ΗΡΑΚΛΗΣ
Ἀμφιτρύων Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν,
Ἀργεῖον Ἀμφιτρύωνʼ, ὃν Ἀλκαῖός ποτε
ἔτιχθʼ ὁ Περσέως, πατέρα τόνδʼ Ἡρακλέους;
ὃς τάσδε Θήβας ἔσχον, ἔνθʼ ὁ γηγενὴς
σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης
ἔσωσʼ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν
τεκνοῦσι παίδων παισίν· ἔνθεν ἐξέφυ
Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός.
Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ,
ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε
λωτῶι συνηλάλαξαν ἡνίκʼ εἰς ἐμοὺς
δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο.
λιπὼν δὲ Θήβας, οὗ κατωικίσθην ἐγώ,
Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς
Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν
ὠρέξατʼ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν
Ἠλεκτρύωνα. συμφορὰς δὲ τὰς ἐμὰς
ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων
καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν,
ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕπο
κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.
καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,
τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα
βέβηκʼ ἐς Ἅιδου τὸν τρισώματον κύνα
ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.
γέρων δὲ δή τις ἔστι Καδμείων λόγος
ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος
τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,
τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς
Ἀμφίονʼ ἠδὲ Ζῆθον, ἐκγόνω Διός.
οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,
Καδμεῖος οὐκ ὢν ἀλλʼ ἀπʼ Εὐβοίας μολών,
κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,
στάσει νοσοῦσαν τήνδʼ ἐπεσπεσὼν πόλιν.
ἡμῖν δὲ κῆδος ἐς Κρέοντʼ ἀνημμένον
κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.
τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς
ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος
τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει
κτανὼν δάμαρτά θʼ, ὡς φόνωι σβέσηι φόνον,
κἄμʼ — εἴ τι δὴ χρὴ κἄμʼ ἐν ἀνδράσιν λέγειν,
γέροντʼ ἀχρεῖον —, μή ποθʼ οἵδʼ ἠνδρωμένοι
μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.
ἐγὼ δέ — λείπει γάρ με τοῖσδʼ ἐν δώμασιν
τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς
μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός —
σὺν μητρί, τέκνα μὴ θάνωσʼ Ἡρακλέους,
βωμὸν καθίζω τόνδε σωτῆρος Διός,
ὃν καλλινίκου δορὸς ἄγαλμʼ ἱδρύσατο
Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος.
πάντων δὲ χρεῖοι τάσδʼ ἕδρας φυλάσσομεν,
σίτων ποτῶν ἐσθῆτος, ἀστρώτωι πέδωι
πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι
δόμων καθήμεθʼ ἀπορίαι σωτηρίας.
φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους,
οἱ δʼ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.
τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία·
ἧς μήποθʼ ὅστις καὶ μέσως εὔνους ἐμοὶ
τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.
Μεγάρα ὦ πρέσβυ, Ταφίων ὅς ποτʼ ἐξεῖλες πόλιν
στρατηλατήσας κλεινὰ Καδμείων δορός,
ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.
ἐγὼ γὰρ οὔτʼ ἐς πατέρʼ ἀπηλάθην τύχης,
ὃς οὕνεκʼ ὄλβου μέγας ἐκομπάσθη ποτὲ
ἔχων τυραννίδʼ, ἧς μακραὶ λόγχαι πέρι
πηδῶσʼ ἔρωτι σώματʼ εἰς εὐδαίμονα,
ἔχων δὲ τέκνα· κἄμʼ ἔδωκε παιδὶ σῶι,
ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας.
καὶ νῦν ἐκεῖνα μὲν θανόντʼ ἀνέπτατο,
ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνήισκειν, γέρον,
οἵ θʼ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς
σώιζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένους.
οἱ δʼ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων
Ὦ μῆτερ, αὐδᾶι, ποῖ πατὴρ ἄπεστι γῆς;
τί δρᾶι, πόθʼ ἥξει; τῶι νέωι δʼ ἐσφαλμένοι
ζητοῦσι τὸν τεκόντʼ, ἐγὼ δὲ διαφέρω
λόγοισι μυθεύουσα. θαυμάζων δʼ ὅταν
πύλαι ψοφῶσι πᾶς ἀνίστησιν πόδα,
ὡς πρὸς πατρῶιον προσπεσούμενοι γόνυ.
νῦν οὖν τίνʼ ἐλπίδʼ ἢ πόρον σωτηρίας
ἐξευμαρίζηι, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω.
ὡς οὔτε γαίας ὅριʼ ἂν ἐκβαῖμεν λάθραι
— φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατʼ ἐξόδους —
οὔτʼ ἐν φίλοισιν ἐλπίδες σωτηρίας
ἔτʼ εἰσὶν ἡμῖν. ἥντινʼ οὖν γνώμην ἔχεις
λέγʼ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ἦι.
Ἀμφιτρύων ὦ θύγατερ, οὔτοι ῥάιδιον τὰ τοιάδε
φαύλως παραινεῖν σπουδάσαντʼ ἄνευ πόνου·
χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς.
Μεγάρα λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος;
Ἀμφιτρύων καὶ τῶιδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας.
Μεγάρα κἀγώ· δοκεῖν δὲ τἀδόκητʼ οὐ χρή, γέρον.
Ἀμφιτρύων ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστʼ ἄκη.
Μεγάρα ὁ δʼ ἐν μέσωι γε λυπρὸς ὢν δάκνει χρόνος.
Ἀμφιτρύων γένοιτο μέντἄν, θύγατερ, οὔριος δρόμος
ἐκ τῶν παρόντων τῶνδʼ ἐμοὶ καὶ σοὶ κακῶν
ἔλθοι τʼ ἔτʼ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός.
ἀλλʼ ἡσύχαζε καὶ δακρυρρόους τέκνων
πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις,
κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.
κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί,
καὶ πνεύματʼ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει,
οἵ τʼ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς·
ἐξίσταται γὰρ πάντʼ ἀπʼ ἀλλήλων δίχα.
οὗτος δʼ ἀνὴρ ἄριστος ὅστις ἐλπίσιν
πέποιθεν αἰεί· τὸ δʼ ἀπορεῖν ἀνδρὸς κακοῦ.
Χορός ὑψόροφα μέλαθρα καὶ γεραι-
ὰ δέμνιʼ ἀμφὶ βάκτροις
ἔρεισμα θέμενος ἐστάλην
ἰηλέμων γέρων ἀοι-
δὸς ὥστε πολιὸς ὄρνις,
ἔπεα μόνον καὶ δόκημα νυκτερω-
πὸν ἐννύχων ὀνείρων,
τρομερὰ μὲν ἀλλʼ ὅμως πρόθυμʼ,
ὦ τέκεα τέκεα πατρὸς ἀπάτορʼ,
ὦ γεραιὲ σύ τε τάλαινα μᾶ-
τερ, ἃ τὸν ἐν Ἀίδα δόμοις
πόσιν ἀναστενάζεις.
μὴ προκάμητε πόδα βαρύ τε κῶ-
λον ὥστε πρὸς πετραῖον
λέπας ζυγηφόρον πῶλον
ἀνέντες ὡς βάρος φέρον
τροχηλάτοιο πώλου.
λαβοῦ χερῶν καὶ πέπλων, ὅτου λέλοι-
πε ποδὸς ἀμαυρὸν ἴχνος.
γέρων γέροντα παρακόμιζʼ,
ὧι ξύνοπλα δόρατα νέα νέωι
τὸ πάρος ἐν ἡλίκων πόνοις
ξυνῆν ποτʼ, εὐκλεεστάτας
πατρίδος οὐκ ὀνείδη.
ἴδετε πατέρος ὡς γορ-
γῶπες αἵδε προσφερεῖς
ὀμμάτων αὐγαί,
τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων
οὐδʼ ἀποίχεται χάρις. Ἑλλὰς ὦ ξυμμάχους
οἵους οἵους ὀλέσασα
τούσδʼ ἀποστερήσηι.
ἀλλʼ εἰσορῶ γὰρ τόνδε δωμάτων πέλας
Λύκον περῶντα, τῆσδε κοίρανον χθονός.
Λύκος τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον,
εἰ χρή μʼ, ἐρωτῶ· χρὴ δʼ, ἐπεί γε δεσπότης
ὑμῶν καθέστηχʼ, ἱστορεῖν ἃ βούλομαι.
τίνʼ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον;
τίνʼ ἐλπίδʼ ἀλκήν τʼ εἰσορᾶτε μὴ θανεῖν;
ἦ τὸν παρʼ Ἅιδηι πατέρα τῶνδε κείμενον
πιστεύεθʼ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν
τὸ πένθος αἴρεσθʼ, εἰ θανεῖν ὑμᾶς χρεών,
σὺ μὲν καθʼ Ἑλλάδʼ ἐκβαλὼν κόμπους κενοὺς
ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών,
σὺ δʼ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ.
τί δὴ τὸ σεμνὸν σῶι κατείργασται πόσει,
ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν
ἢ τὸν Νέμειον θῆρʼ, ὃν ἐν βρόχοις ἑλὼν
βραχίονός φησʼ ἀγχόναισιν ἐξελεῖν;
τοῖσδʼ ἐξαγωνίζεσθε; τῶνδʼ ἄρʼ οὕνεκα
τοὺς Ἡρακλείους παῖδας οὐ θνήισκειν χρεών;
ὁ δʼ ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας
θηρῶν ἐν αἰχμῆι, τἄλλα δʼ οὐδὲν ἄλκιμος,
ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾶι χερὶ
οὐδʼ ἦλθε λόγχης ἐγγὺς ἀλλὰ τόξʼ ἔχων,
κάκιστον ὅπλον, τῆι φυγῆι πρόχειρος ἦν.
ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας
ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεται
δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.
ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,
ἀλλʼ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν
Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.
οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὶ
χρήιζω λιπέσθαι, τῶν δεδραμένων δίκην.
Ἀμφιτρύων τῶι τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει
παιδός· τὸ δʼ εἰς ἔμʼ, Ἡράκλεις, ἐμοὶ μέλει
λόγοισι τὴν τοῦδʼ ἀμαθίαν ὑπὲρ σέθεν
δεῖξαι· κακῶς γάρ σʼ οὐκ ἐατέον κλύειν.
πρῶτον μὲν οὖν τἄρρητʼ — ἐν ἀρρήτοισι γὰρ
τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες —
σὺν μάρτυσιν θεοῖς δεῖ μʼ ἀπαλλάξαι σέθεν.
Διὸς κεραυνὸν ἠρόμην τέθριππά τε
ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν
Γίγασι πλευροῖς πτήνʼ ἐναρμόσας βέλη
τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν·
τετρασκελές θʼ ὕβρισμα, Κενταύρων γένος,
Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων,
ἐροῦ τίνʼ ἄνδρʼ ἄριστον ἐγκρίνειαν ἄν·
ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φὴις εἶναι δοκεῖν;
Δίρφυν τʼ ἐρωτῶν ἥ σʼ ἔθρεψʼ Ἀβαντίδα,
οὐκ ἄν σʼ ἐπαινέσειεν· οὐ γὰρ ἔσθʼ ὅπου
ἐσθλόν τι δράσας μάρτυρʼ ἂν λάβοις πάτραν.
τὸ πάνσοφον δʼ εὕρημα, τοξήρη σαγήν,
μέμφηι· κλύων νυν τἀπʼ ἐμοῦ σοφὸς γενοῦ.
ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων
θραύσας τε λόγχην οὐκ ἔχει τῶι σώματι
θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον·
καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς
αὐτὸς τέθνηκε δειλίαι τῆι τῶν πέλας.
ὅσοι δὲ τόξοις χεῖρʼ ἔχουσιν εὔστοχον,
ἓν μὲν τὸ λῶιστον, μυρίους οἰστοὺς ἀφεὶς
ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,
ἑκὰς δʼ ἀφεστὼς πολεμίους ἀμύνεται
τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν
τὸ σῶμά τʼ οὐ δίδωσι τοῖς ἐναντίοις,
ἐν εὐφυλάκτωι δʼ ἐστί. τοῦτο δʼ ἐν μάχηι
σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς
σώιζειν τὸ σῶμα, μὴ ʼκ τύχης ὡρμισμένον.
λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν
γνώμην ἔχουσι τῶν καθεστώτων πέρι.
παῖδας δὲ δὴ τί τούσδʼ ἀποκτεῖναι θέλεις;
τί σʼ οἵδʼ ἔδρασαν; ἕν τί σʼ ἡγοῦμαι σοφόν,
εἰ τῶν ἀρίστων τἄκγονʼ αὐτὸς ὢν κακὸς
δέδοικας. ἀλλὰ τοῦθʼ ὅμως ἡμῖν βαρύ,
εἰ δειλίας σῆς κατθανούμεθʼ οὕνεκα,
ὃ χρῆν σʼ ὑφʼ ἡμῶν τῶν ἀμεινόνων παθεῖν,
εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.
εἰ δʼ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδʼ αὐτὸς θέλεις,
ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός·
βίαι δὲ δράσηις μηδὲν ἢ πείσηι βίαν
ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχηι.
φεῦ· ὦ γαῖα Κάδμου — καὶ γὰρ ἐς σʼ ἀφίξομαι
λόγους ὀνειδιστῆρας ἐνδατούμενος —,
τοιαῦτʼ ἀμύνεθʼ Ἡρακλεῖ τέκνοισί τε;
Μινύαις ὃς εἷς ἅπασι διὰ μάχης μολὼν
Θήβας ἔθηκεν ὄμμʼ ἐλεύθερον βλέπειν.
οὐδʼ Ἑλλάδʼ ἤινεσʼ — οὐδʼ ἀνέξομαί ποτε
σιγῶν — κακίστην λαμβάνων ἐς παῖδʼ ἐμόν,
ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα
φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων
χέρσου τʼ ἀμοιβὰς ὧν ἐμόχθησας χάριν.
τὰ δʼ, ὦ τέκνʼ, ὑμῖν οὔτε Θηβαίων πόλις
οὔθʼ Ἑλλὰς ἀρκεῖ· πρὸς δʼ ἔμʼ ἀσθενῆ φίλον
δεδόρκατʼ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.
ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,
γήραι δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.
εἰ δʼ ἦ νέος τε κἄτι σώματος κρατῶν,
λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους
καθηιμάτωσʼ ἄν, ὥστʼ Ἀτλαντικῶν πέραν
φεύγειν ὅρων ἂν δειλίαι τοὐμὸν δόρυ.
Χορός ἆρʼ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ
θνητῶν ἔχουσι, κἂν βραδύς τις ἦι λέγειν;
Λύκος σὺ μὲν λέγʼ ἡμᾶς οἷς πεπύργωσαι λόγοις,
ἐγὼ δὲ δράσω σʼ ἀντὶ τῶν λόγων κακῶς.
ἄγʼ, οἱ μὲν Ἑλικῶνʼ, οἱ δὲ Παρνασοῦ πτυχὰς
τέμνειν ἄνωχθʼ ἐλθόντες ὑλουργοὺς δρυὸς
κορμούς· ἐπειδὰν δʼ ἐσκομισθῶσιν πόλει
βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα
ἐμπίμπρατʼ αὐτῶν κἀκπυροῦτε σώματα
πάντων, ἵνʼ εἰδῶσʼ οὕνεκʼ οὐχ ὁ κατθανὼν
κρατεῖ χθονὸς τῆσδʼ ἀλλʼ ἐγὼ τὰ νῦν τάδε.
ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι
γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε
τοὺς Ἡρακλείους παῖδας ἀλλὰ καὶ δόμου
τύχας, ὅταν πάσχηι τι, μεμνήσεσθε δὲ
δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.
Χορός ὦ γῆς λοχεύμαθʼ, οὓς Ἄρης σπείρει ποτὲ
λάβρον δράκοντος ἐξερημώσας γένυν,
οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
ἀρεῖτε καὶ τοῦδʼ ἀνδρὸς ἀνόσιον κάρα
καθαιματώσεθʼ, ὅστις οὐ Καδμεῖος ὢν
ἄρχει κάκιστος τῶν ἐμῶν ἔπηλυς ὤν;
ἀλλʼ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτὲ
οὐδʼ ἁπόνησα πόλλʼ ἐγὼ καμὼν χερὶ
ἕξεις. ἀπέρρων δʼ ἔνθεν ἦλθες ἐνθάδε
ὕβριζʼ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε
τοὺς Ἡρακλείους παῖδας· οὐ τοσόνδε γῆς
ἔνερθʼ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
ὁ δʼ ὠφελήσας ἀξίων οὐ τυγχάνει·
κἄπειτα πράσσω πόλλʼ ἐγὼ φίλους ἐμοὺς
θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,
ἐν δʼ ἀσθενείαι τὸν πόθον διώλεσας.
ἐπεί σʼ ἔπαυσʼ ἂν δοῦλον ἐννέποντά με
καὶ τάσδε Θήβας εὐκλεῶς ὠνήσαμεν,
ἐν αἷς σὺ χαίρεις. οὐ γὰρ εὖ φρονεῖ πόλις
στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν·
οὐ γάρ ποτʼ ἂν σὲ δεσπότην ἐκτήσατο.
Μεγάρα γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα
ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών.
ἡμῶν δʼ ἕκατι δεσπόταις θυμούμενοι
πάθητε μηδέν. τῆς δʼ ἐμῆς, Ἀμφιτρύων,
γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ
ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν
δεινὸν νομίζω· τῶι δʼ ἀναγκαίωι τρόπωι
ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτῶν.
ἡμᾶς δʼ, ἐπειδὴ δεῖ θανεῖν, θνήισκειν χρεὼν
μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων
διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.
ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·
σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,
ὥστʼ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σʼ ὕπο,
οὑμὸς δʼ ἀμαρτύρητος εὐκλεὴς πόσις,
ὃς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι
δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς
κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ·
ἐμοί τε μίμημʼ ἀνδρὸς οὐκ ἀπωστέον.
σκέψαι δὲ τὴν σὴν ἐλπίδʼ ἧι λογίζομαι·
ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;
καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;
ἀλλʼ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;
ἥκιστα· φεύγειν σκαιὸν ἄνδρʼ ἐχθρὸν χρεών,
σοφοῖσι δʼ εἴκειν καὶ τεθραμμένοις καλῶς·
ῥᾶιον γὰρ αἰδοῖ σʼ ὑποβαλὼν φίλʼ ἂν τέμοις.
ἤδη δʼ ἐσῆλθέ μʼ εἰ παραιτησαίμεθα
φυγὰς τέκνων τῶνδʼ· ἀλλὰ καὶ τόδʼ ἄθλιον
πενίαι σὺν οἰκτρᾶι περιβαλεῖν σωτηρίαν,
ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις
ἓν ἦμαρ ἡδὺ βλέμμʼ ἔχειν φασὶν μόνον.
τόλμα μεθʼ ἡμῶν θάνατον, ὃς μένει σʼ ὅμως.
προκαλούμεθʼ εὐγένειαν, ὦ γέρον, σέθεν·
τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας
πρόθυμός ἐστιν, ἡ προθυμία δʼ ἄφρων·
ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.
Χορός εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
ἦν τίς σʼ ὑβρίζων, ῥαιδίως ἔπαυσά τἄν·
νῦν δʼ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
ὅπως διώσηι τὰς τύχας, Ἀμφιτρύων.
Ἀμφιτρύων οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
θανεῖν ἐρύκει μʼ, ἀλλὰ παιδὶ βούλομαι
σῶσαι τέκνʼ· ἄλλως δʼ ἀδυνάτων ἔοικʼ ἐρᾶν.
ἰδού, πάρεστιν ἥδε φασγάνωι δέρη
κεντεῖν φονεύειν ἱέναι πέτρας ἄπο.
μίαν δὲ νῶιν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·
κτεῖνόν με καὶ τήνδʼ ἀθλίαν παίδων πάρος,
ὡς μὴ τέκνʼ εἰσίδωμεν, ἀνόσιον θέαν,
ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
πατρός τε πατέρα. τἄλλα δʼ, εἰ πρόθυμος εἶ,
πρᾶσσʼ· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.
Μεγάρα κἀγώ σʼ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,
ἡμῖν ἵνʼ ἀμφοῖν εἷς ὑπουργήσηις διπλᾶ·
κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,
δόμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλήιμεθα —,
ὡς ἀλλὰ ταῦτά γʼ ἀπολάχωσʼ οἴκων πατρός.
Λύκος ἔσται τάδʼ· οἴγειν κλῆιθρα προσπόλοις λέγω.
κοσμεῖσθʼ ἔσω μολόντες· οὐ φθονῶ πέπλων.
ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν
ἥξω πρὸς ὑμᾶς νερτέραι δώσων χθονί.
Μεγάρα ὦ τέκνʼ, ὁμαρτεῖτʼ ἀθλίωι μητρὸς ποδὶ
πατρῶιον ἐς μέλαθρον, οὗ τῆς οὐσίας
ἄλλοι κρατοῦσι, τὸ δʼ ὄνομʼ ἔσθʼ ἡμῶν ἔτι.
Ἀμφιτρύων ὦ Ζεῦ, μάτην ἄρʼ ὁμόγαμόν σʼ ἐκτησάμην,
μάτην δὲ παιδὸς κοινεῶνʼ ἐκλήιζομεν·
σὺ δʼ ἦσθʼ ἄρʼ ἧσσον ἢ ʼδόκεις εἶναι φίλος.
ἀρετῆι σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·
παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.
σὺ δʼ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,
τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών,
σώιζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.
ἀμαθής τις εἶ θεὸς ἢ δίκαιος οὐκ ἔφυς.
Χορός αἴλινον μὲν ἐπʼ εὐτυχεῖ
μολπᾶι Φοῖβος ἰαχεῖ
τὰν καλλίφθογγον κιθάραν
ἐλαύνων πλήκτρωι χρυσέωι·
ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼ
ἐς ὄρφναν μολόντα παῖδʼ,
εἴτε Διός νιν εἴπω
εἴτʼ Ἀμφιτρύωνος ἶνιν, ὑμνῆσαι στεφάνωμα μό-
χθων διʼ εὐλογίας θέλω.
γενναίων δʼ ἀρεταὶ πόνων
τοῖς θανοῦσιν ἄγαλμα.
πρῶτον μὲν Διὸς ἄλσος
ἠρήμωσε λέοντος,
πυρσῶι δʼ ἀμφεκαλύφθη
ξανθὸν κρᾶτʼ ἐπινωτίσας
δεινοῦ χάσματι θηρός.
τάν τʼ ὀρεινόμον ἀγρίων
Κενταύρων ποτὲ γένναν
ἔστρωσεν τόξοις φονίοις,
ἐναίρων πτανοῖς βέλεσιν.
ξύνοιδε Πηνειὸς ὁ καλ-
λιδίνας μακραί τʼ ἄρου-
ραι πεδίων ἄκαρποι καὶ Πηλιάδες θεράπναι
σύγχορτοί θʼ Ὁμόλας ἔναυ-
λοι, πεύκαισιν ὅθεν χέρας
πληροῦντες χθόνα Θεσσάλων
ἱππείαις ἐδάμαζον.
τάν τε χρυσοκάρανον
δόρκα ποικιλόνωτον
συλήτειραν ἀγρωστᾶν
κτείνας θηροφόνον θεὰν
Οἰνωᾶτιν ἀγάλλει.
τεθρίππων τʼ ἐπέβα
καὶ ψαλίοις ἐδάμασσε πώ-
λους Διομήδεος, αἳ φονίαισι φάτ-
ναις ἀχάλινʼ ἐθόαζον
κάθαιμα γένυσι σῖτα,
χαρμοναῖσιν ἀνδροβρῶσι
δυστράπεζοι· πέραν
δʼ ἀργυρορρύτων Ἕβρου διεπέρασεν ὄχθων,
Μυκηναίωι πονῶν τυράννωι.
ἄν τε Μηλιάδʼ ἀκτὰν
Ἀναύρου παρὰ παγὰς
Κύκνον ξεινοδαΐκταν
τόξοις ὤλεσεν, Ἀμφαναί-
ας οἰκήτορʼ ἄμεικτον.
ὑμνωιδούς τε κόρας
ἤλυθεν ἑσπέριόν τʼ ἐς αὐ-
λὰν χρύσεον πετάλων ἄπο μηλοφό-
ρων χερὶ καρπὸν ἀμέρξων,
δράκοντα πυρσόνωτον, ὅς σφʼ ἄπλατον ἀμφελικτὸς
ἕλικʼ ἐφρούρει, κτανών·
ποντίας θʼ ἁλὸς μυχοὺς
εἰσέβαινε, θνατοῖς
γαλανείας τιθεὶς ἐρετμοῖς.
οὐρανοῦ θʼ ὑπὸ μέσσαν
ἐλαύνει χέρας ἕδραν,
Ἄτλαντος δόμον ἐλθών,
ἀστρωπούς τε κατέσχεν οἴ-
κους εὐανορίαι θεῶν.
τὸν ἱππευτάν τʼ Ἀμαζόνων στρατὸν
Μαιῶτιν ἀμφὶ πολυπόταμον
ἔβα διʼ ἄξεινον οἶδμα λίμνας,
τίνʼ οὐκ ἀφʼ Ἑλλανίας
ἄγορον ἁλίσας φίλων,
κόρας Ἀρείας πέπλων
χρυσεόστολον φάρος
ζωστῆρος ὀλεθρίους ἄγρας·
τὰ κλεινὰ δʼ Ἑλλὰς ἔλαβε βαρ-
βάρου κόρας λάφυρα καὶ
σώιζεται Μυκήναις.
τάν τε μυριόκρανον
πολύφονον κύνα Λέρνας
ὕδραν ἐξεπύρωσεν,
βέλεσί τʼ ἀμφέβαλʼ ἰόν,
τὸν τρισώματον οἷσιν ἔ-
κτα βοτῆρʼ Ἐρυθείας.
δρόμων τʼ ἄλλων ἀγάλματʼ εὐτυχῆ
διῆλθε τόν τε πολυδάκρυον
ἔπλευσʼ ἐς Ἅιδαν, πόνων τελευτάν,
ἵνʼ ἐκπεραίνει τάλας
βίοτον οὐδʼ ἔβα πάλιν.
στέγαι δʼ ἔρημοι φίλων,
τὰν δʼ ἀνόστιμον τέκνων
Χάρωνος ἐπιμένει πλάτα
βίου κέλευθον ἄθεον ἄδι-
κον· ἐς δὲ σὰς χέρας βλέπει
δώματʼ οὐ παρόντος.
εἰ δʼ ἐγὼ σθένος ἥβων
δόρυ τʼ ἔπαλλον ἐν αἰχμᾶι
Καδμείων τε σύνηβοι,
τέκεσιν ἂν προπαρέσταν
ἀλκᾶι· νῦν δʼ ἀπολείπομαι
τᾶς εὐδαίμονος ἥβας.
ἀλλʼ ἐσορῶ γὰρ τούσδε φθιμένων
ἔνδυτʼ ἔχοντας,
τοὺς τοῦ μεγάλου δή ποτε παῖδας
τὸ πρὶν Ἡρακλέους, ἄλοχόν τε φίλην
ὑπὸ σειραίοις ποσὶν ἕλκουσαν
τέκνα καὶ γεραιὸν πατέρʼ Ἡρακλέους.
δύστηνος ἐγώ,
δακρύων ὡς οὐ δύναμαι κατέχειν
γραίας ὄσσων ἔτι πηγάς.
Μεγάρα εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων;
ἕτοιμʼ ἄγειν τὰ θύματʼ εἰς Ἅιδου τάδε.
ὦ τέκνʼ, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,
ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.
ὦ μοῖρα δυστάλαινʼ ἐμή τε καὶ τέκνων
τῶνδʼ, οὓς πανύστατʼ ὄμμασιν προσδέρκομαι.
ἐτέκομεν ὑμᾶς, πολεμίοις δʼ ἐθρεψάμην
ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.
φεῦ· ἦ πολύ γε δόξης ἐξέπεσον εὐέλπιδος,
ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτʼ ἤλπισα.
σοὶ μὲν γὰρ Ἄργος ἔνεμʼ ὁ κατθανὼν πατήρ,
Εὐρυσθέως δʼ ἔμελλες οἰκήσειν δόμους
τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,
στολήν τε θηρὸς ἀμφέβαλλε σῶι κάραι
λέοντος, ἧιπερ αὐτὸς ἐξωπλίζετο.
σὺ δʼ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ
ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,
ὡς ἐξέπειθες τὸν κατασπείραντά σε,
ἐς δεξιάν τε σὴν ἀλεξητήριον
ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.
σοὶ δʼ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ
τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
τρεῖς δʼ ὄντας ὑμᾶς τριπτύχοις τυραννίσιν
πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίαι.
ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην
κήδη συνάψουσʼ ἔκ τʼ Ἀθηναίων χθονὸς
Σπάρτης τε Θηβῶν θʼ, ὡς ἀνημμένοι κάλωις
πρυμνησίοισι βίον ἔχοιτʼ εὐδαίμονα.
καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δʼ ἡ τύχη
νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκʼ ἔχειν,
ἐμοὶ δὲ δάκρυα λουτρὰ δυστήνωι φέρειν.
πατὴρ δὲ πατρὸς ἑστιᾶι γάμους ὅδε,
Ἅιδην νομίζων πενθερόν, κῆδος πικρόν.
ὤμοι, τίνʼ ὑμῶν πρῶτον ἢ τίνʼ ὕστατον
πρὸς στέρνα θῶμαι; τῶι προσαρμόσω στόμα;
τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
μέλισσα συνενέγκαιμʼ ἂν ἐκ πάντων γόους,
ἐς ἓν δʼ ἐνεγκοῦσʼ ἀθρόον ἀποδοίην δάκρυ;
ὦ φίλτατʼ, εἴ τις φθόγγος εἰσακούεται
θνητῶν παρʼ Ἅιδηι, σοὶ τάδʼ, Ἡράκλεις, λέγω·
θνήισκει πατὴρ σὸς καὶ τέκνʼ, ὄλλυμαι δʼ ἐγώ,
ἣ πρὶν μακαρία διὰ σʼ ἐκληιζόμην βροτοῖς.
ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι.
ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ·
κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.
Ἀμφιτρύων σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·
ἐγὼ δὲ σʼ, ὦ Ζεῦ, χεῖρʼ ἐς οὐρανὸν δικὼν
αὐδῶ, τέκνοισιν εἴ τι τοισίδʼ ὠφελεῖν
μέλλεις, ἀμύνειν, ὡς τάχʼ οὐδὲν ἀρκέσεις.
καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·
θανεῖν γάρ, ὡς ἔοικʼ, ἀναγκαίως ἔχει.
ἀλλʼ, ὦ γέροντες, σμικρὰ μὲν τὰ τοῦ βίου,
τοῦτον δʼ ὅπως ἥδιστα διαπεράσατε
ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.
ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται
σώιζειν, τὸ δʼ αὑτοῦ σπουδάσας διέπτατο.
ὁρᾶτʼ ἔμʼ ὅσπερ ἦ περίβλεπτος βροτοῖς
ὀνομαστὰ πράσσων, καί μʼ ἀφείλεθʼ ἡ τύχη
ὥσπερ πτερὸν πρὸς αἰθέρʼ ἡμέραι μιᾶι.
ὁ δʼ ὄλβος ὁ μέγας ἥ τε δόξʼ οὐκ οἶδʼ ὅτωι
βέβαιός ἐστι. χαίρετʼ· ἄνδρα γὰρ φίλον
πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
Μεγάρα ἔα· ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατʼ, ἢ τί φῶ;
Ἀμφιτρύων οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμʼ ἔχει.
Μεγάρα ὅδʼ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν.
τί φημί; ποῖʼ ὄνειρα κηραίνουσʼ ὁρῶ;
οὐκ ἔσθʼ ὅδʼ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
δεῦρʼ, ὦ τέκνʼ, ἐκκρίμνασθε πατρώιων πέπλων,
ἴτʼ ἐγκονεῖτε, μὴ μεθῆτʼ, ἐπεὶ Διὸς
σωτῆρος ὑμῖν οὐδέν ἐσθʼ ὅδʼ ὕστερος.
Ἡρακλῆς ὦ χαῖρε μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς,
ὡς ἄσμενός σʼ ἐσεῖδον ἐς φάος μολών.
ἔα· τί χρῆμα; τέκνʼ ὁρῶ πρὸ δωμάτων
στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα
ὄχλωι τʼ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον
πατέρα τε δακρύοντα συμφορὰς τίνας;
φέρʼ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς·
γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;
Μεγάρα ὦ φίλτατʼ ἀνδρῶν Ἀμφιτρύων ὦ φάος μολὼν πατρί
Μεγάρα ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;
Ἡρακλῆς τί φήις; τίνʼ ἐς ταραγμὸν ἥκομεν, πάτερ;
Μεγάρα διωλλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,
εἰ πρόσθεν ἥρπασʼ ἃ σὲ λέγειν πρὸς τόνδʼ ἐχρῆν·
τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,
καὶ τἄμʼ ἔθνηισκε τέκνʼ, ἀπωλλύμην δʼ ἐγώ.
Ἡρακλῆς Ἄπολλον, οἵοις φροιμίοις ἄρχηι λόγου.
Μεγάρα τεθνᾶσʼ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.
Ἡρακλῆς πῶς φήις; τί δράσας ἢ μόρου ποίου τυχών;
Μεγάρα Λύκος σφʼ ὁ καινὸς γῆς ἄναξ διώλεσεν.
Ἡρακλῆς ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός;
Μεγάρα στάσει· τὸ Κάδμου δʼ ἑπτάπυλον ἔχει κράτος.
Ἡρακλῆς τί δῆτα πρὸς σὲ καὶ γέροντʼ ἦλθεν φόβος;
Μεγάρα κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.
Ἡρακλῆς τί φήις; τί ταρβῶν ὀρφάνευμʼ ἐμῶν τέκνων;
Μεγάρα μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.
Ἡρακλῆς κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;
Μεγάρα θανάτου τάδʼ ἤδη περιβόλαιʼ ἐνήμμεθα.
Ἡρακλῆς καὶ πρὸς βίαν ἐθνήισκετʼ; ὦ τλήμων ἐγώ.
Μεγάρα φίλων γʼ ἔρημοι· σὲ δὲ θανόντʼ ἠκούομεν.
Ἡρακλῆς πόθεν δʼ ἐς ὑμᾶς ἥδʼ ἐσῆλθʼ ἀθυμία;
Μεγάρα Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.
Ἡρακλῆς τί δʼ ἐξελείπετʼ οἶκον ἑστίαν τʼ ἐμήν;
Μεγάρα βίαι, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους
Ἡρακλῆς κοὐκ ἔσχεν αἰδὼς τὸν γέροντʼ ἀτιμάσαι;
Μεγάρα αἰδώς; ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.
Ἡρακλῆς οὕτω δʼ ἀπόντες ἐσπανίζομεν φίλων;
Μεγάρα φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;
Ἡρακλῆς μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;
Μεγάρα ἄφιλον, ἵνʼ αὖθίς σοι λέγω, τὸ δυστυχές.
Ἡρακλῆς οὐ ῥίψεθʼ Ἅιδου τάσδε περιβολὰς κόμης
καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου
φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
ἐγὼ δέ, νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός,
πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
καινῶν τυράννων, κρᾶτα δʼ ἀνόσιον τεμὼν
ῥίψω κυνῶν ἕλκημα· Καδμείων δʼ ὅσους
κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ
τῶι καλλινίκωι τῶιδʼ ὅπλωι χειρώσομαι,
τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασιν
νεκρῶν ἅπαντʼ Ἰσμηνὸν ἐμπλήσω φόνου,
Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.
τῶι γάρ μʼ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ
καὶ παισὶ καὶ γέροντι; χαιρόντων πόνοι·
μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.
καὶ δεῖ μʼ ὑπὲρ τῶνδʼ, εἴπερ οἵδʼ ὑπὲρ πατρός,
θνήισκειν ἀμύνοντʼ· ἢ τί φήσομεν καλὸν
ὕδραι μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε
Εὐρυσθέως πομπαῖσι, τῶν δʼ ἐμῶν τέκνων
οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρʼ Ἡρακλῆς
ὁ καλλίνικος ὡς πάροιθε λέξομαι.
Χορός δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα
πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.
Ἀμφιτρύων πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις τʼ εἶναι φίλον
τά τʼ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ʼπείγου λίαν.
Ἡρακλῆς τί δʼ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;
Ἀμφιτρύων πολλοὺς πένητας, ὀλβίους δὲ τῶι λόγωι
δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,
οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν
ἐφʼ ἁρπαγαῖσι τῶν πέλας, τὰ δʼ ἐν δόμοις
δαπάναισι φροῦδα διαφυγόνθʼ ὑπʼ ἀργίας.
ὤφθης δʼ ἐσελθὼν πόλιν· ἐπεὶ δʼ ὤφθης, ὅρα
ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσηις.
Ἡρακλῆς μέλει μὲν οὐδὲν εἴ με πᾶσʼ εἶδεν πόλις·
ὄρνιν δʼ ἰδών τινʼ οὐκ ἐν αἰσίοις ἕδραις
ἔγνων πόνον τινʼ ἐς δόμους πεπτωκότα,
ὥστʼ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.
Ἀμφιτρύων καλῶς· παρελθών νυν πρόσειπέ θʼ Ἑστίαν
καὶ δὸς πατρώιοις δώμασιν σὸν ὄμμʼ ἰδεῖν.
ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα
ἕλξων φονεύσων κἄμʼ ἐπισφάξων ἄναξ.
μένοντι δʼ αὐτοῦ πάντα σοι γενήσεται
τῆι τʼ ἀσφαλείαι κερδανεῖς· πόλιν δὲ σὴν
μὴ πρὶν ταράξηις πρὶν τόδʼ εὖ θέσθαι, τέκνον.
Ἡρακλῆς δράσω τάδʼ· εὖ γὰρ εἶπας· εἶμʼ ἔσω δόμων.
χρόνωι δʼ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν
Ἅιδου Κόρης τʼ ἔνερθεν οὐκ ἀτιμάσω
θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.
Ἀμφιτρύων ἦλθες γὰρ ὄντως δώματʼ εἰς Ἅιδου, τέκνον;
Ἡρακλῆς καὶ θῆρά γʼ ἐς φῶς τὸν τρίκρανον ἤγαγον.
Ἀμφιτρύων μάχηι κρατήσας ἢ θεᾶς δωρήμασιν;
Ἡρακλῆς μάχηι· τὰ μυστῶν δʼ ὄργιʼ εὐτύχησʼ ἰδών.
Ἀμφιτρύων ἦ καὶ κατʼ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;
Ἡρακλῆς Χθονίας νιν ἄλσος Ἑρμιών τʼ ἔχει πόλις.
Ἀμφιτρύων οὐδʼ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντʼ ἄνω;
Ἡρακλῆς οὐκ οἶδʼ, ἵνʼ ἐλθὼν τἀνθάδʼ εἰδείην πάρος.
Ἀμφιτρύων χρόνον δὲ πῶς τοσοῦτον ἦσθʼ ὑπὸ χθονί;
Ἡρακλῆς Θησέα κομίζων ἐχρόνισʼ ἐξ Ἅιδου, πάτερ.
Ἀμφιτρύων καὶ ποῦ ʼστιν; ἦ γῆς πατρίδος οἴχεται πέδον;
Ἡρακλῆς βέβηκʼ Ἀθήνας νέρθεν ἄσμενος φυγών.
ἀλλʼ εἶʼ ὁμαρτεῖτʼ, ὦ τέκνʼ, ἐς δόμους πατρί·
καλλίονές τἄρʼ εἴσοδοι τῶν ἐξόδων
πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε
καὶ νάματʼ ὄσσων μηκέτʼ ἐξανίετε,
σύ τʼ, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ
τρόμου τε παῦσαι, καὶ μέθεσθʼ ἐμῶν πέπλων·
οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.
ἆ, οἵδʼ οὐκ ἀφιᾶσʼ ἀλλʼ ἀνάπτονται πέπλων
τοσῶιδε μᾶλλον· ὧδʼ ἔβητʼ ἐπὶ ξυροῦ;
ἄξω λαβών γε τούσδʼ ἐφολκίδας χεροῖν,
ναῦς δʼ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι
θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα·
φιλοῦσι παῖδας οἵ τʼ ἀμείνονες βροτῶν
οἵ τʼ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι·
ἔχουσιν, οἱ δʼ οὔ· πᾶν δὲ φιλότεκνον γένος.
Χορός ἁ νεότας μοι φίλον· ἄ-
χθος δὲ τὸ γῆρας αἰεὶ
βαρύτερον Αἴτνας σκοπέλων
ἐπὶ κρατὶ κεῖται, βλεφάρων
σκοτεινὸν φάος ἐπικαλύψαν.
μή μοι μήτʼ Ἀσιήτιδος
τυραννίδος ὄλβος εἴη,
μὴ χρυσοῦ δώματα πλήρη
τᾶς ἥβας ἀντιλαβεῖν,
ἃ καλλίστα μὲν ἐν ὄλβωι,
καλλίστα δʼ ἐν πενίαι.
τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-
ρας μισῶ· κατὰ κυμάτων δʼ
ἔρροι μηδέ ποτʼ ὤφελεν
θνατῶν δώματα καὶ πόλεις
ἐλθεῖν, ἀλλὰ κατʼ αἰθέρʼ αἰ-
εὶ πτεροῖσι φορείσθω.
εἰ δὲ θεοῖς ἦν ξύνεσις
καὶ σοφία κατʼ ἄνδρας,
δίδυμον ἂν ἥβαν ἔφερον,
φανερὸν χαρακτῆρʼ ἀρετᾶς
ὅσοισιν μέτα, καὶ θανόντες
εἰς αὐγὰς πάλιν ἁλίου
δισσοὺς ἂν ἔβαν διαύλους,
ἁ δυσγένεια δʼ ἁπλοῦν ἂν
εἶχε ζόας βίοτον,
καὶ τῶιδʼ ἂν τούς τε κακοὺς ἦν
γνῶναι καὶ τοὺς ἀγαθούς,
ἴσον ἅτʼ ἐν νεφέλαισιν ἄ-
στρων ναύταις ἀριθμὸς πέλει.
νῦν δʼ οὐδεὶς ὅρος ἐκ θεῶν
χρηστοῖς οὐδὲ κακοῖς σαφής,
ἀλλʼ εἱλισσόμενός τις αἰ-
ὼν πλοῦτον μόνον αὔξει.
οὐ παύσομαι τὰς Χάριτας
ταῖς Μούσαισιν συγκαταμει-
γνύς, ἡδίσταν συζυγίαν.
μὴ ζώιην μετʼ ἀμουσίας,
αἰεὶ δʼ ἐν στεφάνοισιν εἴην·
ἔτι τοι γέρων ἀοιδὸς
κελαδῶ Μναμοσύναν,
ἔτι τὰν Ἡρακλέους
καλλίνικον ἀείδω
παρά τε Βρόμιον οἰνοδόταν
παρά τε χέλυος ἑπτατόνου
μολπὰν καὶ Λίβυν αὐλόν.
οὔπω καταπαύσομεν
Μούσας αἵ μʼ ἐχόρευσαν.
παιᾶνα μὲν Δηλιάδες
ναῶν ὑμνοῦσʼ ἀμφὶ πύλας
τὸν Λατοῦς εὔπαιδα γόνον,
εἱλίσσουσαι καλλίχοροι·
παιᾶνας δʼ ἐπὶ σοῖς μελάθροις
κύκνος ὣς γέρων ἀοιδὸς
πολιᾶν ἐκ γενύων
κελαδήσω· τὸ γὰρ εὖ
τοῖς ὕμνοισιν ὑπάρχει.
Διὸς ὁ παῖς· τᾶς δʼ εὐγενίας
πλέον ὑπερβάλλων ἀρετᾶι
μοχθήσας τὸν ἄκυμον
θῆκεν βίοτον βροτοῖς
πέρσας δείματα θηρῶν.
Λύκος ἐς καιρὸν οἴκων, Ἀμφιτρύων, ἔξω περᾶις·
χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις
κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.
ἀλλʼ εἶα παῖδας καὶ δάμαρθʼ Ἡρακλέους
ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,
ἐφʼ οἷς ὑπέστητʼ αὐτεπάγγελτοι θανεῖν.
Ἀμφιτρύων ἄναξ, διώκεις μʼ ἀθλίως πεπραγότα
ὕβριν θʼ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·
ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
ἐπεὶ δʼ ἀνάγκην προστίθης ἡμῖν θανεῖν,
στέργειν ἀνάγκη· δραστέον δʼ ἃ σοὶ δοκεῖ.
Λύκος ποῦ δῆτα Μεγάρα; ποῦ τέκνʼ Ἀλκμήνης γόνου;
Ἀμφιτρύων δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι
Λύκος τί χρῆμα; δόξης τίνος ἔχεις τεκμήριον;
Ἀμφιτρύων ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις
Λύκος ἀνόνητά γʼ ἱκετεύουσαν ἐκσῶσαι βίον.
Ἀμφιτρύων καὶ τὸν θανόντα γʼ ἀνακαλεῖν μάτην πόσιν.
Λύκος ὁ δʼ οὐ πάρεστιν οὐδὲ μὴ μόληι ποτέ.
Ἀμφιτρύων οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
Λύκος χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.
Ἀμφιτρύων μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
Λύκος ἡμεῖς δʼ, ἐπειδὴ σοὶ τόδʼ ἔστʼ ἐνθύμιον,
οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν
σὺν μητρὶ παῖδας. δεῦρʼ ἕπεσθε, πρόσπολοι,
ὡς ἂν σχολὴν λεύσσωμεν ἄσμενοι πόνων.
Ἀμφιτρύων σὺ δʼ οὖν ἴθʼ, ἔρχηι δʼ οἷ χρεών· τὰ δʼ ἄλλʼ ἴσως
ἄλλωι μελήσει. προσδόκα δὲ δρῶν κακῶς
κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν
στείχει, βρόχοισι δʼ ἀρκύων κεκλήισεται
ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν
ὁ παγκάκιστος. εἶμι δʼ, ὡς ἴδω νεκρὸν
πίπτοντʼ· ἔχει γὰρ ἡδονὰς θνήισκων ἀνὴρ
ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.
Χορός μεταβολὰ κακῶν· μέγας ὁ πρόσθʼ ἄναξ
πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.
ἰὼ
δίκα καὶ θεῶν παλίρρους πότμος.
— ἦλθες χρόνωι μὲν οὗ δίκην δώσεις θανών,
ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
— χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·
πάλιν ἔμολεν,
ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισʼ ἂν
παθεῖν, γᾶς ἄναξ.
— ἀλλʼ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω
σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.
Λύκος — ἔσωθεν —
ἰώ μοί μοι.
Χορός τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν
φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
βοᾶι φόνου φροίμιον στενάζων ἄναξ.
Λύκος — ἔσωθεν — ὦ πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλωι.
Χορός καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνων
τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.
— τίς ὁ θεοὺς ἀνομίαι χραίνων, θνατὸς ὤν,
ἄφρονα λόγον
οὐρανίων μακάρων κατέβαλʼ ὡς ἄρʼ οὐ
σθένουσιν θεοί; — γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ.
σιγᾶι μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.
χοροὶ χοροὶ
καὶ θαλίαι μέλουσι Θή-
βας ἱερὸν κατʼ ἄστυ. μεταλλαγαὶ γὰρ δακρύων,
μεταλλαγαὶ συντυχίας
… ἔτεκον ἀοιδάς.
βέβακʼ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος
κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον.
δοκημάτων ἐκτὸς ἦλθεν ἐλπίς.
θεοὶ θεοὶ τῶν ἀδίκων μέλουσι καὶ
τῶν ὁσίων ἐπάιειν.
ὁ χρυσὸς ἅ τʼ εὐτυχία
φρενῶν βροτοὺς ἐξάγεται
δύνασιν ἄδικον ἐφέλκων.
χρόνου γὰρ οὔτις ἔτλα τὸ πάλιν εἰσορᾶν·
νόμον παρέμενος ἀνομίαι χάριν διδοὺς
ἔθραυσεν ὄλβου κελαινὸν ἅρμα.
Ἰσμήνʼ ὦ στεφαναφόρει
ξεσταί θʼ ἑπταπύλου πόλεως
ἀναχορεύσατʼ ἀγυιαὶ
Δίρκα θʼ ἁ καλλιρρέεθρος,
σύν τʼ Ἀσωπιάδες κόραι
πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοὶ
Νύμφαι τὸν Ἡρακλέους
καλλίνικον ἀγῶνα.
Πυθίου δενδρῶτι πέτρα
Μουσᾶν θʼ Ἑλικωνίδων δώματα,
αὔξετʼ εὐγαθεῖ κελάδωι
ἐμὰν πόλιν, ἐμὰ τείχη,
σπαρτῶν ἵνα γένος ἐφάνθη,
χαλκασπίδων λόχος, ὃς γᾶν
τέκνων τέκνοις μεταμείβει,
Θήβαις ἱερὸν φῶς.
ὦ λέκτρων δύο συγγενεῖς
εὐναί, θνατογενοῦς τε καὶ
Διός, ὃς ἦλθεν ἐς εὐνὰν
νύμφας τᾶς Περσηίδος· ὡς
πιστόν μοι τὸ παλαιὸν ἤ-
δη λέχος, ὦ Ζεῦ, σὸν ἐπʼ οὐκ ἐλπίδι φάνθη.
λαμπρὰν δʼ ἔδειξʼ ὁ χρόνος
τὰν Ἡρακλέος ἀλκάν·
ὃς γᾶς ἐξέβας θαλάμων
Πλούτωνος δῶμα λιπὼν νέρτερον.
κρείσσων μοι τύραννος ἔφυς
ἢ δυσγένειʼ ἀνάκτων,
ἃ νῦν ἐσορῶντι φαίνει
ξιφηφόρων ἐς ἀγώνων
ἅμιλλαν εἰ τὸ δίκαιον
θεοῖς ἔτʼ ἀρέσκει.
— ἔα ἔα·
ἆρʼ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου,
γέροντες, οἷον φάσμʼ ὑπὲρ δόμων ὁρῶ;
— φυγῆι φυγῆι
νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα.
— ὦναξ Παιάν,
ἀπότροπος γένοιό μοι πημάτων.
Ἶρις θαρσεῖτε Νυκτὸς τήνδʼ ὁρῶντες ἔκγονον
Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν
Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος,
ἑνὸς δʼ ἐπʼ ἀνδρὸς δώματα στρατεύομεν,
ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τʼ ἄπο.
πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς,
τὸ χρή νιν ἐξέσωιζεν οὐδʼ εἴα πατὴρ
Ζεύς νιν κακῶς δρᾶν οὔτʼ ἔμʼ οὔθʼ Ἥραν ποτέ·
ἐπεὶ δὲ μόχθους διεπέρασʼ Εὐρυσθέως,
Ἥρα προσάψαι κοινὸν αἷμʼ αὐτῶι θέλει
παῖδας κατακτείναντι, συνθέλω δʼ ἐγώ.
ἀλλʼ εἶʼ ἄτεγκτον συλλαβοῦσα καρδίαν,
Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,
μανίας τʼ ἐπʼ ἀνδρὶ τῶιδε καὶ παιδοκτόνους
φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα
ἔλαυνε κίνει, φόνιον ἐξίει κάλων,
ὡς ἂν πορεύσας διʼ Ἀχερούσιον πόρον
τὸν καλλίπαιδα στέφανον αὐθέντηι φόνωι
γνῶι μὲν τὸν Ἥρας οἷός ἐστʼ αὐτῶι χόλος,
μάθηι δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ,
τὰ θνητὰ δʼ ἔσται μεγάλα, μὴ δόντος δίκην.
Λύσσα ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος
πέφυκα, Νυκτὸς Οὐρανοῦ τʼ ἀφʼ αἵματος·
τιμάς τʼ ἔχω τάσδʼ οὐκ ἀγασθῆναι φίλοις
οὐδʼ ἥδομαι φοιτῶσʼ ἐπʼ ἀνθρώπων φίλους.
παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,
Ἥραι θέλω σοί τʼ, ἢν πίθησθʼ ἐμοῖς λόγοις.
ἁνὴρ ὅδʼ οὐκ ἄσημος οὔτʼ ἐπὶ χθονὶ
οὔτʼ ἐν θεοῖσιν, οὗ σύ μʼ ἐσπέμπεις δόμους·
ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν
ἐξημερώσας θεῶν ἀνέστησεν μόνος
τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο.
ὥστʼ οὐ παραινῶ μεγάλα βουλεῦσαι κακά.
Ἶρις μὴ σὺ νουθέτει τά θʼ Ἥρας κἀμὰ μηχανήματα.
Λύκος ἐς τὸ λῶιον ἐμβιβάζω σʼ ἴχνος ἀντὶ τοῦ κακοῦ.
Ἶρις οὐχὶ σωφρονεῖν γʼ ἔπεμψε δεῦρό σʼ ἡ Διὸς δάμαρ.
Λύκος Ἥλιον μαρτυρόμεσθα δρῶσʼ ἃ δρᾶν οὐ βούλομαι.
εἰ δὲ δή μʼ Ἥραι θʼ ὑπουργεῖν σοί τʼ ἀναγκαίως ἔχει,
εἶμί γʼ· οὔτε πόντος οὕτω κύμασι στένων λάβρος
οὔτε γῆς σεισμὸς κεραυνοῦ τʼ οἶστρος ὠδῖνας πνέων
οἷʼ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους·
καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,
τέκνʼ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται
παῖδας οὓς ἔτικτεν ἐναρών, πρὶν ἂν ἐμὰς λύσσας ἀφῆι.
ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο
καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας,
ἀμπνοὰς δʼ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολήν,
δεινὰ μυκᾶται δέ. Κῆρας ἀνακαλῶ τὰς Ταρτάρου
τάχος ἐπιρροιβδεῖν ὁμαρτεῖν θʼ ὡς κυνηγέτηι κύνας.
τάχα σʼ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβωι.
στεῖχʼ ἐς Οὔλυμπον πεδαίρουσʼ, Ἶρι, γενναῖον πόδα·
ἐς δόμους δʼ ἡμεῖς ἄφαντοι δυσόμεσθʼ Ἡρακλέους.
Χορός ὀτοτοτοῖ, στέναξον· ἀποκείρεται
σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος,
μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν
ἀποβαλεῖς ὀλεῖς μανιάσιν λύσσαις
χορευθέντʼ ἐναύλοις.
βέβακεν ἐν δίφροισιν ἁ πολύστονος,
ἅρμασι δʼ ἐνδίδωσι
κέντρον ὡς ἐπὶ λώβαι
Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις ὄφεων ἰαχήμασι Λύσσα μαρμαρωπός.
ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,
ταχὺ δὲ πρὸς πατρὸς τέκνʼ ἐκπνεύσεται.
Ἀμφιτρύων — ἔσωθεν — ἰώ μοι μέλεος. Χορός ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα
λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ κακοῖσιν ἐκπετάσουσιν.
Ἀμφιτρύων ἰὼ στέγαι.
Χορός κατάρχεται χορεύματʼ ἄτερ τυπάνων
οὐ Βρομίου κεχαρισμένα θύρσωι
Ἀμφιτρύων ἰὼ δόμοι.
Χορός πρὸς αἵματʼ, οὐχὶ τᾶς Διονυσιάδος
βοτρύων ἐπὶ χεύμασι λοιβᾶς.
Ἀμφιτρύων φυγῆι, τέκνʼ, ἐξορμᾶτε. Χορός δάιον τόδε
δάιον μέλος ἐπαυλεῖται.
κυναγετεῖ τέκνων διωγμόν· οὔποτʼ ἄκραντα δόμοισι
Λύσσα βακχεύσει.
Ἀμφιτρύων αἰαῖ κακῶν.
Χορός αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω
πατέρα τάν τε παιδοτρόφον, ἇι μάταν
τέκεα γεννᾶται.
ἰδοὺ ἰδού,
θύελλα σείει δῶμα, συμπίπτει στέγη.
Ἀμφιτρύων ἢ ἤ· τί δρᾶις, ὦ Διὸς παῖ, μελάθρωι;
τάραγμα ταρτάρειον ὡς ἐπʼ Ἐγκελάδωι ποτέ, Παλλάς,
ἐς δόμους πέμπεις.
Ἐξάγγελος ὦ λευκὰ γήραι σώματʼ Χορός ἀνακαλεῖς με τίνα
βοάν; Ἐξάγγελος ἄλαστα τἀν δόμοισι. Χορός μάντιν οὐχ
ἕτερον ἄξομαι.
Ἐξάγγελος τεθνᾶσι παῖδες. Χορός αἰαῖ.
Ἐξάγγελος στενάζεθʼ ὡς στενακτά. Χορός δάιοι φόνοι,
δάιοι δὲ τοκέων χέρες.
Ἐξάγγελος οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν.
Χορός πῶς παισὶ στενακτὰν ἄταν ἄταν
πατέρος ἀμφαίνεις;
λέγε τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ μέλα-
θρα κακὰ τάδε … τλάμονάς
τε παίδων τύχας.
Ἐξάγγελος ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς
καθάρσιʼ οἴκων, γῆς ἄνακτʼ ἐπεὶ κτανὼν
ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης·
χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων
πατήρ τε Μεγάρα τʼ, ἐν κύκλωι δʼ ἤδη κανοῦν
εἵλικτο βωμοῦ, φθέγμα δʼ ὅσιον εἴχομεν.
μέλλων δὲ δαλὸν χειρὶ δεξιᾶι φέρειν,
ἐς χέρνιβʼ ὡς βάψειεν, Ἀλκμήνης τόκος
ἔστη σιωπῆι. καὶ χρονίζοντος πατρὸς
παῖδες προσέσχον ὄμμʼ· ὁ δʼ οὐκέθʼ αὑτὸς ἦν,
ἀλλʼ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος
ῥίζας τʼ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν
ἀφρὸν κατέσταζʼ εὔτριχος γενειάδος.
ἔλεξε δʼ ἅμα γέλωτι παραπεπληγμένωι·
Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα
καθάρσιον πῦρ καὶ πόνους διπλοῦς ἔχω;
ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε.
ὅταν δʼ ἐνέγκω δεῦρο κρᾶτʼ Εὐρυσθέως
ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας.
ἐκχεῖτε πηγάς, ῥίπτετʼ ἐκ χειρῶν κανᾶ.
τίς μοι δίδωσι τόξα; τίς δʼ ὅπλον χερός;
πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν
μοχλοὺς δικέλλας θʼ ὥστε Κυκλώπων βάθρα
φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα
στρεπτῶι σιδήρωι συντριαινῶσαι πάλιν.
ἐκ τοῦδε βαίνων ἅρματʼ οὐκ ἔχων ἔχειν
ἔφασκε δίφρου τʼ εἰσέβαινεν ἄντυγα
κἄθεινε, κέντρωι δῆθεν ὡς θείνων, χερί.
διπλοῦς δʼ ὀπαδοῖς ἦν γέλως φόβος θʼ ὁμοῦ,
καί τις τόδʼ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·
Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;
ὁ δʼ εἷρπʼ ἄνω τε καὶ κάτω κατὰ στέγας,
μέσον δʼ ἐς ἀνδρῶνʼ ἐσπεσὼν Νίσου πόλιν
ἥκειν ἔφασκε, δωμάτων τʼ ἔσω βεβὼς
κλιθεὶς ἐς οὖδας ὡς ἔχει σκευάζεται
θοίνην. διελθὼν δʼ ὡς βραχὺν χρόνον μονῆς
Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.
κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων
πρὸς οὐδένʼ ἡμιλλᾶτο κἀκηρύσσετο
αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,
ἀκοὴν ὑπειπών. δεινὰ δʼ Εὐρυσθεῖ βρέμων
ἦν ἐν Μυκήναις τῶι λόγωι. πατὴρ δέ νιν
θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε·
Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως
τῆσδʼ; οὔ τί που φόνος σʼ ἐβάκχευσεν νεκρῶν
οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν
πατέρα προταρβοῦνθʼ ἱκέσιον ψαύειν χερὸς
ὠθεῖ, φαρέτραν δʼ εὐτρεπῆ σκευάζεται
καὶ τόξʼ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως
δοκῶν φονεύειν. οἱ δὲ ταρβοῦντες φόβωι
ὤρουον ἄλλος ἄλλοσʼ, ἐς πέπλους ὁ μὲν
μητρὸς ταλαίνης, ὁ δʼ ὑπὸ κίονος σκιάν,
ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο.
βοᾶι δὲ μήτηρ· Ὦ τεκών, τί δρᾶις; τέκνα
κτείνεις; βοᾶι δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος.
ὁ δʼ ἐξελίσσων παῖδα κίονος κύκλωι
τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους
ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.
ὁ δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε·
Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
ἔχθραν πατρώιαν ἐκτίνων πέπτωκέ μοι.
ἄλλωι δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίαν
ἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν.
φθάνει δʼ ὁ τλήμων γόνασι προσπεσὼν πατρὸς
καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλὼν
Ὦ φίλτατʼ, αὐδᾶι, μή μʼ ἀποκτείνηις, πάτερ·
σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
ὁ δʼ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,
ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος
μυδροκτύπον μίμημʼ ὑπὲρ κάρα βαλὼν
ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
ἔρρηξε δʼ ὀστᾶ. δεύτερον δὲ παῖδʼ ἑλὼν
χωρεῖ τρίτον θῦμʼ ὡς ἐπισφάξων δυοῖν.
ἀλλὰ φθάνει νιν ἡ τάλαινʼ ἔσω δόμων
μήτηρ ὑπεκλαβοῦσα καὶ κλήιει πύλας.
ὁ δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
σκάπτει μοχλεύει θύρετρα κἀκβαλὼν σταθμὰ
δάμαρτα καὶ παῖδʼ ἑνὶ κατέστρωσεν βέλει.
κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·
ἀλλʼ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο
Παλλάς, κραδαίνουσʼ ἔγχος ἐπὶ λόφω κέαρ,
κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
ὅς νιν φόνου μαργῶντος ἔσχε κἀς ὕπνον
καθῆκε· πίτνει δʼ ἐς πέδον πρὸς κίονα
νῶτον πατάξας, ὃς πεσήμασι στέγης
διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
ἡμεῖς δʼ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα
σὺν τῶι γέροντι δεσμὰ σειραίων βρόχων
ἀνήπτομεν πρὸς κίονʼ, ὡς λήξας ὕπνου
μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
εὕδει δʼ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα
παῖδας φονεύσας καὶ δάμαρτʼ. ἐγὼ μὲν οὖν
οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.
Χορός ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα
τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι
τῶν Δαναοῦ παίδων·
τάδε δʼ ὑπερέβαλεν παρέδραμεν τὰ τότε
κακὰ τάλανι διογενεῖ κόρωι.
μονότεκνον Πρόκνης φόνον ἔχω λέξαι
θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγονʼ, ὦ
δάιε, τεκόμενος
λυσσάδι συγκατειργάσω μοίραι.
αἰαῖ, τίνα στεναγμὸν
ἢ γόον ἢ φθιτῶν ὠιδὰν ἢ τίνʼ Ἅι-
δα χορὸν ἀχήσω;
φεῦ φεῦ·
ἴδεσθε, διάνδιχα κλῆιθρα
κλίνεται ὑψιπύλων δόμων.
ἰώ μοι·
ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς
ἄθλια κείμενα δυστάνου,
εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου,
περὶ δὲ δεσμὰ καὶ πολύβροχʼ ἁμμάτων
ἐρείσμαθʼ Ἡράκλειον
ἀμφὶ δέμας τάδε λαΐνοις
ἀνημμένα κίοσιν οἴκων.
ὁ δʼ ὥς τις ὄρνις ἄπτερον καταστένων
ὠδῖνα τέκνων πρέσβυς ὑστέρωι ποδὶ
πικρὰν διώκων ἤλυσιν πάρεσθʼ ὅδε.
Ἀμφιτρύων Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ-
γα τὸν ὕπνωι παρειμένον ἐάσετʼ ἐκ-
λαθέσθαι κακῶν;
Χορός κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ
τέκεα καὶ τὸ καλλίνικον κάρα.
Ἀμφιτρύων ἑκαστέρω πρόβατε, μὴ
κτυπεῖτε, μὴ βοᾶτε, μὴ
τὸν εὔδιʼ ἰαύονθʼ
ὑπνώδεά τʼ εὐνᾶς
ἐγείρετε. Χορός οἵμοι,
φόνος ὅσος ὅδʼ Ἀμφιτρύων ἆ ἆ, διά μʼ ὀλεῖτε. Χορός κεχυ- μένος ἐπαντέλλει.
Ἀμφιτρύων οὐκ ἀτρεμαῖα θρῆνον αἰ-
άξετʼ, ὦ γέροντες;
ἢ δέσμʼ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν,
ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταρρήξει.
Χορός ἀδύνατʼ ἀδύνατά μοι.
Ἀμφιτρύων σῖγα, πνοὰς μάθω· φέρε, πρὸς οὖς βάλω.
Χορός εὕδει; Ἀμφιτρύων ναί, εὕδει γʼ ὕπνον ἄυπνον ὀλόμε-
νον ὃς ἔκανεν ἄλοχον, ἔκανε δὲ ψαλμῶι
τέκεα τοξήρει.
Χορός στέναζέ νυν Ἀμφιτρύων στενάζω.
Χορός τέκνων ὄλεθρον Ἀμφιτρύων ὤμοι.
Χορός σέθεν τε παιδός Ἀμφιτρύων αἰαῖ.
Χορός ὦ πρέσβυ. Ἀμφιτρύων σῖγα σῖγα·
παλίντροπος ἐξεπεγειρόμενος στρέφεται· φέρε,
ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω.
Χορός θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῶι.
Ἀμφιτρύων ὁρᾶθʼ ὁρᾶτε. τὸ φάος ἐκ-
λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ
φεύγω τάλας, ἀλλʼ εἴ με κανεῖ πατέρʼ ὄντα,
πρὸς δὲ κακοῖς κακὰ μήσε-
ται πρὸς Ἐρινύσι θʼ αἷμα
σύγγονον ἕξει.
Χορός τότε θανεῖν σʼ ἐχρῆν ὅτε δάμαρτι σᾶι φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας,
Ταφίων περίκλυστον ἄστυ πέρσας.
Ἀμφιτρύων φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων
διώκετε· φεύγετε μάργον
ἄνδρʼ ἐπεγειρόμενον.
ἢ τάχα φόνον ἕτερον ἐπὶ φόνωι βαλὼν
ἀνʼ αὖ βακχεύσει Καδμείων πόλιν.
Χορός ὦ Ζεῦ, τί παῖδʼ ἤχθηρας ὧδʼ ὑπερκότως
τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδʼ ἤγαγες;
Ἡρακλῆς ἔα· ἔμπνους μέν εἰμι καὶ δέδορχʼ ἅπερ με δεῖ,
αἰθέρα τε καὶ γῆν τόξα θʼ ἡλίου τάδε.
ὡς δʼ ἐν κλύδωνι καὶ φρενῶν ταράγματι
πέπτωκα δεινῶι καὶ πνοὰς θερμὰς πνέω
μετάρσιʼ, οὐ βέβαια πλευμόνων ἄπο.
ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος
νεανίαν θώρακα καὶ βραχίονα
πρὸς ἡμιθραύστωι λαΐνωι τυκίσματι
ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων;
πτερωτὰ δʼ ἔγχη τόξα τʼ ἔσπαρται πέδωι,
ἃ πρὶν παρασπίζοντʼ ἐμοῖς βραχίοσιν
ἔσωιζε πλευρὰς ἐξ ἐμοῦ τʼ ἐσώιζετο.
οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν,
Εὐρυσθέως δίαυλον ἐξ Ἅιδου μολών;
ἀλλʼ οὔτε Σισύφειον εἰσορῶ πέτρον
Πλούτωνά τʼ οὐδὲ σκῆπτρα Δήμητρος κόρης.
ἔκ τοι πέπληγμαι· ποῦ ποτʼ ὢν ἀμηχανῶ;
ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν,
δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;
σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.
Ἀμφιτρύων γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;
Χορός κἄγωγε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.
Ἡρακλῆς πάτερ, τί κλαίεις καὶ συναμπίσχηι κόρας,
τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;
Ἀμφιτρύων ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.
Ἡρακλῆς πράσσω δʼ ἐγὼ τί λυπρὸν οὗ δακρυρροεῖς;
Ἀμφιτρύων ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι.
Ἡρακλῆς μέγας γʼ ὁ κόμπος, τὴν τύχην δʼ οὔπω λέγεις.
Ἀμφιτρύων ὁρᾶις γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.
Ἡρακλῆς εἴπʼ εἴ τι καινὸν ὑπογράφηι τὠμῶι βίωι.
Ἀμφιτρύων εἰ μηκέθʼ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν.
Ἡρακλῆς παπαῖ, τόδʼ ὡς ὕποπτον ἠινίξω πάλιν.
Ἀμφιτρύων καί σʼ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ.
Ἡρακλῆς οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας.
Ἀμφιτρύων λύσω, γέροντες, δεσμὰ παιδός, ἢ τί δρῶ;
Ἡρακλῆς καὶ τόν γε δήσαντʼ εἴπʼ· ἀναινόμεσθα γάρ.
Ἀμφιτρύων τοσοῦτον ἴσθι τῶν κακῶν, τὰ δʼ ἄλλʼ ἔα.
Ἡρακλῆς ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι;
Ἀμφιτρύων ὦ Ζεῦ, παρʼ Ἥρας ἆρʼ ὁρᾶις θρόνων τάδε;
Ἡρακλῆς ἀλλʼ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν;
Ἀμφιτρύων τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.
Ἡρακλῆς ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά.
Ἀμφιτρύων ἰδού, θέασαι τάδε τέκνων πεσήματα.
Ἡρακλῆς οἴμοι· τίνʼ ὄψιν τήνδε δέρκομαι τάλας;
Ἀμφιτρύων ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις.
Ἡρακλῆς τί πόλεμον εἶπας; τούσδε τίς διώλεσεν;
Ἀμφιτρύων σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος.
Ἡρακλῆς τί φήις; τί δράσας; ὦ κάκʼ ἀγγέλλων πάτερ.
Ἀμφιτρύων μανείς· ἐρωτᾶις δʼ ἄθλιʼ ἑρμηνεύματα.
Ἡρακλῆς ἦ καὶ δάμαρτός εἰμʼ ἐγὼ φονεὺς ἐμῆς;
Ἀμφιτρύων μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε.
Ἡρακλῆς αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος.
Ἀμφιτρύων τούτων ἕκατι σὰς καταστένω τύχας.
Ἡρακλῆς ἦ γὰρ συνήραξʼ οἶκον ἢ βάκχευσʼ ἐμόν;
Ἀμφιτρύων οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά.
Ἡρακλῆς ποῦ δʼ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;
Ἀμφιτρύων ὅτʼ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί.
Ἡρακλῆς οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς
τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς;
οὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα
ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας
τέκνοις δικαστὴς αἵματος γενήσομαι,
ἢ σάρκα τὴν ἐμὴν ἐμπρήσας πυρὶ
δύσκλειαν ἣ μένει μʼ ἀπώσομαι βίου;
ἀλλʼ ἐμποδών μοι θανασίμων βουλευμάτων
Θησεὺς ὅδʼ ἕρπει συγγενὴς φίλος τʼ ἐμός.
ὀφθησόμεσθα καὶ τεκνοκτόνον μύσος
ἐς ὄμμαθʼ ἥξει φιλτάτωι ξένων ἐμῶν.
οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν
εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών;
φέρʼ, ἀμφὶ κρατὶ περιβάλω σκότον …
αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς,
καὶ τῶιδε προστρόπαιον αἷμα προσβαλὼν
οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω.
Θησεύς ἥκω σὺν ἄλλοις, οἳ παρʼ Ἀσωποῦ ῥοὰς
μένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι,
σῶι παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ.
κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν
ὡς σκῆπτρα χώρας τῆσδʼ ἀναρπάσας Λύκος
ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται.
τίνων δʼ ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς
σώσας με νέρθεν ἦλθον, εἴ τι δεῖ, γέρον,
ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων.
ἔα· τί νεκρῶν τῶνδε πληθύει πέδον;
οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν
ὕστερος ἀφῖγμαι; τίς τάδʼ ἔκτεινεν τέκνα;
τίνος γεγῶσαν τήνδʼ ὁρῶ ξυνάορον;
οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας,
ἀλλʼ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν.
Ἀμφιτρύων ὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων ἄναξ
Θησεύς τί χρῆμά μʼ οἰκτροῖς ἐκάλεσας προοιμίοις;
Ἀμφιτρύων ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν.
Θησεύς οἱ παῖδες οἵδε τίνος ἐφʼ οἷς δακρυρροεῖς;
Ἀμφιτρύων ἔτεκε μέν νιν οὑμὸς ἶνις τάλας,
τεκόμενος δʼ ἔκανε φόνιον αἷμα τλάς.
Θησεύς τί φήις; τί δράσας; Ἀμφιτρύων μαινομένωι πιτύλωι πλαγχθεὶς
ἑκατογκεφάλου βαφαῖς ὕδρας.
Θησεύς ὦ δεινὰ λέξας. Ἀμφιτρύων οἰχόμεθʼ οἰχόμεθα πτανοί.
Θησεύς εὔφημα φώνει. Ἀμφιτρύων βουλομένοισιν ἐπαγγέλληι.
Θησεύς Ἥρας ὅδʼ ἁγών· τίς δʼ ὅδʼ οὑν νεκροῖς, γέρον;
Ἀμφιτρύων ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ὃς ἐπὶ
δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ-
σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς.
Θησεύς φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ;
Ἀμφιτρύων οὐκ ἂν εἰδείης ἕτερον
πολυμοχθότερον πολυπλαγκτότερόν τε θνατῶν.
Θησεύς τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα;
Ἀμφιτρύων αἰδόμενος τὸ σὸν ὄμμα
καὶ φιλίαν ὁμόφυλον
αἷμά τε παιδοφόνον.
Θησεύς ἀλλʼ εἰ συναλγῶν γʼ ἦλθον; ἐκκάλυπτέ νιν.
Ἀμφιτρύων ὦ τέκνον, πάρες ἀπʼ ὀμμάτων
πέπλον, ἀπόδικε, ῥέθος ἀελίωι δεῖξον.
βάρος ἀντίπαλον δακρύοις συναμιλλᾶται·
ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ
γόνυ καὶ χέρα σὰν προπίτνων πολιὸν
δάκρυον ἐκβαλών· ἰὼ παῖ, κατά-
σχεθε λέοντος ἀγρίου θυμόν, ὧι
δρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγηι
κακὰ θέλων κακοῖς συνάψαι, τέκνον.
Θησεύς εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας
αὐδῶ φίλοισιν ὄμμα δεικνύναι τὸ σόν.
οὐδεὶς σκότος γὰρ ὧδʼ ἔχει μέλαν νέφος
ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν.
τί μοι προσείων χεῖρα σημαίνεις φόβον;
ὡς μὴ μύσος με σῶν βάληι προσφθεγμάτων;
οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς·
καὶ γάρ ποτʼ εὐτύχησʼ. ἐκεῖσʼ ἀνοιστέον
ὅτʼ ἐξέσωσάς μʼ ἐς φάος νεκρῶν πάρα.
χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων
καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει,
συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ.
ἀνίστασʼ, ἐκκάλυψον ἄθλιον κάρα,
βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν
φέρει τὰ τῶν θεῶν γε πτώματʼ οὐδʼ ἀναίνεται.
Ἡρακλῆς Θησεῦ, δέδορκας τόνδʼ ἀγῶνʼ ἐμῶν τέκνων;
Θησεύς ἤκουσα καὶ βλέποντι σημαίνεις κακά.
Ἡρακλῆς τί δῆτά μου κρᾶτʼ ἀνεκάλυψας ἡλίωι;
Θησεύς τί δʼ; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν.
Ἡρακλῆς φεῦγʼ, ὦ ταλαίπωρʼ, ἀνόσιον μίασμʼ ἐμόν.
Θησεύς οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων.
Ἡρακλῆς ἐπήινεσʼ· εὖ δράσας δέ σʼ οὐκ ἀναίνομαι.
Θησεύς ἐγὼ δὲ πάσχων εὖ τότʼ οἰκτίρω σε νῦν.
Ἡρακλῆς οἰκτρὸς γάρ εἰμι τἄμʼ ἀποκτείνας τέκνα;
Θησεύς κλαίω χάριν σὴν ἐφʼ ἑτέραισι συμφοραῖς.
Ἡρακλῆς ηὗρες δέ γʼ ἄλλους ἐν κακοῖσι μείζοσιν;
Θησεύς ἅπτηι κάτωθεν οὐρανοῦ δυσπραξίαι.
Ἡρακλῆς τοιγὰρ παρεσκευάσμεθʼ ὥστε κατθανεῖν.
Θησεύς Ἡρακλῆς
Θησεύς δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν;
Ἡρακλῆς αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.
Θησεύς ἴσχε στόμʼ, ὡς μὴ μέγα λέγων μεῖζον πάθηις.
Ἡρακλῆς γέμω κακῶν δὴ κοὐκέτʼ ἔσθʼ ὅπηι τεθῆι.
Θησεύς δράσεις δὲ δὴ τί; ποῖ φέρηι θυμούμενος;
Ἡρακλῆς θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο.
Θησεύς εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους.
Ἡρακλῆς σὺ δʼ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς.
Θησεύς ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;
Ἡρακλῆς οὔκουν τοσαῦτά γʼ· ἐν μέτρωι μοχθητέον.
Θησεύς εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος;
Ἡρακλῆς οἱ δʼ οὐδὲν ὠφελοῦσί μʼ, ἀλλʼ Ἥρα κρατεῖ.
Θησεύς οὐκ ἄν σʼ ἀνάσχοιθʼ Ἑλλὰς ἀμαθίαι θανεῖν.
Ἡρακλῆς ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις
πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι
ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν.
πρῶτον μὲν ἐκ τοῦδʼ ἐγενόμην, ὅστις κτανὼν
μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν
ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ.
ὅταν δὲ κρηπὶς μὴ καταβληθῆι γένους
ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.
Ζεὺς δʼ, ὅστις ὁ Ζεύς, πολέμιόν μʼ ἐγείνατο
Ἥραι — σὺ μέντοι μηδὲν ἀχθεσθῆις, γέρον·
πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σʼ ἐγώ —,
ἔτʼ ἐν γάλακτί τʼ ὄντι γοργωποὺς ὄφεις
ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς
ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
ἐπεὶ δὲ σαρκὸς περιβόλαιʼ ἐκτησάμην
ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;
ποίους ποτʼ ἢ λέοντας ἢ τρισωμάτους
Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ
κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;
τήν τʼ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα
ὕδραν φονεύσας μυρίων τʼ ἄλλων πόνων
διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,
Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος
ὅπως πορεύσαιμʼ ἐντολαῖς Εὐρυσθέως.
τὸν λοίσθιον δὲ τόνδʼ ἔτλην τάλας πόνον,
παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς.
ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαις
Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω,
ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων
εἶμʼ; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.
ἀλλʼ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν;
φέρʼ ἀλλʼ ἐς ἄλλην δή τινʼ ὁρμήσω πόλιν;
κἄπειθʼ ὑποβλεπώμεθʼ ὡς ἐγνωσμένοι,
γλώσσης πικροῖς κέντροισι κληιδουχούμενοι·
Οὐχ οὗτος ὁ Διός, ὃς τέκνʼ ἔκτεινέν ποτε
δάμαρτά τʼ; οὐ γῆς τῆσδʼ ἀποφθαρήσεται;
ἐς τοῦτο δʼ ἥξειν συμφορᾶς οἶμαί ποτε·
φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με
μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν
πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον
Ἰξίονʼ ἐν δεσμοῖσιν ἐκμιμήσομαι.
τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν
βίον γʼ ἀχρεῖον ἀνόσιον κεκτημένοι;
χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ
κρόουσʼ Ὀλυμπίου Ζηνὸς ἀρβύληι πόδα.
ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο
ἄνδρʼ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις
ἄνω κάτω στρέψασα. τοιαύτηι θεῶι
τίς ἂν προσεύχοιθʼ; ἣ γυναικὸς οὕνεκα
λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας
Ἑλλάδος ἀπώλεσʼ οὐδὲν ὄντας αἰτίους.
Χορός οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε
ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδʼ αἰσθάνηι.
Θησεύς
παραινέσαιμʼ ἂν μᾶλλον ἢ πάσχειν κακῶς.
οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος,
οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι.
οὐ λέκτρʼ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος,
συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδα
πατέρας ἐκηλίδωσαν; ἀλλʼ οἰκοῦσʼ ὅμως
Ὄλυμπον ἠνέσχοντό θʼ ἡμαρτηκότες.
καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς
φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή;
Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν,
ἕπου δʼ ἅμʼ ἡμῖν πρὸς πόλισμα Παλλάδος.
ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος
δόμους τε δώσω χρημάτων τʼ ἐμῶν μέρος.
ἃ δʼ ἐκ πολιτῶν δῶρʼ ἔχω σώσας κόρους
δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών,
σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς
τεμένη δέδασται· ταῦτʼ ἐπωνομασμένα
σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται
ζῶντος· θανόντα δʼ, εὖτʼ ἂν εἰς Ἅιδου μόληις,
θυσίαισι λαΐνοισί τʼ ἐξογκώμασιν
τίμιον ἀνάξει πᾶσʼ Ἀθηναίων πόλις.
καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο
ἄνδρʼ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν.
κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας
τήνδʼ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων.
Ἡρακλῆς οἴμοι· πάρεργα … τάδʼ ἔστʼ ἐμῶν κακῶν·
ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρʼ ἃ μὴ θέμις
στέργειν νομίζω δεσμά τʼ ἐξάπτειν χεροῖν
οὔτʼ ἠξίωσα πώποτʼ οὔτε πείσομαι
οὐδʼ ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός,
οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὢν
μὴ δειλίαν ὄφλω τινʼ ἐκλιπὼν φάος·
ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται
οὐδʼ ἀνδρὸς ἂν δύναιθʼ ὑποστῆναι βέλος.
ἐγκαρτερήσω βίοτον· εἶμι δʼ ἐς πόλιν
τὴν σήν, χάριν τε μυρίαν δώρων ἔχω.
ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην,
ὧν οὔτʼ ἀπεῖπον οὐδένʼ οὔτʼ ἀπʼ ὀμμάτων
ἔσταξα πηγάς, οὐδʼ ἂν ὠιόμην ποτὲ
ἐς τοῦθʼ ἱκέσθαι, δάκρυʼ ἀπʼ ὀμμάτων βαλεῖν.
νῦν δʼ, ὡς ἔοικε, τῆι τύχηι δουλευτέον.
εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾶις,
ὁρᾶις δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν.
δὸς τούσδε τύμβωι καὶ περίστειλον νεκροὺς
δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾶι νόμος —
πρὸς στέρνʼ ἐρείσας μητρὶ δούς τʼ ἐς ἀγκάλας,
κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας
διώλεσʼ ἄκων. γῆι δʼ ἐπὴν κρύψηις νεκροὺς
οἴκει πόλιν τήνδʼ ἀθλίως μὲν ἀλλʼ ὅμως.
ὦ τέκνʼ, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ
ἀπώλεσʼ, οὐδʼ ὤνασθε τῶν ἐμῶν καλῶν,
ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίου
εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.
σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσα
ὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσωιζες ἀσφαλῶς,
μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας.
οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ,
ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι
τέκνων γυναικός τʼ. ὦ λυγραὶ φιλημάτων
τέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι.
ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ,
ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε·
Ἡμῖν τέκνʼ εἷλες καὶ δάμαρθʼ· ἡμᾶς ἔχεις
παιδοκτόνους σούς. εἶτʼ ἐγὼ τάδʼ ὠλέναις
οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων
ξὺν οἷς τὰ κάλλιστʼ ἐξέπραξʼ ἐν Ἑλλάδι
ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;
οὐ λειπτέον τάδʼ, ἀθλίως δὲ σωστέον.
ἕν μοί τι, Θησεῦ, σύγκαμʼ· ἀγρίου κυνὸς
κόμιστρʼ ἐς Ἄργος συγκατάστησον μολών,
λύπηι τι παίδων μὴ πάθω μονούμενος.
ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς,
κείρασθε, συμπενθήσατʼ, ἔλθετʼ ἐς τάφον
παίδων. ἅπαντας δʼ ἑνὶ λόγωι πενθήσετε
νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν
Ἥρας μιᾶι πληγέντες ἄθλιοι τύχηι.
Θησεύς ἀνίστασʼ, ὦ δύστηνε· δακρύων ἅλις.
Ἡρακλῆς οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου.
Θησεύς καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι.
Ἡρακλῆς φεῦ· αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν.
Θησεύς παῦσαι· δίδου δὲ χεῖρʼ ὑπηρέτηι φίλωι.
Ἡρακλῆς ἀλλʼ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις.
Θησεύς ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι.
Ἡρακλῆς παίδων στερηθεὶς παῖδʼ ὅπως ἔχω σʼ ἐμόν.
Θησεύς δίδου δέρηι σὴν χεῖρʼ, ὁδηγήσω δʼ ἐγώ.
Ἡρακλῆς ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής.
ὦ πρέσβυ, τοιόνδʼ ἄνδρα χρὴ κτᾶσθαι φίλον.
Ἀμφιτρύων ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος.
Ἡρακλῆς Θησεῦ, πάλιν με στρέψον ὡς ἴδω τέκνα.
Θησεύς ὡς δὴ τί; φίλτρον τοῦτʼ ἔχων ῥάιων ἔσηι;
Ἡρακλῆς ποθῶ, πατρός τε στέρνα προσθέσθαι θέλω.
Ἀμφιτρύων ἰδοὺ τάδʼ, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα.
Θησεύς οὕτω πόνων σῶν οὐκέτι μνήμην ἔχεις;
Ἡρακλῆς ἅπαντʼ ἐλάσσω κεῖνα τῶνδʼ ἔτλην κακά.
Θησεύς εἴ σʼ ὄψεταί τις θῆλυν ὄντʼ οὐκ αἰνέσει.
Ἡρακλῆς ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ.
Θησεύς ἄγαν γʼ· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν.
Ἡρακλῆς σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν;
Θησεύς ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ.
Ἡρακλῆς πῶς οὖν ἔτʼ εἴπης ὅτι συνέσταλμαι κακοῖς;
Θησεύς πρόβαινε. Ἡρακλῆς χαῖρʼ, ὦ πρέσβυ. Ἀμφιτρύων καὶ σύ μοι, τέκνον.
Ἡρακλῆς θάφθʼ ὥσπερ εἶπον παῖδας. Ἀμφιτρύων ἐμὲ δὲ τίς, τέκνον;
Ἡρακλῆς ἐγώ. Ἀμφιτρύων πότʼ ἐλθών; Ἡρακλῆς ἡνίκʼ ἂν θάψηις τέκνα.
Ἀμφιτρύων πῶς; Ἡρακλῆς εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο.
ἀλλʼ ἐσκόμιζε τέκνα, δυσκόμιστʼ ἄχη·
ἡμεῖς δʼ ἀναλώσαντες αἰσχύναις δόμον
Θησεῖ πανώλεις ἑψόμεσθʼ ἐφολκίδες.
ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων
ἀγαθῶν πεπᾶσθαι βούλεται κακῶς φρονεῖ.
Χορός στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι,
τὰ μέγιστα φίλων ὀλέσαντες.