eul_wid: hvw-aa
Fragments on CookingἈποσπάσματα περὶ Ὀψοποιίας
Anaxippus the Comic Poet Fragments on Cooking PDF
| book 1.1 | Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος ἐγένονθ’ ἑαυτῶν |
| book 1.2 | συμμαθηταὶ τῆς τέχνης· ἐδίδασκε δ’ αὐτοὺς |
| book 1.3 | Σικελιώτης Λάβδακος. οὗτοι τὰ μὲν |
| book 1.4 | παλαιὰ καὶ θρυλούμενα[ln_5]ἀρτύματ’ ἐξήλειψαν ἐκ τῶν βυβλίων, καὶ τὴν θυΐαν ἠφάνισαν ἐκ |
| book 1.5 | τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν ἐχρῆτο, πάντ’ ἀφεῖλον εἶναί θ’ ὑπέλαβον[ln_10]τὸν |
| book 1.6 | τοῖς |
| book 1.7 | τοιούτοις |
| book 1.8 | παντοπώλην |
| book 1.9 | χρώμενον. αὐτοὶ δ’ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τ’ ὀξὺ καὶ μὴ πολλάκις |
| book 1.10 | φυσώμενον ἐπόθουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπές. οὗτοί τε |
| book 1.11 | πρῶτοι δάκρυα καὶ πταρμὸν |
| book 1.12 | πολὺν[ln_15]ἀπὸ τῆς |
| book 1.13 | τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τ’ ἐσθιόντων ἀνεκάθηραν |
| book 1.14 | τοὺς πόρους. ὁ μὲν οὖν Ῥόδιος |
| book 1.15 | πιών |
| book 1.16 | τιν’ ἅλμην ἀπέθανεν· παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν· μάλ’ εἰκότως. ὁ Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει, |
| book 1.1 | [ln_20][spk_β]ἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος. καὐτὸς |
| book 1.2 | φιλοσοφῶ καταλιπεῖν |
| book 1.3 | συγγράμματα |
| book 1.4 | σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. Β. παπαῖ, ἐμὲ κατακόψεις, οὐχ ὃ θύειν μέλλομεν. Α. τὸν ὄρθρον ἐν |
| book 1.5 | ταῖς |
| book 1.6 | χερσί μ’ ὄψει βυβλία[ln_25]ἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην. οὐδὲν Διοδώρου διαφέρω τἀσπενδίου. γεύσω δ’, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων. οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεί· βρώματα |
| book 1.7 | τεταγμέν’ εὐθύς ἐστί μοι |
| book 1.8 | πρὸς τὸν βίον· |
| book 1.1 | [ln_30]ἕτερ’ ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς |
| book 1.2 | φιλοσόφοις καὶ τοῖς |
| book 1.3 | τελώναις. μειράκιον ἐρωμένην ἔχον |
| book 1.4 | πατρῴαν οὐσίαν κατεσθίει· τούτῳ παρέθηκα |
| book 1.5 | σηπίας καὶ τευθίδας καὶ τῶν |
| book 1.6 | πετραίων ἰχθύων τῶν |
| book 1.7 | ποικίλων,[ln_35]ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα· ὁ γὰρ |
| book 1.8 | τοιοῦτός ἐστιν οὐ δειπνητικός, πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιάν ἐστ’ ἔχων. τῷ φιλοσόφῳ παρέθηκα κωλῆν ἢ πόδας· ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολὴν[ln_40]ἔστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον· ὅταν ἐγγὺς ᾖ τῳ δ’ ἡ σορός, ἀρτύω |
| book 1.9 | φακῆν καὶ τὸ περίδειπνον |
| book 1.10 | τοῦ βίου λαμπρὸν |
| book 1.11 | ποιῶ. τὰ τῶν γερόντων |
| book 1.12 | στόματα διαφορὰν ἔχει, νωθρότερα |
| book 1.13 | πολλῷ δ’ ἐστὶν ἢ τὰ τῶν νέων. |
| book 1.1 | [ln_45]σίναπι |
| book 1.2 | παρατίθημι |
| book 1.3 | τούτοις, καὶ ποιῶ χυλοὺς ἐχομένους δριμύτητος, τὴν φύσιν ἵνα διεγείρας |
| book 1.4 | πνευματῶ τὸν ἀέρα. ἰδὼν τὸ πρόσωπον γνώσομ’ οὗ ζητεῖ φαγεῖν ἕκαστος ὑμῶν. |
| book 2.1 | ἐάν με κινῇς καὶ ποιήσῃς τὴν |
| book 2.2 | χολὴν ἅπασαν ὥσπερ καλλιωνύμου ζέσαι, ὄψει διαφέροντ’ οὐδὲ ἓν ξιφίου κυνός. |
| book 3.1 | [spk_β]ὁρῶ γὰρ ἐκ |
| book 3.2 | παλαίστρας τῶν φίλων |
| book 3.3 | προσιόντα μοι Δάμιππον. Β. ἦ τοῦτον λέγεις, τὸν πέτρινον; τοῦτον οἱ φίλοι καλοῦσί σοι νυνὶ δι’ ἀνδρείαν Κεραυνόν. Α. εἰκότως.[ln_5]ἀβάτους |
| book 3.4 | ποιεῖν γὰρ τὰς |
| book 3.5 | τραπέζας οἴομαι αὐτόν, κατασκήπτοντά γ’ αὐταῖς τῇ γνάθῳ. |
| book 4.1 | οἴμοι, φιλοσοφεῖς. ἀλλὰ τούς γε |
| book 4.2 | φιλοσόφους ἐν |
| book 4.3 | τοῖς λόγοις |
| book 4.4 | φρονοῦντας εὑρίσκω μόνον, ἐν |
| book 4.5 | τοῖσι δ’ ἔργοις ὄντας ἀνοήτους ὁρῶ. |
| book 5 | ἀποτετύχηται |
| book 6.1 | ζωμήρυσιν φέροις· ὀβελίσκους δώδεκα· κρεάγραν· θυΐαν· τυρόκνηστιν |
| book 6.2 | παιδικήν· στελεόν· σκαφίδας |
| book 6.3 | τρεῖς· δορίδα· κοπίδας τέτταρας· οὐ μὴ πρότερον οἴσεις, θεοῖσιν ἐχθρὲ σύ,[ln_5]τὸ λεβήτιον· τἀκ |
| book 6.4 | τοῦ νίτρου· πάλιν ὑστερεῖς; καὶ τὴν κύβηλιν τὴν ἀγωνιστηρίαν. |
| book 7.1 | μυιοσόβην λαβὼν |
| book 7.2 | παράστηθ’ ἐνθάδε. |
| book 8 | σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβὼν ἔνεγκον ἐπὶ τὸ μνῆμ’ ἐκείνῃ, μανθάνεις; καὶ κατάχεον. |