eul_wid: iso-af
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Grammatical Fragments by Callimachus of Cyrene the Poet and Scholar

The Grammatical Fragments are scholarly excerpts attributed to the poet and scholar Callimachus of Cyrene, representing his philological work distinct from his celebrated poetry. Preserved solely through citations by later grammarians and scholiasts, such as Orion and the commentators on Homer, the surviving passages address specific words, their meanings, origins, and usage in earlier Greek literature, with a particular focus on the Homeric epics. The fragments exemplify the core Alexandrian scholarly pursuits of lexicography, etymology, and textual criticism, often investigating linguistic correctness and noting dialectal variations across the Greek world. The original treatise is entirely lost, and knowledge of it depends on these fragmentary quotations collected in modern editions. These remnants illustrate Callimachus's integral role in the systematic philology developed at the Library of Alexandria, contributing directly to the tradition of Homeric scholarship and lexicography that influenced later grammarians who frequently cited his authoritative judgments. This grammatical work complemented his broader legacy in library science and literary history, most famously embodied in his bibliographical masterpiece, the Pinakes.

ΘΑΥΜΑΤΩΝ ΤΩΝ ΕΙΣ ΑΠΑΣΑΝ ΤΗΝ ΓΗΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΟΝΤΩΝ ΣΥΝΑΓΩΓΗ

Πεποίηται δέ τινα καὶ ὁ Κυρηναῖος Καλλίμαχος ἐκλογὴν τῶν παραδόξων, ἧς ἀναγράφομεν ὅσα ποτὲ ἡμῖν ἐφαίνετο εἶναι ἀκοῆς ἄξια. φησὶν Εὔδοξον ἱστορεῖν, ὅτι ἐν τῇ κατὰ Ἱερὸν ὄρος θαλάττῃ τῆς Θρᾴκης ἐπιπολάζει κατά τινας χρόνους ἄσφαλτος, ἡ δὲ κατὰ Χελιδονίας ὅτι ἐπὶ πολὺν τόπον ἔχει γλυκείας πηγάς.

Θεόφραστον δὲ τὴν περὶ τὰς Αἰόλου νήσους ἀναζεῖν οὕτως ἐπὶ δύο πλέθρων τὸ μῆκος, ὥστε μὴ δυνατὸν εἶναι διὰ τὴν θερμασίαν ἐμβαίνειν εἰς ταύτην.

Ἐκ δὲ τῆς κατὰ Δημόνησον τὴν Καλχηδονίων τοὺς κολυμβητὰς ἀναφέρειν εἰς δύο ὀργυιὰς χαλκόν, ἐξ οὗ καὶ τοὺς ἐν Φενεῷ τοὺς ὑπὸ Ἡρακλέους ἀνατεθέντας ἀνδριάντας εἰργάσθαι.

Μεγασθένην δὲ τὸν τὰ Ἰνδικὰ γεγραφότα ἱστορεῖν ἐν τῇ κατὰ τὴν Ἰνδικὴν θαλάττῃ δένδρεα φύεσθαι.

Περὶ δὲ τῶν ποταμῶν καὶ κρηνῶν Λύκον μέν φησιν λέγειν, ὅτι ὁ μὲν Καμικὸς θαλάττης ῥεούσης ῥεῖ, ὁ δὲ Κάπαιος καὶ Κριμισὸς ὅτι τὰ μὲν ἐπιπολῆς τῶν ὑδάτων εἰσὶ ψυχροί, τὰ δὲ κάτω θερμοί, τὸν δʼ Ἱμέραν ἐκ μιᾶς πηγῆς σχιζόμενον τὸ μὲν ἁλυκὸν τῶν ῥείθρων ἔχειν, τὸ δὲ πότιμον.

Τίμαιον δὲ τῶν ἐν Ἰταλίᾳ ποταμῶν ἱστορεῖν Κρᾶθιν ξανθίζειν τὰς τρίχας.

Πολύκριτον δὲ καταγεγραφέναι τὸν μὲν ἐν Σόλοις οὐ ψευδῶς ὠνομάσθαι Λίπαριν, ἀλλʼ οὕτως ἀπολιπαίνειν τοὺς λουομένους ὥστε μὴ προσδεῖσθαι ἀλείμματος, τὸν δὲ ἐν Παμφυλίᾳ Μούαβιν … ἀπολιθοῦν, ἐάν τις ἐμβάλῃ στοιβὴν ἢ πλίνθον.

Περὶ δὲ τὴν τῶν Ἀγριέων Θρᾳκῶν χώραν φησὶν ποταμὸν προσαγορευόμενον Πόντον καταφέρειν λίθους ἀνθρακώδεις, τούτους δὲ κάεσθαι μέν, πᾶν δὲ τοὐναντίον πάσχειν τοῖς ἐκ τῶν ξύλων ἀνθρακευομένοις· ὑπὸ μὲν γὰρ τῶν ῥιπίδων πνευματιζομένους σβέννυσθαι, τῷ δὲ ὕδατι ῥαινομένους βέλτιον κάεσθαι, τὴν δʼ ὀσμὴν αὐτῶν οὐδὲν ὑπομένειν ἑρπετόν.

Τὴν δʼ ἐν Λούσοις κρήνην, καθάπερ παρὰ τοῖς Λαμψακηνοῖς, ἔχειν ἐν ἑαυτῇ μῦς ὁμοίους τοῖς κατοικιδίοις· ἱστορεῖν δὲ ταῦτα Θεόπομπον.

Εὔδοξον δὲ τὴν ἐν Ἅλῳ Ὀφιοῦσσαν τὸν ἀλφὸν παύειν.

Λύκον δὲ τὸν Ῥηγῖνον λέγειν, τὴν μὲν ἐν τῇ Σικανῶν χώρᾳ φέρειν ὄξος, ᾧπερ ἐπὶ τῶν ἐδεσμάτων χρῶνται, τὴν δὲ ἐν Μυτιστράτῳ οἷον ἐλαίῳ ῥεῖν· τοῦτο δʼ ἔν τε τοῖς λύχνοις κάεσθαι καὶ δύνασθαι φύματα καὶ ψώραν ἰᾶσθαι, προσαγορευόμενον Μυτιστράτιον. πλησίον δὲ εἶναι τὴν ἀπὸ μὲν Ἀρκτούρου μέχρι Πλειάδος ἀναβάλλουσαν οὐδενὸς χεῖρον τῶν ἄλλων ὑδάτων, ἀπὸ δὲ Πλειάδος μέχρι πρὸς Ἀρκτοῦρον τῆς μὲν ἡμέρας καπνὸν ἀναφέρουσαν καὶ πνέουσαν θερμόν, ἐν δὲ τῇ νυκτὶ φλογὸς πληρουμένην.

Ἀρέθουσαν δὲ τὴν ἐν Συρακούσαις, — ὥσπερ οἱ λοιποί φασιν καὶ Πίνδαρος —, τὴν πηγὴν ἔχειν ἐκ τοῦ κατὰ τὴν Ἠλείαν Ἀλφειοῦ, διὸ καὶ ταῖς Ὀλυμπικαῖς ἡμέραις, ὅταν ἐν τῷ ποταμῷ ἀποπλύνωσιν τῶν θυμάτων τὰς κοιλίας, οὐ καθαρὰν εἶναι τὴν ἐν τῇ Σικελίᾳ κρήνην, ἀλλὰ ῥεῖν ὄνθῳ. φησὶν δὲ καὶ φιάλην ποτʼ εἰς τὸν Ἀλφειὸν ἐμβληθεῖσαν ἐν ἐκείνῃ φανῆναι. — τοῦτο δʼ ἱστορεῖ καὶ Τίμαιος. —

Θεόπομπον δέ φησιν γράφειν τῆς μὲν ἐν Κίγχρωψιν τοῖς Θρᾳξὶν τὸν ἀπογευσάμενον τελευτᾶν εὐθύς.

Ἐν Σκοτούσσῃ δʼ εἶναι κρηνίδιον οὐ μόνον ἀνθρώπων ἕλκη, ἀλλὰ καὶ βοσκημάτων ὑγιάζειν δυνάμενον· κἂν ξύλον δὲ σχίσας ἢ θραύσας ἐμβάλῃς συμφύειν.

Ἐκ δὲ τῆς περὶ Χαονίαν, ὅταν ἀφεψηθῇ τὸ ὕδωρ, ἅλας γίνεσθαι.

Τῶν δʼ ἐν Ἅμμωνι κρηνῶν λέγειν Ἀριστοτέλη ὅτι τὴν μὲν Ἡλίου γε νομιζομένην μέσων μὲν νυκτῶν καὶ μεσημβρίας γίγνεσθαι θερμήν, ἕωθεν δὲ καὶ δείλης καθαπερεὶ κρύσταλλον, ἡ δʼ ἄλλη διότι ἀναβαίνοντος μὲν ἡλίου πιδύει, ἐπὶ δυσμαῖς δʼ ἰόντος ἵσταται.

Κτησίαν δὲ τὴν ἐν Αἰθιοπίᾳ τὸ μὲν ὕδωρ ἔχειν ἐρυθρόν, ὡσανεὶ κιννάβαρι, τοὺς δʼ ἀπʼ αὐτῆς πιόντας παράφρονας γίνεσθαι. — τοῦτο δʼ ἱστορεῖ καὶ Φίλων ὁ τὰ Αἰθιοπικὰ συγγραψάμενος. —

Τὴν δʼ ἐν τοῖς Ἰνδικοῖς κρήνην Σίλαν οὐδὲ τὸ κουφότατον τῶν βληθέντων ἐᾶν ἐπιμένειν, ἀλλὰ πάντα καθέλκειν. — καὶ ταῦτα δὲ πλείους εἰρήκασιν καὶ ἐπὶ πλειόνων ὑδάτων. —

Εὔδοξον δʼ ἱστορεῖν τὴν μὲν ἐν Καλχηδόνι κροκοδείλους ἐν αὑτῇ ἔχειν μικρούς, ὁμοίους τοῖς ἐν Αἰγύπτῳ.

Περὶ δὲ τὴν Ἀθαμανίαν ἱερὸν εἶναι Νυμφῶν, ἐν ᾧ τὴν κρήνην τὸ μὲν ὕδωρ ἔχειν ἄφατον ὡς ψυχρόν, ὃ δʼ ἂν ὑπερθῇς αὐτοῦ θερμαίνειν· ἐὰν δέ τις φρύγανον ἢ ἄλλο τι τῶν τοιούτων προσενέγκῃ, μετὰ φλογὸς καίεσθαι.

Κατὰ δὲ τὴν Ἀραβίαν ἐν πόλει Λευκοθέᾳ Ἀμώμητόν φησιν γράφειν, τὸν πραγματευθέντα τὸν ἐκ Μέμφεως Ἀνάπλουν, εἰς τὴν καλουμένην Ἴσιδος κρήνην ἄν τις οἴνου ἐπιχέῃ κοτύλην, διότι γίγνεται τὸ ποτὸν εὔκρατον.

Περὶ δὲ λιμνῶν Κτησίαν μὲν ἱστορεῖν λέγει τῶν ἐν Ἰνδοῖς λιμνῶν τὴν μὲν τὰ εἰς αὐτὴν ἀφιέμενα κάτω οὐ δέχεσθαι, καθάπερ τὴν ἐν Σικελίᾳ καὶ Μήδοις, πλὴν χρυσίον καὶ σίδηρον καὶ χαλκὸν, καὶ ἄν τι ἐμπέσῃ πλάγιον, ὀρθὸν ἐκβάλλειν, ἰᾶσθαι δὲ τὴν καλουμένην λεύκην· τῇ δʼ ἑτέρᾳ κατὰ τὰς εὐδιαζούσας ἡμέρας ἐπιπολάζειν ἔλαιον.

Ξενόφιλον δὲ ἐν μὲν τῇ πλησίον Ἰόππης οὐ μόνον ἐπινήχεσθαι πᾶν βάρος, ἀλλὰ καὶ παρὰ τρίτον ἔτος φέρειν ὑγρὰν ἄσφαλτον· ὅταν δὲ γίγνηται τοῦτο, παρὰ τοῖς ἐντὸς τριάκοντα σταδίων οἰκοῦσιν ἰοῦσθαι χαλκώματα.

Τὴν δὲ ἐν τοῖς Σαρμάταις λίμνην Ἡρακλείδην γράφειν, ὅτι οὐδὲν τῶν ὀρνέων ὑπεραίρειν, τὸ δὲ προσελθὸν ὑπὸ τῆς ὀσμῆς τελευτᾶν· — ὃ δὴ καὶ περὶ τὴν Ἀορνῖτιν δοκεῖ γίγνεσθαι … —

Ἐκ δὲ τῆς ἐν Ζακύνθῳ λίμνης φησὶν Εὔδοξον ἱστορεῖν, ὅτι ἀναφέρεται πίσσα, καίτοι παρεχούσης αὐτῆς ἰχθῦς· ὅ τι δʼ ἂν ἐμβάλῃς εἰς ταύτην, ἐπὶ θαλάττης φαίνεσθαι τεττάρων ὄντων ἀνὰ μέσον σταδίων.

Λύκον δὲ περὶ τὴν ἐν Μύλαις τῆς Σικελίας δένδρα φύεσθαι, διὰ μέσης δʼ αὐτῆς ἀναθεῖν ὕδωρ τὸ μὲν ψυχρόν, τὸ δὲ τοὐναντίον.

Φανίαν δὲ τὴν τῶν Πυράκων λίμνην ὅταν ἀναξηρανθῇ κάεσθαι.

Καὶ τὴν Ἀσκανίαν πότιμον οὖσαν τὸ προσενεχθὲν αὐτῇ πλύνειν ἄνευ ῥύμματος, ἐὰν ἐαθῇ δʼ ἐν αὐτῇ πλείω χρόνον, διαπίπτειν αὐτόματον.

Περὶ δὲ τῆς ἐν Κιτίῳ φάσκειν Νικαγόραν ὅτι ἀνιμηθείσης ἐπʼ ὀλίγον τῆς γῆς … ἅλες εὑρίσκονται.

Περὶ δὲ τῶν αὐτῶν ὑδάτων Θεόφραστόν φησι τὸ καλούμενον Στυγὸς ὕδωρ λέγειν, ὅτι ἐστὶν ἐν Φενεῷ, στάζει δʼ ἔκ τινος πετριδίου· τοὺς δὲ βουλομένους αὐτοῦ ὑδρεύεσθαι σπόγγοις πρὸς ξύλοις δεδεμένοις λαμβάνειν, διακόπτειν δὲ πάντα τὰ ἀγγεῖα πλὴν τῶν κερατίνων, τὸν δὲ ἀπογευσάμενον τελευτᾶν.

Ἐν δὲ τῇ Λεοντίνων ἱστορεῖν Λύκον τοὺς ὀνομαζομένους Δέλλους ἀναζεῖν μὲν ὡς θερμότατον τῶν ἑψομένων, τὰς δὲ πηγὰς ἔχειν ψυχράς. τῶν δὲ πλησιαζόντων αὐτοῖς τὸ μὲν τῶν ὀρνίθων γένος ἀποθνῄσκειν εὐθύς, τοὺς δὲ ἀνθρώπους μετὰ τρίτην ἡμέραν.

Ὅμοιον δὲ τούτῳ καὶ τὸ περὶ τὸν Κῴων Χυτρῖνον γίνεσθαι· καὶ γὰρ ἐκεῖνον ἀτμὸν μὲν ἐκβάλλειν καὶ ποιεῖν ἔμφασιν τοῦ ζεῖν, τὰ δὲ καθειμένα καθʼ ὑπερβολὴν ψύχειν.

Εἶναι δὲ παρὰ τοῖς Κῴοις καὶ ἄλλο τι ῥευμάτιον, ὃ πάντας τοὺς ὀχετοὺς ὅθεν διαρρεῖ λίθους πεποίηκεν. τοῦτο δὲ καὶ Εὔδοξος καὶ Καλλίμαχος παραλείπουσιν, ὅτι ἐκ τοῦδε τοῦ ὕδατος οἱ Κῷοι λίθους λατομήσαντες ᾠκοδόμησαν τὸ θέατρον· οὕτως ἰσχυρῶς ἀπολιθοῦται πᾶν γένος.

Λέγειν δὲ τὸν Εὔδοξον καὶ περὶ τῶν ἐν τῇ Πυθοπόλει φρεάτων, ὅτι παραπλήσιόν τι τῷ Νείλῳ πάσχουσιν· τοῦ μὲν γὰρ θέρους ὑπὲρ τὰ χείλη πληροῦσθαι, τοῦ δὲ χειμῶνος οὕτως ἐκλείπειν ὥστε μηδὲ βάψαι ῥᾴδιον εἶναι.

Καὶ περὶ τοῦ κατὰ τὴν Κρήτην ὑδατίου, οὗ οἱ ὑπερκαθίζοντες, ὅταν ὑετὸς ᾖ, διατελοῦσιν ἄβροχοι, παραδεδόσθαι δὲ τοῖς Κρησίν, ἀπʼ ἐκείνου λούσασθαι τὴν Εὐρώπην ἀπὸ τῆς τοῦ Διὸς μίξεως.

Ἐν δὲ Λυγκήσταις Θεόπομπον φάσκειν τι εἶναι ὕδωρ ὀξύ, τοὺς δὲ ἐκ τούτου πίνοντας ὥσπερ ἐπὶ τῶν οἴνων ἀλλοιοῦσθαι — καὶ τοῦθʼ ὑπὸ πλειόνων μαρτυρεῖται.

Τὸ δʼ ἐκ τῆς πέτρας Ἀρμενίων ἐκπίπτον Κτησίαν ἱστορεῖν ὅτι συμβάλλει ἰχθῦς μέλανας, ὧν τὸν ἀπογευσάμενον τελευτᾶν.

Περὶ δὲ πυρὸς Κτησίαν φησὶν ἱστορεῖν, ὅτι περὶ τὴν τῶν Φασηλιτῶν χώραν ἐπὶ τοῦ τῆς Χιμαίρας ὄρους ἔστιν τὸ καλούμενον ἀθάνατον πῦρ· τοῦτο δέ, ἐὰν μὲν εἰς ὕδωρ ἐμβάλῃς, καίεσθαι βέλτιον, ἐὰν δὲ φορυτὸν ἐπιβαλὼν πήξῃ τις, σβέννυσθαι.

... Περὶ δὲ λίθων τὸν αὐτὸν τοῦτον λέγειν τὸν παρὰ τοῖς Βοττιαίοις ἐν Θρᾴκῃ γινόμενον, ὅταν ὁ ἥλιος προσβάλλῃ, πῦρ ἐξ αὐτοῦ ἐκθυμιᾶσθαι· ἐκεῖνος δʼ ἵνα παρέχῃ, γνοὺς μὲν τὴν τῶν ἀνθράκων χροιὰν διαμένοντας ἀφθάρτους, κἂν σβέσας τί πάλιν ἐπικεχειρήκασιν, τὴν αὐτὴν ἐνέργειαν συντελεῖν.

Περὶ δὲ φυτῶν τῆς ἀκάνθης εἶδος Ἀριστοτέλην φάσκειν περὶ τὴν Ἐρύθην ἀνευρίσκεσθαι διαποίκιλον τὴν χρόαν, ἐξ οὗ πλῆκτρα γίνεσθαι.

Περὶ δὲ Θεσπρωτοὺς ἐκ τῆς γῆς ἄνθρακας ὀρύττεσθαι δυναμένους κάεσθαι Θεόπομπόν φησιν καταγράφειν.

Φανίαν δὲ κατά τινας τόπους τῆς Λέσβου καὶ περὶ τῶν Νεανδριέων τὰς βώλους πρὸς τὰς τῶν ὄψεων καθηγήσεις γίνεσθαι χρησίμας, καὶ εἰς ὕδωρ ἐμβληθείσας οὔτε καταδύνειν οὔτε κατατήκεσθαι. — ὑπὸ τοῦτο τὸ γένος πίπτοι ἂν καὶ ἐν Πιτάνῃ πλίνθος ἡ λεγομένη ἐπιπλεῖν. —

Περὶ δὲ τῶν ζῴων Λύκον μὲν ἐν τῇ Διομηδείᾳ τῇ νήσῳ φησὶν ἱστορεῖν, τοὺς ἐρωδιοὺς ὑπὸ μὲν τῶν Ἑλλήνων, ὅταν παραβάλλῃ τις εἰς τοὺς τόπους, οὐ μόνον ψαυομένους ὑπομένειν, ἀλλὰ καὶ προσπετομένους εἰς τοὺς κόλπους ἐνδύνειν καὶ σαίνειν φιλοφρόνως. λέγεσθαι δέ τι τοιοῦτον ὑπὸ τῶν ἐγχωρίων, ὡς τῶν τοῦ Διομήδους ἑταίρων εἰς τὴν τῶν ὀρνέων τούτων φύσιν μετασχηματισθέντων.

Τοὺς δὲ περὶ τὸν Ἀδρίαν ἐνοικοῦντας Ἐνετοὺς Θεόπομπον φάσκειν κατὰ τὸν σπόρου καιρὸν τοῖς κολοιοῖς ἀποστέλλειν δῶρα, ταῦτα δʼ εἶναι ψαιστὰ καὶ μάζας. προθέντας δὲ τοὺς ταῦτα κομίζοντας ἀποχωρεῖν, τῶν δὲ ὀρνέων τὸ μὲν πλῆθος ἐπὶ τοῖς ὁρίοις μένειν τῆς χώρας συνηθροισμένον, δύο δʼ ἢ τρεῖς προσπτάντας καὶ καταμαθόντας ἀφίπτασθαι πάλιν καθαπερεί τινας πρέσβεις ἢ κατασκόπους. ἐὰν μὲν οὖν τὸ πλῆ