eul_wid: mlw-af
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Lysistrata by Aristophanes Scholia

The Scholia on Lysistrata is an anonymous compilation of 439 explanatory notes on Aristophanes' comedy Lysistrata. These annotations, assembled over many centuries from the Hellenistic period through the Byzantine era, were composed by successive generations of scholars to aid readers in understanding the play. They provide crucial context by elucidating difficult vocabulary, historical references, mythological allusions, and Athenian customs pertinent to the original fifth-century BCE performance. The work does not constitute a continuous essay but rather a series of discrete comments, each linked to a specific line in the manuscript tradition of the play. It survives exclusively through its preservation in the margins and between the lines of medieval manuscripts containing Aristophanes' text. They were likely created for educational purposes, serving to make an archaic Athenian comedy accessible to students and scholars across the Greek-speaking world long after its initial production. The notes represent a layered textual compilation, with a core potentially traceable to the work of renowned Alexandrian commentators, which was subsequently condensed, revised, and expanded upon throughout the Byzantine period.

ΥΠΟΘΕΣΕΙΣ

Λυσιστράτης τις Ἀθήνησι τῶν πολιτίδων καὶ τῶν Πελοποννησίων, ἔτι δὲ καὶ Βοιωτίων γυναικῶν σύλλογον ἐποιήσατο, διαλλαγὰς μηχανωμένη τοῖς Ἕλλησιν· ὀμόσαι δὲ ἀναπείσασα μὴ πρότερον τοῖς ἀνδράσι συνουσιάζειν, πρὶν ἂν πολεμοῦντες ἀλλήλοις παύσωνται, τὰς μὲν ἐξωπίους ἐμπριλὰς καταλιποῦσα ὀπίσω, αὐτὴ δὲ πρὸς τὰς κατειληφυίας τὴν ἀκρόπολιν μετὰ τῶν οἰκείων ἀπαντᾷ. συνδραμόντων δὲ πρεσβυτῶν πολιτῶν μετὰ λαμπάδων καὶ πυρὸς πρὸς τὰς πύλας, τὴν ἀναστολὴν ποιεῖται ἐξελθοῦσα, καὶ προβούλου τινὸς μετʼ ὀλίγον παραβιάσασθαι μετὰ τοξοτῶν ὁρμήσαντος, εἶτα δὲ ἀποκρουσθέντος καὶ διαπυνθανομένου τί βουλόμεναι ταῦτα δεδράκασι, τὸ μὲν πρῶτόν φασιν ὅτι ἐγκρατεῖς γενόμεναι τοῦ ἀργυρίου μὴ ἐπιτρέψουσι τοῖς ἀνδράσιν ἀπὸ τούτου πολεμεῖν, δεύτερον δὲ ὅτι πολὺ ἄμεινον ταμιεύσονται καὶ τὸν παρόντα πόλεμον τάχιστα καταπαύσουσιν. οὗτος μὲν οὖν καταπλαγεὶς τοῦ θράσους ὡς τοὺς συμπροβούλους οἴχεται, ταῦτα μὴ παύσας· οἱ δὲ γέροντες ὑπομένοντες ταῖς γυναιξὶ λοιδοροῦνται. μετὰ ταῦτα αὐτῶν τινες αὐτομολοῦσαι μάλα γελοίως διʼ ἀκρασίαν ὡς τοὺς ἄνδρας ἁλίσκονται· ἐγκαρτεροῦσι δὲ Λυσιστράτης ἱκετευούσης. Κινησίας τις τῶν πολιτῶν, ἀκρατῶς ἔχων τῆς γυναικὸς, παραγίνεται· ἡ δὲ χυτροτομοῦσα αὐτὸν ἐπαγγέλλεται μὲν, τὰ περὶ τῶν διαλλαγῶν δὲ σπουδάζει. ἀφικνοῦνται δὲ καὶ παρὰ Λακεδαιμονίων περὶ σπονδῶν κήρυκες, ἐμφανίζοντες ἅμα καὶ τὰς προτέρας γυναῖκας. συνταχθέντες δὲ σφίσιν οἱ Ἀθηναῖοι πρέσβεις αὐτοκράτορας ἀποστέλλουσιν. οἱ μὲν γέροντες εἰς ταυτὸν ταῖς γυναιξὶν ἀποκαταστάντες ἕνα χορὸν ἐκ τῆς διχορίας ἀποστέλλουσι· καὶ Λυσιστράτη τοὺς παραγενομένους πρὸς αὐτὴν ἐκ Λακεδαίμονος πρέσβεις ὀργῶντας διαλλάττεσθαι προσέλκει· καὶ ἑκατέρους ἀναμνήσασα τῆς παλαιᾶς εἰς ἀλλήλους γενομένης εὐνοίας διαλλάττει ἐν φανερῷ, καὶ ξενίσασα κοινῇ παραδίδωσι τὰς γυναῖκας ἑκάστοις ἄγεσθαι. ἐδιδάχθη ἐπὶ Καλλίου ἄρχοντος τοῦ μετὰ Κλεόκριτον ἄρξαντος. εἰσῆκται δὲ διὰ Καλλιστράτου.

ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥΛυσιστράτη καλέσασα τὰς πολίτιδας, ὑπέθετο φεύγειν μηδὲ μίγνυσθʼ ἄρρεσιν, ὅπως γενομένης νῦν στάσεως ἐμφυλίου, τὸν πρὸς Λάκωνας πόλεμον αἴρωσιν λόγῳ μένωσί τʼ οἴκοι πάντες. ὡς δὲ συνέθετο, τινὲς μὲν αὐτῶν τὴν ἀκρόπολιν διεκράτουν, τινὲς δʼ ἀπεχώρουν. αἵ τʼ ἀπὸ Σπάρτης πάλιν ταυτὸν διεβουλεύοντο. κῆρυξ ἔρχεται λέγων περὶ τούτων. τῆς δʼ ὁμονοίας γενομένης, σπονδὰς θέμενοι τὸν πόλεμον ἐξώρισαν.

Ἐκλήθη Λυσιστράτη παρὰ τὸ λῦσαι τὸν στρατόν.

ἀλλʼ εἴ τις Βακχεῖον: Καὶ γὰρ πολλὰς ἑορτὰς αἱ γυναῖκες ἔξω τῶν δημοτελῶν ἦγον ἰδίᾳ συνερχόμεναι.

ἢ ʼς Πανός: Πανὶ ὠργίαζον αἱ γυναῖκες μετὰ κραυγῆς. καὶ Μένανδρος ἐν Δυσκόλῳ «σιωπῇ φασι «τούτῳ τῷ θεῷ οὐ δεῖν προσιέναι.» ἢ ʼπὶ Κωλιάδʼ: Κωλιάδος Ἀφροδίτης ἱερόν ἐστιν ἐν τῇ Ἀττικῇ. ὁ δὲ τόπος καλεῖται Κωλιάς· ἔστι γὰρ ἐγκείμενος ὁμοίως ἀνθρώπου κώλῳ. καὶ οἱ ἐνοικοῦντες Κώλιοι. ἔνθα ὄστρακα κάλλιστα. καὶ ἡ Γενετυλλὶς δὲ γυναικεία θεὸς περὶ τὴν Ἀφροδίτην ἀπὸ τῆς γενέσεως τῶν παίδων ὠνομασμένη.

κωμῆτις: Ἀντὶ τοῦ γείτων. κῶμαι δὲ τὰ ἄμφοδα. ὅθεν καὶ τὸ ἐπικωμάσαι.

τοξοποιεῖν: Ἀντὶ τοῦ ἐσκυθρωπακέναι. ἀπὸ τοῦ παρακολουθοῦντος. τοιοῦτον γὰρ τὸ πρόσωπον τῶν ἐν μερίμνῃ ὄντων. Ὅμηροςοὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν ἰάνθη. καὶ Σοφοκλῆς «ὡς ἂν Διὸς μέτωπον ἐκταθῇ χαρᾷ.»

εἰρημένον: Ἀντὶ τοῦ εἰρημένου. Ἀττικῶς.

φαύλου: Εὐτελοῦς.

ἐκύπτασεν: Ἀντὶ τοῦ ἐστράγγευσεν. κυπτάζειν ἐστὶ τὸ περί τι πονεῖν καὶ διατρίβειν. κομψῶς δὲ τῇ ἀμφιβολίᾳ καὶ χαριέντως ἐχρήσατο, καθὰ καὶ Σώφρων «ἐνθάδε κυπτάζουσι πλεῖσται γυναῖκες.»

ἀναγκαῖα.

συγκαλεῖς: Συνήγαγες.

μῶν καὶ παχύ: Ὡς πρὸς τὸ αἰδοῖον.

οὐχ οὗτος ὁ τρόπος: Ἀντὶ τοῦ οὐ κατὰ τοῦτον τὸν τρόπον λέγω τὸ πρᾶγμα εἶναι μέγα καὶ παχὺ, καθʼ ὃν σὺ ὑπονοεῖς.

ἐρριπτασμένον: Γεγυμνασμένον καὶ ηὑρημένον. ὥστε μεριμνῶσάν με ῥιπτάζεσθαι καὶ στρέφεσθαι. τοιοῦτοι γὰρ οἱ μεριμνῶντες. βέλτιον δὲ ἀπὸ τῶν κύβων τὴν μεταφορὰν νοεῖν ἀνερριμμένων, ὅπως ἂν ἔλθοι. καὶ γὰρ ἐπὶ τῶν κύβων ἀναβάλλομεν, μέχρις ἂν ἔλθῃ τὸ προκείμενον βληθῆναι.

ἐπʼ ὀλίγου γὰρ εἴχετο: Ἀντὶ τοῦ μικρὰν ἔχουσι τὴν ἀφορμὴν τῆς σωτηρίας.

ἢ μηκέτʼ εἶναι μηδὲ Πελοποννησίους: Μὴ πεισθέντας ἡμῖν μήτε τοὺς Ἀθηναίους μήτε τοὺς Πελοποννησίους. ὡς φιλόπατρις δὲ ἀπεσιώπησε τοὺς Ἀθηναίους.

μηκέτʼ εἶναι νὴ Δία: Πρὸς τοὺς Λακεδαιμονίους ἀπήντησε.

ἀλλʼ ἄφελε τὰς ἐγχέλεις: Ἐν γὰρ τῇ Κωπαΐδι λίμνῃ μέγισταί εἰσιν ἐγχέλεις, ᾤκουν τε τὴν Βοιωτίαν καὶ οἱ λεγόμενοι Ἐγχελεῖς, περὶ ὧν Ἑλλάνικος ἐν τοῖς Βοιωτιακοῖς φησίν. Ἄλλως. ἐπειδὴ ἀπὸ Κωπαΐδος λίμνης Βοιωτίας φέρονται ἐγχέλεις Ἀθήναζε.

οὐκ ἐπιγλωττήσομαι: Οὐ φλυαρήσω. οὐ βλασφημήσω.

ἀλλʼ ὑπονόησον: Ὅτι ἀπολοῦνται δηλονότι.

ἡμεῖς: Αἱ Ἀττικαί.

ἐξηνθισμέναι: Ἄνθη φοροῦσαι. τοῖς ἄνθεσι κεκοσμημέναι, οἷον ψιμυθίῳ καὶ φύκει καὶ τοῖς ὁμοίοις.

καὶ Κιμβερίκʼ ὀρθοστάδια: Κιμβερικὰ, ἢ Κιμβερινὰ, ὡς Ταραντῖνα, εἶδος ἐνδύματος, ἀπὸ τόπου. ὀρθοστάδια δὲ οἱ στατοὶ χιτῶνες, οἱ δὲ συρόμενοι συρτοί. περιβαρίδας: Ὑποδήματος εἶδος αἱ περιβαρίδες, ὡς Θεόπομπος ἐν Σειρῆσιν «ὑποδοῦ λαβὼν τὰς περιβαρίδας.»

χἤγχουσα: Τὸ πλῆρες καὶ ἡ ἄγχουσα. ἔστι δὲ εἶδος βοτάνης, ἧς ἡ ῥίζα ἐρυθρὰ, ᾗ ἐρυθραίνουσι τὰ πρόσωπα αἱ γυναῖκες. διαφανῆ: Οὐ τὰ λαμπρὰ, ἀλλὰ τὰ ἰσχνὰ, διʼ ὧν διαφαίνεται τὰ σώματα τῶν γυναικῶν.

ταῦτʼ αὐτὰ γάρ τοι: Ταῦτα γάρ ἐστι τὰ ὑποδήματα καὶ τὰ ἐνδύματα, ἃ σώζειν ἡμᾶς προσδοκῶ.

κροκωτὸν ἄρα: Εἰ ἄρα οὕτως ἔχει, καλλωπισθήσομαι καὶ γραῦς οὖσα.

οὐ γὰρ μὰ Δίʼ ἀλλὰ πετομένας: Οὐ μετὰ βραδυτῆτος ἥκειν ἔδει, ἀλλὰ πετομένας.

ὄψει τοι σφόδρʼ αὐτὰς Ἀττικάς: Ὡς τῶν Ἀθηναίων ἀεὶ μελλόντων. καὶ τὰς γυναῖκας γοῦν ὄψει Ἀττικὰς ἀκριβῶς, οἷον μελλούσας ἐν τῷ πράγματι.

ἀλλʼ οὐδὲ παράλων: Τῶν ἐν παράλῳ οἰκουσῶν. παραλία γὰρ μοῖρα τῆς Ἀττικῆς· διῄρητο γὰρ εἰς δʹ μερίδας τὸ παλαιὸν ἡ Ἀττική· Πανδίων γὰρ διαδεξάμενος τὴν Κέκροπος βασιλείαν, προσκτησάμενος δὲ καὶ τὴν Μεγαρίδα, ἔνειμε τὴν χώραν τοῖς παισὶν εἰς δʹ μοίρας· Αἰγεῖ μὲν τὴν παρὰ τὸ ἄστυ μέχρι Πυθίου, Πάλλαντι δὲ τὴν Παραλίαν, Λύκῳ δὲ τὴν Διακρίαν, Νίσῳ δὲ τὴν Μεγαρίδα.

οὐδʼ ἐκ Σαλαμῖνος: Ἡ Σαλαμὶς μοῖρα τῆς Μεγαρίδος.

ἐπὶ τῶν κελήτων: Κέλης εἶδος πλοιαρίου μικροῦ. καὶ ἵππος δὲ κέλης ὁ γυμνός. λέγει οὖν ὅτι ἐν πλοίῳ εἰσὶν ἐρχόμεναι. ἀφʼ οὗ νῦν κακεμφάτως ἐπὶ τῶν Σαλαμινίων τὸ αἰδοῖον φησί. ναυτικοὶ δὲ οἱ Σαλαμίνιοι, ἐπεὶ καὶ νησιῶται.

τὰς Ἀχαρνέων: Εἰκότως, ἐπεὶ πολεμικοὶ οἱ Ἀχαρνεῖς. Ἄλλως. εἰκότως, ἐπεὶ ὁ δῆμος τῶν Ἀχαρνέων ἐτετίμητο, διὰ τοῦτο τὰς ἐκεῖθεν προσδοκᾷ γυναῖκας. ὁ δὲ Θεογένης κομπαστὴς Ἀχαρνεύς. ἐπειδὴ δὲ κέλητα εἶπεν, ἐπήγαγεν ἀκάτιον.

ἀκάτιον τὸ Ἑκάτης ξόανον.

Ἀναγυρουντόθεν: Δῆμός τις Ἀττικῆς, ἀπὸ Ἀναγύρου ἥρωος.

παρὰ τὴν παροιμίαν, κινήσω τὸν ἀνάγυρον. ἔστι δὲ πόα δυσώδης.

ἀντὶ τοῦ μεγάλου.

δεῖ: Ἀντὶ τοῦ δέει.

ὀλίγου γʼ: Ἀντὶ τοῦ πρὸς βραχὺν χρόνον.

σφριγᾷ: Εὐσθενεῖ, εὐσωματεῖ.

εἰς ἐκεῖνο τείνει ὅτι εὐημέρουν τότε οἱ Λάκωνες. ναὶ σιώ: Τοὺς Διοσκόρους λέγει. Λακωνικῶς δὲ φθέγγεται, ὡς αἱ Ἀττικαὶ νὴ τὼ θεὼ, ἤτοι τὴν Κόρην καὶ τὴν Δήμητρα.

γυμνάδδομαι: Ἐν γὰρ τῷ γυμνάζεσθαι πηδᾶν εἰώθασι, καὶ οἱ πόδες ἅπτονται τῆς πυγῆς τοῦ πηδῶντος.

ὡς δὲ καλόν: Ὡς ἐκείνης ἁψαμένης αὐτῆς. τὰ γὰρ ἱερεῖα μέλλοντες θύειν ψηλαφῶσιν, εἰ λιπαρά ἐστι.

ψηλαφᾶτε

ποθʼ ὑμέ: Ἀντὶ τοῦ πρὸς ὑμᾶς.

καλόν γʼ ἔχουσα τὸ πεδίον: Λέγεται γὰρ ἡ Βοιωτία εὐπεδιὰς εἶναι.

κομψότατα: Κομψῶς ἔχουσα τὸ αἰδοῖον. ἁπτομένη δὲ αὐτοῦ τοῦτό φησι. βληχώ γε: Τὴν λεγομένην βλήχωνα. παίζει δὲ εἰς τὸ γυναικεῖον αἰδοῖον αἰνιττομένη. Ἀττικοὶ δὲ διὰ τοῦ β λέγουσι τὴν βληχώ.

χαΐα: Ἀντὶ τοῦ ἀγαθὴ μὲν, Κορινθία δέ. παίζει δὲ παρὰ τὸ κεχηνέναι.

Κορινθία: Πόρνη, διὰ τὴν Λαΐδα. ἀγαθὴ μὲν, οὐ σώφρων δὲ, ἐπεὶ ἡ Κόρινθος πληθύει ταῖς πόρναις.

τἀντευθενί: ἁπτομένη τῶν δύο φύσεων ταῦτά φησι.

ξυναλίαξε: Συνήθροισε.

μυσιδδέτω: Λεγέτω, τί θέλει ἡμᾶς.

εὖ γὰρ οἶδʼ: Ὅτι διὰ τὸν πόλεμον οὐδεὶς πάρεστι.

φυλάττων Εὐκράτην: Στρατηγὸς Ἀθηναίων ὁ Εὐκράτης, κωμῳδεῖται δὲ ὡς δωροδόκος καὶ προδότης καὶ ξένος.

ἐκ τᾶς ταγᾶς: Ἐκ τῆς τάξεως.

πορπακισάμενος: Οἷον περονησάμενος. ἀντὶ τοῦ ἀπολαβὼν τὴν ἀσπίδα ἅμα τῷ παρεῖναι ἄπεισιν.

ἀλλʼ οὐδὲ μοιχοῦ: Σκώπτει δὲ συνεχῶς Μιλησίους καὶ κωμῳδεῖ ὡς μοιχοὺς, ἐπειδὴ ἀπέστησαν τῶν Ἀθηναίων, καὶ πολλοὶ ἄλλοι τῶν νησιωτῶν. φεψάλυξ: Οἷον ζωπύρημα καὶ σπινθήρ.

ὄλισβον: Αἰδοῖον δερμάτινον. καὶ τοῦτο εἰς τὰς Μιλησίας. παίζει δὲ ὡς τοῖς ὀλίσβοις χρωμέναις.

σκυτίνη ἐπικουρία: Παρὰ τὴν παροιμίαν, συκίνη ἐπικουρία, ἐπὶ τῶν ἀσθενῶν. ὁ δὲ εἰς τὴν σκυτίνην μετέβαλε. σκύτινοι γὰρ οἱ ὄλισβοι. εἰσὶ δὲ δερμάτινα αἰδοῖα, οἷς χρῶνται αἱ χῆραι γυναῖκες.

τοὔγκυκλον: Τὸ περιβόλαιον, ἢ τὸ ζωνάριον.

ἐκπιεῖν: Παρʼ ὑπόνοιαν. δέον εἰπεῖν μάχεσθαι, ἐκπιεῖν εἶπε.

ψῆττα: Ὄρνεόν ἐστι τετμημένον κατὰ τὸ μέσον, ὡς οἱ σφῆκες. λέγει οὖν ὅτι κἂν συμβῇ τέμνεσθαι τὸ ἥμισύ μου, βούλομαι.

Ταΰγετον: Ὄρος Λακωνικῆς τὸ Ταΰγετον.

ἔλσοιμʼ: Τὸ σ ἀντὶ τοῦ θ· ἔλθοιμι. ὡς δυσχεροῦς ὄντος τοῦ τόπου.

τί μοι μεταστρέφεσθε: Ὡς ἀηδισθεισῶν αὐτῶν καὶ μεταστραφεισῶν ἐπὶ τῷ λόγῳ.

τί μοι μυᾶτε: Ὥσπερ μύες καταδύεσθε, καὶ σκαρδαμύττετε, ἢ μύλλετε, ἢ μυκτηρίζετε. μυᾶν γὰρ τὸ τὰ χείλη πρὸς ἄλληλα συνάγειν.

παρατεμεῖν θʼ ἥμισυ: Πρὸς τὸ παρʼ αὐτῆς εἰρημένον.

ἀλλʼ ἄλλʼ ὅτι βούλει: Ἄλλο κέλευε, μὴ μέντοι δίχα συνουσίας ἡμᾶς εἶναι.

οὐδὲν γὰρ οἷον: Ἀντὶ τοῦ κωλῦον. οὕτως Ἀττικοί.

οὐκ ἐτὸς ἀφʼ ἡμῶν εἰσίν: Ἀντὶ τοῦ οὐ ματαίως, ἀλλὰ δικαίως. εἰς τὴν Σοφοκλέους δὲ Τυρὼ ταῦτα συντείνει ἐκθεῖσαν τὰ τέκνα εἰς σκάφη.

οὐδὲν γὰρ ἐσμὲν πλὴν Ποσειδῶν: Ἀντὶ τοῦ πλὴν τῷ βουλομένῳ μίγνυσθαι. ὁ γὰρ Ποσειδῶν κατά τινας λαβὼν εἰς σκάφος Μελανίππην συνῆλθεν. ἔστι δὲ καὶ παροιμία ἐπὶ τῶν κυλινδομένων τῷ αὐτῷ πράγματι, ἄλλο δὲ μηδὲν νοεῖν ἀνεχομένων. ὁ δὲ νοῦς· οὐδὲν ἐσμὲν, εἰ μὴ συνουσιάζειν καὶ τίκτειν. ὁ γὰρ Ποσειδῶν ἐμίγη τῇ Τυροῖ καὶ ἐγέννησε Νηλέα καὶ Πελίαν.

σὺ γὰρ ἐὰν γένῃ: Τῇ Λαμπιτοῖ λέγει.

γυναῖκας ὑπνῶν: Κοιμᾶσθαι. Ἀττικὸν τὸ ὑπνῶν. τὸ γὰρ κοινὸν ὑπνοῦν.

μόνη τούτων γυνή: Μόνη γυνὴ δυναμένη μηχανὴν εὑρεῖν.

εἰ δʼ ὡς μάλιστʼ ἀπεχοίμεθα: Εἰ δʼ ἀπεχοίμεθα τοῦ πέους, διὰ τοῦτο εἰρήνη γενήσεται; —τὸ ἀπέχεσθαι τῆς τῶν ἀνδρῶν συνουσίας.

νὴ τὼ θεώ: Τὴν Κόρην καὶ Δήμητρα λέγει, ὡς Ἀττική.

ἐντετριμμέναι: Καλλωπισθεῖσαι, τὰς ὄψεις τριβεῖσαι.

τοῖς ἀμοργίνοις: Οἱ μὲν χρώματος εἶδος τὴν ἀμόργην, οἱ δὲ ἀπὸ νήσου Ἀμοργοῦ τοὺς Ἀμοργίνους χιτῶνας, ὡς τὰ Θηραῖα ἀπὸ Θήρας νήσου.

δέλτα: Ἀντὶ τοῦ τὸ αἰδοῖον τὸ γυναικεῖον. τοιοῦτον γὰρ τὸ σχῆμα.

πλεκοῦν: Συνουσιάζειν, παρὰ τὸ πλέκεσθαι.

ὅγʼ ὦν Μενέλαος: Ἡ ἱστορία παρὰ Ἰβύκῳ. τὰ δὲ αὐτὰ καὶ Λέσχης ὁ Πυρραῖος ἐν τῇ μικρᾷ Ἰλιάδι. καὶ Εὐριπίδης «ἀλλʼ ὡς ἐσεῖδες μαστὸν ἐκβαλὼν ξίφος, φίλημʼ ἐδέξω.» μᾶλα πᾶ: Τοὺς μαστοὺς μῆλα φησίν.

ἢν ἀφίωσʼ: Ἐὰν παρίδωσιν οἱ ἄνδρες.

τὸ τοῦ Φερεκράτους: Ἐὰν ἡμᾶς παρίδωσιν οἱ ἄνδρες, τότε πάλιν ἐξέσται ὀλίσβοις χρήσασθαι, καὶ ἀποδέρειν τὰ ἀποδεδαρμένα σκύτη. Φερεκράτης ἐν δράματι εἶπε τοῦτο, ἔνθεν τάσσεται ἡ παροιμία ἐπὶ τῶν ἄλλο πασχόντων αὖθις ἐφʼ οἷς πεπόνθασιν. κύνα δέρειν: Σχῆμά ἐστιν ἀκόλαστον εἰς τὸ αἰδοῖον. ἐν δὲ τοῖς σωζομένοις Φερεκράτους τοῦ κωμικοῦ τοῦτο οὐχ εὑρίσκεται.

τὰ μεμιμημένα: Ἐπεὶ τῷ ὀλίσβῳ χρῶνται ἀντὶ τοῦ αἰδοίου. φλυαρία φησὶ τὰ ἀπὸ τῶν ἄλλων. λέγει δὲ τὰ εἰρημένα Φερεκράτους.

εἰς τὸ δωμάτιον: Εἰς τὸ κοιτώνιον.

παρέχειν χρή: Συνουσιάζειν δηλονότι, τουτέστιν οὐκ ἐκ προαιρέσεως, ἀλλʼ ἄνευ ἡδονῆς.

ἀπεροῦσιν: Ἀπαγορεύσουσιν καὶ παύσονται τοῦ πολέμου.

ξυμφέρῃ: Ἀντὶ τοῦ ἁρμόζηται.

Ἀσαναίων: Ἀθηναίων. ῥυχάχετον: Τὸν θόρυβον καὶ συρφετόν.

μὴ πλαδδιῆν: Μὴ παραφρονεῖν. μὴ πολεμεῖν, μὴ πλησιάζειν.

οὐχ ἇς σποδᾶς: Οὐκ ἂν ἄγοιεν εἰρήνην οἱ Ἀθηναῖοι, ἕως ἂν θαλασσοκρατῶσιν καὶ τὸ ἀργύριον τὸ ἄβυσσον ᾖ παρὰ τῇ θεῷ ἐν τῇ ἀκροπόλει. καὶ γὰρ ἀληθῶς ἀπέκειτο χίλια τάλαντα. ἤρξαντο οὖν κινεῖν αὐτὰ ἐπὶ Καλλίου ἄρχοντος, ἐφʼ οὗ εἰσήχθη τὸ δρᾶμα, ὥς φησι Φιλόχορος ἐν Ἀτθίδι. σποδᾶς: Ἀντὶ τοῦ σπουδῆς.

ἀλλʼ ἔστι καὶ τοῦτʼ εὖ παρεσκευασμένον: Τὸ λαβεῖν τὸ ἀργύριον ἀπὸ τοῦ ἱεροῦ τῆς θεοῦ.

θύειν δοκούσαις: Προσποιουμέναις θύειν.

πάντα γʼ ἔχοι: Πάντα δʼ ἔχοι καλῶς. καὶ τάδε γὰρ ἃ λέγεις καλῶς ἔχει.

ὡς ὀμιώμεθα: Ἀντὶ τοῦ ὅπως ὀμόσωμεν.

Σκύθαινα: Τὴν ὑπηρέτιν λέγει. Σκύθας γὰρ καὶ τοξότας ἐκάλουν τοὺς δημοσίους ὑπηρέτας ἀπὸ τῆς ἀρχαίας χρήσεως.

ὥσπερ φασὶν Αἰσχύλος ποτέ: Παρὰ τὰ ἐν Αἰσχύλῳ ἐν Ἕπτʼ ἐπὶ Θήβαιςἄνδρες γὰρ ἑπτὰ θούριοι λοχαγέται ταυροσφαγοῦντες εἰς μελάνδετον σάκος.

μηλοσφαγούσας: Ἀντὶ τοῦ ταυροσφαγούσας μηλοσφαγούσας εἶπεν. εἰ μὴ ἄρα μῆλα πάντα τὰ τετράποδα.

εἰ λευκόν ποθεν ἵππον: Πρὸς τὸ αἰδοῖον παίζει τὸ λευκὸν ἵππον. λευκὸν μὲν, ὅτι φάλης τὸ αἰδοῖον λέγεται, φάλιον δὲ τὸ λευκόν· ἵππον δὲ, ἐπεὶ καὶ κέλης λέγεται. ἢ παίζει κατὰ τὸν τύπον τῶν Ἀμαζόνων. γυναῖκες γὰρ οὖσαι λευκοὺς ἵππους ἔθυον.

κύλικα μεγάλην ὑπτίαν: Παίζει, ἐπεὶ καὶ ἡ ἀσπὶς ὑπτία τίθεται.

Θάσιον οἴνου σταμνίον: Ἐπιεικῶς λέγουσιν οἱ Ἀττικοὶ τὰ Θάσια κεράμια σταμνία.

μὴ ʼπιχεῖν ὕδωρ: Δέον εἰπεῖν, μὴ λύειν τὴν εἰρήνην, εἶπε μὴ ἐπιχεῖν ὕδωρ, ἀλλʼ ἄκρατον πιεῖν, εἰς μέθην κωμῳδῶν τὰς γυναῖκας.

κεραμέων ὅσος: Ὡς μεγάλης οὔσης τῆς κύλικος παίζει.

τοῦ κάπρου: Ἀντὶ τοῦ αἰδοίου. ἐπειδὴ οἱ ὀμνύοντες εἰώθασιν ἐφάπτεσθαι τοῦ ἱερείου.

κἀποπυττίζει: Ἀπορρεῖ. ταῦτα δὲ λέγει μιμουμένη τοὺς θυοσκόους. τουτέστι τοὺς ἱερεῖς. ταῦτα γὰρ ἐπέλεγον τοῖς θύμασιν εὐφημίας χάριν.

ἡδὺ προσόζει.

μὰ τὴν Ἀφροδίτην: Ἐπεὶ ἡ ὀμνύουσα πρώτη ἔμελλε καὶ πρώτη πιεῖν, τοῦτό φησιν, ὅτι κλήρῳ πᾶσαι ἔλαχον, ἐμπεδώσατε. ἀσφαλίσατε.

ὑπολύεταί μου τὰ γόνατα: Εἰρηκυῖα τὸν ἕνα στίχον ..... μνησθεῖσα ὅτι χωρίζεται τοῦ ἀνδρὸς, λέγει τὸ ὑπολύεταί μου τὰ γόνατα, ταῦτα φησὶν μία ὀμνύουσα, τῆς Λυσιστράτης προβαλλομένης τὸν ὅρκον.

ἀταυρώτη διάξω: Οἷον ἁγνὴ καὶ ἄμικτος. ταῦρον γὰρ τὸ αἰδοῖον λέγουσιν. ἄζευκτος γάμου καὶ ἀζυγής. καὶ βοῶπις ἡ Ἥρα καὶ Ζυγία καὶ Γαμηλία. ἐπεὶ οἱ ταῦροι κατωφερεῖς.

ἐπιτυφῇ: Ἐπικαυθῇ καὶ πυρωθῇ ἐπʼ ἐμοί.

κακῶς παρέξω: Συνουσιάσαι αὐτῷ δηλονότι, καὶ οὐ συντερφθήσομαι.

τὰ Περσικά: Εἶδος ὑποδήματος. ἐκ δὲ τούτου τοὺς πόδας οὐκ ἀνατενῶ, ἐν τῇ στέγῃ συνουσιάζουσα.

οὐ στήσομαι λέαινα: Ἀντὶ τοῦ ὡς λέαινα. σχῆμα δέ ἐστιν ἀκόλαστον καὶ ἑταιρικόν. τυρόκνηστις δὲ ἡ μάχαιρα. ἐπὶ δὲ ταῖς λαβαῖς τῶν μαχαιρῶν ἐλεφάντινοι λέοντες γλύφονται ὀκλάζοντες, ὅπως μὴ ἀποθραύοιντο αὐτῶν οἱ πόδες, εἰ ὀρθοὶ ἑστῶτες γλύφοιντο. λέγει οὖν, ὅτι οὐκ ἐπὶ ἀνδρὶ στήσομαι πορνεύουσα, ὡς λέαινα ἐπὶ τυροκνήστιδος.

ἀντὶ τοῦ ἀσφαλῆ φυλάττουσα.

ἐρωτηματικῶς λέγει.

καθαγίσω: Οἷον καύσω, καθιερώσω. τὸ μέρος, ὦ φίλη: Καταλείψομαι μέρος, ὅπως ἡ φιλία ἐντεῦθεν ἄρξηται.

τίς ἁ ὀλολυγά: Ὀλολυξασῶν τῶν ἐν ἀκροπόλει γυναικῶν τοῦτο λέγει.

τασδὶ δʼ ὁμήρους: Τὰ ἐν συνθέσει διδόμενα ἐνέχυρα ὁμήρους ἐκάλουν. τασδί: Τὰς θεραπαίνας φησί.

τῇ ἀκροπόλει φησί.

συνεμβάλωμεν: Συνέλθωμεν αὐταῖς, ὥστε τοὺς μοχλοὺς τοῦ ναοῦ βαλεῖν.

ἀντὶ τοῦ καθʼ ἡμῶν.

ὡς ἀνοῖξαι τὰς πύλας: Ἐπὶ τῷ ποιῆσαι εἰρήνην.

ἀντὶ τοῦ μάτην.

ἄμαχοι: Ἀκαταμάχητοι καὶ δειναί. χορὸς ἀνδρῶν γερόντων: Ἢ Στρυμόδωρος.

ἔχειν βρέτας: Κατέχειν τὸ ἅγιον βρέτας τῆς Ἀθηνᾶς.

λαβεῖν: Ἀντὶ τοῦ καταλαβεῖν.

πακτοῦν: Κλείειν, ἀσφαλίζεσθαι.

Φιλοῦργε: Ἐὰν ᾖ Φιλοῦργε ὡς πανοῦργε, ὄνομα κύριον· ἐὰν δὲ ὀξυτόνως, ἐπίθετον.

τὰ στελέχη τῶν ξύλων.

ἐνεστήσαντο: Ἔκριναν ποιῆσαι,

σωρεύσαντες.

ὑπὸ ψήφου μιᾶς: Ἀπὸ μιᾶς γνώμης καὶ κρίσεως. τὴν Λύκωνος: Τὴν Ῥοδίαν λέγει οὕτω καλουμένην, τὴν Αὐτολύκου μὲν μητέρα, γυναῖκα δὲ Λύκωνος, ἐπʼ αἰσχροῖς κωμῳδουμένην. Εὔπολις Πόλεσιν «ὥσπερ ἐπὶ τὴν Λύκωνος ἔρρει πᾶς ἀνήρ.»

ἐγχανοῦνται: Ἐπεγγελάσουσι.

Κλεομένης: Λακεδαιμόνιος ὢν στρατηγὸς, ἐπιστρατεύσας τῇ Ἀττικῇ μετά τινων Ἀθηναίων ἐπὶ τυραννίδι, τὴν ἀκρόπολιν κατέσχε, πολιορκηθεὶς δὲ ὑπὸ τῶν Ἀθηναίων καὶ ἀφεθεὶς ὑπόσπονδος, ἀπιὼν οἴκαδε πάλιν Ἐλευσῖνα κατέσχε. τῶν δὲ μετὰ Κλεομένους Ἐλευσῖνα κατασχόντων Ἀθηναῖοι τὰς οἰκίας κατέσκαψαν καὶ τὰς οὐσίας ἐδήμευσαν, αὐτῶν δὲ θάνατον ἐψηφίσαντο. καὶ ἀναγράψαντες εἰς στήλην χαλκῆν ἔστησαν ἐν πόλει παρὰ τὸν ἀρχαῖον νεών.

ἀψάλακτος: Ἀπαθὴς, ἀτιμώρητος,

Λακωνικὸν πνέων: Ἰσχυρόν, ἢ τὰ Λακώνων φρονῶν.

παραδοὺς ἐμοί: Τῷ δήμῳ τὰ ὅπλα παραδούς.

ἀπαράτιλτος: Ἀντὶ τοῦ δασὺς καὶ ἄκοσμος τὰς τρίχας.

ἐφʼ ἑπτακαίδεκʼ ἀσπίδας: Ὅτι τὰς τάξεις ἀσπίδας ἔλεγον, καὶ αὐτὸς πάλιν Ἀριστοφάνης ἐν Βαβυλωνίοις ἵστασθʼ ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας. ἐπὶ τάξεσιν ἑπτακαίδεκα καθεύδων, ὥστε τὸ βάθος τῆς φρουρᾶς ἑπτακαίδεκα κατέχειν ἀσπίδας.

τασδὶ δὲ τὰς Εὐριπίδῃ: Τὰς γυναῖκας. μισογύνης γὰρ ὁ Εὐριπίδης καὶ πολλὰ κατʼ αὐτῶν λέγων.

τολμήματος: Ἐκείνου περιεγενόμην, τῶν δὲ γυναικῶν τοῦ τολμήματος οὐ περιγένωμαι;

μή νυν: Ἀντὶ τοῦ μὴ δή. τρόπαιον δὲ τὸ ἐν Μαραθῶνι τὸ κατὰ Περσῶν. ἡ γὰρ Μαραθὼν τῆς Τετραπόλεως μέρος. τὰ δὲ λοιπὰ Οἰνόη, Προβάλινθος, Τρικόρυθος.

ἀλλʼ αὐτὸ γάρ μοι τῆς ὁδοῦ: Ἀντὶ τοῦ πλησίον γεγόναμεν τῆς ἀκροπόλεως. καὶ οὗτός ἐστιν ὁ μεταξὺ ὀλίγος τόπος ὁ λειπόμενος.

τὸ σιμὸν, οἷ σπουδὴν ἔχω: Τὸ πρὸς τὴν ἀκρόπολιν. τὸ σιμὸν ὄνομα χωρίου περὶ τὴν ἀκρόπολιν. τὸ σιμόν ἀντὶ τοῦ πρόσαντες. ἢ ὄνομα χωρίου. καὶ ἐν Βαβυλωνίοις «μέσην ἔρειδε πρὸς τὸ σιμόν.» καὶ Πλάτων ἐν Νίκαις τουτὶ προσαναβῆναι τὸ σιμὸν δεῖ.

ἐξαμπρεύσομεν: Τὸ τῷ ἕλκοντι ζεύγει βοηθεῖν ἀμπρεύειν λέγεται. καὶ ἄμπρον τὸ διῆκον σχοινίον. ἐξαμπρεύσομεν: Ἕλξομεν τὸ ξύλον τοῦτο ἄνευ ὄνου.

ἐξιπώκατον: Θλίβουσιν, ἢ ἐθλίψατον. τὼ ξύλω δυϊκῶς.

φυσητέον: Ἐν χύτρᾳ πῦρ εἶχον διʼ ἀνθράκων.

μή μʼ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ: Μὴ μετὰ τὸ διελθεῖν τὴν ὁδὸν σβεσθῇ. φῦ φῦ: Φυσᾷ τῷ στόματι. τοῦτο δὲ παρεπιγραφή.

τὼ ʼφθαλμὼ δάκνει: Δάκνει μου τοὺς ὀφθαλμοὺς ὥσπερ κύων. παρὰ τὰς λήμας δὲ τὸ Λήμνιον πέπαιχεν. ἔστι δὲ παρὰ τὴν παροιμίαν, Λήμνιον κακὸν, παρὰ τὰς Λημνιάδας γυναῖκας.

Λήμνιον τὸ πῦρ: Ἀντὶ τοῦ πάνυ γενναῖον. ἢ ἀπὸ τῶν Λημνίων γυναικῶν, πορνῶν οὐσῶν. ἢ ἀπὸ τῶν καμίνων τοῦ Ἡφαίστου.

πάσῃ μηχανῇ: Ἀντὶ τοῦ κατὰ πάντα τρόπον.

ἔβρυκε τὰς λήμας: Λήμας νῦν τοὺς ὀφθαλμούς. ἔστι δὲ κυρίως ἡ τῶν ὀφθαλμῶν ἀκαθαρσία.

σπεῦδε πρόσθεν ἐς πόλιν: Ὡς πρός τινα λέγει.

φῦ φῦ: Φυσᾷ πάλιν.

εἰ τὼ μὲν ξύλω: Δυϊκῶς πάλιν τὼ ξύλω. λέγει δὲ ἃ ἐβάσταζε ξύλα.

τὸν φανὸν ἐγκαταθέντες: Φανὸν μὲν πᾶν τὸ φαῖνον ἐκάλουν. ἐκ δὲ τῶν ἀμπελίνων τὰς λαμπάδας κατεσκεύαζον εἰς ἔξαψιν, ὡς καὶ ἐν Λημνίαις φησί.

κριηδόν: Δίκην κριοῦ. κριὸς γὰρ χαλκοῦν μηχάνημα, ὃ τοῖς τείχεσι προσφέρουσιν οἱ βάρβαροι.

φεῦ τοῦ καπνοῦ: Ὑπὸ τοῦ καπνοῦ ἀδικούμενος τοῦτό φησι.

τῶν ἐν Σάμῳ στρατηγῶν: Δίδυμος καὶ Κρατερός φασι ταῦτα αἰνίττεσθαι εἰς Φρύνιχον τὸν Στρατωνίδου. ἐκακοηθεύσατο γὰρ πρὸς τὸν δῆμον ἐν Σάμῳ στρατηγῶν· ὥστε ἐψηφίσατο κατʼ αὐτοῦ ὁ δῆμος δημόσια εἶναι τὰ Φρυνίχου χρήματα καὶ τῆς θεοῦ τὸ δέκατον μέρος, καὶ τὴν οἰκίαν κατεσκάφθαι αὐτοῦ. καὶ ἄλλα πολλὰ κατʼ αὐτοῦ ἔγραψεν ἐν στήλῃ χαλκῆ. καὶ ἐν Βατράχοιςκεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν. Ἄλλως. οἱ ἐν Σάμῳ στρατηγοῦντες ἐδυστύχησαν πάνυ. λέγει οὖν, τίς ἐκείνων συλλάβοιτο τοῦ ξύλου, ἵνα πλέον δυστυχήσῃ.

ταυτὶ μὲν ἤδη τὴν ῥάχιν: Ὡς ἀποθέμενος λέγει τὰ ξύλα.

ξυγγενοῦ: Σύνελθε. ἐν πόλει: Ἐν τῇ ἀκροπόλει.

θέσθαι τρόπαιον ἡμᾶς: Κατὰ τῶν γυναικῶν.

ὥσπερ πυρὸς καομένου: Γυναῖκές τινες ὑδροφοροῦσαι παρακελεύονται ἀλλήλαις. αἱ δὲ λοιπαί εἰσιν ἐν τῇ ἀκροπόλει.

πέτου πέτου: Νῦν ἐστιν ἡμιχόριον τὸ λέγον ἐκ γυναικῶν εἰσερχομένων ἄνωθεν, ἵνα καὶ τὸ ὕδωρ αὐτῶν καταχέωσιν ἄνωθεν. τὸ δὲ ἄλλο ἡμιχόριον ἐξ ἀνδρῶν κάτωθεν ἐπερχομένων ταῖς ἐν τῇ ἀκροπόλει εἰς πολιορκίαν. πέτου, πέτου Νικοδίκη: Ὀνόματα γυναικῶν τῶν ἐν τῇ ἀκροπόλει.

λείπει πυρί.

μῶν ὑστερόπους: Μὴ ὕστερον τοῦ καιροῦ ἦλθον εἰς τὸ βοηθῆσαι.

νῦν: Ἀρτίως. κνεφαία: Ὀρθρία. ἢ ἀόρατος. ἢ ἑσπερία. ὑδρίαν.

καὶ πατάγου χυτρείου: Ἀντὶ τοῦ κεραμέου. ἐκ μέρους τὸ πᾶν. οὐ γὰρ χύτραις βάπτουσι. συντρίβεται δὲ τὰ κεράμια παρὰ ταῖς κρήναις.

ὠστιζομένη: Ὠθουμένη, στενοχωρουμένη. στιγματίαις δὲ δούλαις. ἀπὸ τοῦ στίζεσθαι.

ἀραμένη: Ἐπάρασα τὴν ὑδρίαν.

τυφογέροντας: Τετυφωμένους γέροντας.

ἔρρειν: Ἐπέρχεσθαι. στελέχη: Ξύλα.

ὥσπερ βαλανεύσοντας: Ὥσπερ βαλανεῖον ὑποκαύσοντας.

ἐς πόλιν: Εἰς τὴν ἀκρόπολιν. ἐς τριτάλαντον βάρος: Ὡς τριῶν ταλάντων βάρος.

ἃς ὦ θεά: Πρὸς τὴν Ἀθηνᾶν εὔχεται.

Ἑλλάδα καὶ πολίτας: Ἀπὸ κοινοῦ τὸ ἴδοιμι.

πολιοῦχε, σὰς ἔσχον ἕδρας: Τὸν ναόν σου κατέλαβον.

φέρειν ὕδωρ μεθʼ ἡμῶν: Ἀντὶ τοῦ ἐπικουρεῖν ἡμῖν καὶ συσβεννύειν.

μοχθηροί.

μάχεται.

τί βδύλλεθʼ ἡμᾶς: Τί εὐτελίζετε. ἢ φοβεῖσθε καὶ τρέμετε.

περικατάξαι αὐταῖς τὸ ξύλον.

εἰ νὴ Δία τὰς γνάθους: Εἴ τις ἠπείλησε τύπτειν καθάπερ Ἱππῶναξ τὸν Βούπαλον.

ἐκκοκκιῶ: Οἷον αἱματώσω, ἐκβαλῶ. ἡ μεταφορὰ ἀπὸ τῶν ῥοιῶν. —ὡς πρὸς τὰς γραίας ὁ τῶν γερόντων χορός.

Στρατύλλιδος: Ἀντὶ ἐμοῦ.

βρύκουσα: Ἐσθίουσα, δάκνουσα. —ἐξαμήσω: οἷον ἐξανύσω, ἐξοίσω.

οὐκ ἔστʼ ἀνὴρ Εὐριπίδου: Ὅτι κατὰ γυναικῶν εἶπε. φησὶ γὰρ κακῶν δὲ πάντων τέκτονες σοφώταται.

αἰρώμεθʼ ἡμεῖς θοὔδατος τὴν κάλπιν: Ἵνα σβέσωμεν τὸ πῦρ.

ὦ τύμβε: Ὡς πρὸς γέροντα εἶπεν. ἀντὶ τοῦ ὦ ταφῆναι ἄξιε.

οὐκ οἶδά σʼ εἰ τῇδʼ ὡς ἔχω: Οὐκ οἶδα ἐγὼ εἰ ταύτῃ σε τῇ λαμπάδι ὀπτήσω. κυρίως δὲ σταθεύειν τὸ μὴ λίαν κατοπτᾶν, ἀλλὰ τῷ πυρὶ ἡσύχως χλιαίνειν τὸ κρέας. καὶ ἐν Ἀχαρνεῦσι «τὰς σηπίας σταθεύσω.» τὸ γὰρ μικρὸν οὖν καίειν σταθεύειν λέγεται.

ῥύμμα: Τὸ παρʼ ἡμῖν σμῆγμα, ἢ νίτρον. ἢ ῥύμμα, ἀντὶ τοῦ ῥύπον.

καὶ ταῦτα νυμφικόν: Περὶ γαμηλίων λουτρῶν Μένανδρος ἐν Κρητί φησι καὶ ἐν Ὑποβολιμαίῳ. ἐκ δὲ τοῦ ἐναντίου εἰς γέροντα εἶπε νυμφικόν.

ἤκουσας αὐτῆς τοῦ θράσους: Πρὸς ἑταῖρον αὐτοῦ.

ἡλιάξεις: Δικάσεις. καὶ Ὅμηρος «νῦν ὕστατα λωβήσαιο.» φονεύσω γάρ σε.

σὸν ἔργον ὦ ʼχελῶε: Τὸ ὕδωρ ἅμα καταχέουσι. ταῖς κάλπισι δὲ παρακελεύονται.

μῶν θερμὸν ἦν: Ἡ ἐπιχέουσα αὐτοῦ τὸ ὕδωρ λέγει.

ἄρδω σʼ ὅπως: Ποτίζω σε, ἵνα νεάσῃς, ἐπεὶ γέρων ἦν. τὸ γὰρ ὕδωρ αὔξει τὰ φυτά.

ἀλλʼ αὖός εἰμι: Ἐπὶ τοῦ ὕδατος δηλονότι τρέμει ὁ γέρων.

συγχλιανεῖς: Θερμανεῖς.

ἐξέλαμψεν: Ἐφανερώθη ἡ ἀταξία καὶ ἡ κακία τῶν γυναικῶν. προβούλευμα δὲ τάγμα ἐν Ἀθήναις. εἷς οὖν αὐτῶν ἔρχεται.

χὠ τυμπανισμός: Ὃ βούλεται δηλῶσαι, τοῦτό ἐστιν, ὅτι οὗτός ἐστιν ὁ τυμπανισμὸς καὶ ὁ Ἀδωνισμὸς, οὗ ἤκουον ἐν τῇ ἐκκλησίᾳ. τοῦτο δὲ ἔλεγεν ἐν τῇ ἐκκλησίᾳ ὁ Δημόστρατος, πλεῖν εἰς Σικελίαν. ἐν δὲ τῷ αὐτὸν λέγειν γυνή τις τὸν Ἄδωνιν ὀρχουμένη αἶ αἶ φησὶν ὑμνοῦσα. αὐτῆς δὲ ὀρχουμένης ὁ Δημόστρατος, ἔτι ἐν τῇ ἐκκλησίᾳ ὑπάρχων, ἔλεγε καταλέγειν Ζακυνθίων ὁπλίτας. πάλιν δὲ ἡ γυνὴ ἐν γειτόνων ἐπὶ τοῦ τέγους πεπτωκυῖα, ἔλεγε κόπτεσθαι τὸν Ἄδωνιν. ὁ δὲ Δημόστρατος ἐβιάζετο ἐξ αὐτῶν θρυλουσῶν καὶ μὴ ἐωσῶν αὐτὸν δημηγορεῖν. Σαβάζιοι: Οἱ ὀργιασμοὶ τοῦ Σαβαζίου, ὃν οἱ μὲν τὸν αὐτὸν τῷ Διονύσῳ ὑπειλήφασι· τυχεῖν δὲ τῆς προσηγορίας ταύτης διὰ τὸν γινόμενον περὶ αὐτὸν εὐασμόν. τὸ γὰρ εὐάζειν οἱ βάρβαροι σαβάζειν ἔλεγον. ὅτι δὲ εἷς ἐστιν ὁ θεὸς Σαβάζιος καὶ Διόνυσος πολλοὶ μαρτυροῦσι κωμικοί.

ὅ τʼ Ἀδωνιασμός: Ἑορτὴν γὰρ ἐπετέλουν τῷ Ἀδώνιδι αἱ γυναῖκες καὶ κήπους τινὰς εἰς τὰ δώματα ἀνέφερον. τινὲς δὲ ἐκ τούτου τὸ δρᾶμα Ἀδωνιαζούσας ἐπιγράφουσιν οὐ καλῶς. παρὰ πολλοῖς δὲ ὀργιάζονται αἱ γυναῖκες θεοὺς οὐ δημοτελεῖς οὐδὲ τεταγμένους.

πλεῖν εἰς Σικελίαν: Ὡς Σικελίας πολεμούσης αὐτοῖς. ἡ γυνὴ: Ἡ ἐν γειτόνων.

Ζακυνθίων: Ἔθνος περὶ τὴν Κεφαληνίαν, σύμμαχον Ἀθηναίων.

ἡ δʼ ὑποπεπτωκυῖα: Ὁ μὲν κατέλεγεν στρατιώτας εἰς πόλεμον, ὁ δὲ ἐπόρνευε.

ὁ δʼ ἐβιάζετο: Ὑπὸ τῶν γυναικῶν ἐξηνάγκαζε τὴν φωνὴν αὐτοῦ, ὥστε ἐξακουσθῆναι ἐν τῇ ἐκκλησίᾳ, τοσούτου ὄντος ψόφου τῶν γυναικῶν ἐν τοῖς δώμασιν.

Χολοζύγης: Δημόστρατος Βουζύγης ἐλέγετο, ὃν Χολοζύγην εἶπε διὰ τὸ μελαγχολᾶν. καὶ Εὔπολις δὲ ἐν Δήμοις ὡς μανιώδη αὐτὸν λέγει τί κέκραγας ὥσπερ Βουζύγης ἀδικούμενος; καὶ ἄλλοι.

ὥσπερ ἐνεουρηκότας: Ἵνα ἀποβάλωνται τὸ ὕδωρ.

τὸν ἁλυκόν: Τὸν θαλάσσιον. τινὲς δὲ ὑπονοοῦσιν ἀπὸ πόλεως Πελοποννησίων Ἀλύκου, ἔνθα τιμᾶται ὁ Ποσειδῶν.

ξυμπονηρευώμεθα: Ὁρῶντες αὐτὰς πονηρὰ πραττούσας ἀνεχόμεθα.

οἳ λέγομεν: Οἵτινες ἡμεῖς. ἐν τῶν δημιουργῶν: Εἰς τὰ τῶν δημιουργῶν.

τὸν ὅρμον ὃν ἐπεσκεύασας: Ἀντὶ τοῦ ὅρμου Ἀττικῶς. ὡς πρός τινα ἀπό τινος.

βάλανος: Ἡ περόνη. ταῦτα δὲ πάντα εἰς τὸ κακέμφατον λαμβάνεται.

πάσῃ τέχνῃ: Παντὶ τρόπῳ.

τὸν βάλανον: δύο ἐννοίας ἔχει, τοῦ αἰδοίου καὶ τοῦ ψελίου.

τὸ δακτυλίδιον πιέζει τὸν ζυγόν: Μέρος τοῦ σανδαλίου. ἀντὶ τοῦ ὑπὸ τοῦ ζυγοῦ ὁ δάκτυλος ἁπαλὸς ὢν πιέζεται θλιβόμενος. νῦν δὲ ἀμφιβόλως εἴρηκεν. ζυγὸς δὲ καλεῖται ὁ περικείμενος τοῖς γυναικείοις σανδαλίοις ἱμὰς κατὰ τοὺς δακτύλους πρὸς τὸ συνέχειν ἐζυγωμένον τὸν πόδα.

χάλασον: Πρὸς τὸ κακέμφατον.

εἰς τοιαυτὶ πράγματα: Εἰς τὰς νῦν ὕβρεις.

ἐκπορίσας: Συλλέξας. πρόβουλοι δὲ πρὸς τοῖσδε ᾑρέθησαν ἄλλοι κʹ, εἰσηγησόμενοι τὰ δοκοῦντα βέλτιστα τῇ πολιτείᾳ μετὰ τὴν ἐν τῇ Σικελίᾳ συμφοράν.

κώπης: Κωπηλάται—δέοντος.

τί κέχηνας ὦ δύστηνε: Πρός τινα λέγει τῶν δημοσίων ὑπηρετῶν.

ἀλλʼ ἢ καπηλεῖον σκοπῶν: Ὡς μεθύσῳ λέγει.

δεῖ: Ἀντὶ τοῦ δῆσον.

οὐ ξυναρπάσῃ μέσην: Ὡς τοῦ δημοσίου φεύγοντος.

νὴ τὴν Πάνδροσον: Θυγατέρες Κέκροπος Πάνδροσος καὶ Ἀγραύλη. ἐκ τῆς Πανδρόσου δὲ καὶ ἡ Ἀθηνᾶ Πάνδροσος καλεῖται. ταύτῃ: Τῇ Λυσιστράτῃ.

νὴ τὴν Φωσφόρον: Τὴν Ἄρτεμιν οὕτως ἐκάλουν, ἐπεὶ δᾳδοῦχος. ἡ αὐτὴ γὰρ τῇ Ἑκάτῃ. —ἢ ἐπεὶ καὶ τῇ σελήνῃ ἡ αὐτή.

κύαθον αἰτήσεις: Ἵνα προσθῇς ταῖς γνάθοις· οὕτως ὑπωπιασθήσῃ ὑφʼ ἡμῶν. γεμίζουσι γὰρ κύαθον θερμοῦ, καὶ προσκολλῶσι τοῖς οἰδήμασι καὶ θεραπεύεται.

νὴ τὴν Ταυροπόλον: Οὕτω τὴν Ἄρτεμιν ἐκάλουν. τὴν δὲ αἰτίαν Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν ἐκτίθεται. ἔστι δʼ ὅτε καὶ τὴν Ἀθηνᾶν οὕτω καλοῦσιν· ὡς Ξενομήδης ἱστορεῖ.

ἐκκοκκιῶ: Ἀνατιλῶ, ἀνασπάσω. ἀπὸ μεταφορᾶς τῶν ῥοιῶν. στενοκωκύτους δὲ ἐφʼ αἷς στενάξεις τιλλόμενος.

ὦ Σκύθαι: Ὦ ὑπηρέται.

ὅτι καὶ παρʼ ἡμῖν εἰσι: Παρὰ ταῖς γυναιξὶν ὑπάρχουσι δʹ λόχοι. τοῦτο δέ φησιν, ὅτι καὶ παρὰ Λακεδαιμονίοις τέσσαρες ὑπάρχουσι λόχοι, οἷς κέχρηται ὁ βασιλεύς. τέτταρες λόχοι: Ἀργότερον τὰ Λακώνων ἔοικεν ἐξειργάσθαι ὁ ποιητής. λόχοι γὰρ οὐκ εἰσὶ τέτταρες ἐν Λακεδαιμονίᾳ, ἀλλὰ εʹ, Ἔδωλος, Σίνις, Ἀρίμας, Πλοὰς, Μεσσοάγης. ὁ δὲ Θουκυδίδης ζʹ φησὶ, χωρὶς τῶν Σκιριτῶν.

λεκιθολαχανοπώλιδες: ᾨὰ γὰρ πωλοῦσι καὶ λάχανα καὶ ὄσπρια.

ὡς ἤδη κειμένων αὐτῶν.

παύσασθʼ, ἐπαναχωρεῖτε: Τοῦτο ὡς τῶν ἀνδρῶν πεφευγότων.

οἴμʼ ὡς κακῶς πέπραγέ μου: Ἀντὶ τοῦ ἡττήθησαν καὶ ἠτύχησαν οἱ σύμμαχοί μου.

ἐάνπερ πλησίον κάπηλος ᾖ: Ἔπαιξε διὰ τὸ φίλοινον, ὅτι πίνουσαι παροινοῦσιν.

κονίας: Νίτρου, ἢ ῥύπου. —μὴ κεκονιμένοις ὥστε λοῦσαι.

κυλοιδιᾶν ἀνάγκη: Τὰ περὶ τὸν ὀφθαλμὸν μέρη κοῖλα οἰδεῖν. καὶ παρὰ Θεοκρίτῳ «δηθὰ κυλοιδιόωντες.» —τὴν ὄψιν οἰδεῖν.

ὥσπερ σφηκιά: Ἀπὸ τῶν μελιττῶν μετενήνοχε. βλίττειν γὰρ κυρίως τὸ ἐκπιέζειν μέλι. βλήττῃ: Κινήσει, ἐρεθίσει.

τοῖσι κνωδάλοις: Τοῖς θηρίοις. κυρίως δὲ τοῖς θαλαττίοις. κνώδαλα γὰρ τὰ ἐν τῇ ἁλὶ κινούμενα. καταχρηστικῶς καὶ Ὅμηρος «κνώδαλον ὅττι δίοιτο.»

ἀκρόπολιν ἱερὸν τέμενος: Ἀπὸ κοινοῦ τὸ κατέλαβον.

ἀλλʼ ἀνερώτα: Ἀναπαιστικὸν τὸ μέτρον.

ἀκωδώνιστον: Ἀπείραστον, ἀβασάνιστον. κωδωνίσαι γὰρ τὸ διαπειραθῆναι. μετῆκται δὲ ἀπὸ τῶν περιπολούντων καὶ κώδωσι διαπειρωμένων εἰ ἐγρηγόρασιν οἱ ἐπὶ ταῖς φυλακαῖς τεταγμένοι. οἱ δὲ ὑπομνηματισταὶ ἀπὸ τῶν ὀρτύγων φασὶ μετῆχθαι τὴν λέξιν. τοὺς γὰρ ὑπομείναντας τὸν ἦχον τοῦ κώδωνος ἐπιτηδείως ἔχειν πρὸς μάχην. ἔνιοι δέ φασι καὶ τοὺς ἵππους κώδωσιν ἐξετάζειν.

τὴν πόλιν: Τὴν ἀκρόπολιν.

καὶ τἄλλα γε: Λείπει διὰ χρήματα.

ἵνα γὰρ Πείσανδρος: Ὁ γὰρ Πείσανδρος ποτὲ προειστήκει τῆς πολιτείας μετὰ Θηραμένους καὶ Φρυνίχου. κωμῳδοῦσι δὲ αὐτὸν καὶ ὡς δωροδόκον, ὡς καὶ ἐν Βαβυλωνίοις Ἀριστοφάνης. ἦν δὲ καὶ δειλός. ἔστι δὲ καὶ ἄλλος Πείσανδρος, ὁ Ὀνοκίνδιος, ὡς Εὔπολις διακρίνει τὴν ὁμωνυμίαν ἐν Μαρικᾷ.

διχῶς, ὑμῖν.

ὡς σωθήσει κἂν μὴ βούλῃ: Τὸ ὡς προσέλαβεν ἀντὶ τοῦ ἀλλὰ μήν. διὸ τὸ χ.

κεἰ μὴ δέομαι: Καὶ εἰ μὴ δέομαι σωθῆναι.

σαυτῇ κρώξαις: Ἀπὸ μεταφορᾶς τῶν ὀρνέων τῶν δυσοιωνίστων.

οὐκ ἠρέσκετέ γʼ ἡμᾶς: Τὸ σχῆμα Ἀττικόν. — ὡς τὸ ἐνοχλῶ.

κακῶς ὑμᾶς βουλευσαμένους: Τὸ ἑξῆς, ἐγινώσκομεν ὑμᾶς κακῶς βουλευσαμένους.

εἶτʼ ἀλγοῦσαι τἄνδοθεν: Τὴν μὲν καρδίαν λυπούμεναι, γελῶσαι δέ.

τί βεβούλευται: Τὸ ἑξῆς, τί βεβούλευται ἐν τῷ δήμῳ.

τί δέ σοι τοῦτʼ ἦδʼ ὃς ἀνήρ: Ἔφη ἀνήρ τις. καὶ ἐπὶ πλήθους τούτῳ ἐχρῶντο καὶ ἐπὶ θηλυκοῦ καὶ ἀρσενικοῦ, ὡς τὸ ὦ τᾶν.

εἰ μὴ τὸν στήμονα: Εἰ μὴ εὑρεθείης, φησὶ, νήθουσα τὸν στήμονα. τὸ δὲ νήσω ἀντὶ τοῦ νήσεις.

πόλεμος δʼ ἄνδρεσσι μελήσει: Παρὰ τὸ Ὁμηρικόν.

οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ: Λείπει ἔφη. οὐκ ἔστι πολέμιος ἐν τῇ χώρᾳ. μὰ Δίʼ οὐ δῆθʼ, ἕτερός τις ἔφη. ἢ οὐκ ἔστιν ἀνὴρ ἐν τῇ Ἀττικῇ λόγου ἄξιος ἡμῖν. Ἄλλως. ἀντὶ τοῦ ἄλλος τις ἔφη, οὐ μὰ τὸν Δία οὐκ ἔστιν ἀνὴρ ἐν τῇ πόλει.

ποῖ γάρ: Ἀντὶ τοῦ πότε γάρ.

καὶ ταῦτα κάλυμμα φορούσῃ: Καλύμματα φοροῦσιν, ἐπειδὴ παρρησίαν οὐκ ἔχουσι καὶ πόλιν φυλάττουσιν. ἀντὶ τοῦ, οὐδὲ τῆς τριχὸς κυριεύουσιν. κάλυμμα: Κόσμιον περὶ τὴν κεφαλήν.

ἀλλʼ εἰ τοῦτʼ ἐμπόδιόν σοι: Εἰς τὸ σιωπῆσαι.

ἐζωσμένος ὡς γυνή.

κυάμους τρώγων: Ἢ δικάζων, ἵνα μὴ κοιμηθῇς. γέρων γὰρ εἶ.

αἴρεσθʼ, ὦ γυναῖκες: Ἀναχωρήσατε ἀπὸ τῶν καλπίδων. ταῦτα λέγουσι διὰ μέσου ἕως τοῦ προσώπου Λυσιστράτης. —εἰσάγει αὐτὰς ὀρχουμένας ἐν τῇ σκηνῇ. παρακελεύονται γὰρ ἀλλήλαις αἱ ὑδροφόροι τῶν καλπίδων ἀναχωρῆσαι, ὅπως ἐν τῷ μέρει ὀρχήσωνται.

οὔτε τὰ γόνατα κόπος: Ἀντὶ τοῦ οὐδὲ τὰ γόνατά μου ἔλαβε καματηρὸς πόνος.

ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι: Πᾶν πρᾶγμα ποιῆσαι πανταχοῦ.

ἀρετὴ φρόνιμος: Ἀντὶ τοῦ φρονίμη.

ἀλλʼ ὦ τηθῶν: Τήθας ἐκάλουν τὰς μάμμας, τηθίδας δὲ τὰς θείας, τὰς πατρὸς ἢ μητρὸς ἀδελφάς. τήθας δὲ καὶ τὰς τροφούς. εἰσὶ δὲ καὶ ὄστρεα θαλάσσια. καὶ Ὅμηρος «πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν.» ἀκαλήφας δὲ λέγουσι μὲν καὶ τὰς θαλασσίας, λέγουσι δὲ καὶ τὰς κνίδας Ἀττικοί. καὶ κνίδη μὲν ὅσον ἁπαλή ἐστιν, ἐπὰν δὲ σχῇ τὰς μητέρας, τουτέστι τὰς τοῦ σπέρματος σφαίρας, ἀκαλήφη λέγεται. ἀκαλήφας οὖν τὰς γραίας ἐκάλεσεν, ἐπειδὴ στερραὶ ἦσαν καὶ γενναῖαι. καὶ γὰρ τὸ φυτάριον δάκνει. ἐπεὶ οὖν εἶπε τηθῶν, εἶπε μητριδίων. μητριδίας δὲ λέγουσι τὰς ἐχούσας τὸ σπέρμα τῆς βοτάνης τῆς ἀκαλήφης· δάκνουσι δὲ αὗται. τοιαῦται γὰρ ἦσαν καὶ αἱ γραῖαι δριμεῖαι. μητριδίων ἀκαληφῶν: Δριμυτάτων. —λείπει παῖδες.

καὶ μὴ τέγγεσθε: Ἀντὶ τοῦ βλάπτεσθε καὶ μεταβλήθητε. ἔτι γὰρ κρατοῦμεν τῶν ἀνδρῶν. ἀλλήλαις δὲ παρακελεύονται.

κᾆτʼ ἐντέξῃ τέτανον: Παράσχῃ τὴν τάσιν τοῦ αἰδοίου. ὅταν γὰρ στῇ τὸ αἰδοῖον, ὡς ῥόπαλον γίνεται.

ἀγοράζοντας: Ἐν τῇ ἀγορᾷ διατρίβοντας. τινὰ δὲ τὸ «νὴ τὴν Παφίαν Ἀφροδίτην» τοῦ προβούλου, ἵνʼ ᾖ κατʼ εἰρωνείαν. τινὰ δὲ καὶ συνάπτουσιν αὐτὸ τοῖς ὀπίσω. χύτραις δὲ καὶ λαχάνοις ἀντὶ τοῦ χυτροπωλίοις καὶ λαχανοπωλίοις.

Κορύβαντες: Ἔνιοι τοὺς Κούρητας καὶ Κορύβαντας τοὺς αὐτοὺς ὑπειλήφασιν. ἦσαν δὲ Διὸς τροφεῖς οὗτοι καὶ φύλακες. τινὲς δὲ αὐτοὺς δέκα φασὶν, ἄλλοι δὲ ἐννέα. ἦσαν δὲ τῆς Ῥέας παῖδες.

εἰς τὸν χαλκοῦν ἐμβαλλόμενον: Εἰς χαλκῆν περικεφαλαίαν. λέκιθος δὲ, ἐπεὶ ἔοικε λεκίθῳ ᾠοῦ.

πέλτην: Ἀσπίδα.

ἐδεδίσκετο: Ἐφόβει. ἰσχαδόπωλιν: Ἰσχὺν μὴ ἔχουσαν. δρυπέτεις: Τὰς ἐπὶ τῶν δένδρων πεπανθείσας ἐλαίας φασὶ δρυπέτεις. νῦν δὲ ἐπὶ τῶν ἰσχάδων.

φαύλως πάνυ: Εὐχερῶς.

κλωστήρ: Νῦν τὸ νῆμα κλωστήρ.

τὴν οἰσπωτήν: Τοῦ ἐρίου ὁ ῥύπος οἰσπωτὴ λέγεται. καὶ Κρατῖνος Διονυσαλεξάνδρῳ «οὒκ, ἀλλὰ «βόλιτα χλωρὰ κᾠσπώτην πατεῖν.»

τοὺς τριβόλους: Τοὺς μοχθηρούς. ἔστι δὲ ἀκανθῶδες φυτόν.

συνισταμένους: Συμπεπλεγμένους καὶ πιλοῦντας. ἀπὸ μεταφορᾶς τῶν ἐρίων· ὥσπερ γὰρ πολλάκις τὸ ἕτερον τῷ ἑτέρῳ κολλᾶται ἐρίῳ, καὶ διαχωρίζουσιν αὐτὰ ἀπʼ ἀλλήλων, οὕτως, φησὶν, ἐπὶ τῶν κεκολλημένων ταῖς ἀρχαῖς ὀφείλετε ἀποχωρίζειν, καὶ εὔνοιαν πρὸς ἀλλήλους ἔχειν ἅμα. συνισταμένους: Συνηγόρους. καὶ πιλοῦντας: Τοὺς θλίβοντας εἰς τὴν πολιτείαν ἑαυτούς.

ἐπὶ ταῖς ἀρχαῖσι: Ἐπʼ ἐλπίδι τοῦ ἄρχειν. τουτέστιν ἐνδύνοντας ἑαυτοὺς καὶ συναθροιζομένους, καὶ θλίβοντας εἰς τὴν πολιτείαν. τῶν γὰρ ἐρίων οἱ μαλλοὶ ἔχουσι τὰς κορυφὰς πεπιλημένας, καὶ ἐπὰν τιλθῶσι, διαλύεται ὁ μαλλός. πρὸς ἑκάτερον οὖν καὶ τὰς κορυφὰς πεπιλημένας τοῦ ἐρίου ἐν τῷ πόκῳ, καὶ τὰς κεφαλὰς τῶν πονηρῶν καὶ συνισταμένων τοῖς πράγμασι διαλῦσαι χρή. τὰς κεφαλάς: Ὡς τὰ ἄκρα τῶν ἐρίων.

καὶ τούτους ἐγκαταμίξαι: Αἱ γὰρ γυναῖκες ἐργαζόμεναι ἀφʼ ἑκάστου ἐρίου λαμβάνουσιν ἕν τι καὶ μιγνύουσιν ἄλλοις. —ἕκαστον γὰρ τῶν ἐρίων χωρίζεται καὶ ὕστερον πάντα μίγνυται. ἐγκαταμίξαι: Ἐπιτίμους ποιῆσαι.

ἀντὶ τῆς πόλεως.

κατάγματα: Τὰ τῶν ἐρίων κατασπάσματα οὕτω ἐκάλουν.

τολύπην: Συναγωγήν.

καὶ τολυπεύειν: Ὡς ἐπὶ τῶν ἐρίων. ἐπέμεινε τῇ τροπῇ.

πλεῖν ἢ διπλοῦν: Τὸ ἐντελὲς πλέον. πλέον, φησὶν, ἢ διπλοῦν τὸν πόλεμον φέρομεν, γεννῶσαι τὰ παιδία.

μὴ μνησικακήσῃς: Ἀντὶ τοῦ μὴ μνησθῇς τῶν κακῶν λέγουσα ὅτι τοὺς παῖδας ἔτι νεωτέρους ὄντας ἐκπέμπουσιν εἰς πόλεμον.

καὶ θἠμέτερον: Ἀντὶ τοῦ τὸ καθʼ ἡμᾶς.

περὶ τῶν δὲ κορῶν: Κορῶν περισπωμένως. οὐκ ἔστι γὰρ τριγενές.

ὀττευομένη: Ἀντὶ τοῦ κλῃδονιζομένη, περὶ γάμου χρησμῳδουμένη. αἱ γὰρ χῆραι συνεχῶς μαντεύονται πότε γαμηθήσονται.

ἀποθνήσκεις: Ὦ πρόβουλε.

χωρίον ἐστί: Εἰς τὸ ὑποδέξασθαί σου τὸ σῶμα· οἷον ἔστι τόπος οὗ τεθήσει.

μελιτοῦτταν: Ἡ μελιτοῦττα ἐδίδοτο τοῖς νεκροῖς, ὡς εἰς τὸν Κέρβερον, καὶ ὀβολὸς μισθὸς τῷ πορθμεῖ, καὶ στέφανος ὡς τὸν βίον διηγωνισμένοις. καὶ δημάξω: Γράφεται καὶ δὴ μάξω. δημάζω ἀντὶ τοῦ παίζω. παρʼ ὃ καὶ τὸ δημοῦσθαι. κάλλιον δὲ οὕτως. ὅσον οὔπω μάξω μελιτοῦτταν.

καὶ ταυτασί: Τὰς ταινίας, ἃς τοῖς νεκροῖς ἔπεμπον οἱ φίλοι. ἐν ἄλλῳ δὲ εὗρον, τὰς δραχμὰς, εἰς μισθὸν τῷ πορθμεῖ.

τίνος δέει.

σὺ δὲ κωλύεις ἀνάγεσθαι: Τὸν Χάρωνα δηλονότι ἀναπλεῖν.

τοῖς προβούλοις: Τοῖς ἄλλοις δηλονότι τοῖς κʹ τοῖς ἐκ τῆς συναρχίας. οὐ γάρ ἐστιν εἷς ὁ πρόβουλος.

ὡς ἔχω: Βεβρεγμένον.

ὅτʼ οὐχὶ προὐθέμεσθά σε: Τοὺς νεκροὺς γὰρ οἱ ἀρχαῖοι προετίθεσαν πρὸ τῶν θυρῶν καὶ ἐκόπτοντο.

ἀλλʼ ἐς τρίτην: Ἐπειδὴ τῇ τρίτῃ τὸ τῶν νεκρῶν ἄριστον ἐκφέρεται.

τὰ τρίτʼ ἐπεσκευασμένα: Ἀντὶ τοῦ τὰ τρίτα σου ποιούμενα.

ἀλλʼ ἐπαποδυώμεθʼ: Ἀντὶ τοῦ ἐπιχειρήσωμεν.

ὄζειν ταδὶ μειζόνων: Τὰ τῶν γυναικῶν πράγματα.

τῆς Ἱππίου τυραννίδος: Τεσσάρων ὄντων τῶν Πεισιστρατιδῶν, εἰκότως τοῦ Ἱππίου μόνου ἐμνημόνευσεν. πρεσβύτατος γὰρ ἦν οὗτος τῶν ἄλλων καὶ τὴν τυραννίδα ὑπέθετο, καθάπερ Θουκυδίδης φησί. κατέσχε δὲ ἡ τυραννὶς ἐπὶ ἔτη γʹ, οἱ δὲ δʹ, Ἡρόδοτος δὲ ϛʹ. Ἄλλως, οὗτος τύραννος ἦν, ὃς ἐποίησε τοὺς Ἀθηναίους κατωνάκας φορεῖν, ὅπως μὴ δυνηθῶσι προενεγκεῖν τὰς χεῖρας. τοῦτον δὲ κατέλυσαν οἱ Λακεδαιμόνιοι.

ἐς Κλεισθένους: Ἐπεὶ οὗτος γυναικώδης ὁ Κλεισθένης καὶ ὡς γυναικῶν συναθροιζομένων παρʼ αὐτῷ.

τὰ χρήμαθʼ ἡμῶν: Τὰ ἐν ἀκροπόλει.

λύκῳ κεχηνότι: Ὥσπερ οὐδεὶς δύναται πιστεῦσαι λύκῳ χαίνοντι. ἡ παροιμία ἐπὶ τῶν μάτην χαινόντων. ἢ ἐπὶ τῶν ἀλλότρια ἁρπαζόντων. ὃν γὰρ τρόπον λύκοις οὐκ ἔστι πίστις, οὐδὲ τούτοις.

ἀλλὰ ταῦθʼ ὕφηναν: Ἀλλʼ, ὦ ἄνδρες, ταῦτα ἐποίησαν αἱ γυναῖκες ἵνα τυραννήσωσιν.

ἐν μύρτου κλαδί: Ἀντὶ τοῦ κλάδῳ, κατὰ μεταπλασμόν. Ἄλλως. πρὸς τὸ κομμάτιον, ὅτι ἐκ τοῦ σκολιοῦ ἐστιν ὅτι ἐν μυρσίνῳ κλάδῳ τὸ ξίφος φορέσομεν, ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων. οὗτοι γὰρ ἀπὸ τῶν μυρσίνων κλάδων τὰ ξίφη ἀνασπάσαντες τὸν τύραννον κατέβαλον.

ἀγοράσω τʼ ἐν τοῖς ὅπλοις: Ἀντὶ τοῦ ἐν τῇ ἀγορᾷ διατρίψω μετὰ Ἀριστογείτονος. —ἀντὶ τοῦ ἐγγύς.

γίνεται: Λείπει βοηθός.

χλευάζει ὅτι καὶ αὐτοὶ γέροντες.

οὐ γὰρ εἰσιόντας: Ἀπὸ τῶν πληγῶν τῶν παρʼ ἡμῶν ἀλλοῖος γενήσῃ.

ἠρρηφόρουν: Οἱ μὲν διὰ τοῦ α, ἀρρηφορία, ἐπειδὴ τὰ ἄρρητα ἐν κίσταις ἔφερον τῇ θεῷ αἱ παρθένοι. οἱ δὲ διὰ τοῦ ε ἐρσεφορία. τῇ γὰρ Ἔρσῃ πομπεύουσι, τῇ Κέκροπος θυγατρὶ, ὡς ἱστορεῖ Ἴστρος.

εἶτʼ ἀλετρὶς ἦ: Ἦ ἀντὶ τοῦ ἦν, ὑπῆρχον. γίνονται δέ τινες τῶν εὖ γεγονυιῶν ἀλετρίδες τῇ θεῷ παρθένοι, αἵτινες τὰ εἰς τὴν θυσίαν πόπανα ἀλοῦσι· καὶ ἔστιν ἔντιμον τοῦτο. ἦσαν δὲ καὶ ἱεροὶ μυλῶνες. ἦ: Ἔα καὶ κατὰ συναίρεσιν ἦ.

οὖσά τʼ ἀρχηγέτι: Τῇ δεσποίνῃ Ἀρτέμιδι, ἢ Δήμητρι.

ἄρκτος ἦ Βραυρωνίοις: Ἄρκτον μιμούμεναι τὸ μυστήριον ἐξετέλουν. αἱ ἀρκτευόμεναι δὲ τῇ θεῷ κροκωτὸν ἠμφιέννυντο, καὶ συνετέλουν τὴν θυσίαν τῇ Βραυρωνίᾳ Ἀρτέμιδι καὶ τῇ Μουνυχίᾳ, ἐπιλεγόμεναι παρθένοι, οὔτε πρεσβύτεραι δέκα ἐτῶν οὔτʼ ἐλάττους πέντε. ἐπετέλουν δὲ τὴν θυσίαν αἱ κόραι ἐκμειλισσόμεναι τὴν θεὸν, ἐπειδὴ λιμῷ περιπεπτώκασιν οἱ Ἀθηναῖοι, ἄρκτον ἡμέραν ἀνῃρηκότες τῇ θεᾷ. οἱ δὲ τὰ περὶ τὴν Ἰφιγένειαν ἐν Βραυρῶνι φασὶν, οὐκ ἐν Αὐλίδι. Εὐφορίων Ἀρχίαλον Βραυρῶνα κενήριον Ἰφιγενείας. δοκεῖ δὲ Ἀγαμέμνων σφαγιάσαι τὴν Ἰφιγένειαν ἐν Βραυρῶνι, οὐκ ἐν Αὐλίδι. καὶ ἄρκτον ἀντʼ αὐτῆς οὐκ ἔλαφον φονευθῆναι. ὅθεν μυστήριον ἄγουσιν αὐτῇ. Ἄλλως. ἄρκτος τις δοθεῖσα εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος ἡμερώθη. ποτὲ οὖν μία τις παρθένος ἔπαιξε πρὸς αὐτῇ, καὶ ἐξύσθη ἡ ὄψις αὐτῆς ὑπὸ τῆς ἄρκτου. καὶ λυπηθεὶς ὁ ἀδελφὸς αὐτῆς ἀνεῖλε τὴν ἄρκτον. ἡ δὲ Ἄρτεμις ὀργισθεῖσα ἐκέλευσε παρθένον πᾶσαν μιμήσασθαι τὴν ἄρκτον πρὸ τοῦ γάμου, καὶ περιέπειν τὸ ἱερὸν κροκωτὸν ἱμάτιον φοροῦσαν. καὶ τοῦτο ἀρκτεύεσθαι ἐλέγετο. —οἱ δὲ καὶ λοιμώδη νόσον τοῖς Ἀθηναίοις ἐμπεσεῖν. καὶ ὁ θεὸς εἶπεν λύσιν τῶν κακῶν ἔσεσθαι, ἐὰν τῆς τελευτησάσης ἄρκτου ποινὰς ἀρκτεύειν τὰς ἑαυτῶν παρθένους ἀναγκάσωσι. δηλωθέντος δὲ τοῦ χρησμοῦ τοῖς Ἀθηναίοις, ἐψηφίσαντο μὴ πρότερον συνοικίζεσθαι ἀνδρὶ παρθένον, εἰ μὴ ἀρκτεύσειεν τῇ θεῷ.

κἀκανηφόρουν ποτʼ οὖσα: Ταῖς πομπαῖς ἐκανηφόρουν αἱ παρθένοι. ἐφόρουν δὲ καὶ λοπάδας τινὰς ὁλοχρύσους.

ἔχουσʼ ἰσχάδων ὁρμαθόν: Οὕτως ἐπόμπευον καὶ ὁρμαθοὺς ἔχουσαι τῶν ἰσχάδων.

τοὐράνου γάρ μοι μέτεστιν: Τοῦ ἐράνου φησὶ μετέχω. ἄνδρας γὰρ εἰσφέρω εἰς τοῦτο, καθὸ τίκτουσιν ἄνδρας αἱ γυναῖκες. ἐγένετο δὲ ἐπὶ τῶν Μηδικῶν ψήφισμα, ὥστε ἕκαστον κατὰ δύναμιν συμβάλλεσθαι εἰς τὰ κοινὰ χρήματα. τοὐράνου: Τοῦτό φησιν ὅτι τρέφομεν τοὺς πολεμοῦντας. εἰσφέρω: Ἀντὶ τοῦ γεννῶ.

τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν:Ὡς αὐτῶν τὰ Μηδικὰ χρήματα δαπανησάντων. —παρέταξεν Ἀριστείδης δοῦναι τοῖς συμμάχοις εἰ ἐπὶ τοὺς βαρβάρους πολεμοῖεν.

εἶτʼ ἀναλώσαντες: Τὸ εἶτα παρέλκει.

ἆρα γρυκτόν ἐστιν: Ἆρα γρύξαι ὀφείλετε, ἢ παρρησίαν ἄγειν. ἀψήκτῳ δὲ ἀκαταμάκτῳ, ἢ σκληρῷ καὶ ἀμαλάκτῳ. κοθόρνῳ δὲ τῷ ὑποδήματι.

κἀπιδώσειν μοι δοκεῖ: Ἀντὶ τοῦ προσθήκην σχήσειν.

τὴν ἐξωμίδα: Εὐτελὲς ἱμάτιον.

ἐντεθριῶσθαι: Ἐντετυλίχθαι, ἐσκευάσθαι. μετενήνεκται δὲ ἀπὸ τοῦ λεγομένου θρίου σκευάσματος, ὃ ἐν σύκου φύλλοις εἰλεῖται.

λυκόποδες: Λυκόποδας ἐκάλουν, ὡς μὲν Ἀριστοτέλης, τοὺς τῶν τυράννων δορυφόρους. τοὺς γὰρ ἀκμάζοντας τῶν οἰκετῶν ἐπὶ τῇ τοῦ σώματος φυλακῇ ἔβαλλον. λυκόποδες δὲ ἐκαλοῦντο, ὅτι διὰ παντὸς εἶχον τοὺς πόδας λύκων δέρμασι περικεκαλυμμένους, ὥστε μὴ ἐπικαίεσθαι ἐκ τοῦ περιέχοντος. τινὲς δὲ λυκόποδας, διὰ τὸ ἔχειν ἐπὶ τῶν ἀσπίδων ἐπίσημον λύκον. ὁ δὲ Ἀριστοφάνης ἔφη τοὺς νῦν λεγομένους Ἀλκμαιωνίδας, οὗτοι γὰρ πόλεμον ἀράμενοι πρὸς Ἱππίαν τὸν τύραννον καὶ τοὺς Πεισιστρατίδας ἐτείχισαν τὸ Λειψύδριον.

Λειψύδριον: Χωρίον τῆς Ἀττικῆς περὶ τὴν Πάρνηθον, εἰς ὃ συνῆλθόν τινες ἐκ τοῦ ἄστεος, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

ὅτʼ ἦμεν ἔτι: Λείπει νεώτεροι.

κἀναπτερῶσαι: Ἐλαφρύνασθαι καὶ ἀνθῆσαι.

λιπαρᾶς χειρουργίας: Ἀντὶ τοῦ τόλμης. λιπαρὲς ἔλεγον τὸ προσεχὲς, ἐκ τοῦ λίαν παρεῖναι. φησὶν οὖν ὅτι οὐκ ἀφέξονται προσεχοῦς ἔργου αἱ γυναῖκες.

Ἀρτεμισία Λυγδάμιδος θυγάτηρ τὸ γένος Ἐφεσία, ἥτις συνεμάχησε Ξέρξῃ κατὰ τῆς Ἑλλάδος καὶ ἱκανῶς ἠνδραγάθησεν.

διαγράφω τοὺς ἱππέας: Περιαιρῶ, ἀπὸ μεταφορᾶς τῶν δικαζόντων, οἳ ἐχάρασσον τοὺς κατεγνωσμένους. ἐκ δὲ τούτου εὐτελεῖς ἡγήσομαι αὐτούς. νικηθήσονται γὰρ ὑπὸ τῶν γυναικῶν.

κἄποχον: Τουτέστι δυνάμενον ἐποχεῖσθαι. — παίζει δὲ πρὸς τὴν συνουσίαν.

ἃς Μίκων ἔγραψε: Ποικίλη στοὰ Ἀθήνησιν οὕτω λεγομένη διὰ τὴν ἐνοῦσαν γραφήν. ἔνθα πεποίηκεν ὁ Μίκων τῶν Ἀμαζόνων τὴν μάχην. ἦν δὲ Φανόχου υἱὸς, Ἀθηναῖος. ἔστι δὲ καὶ ἕτερος Μίκων εἰς πενίαν κωμῳδούμενος.

τὸν κύφωνα λέγει.

ζωπυρήσεις: Ἀντὶ τοῦ ἀνεγείρῃς.

λύσω τὴν ἐμαυτῆς ὗν: Ὗν τὴν φύσιν λέγει, τὴν ὀργήν.

καὶ ποιήσω τήμερον: Ποιήσω σε δερόμενον ἐπικαλεῖσθαι εἰς βοήθειαν τοὺς δημότας.

πεκτούμενον: Τιλλόμενον, ξεόμενον.

ἀλλὰ χἠμεῖς, ὦ γυναῖκες: Μιμοῦνται τοὺς τῶν ἀνδρῶν λόγους.

ὡς ἄν: Ὅπως ἄν. αὐτοδὰξ ὠργισμένων: Πάνυ ὠργισμένων.

ἵνα μήποτε φάγῃ: Ἵνα μὴ εἰς ὥραν ἔλθῃ. παίζει δὲ ἀπὸ τῶν εὐτελῶν. ἵνα μὴ δικάσῃ μηδὲ πολεμήσῃ. εἰς γὰρ τὸν πόλεμον φέρουσι σκόροδα. οἱ δὲ δικασταὶ τρώγουσι κυάμους, ἵνα μὴ κοιμηθῶσιν. ὅθεν «κυαμοτρὼξ, ἀκρόχολος.»

ὑπερχολῶ γάρ: Διὰ μέσου τὸ ὑπερχολῶ γάρ.

αἰετὸν τίκτοντα: Λείπει τὸ ὡς. παροιμία, ἧς μέμνηται καὶ ἐν Εἰρήνῃ. τὰ γὰρ ᾠὰ τῶν ἀετῶν οἱ κάνθαροι κυλίοντες διαφθείρουσιν. —ἐπεὶ τοὺς κανθάρους οἱ ἀετοὶ ἀναλέγονται.

Ἰσμηνία: Ὄνομα γυναικός.

οὐδʼ ἢν ἑπτάκις σὺ ψηφίσῃ: Οἱ γὰρ γέροντες ἀεὶ ἐψηφίζοντο κελεύοντες τί πρακτέον καὶ τί μή.

παιγνίαν: Ἑορτήν.

λείπει ταῖς ἐμαῖς. τὴν ἑταίραν: Τὸ χ ἐνταῦθα· ὅτι τὴν γυναῖκα ἑταίραν εἶπεν ὡς ἑταῖρον τὸν συνήθη καὶ φίλον.

ἐκ Βοιωτῶν ἔγχελυν: Παρὰ προσδοκίαν πέπαιχεν. ἐν γὰρ τῇ Κωπαΐδι λίμνῃ μέγισται ἐγχέλεις γίνονται.

διὰ τὰ σὰ ψηφίσματα: Τὰ ψηφίσματα κωλύοντα.

ἄνασσα πράγους: Ἐκ Τηλέφου Εὐριπίδου.

γυνὴ πρὸς Λυσιστράτην.

ἀλλʼ αἰσχρὸν εἰπεῖν: Ἐξ Εὐριπίδου.

ᾗ βράχιστον τοῦ λόγου: Ἀντὶ τοῦ ἵνα συντόμως εἴπω.

ἱκανή.

διαλέγουσαν: Διορύττουσαν. κακεμφάτως.

ᾗ τοῦ Πανός ἐστι ταὔλιον: Ὅπου. ἐν τῇ ἀκροπόλει ἱερόν ἐστι τοῦ Πανός.

κατειλυσπωμένην: Εἰλυσπᾶσθαι κυρίως τὸ ἐπὶ γῆς ἕρπειν, ὥσπερ οἱ ὄφεις καὶ οἱ σκώληκες. ἀπὸ τοῦ εἰλεῖν καὶ σπᾶσθαι. τροχιλία δέ ἐστιν ὁ τροχὸς τοῦ ξύλου τοῦ φρέατος, διʼ οὗ ἱμῶσι. δεδήλωται δὲ περὶ τούτου καὶ ἐν Ὁλκάσι.

τὴν δʼ ἐπὶ στρουθοῦ μίαν: Παρʼ ὅσον τὸ ὄρνεον θερμὸν εἰς συνουσίαν.

ἐς Ὀρσιλόχου χθές: Ὀρσίλοχος πορνοβοσκὸς καὶ μοιχὸς, καὶ ἐπὶ θηλύτητι κωμῳδεῖται.

ἔριά μοι Μιλήσια: Ὡς τῆς Μιλήτου καλὰ ἐχούσης ἔρια.

ὑπὸ τῶν σέων: Τῶν σητῶν. πρὸς τὴν κλίσιν δὲ τῶν σέων· ὅτι ἀπὸ τῆς σεὺς εὐθείας.

ὅσον διαπετάσασα: Διαπετάσασα τὰ ἔρια. εἰς τὸ κακέμφατον δὲ αἰνίττεται.

ἢν τούτου δέῃ: Τοῦ ἀπολέσθαι. ἢ κἂν δέῃ ἀπελθεῖν; καὶ χρῄζεις μὴ ἀπέλθῃς.

τῆς ἀμόργιδος: Τῆς λινοκαλάμης. ἔστι δὲ ἡ ἄμοργις ὅμοιον ἀλεπίστῳ λίνῳ. περιλεπίζουσι δὲ αὐτὸ καὶ ἐργάζονται. ἔστι δὲ σφόδρα λεπτὸν, ὑπὲρ τὴν βύσσον, ἢ τὴν κάρπασον· ἅμα δὲ καὶ ἐπὶ τοῦ ἀνδρείου αἰδοίου παίζει, ὅτι καὶ βάμμα γίνεται ἐξ αὐτῆς ἐρυθρόν.

αὕθʼ ἡτέρα: Αὕτη ἄλλη τῆς ἄλλης κακίων.

τὴν ἄλοπον: Ἀλέπιστον καὶ ἀκάθαρτον. πρὸς τὴν ὑπόνοιαν.

χώρει πάλιν δεῦρο: Ἐπὶ τὴν ἀκρόπολιν.

ἐγὼ δʼ ἀποδείρασα: Ἀποπλύνασα. δηλοῖ δὲ καὶ τὸ κακέμφατον.

ἕως ἂν εἰς ὅσιον: Ἀντὶ τοῦ εἰς βέβηλον καὶ μὴ ἱερὸν, ἀλλʼ ὅσιον εἰς τοκετόν. ἐπειδὴ ἐν τῇ ἀκροπόλει ἦσαν. παρθένος δὲ ἡ θεός. περικεφαλαίαν εἶχεν ὥστε δοκεῖν κύειν.

ὡς τὴν μαῖαν: Ἀντὶ τοῦ ὡς πρός.

ἄρρεν παιδίον: Ἁπτομένη τῆς γαστρὸς αὐτῆς τοῦτο φησί.

εἰσβᾶσα ταύτην ὥσπερ: Ὅτι ἐν κοιλώμασι τίκτουσιν.

οὐδʼ ἀμφιδρόμια: Δέον παιδίου, εἶπε κυνῆς. κυνῆν γὰρ εἶχε προσποιουμένη κύειν. ἀμφιδρόμια δὲ ἡ δεκάτη ἡμέρα τῶν τικτομένων παιδίων, ἐν ᾗ τὰ ὀνόματα αὐτοῖς τιθέασι περιδραμόντες κειμένοις.

οὐδὲ κοιμᾶσθʼ ἐν πόλει: Ἐν τῇ ἀκροπόλει. τοῦτο δὲ ἑτέρα γυνή φησιν.

ἐξ οὗ τὸν ὄφιν εἶδον: Τὸν ἱερὸν δράκοντα τῆς Ἀθηνᾶς, τὸν φύλακα τοῦ ναοῦ.

τῶν τερατευμάτων: Τῶν προφάσεων καὶ πλασμάτων.

ἡμᾶς δʼ οὐκ οἴει: Οὐ νομίζεις κἀκείνους ποθεῖν ἡμᾶς.

χελιδόνες: Αἱ γυναῖκες δηλονότι. χρησμός.

φαλήτων: Τῶν μορίων.

τὰ δʼ ὑπέρτερα νέρτερα: Τὰ ἐπικρατέστερα εὐτελέστερα ποιήσει, τοὺς ἄνδρας δηλονότι.

ἐπάνω κατακεισόμεθα: Ἐρωτᾷ ἐπάνω τοῦ αἰδοίου. κακεμφάτως δὲ ἐδέξατο.

διαστῶσι: Διχῶς ἀποστῶσι.

καταπυγωνέστερον: Μαλακώτερον καὶ πορνικώτερον τῶν χελιδόνων, τουτέστι τῶν γυναικῶν.

ἦν νεανίσκος Μειλανίων: Μήποτε παρὰ τὴν ἱστορίαν εἴρηκεν. οὐ γὰρ Μειλανίων ἔφευγε μᾶλλον, ἀλλʼ ἡ Ἀταλάντη. ἐπίτηδες δὲ τοῦτο ὁ τῶν ἀνδρῶν χορὸς ἱστορεῖ.

ἐλαγοθήρα: Ἐκυνηγέτει, λαγοὺς ἐθήρα.

πλεξάμενος ἄρκυς: Εἶδος δικτύου. λίνα κυνηγετικά.

κατὰ κοινοῦ τὸ μισοῦμεν τὰς γυναῖκας.

οἱ σώφρονες: Ἐσμὲν, βδελυττόμεθα.

κρόμμυόν τʼ ἄρʼ οὐκ ἔδει: Οἷον κλαύσει καὶ χωρὶς κρομμύων. ἢ κατὰ τὸ εἰρημένον ἄνω, ἵνα μήποτε φάγῃ σκόροδα καὶ κυάμους μέλανας. ἢ ὅτι δακρύεις καὶ χωρὶς τοῦ κρόμμουν ἐσθίειν. ἢ οὐ πολεμήσεις.

τὸ σκέλος ἢ τὸ αἰδοῖον.

οἷον τιλθήσῃ.

καὶ Μυρωνίδης γὰρ ἦν: Δύο Μυρωνίδαι ἦσαν, ὡς ἐν ταῖς Ἐκκλησιαζούσαις δεδήλωται. ἐνθάδε τοίνυν μέμνηται τοῦ ἐν Οἰνοφύτοις νικήσαντος.

μελάμπυγός τε: Τοὺς λευκοπύγους ὡς γυναικώδεις ἐκωμῴδουν.

ὡς δὲ Φορμίων: Φορμίων, στρατηγὸς, σφόδρα εὐδόκιμος, Ἀσωπίου υἱός. ὡς τριχώδης δὲ καὶ αὐτὸς καὶ μελαίνας πυγὰς ἔχων ἐκωμῳδεῖτο.

τῷ Μελανίωνι: Σοὶ τῷ γέροντι.

Τίμων ἦν τις: Τίμων οὗτος ἦν ὁ λεγόμενος μισάνθρωπος, ὅν φησι Νεάνθης ἀπὸ ἀχράδος πεσόντα χωλὸν γενέσθαι, μὴ προσιέμενον δὲ ἰατροὺς ἀποθανεῖν σαπέντα. καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ τὸν τάφον ἄβατον γενέσθαι ὑπὸ θαλάσσης περιρραγέντα, ἐν ὁδῷ τῇ ἐκ Πειραιῶς εἰς Ζωστῆρα καὶ Σούνιον φερούσῃ.

ἀντὶ τοῦ ἄβατος καὶ ἄστατος. —ἀΐδρυτος ἀβάτοισιν: Οἷον ἀκάνθαις τετριχωμένος, σκληρός. Ἄλλως. σκόλοψι καὶ παττάλοις ἠσφαλισμένος.

τὸ πρόσωπον περιειργασμένος: Ἀντὶ τοῦ σκυθρωπός.

ἀπορρώξ: Διὰ τὴν μισανθρωπίαν.

πολλὰ καταρασάμενος: Ἐπιεικὴς ἦν καὶ ἔφευγε τοὺς πονηρούς.

ὡς εἰ ἡμεῖς ὑμᾶς.

κατʼ ἐρώτησιν.

ἢ εἰρωνείᾳ φησὶν, ἢ ἀληθῶς ἐφοβήθη.

λακτίσω.

τὸ γυναικεῖον αἰδοῖον.

ὅτι ἀπεψιλωμένον φησί.

μαινόμενον τῷ ἔρωτι.

τουτέστι τῆς αὐτῆς ὁδοῦ καὶ διανοίας.

Χλόης Δήμητρος ἱερὸν ἐν ἀκροπόλει, ἐν ᾧ οἱ Ἀθηναῖοι θύουσι μηνὸς Θαργηλιῶνος, ὡς Φιλόχορός φησιν ἐν ϛʹ.

κωμῳδεῖ Κινησίαν ὡς κατωφερῆ εἰς συνουσίαν. ἦν δὲ διθυραμβοποιός.

πέπαιχεν παρὰ τὸ κινεῖν.

παραλογίζεσθαι καὶ τὰ ταύτην παρακολουθοῦντα πλὴν ὧν συνωμοσάμεθα μὴ ποιεῖν, τουτέστι συνουσιάζειν.

εἰς ἣν ὠμόσαμεν.

σύν σοι ὀπτήσω τῷ ἔρωτι ἀπὸ μεταφορᾶς τῶν κρεῶν.

λείπει τὸ ἐγγύς. ὁ ἐντὸς τῶν φυλασσουσῶν γυναικῶν.

ἐν ἡμέρᾳ σκοποῦσα.

παίζει πρὸς τὸ πέος ὡς ἀπὸ δήμου τινός. ἢ ἵνα διαβάλῃ αὐτὸν ξένον καὶ Θρᾷκα.

διαπαίζει τὰς γυναῖκας ὡς ἐρώσας τοῦ κινεῖν. διὰ στόματος.

ἀντὶ τοῦ φυλαττέσθω.

ἐν ἐρωτήσει.

τὸ αἰδοῖον δείκνυσιν.

ἢ ἀργύριον ἢ μερίδα.

ἀπὸ τοῦ τείχους κατελθοῦσα ὅπου ἐφύλασσον αἱ ἡμεροσκόποι.

τὸ πλῆρες αὐτόσε οὐ καταβήσομαι ἀπὸ τῆς ἀκροπόλεως.

οὐδενὸς χρῄζων. ὑπὸ τοῦ ἔρωτος δηλονότι.

ἀντὶ τοῦ μὴ ἀπέλθῃς.

πρὸς τὸν παῖδα λέγει.

οἷον ἄτροφον ἀπὸ τῆς θηλῆς τοῦ μαστοῦ. μὴ θηλασθέν.

ἀντὶ τοῦ διὰ τὸ παιδίον.

ποθεινότερον, πραότερον.

ἀλαζονικῶς θρύπτεται. ἡ δὲ μεταφορὰ ἀπὸ τοῦ βρενθίου μύρου.

τὸ ἐντελὲς δῆτά ἐστιν.

διὰ τὸ ὡραῖον αὐτοῦ.

τῇ μαμμίᾳ: Ἀντὶ τοῦ ἐμοί.

μὴ πρόσαγε τὴν χεῖρά μοι: Ὡς αὐτοῦ ἁπτομένου αὐτῆς αἰσχρῶς.

ὀλίγον μέλει σοι: Ἀντὶ τοῦ οὐδὲ ὀλίγον μέλει σοι. τῆς κρόκης φορουμένης: Διαφορουμένης, διασπωμένης.

ἀνοργίαστά σοι: Ἀτέλεστά σοι. ἀντὶ τοῦ οὐκ ὠργίασας τῇ Ἀφροδίτῃ.

πρὸς Λάκωνας.

νῦν δʼ ἀπομώμοκα: Ἀντὶ τοῦ ὁρκωμοσίαν πρὸς τὰς γυναῖκας πεποίηκα. ἀπομώμοκα: Πρὸς σέ.

καί τοι σʼ οὐκ ἐρῶ: Οὐ κρύπτω τὸν ἐμὸν πόθον.

ἐναντίον τοῦ παιδίου: Οὐκ ἀποτόμως παραιτεῖται, ἀλλὰ διὰ προφάσεως πλείονος ἐρεθίζει. —ἐκοιμήθης.

ὦ Μανῆ: Οἰκέτης ὁ Μανῆς.

ὅπου τὸ Πανὸς καλόν: Ἐπεὶ ἐρωτικὸς ὁ Πάν. πλησίον δὲ τοῦ Πανείου ἡ Κλεψύδρα ἦν κρήνη.

λουσαμένη τῇ Κλεψύδρᾳ: Ἐν τῇ ἀκροπόλει ἦν κρήνη ἡ Κλεψύδρα, πρότερον Ἐμπεδὼ λεγομένη. ὠνομάσθη δὲ Κλεψύδρα, διὰ τὸ ποτὲ μὲν πλημμυρεῖν, ποτὲ δὲ ἐνδεῖν. ἔχει δὲ τὰς ῥύσεις ὑπὸ γῆν, φέρουσα εἰς τὸν Φλεγρεώδη λειμῶνα. —εἰς τὴν ἀκρόπολιν.

μὰ τὸν Ἀπόλλω: Οὐκ ἔστιν ὅρκος γυναικῶν.

κἀγὼ ʼκδύομαι: Λείπει τὸ ἱμάτιον.

αἰσχρὸν γὰρ ἐπὶ τόνου γε: Ἀντὶ τοῦ ἐπὶ ἐπιτόνου. λείπει γὰρ ἡ ἐπί. δηλοῖ δὲ ἐπὶ δέρματος. καὶ Ὅμηρος «ἐπίτονος βέβλητο.»

καὶ δὴ ʼκδύομαι: Λείπει τὸ ἱμάτιον.

Ἡρακλῆς ξενίζεται: Παροιμία ἐπὶ τῶν βραδυνόντων. οἱ γὰρ ὑποδεχόμενοι τὸν Ἡρακλέα βραδύνουσιν. ἀδηφάγος γὰρ ὁ ἥρως.

ἀνιστὰς ἀναπήδησον: Ἵνα προσκεφάλαιον αὐτῷ θῇ.

ἅπαντα δῆτα: Κατʼ ἐρώτησιν.

σισύραν οὐκ ἔχεις: Διφθέραν, ἱμάτιον πυκνόν. ἄκναπτον ἱμάτιον καὶ παχὺ ἡ σισύρα.

ἅνθρωπος ἐπιτρίψει με: Ἀντὶ τοῦ ἡ γυνὴ ἡ ἄνθρωπος εἶπε.

ἀλλʼ ἐπῆρται τοῦτό γε: Τὸ αἰδοῖον δείκνυσι. παρʼ ὑπόνοιαν δὲ ἀπήντησε.

εἰ μὴ διατριπτικόν γε: Παρὰ τὸ διατρίβειν καὶ ἀναβάλλεσθαι. οἷον διατριβῆς γέμον καὶ βραδυτῆτος· ἐπεὶ καὶ τριβόμενα ἔνια τῶν μύρων ἡδίω γίνεται. ἅμα δὲ καὶ πρὸς τὴν διατριβὴν λέγει.

τάλαινʼ ἐγώ: Τοῦτο φησὶν ἵνα πάλιν ἀπέλθῃ. οὐ τὸ Σύριον. Ῥόδιον δὲ μύρον τὸ ἀπὸ τῆς Ῥόδου· ὃ καλοῦμεν ἡμεῖς ῥόδινον.

τὸν ἀλάβαστρον: Τὴν μυροθήκην. ἀλλʼ ἕτερον ἔχω: Τὸ αἰδοῖόν φησι.

μή μοι φέρε: Τοῦ μύρου.

σπονδὰς ποιεῖσθαι ψηφιεῖ: Τοῦτο εἰρηκυῖα ἡ γυνὴ ἄπεισι.

ἀπολώλεκέ με: Ὁ ἀνὴρ ἀπελθούσης τῆς γυναικὸς ὀδύρεται.

κἀποδείρασʼ οἴχεται: Εἰς τὸ αἰσχρόν.

ψευσθείς: Ἀντὶ τοῦ ἀπατηθείς.

πῶς ταύτην παιδοτροφήσω: Ὡς θυγατρὸς αὐτῷ ἑπομένης. κακεμφάτως δὲ καὶ ἐπὶ τοῦ αἰδοίου δύναται ἀκούεσθαι.

ποῦ κυναλώπηξ: Ὁ Φιλόστρατος. καὶ ἀλλαχοῦ «Φιλόστρατος ἡ κυναλώπηξ.» ὡς πορνοβοσκοῦ ὄντος τοῦ Φιλοστράτου. βούλεται δὲ τίτθην μισθώσασθαι, ἵνα θρέψῃ τὸ παιδίον.

ποῖος γὰρ ἢ νεφρὸς ἀντίσχοι: Πῶς δυνήσῃ σαυτὸν ἐπισχεῖν, οὕτως ἠρεθισμένος.

ποία ψυχή: Παρὰ τὰ ἐξ Ἀνδρομέδας «ποῖαι λιβάδες, ποία σειρήν;» ποῖος ἂν ὄρρος: Ἀντὶ τοῦ πρωκτός.

τοὺς ὄρθρους: Ἀντὶ τοῦ ἐν τοῖς ὄρθροις.

θωμούς: Σωροὺς ξύλων. θωμοὶ δὲ λέγονται οἱ τῶν πυρῶν σωροί. τυφὼς δὲ ἡ ἐξ ἀναθυμιάσεως τῆς γῆς συστροφὴ, πρὶν ἐκπυρωθῆναι τὸν ἀέρα.

μεγάλῳ τυφῷ: Μεγάλῳ καύσωνι.

πᾷ τᾶν Ἀσανᾶν: Ἀντὶ τοῦ ποῦ τῶν Ἀθηνῶν ἐστιν ἡ γερουσία, τουτέστιν ἡ ἐκκλησία, καὶ ἡ σύνοδος. διατεταμένος δὲ ἦλθεν. ἀπὸ κοινοῦ δὲ ποῦ εἰσὶ καὶ οἱ πρυτάνεις, οἷς θέλω τι νέον εἰπεῖν.

Κονίσαλος: Δαίμων πριαπώδης ὁ Κονίσαλος· ἐκ τοῦ μὴ ὀκνεῖν καὶ ἐπὶ κόνεως μίγνυσθαι.

ὦ κυρσάνιε: Ἀντὶ τοῦ ὦ νεανία, ὦ ἔφηβε. ἢ ἀντὶ τοῦ εὐτελέστατε. κυρσὸς γὰρ εὐτελὲς λάχανον.

κἄπειτα δόρυ δῆτα: Διὰ τὸ τὸ αἰδοῖον αὐτοῦ μέγα εἶναι, ἐξέτεινε τὰ ἱμάτια τῇ χειρί. ὁ δὲ εἶπε δόρυ ἔχεις.

οὐ τὸν Δία: Οὐ μὰ τὸν Δία.

παλεός γα νὴ τὸν Κάστορα: Ὥσπερ τὸ πήγανον ἔνιοι ἀφαιρέσει τοῦ π ἤγανον λέγουσιν, οὕτως ἐνταῦθα κατὰ τὸ ἐναντίον πλεονάζει τὸ π. ἠλεὸς, ἀλεὸς, παλεός. τουτέστι λῆρος καὶ μάταιος.

μηδʼ αὖ πλαδδείη: Μηδὲ πλησίον γένοιτό μοι τὸ στύειν.

τί δʼ ἐστί σοι τοδί: Τὸ αἰδοῖον δείκνυσι. σκυτάλα Λακωνικά: Ξύλον ἐστὶν εἰς δύο τεμνόμενον. καὶ τὸ μὲν ἓν δίδοται τῷ στρατηγῷ ἐξερχομένῳ, τὸ δὲ ἄλλο κεῖται ἐν τῇ πόλει.

εἴπερ γε χʼ αὕτη ῎στι: Καὶ ὁ Ἀθηναῖος δείκνυσιν αὐτῷ τὸ ἑαυτοῦ αἰδοῖον.

ὀρσά: Ἀντὶ τοῦ ὀρθή. πᾶα, πᾶσα, οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν.

Πελλάνας δὲ δεῖ: Ὄνομα γυναικὸς ἑταίρας. ἦν γὰρ παρʼ αὐτοῖς πόρνη Πελλήνη τοὔνομα. ἐπιθυμοῦσιν οὖν τῆς πόρνης, ἤγουν τῆς πόλεως Πελλήνης. ἀντεποιοῦντο γὰρ αὐτῆς οἱ Λάκωνες.

ἀπὸ τοῦ: Ἀπὸ τίνος.

ἀπὸ Πανός: Κατʼ ἐρώτησιν. οὐκ. ἀλλʼ ἀρχὰ μέν: Ὁ νοῦς· ἤρξατο τὸ κακὸν τοῦτο διδόναι ἡμῖν ἡ Λαμπιτώ. οἰῶ δὲ κατʼ αὐτοὺς ἀντὶ τοῦ οἴομαι.

ἅπερ: Ὥσπερ. ἀπὸ μιᾶς ὑσπλαγίδος: Ἀφέσεως. βαλβῖδος. ἀπὸ μιᾶς ἀφετηρίας, ἤγουν ἀπὸ ἑνὸς κανόνος καὶ καμπτῆρος.

ἀπήλων: Ἀπήλασαν. ὑσσάκων: Τῶν γυναικείων μορίων.

ἂν γὰρ τὰν πόλιν: Τὸ τέλειον ἀνά.

ἅπερ: Ὥσπερ. ἅπερ λυχνοφορίοντες: Οἱ γὰρ λυχνοφοροῦντες κεκύφασι διὰ τὸν ἄνεμον.

οὔτε τῶ μύρτω σίγειν: Οὐδὲ θίγειν τοῦ γυναικείου μορίου.

τουτὶ τὸ πρᾶγμα: Οἱ Ἀθηναῖοι πρὸς τὸν κήρυκα.

ποτάομαι: Δραμοῦμαι. πετήσομαι.

γυναικὸς ἀμαχώτερον: Ἐν ἄλλῳ Κινησίας ἦν ὁ λέγων.

ἀλλʼ ὅταν βούλῃ σύ: Ἀπὸ κοινοῦ βεβαίαν φίλην ἔχειν με. καὶ ἔξωθεν ὑπακουστέον τὸ ἔχε.

γυμνὸν ὄνθʼ οὕτως: Γυμνὸς γὰρ ἦν.

καὶ τότʼ ἀπέδυν ἐγώ: Ἀντὶ τοῦ ἀπεδύσαντο κατὰ τῶν γυναικῶν.

εἶτʼ οὐ καταγέλαστος εἶ: Εἶτα οὐ καταγελασθήσῃ.

τόδε τὸ θηρίον: Τὴν ἐμπίδα.

ἐξεῖλον: Ἀντὶ τοῦ ἐξέλοιμι.

τοῦτʼ ἄρʼ ἦν: Ἡ ἐμπὶς δηλονότι. δακτύλιος οὑτοσί: Δίδωσιν αὐτῇ δακτύλιον, ἵνα ἐξενέγκῃ τὴν ἐμπίδα τοῦ ὀφθαλμοῦ.

ἐκσκάλευσον: Ἐξένεγκε.

οὐκ ἐμπὶς ἥδʼ ἐστὶ Τρικορυσία: Ἐμπὶς ζῷον κώνωπι παραπλήσιον. ὡς ἐν Τρικορύθῳ πολλῶν ἐμπίδων γινομένων. ἔστι γὰρ ἀλσώδης καὶ κάθυγρος. ἢ ἐπεὶ πονηροί εἰσιν οἱ Τρικορύσιοι.

ἀπὸ μεταφορᾶς τῶν τὰ φρέατα ὀρυττόντων εἰς βάθος ὡς φρέαρ ἀνώρυττέν φησι.

κολακευτικαί.

κἄστʼ ἐκεῖνο τοὖπος: Ἐν παροιμίᾳ τοῦτο ἔλεγον «κακὸν γυναῖκες, ἀλλʼ ὅμως, ὦ δημόται, οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ.» καὶ Ἡσίοδος «ἑὸν κακὸν ἀμφαγαπῶντες.»

οὐ παρασκευαζόμεσθα: Λέγει ὅτι ὦ ἄνδρες οὐ παρασκευαζόμεσθα εἰπεῖν κακῶς τινὰ, ἀλλὰ μᾶλλον καλῶς. ὡς ἀπὸ τοῦ ποιητοῦ δέ ἐστιν.

ἱκανὰ γὰρ τὰ κακά: Τὸν πόλεμον λέγουσιν. ἱκανῶς γὰρ ἐκακοπράγουν ἤδη μετὰ τὰ ἐν Σικελίᾳ.

καὶ τὰ παρακείμενα: Τὴν τῶν γυναικῶν καὶ ἀνδρῶν στάσιν λέγει τὰ παρακείμενα.

λεγέτω τίνος δέεται.

ἔσω ἡμῖν ἐστιν.

κἄν ποτʼ εἰρήνη φανῇ: Δηλονότι οὐδὲν αὐτοῖς προήσονται.

ἀντὶ τοῦ κερδάνῃ. ἀντὶ τοῦ ἀποδῷ παρʼ ὑπόνοιαν.

Καρυστίους: Κάρυστος πόλις Εὐβοίας. διαβάλλονται δὲ ὡς μοιχοὶ οἱ Καρύστιοι.

ἐν ἄλλῳ γενέσθαι ἀντὶ τοῦ ἔξεστι.

τὸ ἐλθεῖν.

τοῦτο εἰς γέλωτα εἶπεν.

παρʼ ὑπόνοιαν, δέον ἀνεωχθήσεται.

ἔχοντες πώγωνας.

διὰ τὴν τοῦ αἰδοίου ἐξοχήν. τοῦτο δέ φασιν, ἐπεὶ καθελκόμενα εἶχον τὰ ἱμάτια, ὥστε δόξαι ἀγγεῖά τινα ἔχειν αὐτούς. τὸ δὲ χοιροκομεῖον ἔοικε πλεκτὸν ἀγγεῖον εἶναι, ἐν ᾧ τοὺς νέους ἔτρεφον χοίρους περιδήσαντες. νῦν δὲ λέγει τὸν πάτταλον, ἐν ᾧ δεσμεύουσι τοὺς χοίρους καὶ τρέφουσιν. ἐπεὶ οὖν ἐντεταμένοι ἦλθον, ᾔκασεν αὐτοὺς παττάλοις.

νενευρωμένη δὲ συμφορά: Τὴν ἔντασιν τοῦ αἰδοίου λέγει. νεῦρον γὰρ τὸ αἰδοῖον.

χεῖρον φαίνεται: Ἀντὶ τοῦ, χεῖρον τῆς τάσεως τοῦ Ἑρμοῦ φαίνεται. τουτέστι χεῖρον τέταται τοῦ Ἑρμοῦ. ἐπειδὴ ὁ Ἑρμῆς πριαπῶδες ἔχει τὸ αἰδοῖον καὶ ἐντέταται μεγάλως.

ὅπα, ὅπου. σέλει, θέλει. ἐλσὼν, ἐλθών. ἀντὶ τοῦ, πάντα πράττων τις ἀγέτω ἡμῖν εἰρήνην.

ὥσπερ παλαιστάς: Οἱ γὰρ ἀσκοῦντες παῖδες συστέλλουσι τὰ ἱμάτια, ὅπως μὴ προστρίβωνται τὰ αἰδοῖα καὶ μιανθῇ τὰ ἱμάτια. τοὺς δὲ Ἀθηναίους λέγει τεταμένους. φαίνονται δὲ οἱ ἀσκοῦντες παῖδες, ὡς μὴ παρατρίβοιντο τὰ αἰδοῖα εἰς ὑπόμνησιν τῆς συνουσίας ἀφιστάναι τὰ ἱμάτια ἑαυτῶν.

ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος: Ἀντὶ τοῦ μέγα. διὰ τὴν ἐπιθυμίαν τῆς εἰρήνης εἶπε τοῦ νοσήματος.

δείκνυσιν.

ὁμοία.

σπασμός: Τέτανος. —οἱ γὰρ σπασμὸν ἔχοντες περὶ τὸν ὄρθρον αἴσθονται σφόδρα.

συγκόπτοντες, τὰ ἱμάτια συστέλλοντες.

οὐ Κλεισθένη βινήσομεν: Οὗτος Σιβυρτίου παῖς ἐπὶ θηλύτητι κωμῳδούμενος.

εἰ σωφρονεῖτε: Τοῦτο φησίν· εἰ μὴ περιβαλεῖσθε, ἀλλὰ φανερὰ ἕξετε τὰ αἰδοῖα, ἀκρωτηριάσει τις ὑμᾶς τῶν Ἑρμοκοπιδῶν. ἐξ οὗ δῆλον ὅτι μετὰ τὸ εἰσελθεῖν ἀπεγυμνώθησαν φορτικῶς πάνυ.

Ἑρμοκοπιδῶν: Παρόσον οἱ Ἑρμοκοπίδαι ἠκρωτηρίασαν τοὺς Ἑρμᾶς, ὅτε ἐπὶ Σικελίας ἔμελλον πλεῖν πρὸ ἐτῶν τεσσάρων τῆς καθέσεως τούτου τοῦ δράματος. τὴν δὲ αἰτίαν ταύτην οἱ μὲν τοῖς περὶ Ἀλκιβιάδην προσέγραφον, ὡς Θουκυδίδης· οἱ δὲ Κορινθίοις, ὡς Φιλόχορος. μόνον δὲ φησὶν οὐ περικοπῆναι τὸν Ἀνδοκίδου Ἑρμῆν.

ἄνδρες οἱ Ἑρμοκοπίδαι. ἐκδεδαρμένους, τὰ αἰδοῖα ἀνατεταμένους.

οἱ Βοιωτοὶ πρὸς τοὺς Λάκωνας.

παίζει, μὴ μόνον Λυσιστράτην. παρὰ τὸ λύειν τὸν στρατόν. κἂν λῆτε: κἂν βούλησθε. διαβάλλει τινά.

τῷ σῷ πόθῳ, τῇ σῇ θέλξει. ἴυγξ ὄρνεόν ἐστιν ἐπιτήδειον πρὸς τὰς τῶν φίλτρων κακίας.

μὴ συνόντας ἀλλήλοις μήτε πεῖραν ἑαυτῶν δεχομένους· ὀργῶντας, πρὸς εἰρήνην.

ὡς πρός τινα ἐξυπηρετουμένην ἣν καλεῖ Διαλλαγήν. καὶ ὅλως ἐκ τοῦ μέρους τούτου Λυσιστράτη ἢ διαλλαγαὶ κέκληται τὸ δρᾶμα.

ὡς ὀχληρῶν ὄντων τῶν Ἀθηναίων ἐν μάχαις.

σκώπτει αὐτοὺς ὡς μαινομένους ἐπὶ τῷ ἔρωτι. τῆς σάθης, τοῦ αἰδοίου.

ἄν σοι δῴη ἢ τὴν χεῖρα ἢ ἄλλο τι.

ὦ Ἀθηναῖοι.

ὁ στίχος ἐκ σοφῆς Μελανίππης Εὐριπίδου.

οὐ πεπαίδευμαι κακῶς.

τοὺς αὐτοὺς θεοὺς τιμῶντες οὐχ ὁμονοοῦμεν ἀλλήλοις.

τοὺς αὐτοὺς ἀγῶνας ἄγομεν, Ὀλύμπια καὶ Πύθια. Ἄλλως. ἐν Πύλαις ἀντὶ τοῦ ἐν Θερμοπύλαις. ἔπεμπον γὰρ εἰς τὴν Πυλαϊκὴν πανήγυριν τοὺς λεγομένους ἱερομνήμονας. ὅλος ὁ ἴαμβος λέλεκται ἐξ Ἐρεχθέως.

εἰ δέον ἐστί μοι μακρολογεῖν.

ὡς τῶν Λακώνων χρωμένων συμμάχοις βαρβάροις.

εἰς σύμβασιν αὐτοὺς καὶ φιλίαν προτρεπομένη ἄρχεται τοῦ αὐτοὺς ὑπομιμνήσκειν ὧν ἦσαν ἐξ ἀλλήλων εὖ πεπονθότες. οἱ μὲν γὰρ Ἀθηναῖοι καταπονουμένους αὐτοὺς ὑπὸ Μεσσηνίων διέσωσαν, οἱ δὲ Λακεδαιμόνιοι καθεῖλον τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα βοηθοῦντες Ἀθηναίοις.

ταῦτα καὶ οἱ συντεταχότες τὰς Ἀτθίδας ἱστοροῦσιν περὶ τῶν Λακεδαιμονίων· ὁ δὲ Φιλόχορός φησι καὶ τὴν ἡγεμονίαν τοὺς Ἀθηναίους λαβεῖν διὰ τὰς κατασχούσας τὴν Λακεδαίμονα συμφοράς. ὁ στρατηγὸς Λακεδαιμονίων.

σημαίνει ὅτι πόλεμος ἦν αὐτοῖς πρὸς Μεσσηνίους.

σείων μέγα, ὁ Ποσειδῶν. σεισμοὶ γὰρ συχνοὶ ἐγένοντο ὅτε ὁ πόλεμος συνειστήκει.

Κίμων, μετὰ τὴν ἐν Πλαταιαῖς μάχην ιβʹ ἔτει ὕστερον. ταῦτα ἦν ἐπὶ Θεαγενίδου. καὶ γὰρ τοῦ Ταϋγέτου τι παρερράγη καὶ τὸ ᾠδεῖον καὶ ἕτερα καὶ οἰκίαι πλεῖσται, καὶ Μεσσήνιοι ἀποστάντες ἐπολέμουν καὶ οἱ εἵλωτες ἐπέστησαν, ἕως Κίμων ἐλθὼν διὰ τὴν ἱκετηρίαν ἔσωσεν αὐτούς.

ὡς πρὸς γυναῖκα. λέγει δὲ τὴν γῆν τῆς Ἀττικῆς λιπαρὰν εἶναι.

ἀφήσειν τῆς μέμψεως οἴει.

καὶ γὰρ τῶν Θετταλῶν οἱ πλεῖστοι ἐβοήθουν Ἱππίᾳ.

Ἀριστοτέλης φησὶ μετὰ τὸν Ἱππάρχου θάνατον χρησμὸν γενέσθαι τοῖς Λάκωσιν καταλύειν τὴν τυραννίδα, τῆς Πυθίας, ὡς οἱ Ἀλκμαιωνίδαι ἐμισθώσαντο τὸν ἐν Δελφοῖς νεὼν οἰκοδομεῖν, συνεχῶς τοῦτο χρώσης αὐτοῖς μαντευομένοις, ἕως πρότερον μὲν Ἀγχιμόλιον ἔπεμψαν κατὰ θάλασσαν, ἀποκρουσθέντος δὲ αὐτοῦ ὀργισθέντες οἱ Λάκωνες Κλεομένη τὸν βασιλέα σὺν μείζονι ἐξέπεμψαν στόλῳ, καὶ νικήσας τοὺς Θετταλοὺς εἰσῆλθεν εἰς τὴν Ἀττικὴν καὶ τὸν Ἱππίαν συνέκλεισεν εἰς τὸ Πελαργικὸν τεῖχος, ἕως οἱ παῖδες τῶν τυράννων ἐξιόντες ἑάλωσαν.

ἀγαθωτέραν.

ἡμεῖς θέλομεν, ἐάν τις ἡμῖν θελήσῃ ἀποδοῦναι τὸ ἔγκυκλον, τουτέστι τὴν Πύλον, διὰ τὴν τῶν τειχῶν περιβολήν.

ἀντὶ τοῦ ψηλαφῶμεν καὶ ἐπιθυμοῦμεν.

ἀντὶ τοῦ οἰκήσομεν.

ταῦτα οἱ Λακεδαιμόνιοι ἐδόκουν οὐκ ἐπιτηδείως ἔχειν. ἔστι δὲ ὁ Ἐχινοῦς κόλπος. λιμήν ἐστιν ὄπισθεν τοῦ Ἐχινοῦντος.

σκέλη τόπος οὕτω καλούμενος τῆς Μεγαρίδος. σημαίνει δὲ καὶ τὸ κακέμφατον. οἱ δὲ τὰ Μεγαρικὰ τείχη.

ὦ μαινόμενε.

ἀπαλλαγεὶς τοῦ πολέμου γυμνὸς βούλομαι γεωργεῖν, ἀντὶ τοῦ θέλω τὴν εἰρήνην.

ἀντὶ τοῦ κόπρον ἄγειν πρῶτον, ὡς μὴ εὐπορούντων αὐτῶν ἀροσίμης γῆς.

δρᾶν ταῦτα, τὰ τῆς γεωργίας.

κατʼ ἐρώτησιν.

τοῖς ἐμοῖς. τοὺς Καρυστίους ὡς μοιχοὺς κωμῳδοῦσιν. ἦσαν δὲ Ἀθηναίων σύμμαχοι.

ἀντὶ τοῦ ὧν εἴχομεν ἐδεσμάτων ἐν τῇ κίστῃ.

ἀποκοπή ἐστι τοῦ ἄλλου χοροῦ, ὡς παρʼ Εὐπόλιδι ἐν Κόλαξι. πορφυρῶν περιβολαίων.

χρυσοφοροῦσι γὰρ αἱ κανηφόροι.

εὖ ἐσφραγίσθαι ὅσα εὑρίσκει ἔνδον.

ῥύπους: τὰς σφραγῖδας· ἐκ πηλοῦ γὰρ ὑπῆρχον.

παίζουσα λέγει μηδὲν εἶναι ἔνδον. περιβλεπόμενος δὲ, φησὶν, οὐδὲν εὑρήσει.

εἰ δέ τινι.

ἀντὶ τοῦ πυροὺς ὑποκοριστικῶς.

μέγας.

θυλάκους. πλέγμα δεκτικὸν ἄρτων.

ὁ δοῦλος.

γέλωτος χάριν.

ἐπικωμάζει λαμπάδα ἔχων. δεῖ δὲ νοεῖν ὅτι πρὸς τὴν θυρωρὸν λέγει.

τὸ πρᾶγμα, τὸ ὑμᾶς καῦσαι. ὑμῖν τοῖς θεαταῖς τελειώσομεν τὸ δρᾶμα. φορτικὸν μέν ἐστιν εἰσελθεῖν εἰς τὴν σκηνὴν μετὰ λαμπάδος καὶ καταφλέξαι τινά· εἰ δὲ βούλεσθε, ὦ θεαταὶ, καὶ τοῦτο ποιήσομεν προσχαριζόμενοι ὑμῖν.

ἀντὶ τοῦ τὸν ἐγκέφαλον ἢ τὰς τρίχας καιομένας.

ἐξέρχεταί τις τῶν Ἀθηναίων ἀπὸ τοῦ συμποσίου.

σκώπτει τοὺς Ἀθηναίους ὅτι νήφοντες μὲν κακῶς βουλεύονται, μεθύοντες δὲ καλῶς διαπράττονται.

Τελαμῶνος: Ἀρχή τινος σκολίου «παῖ Τελαμῶνος αἰχμητά,» περὶ οὗ δεδήλωται ἤδη. ὁ δὲ νοῦς ὅτι τὰ ἐναντία λέγομεν ἑαυτοῖς καὶ πράττομεν. ὅταν γάρ τις ᾄσῃ ἀπὸ τῶν σκολίων Πινδάρου, λέγομεν ὅτι δεῖ μᾶλλον ᾄδειν ἀπὸ Κλειταγόρας τῆς ποιητρίας· ἡ γὰρ Κλειταγόρα ποιήτρια ἦν Λακωνικὴ, ἧς μέμνηται καὶ ἐν Δαναΐσιν Ἀριστοφάνης.

αὖθις ἔρχονται πάλιν: Τουτέστι συνήχθησαν πάλιν. ἦν γὰρ θεράπων διασκορπίσας αὐτοὺς τῇ λαμπάδι.

ὦ Πολυχαρίδα: Πιθανώτερόν ἐστι, Βοιωτῶν αὐτὸν εἶναι. ἀλλὰ γὰρ ἐν τοῖς πρέσβεσιν οὐδαμοῦ παρέδωκεν, ὅτι καὶ ἕτεροι παρῆσαν. γυναῖκες μὲν γὰρ ἐληλύθασι καὶ Κορίνθιαι καὶ Βοιώτιαι ἐπὶ τῆς πρεσβείας. οὐ λέγει δὲ Λάκων, ἀλλὰ Λάκωνες. ἀπίθανον δέ ἐστι μὴ παρεῖναι τοὺς παραληψομένους τὴν Βοιωτίαν καὶ τὴν Κορινθίαν. ἡ μὲν γὰρ Λαμπιτὼ εἰς Λακεδαίμονα ᾤχετο.

ἵνʼ ἐγὼ διποδιάξω γε: Τοῖς δύο ποσὶ χορεύσω. εἶδος δὲ ὀρχήσεως ἡ διποδία, ἧς μέμνηται καὶ Κρατῖνος ἐν Πλούτοις «ἄρξει γὰρ αὐτοῖς διποδία καλῶς.» —τοὺς αὐλοὺς, ἀπὸ τοῦ φυσᾶν.

ὅρμαον: Ἄρχεται τῇ ἰδίᾳ διαλέκτῳ τοὺς αὐλοὺς φυσᾶν ὁ Λάκων. ὁ δὲ νοῦς· ὅρμησον, ὦ μνημοσύνη, τῷ ἐφήβῳ τὴν σὴν μοῦσαν. κυρσανίους δὲ καλοῦσιν οἱ Λάκωνες τὰ μειράκια, καὶ τοὺς εὐτελεῖς ἀνθρώπους παρʼ αὐτοῖς. λείπει δὲ ἡ εἰς πρόθεσις, εἰς τοὺς κυρσανίους. ἀντὶ τοῦ μέλλοντας ὀρχεῖσθαι.

μοῦσαν.

τοὺς Ἀθηναίους.

ἐπʼ Ἀρτεμισίῳ: Ἄκρα ἐστὶν Εὐβοίας τὸ Ἀρτεμίσιον, ἔνθα ἐπολέμησαν τῷ Ξέρξῃ οἱ Ἀθηναῖοι.

τὸ πλῆρες θεοείκελοι ἐμάχοντο, θεοῖς ὅμοιοι προέκρουον καὶ ἐμάχοντο.

πρὸς τὰ πλοῖα.

Λεωνίδας στρατηγὸς Λακεδαιμονίων.

ᾇπερ τὼς κάπρως: Ὥσπερ τοὺς κάπρους· συνεβοήθουν γὰρ κατὰ Περσῶν τοῖς Ἀθηναίοις οἱ Λακεδαιμόνιοι.

πολὺς δʼ ἀμφὶ τὰς γένυας: Πρὸς τὸ παρὰ τῷ Ἀρχιλόχῳ «πολλὸς δʼ ἀφρὸς ἦν περὶ στόμα.» καὶ Σοφοκλῆς. Αἰσχύλος δὲ «ἀφρὸς βορᾶς βροτείας ἐρρύη κατὰ στόμα.» —ἀντὶ τοῦ ἤνθει.

ἔπαιξεν. ἐπὶ δειλίᾳ δὲ αὐτοὺς κωμῳδεῖ ὡς ἐναφιέντας.

ἦσαν γὰρ οἱ Πέρσαι οὐκ ἐλάσσονες τῶν ψάμμων.

θηροκτόνε.

παρθένε θεά.

τῶν πανούργων ῥητόρων.

παραδίδωσι λοιπὸν μετὰ ταῦτα τοῖς μὲν Λάκωσι τὰς Λακαίνας, τοῖς δὲ Ἀθηναίοις τὰς ὁμοφύλους.

ἐπʼ εὐτυχίαις.

ἐπὶ δὲ Δίδυμον: Ἀπὸ Διδύμου τῆς Μιλήτου τόπου Διδυμαῖος Ἀπόλλων καλεῖται. ἢ ὅτι δύο εἰσὶ χοροὶ, ὁ τῶν Λακώνων καὶ ὁ τῶν Ἀθηναίων.

μετὰ τῶν βακχῶν. βλέπει.

ἀντὶ τοῦ φλέγοντα διὰ τῶν κεραυνῶν.

ὑμνήσατε. Ἥραν. ἢ τὴν Ἀριάδνην.

δαίμονας: Ἄλλους. καὶ τοὺς ἄλλους θεοὺς κάλεσον.

τῆς εἰρήνης.

ἐπὶ νέα νέαν: ἐπὶ νεώτερα πράγματα, νέαν μοῦσαν.

ἐκλιποῦσα μοῦσα.

κλείουσαι καὶ ὑμνοῦσαι.

οὕτω χαλκιοίκου Ἀρτέμιδος ἱερὸν ἐν Λακεδαίμονι. ἢ Ἀθηνᾶς. διχῶς. ἄνασσαν Ἀθήνην. χαλκίοικος δὲ ἡ Ἀθηνᾶ τιμᾶται ἐν Σπάρτῃ.

ἀγαθούς.

παίζουσιν.

ἄγε. ἐπίφθεγμα παρακελευστικόν.

ᾗτινι οἱ χοροὶ τῶν θεῶν μέλουσιν.

ἤ τε, ὅπου. ἢ ὡς εἴτε ὥσπερ.

λείπει τὸ κτύπον.

ἀνακινοῦσαι.

θυρσαδδωᾶν: Ὥσπερ αἱ τῶν βακχῶν. ἀντὶ τοῦ θυρσαζουσῶν καὶ παιζουσῶν, παρὰ τὸ δονεῖν τοὺς θύρσους.

παραμπυκίδδετε: Παραπλέκετε, ποικίλλετε. ἀντὶ τοῦ σκέπασον τῇ ἄμπυκι.

οἷον πήδα.

ὡς ἔλαφος.

χορωφελέταν: Ἀντὶ τοῦ, ποίει κρότον ὠφελοῦντα τὸν χορόν.

καὶ τὰν σιὰν δʼ αὐτάν: Καὶ τὴν θεὰν Ἀθηνᾶν.