eul_wid: gya-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Lyric Fragments by Lyric Poets Anonymous

The Lyric Fragments constitute a modern compilation of 217 anonymous passages of Greek lyric poetry. These fragments originate from various unknown poets of the Archaic and Classical periods, spanning the seventh to the fifth centuries BCE. They survive exclusively through indirect transmission, preserved only as quotations within the works of later prose authors such as grammarians, historians, and philosophers, or recovered from damaged papyrus rolls. Their assembly into a single collection represents a contemporary editorial effort to reconstitute elements of the vast and largely lost lyric corpus, a genre originally performed with musical accompaniment.

Thematically, the fragments collectively reflect the standard scope of Greek lyric poetry. They encompass expressions of intense personal emotion, including love, longing, grief, and jealousy, often conveyed with direct and vivid imagery. Other fragments present mythological narratives and exempla, offer ethical and gnomic wisdom, serve as public celebrations of gods, heroes, or athletic victors, or contain pointed political commentary. While the authorship and original performance contexts of these pieces are irrecoverable, they remain crucial for understanding the breadth and technical diversity of the lyric genre beyond the major named poets like Sappho or Pindar. They provide essential, if fragmentary, evidence for poetic dialect, metrical innovation, and the varied cultural and social practices of antiquity.

Παρακλαυσίθυρον
Ἐξ ἀμφοτέρων γέγονεν αἵρεσις·
ἐζευγίσμεθα· τῆς φιλίης Κύπρις
ἔστʼ ἀνάδοχος· ὀδυνή μʼ ἔχει,
ὅταν ἀναμνησθῶ
ὡς κατεφίλει ʼπιβούλως μέλλων
με καταλιμπάνειν
ἀκαταστασίης εὑρετὴς
χὠ τὴν φιλίην ἐκτικώς.
Ἔλαβέ μʼ ἔρως,
οὐκ ἀπαναίνομαι.
Ἄστρα φίλα καὶ πότνια Νὺξ συνερῶσά μοι
παράπεμψον ἔτι με νῦν πρὸς ὃν Κύπρις
ἔκδοτον ἄγει με χὠ
πολὺς Ἔρως παραλαβών.
Συνοδηγὸν ἔχω τὸ πολὺ πῦρ
τοὐν τῇ ψυχῇ μου καιόμενον.
Ταῦτά μʼ ἀδικεῖ, ταῦτά μʼ ὀδυνᾷ·
ὁ φρεναπάτης,
ὁ πρὸ τοῦ μέγα φρονῶν, καὶ ὁ τὴν Κύπριν οὐ
φάμενος εἶναί μοι τοῦ ʼρᾶν αἰτίαν,
οὐκ ἤνεγκε νῦν
τὴν τυχοῦσαν ἀδικίην.
Μέλλω μαίνεσθαι· ζῆλος γάρ μʼ ἔχει,
καὶ κατακαίομαι καταλελειμμένη.
Αὐτὸ δὲ τοῦτό μοι τοὺς στεφάνους βάλε,
οἷς μεμονωμένη χρωτισθήσομαι.
Κύριε, μή μʼ ἀφῇς ἀποκεκλειμένην·
δέξαι μʼ· εὐδοκῶ ζηλῶ δουλεύειν.
Ἐπιμανῶς ἐρᾶν μέγαν ἔχει πόνον,
ζηλοτυπεῖν γὰρ δεῖ, στέγειν, καρτερεῖν·
ἂν δʼ ἑνὶ προσκαθῇ, μόνον ἄφρων ἔσει,
ὁ γὰρ μονιὸς ἔρως μαίνεσθαι ποιεῖ.
Γίνωσχʼ ὅτι θυμὸν ἀνίκητον ἔχω,
ὅταν ἔρις λάβῃ με· μαίνομαι
εἰ μονοκοιτήσω,
σὺ δὲ χρωτίζεσθʼ ἀποτρέχεις.
Νῦν δʼ ἂν ὀργισθῶμεν, εὐθὺ δεῖ
καὶ διαλύεσθαι.
Οὐχὶ διὰ τοῦτο φίλους ἔχομεν
οἳ κρινοῦσι τίς ἀδικεῖ;
νῦν ἂν μὴ ἐπι
ἐρῶ, κύριε, τὸν
Νῦν μὲν οὔθʼ ε
πλυτης ο
δυνήσομαι.
Κοίτασον, ἧς ἔχεις
ἱκανῶς σοῦ ἐν
κύριε,
πῶς μʼ ἀφῇς
πρῶτός μʼ ἐπείρασας
κύριʼ, ἂν ἀτυχῇς, οὐ
ὀπυασώμεθα· ἐμῶν … εδε … ἐπι-
τηδείως αἰσθέσθω μ … ταν
Ἐγὼ δὲ μέλλω ζηλοῦν τω
δουλ … τʼ ἄν· διαφοροῦ· ἢ
ἀνθρώπους ἀκρίτως θαυμάζεις
με … φορη· προσίκου δʼ ὠ
θαυμα ὠχρίην κατεῖδεν ὁ
σχω … τωι τοιντα η ετυ
κου … ἐνόσησα νηπία· σὺ δέ, κύριε,
καὶ … καταλελειμμένην …
λελάληκʼ ἐγὼ περὶ ἐμὴν ψυχήν.
ΒΑΣ. Βάρβαρον ἀνάγω χορὸν ἄπλετον, θεὰ Σελήνη,
πρὸς ῥυθμὸν ἄνετον βήματι βαρβάρῳ προβαίνων.
Ἰνδῶν δὲ πρόμοι πρὸς ἱερόθρουν δότε τυπανισμόν,
Σηρικὸν ἰδίως θεαστικὸν βῆμα παραλλάξ.
Β. Οὗτοι μὲν ἤδη τῇ μέθῃ βαροῦνται.
Γ. Ἐπαινῶ· σὺ δέ, Χαρίτιον, δεῦρο ἔξω.
Α. Δεῦρʼ, ἀδελφέ, θᾶσσον· ἆρα πάνθʼ ἕτοιμα τυγχάνει;
Γ. Πάντα γάρ· τὸ πλοῖον ὁρμεῖ πλησίον· τί μέλλετε;
Σοὶ λέγω, πρωρεῦ· παράβαλε δεῦρʼ ἄγων τὴν ναῦν
ταχύ. Δ. Ἐὰν πρώτως ἐγὼ ὁ κυβερνήτης κελεύσω.
Β. Πάλι λαλεῖς, καταστροφεῦ; Ἀπολίπωμεν αὐτὸν ἔξω καταφιλεῖν τὸν πύνδακα.
Γ. Ἔνδον ἔστε πάντες; Κοινῇ ἔνδον. Α. ὦ τάλαινʼ ἐγὼ κακῶν,
τρόμος πολύς με τὴν παναθλίαν κρατεῖ.
Εὐμενής, δέσποινα, γείνου· σῶζε τὴν σὴν πρόσπολον.
Κωμαστής
Α. Ὁ τλήμων γέγονεν μεθύων κατὰ τρό-
πον εὐθυμῶν· πρόσεχε πρόσεχε.
Β. … ν, Ναΐδες ἁβρόσφυροι,
… ὑπὸ γὰρ τῶν πολλῶν προπόσεων
βακχεύων ἅλλομαι.
Α. Φεῦ, τλήμων.
Β. Ἐπὶ δέ τινα κῶμον ὁπλίζομαι·
τραῦμα φιλίης ἔχω τι παρὰ Κύπριδος ἄδηλον·
Ἔρως μʼ ἔλαβʼ ὁ γόης· εἰς τὴν ψυχήν μου εἰσπε-
σὼν ποιεῖ με παραφρονεῖν.
Α. Παροινεῖς ἄρα· σαυτοῦ κράτει, μή τι πάθῃς.
Β. Ἔα μʼ ὁρμᾶν καὶ μή με περίσπα· ὁμολογοῦ φιλεῖν ἐρᾶν·
καὶ οὐκ ἀντιδικῶ· οὐ πάντες ἁπλῶς τὸ Παφίης
φιλοῦμεν καὶ ἐν ἀκρήτῳ μᾶλλον; ἀνακέκαυκέ με
ὁ θεὸς ὁ Βρόμιος ὁμοῦ καὶ Ἔρως, οἷς οὐκ ἀντι-
σχεῖν δύναμαι.
Παῖς ἀλέκτορα ἀπολέσας
.. … ωφ
… μμ
… υς ὑμ
… ις νοσο
… ναν
… πολι
… τεμ
κατα ψυχ
...
...............ε̣.ρ
...............]ς̣ ανα..........ῃ
.............].ε των νυ̣...δ̣.μ̣....ν
............α τὴν ἰδίαν καλλονὴν
...........σ... ἔχων ἐν τῇ [ὁ]δῷ
...............ν̣τ̣ωσι..ω̣γ̣....ς̣
................των ἐ̣μὴν ...ν
.................ν καὶ πολλὰ [στέ]ν̣ων̣
......σ..ι̣λ̣....... ἀλέκτορά μου [δ]υνάμεθα·
....τη[ρή]σας ω..α̣σ̣ω ἐκ περιπάτου·
..... ὀρν]ιθο....σαι̣ π̣α̣ρ̣ʼ ἁ̣λ̣ι̣δρόσοις
.......κουσ....νησα[.]τ̣α̣ τὸν βαρ̣....χηι
...... π]αιδὸς ἐ[φ]ύλασσεν ὁ φίλος μου Τρύφων
[οἷά περ τέ]κνον τη[ρ]ῶν ἐν ταῖς ἀγκάλαις.
Ἀπορο]ῦμαι ποῦ βαδίσω· ἡ ναῦς μου ἐ〈ρ〉ράγη.
τὸν κ]α[τ]α[θ]ύμιον ἀπολέσας ὄρνιθά μου κλαίω.
Ἀλλὰ φ]έρε τὸ ἐρνίον, τροφὴν αὐτοῦ, περιλάβω,
τοῦ μ[αχ]ίμου, τοῦ ἐπεραστοῦ, τοῦ Ἑλληνικοῦ·
χάρ[ιν τ]ούτου ἐκαλούμην μέγας ἐν τῷ βίῳ,
καὶ [ἐλ]εγόμην μακάριος ἀνδράσιν τοῖς φιλοτρόφοις.
Ψυχομαχῶ· ὁ γὰρ ἀ[λ]έκτωρ ἠστόχηκέ μου,
καὶ θακοθαλπάδος ἐρασθεὶς ἐμὲν ἐνκατέλιπε.
Ἀλλʼ ἐπιθεὶς λίθον ἐμα[υ]τοῦ ἐπὶ τὴν καρδίαν
καθ[η]συχάσομαι· ὑμε[ῖ]ς δʼ ὑγιαίνετε, φίλοι.
Γυνή Οὐκ ἔχω τί σοι πάθω ἢ τί χαρίσωμαι·
κᾆτα κεῖμαι μεθʼ ἑτέρου, σὲ μέγα φιλοῦσα;
Ἀλλὰ ναὶ τὴν Ἀφροδίτην μέγα τι χαίρω
ὅττι τοι σου θοἰμάτιον ἐνέχυρα κεῖται.
Ἀνήρ Ἀλλʼ ἐγὼ μὲν ἀποτρέχω, σοὶ δὲ καταλείπω
εὐρυχωρίην πολλήν. Γυνή Πρᾶσσε ὅττι βούλῃ.
Μὴ κροῦε τὸν τοῖχον, ψόφος ἐγγίνεται,
ἀλλὰ διὰ τῶν θυρῶν νεῦμά σʼ ἱκνεῖται.
Ὦ φανεὶς χάρμα μοι
φίλιον, ὅτʼ ἔμʼ ἠγάπας,
ὅτε δόρατι πολεμίῳ
τὰν Φρυγῶν
πόλιν ἐπόρθεις, μόνον
τἀμὰ κομίσαι θέλων
λέχεα πάλιν εἰς πάτραν.
Νῦν δὲ μούναν μʼ ἀφεὶς
ἄλοχον, ἄστοργʼ, ἄπεις,
ἣν Δαναιδᾶν λόχος
μετέμολεν,
ἧς ἕνεκα παῖδα τὰν
ἄγαμον εἷλʼ Ἄρτεμις
σφάγιον Ἀγαμέμνονι.
Ξουθὰ δὲ λιγύφωνα
ὄρνεα διεφοίτα τʼ
ἀνʼ ἐρῆμον δρίος, ἄκροις τʼ
ἐπὶ κλωσὶ πίτυος ἥμενʼ
ἐμινύριζʼ ἐτιττύβιζεν
κέλαδον παντομιγῆ, καὶ
τὰ μὲν ἄρχετο, τὰ δʼ ἔμελλεν,
τὰ δʼ ἐσίγα, τὰ δʼ ἐβώστρει·
τότʼ ὄρη λαλεῦσι φωναῖς,
φιλέρημος δὲ νάπαισιν
λάλος ἀνταμείβετʼ ἀχώ·
πιθαναὶ δʼ ἐργατίδες σιμοπρόσωποι
ξουθόπτεροι μέλισσαι,
θαμιναὶ θέρεος ἔριθοι
λιπόκεντροι βαρυαχεῖς
πηλουργοὶ δυσέρωτες
ἀσκεπεῖς τὸ γλυκὺ νέκταρ
μελιτόρρυτον ἀρύουσιν.
Ἔρωτα νουθετοῦντες ἀγνοεῖθʼ ὅτι
πῦρ ἀνακαιόμενον ἐλαίῳ θέλετε κοιμίσαι.
ἐρῶντος ψυχὴ καὶ λαμπάδιον ὑπʼ ἀνέμου
ποτὲ μὲν ἀνήφθη ποτὲ δὲ πάλι κοιμίζεται.
πίνοντες … ποτοῦ μεμεθύσμεθα κοὐκέτι φρονοῦμεν,
ὁ δʼ ἔρως ἐμὲ πυρίναις ταῖς … τει … αις κατακέκαυκεν.
Ἤνθομεν ἐς μεγάλας Δαμάτερος ἐννέʼ ἐάσσαι
παίσαι παρθενικαί, παίσαι καλὰ ἔμματʼ ἐχοίσαι,
καλὰ μὲν ἔμματʼ ἐχοίσαι, ἀριπρεπέας δὲ καὶ ὄρμως
πριστῶ ἐξ ἐλέφαντος, ἰδῆν ποτεοικότας αιτ
..... τειχιν Ἀθηνᾶ
γένος, Αἰτωλῶν τε Ἠλεῖον ἔθνος,
Δύμης τε κλυδών, γλαυκῆς τε πέλας
Λοκρίδες ἀκταί, τό τε Κρισαίων
ζάθεον τριπόδων ὑμνῳδὸν ὄρος,
Τευμησιάδες τε ἄνετοι σκοπιαί,
τό τʼ Ἐριχθονίου βλάστημʼ ἀρότων,
οὓς Παλλὰς ἄνασσα ἔξοχα θνητῶν
δορὶ κἀν σοφίαις ἀνέγραψεν,
σῶν πάντες, Ὅμηρε, αἰνετὸν ὕμνων
φύσιν ἡρῴων λογάσιν μερόπων
παραδεξάμενοι μεγαλύνουσιν,
τήν τʼ ἀπὸ Μουσῶν ἄφθιτον αὐδήν,
ἣν σὺ μερίμναις ταῖσιν ἀτρύτοις
καθυφηνάμενος πόντος τις ὅπως
ἔπτυσας ἄλλοις … υ … ς
φωσὶν ἐπʼ ἀκτάς. Σῆς
ενες οὐκ ἄσοφον,
λῆμα δὲ ν πυρσῷ
τῷ διʼ Ὀλύμπου
θνητῶν ὁπόσοις θέσμια
ν· τὴν γὰρ ἐκείνων
............. ὡρᾳζομένη …
… νύφη θύσανον
τότε …
βλοσυρᾶς χαίτης τε … ισα …
… ους
ὄλβιον ὅρκων θα …
… ν. ἦλθεν ὑπʼ αὐτὴν
ζεῦγλαν ἀνάγκης, πρόσπολον οἰκτρᾶς
μετὰ παρθενικῶν παίδων ἰαχῆς
μέλος οἰμώξασα, ἵετʼ ἐπʼ ἀκτὰς
συμμυρομένας
δεσπότις ἡ πρὶν σκήπτρων ἀρχὸς
δούλη Δαναῶν ἐπὶ σημαίας,
δὴ γὰρ γενεᾶς ὁ παλαιὸς ἰὼν
θεσμὸς ἐλέγχει
τόσον ὠδίνων σχῆμα λοχευθέν.
Τίς δʼ ἤροσʼ ἐμὴν φύσιν, ἢ τίνι δὴ
τὸν ὑπὸ ζώνης δεσμὸν ἔλυσεν
πότνιʼ Εἰλήθυια, Ἄτροπος νεαρά;
Καιρὸς ἀνοίγειν τὸν ὑπὸ σκοτίαις
βύβλοισι λόγον κρυπτόν, ἀνάγκη
πρὸς φῶς μʼ ᾆσαι παρʼ ἔμοιγε ἥνπερ
πύστιν θνητοῖσι βεβαίαν
ῥίζωσεν ἄναξ σῆς ἀπὸ φύτλης
εὐώδινος μούνῃ· λυγρὰν
εὗρεν ἀοιδὴν πρὸ πυλῶν ἱερῶν
κτύπον ἀλγούσῃ χαλκῆς καναχῆς,
στυγνὸν ἀχόρδου μέλος ἁρμονίας,
μυστίδα δʼ ὀμφὴν ὁ λύρᾳ συνετὴν
μοῦσαν ἀείσας θεσμῴδησεν.
Κείνων δὲ γένους μέσον ἔβλαστεν
πρόσχημα, παρʼ οἷς τῶν εἰς ἀρετὴν
μοῦνον ἀνῆκεν τοὔνομʼ, ἑκάστου δʼ
ἔργου ʼλείποντο. Οὓς δʼ ἀπʼ ἐκείνων
λόγος ἱστορίας σῆς ὑποβάλλει,
νῦν τρανοτέρως …
Ζῷον ἐν πυρὶ σκαῖρον
Τέρψιν ἣν χαρίζονται νύκτες
Ἀνθρωποειδὲς θηρίον ὕδατι συζῶν
Ἁπλὰ γὰρ τρυγὸς γλυκείης ἣν ἔτικτεν Ἀνθηδών.
[.....]αι θυγάτη̣[ρ..
....
[ἄ]π̣λ̣ε̣[τ]α̣ σ̣ῖτα φέρων [..
.....
Μοῦσαι
[..] αμοιτεμενη β̣[.........]ων [
Εὐφωρατίς
Ἐγκέρασον Χαρίτων κρατῆρʼ ἐπιστε-
φέα κρύφιόν τε πρόπινε λόγον.
Σήμαινʼ ὅτι παρθενικῶν
ἀπείροσι πλέξομεν ὕμνοις
τὰν δορὸς ἥματι κειραμέναν Τροί-
αν κάτα τὸν παρὰ ναυσὶν ἀει-
μνάστοις ἁλόντα νυκτιβάταν σκοπόν.
Μνημοσύνη
Ὦ Μουσᾶν ἀγανόμματε μᾶ-
τερ, συνεπίσπεο
σῶν τέκνων ἁγνῷ γόνῳ.
Ἄρτι βρύουσαν ἀοιδὰν
πρωτοπαγεῖ σοφίᾳ
διαποικίλον ἐκφέρομεν.
Νῆά τοι τέγξαν Ἀχελῴου δρόσοι·
παῦε παραπροιών, ὑφίει πόδα,
λῦʼ ἑανοῦ πτέρυγας, τάχος ἵεσο
λεπτολίθων … ν.
Εὖ· καθόρα πέλαγος· παρὰ γᾶν
ἔκφευγε Νότου χαλεπὰν φοβερὰν
διαποντοπλανῆ μανίαν.
Χαίρετε συμπόται ἄνδρες ὁμήλικες, ἐξ ἀγαθοῦ γὰρ
ἀρξάμενος τελέω τὸν λόγον εἰς ἀγαθόν.
Χρὴ δʼ, ὅταν εἰς τοιοῦτο συνέλθωμεν φίλοι ἄνδρες
πρᾶγμα, γελᾶν παίζειν χρησαμένους ἀρετῇ,
ἥδεσθαί τε συνόντας, ἐς ἀλλήλους τε φλυαρεῖν,
καὶ σκώπτειν τοιαῦθʼ οἷα γέλωτα φέρει.
Ἡ δὲ σπουδὴ ἑπέσθω, ἀκούωμέν τε λεγόντων
ἐμ μέρει· ἦδʼ ἀρετὴ συμποσίου πέλεται.
Τοῦ δὲ ποταρχοῦντος πειθώμεθα· ταῦτα γάρ ἐστιν
ἔργʼ ἀνδρῶν ἀγαθῶν εὐλογίαν τε φέρει.
Ἔνθα δὴ ποικίλων ἀνθέων ἄμβροτοι λείμακες
βαθύσκιον παρʼ ἄλσος ἁβροπαρθένους
εὐιώτας χοροὺς ἀγκάλαις δέχονται.
Ὅστις εὐθυμίῃ καὶ χόροις ἥδεται
Ὦ φίλον ὥραισιν ἀγάπημα θνα-
τοῖσιν ἀνάπαυμα μόχθων
Φέρτατον δαίμονʼ ἁγνᾶς τέκος
ματέρος, ἃν Κάδμος ἐγέννασε ποτʼ ἐν
ταῖς πολυόλβοισι Θήβαις.
Παρθένειον
Βᾶτε βᾶτε κεῖθεν, αἱ δʼ
ἐς τὸ πρόσθεν ὀρόμεναι·
τίς ποθʼ ἁ νεᾶνις; ὡς
εὐπρέπης νιν ἀμφέπει …
Ἡ Λῆμνος τὸ παλαιὸν εἴ τις ἄλλη
Εὐξάμην τάδε τοῖς θεοῖς ἅπασι.
Πτέρα δʼ ἄγνα παρʼ Ἔρωτος Ἀφρόδειτα.
παρθένον κόρην.
Ἐπῳδοί
.... [ ]....[
[]τ̣ι̣ν̣
θη]ρὸς ἀγρίω μένος
[ ]
[ ]ν̣ιν κατάρροον
[ ]
κα]ί̣ με δικτύοις
[ ]
[ ]ον· ὦ Παλαίμονες
[ ]
[ ] τὸ θηρίον·
[ ]
[ ]ον· ὦ Παλαίμονες
[ ]
[ ] ἄ̣π̣ωθε τὸν φθόρον
... ποττὰς ἱ̣ερὰς βλ̣[
καὶ τύχʼ ἀμπυρίξ[ας.
ἔληγʼ ὁ μῦθος· κα[ὶ
πυρδάνῳ ʼπὶ λεπ[τῷ·
κἠγὼ ʼπʼ ἐκείναν [
ταῖς ἐμαῖς ἐπῳδα[ῖς·
οἱ δʼ εἶπαν [..]ν̣ε̣[
μὴ τύ γʼ αὖτις ἔνθ[ῃς·
ἦ· καί με πόντον [
ἦνθε σαυνιάστα̣[ς·
ἔρριψαν αὖθι δʼ ἐξ ἁλὸ[ς
π̣αρβάλον καταγρ[
ἐκ τᾶς θαλάσσας τ[
Ναῦται βυθοκυματοδρόμοι,
ἁλίων Τρίτωνες ὑδάτων,
καὶ Νειλῶται γλυκυδρόμοι
τὰ γελῶντα πλέοντες ὑδάτη,
τὴν σύγκρισιν εἴπατε, φίλοι,
πελάγους καὶ Νείλου γονίμου.
Ῥοδίοις ἀνέμοις
Ῥοδίοις ἐκέλευον ἀνέμοις
καὶ μέρεσι τοῖς πελαγίοις,
ὅτε πλέειν ἤθελον ἐγώ·
ὅτε μένειν ἤθελον ἐκεῖ,
ἔλεγον μέρεσιν πελαγίοις·
Μὴ … τυπῇ τὰ πελάγη
ἅλʼ ὑποτάξατε ναυσιβάταις.
Ὅλος ἄρʼ ἄνεμος ἐπίγεται·
ἀπόκλειε τὰ πνεύματα, καί, Νύξ,
δὸς τὰ ὕδατα ἐΰβατα.
Πολύχροε ποικιλόμορφε πτανόπους θεὰ
θνατοῖς συνομέστιε, παγκρατὲς Τύχα,
πῶς χρὴ τεὰν ἰσχύν τε δεῖξαι καὶ φύσιν;
τὰ μὲν ὑψιφαῆ καὶ σέμνʼ εἰς τεὸν ὄμμα …
ὑπήρικας κατὰ γᾶν νέφος ἀμφιθηκαμένα σκότιον,
τὰ δὲ φαῦλα καὶ ταπεινὰ πολλάκις πτεροῖς
εἰς ὕψος ἐξάειρας, ὦ δαῖμον, μέγα.
Πότερόν σε κλῄζωμεν Κλωθὼ κελαινάν,
ἢ τὰν ταχύποτμον Ἀνάγκαν,
ἢ τὰν ταχὺν ἄγγελον Ἶριν ἀθανάτων;
πάντων γὰρ ἀρχὰν καὶ τέλος πάντων ἔχεις.
Εἰς τὴν Φύσιν
Πυθαγόρου
Ἀρχὰ καὶ πάντων γέννα,
πρεσβίστα Κόσμου μᾶτερ,
καὶ Νὺξ καὶ Φῶς καὶ Σιγὰ
ἃ φρουρεῖς πάντας μύθους,
ἠδʼ ἀγγέλλεις τοὺς Ζηνὸς
παῖδας κυδίστῃ Ῥείῃ,
δέχῃ γὰρ πάντας μύθους
μειλικτοὺς ἀνδρῶν ἔργοις,
καί μοι πρῶτον μὲν ψυχὰ
ὀρθὰν βαίνοι πρὸς γραμμὰν
ἀψευδοῦς γλώσσης ῥύμῃ.
Γυίων δʼ ἀσκηθεῖς αὖθις
γόμφοι τʼ εἶεν καὶ ταρσοὶ
ζωᾶς ἐς μέτρον τᾶσδε.
Σὺ δʼ ὦ λαμπραῖς ἀκτῖσιν
γαῖαν πᾶσαν πυρσεύων
Αἰὼν ἀσβέστων φλογμῶν,
ταῖς σαῖς δέρκευ με γλήναις
χεύων ὁλκὰν εὐαγῆ
τῷ σῷ, Παιάν, βακχευτᾷ,
εἰς σὲ ζωὰν γὰρ τείνω
γυίων ἐνναίων ῥευστοῖς·
οἴκτειρον τόσσον, Τιτάν,
ἀνθρώπου δειλοῦ δεσμόν.
Εἰς τὴν Ἶσιν
Εἷς ὕμνος ἀνά τε γᾶν
ἀνά τε νηῦς ἁλιπόρους
ᾄδεται· πολυτρόποις
ἓν τέλος ἐν ὀργίοις
ἁ βαθύκερως Ἶσις,
ἅτʼ ἔαρος ἅτε θέρεος
ἅτε χείματος ἄγει
νεογόνους ἡνίας.
Τὺ καλεῦσι πῦρ Ἄϊδος,
ὁ χθόνιος Ὑμέναιος,
αἱ φυτῶν ὠδῖνες,
οἱ Κύπριδος Ἵμεροι,
τὺ νηπιάχου γονά,
πῦρ τέλεον ἄρρητον,
οἱ Ῥέας Κούρητες,
ὅ τε Κρόνιος ἄμητος.
Ἄστεα διφρηλάτᾳ
πάντα διʼ ἀνακτόρων
Ἴσιδι χορεύεται.
......... μηδʼ ἀδικεῖν ζήτει, μηδʼ ἂν ἀδικῇ προσερίσῃς·
φεῦγε φόνους καὶ φεῦγε μάχας, φεῖσαι δὲ διαφρονεῖν,
εἰς δʼ ὀλίγον πονέσεις, καὶ δεύτερον οὐ μεταμέλῃ.
Αὔλει μοι.
Εἶδες ἔαρ, χειμῶνα, θέρος· ταῦτʼ ἐστὶ διόλου·
ἥλιος αὐτὸς ἔδυ, καὶ νὺξ τὰ τεταγμένʼ ἀπέχει·
μὴ κοπία ζητεῖν πόθεν ἥλιος ἢ πόθεν ὕδωρ,
ἀλλὰ πόθεν τὸ μύρον καὶ τοὺς στεφάνους ἀγοράσῃς.
Αὔλει μοι.
Κρήνας αὐτορύτους μέλιτος τρεῖς ἤθελον ἔχειν,
πέντε γαλακτορύτους, οἴνου δέκα, δώδεκα μύρου,
καὶ δύο πηγαίων ὑδάτων, καὶ τρεῖς χιονέων·
παῖδα κατὰ κρήνην καὶ παρθένον ἤθελον ἔχειν.
Αὔλει μοι.
Λύδιος αὐλὸς ἐμοὶ τὰ δὲ Λύδια παίγματα λύρας,
καὶ Φρύγιος κάλαμος τὰ δὲ ταύρεα τύμπανα πονεῖ·
ταῦτα ζῶν ᾆσαί τʼ ἔραμαι, καί, ὅταν ἀποθάνω,
αὐλὸν ὑπὲρ κεφαλῆς θέτε μοι, παρὰ ποσσὶ δὲ λύραν.
Αὔλει μοι.
Μέτρα τίς ἀν πλούτου, τίς ἀνεύρατο μέτρα πενίας,
ἢ τίς ἐν ἀνθρώποις χρυσοῦ πάλιν εὕρατο μέτρον;
νῦν γὰρ ὁ χρήματʼ ἔχων ἔτι πλείονα χρήματα θέλει,
πλούσιος ὢν δʼ ὁ τάλας βασανίζεται ὥσπερ ὁ πένης.
Αὔλει μοι.
Νεκρὸν ἐάν ποθʼ ἴδῃς καὶ μνήματα κωφὰ παράγῃς,
κοινὸν ἔσοπτρον ὁρᾷς· ὁ θανὼν οὕτως προσεδόκα.
Ὁ χρόνος ἐστὶ δάνος, τὸ ζῆν πικρός ἐσθʼ ὁ δανίσας,
κἂν τότʼ ἀπαιτῆσαί σε θέλῃ, κλαίων ἀποδιδοῖς.
Αὔλει μοι.
Ξέρξης ἦν βασιλεὺς ὁ λέγων Διῒ πάντα μερίσαι,
ὃς δυσὶ πηδαλίοις μόνος ἔσχισε Λήμνιον ὕδωρ.
Ὄλβιος ἦν ὁ Μίδας, τρὶς δʼ ὄλβιος ἦν ὁ Κινύρας,
ἀλλὰ τίς εἰς Ἀΐδα ὀβολοῦ πλέον ἤλυθεν ἔχων;
Αὔλει μοι.
Ἀνέρος ἐφημοσύναις μορμίλλων ὢν σεμνοῦ
δικτυβόλοισιν ἅμα κρατῶν ἐν παλάμαις
βέβηκας οἶον κρατεραῖς ξίφος ὅπλον,
αἰαῖ ἐέ, κἀν κακοῖς μόνην μʼ ἔλιπες.
Τί στεφάνους ῥοδίνους πυκάζεις; σέ,
σὲ καλῶ· δείνʼ ἡμεῖν παιδὶ κυρεῖ· κακοῖς
θηρίοις νιν μονομαχήσειν ἀνέπεισαν.
Ζεῦ, σʼ ἵκοιθʼ ἡ γῆρύς μου μηδὲ λάθοι.
Ἀλλʼ ἴθʼ ὦ, κυρίας σῆς γὰρ ἔχεις χρυσόν, παῖ,
πειθώ τινα καρτερόθρουν βριαρόν τε
φῶτʼ ἀποτρεψομένην πορφυρέων θʼ ἅλις
φαρέων, καὶ διπλῆν φέρειν κατόμοσον.