eul_wid: hmg-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of Comic Banter by Cratinus the Younger

The Fragments of Comic Banter, also known as Scraps of Comic Mockery, is a lost verse collection attributed to Cratinus the Younger, a poet distinct from his more famous namesake of Old Comedy. The work is recorded in the Byzantine Suda lexicon, which notes it comprised 29 passages. This suggests a compilation of humorous or satirical excerpts, possibly drawn from larger dramatic works or conceived as standalone comic skits. The title itself indicates a thematic focus on mockery and comic invective. No direct quotations from the collection survive in extant sources, and its subjects remain entirely unknown. Its sole preservation in a late catalogue implies it was not a widely influential literary work. Its existence, however, reflects later antiquarian or scholarly efforts, perhaps from the Hellenistic or Roman periods, to compile notable examples of comic wit, potentially for use in rhetorical education or as a sourcebook of comedy.

ΒΟΥΣΙΡΙΣ
ΓΙΓΑΝΤΕΣ
ἐνθυμεῖ δὲ τῆς γῆς ὡς γλυκὺ
ὄζει, καπνός τʼ ἐξέρχετʼ εὐωδέστερος;
οἰκεῖ τις ὡς ἔοικεν ἐν τῷ χάσματι
λιβανωτοπώλης ἢ μάγειρος Σικελικός.
ὡς σφόδρʼ εἴσʼ Αἰγυπτιώδεις· Σωχάρης, Πααμύλης.
ΘΗΡΑΜΕΝΗΣ
ΟΜΦΑΛΗ
πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα
κρεῖττον· μάχαι δʼ ἄλλοισι καὶ πόνοι μέλοι.
ὑμεῖς δʼ ἐὰν
ἱππίσκον ἢ τρίμιτον ἔχητε
ΠΥΘΑΓΟΡΙΖΟΥΣΑ
ΤΑΡΑΝΤΙΝΟΙ
ἔθος ἐστὶν αὐτοῖς, ἄν τινʼ ἰδιώτην ποθὲν
λάβωσιν εἰσελθόντα, διαπειρώμενον
τῆς τῶν λόγων ῥώμης ταράττειν καὶ κυκᾶν
τοῖς ἀντιθέτοις, τοῖς πέρασι, τοῖς παρισώμασιν,
τοῖς ἀποπλάνοις, τοῖς μεγέθεσιν νουβυστικῶς.
ΤΙΤΑΝΕΣ
Κόρυδον τὸν χαλκοτύπον πεφύλαξο,
ἢν μή σοι νομιεῖς αὐτὸν μηδὲν καταλείψειν,
μηδʼ ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ
τοῦ Κορύδου· προλέγω σοι· ἔχει γὰρ χεῖρα κραταιάν,
χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ.
ΧΕΙΡΩΝ
πολλοστῷ δʼ ἔτει
ἐκ τῶν πολεμίων οἴκαδʼ ἥκων, ξυγγενεῖς
καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις,
εἰς τὸ κυλικεῖον ἐνεγράφην· Ζεὺς ἔστι μοι
ἑρκεῖος, ἔστι φράτριος, τὰ τέλη τελῶ.
ΨΕΥΔΥΠΟΒΟΛΙΜΑΙΟΣ
ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις;
Β. κατὰ μὲν Πλάτωνʼ οὐκ οἶδʼ, ὑπονοῶ δʼ ὧδʼ ἔχειν.
βυβλιοθήκη
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
εἰς ἐγγύας τρεῖς εἰσπεσὼν ἀνῃρέθην.
Β. οὔπω τότʼ ἐν Δελφοῖσιν ἦν τὰ γράμματα
τὴν ἐγγύην ἄτην λέγοντʼ; Α. ἦν· ἀλλʼ ἐγὼ
φιλέταιρον εἶχον ἦθος.
καρῖδας ἡ ζὰψ ἐκφέρει κἰχθύδια.
παρʼ Ἀρχεφῶντος ἡδυπότιδας δώδεκα