ἐδείμαμεν ἄστεα μορτοί
γράμματα δʼ οὐχ εἵλισσεν ἀπόκρυφα
αἴγιθος ἀμφιγυήεις
Γαῦδος
ὀλίγην νησῖδα Καλυψοῦς
Μοῦσαί νιν ἑοῖς ἐπὶ τυννὸν ἔθεντο
γούνασι
τοι κήδεα λέξον ἑά
περσιητʼ ἕνεκεν πένθος ἀπωμόσατο
αἰεὶ τοῖς μικκοῖς μικκὰ διδοῦσι θεοί
μύθου δὲ πασαίμην
ἥδιον
οὐχ ὧδʼ ἐμόγησαν
ἐλπίδες ὥστʼ ἐχθρῶν συμμαχίην καλέσαι
ἀρχόμενοι μανίην ὀξυτάτην ἔχομεν
οἱ δὲ τὸν αἰνοτάλαντα κατέστεψαν
ᾔδεα μᾶλλον ἔγωγε
μή με τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκόν
ἤγειρον
τέκνα σοὶ μὲν Βάκαλες
ὁ δʼ ἀείδων Μαλόες ἦλθε χορός
δημεχθέα Χέλλωνα κακόκνημόν τε Κόμητα
ἀλλʼ ἀντὶ βρεφέων πολιὸν νέον εἴρενα μέσσον
Ἀτράκιον δἤπειτα λυκοσπάδα πῶλον ἐλαύνει
οἷοί τε βιοπλανὲς ἀγρὸν ἀπʼ ἀγροῦ
φοιτῶσιν
γρήϊον εἶδος ἔχουσα
μεῖον ἐδάκρυσεν Τρωίλος ἢ Πρίαμος
Φοῖβος Ὑπερβορέοισιν ὄνων ἐπιτέλλεται ἱροῖς
εἴ σε Προμηθεύς
ἔπλασε, καὶ πηλοῦ μὴ ʼξ ἑτέρου γέγονας
ἄκαπνα γὰρ αἰὲν ἀοιδοί
θύομεν
Νισαίης ἀγλῖθες ἀπʼ Ὀργάδος
ΛΑΟΙ Δευκαλίωνος ὅσοι γενόμεσθα
κούρη δὲ παρείατο δακρυχέουσα
ἀρθμὸν δʼ ἀμφοτέροις καὶ φιλίην ἔταμες
τῷ περὶ δινήεντʼ Ἀκμονίδην ἔβαλεν
ἀλλʼ ἐπακουούς
οὐκ ἔσχεν
φοιτίζειν ἀγαθοὶ πολλάκις ἠίθεοι
εἰς ὀάρους ἐθέλουσιν
ἣν μούνη ῥύετο παῖς ἀμαλή
αἱ δὲ πάγον φορέουσιν ἔπʼ Ἄρεος
ἡ μὲν ἀπʼ Ἀσσυρίων ἡμεδαπὴ στρατιή
ἥμισυ μὲν Πέρσαι, ἥμισυ δʼ Ἀσσύριοι
φιλαδελφίων ἄτμενος ἦα δόμων
ὅσον βλωμοῦ πίονος ἠράσατο
ἐξ ἁλὸς οὐ δίκην ἀνέρα Βουχέτιον
ἕλκειν
ἦ ῥʼ ὅτι τὼς ὁ γέγειος ἔχει λόγος
τὴν δὲ γενὴν οὐκ οἶδα
καὶ γλαρίδες σταφύλη τε καθιεμένη τε μολυβδίς
Γραικοὶ καὶ γαίης ἡμετέρης ἀδαεῖς
ξεῖνος Ἐχιδναῖον νέρθεν ἄγων δάκετον
τῶν ἔτι σοὶ δεκάφυια φάτο ζωάγρια τείσειν
καὶ Δελφὸς ἀνὴρ ἐμοὶ ἱεροεργός
ἐς δάϊν ἐρχομενάων
ἀλλὰ θεῆς ἥτις με διάκτορον ἔλλαχε Παλλάς
εἰ δέ ποτε προφέροιντο διάσματα, φάρεος ἀρχήν
δύπται δʼ ἐξ ἁλὸς ἐρχόμενοι
ἔνδιοι καύηκες
τὸ δʼ ἐκ μέλαν εἶαρ ἔδαπτεν
Εἰνατίην ὁμόδελφυν ἐπʼ ὠδίνεσσιν ἰδοῦσα
ἐλαχὺν δόμον
οὐδὲ βοὴ κήρυκος ἐλίνυσεν
τοὺς αὐτῷ σκοτίους ἐμπελάτειρα καὶ ἔτεκε γυνή
ὅν τε μάλιστα βοῶν ποθέουσιν ἐχῖνοι
ὁ δʼ ἠλεὸς οὔτʼ ἐπὶ σίττην
βλέψας
ἠλεὰ μὲν ῥέξας, ἐχθρὰ δὲ πεισόμενε
τὸν οὐκ ἔπλησε φέρουσα
μήτηρ οὓς ὤδινε μῆνας
χολῇ δʼ ἴσα γέντα πάσαιο
εἰ γὰρ ἐπιθήσει πάντα ἐμὴ κίβισις
τῷ ἴκελον τὸ γράμμα τὸ Κώϊον
πουλὺ θαλασσαίων μυνδότεροι νεπόδων
καί ῥα παρὰ σκαιοῖο βραχίονος ἔμπλεον ὄλπιν
ὄφρα σε πλειοτέρῃ δεῦρο δέχωμʼ
τέρπνιστοι δὲ τοκεῦσι τόθʼ υἱέες
Μουσέων δʼ οὐ μάλα φιδὸς ἐγώ
φιαρὴ τῆμος ἄνεσχεν ἕως
χύτλων ἀντιάσαντες
τοῦ … μεθυπλῆγος φροίμιον Ἀρχιλόχου
κρήνη
λευκὸν ὕδωρ ἀνέβαλλεν
ὑδάτινον καίρωμα … ὑμένεσσιν ὁμοῖον
θηλύτατον πεδίον
ἔχοιμί τι παιδὸς ἐφολκόν
ὃ πρὸ μιῆς ὥρης θηρίον οὐ λέγεται
καὶ γόνος αἰζηῶν ἔγραε κηδεμόνα
Βριλησσοῦ λαγόνεσσιν ὁμούριον ἐκτίσσαντο
καὶ κυάμων ἄπο χεῖρας ἔχειν, ἀνιῶντος ἐδεστοῦ,
κἠγώ, Πυθαγόρης ὡς ἐκέλευε, λέγω
Τόν με παλαιστρίταν ὀμόσας θεὸν ἑπτάκις φιλήσειν
ἀφάρωτος οἷον γυνή
νυμφίε Δημοφόων, ἄδικε ξένε
εἴτε μιν Ἀργείων χρῆν με καλεῖν ἀάτην
τόξού σφεων τις ἄριστα Κυδωνίου
γρῆές ἐμεν κορεης δʼ οὐκ αἴτιος
ἐς δάϊν ὁπλισμὸν ἵππιον Ἄργος ἔχει
ἡδομένη νεκάδεσσιν ἐπισκυρῶν πολέμοιο
αἴθε γὰρ ὦ κούροισιν ἐπʼ ὄθματα λίχνα φέροντες,
Ἐρχίος ὡς ὑμῖν ὥρισε παιδοφιλεῖν,
ὧδε νέων ἐρόῳτε· πόλιν κʼ εὔανδρον ἔχοιτε
ἀρότας κύματος Ἀονίου
ὠλόψατο χαίτας
ὁ δὴ μήκωνα πατεῖται
οἱ δʼ ὥστʼ ἐξ ὀχεῆς ὄφις αἰόλος αὐχένʼ ἀναύχην
εἰ θεὸν οἶσθα,
ἴσθʼ ὅτι καὶ ῥέξαι δαίμονι πᾶν δυνατόν
ἑπτὰ σοφοὶ χαίροιτε—τὸν ὄγδοον, ὥστε Κόροιβον,
οὐ συναριθμέομεν—
πάλαι δʼ ἔτι Θεσσαλὸς ἀνήρ
ῥυστάζει φθιμένων ἀμφὶ τάφον φονέας
πυρὶ δεῖπνον
τεθναίην ὅτʼ ἐκεῖνον ἀποπνεύσαντα πυθοίμην
χἠ Παλλάς, Δελφοί νιν ὅθʼ ἱδρύοντο Προναίην
μέσφα Καλαυρείης ἦλθεν ἐς ἀντίδοσιν
θηρὸς ἀερτάζων δέρμα κατωμάδιον
ἀντὶ γὰρ ἐκλήθης Ἴμβρασε Παρθενίου
ἐν Δίῃ· τὸ γὰρ ἔσκε παλαίτερον οὔνομα Νάξῳ
δέσποιναι Λιβύης ἡρωΐδες, αἳ Νασαμώνων
αὖλιν καὶ δολιχὰς θῖνας ἐπιβλέπετε,
μητέρα μοι ζώουσαν ὀφέλλετε
σκέρβολα μυθήσαντο
νόθαι δʼ ἤνθησαν ἀοιδαί
ἵνʼ ἐτρίψαντο μυσωτόν
γογγύλος ἐστὶ λίθος
μὴ σύ γε, Θειόγενες, κόψας χέρα Καλλικόωντος;
κάρτʼ ἀγαθὴ κικυμωίς
ὅδʼ αὖθις παρὰ φθόϊας
Καλλιχόρῳ ἐπὶ φρητὶ καθέζεο παιδὸς ἄπυστος
ἀμάρτυρον οὐδὲν ἀείδω
Ἰηπύγων ἔγχος ἀπωσάμενοι
πάντες ἀφʼ Ἡρακλῆος ἐτήτυμον ἔσσα κώμου,
ἔξοχα δʼ ἐν πεδίοις οἳ πόλιν ᾠκίσατε
… Ἰταλῶν
Ῥήγιον ἄστυ λιπὼν Ἰοκάστεω Αἰολίδαο
ἀβάλε μηδʼ ἀβόλησα
ἄγνωτον μηδὲν ἔχοιμι καλόν
ἔσκεν ὅτʼ ἄζωστος χἀτερόπορπος ἔτι
εἰμὶ τέρας Καλυδῶνος, ἄγω δʼ Αἰτωλὸν Ἄρηα
ἕζεσθαι θερμότατον ῥιζοῦχε Ποσειδῶν
ἠβαιὴν οὔ τι κατὰ πρόφασιν
τῶν οὐκ ἀγαθῶν ἐρυσίπτολιν
τοίων ἀεί
ἄνωγε δὲ πορθμέα νεκρῶν
μέσον ἐπὶ ναύταις
κρηνέων τʼ Εὐρώπῃ μισγομένων ἑκατόν
ἧσεν ἐκδοὺς σάμβαλον αὐλείου
Μουσέων κενὸς ἀνὴρ ἀτέει
οὔλου μῆτερ Ἄρηος
ὁ δʼ ἐκ Λοκρῶν τείχεος Ἰταλικοῦ
παρῆν ἀμύντωρ
μὴ ὀφέλετʼ ἀλλήλοισιν ἐπὶ πλέον ὄμματα δῦναι
χαλεπὴ μῆνις ἐπιχθονίων
ἵλαθί μοι φαλαρῖτι, πυλαιμάχε
ἵππους καιετάεντος ἀπʼ Εὐρώταο κομίσσαι
νόμον δʼ ἤειδεν Ἄρηος
αἱ νῆσαι ἁλιδύουσαι
αἱ δὲ βοοκρήμνοιο παρʼ ἀγκύλον ἴχνος Ἀράτθου
ῥάμφεϊ καθνώδει τόργος ἔκοπτε νέκυν
ἂψ ἐπὶ Θερμώδοντος ὁδεύετον
ἔστιν μοι Μάγνης ἐννεάμυκλος ὄνος
μέσσαβα βοῦς ὑποδύς
τὴν μὲν ὅ γʼ ἐσπέρμηνεν Ἐρινύι Τιλφωσαίῃ
θιβρῆς Κύπριδος ἁρμονίης
καὶ τριτάτη Περσῆος ἐπώνυμος, ἧς ὀρόδαμνον
Αἰγύπτῳ κατέπηξεν
κηκάδι σὺν γλώσσῃ
ἀμφί τε κεβλήν
εἰρμένος ἀγλίθων οὖλον ἔχει στέφανον
ἐν δὲ θεοῖσιν ἐπὶ φλογὶ καιέμεν ὄμπας
ἑρπετὰ τῶν αἰεὶ τετρίφαται λοφιαί
Ἐργῖνος Κλυμένου ἔξοχος ἐν σταδίῳ
ὃς … Ἰταλὴν ἐφράσαθʼ ἁρμονίην
πτέρνῃ θʼ ἵππος ἐλαυνόμενος
αὐτώρης ὅτε τοῖσιν ἐπέφραδε
Κολχίδος ἐκ καλάμης
ἢ ὑπὲρ αὐσταλέον Χαρίτων λόφον
δωδεκάκις περὶ δίφρον ἐπήγαγεν ὄθματα δίφρου
… ἕδρανον Ἑλλ …
Τμαρίοις
ζορκός τοι, φίλε κοῦρε, Λιβυστίδος αὐτίκα δώσω
πέντε νεοσμήκτους ἄστριας
τὸ δὲ σκύλος ἀνδρὶ καλύπτρη
γιγνόμενον, νιφετοῦ καὶ βελέων ἔρυμα
ὑπεὶρ ἅλα κεῖνος ἐνάσθη,
Ἀλκαθόου τίς ἄπυστος
νηφάλιαι καὶ τῇσιν ἀεὶ μελιηδέας ὄμπας
λῄτειραι καίειν ἔλλαχον Ἡσυχίδες
τί δάκρυον εὗδον ἐγείρεις;
ὡς τὴν ἀσπίδα ατον ἑλών …
εἴ τί φημι ἄμωρος ἐρημώθη δύνατο ἐν πείρᾳ
δαίμων, τῇ κόλποισιν ἐπιπτύουσι γυναῖκες
ἐπὶ τρύγα δʼ εἶχεν ἐδωδῇ
Πὰν ὁ Μαλειήτης τρύπανον αἰπολικόν
ἰύζων δʼ ἀνʼ ὄρος
θήκατο μὴ εἰς αἷμα πιεῖν μύταλον
ἀεὶ δʼ ἔχον ἔντομα σηκοί
πιπρήσκει δʼ ὁ καλὸς πάντα πρὸς ἀργύριον
ἡ δʼ ἔτι καὶ λίην ἀριδάκρυος
δέδαεν δὲ λαχαινέμεν ἔργα σιδήρου
εἰς Ἀσίνην Ἄλυκόν τε καὶ ἂμ πόλιν Ἑρμιονήων
ἔνθʼ ἀνέμων μεγάλων κῦμα διωλύγιον
κουφοτέρως τότε φῶτα διαθλίβουσιν ἀνῖαι,
ἐκ δὲ τριηκόντων μοῖραν ἀφεῖλε μίαν,
ἢ φίλον ἢ ὅτʼ ἐς ἄνδρα συνέμπορον ἢ ὅτε κωφαῖς
ἄλγεα μαψαύραις ἔσχατον ἐξερύγῃ
ὁ δρόμος ἱερὸς οὗτος Ἀνούβιδος
Καλλίστη τὸ πάροιθε, τὸ δʼ ὕστερον οὔνομα Θήρη,
μήτηρ εὐίππου πατρίδος ἡμετέρης
θεῷ τʼ ἀλάλαγμα νόμαιον
δοῦναι
ἵνʼ ἀμαζόνες ἄνδρες ἔασιν
πτωχῶν οὐλὰς ἀεὶ κενεή
καὶ ὡς λύκος ὠρυοίμην