eul_wid: dum-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Pastoral and Satirical Fragments by Eupolis of Athens

The Pastoral and Satirical Fragments is a modern compilation of surviving excerpts from the lost comedies of the Athenian playwright Eupolis, a principal author of Old Comedy who was active alongside Aristophanes and Cratinus in the late 5th century BCE. This collection is not a unified ancient text but an assembly of over 500 fragments, preserved through quotation by later authors, which range from isolated words to passages of several lines. These fragments are drawn from at least fourteen known plays, including major works such as The Demes and The Flatterers, and illustrate the dual focus suggested by the collection's title: depictions of bucolic life and incisive political satire.

Eupolis wrote during the Peloponnesian War, and his comedies were performed at public festivals in Athens, functioning as a form of civic commentary. His work directly lampooned contemporary political figures such as Alcibiades and engaged with the pressing social and military concerns of the era. These fragments provide crucial evidence for understanding the political atmosphere and theatrical practices of classical Athens beyond the more complete corpus of Aristophanes. No complete play by Eupolis survives; the fragments are known only through indirect transmission. They are primarily sourced from quotations in later Greek and Roman authors like Athenaeus, citations in ancient lexicons and scholia, and a limited number of papyrus discoveries. The largest of these papyri preserves substantial portions of The Demes. The definitive modern edition collecting and annotating these fragments is Greek Comic Poets (PCG).

ΑΙΓΕΣ.
Βοσκόμεθʼ ὕλης ἀπὸ παντοδαπῆς, ἐλάτης πρίνου κομά- ρου τε
πτορθοὺς ἁπαλοὺς ἀποτρώγουσαι, καὶ πρὸς τούτοισιν ἔτʼ ἄλλʼ οἷον
κύτισόν τʼ ἠδὲ σφάκον εὐώδη, καὶ σμίλακα τὴν πολύ- φυλλον,
κότινον, σχῖνον, μελίαν, πεύκην, ἀρίαν, δρῦν, κιττόν, ἐρίκην,
πρόμαλον, ῥάμνον, φλόμον, ἀνθέρικον, φηγόν, κισθόν, θύμα, θύμβραν.
Ὡς ἡ ποτʼ αὐτὸν ἢν κάμῃ τις, εὐθέως
ἐρεῖ, πρίω μοι σελάχιον. Β. τί δʼ ἢν λύκον;
Α. κεκράξεται φράσει τε πρὸς τὸν αἰπόλον.
Πλὴν
ἅπαξ πότʼ ἐν Φαίακος ἔφαγον καρίδας.
Διόνυσε χαῖρε. μή τι πέντε καὶ δύο;
Αὐτοῦ τὴν χερνίβα παύσεις.
Καὶ τῆς λοπάδος ἔνεισι δʼ ἑψητοί τινες.
Ὦ Χάριτες αἷσι μέλουσιν ἑψητοί.
Ἐπίσταμαι γὰρ αἰπολεῖν, σκάπτειν, νεᾶν, φυτεύειν.
Σὺ δʼ αἰγιάζεις ἐνθαδὶ καθήμενος,
Καὶ ζῆν μαθόντι μηδὲ τάγυρι μουσικῆς.
Ἐγὼ τελῶ τὸν μισθὸν ὅντινʼ ἂν χρῇ.
Ταύτην ἐγὼ ʼζήτουν πάλαι τὴν ἁρμογήν.
Τὴν πανδοκεύτριαν γὰρ ὁ γλάμων ἔχει.
Προσένεγκέ μοὐγγὺς τὸ στόμʼ ὀσφρέσθαι τὸ σόν.
Σφυράδων πολλῶν ἀναμέστη.
ΑΣΤΡΑΤΕΥΤΟΙ Η ΑΝΔΡΟΓΥΝΑΙ.
Πείσανδρος εἰς Πακτωλὸν ἐστρατεύετο,
κἀνταῦθα τῆς στρατιᾶς κάκιστος ἦν ἀνήρ.
Ἐν εὐσκίοις δρόμοισιν Ἀκαδήμου θεοῦ.
Μήποτε θρέψω
παρὰ Περσεφόνῃ τοιόνδε ταὧν, ὃς τοὺς εὕδοντας ἐγείρει.
Ἄνδρες ἑταῖροι, δεῦρο δὴ τὴν γνώμην προσίσχετε,
εἰ δυνατὸν καὶ μήτι μεῖζον πράττουσα τυγχάνει. …
Καὶ ξυνεγιγνόμην ἀεὶ τοῖς ἀγαθοῖς φάγροισιν.
Δοκῶ μοι νῦν ὁρᾶν ἀφαδίαν.
ΑΥΤΟΛΥΚΟΣ Αʹ ΚΑΙ Βʹ.
Ἐπὶ καινοτέρας ἰδέας ἀσεβῶν βίον, ὦ μοχθηρός, ἔτριβες.
Β. πῶς ὦ πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξας.
Σκέλη δὲ καὶ κωλῆνες εὐθύτου ʼρίφου.
Ἐλλιμένιον ὃ δοῦναι πρὶν εἰσβῆναί σε δεῖ.
Τί δῆτʼ ἄν, εἰ μὴ τὸ σκαφίον αὐτῇ παρῆν;
Οἰκοῦσι δʼ ἐνθάδʼ ἐν τρισὶν καλιδίοις,
οἴκημʼ ἔχων ἕκαστος.
Ἤδη γὰρ Ἀρίσταρχον στρατηγοῦντʼ ἄχθομαι.
Ἀτὰρ ἤγαγες καινόν τι φῖτυ τῶν βοῶν.
Ἀνεκάς τʼ ἐπήρω καὶ βδελυρὸς σὺ τὸ σκέλος.
Ὅτι τὰ πατρῷα πρὸς σὲ καταδιέφθορα.
Ἆρα σφόδρʼ ἐνεούρησεν ἐξώλης γέρων;
Καπνοὺς ἀποφαίνει καὶ σκιάς.
ΒΑΠΤΑΙ.
Ὃς καλῶς μὲν τυμπανίζεις
καὶ διαψάλλει τριγώνοις
κἀπικινεῖ ταῖς κοχώναις
καὶ τιθεῖς ἄνω σκέλη.
Σὺ δʼ ὕπαγʼ εἰς τοὔμπροσθεν.
Ἀναρίστητος ὤν
κοὐδὲν βεβρωκώς, ἀλλὰ γὰρ στέφανον ἔχων.
Ὅτι οὐκ ἀτρύφερος οὐδʼ ἄωρός ἐστʼ ἀνήρ.
Ἀλλʼ οὐχὶ δυνατόν ἐστιν· οὐ γὰρ ἀλλὰ προ-
βούλευμα βαστάζουσι τῆς πόλεως μέγα.
Ἀλλʼ ἐξολεῖς με ναὶ μὰ τὴν ἀμυγδαλῆν.
Ἀλλὰ τὰς κοίτας γʼ ἔχουσι πλουσίως σεσαγμένας
Ἀνόσια πάσχω ταῦτα ναὶ μὰ τὰς Νύμφας.
Β. πολλοῦ μὲν οὖν δίκαια ναὶ μὰ τὰς κράμβας.
Ὦ ῥύμβε μαστίξας ἐμέ.
Κἀκείνους τοὺς Ἱππέας
συνεποίησα τῷ φαλακρῷ τούτῳ κἀδωρησάμην.
Ἐκεῖ γὰρ ἕξεις ἀγαθὰ πολλὰ δὴ πρῴ.
Ἐπιχώριος δʼ ἔστʼ ἢ ξένης ἀπὸ χθονός;
ΔΗΜΟΙ.
Τοιγαροῦν οὐδεὶς στρατηγὸς ἐξ ἐκείνου τοῦ χρόνου
ἐδύναθʼ, ὥσπερ μειαγωγὸς ἑστιῶν …
… τῆς τοῦδε νίκης πλείονʼ ἑλκύσαι σταθμόν.
Οὐ γὰρ μὰ τὴν Μαραθῶνι τὴν ἐμὴν μάχην
χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
Τὸ γὰρ δίκαιον πανταχοῦ φυλακτέον.
ΝΙ. Πῶς γὰρ ἐγένου δίκαιος; …
Ἀριστείδης ἡ μὲν φύσις τὸ μέγιστόν ἐστʼ, ἔπειτα δὲ
κἀγὼ προθύμως τῇ φύσει συνελάμβανον.
Ὅ τι περ κεφάλαιον τῶν κάτωθεν ἤγαγες.
Κράτιστος οὗτος ἐγένετʼ ἀνθρώπων λέγειν·
ὁπότε παρέλθοι δʼ, ὥσπερ ἁγαθοὶ δρομῆς
ἐκ δέκα ποδῶν ᾕρει λέγων τοὺς ῥήτορας.
Β. ταχὺν λέγεις μέν, πρὸς δέ γʼ αὐτοῦ τῷ τάχει
πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσιν.
οὕτως ἐκήλει, καὶ μόνος τῶν ῥητόρων
τὸ κέντρον ἐγκατέλειπε τοῖς ἀκροωμένοις.
Ῥήτωρ γάρ ἐστι νῦν τις, ὅν γʼ ἔστιν λέγειν;
Β. ὁ Βουζύγης ἄριστος ἁλιτήριος.
Λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν.
Π. Ὁ νόθος δέ μοι ζῇ; Μ. καὶ πάλαι γʼ ἂν ἦν ἀνήρ,
εἰ μὴ τὸ τῆς πόρνης ὑπωρρώδει κακόν.
Οὐ δεινὸν οὖν κριοὺς ἔμʼ ἐκγεννᾶν τέκνα,
ὄρνεις δʼ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;
Ἅπασα γὰρ ποθοῦμεν ἡ κλεινὴ πόλις.
Ἀμβλυστονῆσαι καὶ χλοῆσαι τὴν πόλιν.
Καὶ μηκέτʼ, ὦναξ Μιλτιάδη καὶ Περίκλεες,
ἐάσατʼ ἄρχειν μειράκια κινούμενα,
ἐν τοῖς σφυροῖς ἕλκοντα τὴν στρατηγίαν.
Καὶ λέγουσί γε
τὰ μειράκια προϊστάμενα τοῖς ἀνδράσιν.
Καὶ μὴν ἐγὼ πολλῶν παρόντων οὐκ ἔχω τί λέξω·
οὕτω σφόδρʼ ἀλγῶ τὴν πολιτείαν ὁρῶν παρʼ ἡμῖν.
ἡμεῖς γὰρ οὐχ οὕτω τέως ᾠκοῦμεν οἱ γέροντες,
ἀλλʼ ἦσαν ἡμῖν τῇ πόλει πρῶτον μὲν οἱ στρατηγοί
ἐκ τῶν μεγίστων οἰκιῶν, πλούτῳ γένει τε πρῶτοι,
οἷς ὡσπερεὶ θεοῖσιν ηὐχόμεσθα· καὶ γὰρ ἦσαν·
ὥστʼ ἀσφαλῶς ἐπράττομεν, νυνὶ δʼ, ὅποι τύχοιμεν,
στρατευόμεσθʼ αἱρούμενοι καθάρματα στρατηγούς.
Κἄν τις τύχῃ πρῶτος δραμών, εἴληφε χειρόνιπτρον,
ἀνὴρ δʼ ὅταν τις ἀγαθὸς ᾖ καὶ χρήσιμος πολίτης,
νικᾷ τε πάντας χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον.
Μὴ παιδὶ τὰ κοινά.
Καὶ τοῦ μὲν ἐν κύκλῳ γε παύσομαι λόγου,
φράσω δέ σοι τὸ πρᾶγμα διὰ τῶν χωρίων.
Ἀναθῶμεν νῦν χἡμεῖς τούτοις τασδὶ τὰς εἰρεσιώνας
καὶ προσαγήλωμεν ἀπελθόντας. Β. Χαίρετε πάντες. Α. δεχόμεσθα.
Ὃν χρῆν ἔν τε ταῖς τριόδοις κἀν τοῖς ὀξυθυμίοις
προστρόπαιον τῆς πόλεως κάεσθαι τετριγότα.
Ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης.
Τὸ χαλκίον
θέρμαινέ θʼ ἡμῖν καὶ θύη πέττειν τινά
κέλευʼ, ἵνα σπλάγχνοισι συγγενώμεθα.
Ἀνὴρ πολίτης πουλύπους ἐς τοὺς τρόπους.
Ὅτῳ δʼ ἂν οἶνος ᾖ πολὺς πίσει.
Λέγʼ ὅτου ʼπιθυμεῖς, κοὐδὲν ἀτυχήσεις ἐμοῦ.
Γυναῖκʼ ἔχοντα μάλα καλήν τε κἀγαθήν·
αὕτη νεανικοῦντος ἐπεθύμησέ μου.
Τοιαῦτα μέντοι νιγλαρεύων κρούματα.
Ἐνταῦθα τοίνυν ἦν ἐκείνοισιν πιθών.
Ἔχων στατῆρας χρυσίου τρισχιλίους.
Τί κέκραγας, ὥσπερ Βουζύγης ἀδικούμενος;
Ταδὶ δὲ τὰ δένδρα Λαισποδίας καὶ Δαμασίας
αὐταῖσι ταῖς κνήμαισιν ἀκολουθοῦσί μοι.
Ἱπποκράτους τε παῖδες ἐμβόλιμοί τινες,
βληχητὰ τέκνα κοὐδαμῶς τοῦ τρόπου.
Ἐγὼ δὲ συμψήσασα τἀργυρίδιον.
ΔΙΑΙΤΩΝ.
ΔΙΑΣ.
ΕΙΛΩΤΕΣ.
Καὶ γένηται τοῖσδε σάμερον κοπίς.
Τὰ Στησιχόρου τε καὶ Ἀλκμᾶνος Σιμωνίδου τʼ ἀρχαῖον ἀείδειν·
ὁ δὲ Γνήσιππος ἔστιν ἀκούειν.
κεῖνος νυκτερίνʼ εὗρε μοιχοῖς ἀείσματʼ ἐκκαλεῖσθαι
γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνον.
Ὀβολὸν τὸν καλλιχέλωνον.
ΚΛΟΠΑΙ.
ΚΟΛΑΚΕΣ.
Ἀλλὰ δίαιταν ἣν ἔχουσʼ οἱ κόλακες πρὸς ὑμᾶς
λέξομεν· ἀλλʼ ἀκούσαθʼ ὡς ἐσμὲν ἅπαντα κομψοί
ἄνδρες· ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν
ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸς αὐτοῦ.
ἱματίω δέ μοι δύʼ ἐστὸν χαρίεντε τούτω,
οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω
εἰς ἀγοράν, ἐκεῖ δʼ ἐπειδὰν κατίδω τινʼ ἄνδρα
ἠλίθιον, πλουτοῦντα δʼ, εὐθὺς περὶ τοῦτον εἰμί.
κἄν τι τύχῃ λέγων ὁ πλούταξ, πάνυ τοῦτʼ ἐπαινῶ,
καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν.
εἶτʼ ἐπὶ δεῖπνον ἐρχόμεσθʼ ἄλλυδις ἄλλος ἡμῶν
μᾶζαν ἐπʼ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλά
τὸν κόλακʼ εὐθέως λέγειν, ἢ φέρεται θύραζε.
οἶδα δʼ Ἀκέστορʼ αὐτὸ τὸν στιγματίαν παθόντα·
σκῶμμα γὰρ εἶπʼ ἀσελγές, εἶτʼ αὐτὸν ὁ παῖς θύραζε
ἐξαγαγὼν ἔχοντα κλῳὸν παρέδωκεν Οἰνεῖ.
Φημὶ δὲ βροτοῖσι πολὺ πλεῖστα παρέχειν ἐγὼ
καὶ πολὺ μέγιστʼ ἀγαθά. ταῦτα δʼ ἀποδείξομεν.
Παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία,
ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῴ,
καὶ γυναῖκες εἱλίποδες.
Τῶν περὶ τάγηνον καὶ μετʼ ἄριστον φίλων.
Τουτὶ λαβὼν τὸ κόρημα τὴν αὐλὴν κόρει.
Ἔνδοθι μέν ἐστι Πρωταγόρας ὁ Τήϊος,
ὃς ἀλαζονεύεται μέν, ἁλιτήριος,
περὶ τῶν μετεώρων, τὰ δὲ χαμᾶθεν ἐσθίει.
Πίνειν γὰρ αὐτὸν Πρωταγόρας ἐκέλευʼ, ἵνα
πρὸ τοῦ κυνὸς τὸν πνεύμονʼ ἔκλυτον φορῇ.
Λαφύσσεται λαφυγμὸν ἀνδρεῖον πάνυ.
Ὅσος δʼ ὁ βρυγμὸς καὶ κοπετὸς ἐν τῇ στέγῃ.
Δραχμῶν ἑκατὸν ἰχθῦς ἐώνημαι μόνον
ὀκτὼ λάβρακας, χρυσόφρυς δὲ δώδεκα.
Δεῖπνον θὲς ἑκατὸν δραχμάς. Β. ἰδού.
Α. οἶνον θὲς ἑτέραν μνᾶν.
Ἐκεῖνος ἦν φειδωλός, ὃς ἐπὶ τοῦ βίου
πρὸ τοῦ πολέμου μὲν τριχίδας ὠψώνησʼ ἅπαξ,
ὅτε τἀν Σάμῳ δʼ ἦν, ἡμιωβολίου κρέα.
Ὃς χαρίτων μὲν ὄζει,
καλλαβίδας δὲ βαίνει,
σησαμίδας δὲ χέζει,
μῆλα δὲ χρέμπτεται.
Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω. Β. τί ληρεῖς;
οὐκ οἴκαδʼ ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα;
Φοροῦσιν ἁρπάζουσιν ἐκ τῆς οἰκίας
τὸ χρυσίον, τἀργύρια πορθεῖται.
Ἄκουε δὴ σκεύη τὰ κατὰ τὴν οἰκίαν.
τεσσυγέγραπται τοῖς τὰ ἔπιπλα.
Θὲς νῦν ἀγροὺς καὶ πρόβατα καὶ βοῦς.
Ἵππον κέλητʼ ἀσκοῦντα θές.
ΛΑΚΩΝΕΣ.
Τὰ συκάριʼ ἐποίησε μυττωτὸν πολύν.
ΜΑΡΙΚΑΣ.
Πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη Μαρικᾶς.
Καὶ πόλλʼ ἔμαθον ἐν τοῖσι κουρείοις ἐγώ
ἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶν.
Ἀλλʼ οὖν ἔγωγέ σοι λέγω Μαρικᾶντα μὴ κολάζειν.
Α. Πόσου χρόνου γὰρ συγγεγένησαι Νικίᾳ;
Β. οὐδʼ εἶδον, εἰ μὴ '́ναγχος ἑστῶτʼ ἐν ἀγορᾷ.
Α. ἁνὴρ ὁμολογεῖ Νικίαν ἑορακέναι.
καί τοι τί παθὼν ἂν εἶδεν εἰ μὴ προυδίδου;
Γ. ἠκούσατʼ ὦ συνήλικες
ἐπʼ αὐτοφώρῳ Νικίαν εἰλημμένον;
Β. ὑμεῖς γὰρ ὦ φρενοβλαβεῖς
λάβοιτʼ ἂν ἄνδρʼ ἄριστον ἐν κακῷ τινι;
Ἄκουε νῦν Πείσανδρος ὡς ἀπόλλυται.
Β. ὁ στρεβλός; Α. οὐκ ἀλλʼ ὁ μέγας, οὑνοκίνδιος.
Ἀλλʼ εὐθὺ πόλεως εἶμι· θῦσαι γάρ με δεῖ
κοιὸν Χλόῃ Δήμητρι.
Νὼ γάρ, ἄνδρες, οὐχ ἱππεύομεν.
Κρούων γε μὴν αὐτὰς ἐωνούμην ἐγώ.
Τῶν γὰρ πονηρῶν μικρόν ἐστι τοὐβολοῦ.
Ὃς θυμήνας τοῖς στρατιώταις λοιμὸν καὶ ψῶζαν ἔπεμψεν.
Πότερʼ ἦν τὸ τάριχος Φρύγιον ἢ Γαδειρικόν;
Περιήλθομεν καὶ φῦλον ἀμφορεαφόρων.
ΝΟΥΜΗΝΙΑΙ.
ΠΟΛΕΙΣ.
Τῆνος αὕτη
πολλοὺς ἔχουσα σκορπίους ἔχεις τε συκοφάντας.
Αὕτη Χίος, καλὴ πόλις …
πέμπει γὰρ ἡμῖν ναῦς μακρὰς ἄνδρας θʼ ὅταν δεήσῃ,
καὶ τἄλλα πειθαρχεῖ καλῶς, ἄπληκτος ὥσπερ ἵππος.
Πεφυτευμένη δʼ αὕτη ʼστὶν ἢ ψιλὴ μόνον;
Ἡ δʼ ὑστάτη ποῦ ʼσθʼ; Β. ἥδε Κύζικος πλέα στατήρων.
ἐν τῇδε τοίνυν τῇ πόλει φρουρῶν ἐγώ ποτʼ αὐτός
γυναῖκʼ ἐκίνουν κολλύβου καὶ παῖδα καὶ γέροντα,
κἀξῆν ὅλην τὴν ἡμέραν τὸν κύσθον ἐκκορίζειν.
Ὡς ὑμῖν πάντως ἐγώ
ἀποκρινοῦμαι πρὸς τὰ κατηγορούμενα.
Οὓς δʼ οὐκ ἂν εἵλεσθʼ οὐδʼ ἂν οἰνόπτας πρὸ τοῦ,
νυνὶ στρατηγοὺς ἔχομεν. ὦ πόλις, πόλις,
ὡς εὐτυχὴς εἶ μᾶλλον ἢ καλῶς φρονεῖς.
Συρακόσιος δʼ ἔοικεν, ἡνίκʼ ἂν λέγῃ,
τοῖς κυνιδίοισι τοῖσιν ἐπὶ τῶν τειχίων·
ἀναβὰς γὰρ ἐπὶ τὸ βῆμʼ ὑλακτεῖ περιτρέχων.
Ὄρτυγας ἔθρεψας σύ τινας ἤδη πώποτε;
Β. ἔγωγε μίκρʼ ἄττʼ ὀρτύγια· κἄπειτα τί;
Κακὸς μὲν οὐκ ἦν, φιλοπότης δὲ κἀμελής,
κἀνίοτʼ ἂν ἀπεκοιμᾶτʼ ἂν ἐν Λακεδαίμονι,
κἂν Ἐλπινίκην τήνδε καταλιπὼν μόνην.
Χἀμυνίας ἐκεῖνος ἀμέλει κλαύσεται,
ὅτι ὢν ἄγροικος ἵσταται πρὸς τῷ μύρῳ,
ὅτι θεῶν ἕνεκʼ ἔπλευσε κακὸς ὢν εἴσεται.
Οὐκ ἀργαλέα δῆτʼ ἐστὶ πάσχειν τοῦτʼ ἐμέ,
τὸν Λευκολοφίδου παῖδα τοῦ Πορθάονος;
Ἐξ Ἡρακλείας ἀργύριον ὑφείλετο.
Ἔστι δέ τις θήλεια Φιλόξενος ἐκ Λιομείων.
Ὡς αὖ τίνʼ ἔλθω δῆτά σοι τῶν μάντεων;
πότερος ἀμείνων ἀμφοτέρων; ἢ Στιλβίδης;
Ἱερόκλεες βέλτιστε χρησμῳδῶν ἄναξ.
Καὶ τῷ Πυριλάμπους ἆρα Δήμῳ κυψέλη
ἔνεστιν;
Ὥσπερ ἐπὶ τὴν Λύκωνος ἔρρει πᾶς ἀνήρ.
Ὦ δέσποτα, καὶ τάδε νῦν ἄκουσον, ἃν λέγω σοι.
Ὃς τὴν Μαραθῶνι κατέλιφʼ ἡμῖν οὐσίαν.
Τί δʼ ἔστʼ Ἀθηναίοισι πρᾶγμʼ ἀπώμοτον;
Ἣν οὐκ ἀνέῳξα πώποτʼ ἀνθρώποις ἐγώ.
Ὡς μόλις ἀνήρρησʼ· οὐδέν ἐσμεν οἱ σαπροί.
Οὐ γὰρ πολυπράγμων ἐστίν, ἀλλʼ ἁπλήγιος.
Ὁ Φιλῖνος οὗτος, τί ἄρα πρὸς ταύτην βλέπεις;
οὐκ ἀπολιβάξεις εἰς ἀποικίαν τινά;
Ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν.
Ἐμοὶ γὰρ οὐκ ἔστʼ οὐδὲ λάσανʼ ὅπου χέσω.
Καὶ Χαόνων καὶ Παιόνων καὶ Μαρδόνων.
Κακὰ τοιάδε
πάσχουσιν, οὐδὲ πρᾶσιν αἰτοῦσιν.
ἄνευ καλαθίσκων καὶ πόρων καὶ πηνίων.
Καρδόπους,
κρατῆρας, ὀκτὼ δὲ χύτρας, δύο τρυβλίω,
κνέφαλλά τε καὶ θέρμαυστριν, ἓξ θρόνους, χύτραν,
κάννας ἑκατόν, κόρημα, κιβωτόν, λύχνον.
ΠΡΟΣΠΑΛΤΙΟΙ.
Μήτηρ τις αὐτῷ Θρᾷττα ταινιόπωλις ἦν.
Τὸ δεῖνʼ ἀκούεις; Ἡράκλεις, τοῦτʼ ἔστι σοι
τὸ σκῶμμʼ ἀσελγὲς καὶ Μεγαρικὸν καὶ σφόδρα
ψυχρόν. γελῶσιν, ὡς ὁρᾷς, τὰ παιδία.
Πάντα γὰρ τυχὼν ἄπει.
Τί κατακροᾶσθέ μου τὰ μουσοδονήματα;
Ἢ πηλὸν ὀργάζειν τινά.
ΤΑΞΙΑΡΧΟΙ.
Φορμίων Οὐκοῦν περιγράψεις ὅσον ἐναριστᾶν κύκλον;
Διόνυσος Τί δʼ ἔστιν; εἰς ὤμιλλαν ἀριστήσομεν;
ἢ κόψομεν τὴν μᾶζαν ὥσπερ ὄρτυγα;
Δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλας,
οἶνόν τε πίνειν Ναξίων ἀπʼ ἀμπέλων.
Ἐπιφαγεῖν μηδὲν ἄλλʼ ἢ κρόμμυον
λέποντα καὶ τρεῖς ἁλμάδας.
Ὡς οὐκέτʼ ἄν
φύγοιμι … στιβάδος ἐξ ὅτου '́φαγον.
Οὐκ ἢν φυλάττῃ γʼ ὧδʼ ἔχων τὴν ἀσπίδα.
Ἀντὶ ποικίλου
πιναρὸν ἔχοντʼ ἀλουτίᾳ κάρα τε καὶ
τρίβωνʼ. ὅτʼ ἦν μέντοι νεώτερος, κρόκης
πέντε στατῆρας εἶχε, ναὶ μὰ τὸν Δία,
νῦν δὲ ῥύπου γε δύο τάλαντα ῥᾳδίως.
Ὅστις πύελον ἥκεις ἔχων καὶ χαλκίον,
ὥσπερ λεχὼ στρατιῶτις ἐξ Ἰωνίας.
Ἐγὼ δέ γε στίξω σε βελόναισιν τρισίν.
Οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν
ἄγων ἀποκηρύξει τις ὅ τι ἂν ἀλφάνῃ;
ΥΒΡΙΣΤΟΔΙΚΑΙ.
ΦΙΛΟΙ.
Οὐ δεινὰ ταῦτα δὲ Ἀργείας φέρειν,
σχιστὰς ἐνεργεῖν.
Χῖος δεσπότην ὠνήσατο.
Οὐκ ἐσωφρόνησας, ὦ πρεσβῦτα, τὴν κατάστασιν
τήνδε λαμβάνων ἄφνω πρὶν καὶ μαθεῖν τὴν ἱππικήν.
Ῥέγκειν δὲ τοὺς ὅλμους … οἴμοι τῶν κακῶν.
Νὴ τὸν Ποσειδῶ, κοὐδέποτέ γʼ ἴσχει θύρα.
ΧΡΥΣΟΥΝ ΓΕΝΟΣ.
Ὦ καλλίστη πόλι πασῶν, ὅσας Κλέων ἐφορᾷ,
ὡς εὐδαίμων πρότερόν τʼ ἦσθα νῦν τε μᾶλλον ἔσει. …
Ἔδει πρῶτον μὲν ὑπάρχειν πάντων ἰσηγορίαν. …
Πῶς οὖν οὐκ ἄν τις ὁμιλῶν χαίροι τοιᾷδε πόλει,
ἵνʼ ἔξεστιν πάνυ λεπτῷ κακῷ τε τὴν ἰδέαν—
Δωδέκατος ὁ τυφλός, τρίτος ὁ τὴν καλὴν ἔχων,
ὁ στιγματίας τέταρτός ἐστιν ἐπὶ δέκα,
πέμπτος δʼ ὁ πυρρός, ἕκτος ὁ διεστραμμένος·
χοὗτοι μέν εἰσʼ ἑκκαίδεκʼ εἰς Ἀρχέστρατον,
ἐς τὸν δὲ φαλακρὸν ἑπτακαίδεκʼ. Β. ἴσχε δή.
Α. ὄγδοος ὁ τὸ τριβώνιον ἔχων.
Λοιπὸς γὰρ οὐδείς· ἡ τροφαλὶς ἐκεινηΐ
ἐφʼ ὕδωρ βαδίζει σκῖρον ἠμφιεσμένη.
Ἔπειθʼ ὁ κουρεὺς τὰς μαχαιρίδας λαβών
ὑπὸ τῆς ὑπήνης κατακερεῖ τὴν εἰσφοράν.
Ἔπειτʼ εἴσειμʼ ἐνθάδε μείνας
εἰς ὤμιλλαν, κἂν μὴ μετίῃ.
Ὦλκαῖε Σικελιῶτα Πελοποννήσιε.
Ὦ κατάλαβρʼ ὦ κιθαραοιδότατε.
Ὁρῶ. Β. θεῶ νῦν τήνδε Μαριανδυνίαν.
Ἀτεχνῶς μὲν οὖν τὸ λεγόμενον σκύτη βλέπει.
Ἀλλʼ ὦ φίλε Ζεῦ κατάχυτλον τὴν ῥῖνʼ ἔχεις.
Αὐτόματοι δʼ ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν.
Τί γάρ ἐστʼ ἐκεῖνος; Β. ἀποπάτημʼ ἀλώπεκος.
Ἀριθμεῖν θεατὰς ψαμμακοσίους.
Ἀλλʼ ἀκούετʼ ὦ θεαταὶ τἀμὰ καὶ ξυνίετε
ῥήματʼ· εὐθὺς γὰρ πρὸς ὑμᾶς πρῶτον ἀπολογήσομαι,
ὅ τι παθόντες τοὺς ξένους μὲν λέγετε ποιητὰς σοφούς,
ἢν δέ τις τῶν ἐνθάδʼ αὐτοῦ μηδὲ ἓν χεῖρον φρονῶν
ἐπιτιθῆται τῇ ποιήσει, πάνυ δοκεῖ κακῶς φρονεῖν,
μαίνεταί τε καὶ παραρρεῖ τῶν φρενῶν τῷ σῷ λόγῳ.
ἀλλʼ ἐμοὶ πείθεσθε, πάντως μεταβαλόντες τοὺς τρόπους,
μὴ φθονεῖθʼ ὅταν τις ἡμῶν μουσικῇ χαίρῃ νέων.
Μισῶ λακωνίζειν, ταγηνίζειν δὲ κἂν πριαίμην.
πολλὰς δʼ οἶμαι νῦν βεβινῆσθαι …
Α. … ὃς δὲ πρῶτος ἐξεῦρεν τὸ πρῲ ʼπιπίνειν;
Β. πολλήν γε λακκοπρωκτίαν ἐπίστασʼ ἧμιν εὑρών.
Α. εἶεν. τίς εἶπεν «ἁμίδα παῖ» πρῶτος μεταξὺ πίνων;
Β. Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφόν σου.
Ἄγε δὴ πότερα βούλεσθε τὴν νῦν διάθεσιν
ᾠδῆς ἀκούειν, ἢ τὸν ἀρχαῖον τρόπον;
Β. Ἀμφότερʼ ἐρεῖς, ἐγὼ δʼ ἀκούσας τὸν τρόπον
ὃν ἂν δοκῇ μοι βαστάσας αἱρήσομαι.
Ἦ πολλά γʼ ἐν μακρῷ χρόνῳ γίγνεται μεταλλαγῇ
πραγμάτων· μένει δὲ χρῆμʼ οὐδὲν ἐν ταὐτῷ ῥυθμῷ.
Περιῆλθον εἰς τὰ σκόροδα καὶ τὰ κρόμμυα,
καὶ τὸν λιβανωτόν, κεὐθὺ τῶν ἀρωμάτων,
καὶ περὶ τὰ γέλγη.
Ἤδη χορηγὸν πώποτε ῥυπαρώτερον
τουδʼ εἶδες; … θᾶττον ἂν τοῦ αἵματος
ἢ χρημάτων οὗτός γε μεταδῴη τινί.
Τίς οὑξεγείρας μʼ ἐστίν; οἰμώξει μακρά,
ὁτιή μʼ ἀνίστης ὠμόϋπνον.
Δεξάμενος δὲ Σωκράτης τὴν ἐπίδειξιν, ᾄδων
Στησιχόρου πρὸς τὴν λύραν, οἰνοχόην ἔκλεψεν.
Μισῶ δʼ ἐγὼ καὶ Σωκράτην, τὸν πτωχὸν ἀδολέσχην,
ὃς τἄλλα μὲν πεφρόντικεν,
ὁπόθεν δὲ καταφαγεῖν ἔχοι τούτου κατημέληκεν.
Ἀλλʼ ἀδολεσχεῖν αὐτὸν ἐκδίδαξον, ὦ σοφιστά.
Οἷόν γέ πού ʼστι γλῶσσα κἀνθρώπου λόγος.
Πόλιν γε θεοφιλεστάτην
οἰκοῦσιν ἀφθονεστάτην τε χρήμασιν.
Μὴ τρηχὺς ἴσθι.
Ὦ δαιμόνιʼ ἀνδρῶν, μὴ φθονερὸν ἴσθʼ ἀνδρίον.
Κατʼ ἀντιβολίαν δέκα τάλαντʼ ἀπετισάμην.
Ἀλλʼ ὥσπερ ἵππῳ μοὐπιβαλεῖς τρυσίππιον.
Σὺ δὲ τὰ καλώδια
ταῦθʼ ἁρκυώρει.
Τῇ χειρὶ νῶσαι μαλθακωτάτην κρόκην.
Κλέων Προμηθεύς ἐστι μετὰ τὰ πράγματα.
Πρῶτος γὰρ ἡμᾶς, ὦ Κλέων,
χαίρειν προσεῖπας πολλὰ λυπῶν τὴν πόλιν.
Συνέτυχεν ἐξιόντι μοι
ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν.
Ὡρᾳζομένη καὶ θρυπτομένη.
Καὶ γὰρ αἰσχρὸν ἀλογίου ʼστʼ ὀφλεῖν.
Ὥσπερ ἀνέμου ʼξαίφνης ἀσελγοῦς γενομένου.
Καὶ μὴ πονηρούς, ὦ πονήρα, προξένει.
Ἡρῷον εἴ πώς μοι κομίσαιο τοῦ Λύκου.
Ἐγὼ δʼ ἄδειπνος ἑσπέρας ηὐλιζόμην.
Τῆ νῦν καταδέχεσθε τοὺς φακούς.
Οὐ γὰρ κατάξει τῆς κεφαλῆς τὰ ῥήματα.
Εἰωθὸς τὸ κομμάτιον τοῦτο.
Ἀνερροθίαζε περὶ τὰ χείλη τῆς νεώς.
Ὅταν δὲ δὴ πίνωσι τὴν ἐπιδέξια.
Οἴνου παρόντος ὄξος ἠράσθη πιεῖν.
Οὐ πάνυ ταχὺ
ῥίψας ἐμοὶ τοῦτʼ ἀναβαλεῖς τὸ κρητικόν;
Ἐξεπλάγη γὰρ ἰδὼν στίλβοντα τὰ λάβδα.
Ἐγὼ δὲ χαίρω πρός γε τοῖς σοῖς παιδικοῖς.
Γυνὴ μέλαιναν δέρριν ἠμφιεσμένη.
Εἰ μὴ κόρη δεύσειε τὸ σταῖς ᾔθεος.
Ἐκ τῶν ἀγρῶν ἥκουσιν ἐβλαστηκότες.
Ὡς οἴχεται μὲν τυρὸς ἐξεγλυμμένος.
Αὐτοῦ δʼ ὄπισθεν κατέλαβεν τὸ κόντιλον.
Οὐδὲν κενὸν τρύπημʼ ἂν ἐν ταῖς οἰκίαις ἂν εὕροις.
Βάπτειν τὰ κάλλη τὰ περίσεμνα τῇ θεῷ.
Ὥσπερ γὰρ εἰς ζητρεῖον ἐμπεσών.
Ῥαφανίδες ἄπλυτοι, σηπίαι,
δρυπεπεῖς τʼ ἐλᾶαι.
Ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ.
Καὶ μουσικὴ πρᾶγμʼ ἐστὶ βαθύ τι καὶ καμπύλον.
Ὃς τὸν νεανίσκον συνὼν διέφθορεν.
Τὸ σῶμʼ ἔχουσι λεῖον ὥσπερ ἐγχέλεις.
Οὐ γὰρ λέλειπται τῶν ἐμῶν οὐδʼ ἔγκαφος.
Λυγίζεται καὶ συστρέφει τὸν αὐχένα.
Μάττει γὰρ ἤδη καὶ τὸ πῦρ ἐκκάεται.
Καὶ τοὺς περιπόλους ἀπιένʼ εἰς τὰ φρούρια.
Ἀποφθαρεὶς δὲ δύο κύβω καὶ τέτταρα.
Ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρʼ οὐ λέγεις.
Παρὰ τῃδεδὶ σὺ τῇ σοβάδι κατηγάγου;
… Ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,
οὔ ποτʼ ἐκ ταὐτοῦ μεθʼ ἡμῶν πίεται ποτηρίου.
Ἦ πολλάκις ἐννυχίαισιν
φροντίσι συγγεγένημαι,
καὶ διεζήτηχʼ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος·
φασὶ μὲν γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων
οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δʼ ἀντιβολεῖν ἂν ὁμοίως·
ἴθʼ ὦ ἄνα, πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.
Φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις εἰς λόγον,
καὶ μίαν λέξαι τινʼ αὐτῶν, ἥτις ἦν γεραιτέρα·
οὐδὲ πυνθάνεσθε ταῦτʼ, ὦ παρθένοι, τἀν τῇ πόλει;
φασὶν αἰτεῖσθαί τινʼ ἡμῶν ἑκατὸν εἰς Καλχηδόνα
ἄνδρα μοχθηρὸν πολίτην, ὀξίνην Ὑπέρβολον·
ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν,
καί τινʼ εἰπεῖν, ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει·
ἀποτρόπαιʼ, οὐ δῆτʼ ἐμοῦ γʼ ἄρξει ποτʼ, ἀλλʼ ἐάν με χρῇ,
ὑπὸ τερηδόνων σαπεῖσʼ ἐνταῦθα καταγηράσομαι,
οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτʼ, ὦ θεοί,
εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην.
ἢν δʼ ἀρέσκῃ ταῦτʼ Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ
εἰς τὸ Θησεῖον πλεούσας ἢ ʼπὶ τῶν σεμνῶν θεῶν.
οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει.
ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,
τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.