eul_wid: bbs-aa
Ἀποσπάσματα ἀδήλου θέσεωςFragments of Uncertain Placement
Theognis of Megara Fragments of Uncertain Placement PDF
| 1 | Πολλὰ φέρειν εἴωθε λόγος θνητοῖσι βροτοῖσιν πταίσματα τῆς γνώμης, Κύρνε, ταρασσομένης. |
| 2 | Οὐδέν, Κύρν’, ὀργῆς ἀδικώτερον, ἣ τὸν ἔχοντα πημαίνει θυμῶι δειλὰ χαριζομένη. |
| 3 | Οὐδέν, Κύρν’, ἀγαθῆς γλυκερώτερόν ἐστι γυναικός. μάρτυς ἐγώ, σὺ δ’ ἐμοὶ γίνου ἀληθοσύνης. |
| 4 | Ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός, τεθνηκὼς ζωιῶι φθεγγόμενος στόματι. |