eul_wid: iso-ap
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Causes by Callimachus of Cyrene the Poet and Scholar

The Aetia, or Causes, is a major elegiac poem by the Hellenistic poet and scholar Callimachus of Cyrene, composed in the 3rd century BCE. This extensive work, structured in four books, belongs to the genre of aetiological poetry, offering poetic explanations for the mythical and historical origins of diverse Greek customs, cult practices, names, and rituals. The original text, comprising several thousand lines, does not survive intact; its content is known today through reconstruction from over two hundred fragments preserved in papyrus scraps, quotations by later authors, and ancient prose summaries. The poem was not a continuous narrative but a series of self-contained episodes unified by the theme of investigating origins. A celebrated prologue defends the poet's refined, learned, and meticulously crafted aesthetic, positioning it against more expansive, traditional epic forms. The Aetia is widely regarded as a quintessential product of the intellectual milieu at the Library of Alexandria, where Callimachus worked, and was composed for a sophisticated audience capable of appreciating its deep erudition and allusions to obscure local histories and earlier literature. Its influence was profound, particularly on subsequent Roman poets including Propertius, Ovid, and Catullus, who adapted its aetiological themes and polished, allusive style.

ΑΙΤΙΩΝ Α
… ι μοι Τελχῖνες ἐπιτρύζουσιν ἀοιδῇ,
νήιδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι,
εἵνεκεν οὐχ ἓν ἄεισμα διηνεκὲς ἢ βασιλη
… ας ἐν πολλαῖς ἤνυσα χιλιάσιν
ἢ … ους ἥρωας, ἔπος δʼ ἐπὶ τυτθὸν ἑλίσσω
παῖς ἅτε, τῶν δʼ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη.
… και Τελχῖσιν ἐγὼ τόδε· «φῦλον α …
τήκειν ἧπαρ ἐπιστάμενον,
… ρεην ὀλιγόστιχος· ἀλλὰ καθέλκει
… πολὺ τὴν μακρὴν ὄμπνια Θεσμοφόρος·
τοῖν δὲ δυοῖν Μίμνερμος ὅτι γλυκύς, αἱ κατὰ λεπτόν
… ἡ μεγάλη δʼ οὐκ ἐδίδαξε γυνή.
… ον ἐπὶ Θρήϊκας ἀπʼ Αἰγύπτοιο πέτοιτο
αἵματι Πυγμαίων ἡδομένη γέρανος,
Μασσαγέται καὶ μακρὸν ὀϊστεύοιεν ἐπʼ ἄνδρα
Μῆδον· ἀηδονίδες δʼ ὧδε μελιχρότεραι.
ἔλλετε Βασκανίης ὀλοὸν γένος· αὖθι δὲ τέχνῃ
κρίνετε,μὴ σχοίνῳ Περσίδι τὴν σοφίην·
μηδʼ ἀπʼ ἐμεῦ διφᾶτε μέγα ψοφέουσαν ἀοιδήν
τίκτεσθαι· βροντᾶν οὐκ ἐμόν, ἀλλὰ Διός.»
καὶ γὰρ ὅτε πρώτιστον ἐμοῖς ἐπὶ δέλτον ἔθηκα
γούνασιν, Ἀπόλλων εἶπεν ὅ μοι Λύκιος·
« … ἀοιδέ, τὸ μὲν θύος ὅττι πάχιστον
θρέψαι, τὴν Μοῦσαν δʼ ὠγαθὲ λεπταλέην·
πρὸς δέ σε καὶ τόδʼ ἄνωγα, τὰ μὴ πατέουσιν ἅμαξαι
τὰ στείβειν, ἑτέρων ἴχνια μὴ καθʼ ὁμά
δίφρον ἐλᾶν μηδʼ οἷμον ἀνὰ πλατύν, ἀλλὰ κελεύθους
ἀτρίπτους, εἰ καὶ στεινοτέρην ἐλάσεις.»
τῷ πιθόμην· ἐνὶ τοῖς γὰρ ἀείδομεν οἳ λιγὺν ἦχον
τέττιγος, θόρυβον δʼ οὐκ ἐφίλησαν ὄνων.
θηρὶ μὲν οὐατόεντι πανείκελον ὀγκήσαιτο
ἄλλος, ἐγὼ δʼ εἴην οὑλαχύς, ὁ πτερόεις,
ἆ πάντως, ἵνα γῆρας ἵνα δρόσον ἣν μὲν ἀείδω
πρώκιον ἐκ δίης ἠέρος εἶδαρ ἔδων,
αὖθι τὸ δʼ ἐκδύοιμι, τό μοι βάρος ὅσσον ἔπεστι
τριγλώχιν ὀλοῷ νῆσος ἐπʼ Ἐγκελάδῳ.
… Μοῦσαι γὰρ ὅσους ἴδον ὄθματι παῖδας
μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους.
… σε … πτερὸν οὐκέτι κινεῖν
… η τῆμος ἐνεργότατος. . . . . . . . .
δεκάς …
λίγεια
Ἀρκαδ πεμπ
ὡς ἐνὶ δὴ πατρίοις
ἄλλο καλόν
. . . . . . ποιμ⸥ένι μῆλα νέμ̣⸤οντι παρʼ ἴχνιον ὀξέος ἵππου
Ἡσιόδ⸥ῳ Μουσέων ἑσμὸ⸤ς ὅτʼ ἠντίασεν
μ]έ̣ν οἱ Χάεος γενες̣[
]ἐπὶ πτέρν̣ης ὑδα[
τεύχω⸥ν ὡς ἑτέρῳ τις ἑῷ ⸤κακὸν ἥπατι τεύχει
]ῶ ζώειν ἄξιον α[
].εν πάντες σε· τὸ γα[
].δε πρήσσειν εὐμα[
]..ι̣π̣ὰ̣.ʽ[..].[
. . . . . .
....].τ̣α [..............]..κῶς ἄν̣[ις αὐλῶν
⸤ῥέζειν καὶ στεφέων εὔαδε τῷ Παρίῳ⸥
καὶ νήσων ἐπέτεινε βαρὺν ζυγὸν αὐχένι Μίνως
τὸ μὲν θύος ἤρχετο βάλλειν
οἱ δʼ ἕνεκʼ Εὐρυνόμη Τιτηνιὰς εἶπαν ἔτικτεν
. . . . υλ …
ναι
κατε κόλλῃ·
εγαλαι …
νης …
εος …
… ο … λασσαι
τατελε … ου
ες ἀνείμονες ὡς ἀπὸ κόλπου
μητρὸς Ἐλειθυίης ἤλθετε βουλομένης,
ἐν δὲ Πάρῳ κάλλη τε καὶ αἰόλα βεύδεʼ ἔχουσαι
… ἀπʼ ὀστλίγγων δʼ αἰὲν ἄλειφα ῥέει,
ἔλλατε νῦν, ἐλέγοισι δʼ ἐνιψήσασθε λιπώσας
χεῖρας ἐμοῖς, ἵνα μοι πουλὺ μένωσιν ἔτος.
… νεπὲ … υρος … σφ … ιδι … λει …
χέωνο … χόυ … σατα … ς·
… ωμο … εγαρα
ε … κεινεπυκ. . . . .
κῶς δέ, θεαί, … μὲν ἀνὴρ Ἀναφαῖος ἐπʼ αἰσχροῖς
ἡ δʼ ἐπὶ δυσφήμοις Λίνδος ἄγει θυσίην,
η … τηνε … τὸν Ἡρακλῆα σεβίζῃ;
… επικ … ως ἤρχετο Καλλιόπη·
«Αἰγλήτην Ἀνάφην τε, Λακωνίδι γείτονα Θήρῃ,
πρῶτον ἐνὶ μνήμῃ κάτθεο καὶ Μινύας,
ἄρχμενος ὡς ἥρωες ἀπʼ Αἰήταο Κυταίου
αὖτις ἐς ἀρχαίην ἔπλεον Αἱμονίην
εν, ὁ δʼ ὡς ἴδεν ἔργα θυγατρός
ἔλεξε τάδε·
κα … ἔθνος Ἰήονες αλλα μενε … σα …
πάντα δʼ ἀνατράπελα
σοῦσθε ἐποιήσαντό με φόρτον
σοῦσθε νήιον ὅ σφε φέρει
αὔτανδρον … Ἥλιος ἴστω
καὶ Φᾶσις ποταμῶν ἡμετέρων βασιλεύς
μαστύος ἀλλʼ ὅτʼ ἔκαμνον ἀλητύι
. . . . . . …
ς …
οἱ μὲν ἐπʼ Ἰλλυρικοῖο πόρου σχάσσαντες ἐρετμά
λᾶα πάρα ξανθῆς Ἁρμονίης ὄφιος
ἄστυρον ἐκτίσσαντο, τό κεν «Φυγάδων» τις ἐνίσποι
Γραικός, ἀτὰρ κείνων γλῶσσʼ ὀνόμηνε «Πόλας».
οἱ δ
. . . . . .
. . . . . ..].....[]̣α̣ρ̣ν̣[
Φαιήκων ἐγένον[το
ἑ̣σ̣μ̣ὸν ἄγων ἑτέροις ι̣.[...]..[
ἔκτισε Κερκ̣[υ]ραῖον ἐδέθλιον, ἔ̣νθ̣[εν ἀνʼ αὖτις
στάντες Ἀμ⸤α⸥ν̣τ̣ί̣ν̣η̣ν̣ ᾤ̣κ̣⸤ισαν Ὠρικίην.
κ̣α̣ὶ̣ τ̣ὰ̣ μὲν ὣ⸤ς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι
[...].[
. . . . . .
ἀμφίδυμος Φαίηξ
. . . . . . ε.[
τω..[.].[.]δ.[
τείρεα δεκρ[
ἀπταίστου[
οὐ μέν θην[
ἀλλʼ ἐς ἀδελ[φειόν
α̣.[..].[
.νθ..[
Τῖφυς α[
καλλιστ[
ἔδδεισα[ν
..τετιτ[
ἀλλατι..[
χ⸥εὶρ Πολ⸤υδευκείη
...].μο.[
ἀ]μ̣βλυν[
εἰρ]εσίην̣[
]τε.τ̣[ Τυ]νδαρίδαι
].μνης̣[ ]ς Δία πρῶτον ἵκ[ο]ν̣το̣
].ἄλλους ητεσαν̣ ἀ[θ]α̣νάτου̣ς̣
ἀοσ]σητῆρας ἐυστείρ[....].ελέ[.]ο.[.]·
ἀλλʼ ὅγʼ ἀνι]άζων ὃν κέαρ Αἰσονίδης
σοὶ χέρας ἠέρ]ταζεν, Ἱήιε, πολλὰ δʼ ἀπείλει
ἐς Πυθὼ πέ]μψειν, πολλὰ δʼ ἐς Ὀρτυγίην,
εἴ κεν ἀμιχ⸥θαλόεσσαν ἀπʼ ἠέρα νηὸς ἐλάσσῃς·
].ὅτι σήν, Φοῖβε, κατʼ αἰσιμίην
πείσματʼ] ἔλυσαν ἐκ[λ]η̣ρ̣ώσαντό τʼ ἐρετμά
]πικρὸν ἔκοψαν ὕδωρ·
]..ἐ̣πώνυμον Ἐμβασίοιο
]... εν .. Παγα⸤σ⸥αῖς
]´̣. ρηνα
]´̣του·
. . . . . .
Μελαντείους δʼ ἐπὶ πέτρας
ἐτμήγη δὲ κύφελλα
. . . . . . ].λεινιλιο[
]ἐπὶ βλεφ[αρ
τόφρα δʼ ἀνιήσου⸥σα λόφον βοὸς ἔ̣⸤γρετο Τιτώ
Λαομεδοντείῳ] παιδὶ χροϊσσαμ[ένη
]μετὰ δμῳῇσι̣[
]ξ̣είνιον Ἀλκινο[ο
δ̣[ ] Φαιηκίδας, αἵ ῥα τ.[
τερπ.[..].υ̣..ι̣ς̣..τ̣ινος ἡδομέναι̣ς̣
χλεύ[..]δει....ος ἀπεκρύψαντο λα[
νήσ̣τ̣[ι]ε̣ς ἐν Δηοῦς ἤμασι Ραριάδος
].[.]..δ..[......ονησι μ̣ελ.[
]..τ̣..ν̣αι πρῶτα τον̣αρ̣χ̣.[
. . . . . .
τέμνοντα σπορίμην αὔλακα γειομόρον
ἀστέρα, ναὶ κεραῶν ῥῆξιν ἄριστε βοῶν.»
ὣς ὁ μὲν ἔνθʼ ἠρᾶτο, σὺ δʼ ὡς ἁλὸς ἦχον ἀκούει
Σελλὸς ἐνὶ Τμαρίοις οὔρεσιν Ἰκαρίης,
ἠιθέων ὡς μάχλα φιλήτορος ὦτα πενιχροῦ,
ὡς ἄδικοι πατέρων υἱέες, ὡς σὺ λύρης
—ἐσσὶ γὰρ οὐ μάλʼ ἐλαφρός, ἃ καὶ λι … ος ουσεχελέξ … —,
λυγρῶν ὣς ἐπέων οὐδὲν ὀπιζόμενος
…
… ἕνεκεν
τοιαύτης …
μακτήρια
…
… εινιλι …
ἡμεδαπὴν Λίνδοιο τ
θέντες ἀμίστυλλον ταῦρον ἐπισχαδ
… πάντες …
… αυηκειν …
… . . . .
χαῖρε βαρυσκίπων, ἐπίτακτα μὲν ἑξάκι δοιά,
ἐκ δʼ αὐταγρεσίης πολλάκι πολλὰ καμών . . . . .
ἔμμοτον
σκῶλος ἐπεί μιν ἔτυψε ποδὸς θέναρ· αὐτὰρ ὁ πείνῃ
θυμαίνων λάχνην στήθεος εἷλκε σέθεν
δραξάμενος· τὶν δʼ ὦνα γέλως ἀνεμίσγετο λύπῃ,
εἰσόκε τοι τρίπολον νειὸν ἀνερχομένῳ
ὠμογέρων ἔτι πουλὺς ἀνὴρ ἀβόλησε βοωτέων
Θειοδάμας· δεκάπουν δʼ εἶχεν ἄκαιναν ὅγε,
ἀμφότερον κέντρον τε βοῶν καὶ μέτρον ἀρούρης·
… ου ξείνων χαῖρε … μενων
… η μέγʼ ἀρητὲ προς … ς, αἶψα δʼ, ἄνωγα,
εἴ τι κατωμαδίης οὐλάδος ἐστὶν ἔσω
τόσσον ὅσον τʼ ἀπὸ παιδὶ κακὴν βούπειναν ἐλάσσαι,
δός μοι· καὶ φιλίης μνήσομ ἀεὶ δόσιος.»
αὐτὰρ ὅγʼ ἀγρεῖον καὶ ἀμείλιχον ἐξεγέλασσε
… ε … τε βοῶν
ε ταῦροι
ος·
οἵ κεν βρωσείοντες ἐμὸν παρίωσιν ἄροτρον
ων
Λέπαργε . . . . . . . . .
ἔκλυε … τῶν μηδὲν ἐμοὺς διʼ ὀδόντας ὀλίσθοι,
Πηλεύς . . . . . . . . .
ἀδάμας
δειλαίοις Ἀσινεῦσιν ἐπὶ τριπτῆρος ἁπάσας
. . . . . . . . . Ἀρνεῖος μ
Ἀρνῇδας
καὶ θάνε …
τοῦ μενα
καὶ τὸν ἐπὶ ῥάβδῳ μῦθον ὑφαινόμενον
ἀνέρες ε
πλαγκτὺν
ἠνεκὲς ἀείδω δειδεγμένος
ουδεμενα
νύμφης αι
παιδοφόνω
ἧκεν ἐπʼ Ἀργείους
ἥ σφεων
μητέρας ἐξεκένωσεν, ἐκούφισθεν δὲ τιθῆναι
οὐχ οὕτω
Ἄργος ἀνα
ἄρνες τοι, φίλε κοῦρε, συνήλικες, ἄρνες ἑταῖροι
ἔσκον, ἐνιαυθμοὶ δʼ αὐλία καὶ βοτάναι
τόν σε Κροτωπιάδην
καλὸν δασπλῆτα Κόροιβος
. . . ].αι.
]
].όντας
]
]ασι
].ς
].ετε Πυθώ
]ς ἐμέ·
]ς ὀλ[ί]σθῃ
]
].οντο
]
. . .
τὼς μὲν ἔφη· τὰς δʼ εἶθαρ ἐμὸς πάλιν εἴρετο θυμός
. . . [
[ ].[
ἠοῖος πρὸ ποδ̣ῶν[
ἤματʼ ἐπεὶ τρί̣α̣ τοῦτο̣[
ἤλυθον· ὡπ̣ό̣λ̣λ̣ω̣[ν
ε̣ὔ̣α̣δ̣ε̣ τ̣ῇ κούρῃ [
ερ.[
[
. . .
. . . ]..[
].ηδέ̣[
]νεχο[
].όναχ[
]..ύβ.[
. . .
. . . τε καὶ τεσσερ
. . .
ταῦρον ἐρυκιμὴν εἰς ἑνὸς ἀντερέτου
τετράενον Δαμάσου παῖδα Τελεστορίδην
οἵη τε Τρίτωνος ἐφʼ ὕδασιν Ἀσβύσταο
Ἡφαίστου λόχιον θηξαμένου πέλεκυν
βρέγματος ἐκ δίοιο σὺν ἔντεσιν ἥλαο πατρός
γηράσκει δʼ ὁ γέρων κεῖνος ἐλαφρότερον,
κοῦροι τὸν φιλέουσιν, ἑὸν δέ μιν οἷα γονῆα
χειρὸς ἐπʼ οἰκείην ἄχρις ἄγουσι θύρην
ΑΙΤΙΩΝ Β
… αλ … ο …
… κουρειανυπο …
νο … υδε …
εδες ἠρίον η …
τει σκοπελο …
ειθετις ἐν π …
ερος ηθελε
ω … ωδʼ ἀπο … αι …
οικ περισσοτερο …
κα … ρεκες οὔατα
α … θ … ι φυλακη …
καὶ γὰρ ἐγὼ τὰ μὲν ὅσσα καρήατι τῆμος ἔδωκα
ξανθὰ σὺν εὐόδμοις ἁβρὰ λίπη στεφάνοις,
ἄπνοα πάντʼ ἐγένοντο παρὰ χρέος, ὅσσα τʼ ὀδόντων
ἔνδοθι νείαιράν τʼ εἰς ἀχάριστον ἔδυ,
καὶ τῶν οὐδὲν ἔμεινεν ἐς αὔριον· ὅσσα δʼ ἀκουαῖς
εἰσεθέμην, ἔτι μοι μοῦνα πάρεστι τάδε.
… ννε … αλλ … με …
… ε … ην …
… ας
… σαντο θαλ …
ἑσπερίους …
… τε τέθμιον …
οὐκ ἔμεναι.
πόλιν ἀλλα τε …
… ρου Κατάνην
… νεστε προέδρας
… εην
ἄλλον ἀΰτει
ς παρʼ ὕδωρ
κες ἔπλετο πασέων
τι καλεῖν
Θεοκλέες, ἔρχεο Νάξον
… δημοσίην
ως Ἱέρωνα
ε, Θάψε, βοή
ο … ωριδες Ὧραι
μὴ διὰ πεμφίγων αἰὲν ἄγουσι νέα.
φήσω καὶ Καμάριναν ἵνʼ Ἵππαρις ἀγκύλος ἕρπει
λειν
γύλονη …
ν
οἶδα Γέλα ποταμοῦ κεφαλῇ ἔπι κείμενον ἄστυ
Λίνδοθεν ἀρχαίῃ σκιμπτόμενον γενεῇ,
Μινῴην καὶ Κρῆσσαν, ἵνα ζείοντα λοετρὰ
χεῦαν ἐπʼ Εὐρώπης υἱέϊ Κωκαλίδες·
οἶδα Λεοντίνους … δεδρα …
καὶ Μεγαρεῖς ἕτεροι τοὺς ἀπένασσαν ἐκεῖ
Νισαῖοι Μεγαρῆες, ἔχω δʼ Εὔβοιαν ἐνισπεῖν
φίλατο καὶ κεστοῦ δεσπότις ἣν Ἔρυκα·
τάων οὐδεμιῇ γὰρ ὅτις ποτὲ τεῖχος ἔδειμε
νωνυμνὶ νομίμην ἔρχετʼ ἐπʼ εἰλαπίνην.»
ὥς ἐφάμην· Κλειὼ δὲ τὸ δεύτερον ἤρχετο μύθου
χεῖρʼ ἐπʼ ἀδελφειῆς ὦμον ἐρεισαμένη·
«λαὸς ὁ μὲν Κύμης ὁ δὲ Χαλκίδος, ὃν Περιήρης
ἤγαγε καὶ μεγάλου λῆμα Κραταιμένεος,
Τρινακρίης ἐπέβησαν, ἐτείχιζον δὲ πόληα
ἅρπασον οἰωνῶν οὐχὶ φυλασσόμενοι
ἔχθιστον κτίστῃσιν, ἐρῳδιὸς εἰ μὴ ἐφέρπει·
καὶ γὰρ ὁ βασκαίνει πύργον ἐγειρόμενον
γεωδαῖται καὶ σπάρτα διηνεκὲς εὖτε βάλωνται,
στείνεα καὶ λευρὰς ὄφρα τάμωσιν ὁδούς.
μέρμνου μοι πτερύγεσσι … ου τε νέοιο,
εἴ κοτετιξ … ην λαὸν ἔποικον ἄγοις.
ἀλλʼ ὅτε δὴ μόσσυνας ἐπάλξεσι καρτυνθέντας
οἱ κτίσται δρέπανον θέντο περὶ Κρόνιον,
—κεῖθι γὰρ ᾧ τὰ γονῆος ἀπέθρισε μήδεʼ ἐκεῖνος
κέκρυπται γύπῃ ζάγκλον ὑπὸ χθονίῃ, —
ε … τισαν ἀμφὶ πόληος· ὁ μὲν θε … εσθαι
… ν, ὁ δʼ ἀντίξουν εἶχε διχοφροσύνην,
ἀλλήλοις δʼ ἐλύησαν· ἐς Ἀπόλλωνα δʼ ἰόντες
εἴρονθʼ ὁπποτέρου κτίσμα λέγοιτο νέον.
αὐτὰρ ὁ φῆ, μήτʼ οὖν Περιήρεος ἄστυρον εἶναι
κεῖνο πολισσούχου μήτε Κραταιμένεος.
φῆ θεός· οἱ δʼ ἀΐοντες ἀπέδραμον, ἐκ δʼ ἔτι κείνου
γαῖα τὸν οἰκιστὴν οὐκ ὀνομαστὶ καλεῖ,
ὧδε δέ μιν καλέουσιν ἐπʼ ἔντομα δημιοεργοί·
«ἵλαος ἡμετέρην ὅστις ἔδειμε πόλιν
ἐρχέσθω μετὰ δαῖτα, πάρεστι δὲ καὶ δύʼ ἄγεσθαι
καὶ πλέας· οὐκ ὀλίγως αἷμα βοὸς κέχυται.»
ὣς ἡ μὲν λίπε μῦθον, ἐγὼ δʼ ἐπὶ καὶ τὸ πυθέσθαι
ἤθελον—ἦ γάρ μοι θάμβος ὑπετρέφετο—,
Κισσούσης παρʼ ὕδωρ Θεοδαίσια Κρῆσσαν ἑορτὴν
ἡ πόλις ἡ Κάδμου κῶς Ἁλίαρτος ἄγει
καὶ στυρὸν ἐν μούνοισι πολίσμασι … δι … οτωνις
καὶ Μίνω μεγάλοις ἄγγεσι γαῖα φορεῖ,
… ωθεδετι κρήνη Ῥαδαμάνθυος … τ … ν
ἴχνια τῆς κείνου λοιπὰ νομογραφίης
… αμον· ἐν δέ νυ τοῖσι σοφὸν τόδε τηι
. . .
…
τη
ην
κα …
τος
Κνως
ἀγχ
πεμ
ὁππο
…
… ν
νασς
κοπρ
ἐνθ
υἷα Διώνυσον Ζαγρέα γειναμένη …
τὸν μ
μι
ο … ς
ἀμφω
ἀλλʼ ὁμ
ἔθρωσκ
κε
μη
… ας
σωζε
…
…
μ
. . .
Αἴγυπτος προπάροιθεν ἐπʼ ἐννέα κάρφετο ποίας
τὴν κείνου Φάλαρις πρῆξιν ἀπεπλάσατο
πρῶτος ἐπεὶ τὸν ταῦρον ἐκαίνισεν, ὃς τὸν ὄλεθρον
εὗρε τὸν ἐν χαλκῷ καὶ πυρὶ γιγνόμενον
ὥς τε Ζεὺς ἐράτιζε τριηκοσίους ἐνιαυτούς
Τάμμεω θυγατέρος
οὕνεκεν οἰκτείρειν οἶδε μόνη πολίων
ΑΙΤΩΝ Γ
τὸν μὲν ἀρισκυδὴς εὖνις ἀνῆκε Διός
Ἄργος ἔθειν, ἴδιόν περ ἐὸν λάχος, ἀλλὰ γενέθλῃ
Ζηνὸς ὅπως σκοτίῃ τρηχὺς ἄεθλος ἔοι
αὐτὸς ἐπιφράσσαιτο, τάμοι δʼ ἄπο μῆκος ἀοιδῇ·
ὅσσα δʼ ἀνειρομένῳ φῆσε, τάδʼ ἐξερέω·
«ἄττα γέρον, τὰ μὲν ἄλλα παρὼν ἐν δαιτὶ μαθήσει,
νῦν δὲ τά μοι πεύσῃ Παλλὰς …
α … α
. . . . . . .
ἄξονται δʼ οὐχ ἵππον ἀέθλιον, οὐ μὲν ἐχῖνοι
βουδόκον
. . . . . . … υ …
… στέφος …
λλʼ ὅτεμ …
χρυσοιο …
καί μιν Ἀλητεῖδαι πουλὺ γεγειότερον
τοῦδε παρʼ Αἰγαίωνι θεῷ τελέοντες ἀγῶνα
θήσουσιν νίκης σύμβολον Ἰσθμιάδος
ζήλῳ τῶν Νεμέηθε· πίτυν δʼ ἀποτιμήσουσιν,
ἣ πρὶν ἀγωνιστὰς ἔστεφε τοὺς Ἐφύρῃ.
… νωητετεοί, γέρον
… οὐδʼ ἱερὴ π …
ς ἐμοὶ προμ …
ον Παλλὰς ἔ
γὰρ ἐν ᾧ τόδε
σὴν κατʼ ἐπωνυμίην.»
υς τε Μολόρχειος
… θυμὸν ἀρεσσάμενος,
νύκτα μὲν αὐτόθι μίμνεν, ἀπέστιχε δʼ Ἄργος ἑῷος·
οὐδὲ ξεινοδόκῳ λήσαθʼ ὑποσχεσίης,
πέμψε δέ οἱ τὸν ὀρῆα, τίεν δέ ἑ ὡς ἕνα πηῶν.
νῦν δʼ ἔθʼ ἁγιστείην οὐδαμὰ παυσομένην
… Πελοπη … ς
… ἔσχον ἀνα …
έστησαν ὅς …
παισὶν ἀνας
. . . . . . . .
τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος, ὧδε συναινῶ
]´δοι σὺν παιδί· θ.[..]....άει..[......]..[
π]ο̣λλὸν κῆρι βαρυ[νομέ]ν̣η
]καλέουσα γυνὴ τ.[....]..[.]υ̣.ά̣ν· ..[...].[
].ηι γρηῢς γείτο[ν.].[.]ρχομένη
].' ἰδεῖν οὐ γάρ μιν [...]κλήϊσσεν[.]ο̣ν̣τ̣α
].ς· ἄφαρ δʼ ἀνὰ μὲν θυμὸς [ἔ]γεντο θε[ῆ]ς
].τος· πολλὸν δὲ περὶ φρεσὶν ἀχθήνασα
]θ̣η κούρῃ π[ό]τνα χαλεψαμένη.
τοὔν]εκεν οὔ πως ἐστὶν ἐ̣πʼ ὄθμασιν ο[ἷ]σιν ἰδέ[σθ]αι
παρθενι]καῖς Δηοῦς ὄργια Θεσμοφόρου
]πόσιν ἐλθέμεναι πρὶν νύμφια λέκτρα τε̣λ̣έσσαι
εὐαγ]ὲ̣ς ἐκ κείνου χρήμ̣α̣τ̣ο̣ς̣ Ἀκτιάσιν.
Οὐδʼ ἄν τοι Καμάρινα τόσον κακὸν ὁκκόσον ἀνδρός
κινηθεὶς ὁσίου τύμβος ἐπικρεμάσαι·
καὶ γὰρ ἐμόν κοτε σῆμα, τό μοι πρὸ πόληος ἔχευαν
Ζῆνʼ Ἀκραγαντῖνοι Ξείνιον ἁζόμενοι,
ἶφι κατʼ οὖν ἤρειψεν ἀνὴρ κακός, εἴ τινʼ ἀκούεις
Φοίνικα πτόλιος σχέτλιον ἡγεμόνα·
πύργῳ δʼ ἐγκατέλεξεν ἐμὴν λίθον οὐδὲ τὸ γράμμα
ᾐδέσθη τὸ λέγον τόν με Λεωπρέπεος
κεῖσθαι Κήϊον ἄνδρα τὸν ἱερόν, ὃς τὰ περισσά
… καὶ μνήμην πρῶτος ὃς ἐφρασάμην,
οὐδʼ ὑμέας, Πολύδευκες, ὑπέτρεσεν, οἵ με μελάθρου
μέλλοντος πίπτειν ἐκτὸς ἔθεσθέ κοτε
δαιτυμόνων ἄπο μοῦνον, ὅτε Κραννώνιος αἰαῖ
ὤλισθεν μεγάλους οἶκος ἐπὶ Σκοπάδας.
ὤνακες, ἀλ … γὰρ ἔτʼ ἦν …
… ωοῦμεδ … βοσιν
… λμοὺς … ϊουνδο …
… ηστ … εν ἀνῆγεν
… ετκ …
. . . . . . . .
Αὐτομάτης … εὐναὲς ἐπώνυμον, ἀλλʼ ἀπὸ σεῖο
λούονται λοχίην οἰκέτιν … ης
ἡρῶσσαι … ιᾶς Ἰασίδος νέποδες·
νύμφα Ποσειδάωνος ἐφυδριάς, οὐδὲ μὲν Ἥρης
ἁγνὸν ὑφαινέμεναι τῇσι μέμηλε πάτος
στῆναι πὰρ κανόνεσσι πάρος θέμις ἢ τεὸν ὕδωρ
κὰκ κεφαλῆς ἱρὸν πέτρον ἐφεζομένας
χεύασθαι, τὸν μὲν σὺ μέσον περιδέδρομας ἀμφίς·
πότνιʼ Ἀμυμώνη καὶ Φυσάδεια φίλη
Ἵππη τʼ Αὐτομάτη τε, παλαίτατα χαίρετε νυμφέων
οἰκία καὶ λιπαραὶ ῥεῖτε Πελασγιάδες.
Αὐτὸς Ἔρως ἐδίδαξεν Ἀκόντιον, ὁππότε καλῇ
ᾔθετο Κυδίππῃ παῖς ἐπὶ παρθενικῇ,
τέχνην—οὐ γὰρ ὅγʼ ἔσκε πολύκροτος—ὄφρα λέγο …
τοῦτο διὰ ζωῆς οὔνομα κουρίδιον.
ἦ γάρ, ἄναξ, ὁ μὲν ἦλθεν Ἰουλίδος ἡ δʼ ἀπὸ Νάξου,
Κύνθιε, τὴν Δήλῳ σὴν ἐπὶ βουφονίην,
αἷμα τὸ μὲν γενεῆς Εὐξαντίδος, ἡ δὲ Προμηθίς,
καλοὶ νησάων ἀστέρες ἀμφότεροι.
πολλαὶ Κυδίππην ὀλίγην ἔτι μητέρες υἱοῖς
ἑδνῆστιν κεραῶν ᾔτεον ἀντὶ βοῶν·
κείνης οὐχ ἑτέρη γὰρ ἐπὶ λασίοιο γέροντος
Σιληνοῦ νοτίην ἵκετο πιδυλίδα
ἠοῖ εἰδομένη μάλιον ῥέθος οὐδʼ Ἀριήδης
ἐς χορὸν εὑδούσης ἁβρὸν ἔθηκε πόδα·
ήκης … δʼ ἔκστασις, οὔτινος αὐτῆς
… ν κε … ς ἔχειν ϊ … ου·
ασιν ᾠκίσσα …
ἀπειπάμεν …
… ν ἐπιτιμ … α
μοῦνον ἔμεν … α …
… ν ὄθμασιν
…
. . . . . .
μέμβλετο δʼ εἰσπνήλαις ὁππότε κοῦρος ἴοι
φωλεὸν ἠὲ λοετρόν
πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε
οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας
ἀλλʼ ἀπὸ τόξου
αὐτὸς ὁ τοξευτὴς ἄρδιν ἔχων ἑτέρου
ἄγραδε τῷ πάσῃσιν ἐπὶ προχάνῃσιν ἐφοίτα
ἀλλʼ ἐνὶ δὴ φλοιοῖσι κεκομμένα τόσσα φέροιτε
γράμματα, Κυδίππην ὅσσʼ ἐρέουσι καλήν.
. . . ]..[
].απ[
λιρὸς⸥ ἐγώ, τ⸤ί δέ σοι τόνδʼ ἐπέθηκα φόβον;
].ελα.[
. . .
ἤδη καὶ κούρῳ παρθένος εὐνάσατο,
τέθμιον ὡς ἐκέλευε προνύμφιον ὕπνον ἰαῦσαι
ἄρσενι τὴν τᾶλιν παιδὶ σὺν ἀμφιθαλεῖ.
Ἥρην γάρ κοτέ φασι—κύον, κύον, ἴσχεο, λαιδρέ
θυμέ, σύ γʼ ἀείσῃ καὶ τά περ οὐχ ὁσίη·
ὤναο κάρτʼ ἕνεκʼ οὔ τι θεῆς ἴδες ἱερὰ φρικτῆς,
ἐξ ἂν ἐπεὶ καὶ τῶν ἤρυγες ἱστορίην.
ἦ πολυιδρείη χαλεπὸν κακόν, ὅστις ἀκαρτεῖ
γλώσσης· ὡς ἐτεὸν παῖς ὅδε μαῦλιν ἔχει.
ἠῷοι μὲν ἔμελλον ἐν ὕδατι θυμὸν ἀμύξειν
οἱ βόες ὀξεῖαν δερκόμενοι δορίδα·
δειελινὴν τὴν δʼ εἷλε κακὸς χλόος, ἦλθε δὲ νοῦσος,
αἶγας ἐς ἀγριάδας τὴν ἀποπεμπόμεθα,
ψευδόμενοι δʼ ἱερὴν φημίζομεν· ἣ τότʼ ἀνιγρή
τὴν κούρην Ἀίδεω μέχρις ἔτηξε δόμων.
δεύτερον ἐστόρνυντο τὰ κλισμία, δεύτερον ἡ παῖς
ἑπτὰ τεταρταίῳ μῆνας ἔκαμνε πυρί.
τὸ τρίτον ἐμνήσαντο γάμου κάτα, τὸ τρίτον αὖτις
Κυδίππην ὀλοὸς κρυμὸς ἐσῳκίσατο.
τέτρατον οὐκέτʼ ἔμεινε πατὴρ ἐ … φ … ο …
Φοῖβον· ὁ δʼ ἐννύχιον τοῦτʼ ἔπος ηὐδάσατο·
«Ἀρτέμιδος τῇ παιδὶ γάμον βαρὺς ὅρκος ἐνικλᾷ·
Λύγδαμιν οὐ γὰρ ἐμὴ τῆμος ἔκηδε κάσις
οὐδʼ ἐν Ἀμυκλαίῳ θρύον ἔπλεκεν οὐδʼ ἀπὸ θήρης
ἔκλυζεν ποταμῷ λύματα Παρθενίῳ,
Δήλῳ δʼ ἦν ἐπίδημος, Ἀκόντιον ὁππότε σὴ παῖς
ὤμοσεν, οὐκ ἄλλον, νυμφίον ἑξέμεναι.
ὦ Κήυξ, ἀλλʼ ἤν με θέλῃς συμφράδμονα θέσθαι,
… ν … τελευτήσεις ὅρκια θυγατέρος·
ἀργύρῳ οὐ μόλιβον γὰρ Ἀκόντιον, ἀλλὰ φαεινῷ
ἤλεκτρον χρυσῷ φημί σε μειξέμεναι.
Κοδρείδης σύ γʼ ἄνωθεν ὁ πενθερός, αὐτὰρ ὁ Κεῖος
γαμβρὸς Ἀρισταίου Ζηνὸς ἀφʼ ἱερέων
Ἰκμίου οἷσι μέμηλεν ἐπʼ οὔρεος ἀμβώνεσσιν
πρηΰνειν χαλεπὴν Μαῖραν ἀνερχομένην,
αἰτεῖσθαι τὸ δʼ ἄημα παραὶ Διὸς ᾧ τε θαμεινοί
πλήσσονται λινέαις ὄρτυγες ἐν νεφέλαις.»
ἦ θεός· αὐτὰρ ὁ Νάξον ἔβη πάλιν, εἴρετο δʼ αὐτήν
κούρην, ἡ δʼ ἀνʼ ἐτῶς πᾶν ἐκάλυψεν ἔπος
κἦν αὖ σῶς· … λοιπόν, Ἀκόντιε, σεῖο μετελθεῖν
… ηνιδιην ἐς Διονυσιάδα.
χἠ θεὸς εὐορκεῖτο καὶ ἥλικες αὐτίχʼ ἑταίρης
εἶπον ὑμηναίους οὐκ ἀναβαλλομένους.
οὔ σε δοκέω τημοῦτος, Ἀκόντιε, νυκτὸς ἐκείνης
ἀντί κε, τῇ μίτρης ἥψαο παρθενίης,
οὐ σφυρὸν Ἰφίκλειον ἐπιτρέχον ἀσταχύεσσιν
οὐδʼ ἃ Κελαινίτης ἐκτεάτιστο Μίδης
δέξασθαι, ψήφου δʼ ἂν ἐμῆς ἐπιμάρτυρες εἶεν
οἵτινες οὐ χαλεποῦ νήιδές εἰσι θεοῦ.
ἐκ δὲ γάμου κείνοιο μέγʼ οὔνομα μέλλε νέεσθαι·
δὴ γὰρ ἔθʼ ὑμέτερον φῦλον Ἀκοντιάδαι
πουλύ τι καὶ περίτιμον Ἰουλίδι ναιετάουσιν,
Κεῖε, τεὸν δʼ ἡμεῖς ἵμερον ἐκλύομεν
τόνδε παρʼ ἀρχαίου Ξενομήδεος, ὅς ποτε πᾶσαν
νῆσον ἐνὶ μνήμῃ κάτθετο μυθολόγῳ,
ἄρχμενος ὡς νύμφῃσιν ἐναίετο Κωρυκίῃσιν,
τὰς ἀπὸ Παρνησσοῦ λῖς ἐδίωξε μέγας,
Ὑδροῦσσαν τῷ καί μιν ἐφήμισαν, ὥς τε Κιρώδης
… ο … θ … υς … τ … ο … ᾤκεεν ἐν Καρύαις·
ὥς τέ μιν ἐννάσσαντο τέων Ἀλαλάξιος αἰεί
Ζεὺς ἐπὶ σαλπίγγων ἱρὰ βοῇ δέχεται
Κᾶρες ὁμοῦ Λελέγεσσι, μετʼ οὔνομα δʼ ἄλλο βαλέσθαι
Φοίβου καὶ Μελίης ἶνις ἔθηκε Κέως·
ἐν δʼ ὕβριν θάνατόν τε κεραύνιον, ἐν δὲ γόητας
Τελχῖνας μακάρων τʼ οὐκ ἀλέγοντα θεῶν
ἠλεὰ Δημώνακτα γέρων ἐνεθήκατο δέλτοις
καὶ γρηῢν Μακελώ, μητέρα Δεξιθέης,
ἃς μούνας, ὅτε νῆσον ἀνέτρεπον εἵνεκʼ ἀλιτρῆς
ὕβριος, ἀσκηθεῖς ἔλλιπον ἀθάνατοι·
τέσσαρας ὥς τε πόληας ὁ μὲν τείχισσε Μεγακλῆς
Κάρθαιαν, Χρυσοῦς δʼ Εὔπυλος ἡμιθέης
εὔκρηνον πτολίεθρον Ἰουλίδος, αὐτὰρ Ἀκαῖος
Ποιῆσσαν Χαρίτων ἵδρυμʼ ἐυπλοκάμων,
ἄστυρον Ἄφραστος δὲ Κορήσιον, εἶπε δέ, Κεῖε,
ξυγκραθέντʼ αὐταῖς ὀξὺν ἔρωτα σέθεν
πρέσβυς ἐτητυμίῃ μεμελημένος, ἔνθεν ὁ παιδός
μῦθος ἐς ἡμετέρην ἔδραμε Καλλιόπην.
Ε̣ἴ̣π̣ʼ ἄ̣γ̣ε̣ μ̣ο̣ι̣....................α̣ι̣ῆ̣ν̣ι̣ς
εσ̣τισ̣ε Πισα̣ί̣ο̣υ̣ Ζηνὸς ο̣πισπ̣...ι̣θ̣ην̣
ἀλλʼ ι̣..ν̣η̣ς̣.κρο̣υ̣τοναι̣κ̣.υ̣.....ο̣ς
Ἦλιν ἀνάσσεσθαι, Διὸς οἰκίον, ἔλλιπε Φυλεῖ
. . . η[.]...[
φρασς̣[
μυθο[
ἦν μ[
Ὤφελες οὐλοὸν ἔγχος
μηδ
. . .
Τεῦ δὲ χάριν[.]ο̣.[ κικλήσ]κουσιν
ἂν νέφος αν … . . . .
εἴτε γὰρ οὐκαπ
τοῦτʼ εἰπεῖν …
ἐξ ἐμέθεν τε … ντα.» . .
ἦ ῥα· σὲ δʼ οὐ πυλεών οὐ κάλυκες, …
Λύδιον οὐ καίρωμα … ι Κάειραι …
λάτριες, οὐκαγ … ι … κο … ς, … κ
τοῖς ἔπι θηλύτεραι … ἰαίνεσθε …
ἔξαιτον, πυκινοῦ γνώματος ἐξέβαλον· . .
αἰδοῖ δʼ ὡς φοίνικι τεὰς ἐρύθουσα παρειάς
ἤνεπες ὀφθαλμοῖς ἔμπαλι … ομεν …
… ε χρήζοιμι νέεσθαι
. . . … μετὰ πλεόνων.»
… ε, νόον δʼ ἐφράσσατο σεῖο
πατρίδι μαιομένης
Μυόεντα καὶ οἳ Μίλητον ἔναιον
η· μούνης νηὸν ἐς Ἀρτέμιδος
πωλεῖσθαι Νηληΐδος, ἀλλὰ σὺ τῆμος
βουκτασιῶν ἀρτὺν πιστοτέρην ἔταμες,
ἔνδειξας καὶ Κύπριν ὅτι ῥητῆρας ἐκείνου
τεύχει τοῦ Πυλίου κρέσσονας οὐκ ὀλίγως.
ἐξεσίαι πολέες γὰρ ἀπʼ ἀμφοτέροιο μολοῦσαι
ἄστεος ἀπρήκτους οἴκαδʼ ἀνῆλθον ὁδούς.
… σθ … θε …
. . . κτεανον
δʼ ακους
Φρύγιος·
κατένευσεν
ἀποστρέφεται
. . .
. . . ].[.].[
].[ ]σ̣ι̣ω̣ν̣.[
Φρύ]γ̣ι̣ο̣ς̣[..]..[.].Π̣ι̣ε̣[ρί
Ἦλθες ὅτʼ ἐκ Πίσης, Εὐθύκλεες, ἄνδρας ἐλέγξας
. . . . . . .
. . . …
δήμιον ε … κατὰ χρέος …
ἵκεο Μυστ … οικ …
ἔνθεν ἀνερχόμενος πάλιν
δῶρον ἀπηναίους ἦλθες ὀρῆας ἄγων·
ὡς δέ σʼ ἐπὶ ῥήτρῃσι λαβεῖν κατὰ πατρίδος εἶπε
δῆμος, ἐπʼ ἀφνειοῖς αἰὲν ἀπαγχόμενος,
πάντες ὑπὸ ψηφῖδα κακὴν βάλον· ἣν ἀπὸ χαλκοῦ
εἰκόνα σὴν αὐτὴ Λοκρὶς ἔθηκε πόλις,
άσται Τεμεσαῖον ἐπειπ … ν
… αμελισσαων ἀμφισὸλοιτυπ
πολλά τε καὶ μακάρεσσιν ἀπεχθέα ῥέξαν ἀνιγροί·
τῷ σφισιν ἐν χαλεπὴν θῆκε τελεσφορίην,
ὅντινα κικλήσκουσιν Ἐπόψιον, ὅστις ἀλιτρούς
αὐγάζειν ἰθαραῖς οὐ δύναται λογάσιν
νειστη
. . . . . .
ΑΙΤΙΩΝ Δ
Μοῦσαί μοι βασιλη … ἀείδειν
Δειπνιὰς ἔνθεν μιν δειδέχαται
Ἔνθʼ, Ἄβδηρʼ, οὗ νῦν .[...]λ̣εω φαρμακὸν ἀγινεῖ
Α[....] Μ̣ελικέρτα, μιῆς ἐπὶ πότνια Βύνη
].[ ]...[ ].ε..[
ση..[.]τ̣[...]φ̣[ Λε]α̣νδρίδες εἴ τι παλαιαί
φθ̣[έγγ]ο̣νται̣[ ]υ̣φαν ἱστορίαι.
Νέκτα⸥ρος α̣[......]⸤ν⸥ γλύκιον γένος ηραπ⸤εδ̣ο[
κ̣[.].δονηδυ̣[........]ς ἀμβροσίης
ὑμ̣έ̣α̣ς γαῖʼ ἀνέδ[ωκε, τ]ὰ̣ κ̣αὶ τερπνίστατα πά[ντων
νεῖ̣σ̣θ̣ε̣ διὰ γλῶσ̣[σαν γλεύ]κεος ὅσσα πέρα.
δείλαιοι, τυ[τθόν] μιν ἐπὶ πλ̣〈έ〉ον ἢ ὅσον ἄ̣[κρον
χεῖλ̣ο̣ς ἀναγλ̣[.......]π̣[.]ρ ἀναινομένου
ἀνδρὸς ανουν[..........]ς ἐπέτασσεν[.].[
ω.[.] μίαν νης.[ . . .
οἰκή̣σ̣ας Λιπά̣[ρ
της ω. Τυ[ρσην
ἤ̣λυθʼ ἄγω̣ν̣ π[
πολ̣λ̣ά̣, τὸ δʼ ἐκ.[
φη̣[.]αρ ἀποτρ[
ἱ̣ερὸς εἰ Φοίβου̣[
δημόθεν ως.[
τουτο.εν̣ε̣ι[
.]στʼ ἐπὶ τὴν̣ ν[
.]η̣ξα̣ιον προτ[
. . . . . .
Τὸν νεκρ[ὸ]ν.[......].τ[....]υβατονιστιναευω
. . . . . ..[
πατρ̣ο..[
δακρυσας.[
αἰαῖ καὶ μαλ̣[ «Ἵππου]
καὶ Κούρης» α̣[
Θεοὶ πάντες κομποῖς νεμεσήμονες, ἐκ δέ τε πάντων
Ἄρτεμις α
. . . . . .
Τυρσηνῶν τείχισμα Πελασγικὸν εἶχέ με γαῖα
Εὐθύμου τὰ μὲν ὅσσα παραὶ Διὶ Πῖσαν ἔχοντι
οὔπω Σκέλμιον ἔργον ἐύξοον, ἀλλʼ ἐπὶ τεθμόν
δηναιὸν γλυφάνων ἄξοος ἦσθα σανίς·
ὧδε γὰρ ἱδρύοντο θεοὺς τότε· καὶ γὰρ Ἀθήνης
ἐν Λίνδῳ Δαναὸς λιτὸν ἔθηκεν ἕδος
Ἥρῃ τῇ Σαμίῃ περὶ μὲν τρίχας ἄμπελος ἕρπει
Ἠισύμνας Ἐφέσου, Πασίκλεες, ἀλλʼ ἀπὸ δαίτης
Ἥρως ὦ κατὰ πρύμναν, ἐπεὶ τόδε κύρβις ἀείδει
Οἰσύδρεω Θρήϊκος ἐφʼ αἵματι πολλὰ Θάσοιο
.]δε[........].υ̣[..........]ιδετω̣νδ..[
Ὧδε̣[....]γείνεσθε Πανελλάδος, ὧδε τελέ[σ]σαι
Ἀργὼ καὶ σέ, Πάνορμε, κατέδραμε καὶ τεὸν ὕδωρ
Πάντα τὸν ἐν γραμμαῖσιν ἰδὼν ὅρον ᾗ τε φέρονται
. . . . . . .
η με Κόνων ἔβλεψεν ἐν ἠέρι τὸν Βερενίκης
βόστρυχον ὃν κείνη πᾶσιν ἔθηκε θεοῖς
. . . . . . .
σύμβολον ἐννυχίης … ἀεθλοσύνης
. . . . . .
μεγάθυμον
. . . . . .
. . . . . .
σήν τε κάρην ὤμοσα σόν τε βίον
. . . . . .
…
ἀμνάμων Θείης ἀργὸς ὑπερφέρεται,
βουπόρος Ἀρσινόης μητρὸς σέο, καὶ διὰ μέσσου
Μηδείων ὀλοαὶ νῆες ἔβησαν Ἄθω.
τί πλόκαμοι ῥέξωμεν, ὅτʼ οὔρεα τοῖα σιδήρῳ
εἴκουσιν; Χαλύβων ὡς ἀπόλοιτο γένος,
γειόθεν ἀντέλλοντα, κακὸν φυτόν, οἵ μιν ἔφηναν
πρῶτοι καὶ τυπίδων ἔφρασαν ἐργασίην.
ἄρτι νεότμητόν με κόμαι ποθέεσκον ἀδελφεαί,
καὶ πρόκατε γνωτὸς Μέμνονος Αἰθίοπος
ἵετο κυκλώσας βαλιὰ πτερὰ θῆλυς ἀήτης,
ἵππος ἰοζώνου Λοκρίδος Ἀρσινόης,
… ασε δὲ πνοιῇ με, διʼ ἠέρα δʼ ὑγρὸν ἐνείκας
Κύπριδος εἰς κόλπους ἔθηκε ·
αὐτή μιν Ζεφυρῖτις ἐπὶ χρέος
… Κανωπίτου ναιέτις αἰγιαλοῦ.
ὄφρα δὲ μὴ νύμφης Μινωίδος ο …
ος ἀνθρώποις μοῦνον ἐπι …
φάεσιν ἐν πολέεσσιν ἀρίθμιος ἀλλὰ γένωμαι
καὶ Βερενίκειος καλὸς ἐγὼ πλόκαμος,
ὕδασι λουόμενόν με παρʼ ἀθανάτους ἀνιόντα
Κύπρις ἐν ἀρχαίοις ἄστρον ἔθηκε νέον.
πρόσθε μὲν ἐρχομεν … μετοπωρινὸν Ὠκεανόνδε
… ο
ἀλλʼ εἰ και … ν
… ιτη
μὴ … κοτέσῃς, Ῥαμνουσιάς· οὔτις ἐρύξει
βοῦς ἔπος … η … βη
… ελε … θράσος ἀστέρες ἄλλοι
νδινειε … οσοσο … τεκ … ω·
οὐ τάδε μοι τοσσήνδε φέρει χάριν ὅσσον ἐκείνης
ἀσχάλλω κορυφῆς οὐκέτι θιξόμενος,
ἧς ἄπο, παρθενίη μὲν ὅτʼ ἦν ἔτι, πολλὰ πέπωκα
λιτά, γυναικείων δʼ οὐκ ἀπέλαυσα μύρων.
. . . .
ο …
με … . . .
νυ …
το … νθι
γείτονες … ως
α … Ὑδροχόος καὶ … Ὠαρίων.
χ … φίλη τεκέεσσι …
… ν …
...]..ιν ὅτʼ ἐμὴ μοῦσα τ̣[.....]ά̣σεται
...]τ̣ου καὶ Χαρίτων [......]ρ̣ι̣α̣ μο̣ιαδ̣ʼ ἀνά̣σ̣σ̣ης
...]τερης οὔ σε ψευδον[......]μ̣ατι̣
πάντʼ ἀγαθὴν καὶ πάντ̣α̣ τ̣[ελ]εσφόρον εἶπέν̣...[..].[
κ̣εί̣ν.. τῷ Μοῦσαι πολλὰ νέμοντι βοτά
σὺν̣ μύθους ἐβάλοντο παρʼ ἴχν[ι]ον ὀξέος ἵππου·
χαῖρε, σὺν εὐεστοῖ δʼ ἔρχ̣εο λωϊτέρῃ.
χαῖρε, Ζεῦ, μέγα καὶ σύ, σάω δʼ [ὅλο]ν οἶκον ἀνάκτων·
αὐτὰρ ἐγὼ Μουσέων πεζὸν̣ [ἔ]πειμι νομόν.
ΚΑΛΛΙΜΑΧΟΥ [ΑΙΤΙ]ΩΝ Δ
. . . . ]..[
]ρπον δαυ[
]ο̣ἰωνὸς ἀνʼ ἐ[
Κ]εῖριν φῆ π̣ρ̣[
]ν ῥ̣έξειν α.[
]..εμάτη̣[
]τε̣λεσο̣[
].τ̣τω δʼ ἦλθ[
Κ]εῖριν ἰδε.[
]..ι̣.[
. . . .
. . . . ]κ̣ικλ̣[.].[..].α̣[
]η πολυγώνιε, χαῖρε [
πα]ι̣δὸς ἐπὶ προθύροις.
;] «ναί, Δήλιος»: «ἦ σύ γε̣π̣η̣[
]ν;» «ναὶ μὰ τὸν αὐτὸν ἐ⸤μέ.»
;]«ναί, χρύσεος»: «ἦ κα̣ὶ̣ ἀ̣φα̣[ρής
«μοῦνον] ζῶμα̣ μ̣έσον στ[ρέφεται».
«τεῦ δʼ ἕνεκα σκαιῇ μὲν ἔ]χεις χερὶ Κύνθιε τ[όξον,
τὰς δʼ ἐπὶ δεξιτερῇ] σὰς⸥ ἰδανὰς Χάριτας;»
]ν ἵνʼ ἄφρονας ὑβρ[
ἀ]γ̣αθοῖς ὀρέγω·
]ητοῖσι κολασμο[
ἀργό]τερος·
].εν φίλα χειρὶ δατ[.]ς̣. α̣ι̣
]ντες ἕτοιμον ἀεί,
ἵ]νʼ ᾖ μετὰ καί τι νοῆσαι
]ἀγαθὸν βασιλεῖ.
]ας ἥν κεν ὁδεύσῃ
]νον Ἀργολικήν
]ατος, ἐκ γὰρ ἐκείνων
].Βιστονίδε̣ς̣
].ς ὄχον, ὤπασε γάρ τοι
]μηνος ἄναξ
].τισι χὤς σέ κοτʼ ἄνδρες
]τ̣.[.]ι̣ν Ἰλιακοῦ
. . . . ]..λ̣θ̣α̣[.]ρ̣ειν πόδα.[
]..[.].ι̣ο̣ν νο̣[.].[.].[
].[.]τας χορὸς εὐτ̣α̣[
]...[.]σαγους[
]τ̣ι παθὼ̣ν νο[
]α̣ρ̣κ̣οταναι̣[
]ν̣οτεπτ[
].[..].π̣ατροι[
]τ̣α̣ιφα̣μ̣ε̣νο[
. . . . ].[.]...ε.[
.[.....]υνη· ⸤λάθρη δ⸥|ὲ̣ π̣αρʼ Ἡφ̣α̣⸤ί⸥σ̣⸤τοιο καμίνοις
ἔτραφεν αἰράων ⸤ἔργ⸥|α̣ διδα[σ]κ̣όμ̣ε̣⸤νοι.
Ὄννης μὲν νῦν ηχ|[ ]....ε̣ι̣σιμ̣[
λαοῖσιν, τότε δʼ ην ψ|[ ].[..]α̣ν.[
ἧστο τεὴν κάθοδον θ̣η̣|ε̣ύ̣μ̣ε̣ν̣ο̣[ς
τω δὲ σιδηρείας ϊμα̣|..ς̣ ἀ̣ντυγάδ̣[ας
ἃς αὐτοὶ χάλκευσ̣αν ἐ̣|π̣ʼ ἄκμοσιν Ἡφ̣[αίστοιο
γ̣ε̣ν̣τ̣..κ̣..τειν νεκ|[ ].υ̣ς̣.[
φῶτε δύω κρύπτοντ̣|[ ]....[
πατροφόνου Λιπάρ|[ ].[.]α̣...[
ἐξ ἕδρης ἐκύλισαν ἐ.|[ ]..[
. . . .
. . . . υ̣..τ̣.[
μ̣[.]δ̣ε̣[
]δε[
]δὲ[
.[.]α̣το̣[
τῆς δέκ̣[
.[.].πτ̣ε.[
.[
. . . .
. . . . ]..ν.[
]ποβ.[
]α̣ιλι̣.[
].ρε.α̣σ̣ε[
]π̣.οιο.[
]κδρή.[
]τ̣ρ..δ̣..[
]μητη[
].ηεν[
].[
. . . .
. . . . . ].φ̣.ο̣ε̣ι̣ς οἵ τε μάλι̣σ̣[τα
]ν [λ]ειαίνουσι· τὸ δʼ ἱερ̣[ὸν
ἐξ αὐ]τ̣ο̣σ̣χε̣δίης κεῖνο τ̣ε̣κ̣.[
]..ύ..ι σταφύλῃ.[.]ο̣.[
]..........ν λεια̣μ̣ε̣.[
].......ιησι μελιχρ̣οτ̣[
]ἀ̣κ̣ρ̣ι̣βὲς καὶ τότε Λητο[ΐδ
]..τόδε μέλ̣λεν ἔσ[εσθαι
]..ἀ̣μ̣φιπ̣ερικ[
]ω̣η.αν..ε̣.[
].[
. . . . .
. . . . . . . Μηκώνην μακάρων ἕδρανον αὖτις ἰδεῖν,
ἧχι πάλους ἐβάλοντο, διεκρίναντο δὲ τιμάς
πρῶτα Γιγαντείου δαίμονες ἐκ πολέμου·
αρκαταμ …
θος μεγ …
ις· μουνω
…
. . . . . . .
. . . ].ος.[
].νέω[
]κ̣ενα[
].μεν[
Κύ]πριδο[ς
]ων.[
].α̣.[
. . .
. . . ].αμ[
]ε̣ζε.[
]ακ.[
. . .
. . . ].α.[
].ει[..]..[..].[
]μφομεν[
].ον· εἰσότ.[
].το πίνῳ[
].ο̣ς· αὐτίκ[
]σε πάλιν[
]α̣ δʼ ὡς ὅτ[
. . .
. . . ].[...].[
]ύφεν[
]ε̣νεων[
]ν· ενδε[
].ν ὡς.[
]μενη̣[
].[
. . .
. . . ]..ομ[
]σ̣κα̣[
]κπο̣[
]εδ̣ρ̣[
. . .
. . . ].[..].[
]ῳ καὶ θ̣.[
]κ̣ε δυσάγ̣γ̣ελ̣[
].κ̣ο̣μεν̣[
].σ̣ινενη̣[
]..ωσαν̣[
]ω παρε[
]ἕ.ατο̣γ̣[
].[
. . .
. . . ]επὶν̣[
]λυομ[
].πολυμ̣[
]μον[
]...ρ̣[
. . .
. . . ].νος̣[
]δ̣ογε[
]....[
]λ̣υσ̣ε̣.[
]σ̣σιν εφ.[
. . .
. . . . ]αρ..[
].υ̣λη[.
]δ̣εῆτ..[
]ν..λ.[
]ευντε.[
]ηιπαν.[
]ντεδιάκ[
].πιδα[
].ονι̣ε[
].οσσυ.[
. . . .
. . . ]νο[
]υζ[
]σεπατ̣[
]μυκλα.[
].ηνες.[
]κμ[
. . .
. . . νεμε …
ιβιης
…
. . .
. . . ]εξ.[
].αθενο̣[
]θαρσα[
].σσητ.[
]αμεν[
].ουδ.[
. . .
. . . ]αν.[
].ρωι [
]πα..[
]ν [
]..[
. . .
. . . ]..[
]ωσενε.[
]νεσσιν.[
]ενη· [
. . .
. . . ]σ̣ο.[
]κρο[
]ασσες.[
οὐ]χ̣ ὁσίη[
. . .
. . . δεκ
…
. . .
. . . ρκ …
νω
. . .
]..[..].[
].[.]ηχει ·[
]α̣τας [
].θει [
]εται [
]νθα[
]μεν[
]ποτε̣.[
]α.λμ[
].[.].[
. . .
. . . .[
ζ[
α̣.[
γα[
. . .
. . . ]ῆ̣σα[
]·
]ο̣σάυξ[
]· [
].ν̣[
. . .
. . . ].[ ]..κ̣.[
]αρζω.[
]υ̣κ̣...[
. . .
. . . ]νεπ̣[
]νος.[
]α̣ρεμ[
]....[
. . .
. . . ] [
]δ̣ον [
].π̣ετα[
]ατ̣ον[
].[
. . .
. . . ] ωρ̣[
] με[
] με[
] τοι.[
] εν[
] λο̣[
. . .
. . . ].ι [
] [
. . .
. . . ]ζ[
] θ.[
] α.[
] φ[
. . .
. . . ]ες[
].α.[
. . .
. . . ].γρε[
].ν [
. . .
. . . ]αρήϊα.[
]νοσυ[
]μαχ.[
]εκρη[
].ε̣[
. . .
. . . ]ηντελ̣[
]..τη.[
. . .
. . . ].ων·[
]κοῦσα[
]ω̣ν
].·[
. . .
. . . άδην
. . . ]να.[
. . . ]λ̣α.[
].ττ[
]σ̣ω[
. . .
. . . ]..[
]ὺ̣λλο̣[
]υ.[
. . .
. . . ]υεσθαι̣.[
]πεπλο[
]νισονται.[
]ὰλλὲπιμε[
. . .
. . . αἶψα δομο̣[
ὀφθαλμοὺς [
ὡς ἔχʼ ἐπωφ.[
η̣π̣[
. . .
. . . χειρα …
τοπον …
ντος …
μησασθαι …
…
. . .
. . . …
ρυσσεν
. . .
. . . ]αιν̣[
]αιν[
] γαια[
] στε.[
] ου[
].ὰ[
. . .
. . . ]ειτοπ̣[
]νῶ..[
. . .
. . . ]ρὴ[
]υ.[
. . .
. . . ] μ[
] οφ[
] ν.[
. . .
. . . ].η̣[
].χ̣ο[
]κοδ[
. . .
]σειδα.[
]ν̣αυ[
. . .
. . . ]κο[
]μαρ.[
].ολλ.[
]ε̣γεν.[
].οιτόν̣[
]εκυμαλ̣[
. . .
. . . ]κο.[
]ηρα[
. . .
. . . ἔ]δεθλον
]ε̣.
]ο̣ς ἔοις κ̣ε̣
πτ]έρυγι·
].αλλ̣ων
].
]ε̣χο[
. . .
. . . ].β.[
]Φοίβῳ τ̣[
].ον μ[
. . .
. . . ].α̣σ̣ως̣.[
].ερων[
]α̣υτεχ[
]βου[
. . .
. . . ]κατ[
].ης̣· [
. . .
. . . ].[
]παλτ̣[
]τισοτ[
]εικο.[
. . . ].ισα.[
].ον μεσς̣[
]τ̣εθμός οκ[
]ραισεν π[
. . . ]...[
]π̣την[
]επαισαρ[
].πολιη[
].ητελ.[
]απηρν[
].σεμ[
]ε̣γ̣αλ[
. . .
. . . ]ν.[
]ενη[
]η̣κου[
].γʼ ουθε.[
]ι̣ποπτο[
]μενω[
]η̣..[
. . .
. . . ]ετ.[
]η̣κα[
. . .
]αν[
]ουκ̣[
]ο̣π.[
]δε[
. . .
. . . ].[.].[
]κατη.[
].ις
]ε̣σθαι[
] [
] [
. . .
. . . ].[
].δο[
]ο[
][]σ̣τ̣[
] .ν[
][]τ̣[
. . .
. . . ανερ …
ηρ …
οι
…
. . .
. . . . ].βε[..]ο̣.[
]ο̣.[..]ν̣ος[
].ν π[.].εβο.[
].α̣..μ.ου[
]ν[.]ο̣[.]κεατου[
]πυρκαϊῆς [
]ναμακεδνη[
]..νανει [
]αλλ.ναμ̣[
. . . .
].υ̣ρ̣τος ε[
]ν.ε̣..[.]..μ.[
]ωσε πάλιν πυρ̣ὶ δ.[
].υερη μηδὲ σὺν̣ ἀξυλίῃ̣
]ανου γὰρ ἀπευθέα τεχν[.].[
]μος τοῦτον ἔχειν[...].[
].ουσα δακεῖν κυ.[´̣].`̣α[
]ε̣ων εντι̣σε.[
]...........τραγου[.].[
].[.].σα.....λ̣ιπαοκ[
]῀̣.ποίμνῃσι[
]..[.]ν..[...]ς..[
].υ̣δ[.].[
]..[.]..[
. . . . . .
. . . . υια
δίκρον φιτρὸν ἀειραμένη
… λελα … ἐ … πὶ στέγος οὐδʼ ὅσον ε …
παιδὶ νέμουσα μέρος.
ἀστὴρ δʼ εὖτʼ ἄρʼ ἔμελλε βοῶν ἄπο μέσσαβα λύσειν
αὔλιος, ὃς δυθμὴν εἶσιν ὕπʼ ἠελίου
ὡς κεῖνος Ὀφιονίδῃσι φαείνει
θεῶν τοῖσι παλαιοτέροις,
τηρι θύρην· ὁ δʼ ὅτʼ ἔκλυεν ἠχήν,
ιῆς ἴαχʼ ἐπʼ οὖς ἐλάφου
… υμνο … μεν ὅσσον ἀκουέμεν, ἦκα δʼ ἔλεξεν·
«ὀχληροὶ τί ποτʼαὖ γείτονες ἡμέτερον
ἥκατʼ ἀποκναίσοντες, ἐπεὶ μάλα γʼ οὔ τι φέροντες;
ξείνοις κωκυμοὺς ἔπλασεν ὔμμε θεός.»
ὣς ἐνέπων τὸ μὲν ἔργον, ὅ οἱ μετὰ χερσὶν ἔκειτο,
ῥῖψεν, ἐπεὶ σμίνθοις κρυπτὸν ἔτευχε δόλον·
ἐν δʼ ἐτίθει παγίδεσσιν ὀλέθρια δείλατα δοιαῖς
… ιν … ε … μίγδα μάλευρον ἑλών
… ντ … ωιτα … α … θάνατον δὲ κάλυψε
… γειη … α … ωσιν ἔπι
… ημ … σκί … ατιρε …
πολλάκις ἐκ λύχνου πῖον ἔλειξαν ἔαρ
ἀλκαίαις ἀφύσαντες, ὅτʼ οὐκ ἐπὶ πῶμα τεθείη
… μαις και … άλη … ι … ποτʼ ἐξ ἑτέρου
… λης … λοιο τά τʼ ἀνέρος ἔργα πενιχροῦ
… οιον … σπ … ληρους κυπ … συπ …
… εισμονα … ὠρχήσαντο
βρέγματι, καὶ κανθῶν ἤλασαν ὦρον ἄπο.
ἀλλὰ τόδʼ οἱ σίνται βραχέῃ ἐνὶ νυκτὶ τέλεσσαν
κύντατον, ᾧ πλεῖστον μήνατο κεῖνος ἔπι,
ἄμφιά οἱ σισύρην τε κακοὶ κίβισίν τε διέβρον·
τοῖσι δὲ διχθαδίους εὐτύκασεν φονέας,
ἶπόν τʼ ἀνδίκτην τε μάλʼ εἰδότα μακρὸν ἁλέσθαι.
… ανελυσε θύρην
ἐπεὶ θάμα μίσγετο κει …
ιν ἐνναέτης
… ο … ν οὔτε κλεων
…
ἠὼς οὐδὲ πιθοιγὶς ἐλάνθανεν οὐδʼ ὅτε δούλοις
ἦμαρ Ὀρέστειοι λευκὸν ἄγουσι χόες·
Ἰκαρίου καὶ παιδὸς ἄγων ἐπέτειον ἁγιστύν,
Ἀτθίσιν οἰκτίστη, σὸν φάος, Ἠριγόνη,
ἐς δαίτην ἐκάλεσσεν ὁμηθέας, ἐν δέ νυ τοῖσι
ξεῖνον ὃς Αἰγύπτῳ καινὸς ἀνεστρέφετο
μεμβλωκὼς ἴδιόν τι κατὰ χρέος· ἦν δὲ γενέθλην
Ἴκιος, ᾧ ξυνὴν εἶχον ἐγὼ κλισίην
οὐκ ἐπιτάξ, ἀλλʼ αἶνος Ὁμηρικός, αἰὲν ὁμοῖον
ὡς θεός, οὐ ψευδής, ἐς τὸν ὁμοῖον ἄγει.
καὶ γὰρ ὁ Θρηϊκίην μὲν ἀπέστυγε χανδὸν ἄμυστιν
οἰνοποτεῖν, ὀλίγῳ δʼ ἥδετο κισσυβίῳ.
τῷ μὲν ἐγὼ τάδʼ ἔλεξα περιστείχοντος ἀλείσου
τὸ τρίτον, εὖτʼ ἐδάην οὔνομα καὶ γενεήν·
«ἦ μάλʼ ἔπος τόδʼ ἀληθές, ὅ τʼ οὐ μόνον ὕδατος αἶσαν,
ἀλλʼ ἔτι καὶ λέσχης οἶνος ἔχειν ἐθέλει.
τὴν ἡμεῖς—οὐκ ἐν γὰρ ἀρυστήρεσσι φορεῖται
οὐδέ μιν εἰς ἀτενεῖς ὀφρύας οἰνοχόων
αἰτήσεις ὁρόων ὅτʼ ἐλεύθερος ἀτμένα σαίνει—
βάλλωμεν χαλεπῷ φάρμακον ἐν πόματι,
Θεύγενες· ὅσσα δʼ ἐμεῖο σέθεν πάρα θυμὸς ἀκοῦσαι
ἰχαίνει, τάδε μοι λέξον ἀνειρομένῳ·
Μυρμιδόνων ἑσσῆνα τί πάτριον ὔμμι σέβεσθαι
Πηλέα, κῶς Ἴκῳ ξυνὰ τὰ Θεσσαλικά,
τεῦ δʼ ἕνεκεν γήτειον ιδ … υτ … ρτον ἔχουσα
ἥρωος καθόδου παῖς
εἰδότες ὡς ἐνέπουσιν
κείνην ἣ περὶ σὴν
οὔθʼ ἑτέρην ἔγνωκα· τ
οὔατα μυθεῖσθαι βουλομένοις ἀνέχων.»
ταῦτʼ ἐμέθεν λέξαντος
«τρισμάκαρ, ἦ παύρων ὄλβιός ἐσσι μέτα,
ναυτιλίης εἰ νῆιν ἔχεις βίον· ἀλλʼ ἐμὸς αἰών
κύμασιν αἰθυίης μᾶλλον ἐσῳκίσατο
. . . . . . . .
. . . ].ευτ[
]ην[
]ργερ.[
]ομη̣[
].ν̣εσς[
].ιπα.[
]ρτροι̣[
].[
. . .
. . . .
ακα κεῖθεν
ν
. . . .
. . . . . .[
καὶ δι̣[
πληγ̣[
δείελο[
καί μιν ἀπ̣ο̣[
α̣ὐλ̣ίον ὀθν̣[ει
ἐτείχισαν …
τέρῳ γο …
λως κακ …
κε ληθ
. . . .
]αοι̣ βασι[λ
].νε.αφν[
]δʼ ἡμετε[ρ
]ν̣αος[
].κεν[
].βορε[
]ιοι[
. . . .
οὐδʼ ἔτι τὴν Φθίων εἶχεν ἀνακτορίην
].βρεχμὸν γ̣ὰρ ἐπώμοσας ὅττι μεγι̣[στ
]...ʽ̣π̣.νό̣ης νέποδες
]σ̣ιν ἐτήσια, σὺν δ̣[ε]κ[α]τ[α]ί̣ῳ
]ουσιν δῖα πέτε̣υρα [φόρ]ῳ
]..[..]ελε..ς̣[
]..δισσ[ά]κι Λη̣τ̣οΐδ.[
π]αρὲκ θέμιν ἔδρακε.[
].ν̣ υἷες Ὑπερβ̣ορέων
Ῥιπαίου πέ⸥μπουσιν ἀπʼ οὔρεος, ἧχι ⸤μάλιστα
τέρπουσιν λιπ⸥αραὶ Φοῖβον ὀνοσφαγία⸤ι·
Ἑλλήν]ων τά γε πρῶτα Πελασγικο.[
ἐξ Ἀριμα]σπείης δειδέχαται κο[μ]ι̣[δῆς
ἔνθεν] ἐ̣πὶ πτόλιάς τε καὶ οὔ[ρεα Μαλίδος αἴης
στέλλο]υσιν Νᾴου θ̣ῆ̣τ̣ες α̣[
Ζηνός,] ὅ̣τις φηγοῦ [.].μ̣εδ̣[´
]...[
].ς δʼ ἐξ̣[
]ο̣ν ἀκρο̣..[..].[
]ς̣ ἀνάγουσιν, ἀτὰρ̣.[
]οτʼ ὀφρυόειν Ἴλιον[
].ου̣ πίνοντες ἀφʼ ὕδατ̣[ος
].π..[....]ις Ἀν[τ]ιόπ[η
].ἀμοιβαδὶ̣[ς..].[
] ἔ̣χεν ἐνν̣α̣έτα[ς
]ν χάριν οὐκ ἐδύναν[τ]ο̣
]ατι λιχνο[τά]τῳ·
] παραπλω[.]ς.[.] ἁμάλλης
].μ̣α πέρι
] ἀναιδέος ὄθμ̣[α]τ̣ος ἄλκα[ρ
]ν̣ ἔπαυσε θεή
].σα Διὸς κεμαδοσσόε [κο]ύρη
].[ ]εμ̣[.]
] γενέθλῃ
]
]
]λιην.[.].κ̣..ω̣ν