Ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω
τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον·
«ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δή
νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ,
ἡ δʼ ἑτέρη προβέβηκε. τί λώϊον; εἰ δʼ ἄγε σύμ μοι
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.»
εἶπεν· ὁ δὲ σκίπωνα γεροντικὸν ὅπλον ἀείρας·
«ἠνίδε κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.»
οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.
«κείνων ἔρχεο», φησί, «μετʼ ἴχνια.» χὠ μὲν ἐπέστη
πλησίον· οἱ δʼ ἔλεγον· «τὴν κατὰ σαυτὸν ἔλα.»
ταῦτʼ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου
δράξασθαι, παίδων κληδόνα συνθέμενος.
τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην,
οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.
Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ
ἤγαγεν· ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι
ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που,
ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή,
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων
ἁρπακτὴς Ἀΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.
Μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε·
ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ γελᾶν.
Τίμων — οὐ γὰρ ἔτʼ ἐσσί —, τί τοι, σκότος ἢ φάος, ἐχθρόν;
«τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀΐδῃ.»
Κόγχος ἐγώ, Ζεφυρῖτι, πάλαι τέρας· ἀλλὰ σὺ νῦν με,
Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
εἰ δὲ γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων
ποσσὶν ἱνʼ ὡσπ ἔργῳ τοὔνομα συμφέρεται,
ἔστʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
μηδέ μοι ἐν θαλάμῃσιν ἔθʼ ὡς πάρος — εἰμὶ γὰρ ἄπνους —
τίκτηται νοτερῆς ὤεον ἁλκυόνος.
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν· οἶδε γὰρ ἐσθλά
ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος.
Τοῦ Σαμίου πόνος εἰμὶ δόμῳ ποτὲ θεῖον ἀοιδόν
δεξαμένου, κλείω δʼ Εὔρυτον ὅσσʼ ἔπαθεν,
καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι
γράμμα· Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.
Ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δʼ ἐπὶ κισσόν
τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει,
ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρόν
φθέγξονται, κείνου δʼ Ἑλλὰς ἀεὶ σοφίην.
Μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ
ῥῆσις· ὁ μὲν «νικῶ» φησὶ τὸ μακρότατον,
ᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται
«πῶς ἔβαλες;» φησί· «σκληρὰ τὰ γιγνόμενα.»
τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο
τοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη.
Τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον
κοιμᾶται· θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς.
Ἢν δίζῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαι
ἤ τι περὶ ψυχῆς ἢ πάλι πῶς ἔσεαι,
δίζεσθαι φυλῆς Πτολεμαΐδος υἱέα πατρός
Παυσανίου· δήεις δʼ αὐτὸν ἐν εὐσεβέων.
Σύντομος ἦν ὁ ξεῖνος, ὃ καὶ στίχος οὐ μακρὰ λέξων
«Θῆρις Ἀρισταίου Κρής» ἐπʼ ἐμοὶ δολιχός.
Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν
καὶ Διδύμην· ἀφανὴς οὔτι γὰρ ἡ γενεή.
καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι
τοῦθʼ, ὅτι τὸν κείνων ὧδʼ ἐπέχω Κριτίην.
Ἦ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; «εἰ τὸν Ἀρίμμα
τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.»
ὦ Χαρίδα, τί τὰ νέρθε; «πολὺ σκότος.» αἱ δʼ ἄνοδοι τί;
«ψεῦδος.» ὁ δὲ Πλούτων; «μῦθος.» ἀπωλόμεθα.
«οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδύν
βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀΐδῃ.»
Δαίμονα τίς δʼ εὖ οἶδε τὸν αὔριον; ἁνίκα καὶ σέ,
Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις
τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν· οὐδὲν ἐκείνου
εἶδε πατὴρ Διοφῶν χρῆμʼ ἀνιαρότερον.
«Τιμονόη.» τίς δʼ ἐσσί; μὰ δαίμονας, οὔ σʼ ἂν ἐπέγνων,
εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα
στήλῃ καὶ Μήθυμνα, τεὴ πόλις. ἦ μέγα φημί
χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.
Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν,
δίζηνται Σαμίων πολλάκι θυγατέρες,
ἡδίστην συνέριθον ἀεὶ λάλον· ἡ δʼ ἀποβρίζει
ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.
Ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς
παῖδα Διοκλείδεω Σώπολιν ἐστένομεν.
νῦν δʼ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δʼ ἐκείνου
οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.
Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντῳ
ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε· χὠ μὲν ἐν ὑγρῇ
νεκρός, ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων
κηρύσσω πανάληθες ἔπος τόδε· «φεῦγε θαλάσσῃ
συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.»
Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος
ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.
Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δέ
δυομένου Βασιλὼ κάτθανε παρθενική
αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα
οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐσεῖδε κακόν
πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη
πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.
Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με
ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.
εἰδείης δʼ ἄμφω κεν· ὁ μέν κοτε πατρίδος ὅπλων
ἦρξεν, ὁ δʼ ἤεισεν κρέσσονα βασκανίης.
Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη
ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.
οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν
ποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα.
Εἴπας «Ἥλιε χαῖρε» Κλεόμβροτος ὡμβρακιώτης
ἥλατʼ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀΐδην,
ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος
ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.
Ἥρως Αἰετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω
ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ
λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνδρὶ ἰπείωι
θυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο.
Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτʼ ἐκείνης
ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.
ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι
ὅρκους μὴ δύνειν οὔατʼ ἐς ἀθανάτων.
νῦν δʼ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί, τῆς δὲ ταλαίνης
νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδʼ ἀριθμός.
Εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινόν
ῥέζων οὔτʼ ἀδικέων οὐδένα. Γαῖα φίλη,
Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη
γίνεο μήτʼ ἄλλοι δαίμονες οἵ μʼ ἔχετε.
Ἡσιόδου τό τʼ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδῶν
ἔσχατον, ἀλλʼ ὀκνέω μὴ τὸ μελιχρότατον
τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο· χαίρετε λεπταί
ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.
Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳ
χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει·
μισέω καὶ περίφοιτον ἐρώμενον, οὐδʼ ἀπὸ κρήνης
πίνω· σικχαίνω πάντα τὰ δημόσια.
Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός—ἀλλὰ πρὶν εἰπεῖν
τοῦτο σαφῶς, Ἠχώ φησί τις· «ἄλλος ἔχει.»
Ἔγχει καὶ πάλιν εἰπὲ «Διοκλέος»· οὐδʼ Ἀχελῷος
κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.
καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός, εἰ δέ τις οὐχί
φησίν—ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.
Θεσσαλικὲ Κλεόνικε τάλαν τάλαν, οὐ μὰ τὸν ὀξύν
ἥλιον, οὐκ ἔγνων· σχέτλιε, ποῦ γέγονας;
ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμων
οὑμὸς ἔχει, χαλεπῇ δʼ ἤντεο θευμορίῃ;
ἔγνων· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθών
τὸν καλόν, ὦ μόχθηρʼ, ἔβλεπες ἀμφοτέροις.
Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωόν
διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος
στίβῃ καὶ νιφετῷ κεχρημένος· ἢν δέ τις εἴπῃ
«τῆ, τόδε βέβληται θηρίον», οὐκ ἔλαβεν.
χοὐμὸς ἔρως τοιόσδε· τὰ μὲν φεύγοντα διώκειν
οἶδε, τὰ δʼ ἐν μέσσῳ κείμενα παρπέταται.
Οἶδʼ ὅτι μευ πλούτου κενεαὶ χέρες· ἀλλά, Μένιππε,
μὴ λέγε πρὸς Χαρίτων τοὐμὸν ὄνειρον ἐμοί.
ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων·
ναὶ φίλε, τῶν παρὰ σεῦ τοῦτʼ ἀνεραστότατον.
Ἄρτεμι, τὶν τόδʼ ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε·
ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω.
Τίν με, λεοντάγχʼ ὦνα συοκτόνε, φήγινον ὄζον
θῆκε—«τίς;» Ἀρχῖνος. «ποῖος;» ὁ Κρίης. «δέχομαι.»
Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδήν
εἰδότος, εὖ δʼ οἴνῳ καίρια συγγελάσαι.
Τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς
ἀκρήτου προποθεῖσʼ ᾤχετʼ ἔχουσα κύλιξ.
Ὁ Λύκτιος Μενίτας
τὰ τόξα ταῦτʼ ἐπειπών
ἔθηκε· «τῆ, κέρας τοι
δίδωμι καὶ φαρέτρην,
Σάραπι· τοὺς δʼ ὀϊστούς
ἔχουσιν Ἑσπερῖται.»
Τὰ δῶρα τἀφροδίτῃ
Σῖμον ἡ περίφοιτος, εἰκόνʼ αὑτῆς
ἔθηκε τήν τε μίτρην
ἡμᾶς τοὺς ἐφίλησε τόν τε πᾶνα
καὶ τοὺς αὐτοὺς ὁρῇ τάλαινα θάρσους.
Δήμητρι τῇ Πυλαίῃ,
τῇ τοῦτον οὑκ Πελασγῶν
Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθʼ ὁ Ναυκρατίτης
καὶ τῇ κάτω θυγατρί
τὰ δῶρα Τιμόδημος
εἵσατο τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθʼ οὕτως.
Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,
ὦνερ, καὶ μετέπειτα Δινδυμήνης
ἡ γρηῢς γενόμην, ἡ νῦν κόνις ηνο . . .
πολλῶν προστασίη νέων γυναικῶν.
καί μοι τέκνʼ ἐγένοντο δύʼ ἄρσενα, κἠπέμυσα κείνων
εὐγήρως ἐνὶ χερσίν· ἕρπε χαίρων.
Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼ
εἴτʼ Ἔρος εἴτʼ Ἀΐδης ἥρπασε, πλὴν ἀφανές.
ἦ ῥά τινʼ ἐς παίδων πάλιν ᾤχετο; καὶ μὲν ἀπεῖπον
πολλάκι· «τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι».
ὀυκισυνιφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος
κείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.
Εἰ μὲν ἑκών, Ἀρχῖνʼ, ἐπεκώμασα, μυρία μέμφου,
εἰ δʼ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
Ἄκρητος καὶ Ἔρως μʼ ἠνάγκασαν, ὧν ὁ μὲν αὐτῶν
εἷλκεν, ὁ δʼ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα
τὴν φλιήν· εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικέω.
Ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρόν
πνεῦμα διὰ στηθέων — εἶδες; — ἀνηγάγετο,
τὸ τρίτον ἡνίκʼ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα
τὠνδρὸς ἀπὸ στεφάνων πάντʼ ἐγένοντο χαμαί·
ὤπτηται μέγα δή τι· μὰ δαίμονας οὐκ ἀπὸ ῥυσμοῦ
εἰκάζω, φωρὸς δʼ ἴχνια φὼρ ἔμαθον.
Ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτῃ
ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῇ σποδιῇ.
οὐ θαρσέω· μὴ δή με περίπλεκε· πολλάκι λήθει
τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός.
τῷ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδύς
οὗτος οσειγαρνης εἰς τὸν ἔρωτα βάλῃ.
«Ληφθήσει, περίφευγε, Μενέκρατες» εἶπα Πανήμου
εἰκάδι καὶ Λῴου τῇ τίνι; τῇ δεκάτῃ
ἦλθεν ὁ βοῦς ὑπʼ ἄροτρον ἑκούσιος. εὖ γʼ, ἐμὸς Ἑρμῆς,
εὖ γʼ, ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.
Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδάν
τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ·
αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε·
ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρά
τὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
ἔσθʼ ἁμὶν χʼακαστας ἀφειδέα ποττὸν Ἔρωτα
τοῦτʼ εἶπαι· «κείρευ τὰ πτερά, παιδάριον,
οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαί
οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.»
Τὴν ἁλίην Εὔδημος, ἐφʼ ἧς ἅλα λιτὸν ἐπέσθων
χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,
θῆκε θεοῖς Σαμόθρῃξι λέγων ὅτι τήνδε κατʼ εὐχήν,
ὦ λαοί, σωθεὶς ἐξ ἁλὸς ὧδʼ ἔθετο.
Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου
ταῖς Μούσαις· αἱ δὲ Γλαῦκος ὅκως ἔδοσαν
ἀντʼ ὀλίγου μέγα δῶρον. ἐγὼ δʼ ἀνὰ τῇδε κεχηνώς
κεῖμαι τοῦ Σαμίου διπλόον ὁ τραγικός
παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν
«ἱερὸς ὁ πλόκαμος», τοὐμὸν ὄνειαρ ἐμοί.
Τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως
ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου
Πάμφιλον, οὐκ ἐν ἔρωτι δεδαυμένον, ἥμισυ δʼ ὀπτῇ
ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.
Τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς
Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει
καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι.
ἡ γρηῢς μαστῶν ὣς ἀπέχει χάριτας.
Τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις
ἄρτι ποτεπλάσθη κἦτι μύροισι νοτεῖ.
εὐαίων ἐν πᾶσιν ἀρίζηλος Βερενίκα,
ἇς ἄτερ οὐδʼ αὐταὶ ταὶ Χάριτες Χάριτες.
Τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμʼ ἔχθει,
τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις,
ναίχι πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ,
καὶ σύ ποτʼ ἠράσθης—οὐκέτι μακρὰ λέγω.
Καὶ πάλιν, Εἰλήθυια, Λυκαινίδος ἐλθὲ καλεύσης
εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίῃ·
ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ, ἀντὶ δὲ παιδός
ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.
Τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικός
Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,
γιγνώσκειν· ἢν δʼ ἆρα λάθῃ καί μιν ἀπαιτῇς,
φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ.
Τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις
πλούσιον ἁ Κριτίου λύχνον ἔθηκε θεῷ,
εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος· ἐς δʼ ἐμὰ φέγγη
ἀθρήσας φάσεις· «Ἕσπερε, πῶς ἔπεσες;»
Φησὶν ὅ με στήσας Εὐαίνετος — οὐ γὰρ ἔγωγε
γιγνώσκω — νίκης ἀντί με τῆς ἰδίης
ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι·
πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.
Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θαλέω παῖς
Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίῃ.
Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρόν
εὗρεν ἐπʼ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ
δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτός
ἥσυχον, αἰθυίῃ δʼ ἶσα θαλασσοπορεῖ.
Εὐδαίμων ὅτι τἆλλα μανεὶς ὡρχαῖος Ὀρέστας,
Λεύκαρε, τὰν λίαν οὐκ ἐμάνη μανίαν
οὐδʼ ἔλαβʼ ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει
τὸν φίλον· ἀλλʼ αἰ χἢν δρᾶμʼ ἐδίδαξε μόνον,
ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε· τοῦτο ποήσας
κἠγὼ τὼς πολλὼς οὐκέτʼ ἔχω Πυλάδας.
Οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,
ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.
Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκ ἔτι πουλύς
ἦσθα, τί σε, ξείνων λῷστε, κατειργάσατο;
ἦ ῥα τὸ καὶ Κένταυρον; «ὅ μοι πεπρωμένος ὕπνος
ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.»
Κυνθιάδες, θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα
κεῖται ἐν Ὀρτυγίῃ τόξα παρʼ Ἀρτέμιδι,
οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα, νῦν δὲ πέπαυται,
αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.
Οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς
κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις.
οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστήν
κοιμίζεις, ἐλέου δʼ οὐδʼ ὄναρ ἠντίασας.
γείτονες οἰκτείρουσι, σὺ δʼ οὐδʼ ὄναρ· ἡ πολιὴ δέ
αὐτίκʼ ἀναμνήσει ταῦτά σε πάντα κόμη.