παῖδα σὸν λιπεῖν ἔτλης;
Κρέουσα πῶς; οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσʼ ἔπη.
Πρεσβύτης φεῦ· τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν.
Κρέουσα εἰ παῖδά γʼ εἶδες χεῖρας ἐκτείνοντά μοι.
Πρεσβύτης μαστὸν διώκοντʼ ἢ πρὸς ἀγκάλαις πεσεῖν;
Κρέουσα ἐνταῦθʼ ἵνʼ οὐκ ὢν ἄδικʼ ἔπασχεν ἐξ ἐμοῦ.
Πρεσβύτης σοὶ δʼ ἐς τί δόξʼ ἐσῆλθεν ἐκβαλεῖν τέκνον;
Κρέουσα ὡς τὸν θεὸν σώσοντα τόν γʼ αὑτοῦ γόνον.
Πρεσβύτης οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.
Κρέουσα τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς;
Πρεσβύτης σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶν.
Κρέουσα τὰ θνητὰ τοιαῦτʼ· οὐδὲν ἐν ταὐτῶι μένει.
Πρεσβύτης μή νυν ἔτʼ οἴκτων, θύγατερ, ἀντεχώμεθα.
Κρέουσα τί γάρ με χρὴ δρᾶν; ἀπορία τὸ δυστυχεῖν.
Πρεσβύτης τὸν πρῶτον ἀδικήσαντά σʼ ἀποτίνου θεόν.
Κρέουσα καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσʼ ὑπερδράμω;
Πρεσβύτης πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια.
Κρέουσα δέδοικα· καὶ νῦν πημάτων ἅδην ἔχω.
Πρεσβύτης τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν.
Κρέουσα αἰδούμεθʼ εὐνὰς τὰς τόθʼ ἡνίκʼ ἐσθλὸς ἦν.
Πρεσβύτης νῦν δʼ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα.
Κρέουσα πῶς; εἰ γὰρ εἴη δυνατόν· ὡς θέλοιμί γʼ ἄν.
Πρεσβύτης ξιφηφόρους σοὺς ὁπλίσασʼ ὀπάονας.
Κρέουσα στείχοιμʼ ἄν· ἀλλὰ ποῦ γενήσεται τόδε;
Πρεσβύτης ἱεραῖσιν ἐν σκηναῖσιν οὗ θοινᾶι φίλους.
Κρέουσα ἐπίσημον ὁ φόνος καὶ τὸ δοῦλον ἀσθενές.
Πρεσβύτης ὤμοι, κακίζηι· φέρε, σύ νυν βούλευέ τι.
Κρέουσα καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια.
Πρεσβύτης ἀμφοῖν ἂν εἴην τοῖνδʼ ὑπηρέτης ἐγώ.
Κρέουσα ἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην;
Πρεσβύτης οἶδʼ, ἣν Φλέγραι Γίγαντες ἔστησαν θεοῖς.
Κρέουσα ἐνταῦθα Γοργόνʼ ἔτεκε Γῆ, δεινὸν τέρας.
Πρεσβύτης ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον;
Κρέουσα ναί· καί νιν ἔκτεινʼ ἡ Διὸς Παλλὰς θεά.
Πρεσβύτης ἆρʼ οὗτός ἐσθʼ ὁ μῦθος ὃν κλύω πάλαι;
Κρέουσα ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν.
Πρεσβύτης ἣν αἰγίδʼ ὀνομάζουσι, Παλλάδος στολήν;
Κρέουσα τόδʼ ἔσχεν ὄνομα θεῶν ὅτʼ ἦιξεν ἐς δόρυ.
Πρεσβύτης ποῖόν τι μορφῆς σχῆμʼ ἔχουσαν ἀγρίας;
Κρέουσα θώρακʼ ἐχίδνης περιβόλοις ὡπλισμένον.
Πρεσβύτης τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος;
Κρέουσα Ἐριχθόνιον οἶσθʼ ἢ οὔ; τί δʼ οὐ μέλλεις, γέρον;
Πρεσβύτης ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ;
Κρέουσα τούτωι δίδωσι Παλλὰς ὄντι νεογόνωι
Πρεσβύτης τί χρῆμα; μέλλον γάρ τι προσφέρεις ἔπος.
Κρέουσα δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο.
Πρεσβύτης ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν;
Κρέουσα τὸν μὲν θανάσιμον, τὸν δʼ ἀκεσφόρον νόσων.
Πρεσβύτης ἐν τῶι καθάψασʼ ἀμφὶ παιδὶ σώματος;
Κρέουσα χρυσέοισι δεσμοῖς· ὁ δὲ δίδωσʼ ἐμῶι πατρί.
Πρεσβύτης κείνου δὲ κατθανόντος ἐς σʼ ἀφίκετο;
Κρέουσα ναί· κἀπὶ καρπῶι γʼ αὔτʼ ἐγὼ χερὸς φέρω.
Πρεσβύτης πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;
Κρέουσα κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνος
Πρεσβύτης τί τῶιδε χρῆσθαι; δύναμιν ἐκφέρει τίνα;
Κρέουσα νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.
Πρεσβύτης ὁ δεύτερος δʼ ἀριθμὸς ὧν λέγεις τί δρᾶι;
Κρέουσα κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος.
Πρεσβύτης ἐς ἓν δὲ κραθέντʼ αὐτὸν ἢ χωρὶς φορεῖς;
Κρέουσα χωρίς· κακῶι γὰρ ἐσθλὸν οὐ συμμείγνυται.
Πρεσβύτης ὦ φιλτάτη παῖ, πάντʼ ἔχεις ὅσων σε δεῖ.
Κρέουσα τούτωι θανεῖται παῖς· σὺ δʼ ὁ κτείνων ἔσηι.
Πρεσβύτης ποῦ καὶ τί δράσας; σὸν λέγειν, τολμᾶν δʼ ἐμόν.
Κρέουσα ἐν ταῖς Ἀθήναις, δῶμʼ ὅταν τοὐμὸν μόληι.
Πρεσβύτης οὐκ εὖ τόδʼ εἶπας· καὶ σὺ γὰρ τοὐμὸν ψέγεις.
Κρέουσα πῶς; ἆρʼ ὑπείδου τοῦθʼ ὃ κἄμʼ ἐσέρχεται;
Πρεσβύτης σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς.
Κρέουσα ὀρθῶς· φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις.
Πρεσβύτης αὐτοῦ νυν αὐτὸν κτεῖνʼ, ἵνʼ ἀρνήσηι φόνους.
Κρέουσα προλάζυμαι γοῦν τῶι χρόνωι τῆς ἡδονῆς.
Πρεσβύτης καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν.
Κρέουσα οἶσθʼ οὖν ὃ δρᾶσον· χειρὸς ἐξ ἐμῆς λαβὼν
χρύσωμʼ Ἀθάνας τόδε, παλαιὸν ὄργανον,
ἐλθὼν ἵνʼ ἡμῖν βουθυτεῖ λάθραι πόσις,
δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς
μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε
κάθες βαλὼν ἐς πῶμα τῶι νεανίαι
ἰδίαι γε, μή τι πᾶσι χωρίσας ποτόν,
τῶι τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων.
κἄνπερ διέλθηι λαιμόν, οὔποθʼ ἵξεται
κλεινὰς Ἀθήνας, κατθανὼν δʼ αὐτοῦ μενεῖ.
Πρεσβύτης σὺ μέν νυν εἴσω προξένων μέθες πόδα·
ἡμεῖς δʼ ἐφʼ ὧι τετάγμεθʼ ἐκπονήσομεν.
ἄγʼ, ὦ γεραιὲ πούς, νεανίας γενοῦ
ἔργοισι, κεἰ μὴ τῶι χρόνωι πάρεστί σοι.
ἐχθρὸν δʼ ἐπʼ ἄνδρα στεῖχε δεσποτῶν μέτα
καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.
τὴν δʼ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν
τιμᾶν· ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς
θέληι τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.
Χορός Εἰνοδία θύγατερ Δάματρος, ἃ τῶν
νυκτιπόλων ἐφόδων ἀνάσσεις,
καὶ μεθαμερίων
ὅδωσον δυσθανάτων
κρατήρων πληρώματʼ ἐφʼ οἷσι πέμπει
πότνια πότνιʼ ἐμὰ χθονίας
Γοργοῦς λαιμοτόμων ἀπὸ σταλαγμῶν
τῶι τῶν Ἐρεχθεϊδᾶν
δόμων ἐφαπτομένωι·
μηδέ ποτʼ ἄλλος ἥ-
κων πόλεως ἀνάσσοι
πλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν.
εἰ δʼ ἀτελὴς θάνατος σπουδαί τε δεσποί-
νας ὅ τε καιρὸς ἄπεισι τόλμας,
ἇι νῦν ἐλπὶς ἐφαί-
νετʼ, ἢ θηκτὸν ξίφος ἢ
λαιμῶν ἐξάψει βροχὸν ἀμφὶ δειράν,
πάθεσι πάθεα δʼ ἐξανύτουσʼ
εἰς ἄλλας βιότου κάτεισι μορφάς.
οὐ γὰρ δόμων γʼ ἑτέρους
ἄρχοντας ἀλλοδαποὺς
ζῶσά ποτʼ ἐν φαεν-
ναῖς ἀνέχοιτʼ ἂν αὐγαῖς
ἁ τῶν εὐπατριδᾶν γεγῶσʼ οἴκων.
αἰσχύνομαι τὸν πολύυ-
μνον θεόν, εἰ παρὰ Καλλιχόροισι παγαῖς
λαμπάδα θεωρὸς εἰκάδων
ἐννύχιον ἄυπνος ὄψεται,
ὅτε καὶ Διὸς ἀστερωπὸς
ἀνεχόρευσεν αἰθήρ,
χορεύει δὲ σελάνα
καὶ πεντήκοντα κόραι
Νηρέος αἱ κατὰ πόντον
ἀεναῶν τε ποταμῶν
δίνας χορευόμεναι
τὰν χρυσοστέφανον κόραν
καὶ ματέρα σεμνάν·
ἵνʼ ἐλπίζει βασιλεύ-
σειν ἄλλων πόνον ἐσπεσὼν
ὁ Φοίβειος ἀλάτας.
ὁρᾶθʼ, ὅσοι δυσκελάδοι-
σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθʼ ὕμνοις
ἁμέτερα λέχεα καὶ γάμους
Κύπριδος ἀθέμιτος ἀνοσίους,
ὅσον εὐσεβίαι κρατοῦμεν
ἄδικον ἄροτον ἀνδρῶν.
παλίμφαμος ἀοιδὰ
καὶ μοῦσʼ εἰς ἄνδρας ἴτω
δυσκέλαδος ἀμφὶ λέκτρων.
δείκνυσι γὰρ ὁ Διὸς ἐκ
παίδων ἀμνημοσύναν,
οὐ κοινὰν τεκέων τύχαν
οἴκοισι φυτεύσας
δεσποίναι· πρὸς δʼ Ἀφροδί-
ταν ἄλλαν θέμενος χάριν
νόθου παιδὸς ἔκυρσεν.
Θεράπων κλεινήν, γυναῖκες, ποῦ κόρην Ἐρεχθέως
δέσποιναν εὕρω; πανταχῆι γὰρ ἄστεως
ζητῶν νιν ἐξέπλησα κοὐκ ἔχω λαβεῖν.
Χορός τί δʼ ἔστιν, ὦ ξύνδουλε; τίς προθυμία
ποδῶν ἔχει σε καὶ λόγους τίνας φέρεις;
Θεράπων θηρώμεθʼ· ἀρχαὶ δʼ ἁπιχώριοι χθονὸς
ζητοῦσιν αὐτὴν ὡς θάνηι πετρουμένη.
Χορός οἴμοι, τί λέξεις; οὔτι που λελήμμεθα
κρυφαῖον ἐς παῖδʼ ἐκπορίζουσαι φόνον;
Θεράπων ἔγνως· μεθέξεις δʼ οὐκ ἐν ὑστάτοις κακοῦ.
Χορός ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα;
Θεράπων
ἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων.
Χορός πῶς; ἀντιάζω σʼ ἱκέτις ἐξειπεῖν τάδε.
πεπυσμέναι γάρ, εἰ θανεῖν ἡμᾶς χρεών,
ἥδιον ἂν θάνοιμεν, εἴθʼ ὁρᾶν φάος.
Θεράπων ἐπεὶ θεοῦ μαντεῖον ὤιχετʼ ἐκλιπὼν
πόσις Κρεούσης παῖδα τὸν καινὸν λαβὼν
πρὸς δεῖπνα θυσίας θʼ ἃς θεοῖς ὡπλίζετο,
Ξοῦθος μὲν ὤιχετʼ ἔνθα πῦρ πηδᾶι θεοῦ
βακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτρας
δεύσειε δισσὰς παιδὸς ἀντʼ ὀπτηρίων,
λέξας· Σὺ μέν νυν, τέκνον, ἀμφήρεις μένων
σκηνὰς ἀνίστη τεκτόνων μοχθήμασιν.
θύσας δὲ γενέταις θεοῖσιν ἢν μακρὸν χρόνον
μείνω, παροῦσι δαῖτες ἔστωσαν φίλοις.
λαβὼν δὲ μόσχους ὤιχεθʼ· ὁ δὲ νεανίας
σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων
ὀρθοστάταις ἱδρύεθʼ, ἡλίου βολὰς
καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς
ἀκτῖνας οὔτʼ αὖ πρὸς τελευτώσας βίον,
πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν,
μέτρημʼ ἔχουσαν τοὐν μέσωι γε μυρίων
ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί,
ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν.
λαβὼν δʼ ὑφάσμαθʼ ἱερὰ θησαυρῶν πάρα
κατεσκίαζε, θαύματʼ ἀνθρώποις ὁρᾶν.
πρῶτον μὲν ὀρόφωι πτέρυγα περιβάλλει πέπλων,
ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης
Ἀμαζόνων σκυλεύματʼ ἤνεγκεν θεῶι.
ἐνῆν δʼ ὑφανταὶ γράμμασιν τοιαίδʼ ὑφαί·
Οὐρανὸς ἀθροίζων ἄστρʼ ἐν αἰθέρος κύκλωι·
ἵππους μὲν ἤλαυνʼ ἐς τελευταίαν φλόγα
Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος·
μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς
ὄχημʼ ἔπαλλεν, ἄστρα δʼ ὡμάρτει θεᾶι·
Πλειὰς μὲν ἤιει μεσοπόρου διʼ αἰθέρος
ὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲ
Ἄρκτος στρέφουσʼ οὐραῖα χρυσήρη πόλωι·
κύκλος δὲ πανσέληνος ἠκόντιζʼ ἄνω
μηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοις
σαφέστατον σημεῖον, ἥ τε φωσφόρος
Ἕως διώκουσʼ ἄστρα. τοίχοισιν δʼ ἔπι
ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα·
εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν
καὶ μιξόθηρας φῶτας ἱππείας τʼ ἄγρας
ἐλάφων λεόντων τʼ ἀγρίων θηράματα.
κατʼ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας
σπείραισιν εἱλίσσοντʼ, Ἀθηναίων τινὸς
ἀνάθημα, χρυσέους τʼ ἐν μέσωι συσσιτίωι
κρατῆρας ἔστησʼ. ἐν δʼ ἄκροισι βὰς ποσὶν
κῆρυξ ἀνεῖπε τὸν θέλοντʼ ἐγχωρίων
ἐς δαῖτα χωρεῖν. ὡς δʼ ἐπληρώθη στέγη,
στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς
ψυχὴν ἐπλήρουν. ὡς δʼ ἀνεῖσαν ἡδονὴν
… παρελθὼν πρέσβυς ἐς μέσον πέδον
ἔστη, γέλων δʼ ἔθηκε συνδείπνοις πολὺν
πρόθυμα πράσσων· ἔκ τε γὰρ κρωσσῶν ὕδωρ
χεροῖν ἔπεμπε νίπτρα κἀξεθυμία
σμύρνης ἱδρῶτα χρυσέων τʼ ἐκπωμάτων
ἦρχʼ, αὐτὸς αὑτῶι τόνδε προστάξας πόνον.
ἐπεὶ δʼ ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τε
κοινόν, γέρων ἔλεξʼ· Ἀφαρπάζειν χρεὼν
οἰνηρὰ τεύχη σμικρά, μεγάλα δʼ ἐσφέρειν,
ὡς θᾶσσον ἔλθωσʼ οἵδʼ ἐς ἡδονὰς φρενῶν.
ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους
χρυσέας τε φιάλας· ὁ δὲ λαβὼν ἐξαίρετον,
ὡς τῶι νέωι δὴ δεσπότηι χάριν φέρων,
ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν
ὅ φασι δοῦναι φάρμακον δραστήριον
δέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος.
κοὐδεὶς τάδʼ ἤιδειν. ἐν χεροῖν ἔχοντι δὲ
σπονδὰς μετʼ ἄλλων παιδὶ τῶι πεφηνότι
βλασφημίαν τις οἰκετῶν ἐφθέγξατο.
ὁ δʼ, ὡς ἐν ἱερῶι μάντεσίν τʼ ἐσθλοῖς τραφείς,
οἰωνὸν ἔθετο κἀκέλευσʼ ἄλλον νέον
κρατῆρα πληροῦν· τὰς δὲ πρὶν σπονδὰς θεοῦ
δίδωσι γαίαι πᾶσί τʼ ἐκσπένδειν λέγει.
σιγὴ δʼ ὑπῆλθεν· ἐκ δʼ ἐπίμπλαμεν δρόσου
κρατῆρας ἱεροὺς Βιβλίνου τε πώματος.
κἀν τῶιδε μόχθωι πτηνὸς ἐσπίπτει δόμους
κῶμος πελειῶν — Λοξίου γὰρ ἐν δόμοις
ἄτρεστα ναίουσʼ —, ὡς δʼ ἀπέσπεισαν μέθυ
ἐς αὐτὸ χείλη πώματος κεχρημέναι
καθῆκαν, εἷλκον δʼ εὐπτέρους ἐς αὐχένας.
καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ·
ἣ δʼ ἕζετʼ ἔνθʼ ὁ καινὸς ἔσπεισεν γόνος
ποτοῦ τʼ ἐγεύσατʼ εὐθὺς εὔπτερον δέμας
ἔσεισε κἀβάκχευσεν, ἐκ δʼ ἔκλαγξʼ ὄπα
ἀξύνετον αἰάζουσʼ· ἐθάμβησεν δὲ πᾶς
θοινατόρων ὅμιλος ὄρνιθος πόνους.
θνήισκει δʼ ἀπασπαίρουσα, φοινικοσκελεῖς
χηλὰς παρεῖσα. γυμνὰ δʼ ἐκ πέπλων μέλη
ὑπὲρ τραπέζης ἧχʼ ὁ μαντευτὸς γόνος,
βοᾶι δέ· Τίς μʼ ἔμελλεν ἀνθρώπων κτανεῖν;
σήμαινε, πρέσβυ· σὴ γὰρ ἡ προθυμία
καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα.
εὐθὺς δʼ ἐρευνᾶι γραῖαν ὠλένην λαβών,
ἐπʼ αὐτοφώρωι πρέσβυν ὡς ἔχονθʼ ἕλοι
…
ὤφθη δὲ καὶ κατεῖπʼ ἀναγκασθεὶς μόλις
τόλμας Κρεούσης πώματός τε μηχανάς.
θεῖ δʼ εὐθὺς ἔξω συλλαβὼν θοινάτορας
ὁ πυθόχρηστος Λοξίου νεανίας,
κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει·
Ὦ γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο,
ξένης γυναικός, φαρμάκοισι θνήισκομεν.
Δελφῶν δʼ ἄνακτες ὥρισαν πετρορριφῆ
θανεῖν ἐμὴν δέσποιναν οὐ ψήφωι μιᾶι,
τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τʼ ἀνακτόροις
φόνον τιθεῖσαν. πᾶσα δὲ ζητεῖ πόλις
τὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν·
παίδων γὰρ ἐλθοῦσʼ εἰς ἔρον Φοίβου πάρα
τὸ σῶμα κοινῆι τοῖς τέκνοις ἀπώλεσεν.
Χορός οὐκ ἔστʼ οὐκ ἔστιν θανάτου
παρατροπὰ μελέαι μοι·
φανερὰ φανερὰ τάδʼ ἤδη
σπονδὰς ἐκ Διονύσου
βοτρύων θοᾶς ἐχίδνας
σταγόσι μειγνυμένας φόνωι.
φανερὰ θύματα νερτέρων,
συμφοραὶ μὲν ἐμῶι βίωι,
λεύσιμοι δὲ καταφθοραὶ δεσποίναι.
τίνα φυγὰν πτερόεσσαν ἢ
χθονὸς ὑπὸ σκοτίους μυχοὺς πορευθῶ,
θανάτου λεύσιμον ἄταν
ἀποφεύγουσα, τεθρίππων
ὠκιστᾶν χαλᾶν ἐπιβᾶσʼ
ἢ πρύμνας ἔπι ναῶν;
οὐκ ἔστι λαθεῖν ὅτε μὴ χρήιζων
θεὸς ἐκκλέπτει.
τί ποτʼ, ὦ μελέα δέσποινα, μένει
ψυχῆι σε παθεῖν; ἆρα θέλουσαι
δρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶ
πεισόμεθʼ ὥσπερ τὸ δίκαιον;
Κρέουσα πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς,
Πυθίαι ψήφωι κρατηθεῖσʼ, ἔκδοτος δὲ γίγνομαι.
Χορός ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵνʼ εἶ τύχης.
Κρέουσα ποῖ φύγω δῆτʼ; ἐκ γὰρ οἴκων προύλαβον μόλις πόδα
μὴ θανεῖν, κλοπῆι δʼ ἀφῖγμαι διαφυγοῦσα πολεμίους.
Χορός ποῖ δʼ ἂν ἄλλοσʼ ἢ ʼπὶ βωμόν; Κρέουσα καὶ τί μοι πλέον τόδε;
Χορός ἱκέτιν οὐ θέμις φονεύειν. Κρέουσα τῶι νόμωι δέ γʼ ὄλλυμαι.
Χορός χειρία γʼ ἁλοῦσα. Κρέουσα καὶ μὴν οἵδʼ ἀγωνισταὶ πικροὶ
δεῦρʼ ἐπείγονται ξιφήρεις. Χορός ἵζε νυν πυρᾶς ἔπι.
κἂν θάνηις γὰρ ἐνθάδʼ οὖσα, τοῖς ἀποκτείνασί σε
προστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην.
Ἴων ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός,
οἵαν ἔχιδναν τήνδʼ ἔφυσας ἢ πυρὸς
δράκοντʼ ἀναβλέποντα φοινίαν φλόγα,
ἧι τόλμα πᾶσʼ ἔνεστιν οὐδʼ ἥσσων ἔφυ
Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτανεῖν.
λάζυσθʼ, ἵνʼ αὐτῆς τοὺς ἀκηράτους πλόκους
κόμης καταξήνωσι Παρνασοῦ πλάκες,
ὅθεν πετραῖον ἅλμα δισκηθήσεται.
ἐσθλοῦ δʼ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν
μολεῖν Ἀθηνῶν χὐπὸ μητρυιὰν πεσεῖν.
ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας
τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τʼ ἔφυς·
ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων
ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους.
ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην
οἵαν ἔπλεξε· βωμὸν ἔπτημεν θεοῦ
ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.
Κρέουσα ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ
ὑπέρ τʼ ἐμαυτῆς τοῦ θεοῦ θʼ ἵνʼ ἕσταμεν.
Ἴων τί δʼ ἐστὶ Φοίβωι σοί τε κοινὸν ἐν μέσωι;
Κρέουσα ἱερὸν τὸ σῶμα τῶι θεῶι δίδωμʼ ἔχειν.
Ἴων κἄπειτʼ ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ;
Κρέουσα ἀλλʼ οὐκέτʼ ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ.
Ἴων ἀλλʼ ἐγενόμεσθα, πατρὸς δʼ οὐσίαν λέγω.
Κρέουσα οὐκοῦν τότʼ ἦσθα· νῦν δʼ ἐγώ, σὺ δʼ οὐκέτι.
Ἴων οὐκ εὐσεβεῖς γε· τἀμὰ δʼ εὐσεβῆ τότʼ ἦν.
Κρέουσα ἔκτεινά σʼ ὄντα πολέμιον δόμοις ἐμοῖς.
Ἴων οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα.
Κρέουσα μάλιστα· κἀπίμπρης γʼ Ἐρεχθέως δόμους.
Ἴων ποίοισι πανοῖς ἢ πυρὸς ποίαι φλογί;
Κρέουσα ἔμελλες οἰκεῖν τἄμʼ, ἐμοῦ βίαι λαβών.
Ἴων κἄπειτα τοῦ μέλλειν μʼ ἀπέκτεινες φόβωι;
Κρέουσα ὡς μὴ θάνοιμί γʼ, εἰ σὺ μὴ μέλλων τύχοις.
Ἴων φθονεῖς ἄπαις οὖσʼ, εἰ πατὴρ ἐξηῦρέ με;
Κρέουσα σὺ τῶν ἀτέκνων δῆτʼ ἀναρπάσεις δόμους;
Ἴων πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο.
Κρέουσα τοῖς Αἰόλου δὲ πῶς μετῆν τῆς Παλλάδος;
Ἴων ὅπλοισιν αὐτὴν οὐ λόγοις ἐρρύσατο.
Κρέουσα ἐπίκουρος οἰκήτωρ γʼ ἂν οὐκ εἴη χθονός.
Ἴων ἡμῖν δέ γʼ ἀλλὰ πατρὶ γῆς οὐκ ἦν μέρος;
Κρέουσα ὅσʼ ἀσπὶς ἔγχος θʼ· ἥδε σοι παμπησία.
Ἴων ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας.
Κρέουσα τὴν σὴν ὅπου σοι μητέρʼ ἐστὶ νουθέτει.
Ἴων σὺ δʼ οὐχ ὑφέξεις ζημίαν κτείνουσʼ ἐμέ;
Κρέουσα ἤν γʼ ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέληις.
Ἴων τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασιν;
Κρέουσα λυπήσομέν τινʼ ὧν λελυπήμεσθʼ ὕπο.
Ἴων φεῦ· δεινόν γε θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς
ἔθηκεν ὁ θεὸς οὐδʼ ἀπὸ γνώμης σοφῆς·
τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν
ἀλλʼ ἐξελαύνειν· οὐδὲ γὰρ ψαύειν καλὸν
θεῶν πονηρᾶι χειρί, τοῖσι δʼ ἐνδίκοις·
ἱερὰ καθίζειν δʼ ὅστις ἠδικεῖτʼ ἐχρῆν,
καὶ μὴ ʼπὶ ταὐτὸ τοῦτʼ ἰόντʼ ἔχειν ἴσον
τόν τʼ ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα.
Προφῆτις ἐπίσχες, ὦ παῖ· τρίποδα γὰρ χρηστήριον
λιποῦσα θριγκοὺς τούσδʼ ὑπερβάλλω ποδὶ
Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον
σώιζουσα, πασῶν Δελφίδων ἐξαίρετος.
Ἴων χαῖρʼ, ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ.
Πρεσβύτης ἀλλʼ οὖν λεγόμεθά γʼ· ἡ φάτις δʼ οὔ μοι πικρά.
Ἴων ἤκουσας ὥς μʼ ἔκτεινεν ἥδε μηχαναῖς;
Πρεσβύτης ἤκουσα· καὶ σὺ δʼ ὠμὸς ὢν ἁμαρτάνεις.
Ἴων οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι;
Πρεσβύτης προγόνοις δάμαρτες δυσμενεῖς ἀεί ποτε.
Ἴων ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς.
Πρεσβύτης μὴ ταῦτα· λείπων ἱερὰ καὶ στείχων πάτραν
Ἴων τί δή με δρᾶσαι νουθετούμενον χρεών;
Πρεσβύτης καθαρὸς Ἀθήνας ἔλθʼ ὑπʼ οἰωνῶν καλῶν.
Ἴων καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνηι.
Πρεσβύτης μὴ σύ γε· παρʼ ἡμῶν δʼ ἔκλαβʼ οὓς ἔχω λόγους.
Ἴων λέγοις ἄν· εὔνους δʼ οὖσʼ ἐρεῖς ὅσʼ ἂν λέγηις.
Πρεσβύτης ὁρᾶις τόδʼ ἄγγος χερὸς ὑπʼ ἀγκάλαις ἐμαῖς;
Ἴων ὁρῶ παλαιὰν ἀντίπηγʼ ἐν στέμμασιν.
Πρεσβύτης ἐν τῆιδέ σʼ ἔλαβον νεόγονον βρέφος ποτέ.
Ἴων τί φήις; ὁ μῦθος εἰσενήνεκται νέος.
Πρεσβύτης σιγῆι γὰρ εἶχον αὐτά· νῦν δὲ δείκνυμεν.
Ἴων πῶς οὖν ἔκρυπτες τότε λαβοῦσʼ ἡμᾶς πάλαι;
Πρεσβύτης ὁ θεὸς ἐβούλετʼ ἐν δόμοις σʼ ἔχειν λάτριν.
Ἴων νῦν δʼ οὐχὶ χρήιζει; τῶι τόδε γνῶναί με χρή;
Πρεσβύτης πατέρα κατειπὼν τῆσδέ σʼ ἐκπέμπει χθονός.
Ἴων σὺ δʼ ἐκ κελευσμῶν ἢ πόθεν σώιζεις τάδε;
Πρεσβύτης ἐνθύμιόν μοι τότε τίθησι Λοξίας.
Ἴων τί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους.
Πρεσβύτης σῶσαι τόδʼ εὕρημʼ ἐς τὸν ὄντα νῦν χρόνον.
Ἴων ἔχει δέ μοι τί κέρδος ἢ τίνα βλάβην;
Πρεσβύτης ἐνθάδε κέκρυπται σπάργανʼ οἷς ἐνῆσθα σύ.
Ἴων μητρὸς τάδʼ ἡμῖν ἐκφέρεις ζητήματα;
Πρεσβύτης ἐπεί γʼ ὁ δαίμων βούλεται· πάροιθε δʼ οὔ.
Ἴων ὦ μακαρία μοι φασμάτων ἥδʼ ἡμέρα.
Πρεσβύτης λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει.
Ἴων πᾶσάν γʼ ἐπελθὼν Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους.
Πρεσβύτης γνώσηι τάδʼ αὐτός. τοῦ θεοῦ δʼ ἕκατί σε
ἔθρεψά τʼ, ὦ παῖ, καὶ τάδʼ ἀποδίδωμί σοι,
ἃ κεῖνος ἀκέλευστόν μʼ ἐβουλήθη λαβεῖν
σῶσαί θʼ· ὅτου δʼ ἐβούλεθʼ οὕνεκʼ οὐκ ἔχω λέγειν.
ἤιδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε
ἔχοντας ἡμᾶς οὐδʼ ἵνʼ ἦν κεκρυμμένα.
καὶ χαῖρʼ· ἴσον γάρ σʼ ὡς τεκοῦσʼ ἀσπάζομαι.
Ἴων φεῦ φεῦ· κατʼ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ,
ἐκεῖσε τὸν νοῦν δοὺς ὅθʼ ἡ τεκοῦσά με
κρυφαῖα νυμφευθεῖσʼ ἀπημπόλα λάθραι
καὶ μαστὸν οὐκ ἐπέσχεν· ἀλλʼ ἀνώνυμος
ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.
τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος
βαρέα· χρόνον γὰρ ὅν μʼ ἐχρῆν ἐν ἀγκάλαις
μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου
ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.
τλήμων δὲ χἠ τεκοῦσά μʼ· ὡς ταὐτὸν πάθος
πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς.
καὶ νῦν λαβὼν τήνδʼ ἀντίπηγʼ οἴσω θεῶι
ἀνάθημʼ, ἵνʼ εὕρω μηδὲν ὧν οὐ βούλομαι.
εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,
εὑρεῖν κάκιον μητέρʼ ἢ σιγῶντʼ ἐᾶν.
ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς·
καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίαι
πολεμῶ, τὰ μητρὸς σύμβολʼ ὃς σέσωκέ μοι;
ἀνοικτέον τάδʼ ἐστὶ καὶ τολμητέον·
τὰ γὰρ πεπρωμένʼ οὐχ ὑπερβαίην ποτʼ ἄν.
ὦ στέμμαθʼ ἱερά, τί ποτέ μοι κεκεύθατε,
καὶ σύνδεθʼ οἷσι τἄμʼ ἐφρουρήθη φίλα;
ἰδοὺ περίπτυγμʼ ἀντίπηγος εὐκύκλου
ὡς οὐ γεγήρακʼ ἔκ τινος θεηλάτου,
εὐρώς τʼ ἄπεστι πλεγμάτων· ὁ δʼ ἐν μέσωι
χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.
Κρέουσα τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ;
Ἴων σίγα σύ· πῆμα καὶ πάροιθεν ἦσθά μοι.
Κρέουσα οὐκ ἐν σιωπῆι τἀμά· μή με νουθέτει.
ὁρῶ γὰρ ἄγγος ὧι ʼξέθηκʼ ἐγώ ποτε
σέ γʼ, ὦ τέκνον μοι, βρέφος ἔτʼ ὄντα νήπιον,
Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς.
λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή.
Ἴων λάζυσθε τήνδε· θεομανὴς γὰρ ἥλατο
βωμοῦ λιποῦσα ξόανα· δεῖτε δʼ ὠλένας.
Κρέουσα σφάζοντες οὐ λήγοιτʼ ἄν· ὡς ἀνθέξομαι
καὶ τῆσδε καὶ σοῦ τῶν τʼ ἔσω κεκρυμμένων.
Ἴων τάδʼ οὐχὶ δεινά; ῥυσιάζομαι δόλωι.
Κρέουσα οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκηι φίλος.
Ἴων ἐγὼ φίλος σός; κἆιτά μʼ ἔκτεινες λάθραι;
Κρέουσα παῖς γʼ, εἰ τόδʼ ἐστὶ τοῖς τεκοῦσι φίλτατον.
Ἴων παῦσαι πλέκουσα—λήψομαί σʼ ἐγώ—πλοκάς.
Κρέουσα ἐς τοῦθʼ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.
Ἴων κενὸν τόδʼ ἄγγος ἢ στέγει πλήρωμά τι;
Κρέουσα σά γʼ ἔνδυθʼ, οἷσί σʼ ἐξέθηκʼ ἐγώ ποτε.
Ἴων καὶ τοὔνομʼ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;
Κρέουσα κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι.
Ἴων λέγʼ· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου.
Κρέουσα σκέψασθʼ ὃ παῖς ποτʼ οὖσʼ ὕφασμʼ ὕφηνʼ ἐγώ.
Ἴων ποῖόν τι; πολλὰ παρθένων ὑφάσματα.
Κρέουσα οὐ τέλεον, οἷον δʼ ἐκδίδαγμα κερκίδος.
Ἴων μορφὴν ἔχον τίνʼ; ὥς με μὴ ταύτηι λάβηις.
Κρέουσα Γοργὼν μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων.
Ἴων ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος;
Κρέουσα κεκρασπέδωται δʼ ὄφεσιν αἰγίδος τρόπον.
Ἴων ἰδού· τόδʼ ἔσθʼ ὕφασμα θέσφαθʼ ὡς εὑρίσκομεν.
Κρέουσα ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν.
Ἴων ἔστιν τι πρὸς τῶιδʼ ἢ μόνον τόδʼ εὐτυχεῖς;
Κρέουσα δράκοντε μαρμαίροντε πάγχρυσον γένυν,
δώρημʼ Ἀθάνας, οἷς τέκνʼ ἐντρέφειν λέγει,
Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα.
Ἴων τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι;
Κρέουσα δέραια παιδὶ νεογόνωι φέρειν, τέκνον.
Ἴων ἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν.
Κρέουσα στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε,
ἣν πρῶτʼ Ἀθάνας σκόπελος ἐξηνέγκατο,
ὅς, εἴπερ ἐστίν, οὔποτʼ ἐκλείπει χλόην,
θάλλει δʼ, ἐλαίας ἐξ ἀκηράτου γεγώς.
Ἴων ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σʼ ἰδὼν
πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.
Κρέουσα ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου
— συγγνώσεται γὰρ ὁ θεός —, ἐν χεροῖν σʼ ἔχω,
ἄελπτον εὕρημʼ, ὃν κατὰ γᾶς ἐνέρων
χθονίων μέτα Περσεφόνας τʼ ἐδόκουν ναίειν.
Ἴων ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν
ὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι.
Κρέουσα ἰὼ ἰὼ λαμπρᾶς αἰθέρος ἀμπτυχαί,
τίνʼ αὐδὰν ἀύσω βοάσω; πόθεν μοι
συνέκυρσʼ ἀδόκητος ἡδονά;
πόθεν ἐλάβομεν χαράν;
Ἴων ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε,
μῆτερ, παρέστη τῶνδʼ, ὅπως σός εἰμʼ ἐγώ.
Κρέουσα ἔτι φόβωι τρέμω. Ἴων μῶν οὐκ ἔχειν μʼ ἔχουσα; Κρέουσα τὰς γὰρ ἐλπίδας
ἀπέβαλον πρόσω.
ἰὼ ἰὼ γύναι, πόθεν ἔλαβες ἐμὸν βρέφος ἐς ἀγκάλας;
τίνʼ ἀνὰ χέρα δόμους ἔβα Λοξίου;
Ἴων θεῖον τόδʼ· ἀλλὰ τἀπίλοιπα τῆς τύχης
εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθʼ ἐδυστύχει.
Κρέουσα τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύηι,
γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζηι.
νῦν δὲ γενειάσιν πάρα σέθεν πνέω
μακαριωτάτας τυχοῦσʼ ἡδονᾶς.
Ἴων τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις.
Κρέουσα ἄπαιδες οὐκέτʼ ἐσμὲν οὐδʼ ἄτεκνοι·
δῶμʼ ἑστιοῦται, γᾶ δʼ ἔχει τυράννους,
ἀνηβᾶι δʼ Ἐρεχθεύς·
ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται,
ἀελίου δʼ ἀναβλέπει λαμπάσιν.
Ἴων μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω
τῆς ἡδονῆς τῆσδʼ ἧς ἔδωχʼ ὑμῖν ἐγώ.
Κρέουσα ὦ τέκνον,
τί φήις; οἷον οἷον ἀνελέγχομαι.
Ἴων πῶς εἶπας; Κρέουσα ἄλλοθεν γέγονας, ἄλλοθεν.
Ἴων ὤμοι· νόθον με παρθένευμʼ ἔτικτε σόν;
Κρέουσα οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων
ὑμέναιος ἐμός,
τέκνον, ἔτικτε σὸν κάρα.
Ἴων αἰαῖ· πέφυκα δυσγενής, μῆτερ; πόθεν;
Κρέουσα ἴστω Γοργοφόνα Ἴων τί τοῦτʼ ἔλεξας;
Κρέουσα ἃ σκοπέλοις ἐπʼ ἐμοῖς
τὸν ἐλαιοφυῆ πάγον
θάσσει Ἴων λέγεις μοι σκολιὰ κοὐ σαφῆ τάδε.
Κρέουσα παρʼ ἀηδόνιον πέτραν
Φοίβωι Ἴων τί Φοῖβον αὐδᾶις;
Κρέουσα κρυπτόμενον λέχος ηὐνάσθην
Ἴων λέγʼ· ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι.
Κρέουσα δεκάτωι δέ σε μηνὸς ἐν
κύκλωι κρύφιον ὠδῖνʼ ἔτεκον Φοίβωι.
Ἴων ὦ φίλτατʼ εἰποῦσʼ, εἰ λέγεις ἐτήτυμα.
Κρέουσα παρθένια δʼ ἐμᾶς ματέρος
σπάργανʼ ἀμφίβολά σοι τάδʼ ἀνῆψα κερ-
κίδος ἐμᾶς πλάνους.
γάλακτι δʼ οὐκ ἐπέσχον οὐδὲ μαστῶι
τροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν,
ἀνὰ δʼ ἄντρον ἔρημον οἰωνῶν
γαμφηλαῖς φόνευμα θοίναμά τʼ εἰς
Ἅιδαν ἐκβάλληι.
Ἴων ὦ δεινὰ τλᾶσα, μῆτερ. Κρέουσα ἐν φόβωι, τέκνον,
καταδεθεῖσα σὰν ἀπέβαλον ψυχάν.
ἔκτεινά σʼ ἄκουσʼ. Ἴων ἐξ ἐμοῦ τʼ οὐχ ὅσιʼ
ἔθνηισκες.
Κρέουσα ἰὼ ἰώ· δειναὶ μὲν αἱ τότε τύχαι,
δεινὰ δὲ καὶ τάδʼ· ἑλισσόμεσθʼ ἐκεῖθεν
ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν,
μεθίσταται δὲ πνεύματα.
μενέτω· τὰ πάροιθεν ἅλις κακά· νῦν
δὲ γένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.
Χορός μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ
ἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.
Ἴων ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν
καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς
τύχη, παρʼ οἵαν ἤλθομεν στάθμην βίου
μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια.
φεῦ· ἆρʼ ἐν φαενναῖς ἡλίου περιπτυχαῖς
ἔνεστι πάντα τάδε καθʼ ἡμέραν μαθεῖν;
φίλον μὲν οὖν σʼ εὕρημα, μῆτερ, ηὕρομεν,
καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε·
τὰ δʼ ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι.
δεῦρʼ ἔλθʼ· ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω
καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον.
ὅρα σύ, μῆτερ, μὴ σφαλεῖσʼ ἃ παρθένοις
ἐγγίγνεται νοσήματʼ ἐς κρυπτοὺς γάμους
ἔπειτα τῶι θεῶι προστίθης τὴν αἰτίαν
καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη
Φοίβωι τεκεῖν με φήις, τεκοῦσʼ οὐκ ἐκ θεοῦ.
Κρέουσα μὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτε
Νίκην Ἀθάναν Ζηνὶ γηγενεῖς ἔπι,
οὐκ ἔστιν οὐδείς σοι πατὴρ θνητῶν, τέκνον,
ἀλλʼ ὅσπερ ἐξέθρεψε Λοξίας ἄναξ.
Ἴων πῶς οὖν τὸν αὑτοῦ παῖδʼ ἔδωκʼ ἄλλωι πατρὶ
Ξούθου τέ φησι παῖδά μʼ ἐκπεφυκέναι;
Κρέουσα πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε
αὑτοῦ γεγῶτα· καὶ γὰρ ἂν φίλος φίλωι
δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων.
Ἴων ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται;
ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα.
Κρέουσα ἄκουε δή νυν ἅμʼ ἐσῆλθεν, ὦ τέκνον·
εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ
δόμον καθίζει· τοῦ θεοῦ δὲ λεγόμενος
οὐκ ἔσχες ἄν ποτʼ οὔτε παγκλήρους δόμους
οὔτʼ ὄνομα πατρός. πῶς γάρ, οὗ γʼ ἐγὼ γάμους
ἔκρυπτον αὐτὴ καί σʼ ἀπέκτεινον λάθραι;
ὁ δʼ ὠφελῶν σε προστίθησʼ ἄλλωι πατρί.
Ἴων οὐχ ὧδε φαύλως αὔτʼ ἐγὼ μετέρχομαι,
ἀλλʼ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους
εἴτʼ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου.
ἔα· τίς οἴκων θυοδόκων ὑπερτελὴς
ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν;
φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνων
ὁρῶμεν, εἰ μὴ καιρός ἐσθʼ ἡμᾶς ὁρᾶν.
Ἀθηνᾶ μὴ φεύγετʼ· οὐ γὰρ πολεμίαν με φεύγετε
ἀλλʼ ἔν τʼ Ἀθήναις κἀνθάδʼ οὖσαν εὐμενῆ.
ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς
Παλλάς, δρόμωι σπεύσασʼ Ἀπόλλωνος πάρα,
ὃς ἐς μὲν ὄψιν σφῶιν μολεῖν οὐκ ἠξίου,
μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόληι,
ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι·
ὡς ἥδε τίκτει σʼ ἐξ Ἀπόλλωνος πατρός,
δίδωσι δʼ οἷς ἔδωκεν, οὐ φύσασί σε,
ἀλλʼ ὡς κομίζηι ʼς οἶκον εὐγενέστατον.
ἐπεὶ δʼ ἀνεώιχθη πρᾶγμα μηνυθὲν τόδε,
θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων
καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο.
ἔμελλε δʼ αὐτὰ διασιωπήσας ἄναξ
ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σοὶ
σέ θʼ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός.
ἀλλʼ ὡς περαίνω πρᾶγμα καὶ χρησμοὺς θεοῦ,
ἐφʼ οἷσιν ἔζευξʼ ἅρματʼ, εἰσακούσατον.
λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα
χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς
ἵδρυσον. ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς
δίκαιος ἄρχειν τῆς ἐμῆς ὅδε χθονός,
ἔσται δʼ ἀνʼ Ἑλλάδʼ εὐκλεής. οἱ τοῦδε γὰρ
παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς
ἐπώνυμοι γῆς κἀπιφυλίων χθονὸς
λαῶν ἔσονται, σκόπελον οἳ ναίουσʼ ἐμόν.
Γελέων μὲν ἔσται πρῶτος· εἶτα δεύτερος
Ὅπλητες Ἀργαδῆς τʼ, ἐμῆς τʼ ἀπʼ αἰγίδος
ἓν φῦλον ἕξουσʼ Αἰγικορῆς. οἱ τῶνδε δʼ αὖ
παῖδες γενόμενοι σὺν χρόνωι πεπρωμένωι
Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις
χέρσους τε παράλους, ὃ σθένος τἠμῆι χθονὶ
δίδωσιν· ἀντίπορθμα δʼ ἠπείροιν δυοῖν
πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς
Εὐρωπίας τε· τοῦδε δʼ ὀνόματος χάριν
Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος.
Ξούθωι δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος,
Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται
πόλις κατʼ αἶαν Πελοπίαν· ὁ δεύτερος
Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας
τύραννος ἔσται, κἀπισημανθήσεται
κείνου κεκλῆσθαι λαὸς ὄνομʼ ἐπώνυμον.
καλῶς δʼ Ἀπόλλων πάντʼ ἔπραξε· πρῶτα μὲν
ἄνοσον λοχεύει σʼ, ὥστε μὴ γνῶναι φίλους·
ἐπεὶ δʼ ἔτικτες τόνδε παῖδα κἀπέθου
ἐν σπαργάνοισιν, ἁρπάσαντʼ ἐς ἀγκάλας
Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος,
ἔθρεψέ τʼ οὐδʼ εἴασεν ἐκπνεῦσαι βίον.
νῦν οὖν σιώπα παῖς ὅδʼ ὡς πέφυκε σός,
ἵνʼ ἡ δόκησις Ξοῦθον ἡδέως ἔχηι
σύ τʼ αὖ τὰ σαυτῆς ἀγάθʼ ἔχουσʼ ἴηις, γύναι.
καὶ χαίρετʼ· ἐκ γὰρ τῆσδʼ ἀναψυχῆς πόνων
εὐδαίμονʼ ὑμῖν πότμον ἐξαγγέλλομαι.
Ἴων ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίαι
σοὺς λόγους ἐδεξάμεσθα, πείθομαι δʼ εἶναι πατρὸς
Λοξίου καὶ τῆσδε· καὶ πρὶν τοῦτο δʼ οὐκ ἄπιστον ἦν.
Κρέουσα τἀμὰ νῦν ἄκουσον· αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν,
οὕνεχʼ οὗ ποτʼ ἠμέλησε παιδὸς ἀποδίδωσί μοι.
αἵδε δʼ εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια,
δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέρας
ἡδέως ἐκκριμνάμεσθα καὶ προσεννέπω πύλας.
Ἀθηνᾶ ἤινεσʼ οὕνεκʼ εὐλογεῖς θεὸν μεταβαλοῦσʼ ἀεί που
χρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δʼ οὐκ ἀσθενῆ.
Κρέουσα ὦ τέκνον, στείχωμεν οἴκους. Ἀθηνᾶ στείχεθʼ, ἕψομαι
δʼ ἐγώ.
Ἴων ἀξία γʼ ἡμῶν ὁδουρός. Κρέουσα καὶ φιλοῦσά γε πτόλιν.
Ἀθηνᾶ ἐς θρόνους δʼ ἵζου παλαιούς. Ἴων ἄξιον τὸ κτῆμά μοι.
Χορός ὦ Διὸς Λητοῦς τʼ Ἄπολλον, χαῖρʼ· ὅτωι δʼ ἐλαύνεται συμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών·
ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων,
οἱ κακοὶ δʼ, ὥσπερ πεφύκασʼ, οὔποτʼ εὖ πράξειαν ἄν.