eul_wid: vfo-ab
DOI 10.5281/zenodo.20418549

Paul the Silentiary Description of the Ambo in Greek

The Description of the Ambo is a short poem by Paul the Silentiary, a court poet in sixth-century Constantinople. Composed in 563 CE, it consists of 21 passages written in Homeric-style Greek hexameters. The work is a detailed poetic description, or ekphrasis, of the magnificent new pulpit installed in the Great Church of Hagia Sophia following repairs to its dome. It celebrates the ambo's lavish materials, including silver and precious stones, its exquisite craftsmanship, and its sacred function as the platform for proclaiming the Gospel. The poem was performed publicly, likely by the author himself, before Emperor Justinian I and the Patriarch during a dedication ceremony on the Feast of the Epiphany in 563. Modern scholars interpret the work as a panegyric, using the physical splendor of the ambo to glorify the emperor's piety, wealth, and role as a builder and restorer of the empire's premier church. The text survives complete and is preserved alongside Paul's other major poems in Byzantine manuscript collections. It is valued today as both a literary masterpiece of late antique verse and a vital historical source for understanding Justinianic art and imperial ceremony.

1 Ἔχεις ἅπασαν, ὦ βασιλεῦ, τὴν ἐλπίδα,
2 προσθεὶς τὸ λεῖπον τῶι νεῶι τῶι παγκάλωι.
3 οὐκοῦν, ἄριστοι, προσφόρως καὶ νῦν ἐγὼ
4 ἥκω τὸ λεῖπον προστιθεὶς τῶι βιβλίωι.
5 καλὸν γὰρ ἂν εἴη τοὺς λόγους τῶι δεσπότηι
6 συνδημιουργεῖν τὸν νεὼν τὸν τοῦ λόγου.
7 εὖ γ’ ὦ θέατρον, εὖ γε τῆς προθυμίας
8 τῆς εἰς τὸ κρεῖττον· οὐ γὰρ οἶμαι νῦν ἐμοὶ
9 τὸν νοῦν προσέχοντες, ἀλλὰ τοῦ νεὼ χάριν
10 θέατρον ἔσται καὶ πανήγυρις πάλιν.
11 εὖ γ’ ὦ θέατρον· τρὶς γὰρ ἤδη συγκαλῶν
12 καὶ τῶν συνήθων ἐξαναστήσας πόνων
13 οὔπω σκυθρωπὸν εἶδον ὑμῶν οὐδένα,
14 οὐκ ἀσχολίαν τιθέντα προυργιαιτέραν.
15 ἔστιν γὰρ οὐδὲν μικρόν, οὐδ’ εἰ μικρὸν ἦι,
16 τῶν τοῦ μεγίστου βασιλέως καὶ τοῦ νεὼ
17 τοῦ πᾶσαν ἡμῖν ἐμποήσαντος χάριν
18 τρυφῆς τε μακρᾶς εὐσεβεῖς πανηγύρεις·
19 ὃς πᾶσι σεμνὴν ἐμβαλὼν εὐθυμίαν
20 πᾶσαν κεκίνηκε λογικὴν ἀηδόνα,
21 ὥσπερ φανέντος ἔαρος, ἐξωιχηκότος
22 χειμῶνος, ἤδη πᾶς τότε κλάδος τρέφει
23 εὔφωνον ἠχοῦς ποικίλης μελωιδίαν.
24 πέφυκε τοίνυν μικρὸν οὐδὲν τοῦ νεώ·
25 ἔστι γὰρ ἀληθῶς παμφόρου τρυφῆς θέα.
26 οὐκοῦν πρόσειμι τῶι σεβασμίωι τόπωι,
27 ὃν ὁ βασιλεὺς ἔναγχος ἐξειργασμένος
28 κάλλιστον εἶναι χωρίον τοῖς βιβλίοις
29 τῶν μυσταγωγῶν ἱερούργηκεν λόγων.
30 Ὑμνοπόλοι Χριστοῖο θεουδέες, ὧν ὑπὸ φωνῆς
31 πνεύματος ἀχράντοιο μετ’ ἀνέρας ἤλυθεν ὀμφὴ
32 ἀνδρομέην Χριστοῖο διαγγέλλουσα λοχείην·
33 ἠδ’ ὁπόσοι μετὰ τύμβον ἀκήρατον ἔθνεσι γαίης
34 σύμβολα κηρύσσοντες ἀνεγρομένοιο θεοῖο
35 πᾶσαν ἐφαιδρύνασθε κατηφέος ἄντυγα κόσμου,
36 τυφλὸν ἀμειδήτοιο νέφος σκεδάσαντες ὀμίχλης·
37 οἳ ξίφος, οἳ μάστιγα βιοφθόρον, οἵ τε καμίνους
38 ἀσπασίως ἔτλητε, καὶ οὐκ ἐκλίνατε κωφοῖς
39 αὐχένας εἰδώλοισι, βάσιν δ’ ἐστήσατε θυμοῦ
40 ἔμπεδον ἀχράντοιο θεοῦ περὶ μάρτυρι τιμῆι·
41 οἷς πλέον ἠελίοιο μόρου ζείδωρος ἀνάγκη
42 ἐλπίσιν ἀφράστοισιν ἐφήνδανεν· οὕς ποτε λύθροις
43 λουσαμένους ἰδίοισι βιαρκέος ἀντὶ λοετροῦ
44 Χριστὸς ἄναξ ἔστεψε, καὶ αἱμαλέοισι ῥεέθροις
45 ψυχαίης ἐκάθηρεν ὅλην σμώδιγγα καλύπτρης·
46 δεῦρο, χοροὺς στήσασθε καὶ εὐαγέεσσιν ἀοιδαῖς
47 σύνθροον ἡμετέρηισι μέλος πλέξασθε χορείαις.
48 ὑμέτερος γὰρ χῶρος ἀείδεται, ὁππόθι πολλὴ
49 θεσπεσίαις βίβλοισιν ἀκήρατος ἔγρεται ἠχώ.
50 Ἔστι τις εὐρυπόροιο κατ’ ἔνδια μέσσα μελάθρου
51 ἁβρὸς ἰδεῖν καὶ μᾶλλον ἐς ἀντολίην τι νενευκὼς
52 πύργος, ἀκηρασίοισιν ἀπόκριτος ἤθεσι βίβλων,
53 ὄρθιος βάθροις, διδυμάοσιν ἀμβατὸς οἴμοις,
54 ὧν μία μὲν ποτὶ νύκτα τιταίνεται, ἡ δὲ πρὸς ἠῶ.
55 εἰσὶ γὰρ ἀλλήληισιν ἐναντίαι, ἀμφότεραι δὲ
56 εἰς ἕνα χῶρον ἄγουσιν ἴσον περιηγέϊ κύκλωι.
57 ἐνδάδε γὰρ κύκλωι μὲν ἐοικότα χῶρον ἑλίσσει
58 λᾶας ἑείς· οὐ μὴν περιηγέϊ πάντοσε τόρνωι
59 ἶσος ἔφυ, βαιὸν δὲ συνέρχεται, εἰσόκε πέτρου
60 ἄντυγα μηκύνειε. πρὸς ἑσπερίην δὲ καὶ ἠῶ
61 ἐκπροθέων κύκλοιο λίθου μηκύνεται αὐχήν,
62 ἐμβεβαὼς βαθμοῖσιν. ὑπ’ ἀργυρέοις δὲ μετάλλοις
63 ἄχρις ἐπὶ ζωστῆρα καλοὺς ἱδρύσατο τοίχους
64 θεῖος ἄναξ, κεράεσσιν ἐοικότας. οὐ γὰρ ἑλίσσει
65 ἄργυρον ἐν λάϊγγι περίδρομον ἀργυρέη πλὰξ
66 κύκλον ἀναπτύξασα πανόλβιον· ἀλλ’ ἐνὶ μέσσωι
67 τοῖχον ἀπιθύνοντα διαρκέα κύκλα πετάσσας
68 ἴδρις ἀνὴρ ἑκάτερθε πόρους βαθμῖδος ἀνοίγει.
69 οὐδὲ μὲν ἀφράκτοις ἱερῶν ἐπὶ χείλεσι βαθμῶν
70 τάρβος ἔχει κατιόντας, ἐπήραρε δ’ ἕρκεα τέχνη
71 λάϊνα παμφανόωντα· τόσον δ’ ὑπερέσχεθε βάθρων
72 ὅσσον ἀπιθύνειν βροτέην χέρα. ταῦτα μεμαρπὼς
73 μόχθον ἐλαφρίζει τις ἐς ὄρθιον οἶμον ἀνέρπων.
74 λοξοτενεῖ δ’ ἑκάτερθεν ἐφιδρυθέντα κελεύθωι
75 βαθμοῖς μεσσατίοις συναέξεται ἠδ’ ἀπολήγει.
76 [para]Ναὶ μὴν οὐδ’ ὅγε λᾶας ἐτώσιος· οὐδὲ γὰρ αὕτως
77 ἄγριον ἠλιβάτου κορυφῆς τμήξαντο κολώνην
78 μηκεδανῆς τανύμετρον ἀπιθυντῆρα κελεύθου·
79 ἀλλὰ καὶ εὐτέχνοισιν ὅλος φαιδρύνεται ἔργοις
80 καὶ φύσιν αἰολόμορφον ἔχων ποικίλλεται αἴγληι.
81 τοῦ μὲν ἔπι τροχάουσι διαμπερὲς οἷά τε δῖναι,
82 πῆι μὲν ἴσαι κύκλοισιν ἀτέρμοσι, πῆι δέ γε κύκλων
83 βαιὸν ἀποπλαγχθέντας ὑπεκτανύουσιν ἑλιγμούς.
84 ἔστι δὲ πῆι μὲν ἔρευθος ἰδεῖν κεκερασμένον ὤχρωι,
85 πῆι δὲ καλὸν βροτέοισι σέλας στονύχεσσιν ὁμοῖον.
86 ἄλλοθι δ’ ὁρμηθεῖσα πρὸς ἀργεννὸν σέλας αἴγλη,
87 ἠρέμα μιμνάζουσα, χάριν μιμήσατο πύξου
88 ἠὲ μελισσήεντος ἐπήρατον εἰκόνα κηροῦ,
89 ὃν καθαραῖς προχοῆισι βροτοὶ νίζοντες ἐρίπναις
90 πολλάκι τερσαίνουσιν ὑπ’ ἠελιώτιδας αὐγάς·
91 ὃς δὲ μεταΐσσει μὲν ἐς ἄργυφον, εἰσέτι δ’ οὔπω
92 τρέψεν ὅλην χροιὴν ἔτι λείψανα χρύσεα φαίνων.
93 τοῖος καὶ δολιχῶν ἐλέφας κεχρωσμένος ὁλκοῖς
94 χροιὴν ἀργυχέην ἐτέων ἐπὶ μῆλον ἐλαύνει.
95 πῆι δὲ πελιδνωθεῖσαν ἔχει χάριν· οὐδὲ γὰρ αὕτως
96 δῖα φύσις προλέλοιπε πελιδνήεσσαν ἀλᾶσθαι
97 χροιήν, ἀλλ’ ἐπέμιξεν ἐΰγραφα δαίδαλα πέτρηι.
98 ἀργεννὴ δ’ ἐπὶ τοῖσι πολύτροπος ἄνθεος αὐγὴ
99 ἀμφιθέει· πῆι μὲν γὰρ ἐπέρχεται εὐρέϊ χώρωι
100 ἀκροβαφὴς κροκέοιο πελιδνήεντος ἀώτωι,
101 πῆι δ’ ὑπολεπτυνθεῖσα φαείνεται, ἶσα δὲ μήνηι
102 ἀρτιγενεῖ περὶ λεπτὰ κεράατα φέγγος ἑλίσσει.
103 ἄγχι δὲ πετραίης Ἱερὴ πόλις ἐστὶν ἐρίπνης,
104 ἥ τις ἑὸν περίπυστον ἐφήρμοσεν οὔνομα πέτρωι.
105 Πᾶν δὲ τὸ καλλιθέμειλον ἔδος πετραῖον ἐκεῖνο,
106 ἔνθα σοφῶν ἀνάγουσι θεηγόρα δήνεα βίβλων,
107 ὀκτὼ δαιδαλέοισιν ἐφήρμοσε κίοσι τέχνη,
108 ὧν δύο πρὸς Βορέην, δύο δ’ ἐς Νότον εἰσὶν ἀήτην,
109 καὶ δύο πρὸς Φαέθοντα, δύο πρὸς ἐδέθλια νυκτός,
110 ὥς κεν ἀνοχλίζοιτο, γένοιτο δὲ νειόθι πέτρης
111 οἷά περ ἄλλο μέλαθρον, ὅπηι σοφίης ὑποφῆται
112 ἵλαον ἀγλαόπαιδα προεντύνουσιν ἀοιδήν.
113 ἔστι δὲ τοῖς μὲν ἔνερθε τέγος, τοῖς δ’ ὑψόθεν οὖδας.
114 καὶ τὸ μὲν ἐκταδίοισιν ἴσον πεδίοισι νοήσεις
115 ἀκλινὲς ἀμφὶ πέδιλα βροτῶν· τὸ δ’ ἔνερθε λαχήνας
116 λαοτόμος κοίληνεν, ὑπερτέλλει δὲ καρήνων
117 εὐϊέρων κυρτωθὲν ἄνω τεχνήμονι κόσμωι,
118 οἷα κραταιρίνοιο κεκυφότα νῶτα χελώνης,
119 ἤ τις ὑπὲρ πήληκος ἀνορθωθεῖσα βοείη,
120 πύρριχος εὐδίνητον ὅθ’ ἅλμασιν ἀνέρα πάλλει.
121 ὀκριόεν δὲ μέτωπον ὅλης λάϊγγος ἐκείνης
122 πάντοθεν ἀργυρέοισι διεζώσαντο μετάλλοις,
123 ὁππόθι δαιδαλοεργὸς ἀνὴρ γλωχῖνι σιδήρου
124 δένδρεα ποικιλόμορφα καὶ ἄνθεα καλὰ χαράσσων
125 ἁβρὰ πολυπτόρθων ἐνεθήκατο φύλλα κορύμβων.
126 [para]Πᾶσι δ’ ὁμῶς βάθροις τε καὶ οὔδεϊ κίοσί τ’ αὐτοῖς
127 ἴδρις ἀνήρ, ἀδόνητα θεμείλια πάντα φυλάσσων,
128 λαϊνέης ὑπένερθε βάσιν κρηπῖδος ἐγείρει,
129 ἀνδρομέου ποδὸς ὕψος ὑπερτέλλουσαν ἀρούρης.
130 ὄφρα δ’ ἀνευρύνωσι θεμείλια κεῖνα μελάθρου,
131 ἡμιτόμους ἑκάτερθε μέσην περὶ γαστέρα κύκλους
132 λάεσιν ἀμφεβάλοντο, περιτμηγέντι δὲ χώρωι
133 κίονας ἐστήσαντο διασταδόν, ἥμισυ κύκλου
134 ἀμφιπεριστέψαντας. ὅλη δ’ εὐρύνετο γαστὴρ
135 τέτρασιν ὀλβίστοις ὑπὸ κίοσιν ἔνθα καὶ ἔνθα,
136 ἐς Νότον ἐς Βορέην τε. τὸ δὲ σπέος εἴκελον οἴκωι
137 ἀμφιέλιξ ἑκάτερθεν ὑφ’ ἕρκεϊ λᾶας ἐέργει.
138 τοὺς μὲν ἀνὰ Φρύγα χῶρον ἐς ἔνδια Μυγδόνος ἄκρης
139 λαοτόμοι σθεναρῆισιν ἀνεστήσαντο μακέλλαις
140 κίονας ἱμερόεντας· ἰδὼν δέ τις ἄνθεα πέτρης,
141 ἐξενέποι κρίνα λευκὰ ῥόδων καλύκεσσι μιγῆναι
142 καὶ μαλακοῖς πετάλοισι μινυνθαδίης ἀνεμώνης,
143 πῆι μὲν ἅλις ῥοδόεντα καὶ ἠρέμα λευκὰ μετάλλωι,
144 πῆι δ’ ἅλις ἀργινόεντα καὶ ἠρέμα πυρσὰ φανέντα·
145 τῆι δὲ μίγα σχίζουσι διὰ φλέβας ἶνες ἀραιαὶ
146 τῆι καὶ τῆι κατὰ βαιόν· ἐν ἀλλήλαις δὲ χυθεῖσαι
147 εἴκελα πορφύρουσι Λακωνίδος αἵματι κόχλου.
148 [para]Πρῶτα μὲν ἀμφιέλισσαν ὑπὸ κρηπῖδα βαλόντες,
149 δαιδαλέην, καμπτοῖσιν ἀποστίλβουσαν ἑλιγμοῖς,
150 λαϊνέους στήσαντο πεπηγότας ὑψόθι βωμούς,
151 Βοσπορίης τμηγέντας ἀπ’ εὐλάϊγγος ἐρίπνης.
152 λευκὰ δ’ ἀπαστράπτουσι, καὶ εἰ σποράδεσσι κελεύθοις
153 σκίδναται ἀργινόεντι περὶ χροῒ κυανέη φλέψ.
154 δισσάκι μὲν πισύρεσσιν ὑπὸ πλευρῆισιν ἑκάστωι
155 βωμῶι λαοτύπος χάριν ἔξεσεν, αὐχένα δ’ αὐτοῖς
156 κυκλοτερῆ γλυφάνοισι χάλυψ ἔσφιγξε τορείης,
157 ὄφρα κεν ἀστυφέλικτον ἀρηρότι νειόθι κίων
158 ἴχνος ἐφιδρύσειε βαλὼν περιηγέϊ βωμῶι.
159 ἀγλαΐη δ’ ἐγέλασσεν ὅλου κατ’ ἐδέθλια νηοῦ,
160 κίονος ἱδρυθέντος ἐϋξέστωι ἐπὶ βωμῶι,
161 οἷον ὅτ’ ἠελίοιο νέον περάτης ἀνιόντος
162 λευκὸν ἐρευθομένηισι νέφος ποικίλλεται αὐγαῖς.
163 [para]Οὕτω μὲν πισύρεσσι περισταδὸν ἥμισυ κύκλου
164 κίοσιν ἀμφεβάλοντο· τὸ δ’ ἥμισυ κίοσιν ἄλλαις
165 τέτρασι κυκλώσαντες ἐτορνώσαντο χιτῶνα
166 λάϊνον ἱμερόεντα πέριξ εὐεργέος ἄντρου.
167 κίοσι δ’ ἐν πισύρεσσι μεταίχμια τρισσὰ δοκεύων,
168 καὶ τάδε τοῖς Ἱερῆς πόλιος θρίγκωσε μετάλλοις
169 βαιὸν ἐπιγναμφθέντα καλὸν περὶ λᾶαν ἑλίσσων·
170 ἔπρεπε γὰρ καὶ πέτρον ἐς ἱερὸν οὔνομα νεύειν
171 καλὸν ἀκηρασίοιο πέδον στέψαντα μελάθρου
172 ὑστατίωι δ’ ἐνέθηκε θύρην εὐπηγέα χώρωι,
173 ἠρέμα γυρωθεῖσαν, ὅθεν κατ’ ἐδέθλιον ἄντρου
174 εὐϊέροις βίβλοισιν ἀνειμένος ἔρχεται ἀνήρ.
175 σχήματα δὲ σπήλυγγος ὁμοίια πάντα νοήσεις,
176 ἔς τε Νότον Γαράμαντα καὶ εἰς Ἀριμασπὸν ἀήτην
177 κίοσι καὶ κρηπῖδι καὶ ἕρκεϊ. τοῖς δὲ θυρέτροις
178 οὐχ ἕνα χῶρον ἔθεντο δαήμονες, ἀλλὰ τὸ μέν που
179 ἑσπέριον, τὸ δ’ ἔπηξαν ἑώϊον· ἑσπέριον μὲν
180 πρὸς Βορέην, νοτίη δὲ πυλὶς Φαέθοντα δοκεύει.
181 ἕρκεα δ’ οὐκ ἰσόμετρα πεπηγόσι κίοσιν ἔστη,
182 ἀλλὰ τὰ μὲν χαρίεντος ὑπερτέλλουσιν ἐδέθλου
183 ὅσσον ἀποκρύπτειν ὑπὸ κεύθεσιν ἀνέρας ἄντρου.
184 οἱ δὲ βαθυγλύπτοισι καρήασι κίονες ὀκτὼ
185 ἕρκεος ἐξανέχουσι, καὶ εἰ βάσιν ἔμπεδον ἄμφω
186 ἰσοτενῆ κρηπῖδι μιῆι στήσαντο δομαίηι.
187 χρυσεοκολλήτοις δὲ περιστίλβουσι καρήνοις
188 ὄλβια μαρμαίροντες, ἴσα χρυσαυγέϊ δίσκωι
189 ἠελίου προβλῆτας ὀϊστεύοντος ἐρίπνας.
190 [para]Πάντα δ’ ὑπερτέλλοντα καρήατα κυκλάδι κόσμωι
191 δουρατέη στεφάνωσε περίδρομος ὑψόθεν ἄντυξ,
192 ὥς κεν ἐπιζεύξειε μιῆι στροφάλιγγι δεθέντας
193 κίονας, εἰ καὶ ἕκαστος ἀπόκριτός ἐστιν ἑκάστου·
194 ἧς ἔπι πυρσοκόρυμβα πεπηγότα δένδρεα δήεις,
195 ἀργυρέων στράπτοντα χύδην πυρὸς ἄνθος ὁράμνων.
196 οὐ μὴν ἧι κε τύχηισιν ἀπόπλανος ἔδραμεν ὄρπηξ,
197 ἀλλ’ ἀνέχει κατὰ κόσμον ἴσος πολυάντυγι κώνωι,
198 βεβριθὼς σελάεσσιν. ἀπ’ εὐρυπόροιο δὲ κύκλου
199 αἰὲν ὑποκλέπτων ἐπὶ λοίσθιον ὀξὺς ἀνέρπει
200 ἔνθα δὲ τερμιόεντα καλὸν ζωστῆρα νοήσεις,
201 πάντοθι σαπφείροιο καταχρωσθέντα κονίηι
202 καὶ χρυσέοις κισσοῖο περιστεφθέντα πετήλοις.
203 πρὸς δὲ δόμον Ζεφύροιο καὶ ἐς πτερὸν αἴθοπος Εὔρου
204 δοιοὺς ἐγκατέπηξαν ἐπ’ ἄντυγος ἔνθα καὶ ἔνθα
205 σταυροὺς ἀργυρέους, ὅθι μυρία φάεα πυρσῶν
206 ἅμμασιν ἀκροέλικτος ὁμιλαδὸν ἧλος ἐέργει,
207 γυρὸν ἐϋγνάμπτοιο καλαύροπος εἶδος ἑλίσσων.
208 [para]Τόσσα μὲν ἀμφικέλευθος ἔχων φαιδρύνεται ἄμβων·
209 τόνδε γὰρ οὕτω χῶρον ἐφήμισαν ἀμβατὸν οἴμαις
210 θεσπεσίαις, ὅθι λαὸς ἐπίσκοπον ὄμμα τιταίνει
211 εἰσαΐων ἄχραντα θεουδέος ὄργια μύθου.
212 [para]Οὐδὲ μὲν οὐ βάθροισιν ἐτώσιον ἔνθεσαν αὕτως
213 τμῆμα λίθων, λεπτὰς δὲ κατ’ ἀργεννοῖο χυθείσας
214 ἶνας ἐσαθρήσει τις· ἴσον δ’ ἁλιανθέϊ κόχλωι
215 νήδυμα πορφύρουσιν. ἐπ’ ἀτρίπτοισι δὲ πέτροις
216 ἀνδροδόκων ἀκμῆτα ῥάχιν τρηχύνατο βάθρων
217 λαοτόρος, στήριγμα ποδῶν ἀμετάτροπον ἴσχων,
218 μή τις ὀλισθήσαντα καταιβάτις οἶμος ὁδίτην
219 ὑψόθεν ἁρπάξασα κατ’ οὔδεος ἄστατον ἄξηι.
220 οὕτω μὲν κατὰ κόσμον ἐπασσυτέρηισι πορείαις
221 λᾶας ἐπεμβαίνων ὑποχάζεται ἄλλος ἀπ’ ἄλλου,
222 ὅσσον ἀναθρώσκων τις ἀμοιβαδὸν ἴχνος ἐρείσηι.
223 [para]Ὡς δὲ θαλασσαίοισιν ἐν οἴδμασι νῆσος ἀνίσχει,
224 δαιδαλέη σταχύεσσι καὶ ἀμπελόεντι κορύμβωι
225 καὶ θαλερῶι λειμῶνι καὶ εὐδένδροισιν ἐρίπναις·
226 τὴν δὲ παραπλώοντες ἐπολβίζουσιν ὁδῖται,
227 ἄλγεα βουκολέοντες ἁλικμήτοιο μερίμνης·
228 οὕτω ἀπειρεσίοιο κατ’ ἔνδια μέσσα μελάθρου
229 λάεσι πυργωθεὶς ἀναφαίνεται ὄρθιος ἄμβων,
230 δαιδαλέος λειμῶνι λίθων καὶ κάλλεϊ τέχνης.
231 ναὶ μὴν οὐδ’ ὅγε πάμπαν ἀπόκριτος ἐς μέσον ἔστη
232 χῶρον, ἁλιζώνοισιν ὁμοίιος ἤθεσι νήσων·
233 ἀλλ’ ἄρα μᾶλλον ἔοικεν ἁλιρροθίωι τινὶ γαίηι,
234 ἣν πολιοῦ προβλῆτα δι’ οἴδματος ἰσθμὸς ἐλαύνει
235 μεσσατίοις πελάγεσσι, μιῆς δ’ ἀπὸ δέσμιον ἀρχῆς
236 ὀχμάζων ἀνέκοψεν ἀληθέα νῆσον ὁρᾶσθαι·
237 ἡ δὲ θαλασσαίοισιν ἐπιπροθέουσα ῥεέθροις
238 ἴσθμιον ἀγχιάλοιο καθήψατο πεῖσμα κολώνης.
239 τοῖος ἰδεῖν ὅδε χῶρος· ἀφ’ ὑστατίου γὰρ ὀρούσας
240 ἀντολικοῦ βαθμοῖο πολὺς διανίσσεται αὐλών,
241 εἰσόκεν ἀργυρέην περὶ δικλίδα ταρσὸν ἐρείσηι,
242 μηκεδανῆι κρηπῖδι θυηπόλον ἕρκος ἀράσσων.
243 τοίχοις δ’ ἀμφοτέρωθε διείργεται. οὐ μὲν ἐκείνοις
244 ἕρκεσιν ὑψιτενεῖς ἔβαλον πλάκας, ἀλλ’ ὅσον ἀνδρὸς
245 ὀμφάλιον ζωστῆρα παρισταμένοιο χαράξαι.
246 ἔνθεν ὑποτροπάδην χρυσέην εὐάγγελος ἀνὴρ
247 βίβλον ἀερτάζων διανίσσεται. ἱεμένης δὲ
248 πληθύος, ἀχράντοιο θεοῦ κατὰ μύστιδα τιμήν,
249 χείλεα καὶ παλάμας ἱερὴν περὶ βίβλον ἐρεῖσαι,
250 κύματα κινυμένων περιάγνυται ἄσπετα δήμων.
251 καί ῥ’ ὁ μὲν ἀμφιπλῆγι τιταίνεται εἴκελος ἰσθμῶι
252 χῶρος, ἀπιθύνων πρὸς ἀνάκτορα σεμνὰ τραπέζης
253 ἄνδρα καταθρώσκοντα βαθυκρήμνου περιωπῆς·
254 Θεσσαλικῆι δ’ ἑκάτερθεν ὅλην χλοερώπιδι πέτρηι
255 ἀτραπὸν ἐφράξαντο. πολὺς δ’ ὑπὸ λάεσι λειμὼν
256 ὄμμασιν ἱμερόεσσαν ἄγει χάριν. ἀμφὶ δ’ ἑκάστηι
257 Θεσσαλικῆι λάϊγγι παρίσταται οἷά τις ἄλλος
258 κίων ἰσοτενής, περιηγέσιν οὔ τι κυλίνδροις
259 εἰδόμενος· φαίη τις ἀνὴρ γραμμῆισι μεμηλὼς
260 σχῆμα κύβου μεθέπειν περιμήκεος οὐκ ἰσοπλεύρου
261 κίονας. ἁρμονίην δὲ Μολοσσίδος ἐνθάδε πέτρης
262 λαοτόροι ζεύξαντες, ἀμοιβαδὸν ἄλλον ἐν ἄλλωι
263 πέτρον ἐνεσφήκωσαν. ἀπὸ Φρυγίης δὲ κολώνης
264 λαοτύπος καὶ τούσδε λίθους ἐτμήξατο τέκτων.
265 ἔνθα δὲ βουκολέοντα μεληδόνας ὄμματα βάλλων
266 πῆι μὲν ἴδοις καλὴν ὀφιώδεα σύρματα πέτρην
267 ἀμφιπεριπλάζουσαν, ἐϋγνάπτοις δὲ πορείαις
268 νήδυμα κυμαίνουσι· παρ’ ἀλλήλας δὲ ταθείσας
269 πυρσὴν ἀργυφέην τε καὶ ἀμφοτέρων τινὰ μέσσην
270 χροιὴν ἀμβολάδην τις ἀμοιβαδὸν ὁλκὸς ἑλίσσων
271 ἀγκύλον ἑρπυστῆρι δρόμωι σπείρημα κυλίνδει·
272 πῆι δὲ σεληνήεντα καὶ ἀστερόεντα νοήσεις
273 γραμμαῖς ἀλλοπρόσαλλα φύσει σφρηγίσματα πέτρης.
274 ἀλλὰ καὶ ἐκταδίοις ἐπὶ χείλεσιν ἕρκεος ἄλλην
275 τῆς αὐτῆς γεγαυῖαν ἐϋπρήωνος ἐρίπνης
276 μηκεδανὴν λάϊγγα καθήρμοσαν, ὄφρα κεν εἴη
277 νειόθι μὲν κρηπῖδος ἐνιδρυνθεῖσα θεμείλοις
278 πέτρης Θεσσαλικῆς βάσις ἔμπεδος, ὑψόθι δ’ ἄλλωι
279 ἅμματι πετρήεντι κατάσχετος. ἀλλὰ καὶ αὐτὰς
280 πλευρὰς τετρατόμοις ὑπὸ κίοσι δεσμὸς ἐέργων
281 ἄτροπον ἀστυφέλικτος ἐπ’ οὔδεϊ πυθμένα πήσσει.
282 ὡς δ’ ὅτε τις Τυρίοιο πολύχροος ὑψόθι πέπλου
283 νήματα χρυσοέλικτα περίδρομα πάντοθι βάλλων
284 πῆι μὲν ὅλην περὶ πέζαν ἀρηρότα κόσμον ἑλίσσει,
285 πῆι δὲ καλὸν πέπλοιο περὶ στόμα, πῆι δέ γε χειρῶν
286 ἀμφοτέρων ἔστεψε διήλυσιν· ἀγλαΐη δὲ
287 πάντοθεν εὐλείμων ἐαρόχροα νήματα πέπλου
288 ἀμφὶς ἔχει, χρυσέου δὲ μίτου σέλας ἄλλον ἐπ’ ἄλλωι
289 ὄλβον ἐπανθίζων περὶ κάλλεϊ κάλλος ἐγείρει·
290 οὕτω ποικιλοεργὸς ἀνήρ, χλοεροῖσι μετάλλοις
291 μαρμαρυγὴν ἱεροῖο βαλὼν χρυσαυγέα πέτρου,
292 ἀμφοτέροις ἀμάρυγμα φαάντερον εὗρεν ἀνάψαι.
293 ἀντολικὸν δ’ ἐπὶ τέρμα, παρ’ ἕρκεα σεμνὰ τραπέζης,
294 ἰσθμὸν ἀποτμήξαντο, διήλυσιν ὄφρα κελεύθου
295 ὠκυτέρην τεύξωσι παρερχομένοισιν ὁδίταις.
296 [para]Τοῖα μὲν ἀγλαόδωρος ἐμὸς σκηπτοῦχος ἐγείρει
297 ἔργα θεῶι βασιλῆϊ. πολυστέπτοις δ’ ἐπὶ δώροις
298 καὶ σέλας ἀστυόχοιο ἑῆς ἀνέθηκε γαλήνης
299 νηὸν ὕπερ πολύυμνον, ὅπως θεοδέγμονι βουλῆι
300 ἔμπνοον ἱδρύσειε γέρας κοσμήτορι κόσμου,
301 Χριστῶι παμβασιλῆϊ. σὺ δ’ ἵλαος ἵλαος εἴης,
302 παμφαὲς ἀχράντου τριάδος σέβας, ἄστεϊ Ῥώμης
303 καὶ ναέταις καὶ ἄνακτι καὶ ἱμεροδερκέϊ νηῶι.