ΥΠΟΘΕΣΕΙΣ
Δύο εἰσὶν Ἀθήνηθεν ἐκκεχωρηκότες πρεσβῦται διὰ τὰς δίκας. πορεύονται δὲ πρὸς τὸν Τηρέα ἔποπα γενόμενον, πευσόμενοι παρʼ αὐτοῦ ποία ἐστὶ πόλις εἰς κατοικισμὸν βελτίστη. χρῶνται δὲ τῆς ὁδοῦ καθηγεμόσιν ὀρνέοις, ὁ μὲν κορώνῃ, ὁ δὲ κολοιῷ. ὀνομάζονται δὲ ὁ μὲν Πεισθέταιρος, ὁ δὲ Εὐελπίδης, ὃς καὶ πρότερος ἄρχεται. ἡ σκηνὴ ἐν Ἀθήναις. τὸ δρᾶμα τοῦτο τῶν ἄγαν δυνατῶς πεποιημένων. Ἐδιδάχθη ἐπὶ Χαβρίου διὰ Καλλιστράτου ἐν ἄστει, ὃς ἦν δεύτερος τοῖς Ὄρνισι, πρῶτος Ἀμειψίας Κωμασταῖς, τρίτος Φρύνιχος Μονοτρόπῳ. φοβερὰ δὲ τότε τοῖς Ἀθηναίοις τὰ πράγματα. τό τε γὰρ ναυτικὸν ἀπώλετο περὶ Σικελίαν, Λάμαχος οὐκ ἔτι ἦν, Νικίας ἐτεθνήκει, Δεκέλειαν ἦσαν τειχίσαντες Λακεδαιμόνιοι, Ἆγις ὁ Λακεδαιμονίων στρατηγὸς περιεκάθητο τὴν Ἀττικὴν, Ἀλκιβιάδης τὰ Λακεδαιμονίων ἐφρόνει καὶ ἐκκλησιάζων συνεβούλευε τὰ χρηστὰ Λακεδαιμονίοις. ταῦτα αἱ Ἀθηναίων συμφοραὶ, διὰ ταῦτα αἱ Ἀθηναίων φυγαί. καὶ ὅμως οὐκ ἀπείχοντο τοῦ κακοπραγμονεῖν καὶ συκοφαντεῖν.
Τῆς τῶν Ἀθηναίων πολιτείας τὸ μέγιστον ἦν κλέος αὐτόχθοσι γενέσθαι, καὶ αὕτη φιλοτιμία πρώτη τὸ μηδέπω μηδεμιᾶς πόλεως φανείσης αὐτὴν πρῶτον ἀναβλαστῆσαι. ἀλλὰ τῷ χρόνῳ ὑπὸ προεστώτων πονηρῶν καὶ πολιτῶν δυσχερῶν ἀνετέτραπτο, καὶ διωρθοῦτο πάλιν. ἐπὶ οὖν τοῦ Δεκελεικοῦ πολέμου, πονηρῶν τινῶν τὰ πράγματα ἐγχειρισθέντων, ἐπισφαλὴς γέγονεν ἡ παρʼ αὐτῶν κατάστασις. καὶ ἐν μὲν ἄλλοις δράμασι διὰ τῆς κωμῳδικῆς ἀδείας ἤλεγχεν Ἀριστοφάνης τοὺς κακῶς πολιτευομένους, φανερῶς μὲν οὐδαμῶς, οὐ γὰρ ἐπὶ τούτου ἦν παρρησία, λεληθότως δὲ, ὅσον ἀνῆκεν ἀπὸ κωμῳδίας προσκρούειν. ἐν δὲ τοῖς Ὄρνισι καὶ μέγα τι διανενόηται. ὡς γὰρ ἀδιόρθωτον ἤδη νόσον τῆς πολιτείας νοσούσης καὶ διεφθαρμένης ὑπὸ τῶν προεστώτων, ἄλλην τινὰ πολιτείαν αἰνίττεται καὶ προεστῶτας ἑτέρους ὡσανεὶ τῶν ὄντων κακῶν καθεστώτων· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ σχῆμα ὅλον καὶ τὴν φύσιν, εἰ δέοι, συμβουλεύει μετατίθεσθαι πρὸς τὸ ἠρεμαίως βιοῦν. καὶ ἡ μὲν ἀπότασις αὕτη. τὰ δὲ κατὰ θεῶν βλάσφημα ἐπιτηδείως ᾠκονόμηται. καινῶν γάρ φησι τὴν πόλιν προσδεῖσθαι θεῶν, ἀφροντιστούντων τῆς κατοικίας Ἀθηνῶν τῶν ὄντων καὶ παντελῶς ἠλλοτριωκότων αὑτοὺς τῆς χώρας. ἀλλʼ ὁ μὲν καθόλου στόχος τοιοῦτος. ἕκαστον δὲ τῶν κατὰ μέρος οὐκ εἰκῆ, ἀλλʼ ἄντικρυς Ἀθηναίων καὶ τῶν παρʼ αὐτοῖς ἐγχειριζομένων τὰ κοινὰ ἐλέγχει τὴν φαύλην διάθεσιν, ἐπιθυμίαν ἐγκατασπείρων τοῖς ἀκούουσιν ἀπαλλαγῆναι τῆς ἐνεστώσης μοχθηρᾶς πολιτείας. ὑποτίθεται γὰρ περὶ τὸν ἀέρα πόλιν, τῆς γῆς ἀπαλλάσσων· ἀλλὰ καὶ βουλὰς καὶ συνόδους ὀρνίθων, ταῖς Ἀθηναίων δυσχεραίνων. ἀλλὰ καὶ ὅσα παίζει, ἐπίσκοπον, ἢ ψηφισματογράφον, ἢ τοὺς λοιποὺς εἰσάγων, οὐχ ἁπλῶς, ἀλλὰ γυμνοῖ τὰς πάντων προαιρέσεις, ὡς αἰσχροκερδείας ἕνεκεν χρηματίζονται. εἶθʼ ὕστερον καὶ τὸ θεῖον εἰς ἀπρονοησίαν κωμῳδεῖ. τὰ δὲ ὀνόματα τῶν γερόντων πεποίηται, ὡς εἰ πεποιθοίη ἕτερος τῷ ἑτέρῳ καὶ ἐλπίζοι ἔσεσθαι ἐν βελτίοσι. τινὲς δέ φασι τὸν ποιητὴν τὰς ἐν ταῖς τραγῳδίαις τερατολογίας ἐν μὲν ἄλλοις διελέγχειν, ἐν δὲ τοῖς νῦν τὴν τῆς Γιγαντομαχίας συμπλοκὴν ἕωλον ἀποφαίνων, ὄρνισιν ἔδωκε διαφέρεσθαι πρὸς θεοὺς περὶ τῆς ἀρχῆς. Ἐπὶ Χαβρίου τὸ δρᾶμα καθῆκεν εἰς ἄστυ διὰ Καλλιστράτου· εἰς δὲ Λήναια τὸν Ἀμφιάραον ἐδίδαξε διὰ Φιλωνίδου. λάβοι δʼ ἄν τις τοὺς χρόνους ἐκ τῶν πέρυσι γενομένων ἐπὶ Ἀριμνήστου τοῦ πρὸ Χαβρίου. Ἀθηναῖοι γὰ πέμπουσι τὴν Σαλαμινίαν, τὸν Ἀλκιβιάδην μεταστελλόμενοι ἐπὶ κρίσει τῆς τῶν μυστηρίων ἐκμιμήσεως. ὁ δὲ ἄχρι μὲν Θουρίου εἵπετο τοῖς μεθήκουσιν, ἐκεῖθεν δὲ δρασμὸν ποιησάμενος εἰς Πελοπόννησον ἐπεραιώθη. τῆς δὲ μετακλήσεως μέμνηται καὶ Ἀριστοφάνης, ἀποκρύπτων μὲν τὸ ὄνομα, τὸ δὲ πρᾶγμα δηλῶν ἐν οἷς γέ φησι «μηδαμῶς ἡμῖν παρὰ θάλατταν, ἵνʼ ἀνα- «κύψεται, κλητῆρʼ ἄγουσʼ ἕωθεν ἡ Σαλαμινία.»
Δύο πρεσβῦται Ἀθηναίων Πεισθέταιρος καὶ Εὔελπις τὴν συκοφαντίαν φεύγοντες τὴν Ἀθήνησι, μετανίστασθαι δοκιμάζουσι καὶ κολοιὸν καὶ κορώνην πριάμενοι παραγίνονται πρὸς ὄρνιθας τῆς παρʼ αὐτοῖς ἐπιθυμοῦντες διαγωγῆς. οἱ δὲ ὄρνιθες τὸ μὲν πρῶτον ἀρνεῖσθαί φασιν, εἰ μετὰ ἀνθρώπων πολεμίων ὄντων οἰκήσουσι· μαθόντες δὲ ὕστερον, ἃ ὠφεληθήσονται, συγχωροῦσι μένειν αὐτούς. οἱ δὲ πόλιν κτίσαντες ἐν τῷ ἀέρι, Νεφελοκοκκυγίαν ὠνόμασαν. ἀλλʼ οὐδὲ ταύτην ἀνενόχλητον ἐῶσιν οἱ Ἀθηναῖοι. μάντεις γὰρ καὶ χρησμολόγοι φοιτῶσι, λαβεῖν τι βουλόμενοι· ἐν οἷς καὶ Μέτων. οὗτοι δὲ πάντες ἀποπέμπονται ἄπρακτοι. τελευταῖον δὲ καὶ θεοὶ, διὰ τὸ μὴ ἐᾶσθαι τὸν καπνὸν τῶν ἱερείων ἀνιέναι, λιμῷ φθειρόμενοι πρεσβεύονται πρὸς τοὺς ὄρνιθας. ὁ δὲ σκοπὸς τοῦ δράματος, διασῦραι πάλιν τοὺς Ἀθηναίους ὡς φιλοδίκους. ἡ δὲ σκηνὴ ἐν πέτραις καὶ ὀρνέοις. ἐγράφη δὲ μετὰ τὸν Ἀλκιβιάδην ὑπὸ τῆς Σαλαμινίας νεὼς μεταπεμφθῆναι, διὰ τὴν περικοπὴν τῶν Ἑρμῶν, καὶ φυγεῖν εἰς Λακεδαίμονα.
ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥΔιὰ τὰς δίκας φεύγουσιν Ἀθήνας δύο τινές· οἳ πρὸς τὸν ἔποπα, τὸν λεγόμενον Τηρέα, ἐλθόντες ἠρώτων ἀπραγμόνων πόλιν. εἷς δʼ ὄρνις ἔποπι συμπαρὼν μετὰ πλειόνων πτηνῶν διδάσκει, τί δύνατʼ ὀρνίθων γένος, καὶ πῶς ἐάν περ κατὰ μέσον τὸν ἀέρα πόλιν κτίσωσι, τῶν θεῶν τὰ πράγματα αὐτοὶ παραλήψοντʼ. ἐκ δὲ τοῦδε φαρμάκου πτέρυγάς τʼ ἐποίουν· ἠξίωσαν δʼ οἱ θεοὶ, ἐπίθεσιν οὐ μικρὰν ὁρῶντες γενομένην.
Ὀρθὴν κελεύεις: Ἡ εἴσθεσις τοῦ παρόντος δράματος εὐθὺς ἐξ ἀμοιβαίων ἄρχεται προσώπων, οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι σηʹ, ὧν τελευταῖος ἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα. ἐν εἰσθέσει δὲ μετὰ τὸν ρξαʹ στίχον κῶλον ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον, καὶ μετὰ τὸν ρϟγʹ ἕτερον ὅμοιον μονόμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα. τοῦτο λέγει ὁ τὸν κολοιὸν φέρων ὡς ἐν ἀπόπτῳ δένδρου τινὸς ὄντος καὶ τοῦ κολοιοῦ σημαίνοντος κατʼ ἐκεῖνο πορεύεσθαι. πεποίηται δὲ τὰ ὀνόματα τῶν πρεσβυτέρων, τῷ μὲν παρὰ τὸ πείθεσθαι, τῷ δὲ παρὰ τὸ εὖ ἔχειν τῶν ἐλπίδων. —ὡς ἐν ἀπόπτῳ τινὸς δένδρου ὄντος, καὶ τοῦ κολοιοῦ σημαίνοντος δῆτα μετʼ ἐκεῖνο πορευθῆναι.
ἥδε δʼ αὖ κρώζει: Τοῦτο ὁ τὴν κορώνην φέρων, ὡς εἰς τοὐναντίον τῷ κολοιῷ παρακελευομένης πορεύεσθαι. τὸ γὰρ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω. καὶ ἐν ἄλλοις. κράζει εἰς τοὐπίσω ἄπελθε. πλανύττομεν: Πλανώμεθα. κωμικῶς δὲ ἐκτέταται. —ἥδε δʼ αὖ: Κορώνη κελευομένη εἰς τοὐναντίον.
προφορουμένω: Δεῦρο κἀκεῖσε πορευόμενοι εἰς τἀναντία. προφορεῖσθαι γὰρ λέγεται τὸ παραφέρειν τὸν στήμονα τοῖς διαζομένοις. —ἄλλως: μάτην. προφορουμένω: Ὧδε κἀκεῖσε πορευόμενοι.
τὸ δʼ ἐμὲ: Οὐκ εὔηθες.
πλεῖν ἢ χίλια: Ἀττικὴ ἡ κρᾶσις τοῦ πλέον πλεῖν.
τὸ δʼ ἐμὲ κολοιῷ: Ὅτι ὁ μὲν κολοιὸν ἐκράτει, ὥστε δεῖξαι αὐτῷ δῆθεν τὴν πρὸς τὰ ὄρνεα ὁδόν· ὁ δὲ κορώνην διὰ τὴν χρείαν. διὸ καὶ μέμφονται ἑαυτοῖς, ὅτι δὴ τοῖς ὀρνέοις πιστεύσαντες μακρὰν διήνυσαν καὶ οὔπω τὸ ζητούμενον εὗρον. Ἀττικῷ δὲ ἔθει εἴρηται ταῦτα ἀναπόδοτα, ὡς καὶ ἐν Νεφέλαις τὸ δὲ μὴ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα. νοεῖται γὰρ ἔξωθεν τὸ οὐκ εὔηθες, ἢ οὐ μωρίας πλέον, ἤ τι τοιοῦτο. —τὸ δʼ ἐμὲ: Οὐ μωρίας πλέων.
ἀποσποδῆσαι: Ἀντὶ τοῦ ἀφανίσαι. ἀπὸ τῆς σποδοῦ· αὕτη γὰρ ἀφανίζει τὴν προϋπάρξασαν ὕλην τῶν ξύλων. ἢ ἀποκροῦσαι, ἀφανίσαι, τυπτόμενον ἐκβαλεῖν.
ἐντευθενὶ τὴν πατρίδʼ: Ἐρωτηματικῶς. δύναιο δʼ ἂν ἐντεῦθεν τὴν πατρίδα ἰδεῖν, τουτέστι τὰς Ἀθήνας. ὡς πολὺ δὲ ἀφεστηκότων ταῦτά φησιν.
Ἐξηκεστίδης: Τοῦτον ὡς ξένον διαβάλλουσι καὶ πλάνον τὰς ὁδοὺς γινώσκειν. οἱ γὰρ ξένοι μᾶλλον ἴσασι τὰς ὁδούς. τοῦτο δʼ ἂν εἴη μεμνημένος καὶ ἐν τοῖς ἔπειτα, διὰ τούτωνεἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ, ὥσπερ Ἐξηκεστίδης. ἔστι δὲ καὶ ἕτερος … «ἔχων λύραν ἔργον Εὐδόξου τιταίνει ψίθυρον εὐήθη νόμον.» μέμνηται δὲ αὐτοῦ καὶ Πολέμων ἐν τῷ δευτέρῳ περὶ τῆς Ἀθήνησιν Ἐρατοσθένους ἐπιδημίας λέγων. ὁ δὲ Ἐξηκεστίδης, κιθαρῳδὸς πυθιονίκης. νικᾷ δὲ καὶ τὸν τῶν Καρνείων ἀγῶνα τὸν ἐν Λακεδαίμονι, καὶ Παναθήναια δίς. Ἄλλως. ὁ Ἐξηκεστίδης ὡς ξένος κωμῳδεῖται. καὶ Φρύνιχος Μονοτρόπῳ μεγάλους πιθήκους οἶδʼ ἑτέρους τινὰς λέγειν, Λυκέαν, Τελέαν, Πείσανδρον, Ἐξηκεστίδην. ἀνωμάλους εἶπας πιθήκους … ὁ μέν γε δειλὸς, ὁ δὲ κόλαξ, … ὁ δὲ νόθος.
σὺ μὲν ὦ τᾶν: Παίζων φησί. τουτέστι τὴν εἰς τὸ οἴμοι ὁδὸν βάδιζε.
οὑκ τῶν ὀρνέων: Ἀντὶ τοῦ ὀρνεοπώλων. Δίδυμος δὲ, δεινὰ φάσκειν αὐτοὺς ἐκ τῶν ὀρνέων πεπονθέναι, ἐπεὶ Ὀρνεαὶ τῆς Λακωνικῆς εἰσι. πρὸ δὲ ἐτῶν δʼ κακῶς περὶ Μαντίνειαν ἀπήλλαξαν, ὡς καὶ τοὺς στρατηγοὺς ἀποβαλεῖν Λάχητα καὶ Νικόστρατον, καθὰ καὶ Ἀνδροτίων φησίν. Ἄλλως. ὅτι οὕτως ἔλεγον καὶ ἐπὶ τῶν τόπων, ἀντὶ τοῦ ὀρνεοπωλίων, ὡς τῶν χυτρῶν, ἀντὶ τοῦ χυτροπωλίων. ἡ δὲ ἀναφορὰ πρὸ τὸ Ὁμηρικὸν «δήεις τόν γε σύεσσι παρήμενον,» τούτεστι συφεοῖς. ἑξῆς οὖν ἐπάγει «αἱ δὲ νέμονται πὰρ κόρακος πέτρῃ.»
ὁ πινακοπώλης: Ἀντὶ τοῦ ὁ ὀρνεοπώλης. ὅτι τὰ λιπαρὰ τῶν ὀρνέων ἐπὶ πινάκων τιθέντες ἐπώλουν. ἢ πίναξ εἶδος ὀρνέου. —τούτου δὲ καὶ ἐν τοῖς ἑξῆς μέμνηται «ἢν ἀποκτείνῃ τις ὑμῶν Φιλοκράτη τὸν στρούθιον, «ὃς ὄρνεα πωλεῖ.
ὃς τώδʼ ἔφασκε νῷν: Οἱ μέν φασιν αὐτὸν διασύρειν τὸν Αἰσώπειον λόγον καὶ δέον εἰπεῖν τῶν ἀνθρώπων, λέγειν ἐκ τῶν ὀρνέων, οἱ δὲ οὕτως· ὃς ἔφασκε μᾶλλον τῶν ἄλλων ὀρνέων δύνασθαι προηγήσασθαι τῆς ὁδοῦ, καὶ δεῖξαι ἡμῖν αὐτὸν ἐκ τῶν ὀρνέων, οἷον ἐκ τοῦ συστήματος τῶν ὀρνέων ἐν ταυτῷ ὄντων. Ἄλλως. ἔφασκεν ὁ Φιλοκράτης. τὸ δὲ νῷν, τουτέστιν ἡμῖν, δεικτικῶς. σημαίνει ἡμῖν ἐκ τῶν ὀρνέων, τουτέστι διὰ τῶν ὀρνέων, ὅπου τὸν Ἔποπα εὑρήσομεν. γράφεται καὶ, ὡς τώδε, καὶ διαιροῦσι τινὲς καὶ προστιθέασι τὸ ἑξῆς, τὸ, ἐκ τῶν ὀρνέων ἀπέδοτο τὸν κολοιὸν καὶ τὴν κορώνην. βιαίως γὰρ πρὸς τοῦτο εἰρῆσθαι σημανεῖν ἡμῖν τὸν Ἔποπα ὅς ἐστι, δείξαντα ἐκ τῶν ὀρνέων. παρʼ ὑπόνοιαν δὲ εἴρηκε τὸ, ὃς ὄρνις ἐγένετο ἐκ τῶν ὀρνέων. ἔδει γὰρ, ἐκ τῶν ἀνθρώπων. —ὄρνις ἐγένετο ἐκ τῶν ὀρνέων. ἔδει εἰπεῖν ἐκ τῶν ἀνθρώπων. τινὲς δὲ στίζουσιν εἰς τὸ ἐγένετο, εἶτα ἐκ τῶν ὀρνέων ἀπέδοτο τὸν κολοιὸν καὶ τὴν κορώνην. ἢ οὕτως· ὃς ἔλεγε φράσειν τὸν Τηρέα ἐκ τῶν ὀρνέων καὶ δείξειν ὅστις ἐστὶν ἐκ τῶν ἄλλων ὀρνέων.
τὸν μὲν Θαρρελείδου: Σύμμαχος, Ἀσωπόδωρον. καὶ γὰρ οὗτος ἐπὶ σμικρότητι ὑπὸ Τηλεκλείδου κεκωμῴδηται, καὶ ὁ κολοιὸς μικρὸς ὢν ἐκ τῶν πτερῶν τὴν σύστασιν ἔχει. Ἄλλως. ἄδηλον εἰ Ἀσωπόδωρον λέγει, ὃς κωμῳδεῖται ἐπὶ σμικρότητι σώματος. ἦν δὲ καὶ ὁ Θαρρελείδης μικρός. Ἄλλως. οἱ μὲν πλείους ὑπειλήφασιν υἱόν τινα Θαρρελείδου βραχὺν καὶ παραπλήσιον κολοιῷ κωμῳδεῖσθαι. οὐκ ἔχομεν δὲ οἱὸν αὐτοῦ διὰ τῆς κωμῳδίας εἰπεῖν. μήποτε οὖν, φησὶ, κατὰ περίφρασιν εἴρηκε Θαρρελείδου κολοιὸν, ἐν ἴσῳ τῷ Θαρρελείδης, ὅς ἐστι κολοιώδης. ἢ ὡς κολοιοὺς αὐτὸν πωλοῦντα διαβάλλει. Ἄλλως. ὁ τοῦ Θαρρελείδου υἱὸς ἐγένετο κολοιός. —τὸν μὲν Θαρρελείδου: Υἱόν.
τώδʼ οὐκ ἄρʼ ἤστην: Τινὲς διὰ τοῦ ι ἴστην ἀντὶ τοῦ ᾔδεσαν. τουτέστιν οὐδὲν ᾔδεσαν ἔξω τοῦ δάκνειν. ἢ ἀντὶ τοῦ ἦσαν. τουτέστιν οὐδὲν ἄλλο ἦσαν ἢ δάκνειν. —οὐδὲν ἄλλο πλὴν δάκνειν: Στίχος«Ἀθηναῖοι δʼ ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον.»
καὶ νῦν τί κέχηνας: Ὡς τοῦ κολοιοῦ κεχηνότος. κατὰ τῶν πετρῶν δὲ, ὅπου ἐστὶ τόπος πετρώδης.
ἦ δὲ μὰ Δίʼ ἐνταῦθα: Ἐδεινοποίησεν ὡς πανταχόθεν ἀποκεκλῃμένης τῆς ὁδοῦ. ἄλλῳ δὲ ὀνόματι κέχρηται.
ἦ δʼ ἡ κορώνη: Ὡς ἤδη φθεγξαμένης αὐτῆς. δύναται καὶ ἐρωτηματικῶς καὶ ἀποφαντικῶς. τινὲς γράφουσιν, οὐδὲ ἡ κορώνη. βρύκουσα δὲ, δάκνουσα παρὰ τὴν βορὰν, οἱονεὶ βορύκουσα.
βρύκουσʼ: ἐσθίουσα.
ἐς κόρακας ἐλθεῖν: Παίζει. ἐπεὶ εἰς τὰ ὄρνεα βούλεται ἀπελθεῖν. ἐν λόγῳ δὲ, ἐν τῇ ὑποθέσει.
τὴν ἐναντίαν Σάκᾳ: Οὗτος ἐστιν Ἀκέστωρ, τραγῳδίας ποιητής. ἐκαλεῖτο δὲ καὶ Σάκας, διὰ τὸ ξένος εἶναι. Σάκαι δὲ ἔθνος Θρᾳκικόν. Θεόπομπος δὲ καὶ τὸν πατέρα αὐτοῦ Σάκαν προσηγόρευσεν Τισαμενόν. ὁ δὲ αὐτὸς καὶ Μυσὸν ἐκάλεσεν. εἰς δὲ τὴν ποίησιν αὐτὸν κεχλευάκασι Καλλίας μὲν ἐν Πεδήταις «καὶ Σάκας, ὃν οἱ χοροὶ μισοῦσι.» Κρατῖνος δὲ ἐν Κλεοβουλίναις «Ἀκέστορα γὰρ ὅμως εἰκὸς λαβεῖν πληγὰς, ἐὰν μὴ συστραφῇ τὰ πράγματα.»
οὐ σοβοῦντος: Ὡς ἐπὶ ὀρνέων τοῦτό φησι. πάντες γὰρ σοβοῦσι τὰ ὄρνεα.
ἀνεπτόμεσθʼ ἐκ τῆς πατρίδος: Τὸ μὲν ἀνεπτόμεσθα ἀπὸ μεταφορᾶς τῶν ὀρνέων, τὸ δὲ ἀμφοῖν τοῖν ποδοῖν ἀντὶ τοῦ ἀμφοῖν τοῖν πτεροῖν. ἢ ἐκ τῶν νεῶν, αἳ οὐριοδρομοῦσαι ἀμφοῖν τοῖν ποδοῖν πλέουσιν. ὁ δὲ νοῦς, παντὶ σθένει, ὅ ἐστι τελέως. προληπτικῶς δὲ τῇ τῶν ὀρνέων χρῶνται μεταφορᾷ, ὡς καὶ αὐτοὶ ὀλίγον ὕστερον ὀρνιθωθησόμενοι.
ἐναποτῖσαι χρήματα: Παρʼ ὑπόνοιαν ἀντὶ τοῦ ἐμβιῶναι καὶ ἐνοικεῖν, εἶπεν ἐναποτῖσαι χρήματα. εἰς τὸ φιλόδικον τῶν Ἀθηναίων, ὅτι συκοφαντούμενοι πολλοὶ ἀπέτινον χρήματα.
οἱ μὲν γὰρ οὖν τέττιγες: Παρὰ τοῦτο καὶ ὁ Φιλήμων «ἡ μὲν χελιδὼν τὸ θέρος, ὦ γύναι, λαλεῖ.» τὸ δὲ ἐπὶ τῶν κραδῶν, ὅτι ἀπὸ ἑνὸς τὰ ἄλλα πάντα δένδρα ἐμφαίνει. κράδη δὲ ἡ συκῆ. —ἀπὸ ἑνὸς τὰ ἄλλα δένδρα ἐμφαίνει.
τόνδε τὸν βάδον: Ἐν παιδιᾷ παρεσχημάτισται. ὡς ἀπὸ τοῦ πατεῖν πάτος, οὕτως ἀπὸ τοῦ βαδίζειν βάδος. Ὅμηρος «πάτον ἀνθρώπων ἀλεείνων.» Ἄλλως. εἴρηται μὲν ὁ βάδος· ὅμως γε μὴν οἱ κωμικοὶ παίζειν εἰώθασι τὰ τοιαῦτα, ὡς Εὔπολις Χρυσῷ γένει «τισοφῶν ὦ ῥαψῳδέ.» —τὴν πορείαν.
κανοῦν δʼ ἔχοντε: Τὰ πρὸς θυσίαν κομίζουσιν, ἵνα οἰκίσαντες ἐπὶ τῇ ἱδρύσει θύσωσιν. ὅτι δὲ χύτραις ἵδρυον εἴρηται ἐν Εἰρήνῃ. Δίδυμος δέ φησιν ἀμυντήρια αὐτοὺς τῶν ὀρνέων βαστάζειν, ἀντὶ ὅπλου μὲν τὸ κανοῦν, ἀντὶ δὲ περικεφαλαίας τὴν χύτραν, ἵνα μὴ ἐφιπτάμενα τὰ ὄρνεα τύπτῃ αὐτούς. τὰς δὲ μυρρίνας πρὸς τὸ ἀποσοβεῖν.
ὅπου καθιδρυθέντες: Τοῦτο πρὸς τὰ ἔμπροσθεν, «ἀνεπτόμεθα ἐκ τῆς πατρίδος ἀμφοῖν τοῖν ποδοῖν.» εἶτα ἐφεξῆς, κανοῦν δʼ ἔχοντες, καὶ τὰ ἑξῆς. τὰ δὲ ἄλλα μεταξὺ εἴρηται.
λείπει τὸ γενόμενον.
ὅπου.
ἄνω τι φράζει: Ὡς ἄνω αὐτῆς νευούσης ἐπί τινα τόπον ὑψηλόν.
τῷ σκέλει θένε τὴν πέτραν: Πρὸς τὴν τῶν παίδων συνήθειαν τοῦτο λέγει. φασὶ γὰρ ἐκεῖνοι πρὸς ἀλλήλους ἰδόντες ὄρνεα, δὸς τὸ σκέλος τῇ πέτρᾳ καὶ πεσοῦνται τὰ ὄρνεα. τὸ δὲ ἀλλʼ οἶσθʼ ὃ δρᾶσον Ἀττικὴ φράσις. πρὸς δὲ τὸ εἰρημένον παίζων αὖθις εἶπε, σὺ δὲ τῇ κεφαλῇ.
τὸν Ἔποπα παῖ καλεῖς: Οὐ πιθανὸν, φησὶν, ἐπὶ οἰκίαν ὀρνέου ἐλθόντα παῖ παῖ καλεῖν. οὐ γάρ εἰσιν ἄνθρωποι, ὥστε καὶ παῖδας ἔχειν.
ἐποποῖ: Σύμμαχος καὶ Δίδυμος προπαροξύνουσιν, ἀπὸ τοῦ οἱ ἔποποι· οἱ δὲ περισπῶσιν, ἵνʼ ᾖ ἐπίρρημα ἀντὶ τοῦ ἐποπιστί. εἰ δὲ προπαροξύνοιτο, δῆλον ὅτι ἐσχημάτισται ἀπὸ εὐθείας τῆς ἔποπος.
τίνες οὗτοι: Τροχίλος εἷς τῶν ὀρνέων ὑπακούει οἰκέτης τοῦ ἔποπος.
τοῦ χασμήματος: Ἐπεὶ πρόσωπον ὀρνέου ἐποίησεν ὁ ὑποκριτὴς ἔχοντος τὸ ῥάμφος κεχηνὸς, διὰ τοῦτο εἶπεν χασμήματος.
ὀρνιθοθήρα: Νομίζει τοὺς ἄνδρας διὰ τὸ θηρᾶσαι τὰ ὄρνεα ἐληλυθέναι.
οὕτως τί δεινὸν: Τὸ κάλλιον ἀντὶ ἀπολύτου κεῖται. ἀντὶ τοῦ οὐδὲ καλὸν λέγειν, τὸ ἡμᾶς ὑποπτεύεσθαι τοιούτους εἶναι. ἑωρακὼς δὲ αὐτὸν φοβούμενον τοῦτό φησιν. οὕτω δεινὸν πρᾶγμά ἐστιν οἱ ὀρνιθοθῆραι. οὐκ ὤφειλες οὐδὲ ἡμῖν εἰπεῖν. οἱ δὲ ἐν ἤθει τὸν λόγον ἀκούουσιν οὕτω· οὑτωσί τι δεινὸν οὐδὲ κάλλιον λέγειν, τουτέστιν οὕτω τι δεινὸν ἔχομεν ἐκ τῆς ὄψεως, ὥστε ὀρνιθοθῆραι νομίζεσθαι. οὐδὲ λέγειν σε τοῦτο κάλλιόν ἐστιν ὅτι ἐσμὲν ὀρνιθοθῆραι.
Ὑποδεδιὼς: Ὄνομα ἔπλασεν ὀρνέου Ὑποδεδιώς. —ὡς ἐν Λιβύῃ πολλῶν καὶ ἐκτραπέλων ὄντων ὀρνέων. Λιβυκὸν δὲ, ἐπεὶ οἱ Λίβυες βάρβαροι καὶ δειλοί. ἢ ἐπεὶ πολύορνις ἡ Λιβύη.
τὰ πρὸς ποδῶν: Ὑπὸ τοῦ φόβου ἀδιανόητα ἐφθέγξατο. ἤ φησιν, ἐρώτα τὰ πρὸς ποδῶν σου ὄρνεα, εἰ βούλει, περὶ ἐμοῦ. ἢ ἀπὸ τῶν ποδῶν ἡμῶν, ὅτι ὄρνεα ἐσμὲν, μάνθανε. Ἄλλως. γράφεται καὶ μὴν ἐρώτα πρὸς ποδῶν, ὅτι σαφέστερον. καὶ τάχα ἂν εἴη κατὰ τὴν παλαιὰν σημασίαν γεγραμμένον τὸ ἔρου ἔρω, μετελήφθη δὲ εἰς τὸ ω. ἔν τισι δὲ γράφεται, καὶ μὴν ἐρώτα πρὸς τίνων. ἢ καὶ οὕτω, καὶ μὴν ἐρώτα πρὸς ποίων, ἀντὶ τοῦ πρὸς τίνων ἐσμὲν ὀρνέων ἐρώτα καὶ τίσι προσήκομεν. ἔστι δὲ τὸ ὅλον λόγον οὐκ ἔχον καὶ ἔτι τὸ καὶ μήν ἀκαίρως ἔσται λεγόμενον. κάλλιον οὖν τὰ πρὸς ποδῶν, πυνθάνου τῶν ποδῶν ὅτι ὄρνεα ἐσμέν. λέγει δὲ ὡς ὑπὸ τοῦ δέους ἐναφεικώς.
Ἐπικεχοδὼς: Καὶ τοῦτο ὡς ὄνομα ὄρνιθος ἔπαιξε παρὰ τὸ φαίνεσθαι αὐτοῦ τὸ σκῶρ. φασιανὸς δὲ συκοφάντης, παρὰ τὸ φαίνειν μετὰ φασιανῶν εὑρισκόμενος.
τί θηρίον πότʼ εἶ: Δέον εἰπεῖν ὄρνεον, πρὸς τὸ τεραστικὸν τοῦ σώματος θηρίον εἶπεν.
ὄρνις ἔγωγε δοῦλος: Σημείωσαι ὅτι καὶ τὴν εὐθεῖαν τοῦ ὄρνις ἐκτείνουσιν Ἀττικοί.
ἀλεκτρυόνος: Φυσικόν ἐστι τοῦτο ἐν ταῖς συμβολαῖς τῶν ἀλεκτρυόνων, τοὺς ἡττηθέντας ἕπεσθαι τοῖς νενικηκόσι. καὶ Θεόκριτοςὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.
Φαληρικὰς ἀφύας: Ὅτι πληθυντικῶς λέγουσι τὰς ἀφύας. Ἀρίσταρχος δὲ οὐκ ἀποδέχεται πληθυντικῶς, διὸ τὸ χ. Φαληρεὺς δὲ, λιμὴν τῆς Ἀττικῆς.
ἔτνους δʼ ἐπιθυμεῖ: Ἀθάρας. τορύνη δὲ λέγεται τὸ κινητήριον τῆς χύτρας. σημειωτέον δὲ ὅτι τορύνη πανταχοῦ ἐκτέταται εἰ μὴ παρʼ Εὐπόλιδι.
τροχίλος ὄρνις οὑτοσί: Παρὰ τὸ τρέχω. ἐπεὶ συνεχῶς εἶπε τὸ τρέχω, πέπαιχε τροχίλος εἰπών. ἔστι δὲ καὶ ὄρνεον τροχίλος. καὶ λέγεται εἶναι δριμύ. ἀξιοῦσι δέ τινες τὴν μέσην ὀξύνειν.
μύρτα καὶ σέρφους: Σέρφος σκωληκῶδες ζωΰφιον, ἢ μυρμηκῶδες. ταῦτα δὲ νέμονται τὰ ὄρνεα. καὶ ἡ παροιμία «ἔνεστι κἀν μύρμηκι κἀν σέρφῳ χολή.» Νικοφῶν ἐν Ἀφροδίτης Γοναῖς ἅπερ ἐσθίει ταυτὶ τὰ πονήρʼ ὀρνίθια, σέρφους ἴσως, σκώληκας, ἀκρίδας, πάρνοπας. μύρτα δὲ ὁ τῆς μυρσίνης καλεῖται καρπὸς, ὅς ἐστιν οἰκεῖος ὄρνισιν εἰς τὸ ἐσθίειν.
κακῶς σύ γʼ ἀπόλοιο: Πρὸς τὸν θεράποντα τοῦ ἔποπος λέγει εἰσελθόντα καὶ κεχηνότα.
ὑπὸ τοῦ δέους: Ἰδὼν γὰρ τὸν δοῦλον κεχηνότα ἐφοβήθη.
ἀντὶ τοῦ φοβούμενος.
ἀπέπτατο: Εἰς τὸ αὐτὸ κατήντησε τοῦ γελοίου χάριν.
ὡς ἀνδρεῖος εἶ: Ὡς πολύ. ἐν εἰρωνείᾳ δέ.
ἄνοιγε τὴν ὕλην: Δέον εἰπεῖν τὴν θύραν ἢ τὸν οἶκον τὴν ὕλην εἶπεν. καὶ γὰρ ἐν ὕλαις διάγουσιν οἱ ὄρνεις.
τίς ἡ πτέρωσις: Ἐπειδὴ ὁρῶσι ξένην ὄψιν τοῦ ἔποπος, καταπλήττονται. ἔστι γὰρ τῇ πτερώσει τὸ ὄρνεον κατάπυκνον, καὶ τρεῖς ἔχον ἄκρας ἐν τῷ λόφῳ. —ἐπεὶ τρεῖς λόφους ἔχει ὁ ἔποψ.
τίνες εἰσί μʼ οἱ ζητοῦντες: Εὐθὺς οἰωνιζόμενοι εἰώθασι λέγειν πρὸς τὸ, τίς ὁ ζητῶν θεοῦ τινὸς ὄνομα, ἢ ὑγείαν, ἤ τι τοιοῦτον. καὶ νῦν οὖν ἔφη, τίνες οἱ ζητοῦντές με, πρὸς ὃ ἐπάγει, οἱ δώδεκα θεοί. τὸ δὲ ἑξῆς παρʼ ὑπόνοιαν, ἐπεὶ ἔκσκευος φαίνεται αὐτοῖς.
εἴξασιν ἐπιτρῖψαί σε: Δύναται μὲν ἐπὶ τοῦ ἔποπος λέγειν, οὗτοι ζητοῦσί σε ἐπιτρῖψαι διὰ τὴν ὄψιν· δύναται δὲ καὶ ἐφʼ ἑαυτῶν λέγειν, ἐοίκασιν οὗτοι ἡμᾶς ἐπιτετριφέναι ὧδε ἐλθόντας. ἐκφοβεῖ γὰρ αὐτοὺς τὸ προσωπεῖον. τὸ δὲ εἴξασιν, ἢ ἐοίκασιν ἢ παρεγένοντο.
τὸ τοῦ ὀρνέου πρόσωπον.
τοιαῦτα μέντοι: Ἐν γὰρ τῷ Τηρεῖ Σοφοκλῆς ἐποίησεν αὐτὸν ἀπωρνιθωμένον καὶ τὴν Πρόκνην. ἐν ᾧ ἔσκωψε πολλὰ τὸν Τηρέα.
πότερον ὄρνις: Ἔπαιξε. δέον εἰπεῖν ἄνθρωπος, ταῶς εἶπεν. ὀξύνεται δὲ καὶ περισπᾶται. ὁ μῦθος δὲ λέγει τὸν Ἄργον εἰς ταῶνα μεταβεβλῆσθαι. διὰ τοῦτό φησι, πότερον ὄρνις εἶ σὺ ὁ λεγόμενος Τηρεὺς παρὰ τὸ τηρεῖν τὴν Ἰὼ, ἢ ταῶς. τὸ δὲ ὄνομα περισπῶσιν οἱ Ἀττικοί. —ὄρνις ἢ ταῶς: Ὡς ἐοικότος ὄρνιθος. πρὸς τὸ μέγεθος δὲ τοῦτο λέγει ἢ διὰ τὴν ποικίλην ἐσθῆτα ἣν ἐνεδύσατο. Ἄλλως. ἔπαιξε τὸ γενικὸν εἰπὼν, εἶτα ἐπήγαγε τὸ εἰδικόν.
ἐξερρύηκε: Παρόσον ἄνθρωπος ἐξελήλυθε, μὴ ἔχων πτερὰ πλὴν τῆς κεφαλῆς ὄρνιθος ἐπτερωμένης.
ὡς ἐπὶ τῶν φυτῶν.
νῲ βροτώ: Πρὸς τὴν παράθεσιν τῶν λέξεων, ὅτι ἐκ παραλλήλου ἡ διαφορὰ δηλοῦται. τὸ δὲ χ πρὸς τὸ συνεχὲς τῶν δυϊκῶν.
ὅθεν αἱ τριήρεις αἱ καλαί: Ἀντὶ τοῦ ἐξ Ἀθηνῶν. μέγα γὰρ ἐφρόνουν Ἀθηναῖοι ἐπὶ ναυμαχίᾳ.
Ἡλιστά: Δικασταί. ἀπὸ τοῦ μεγάλου δικαστηρίου τῆς Ἡλιαίας. οὕτως δὲ ἐκλήθη, διὰ τὸ ἐν ὑπαίθρῳ εἶναι τόπῳ καὶ ὑπὸ τοῦ ἡλίου βάλλεσθαι. μὴ ἀλλὰ θατέρου τρόπου: Πέπονθε. κεῖται δὲ ἀντὶ τοῦ οὒκ, ἀλλὰ θατέρου τρόπου, τουτέστι μισόδικοι.
μισόδικοι. τὸ μισόδικον.
ὀλίγον ζητῶν: Τοῦτο λέγει, ὅτι οἱ ἄγροικοι μόνοι εἰσὶν οἱ μὴ φιλοδικασταὶ, ὡς ὀλίγων ὄντων τῶν μισοδίκων καὶ τούτων ἀγροίκων. ἀεὶ δὲ τούτους τε καὶ τοὺς ἱππεῖς ἐπαινεῖ. ἅμα καὶ ὅτι τὰ σπανίζοντα τῶν σπερμάτων μᾶλλον παρὰ τοῖς ἀγροίκοις εὑρίσκεται.
ἀντὶ τοῦ εἰς ὁμιλίαν ἐλθεῖν.
διὰ ταῦτα.
εὔερον: Οἷον μαλακὴν ὥσπερ σισύραν εὐέριον. Πλάτων Ὑπερβόλῳ «καὶ τοσοῦτον εὐερίας ἀπολέ- «λαυχʼ Ὑπέρβολος, ὥστʼ αὐχμότατός ἐστι.» Κρατῖνος Πυλαίᾳ «γλῶσσαν εὐέρων βοτῶν.» λέγει δὲ περὶ τῶν προβάτων. —ἀντὶ τοῦ εὐάερον. τοιαῦτα γὰρ ζητοῦσιν οἱ μετοικιζόμενοι. ἢ ὃ βαλεῖν ἀπὸ μεταφορᾶς τοῦ ἐρίου.
σισύραν: Σισύρνα καὶ σισύρα καὶ σίσυς διαφέρουσι. σισύρα μὲν γάρ ἐστι τὸ ἐξ αἰγείων δερμάτων ἔτι τὰς τρίχας ἔχον σκέπαστρον. τὴν δὲ σισύρναν οἱ κατὰ Λιβύην λέγουσι τὸ ἐκ τῶν κωδίων ῥαπτόμενον ἀμπεχόνιον. σίσυς δέ ἐστι παχὺ ἱμάτιον καὶ εὐτελὲς, πρὸς δὲ καὶ μικρὸν, ἐπιτήδειον εἰς ἓν ἅπτεσθαι, οἷον ἐξωμίδιον. —σισύρα χλαίνης εἶδος εὐτελοῦς, οἷον ἁπλοΐδος ἢ ἐξωμίδος ἢ τοιούτου τινός. Ἀριστοφάνης ἐν Νεφέλαις «ἐν πέντε σισύραις.» ὁ δὲ Ἐρατοσθένης ὥς ἐστι βαίτη, καθάπερ τὸ δένδρον τὸ αὐτὸ καὶ ἄνδραχνον καὶ ἀνδρόχνην καλοῦμεν, οὕτως ᾤοντο σισύραν καὶ σίσυν ἐπὶ τοῦ αὐτοῦ ἐκδέχεσθαι, καὶ τρίτην προσλαμβάνουσι σισύρνην οἱ κατὰ Λιβύην τὸ ἐκ τῶν κωδίων, τὸ ἀμπεχόνιον καλούμενον. —καὶ τὴν σισύραν βαίτην ὑπέλαβον εἶναι τινές. τὸ δὲ οὐκ ἔστιν ἀληθὲς, ἀλλὰ χλαίνης εἶδος εὐτελοῦς, οἷον ἐξωμίδα ἡ διπλοΐδα ἢ τοιοῦτόν τι. οὕτως ἐν τῷ λεξικῷ. ἐγκατακλιθῆναι: Οὕτως Ἀττικοὶ, ὡς ἐν Νεφέλαις «ἀλλὰ κατακλινεὶς δευρί.» τὸ δὲ κλινθῆναι κοινόν. —μαλθακήν: μαλακήν. λέγει δὲ τὴν τῶν προβάτων.
τῶν Κραναῶν: Τῶν Ἀθηνῶν, διὰ τὸ τραχὺ καὶ λεπτόγεων. ἢ ἀπὸ Κραναοῦ βασιλέως.
προσφορωτέραν δὲ νῷν: Ἀντὶ τοῦ ἡμῖν ἐπιτηδείαν, ἄλλην ζητοῦμεν.
ἀριστοκρατεῖσθαι: Ἀντὶ τοῦ ὀλιγαρχεῖσθαι. Ἀριστοκράτης δὲ, Σκελλίου υἱὸς, ἐπεβούλευσεν εἰς κατάλυσιν τῷ δήμῳ. Ἄλλως. ἀρίστους κεκριμένους θέλεις ἔχειν ἄρχοντας τοῦ δήμου καὶ τῆς πόλεως, οἵα ἡ παρὰ Λακεδαιμονίοις πολιτεία ἦν. ἡ γὰρ τῶν Ἀθηναίων δημοκρατία ἦν.
καὶ τὸν Σκελλίου: Παρὰ τὸ ὄνομα πέπαιχεν, ἐπεὶ Ἀριστοκράτης Σκελλίου ἦν υἱὸς, ὃν ὁ ῥήτωρ Δημοσθένης ἔγραφεν. ἀριστοκρατία δὲ ἡ ὀλιγαρχία. οὕτως οὖν, φησὶ, μισῶ τὴν ἀριστοκρατίαν, ὅτι καὶ τὸν Ἀριστοκράτην μισῶ, ὅτι κέκληται τῷ ὀνόματι τούτῳ.
ἐπὶ τὴν θύραν μου πρωΐ: Νῦν οὐ τὴν πρωΐαν λέγει, ἀλλʼ ἴσον τῷ ἐν ὥρᾳ πρῴ. οὕτως γάρ ἐστι τὸ πρωί. διὸ ὀξύνεται. τὸ δὲ πρῷ περισπᾶται. —οὕτω μονοσυλλάβως λέγουσι. Εὔπολις Βάπταις «ἐκεῖ γὰρ ἑξῆς ἀγαθὰ πολλὰ δὴ πρῴ.»
λουσάμενα πρῴ: Οὕτως Ἀττικοί. ὀξύνεται δὲ καὶ τὸ ι ἔχει ἀπὸ τοῦ πρωΐ γενόμενον, ὡς ἀπὸ βαρείας καὶ ὀξείας ὂν, ὡς τὸ ἑσταὼς ἑστώς.
μή μοι τότε γʼ ἔλθῃς: Παροιμία ἐπὶ τῶν μὴ συνερχομένων τοῖς φίλοις ἐν κινδύνοις. παίζει δὲ εἰς τὸ ἐναντίον. ἡ γὰρ παροιμία ἐστὶ, «μή μοι τότʼ ἔλθῃς, ὅταν ἐγὼ πράττω καλῶς.»
ταλαιπώρων: Ἐν εἰρωνείᾳ.
ὦ Στιλβωνίδη: Ὦ λαμπρὲ καὶ ἀπὸ βαλανείων κεκαλλωπισμένε. —ἢ ἁπλῶς ὄνομα κύριόν τινος λέγει. ἢ Στίλβωνος παῖ. διασύρει δὲ τοῦτον, ὡς παῖδα ἔχοντα.
οὐκ ἔκυσας, οὐ προσεῖπας: Ἀντὶ τοῦ περιεπλέξω. ὁ μὲν γὰρ τὰς τῆς γαστρὸς τρυφὰς ἐβούλετο, ὁ δὲ τὰς αἰσχρὰς ἡδονάς. προσηγάγου δὲ, ἀντὶ τοῦ πρὸς ἑαυτὸν ἔλαβες εἰς συνουσίαν.
ὠρχιπέδησας: Ἀντὶ τοῦ τῶν ὄρχεων ἥψω καὶ κατέσχες αἰσχρῶς. δειλακρίων δὲ, δειλότατε, κακόδαιμον. ἐν ἤθει δὲ, ἢ ἀληθῶς λέγει.
παρὰ τὴν ἐρυθρὰν θάλασσαν: Ἡ ἐρυθρὰ θάλασσα παρὰ τὸν ἀνατολικὸν Ὠκεανόν. κατὰ δὲ ἄλλους τὴν εὐδαίμονα Ἀραβίαν λέγει.
ἡ Σαλαμινία: Δύο εἰσὶ νῆες παρὰ τοῖς Ἀθηναίοις ὑπηρέτιδες, ἡ Πάραλος καὶ ἡ Σαλαμινία. ὧν ἡ μὲν Σαλαμινία τοὺς ἐκκαλουμένους εἰς κρίσιν ἦγεν, ἣν ἐπʼ Ἀλκιβιάδην φησὶ πεμφθῆναι Θουκυδίδης, ἡ δὲ Πάραλος τὰς θεωρίας ἀπῆγεν, τουτέστι τὰ εἰς θυσίαν πεμπόμενα. —ἀντὶ τοῦ μάρτυρα.
τί οὐ τὸν Ἠλεῖον Λέπρεον: Καθʼ ὑφαίρεσιν τοῦ ι τὸ Λέπρειον εἶπεν. ἔστι δὲ τῆς Τριφυλίας πλησίον, πόλις τῆς Πελοποννήσου. Λέπρεον δὲ Δίδυμός φησιν ὠνομάσθαι ἢ διὰ τὸ τὴν χώραν αὐτῶν λέπειν· διαφαίνονται γὰρ ἐκ τῆς ὀρεινῆς· πέτρας γὰρ εἶναι αὐτόθι ποικίλας τῷ χρώματι καὶ διαλεύκους, ὁμοίας τοῖς τὰς ὄψεις λεπριῶσι, καὶ διὰ τοῦτο οὕτως ὠνομάσθαι ἐκ τοῦ πάθους· ἢ διὰ τὸ τοὺς πρώτως οἰκήσαντας τὴν πόλιν ταύτῃ τῇ νόσῳ κατεσχῆσθαι. τοὺς οὖν πλησιοχώρους Λεπρεώτας αὐτοὺς καλεῖν. τοὺς δὲ, μὴ βουλομένους δοκεῖν ἄχθεσθαι τῷ ὀνόματι, Λέπρεον τὴν πόλιν καλέσαι. οὐδετέρως γὰρ λέγεται ἡ πόλις τὸ Λέπρεον. ὁ δὲ ἀρσενικῶς εἶπεν.
ὃς οὐκ ἰδὼν: Ἀλλʼ ἐξ ἀκοῆς μαθών. πλεονάζει δὲ τὸ ὅς.
ἀπὸ Μελανθίου: Μελάνθιος ὁ τραγικὸς κωμῳδεῖται λεπρὸς καὶ κακοπράγμων. κωμῳδεῖται γὰρ εἰς μαλακίαν καὶ ὀψοφαγίαν. Πλάτων δὲ αὐτὸν ἐν Σκευαῖς ὡς λάλον σκώπτει. Καλλίας Πεδήταις τίς ἄρα τοὺς Μελανθίου τῷ γνώσομαι, οὓς ἂν μάλιστα λευκοπρώκτους εἰσίδῃς. εἶχε Μελάνθιος λέπραν. ἐκωμῳδεῖτο δὲ καὶ εἰς μαλακίαν.
ἀλλʼ εἰσὶν ἕτεροι: Λείπει τόποι. Ὀποῦς δὲ πόλις Λοκρίδος, ἧς μέμνηται Ὅμηρος ἐν τῷ καταλόγῳ «Ὀπόεντά τε Καλλίαρόν τε.» —Ὀπουντίους δὲ τοὺς τυφλούς φασι.
ἀλλʼ ἔγωγʼ Ὀπούντιος: Οὗτος συκοφάντης πονηρὸς καὶ μονόφθαλμος. ἔπαιξεν οὖν ὅτι οὐκ ἂν γενοίμην τυφλός. Ἄλλως. ὅτι ἑτερόφθαλμός τις ἦν, ὅθεν οὕτω τοὺς τυφλούς φασιν.
ἐς τὴν τριβήν: Ἀπὸ μεταφορᾶς τῶν εὐυφῶν ἱματίων, τῶν ὑπουργούντων εἰς τρίψιν καὶ φόρεσιν πολλοῦ χρόνου. Ἄλλως. ὡς ἐπὶ ἐσθῆτος ἡ μεταφορὰ, ἀντὶ τοῦ, εἰς τὴν διατριβήν.
ἄνευ βαλλαντίου: Ἀντὶ τοῦ, ἄνευ ἀργυρίου καὶ δαπάνης.
κιβδηλίαν: Τὸν ἐκ τοῦ ἀργύρου ῥύπον. μοχθηρίαν καὶ ζηλοτυπίαν. ἅμα δὲ ὅτι τὰ νομίσματα κίβδηλα λέγεται παρὰ τὸ ὑπὸ Χίων δεδηλῆσθαι. Ἄλλως. κίβδηλα ἐλέγετο νομίσματα τὰ ὑπὸ Χίων δεδηλημένα, ἤτοι βεβλαμμένα, κατὰ τροπὴν τοῦ χ εἰς κ. Ἀθηναῖοι γὰρ καὶ Χῖοι πρὸς ἀλλήλους ἐμάχοντο, διὸ τὰ Χίων νομίσματα μετὰ τοῦ χ στοιχείου Ἀθηναῖοι ἐγχαράξαντες ἀπεστρέφοντο, καὶ ἐκάλουν αὐτὰ χίβδηλα ὡς διὰ τοῦ χ στοιχείου δῆλα ὄντα. παραλαβοῦσα δὲ ἡ συνήθεια τὴν φωνὴν τὸ δεδολωμένον νόμισμα κίβδηλον ὠνόμασεν, ἐναλλάξασα τὰ στοιχεῖα πρὸς τὸ εὐγλωττότερον.
εἴδη φυταρίων.
σισύμβρια: Φύλλα τινὰ οἷς στεφανοῦνται οἱ νυμφίοι.
νυμφίων βίον: Ἢ ὅτι οἱ γαμοῦντες στεφανοῦνται, ἢ ὅτι ἡδυπαθοῦσι πρὸς τὰς τῶν γάμων ἡμέρας.
φεῦ φεῦ: Ἔστι μὲν καὶ σχετλιαστικὸν καὶ θαυμαστικὸν, νῦν δὲ θαυμαστικόν.
περιπέτεσθε: Ἀντὶ τοῦ, ἕνα τόπον ἔχετε. κεχηνότες: Ὡς μωροί. τὸ γὰρ κεχηνέναι ἐπὶ τῶν ἀνοήτων παραλαμβάνεται.
αὐτίκα: Οἷον εὐθέως. ἅμα τῷ πυθέσθαι, ὅτι τις ἄστατος, εὐθέως ἄτιμον νομίζουσιν.
τοὺς πετομένους ἢν ἔρῃ: Ἀντὶ τοῦ, περὶ τῶν πετομένων. ἔστι δὲ Ὁμηρικὸν τὸ σχῆμα· «εἰρόμεναι παῖδάς τε κασιγνήτους τε.» ὁ δὲ Τελέας σκωπτικὸς ἄνθρωπος. λέγει δὲ ὅτι, ἤν τις ἐρωτήσῃ περὶ τῶν πετομένων, τίς ὄρνις οὗτος, ὁ Τελέας ἐρεῖ ταῦτα. οὗτος δὲ διεβάλλετο ὡς εὐμετάβλητος τοὺς τρόπους. πρὸς γὰρ τῇ κιναιδίᾳ καὶ δειλίᾳ καὶ ὀψοφαγίᾳ καὶ νοσφισμῷ καὶ πονηρίᾳ ὀνειδίζουσι τὸν Τελέαν.
τίς ὄρνις οὗτος ὁ Τελέας: Πλάτων Σύρφακι ἐπὶ τοῦ Τελέου νοεῖ μὲν ἕτερʼ, ἕτερα δὲ τῇ γλώττῃ λέγει. κωμῳδεῖται δὲ εἰς πολλά. Σύμμαχος δὲ πρὸς οὐδὲν, ἢ ὅτι Τελέας ὄρνεον, ἐπεὶ καὶ ἐν τοῖς ἑξῆς ὄρνεόν τι καταλέγει «τελέᾳ καὶ τετράδι καὶ ταῶνι καὶ βασιλίσκῳ.» —διαβάλλει τὸν Τελέαν ὡς πλανήτην.
ἀστάθμητος: Ἄνισος. ἄστατος.
ἀτέκμαρτος: Οἷον, σημεῖον διὰ τῆς πτήσεως οὐκ ἐμφαίνων. μωμᾷ δὲ, ψέγεις. —δόλιος.
μίαν πόλιν: Καλεῖ νῦν πόλιν τὸ περιέχον ἅπαν.
βλέπε νῦν ἄνω: Ὡς καὶ τὰ ἐν κύκλῳ ἰδεῖν. διαστραφήσομαι δὲ, τὸν τράχηλον κλάσω.
ὀρνίθων πόλος: Τὸ μέν τι παραφράζει τὸ προειρημένον τῶν ὀρνίθων, ὅτι ἔστι τόπος τις αὐτῶν ἐν ᾧ διατρίβουσι, τὸ δὲ καὶ πρὸς τὸν σχηματισμὸν τοῦ ὀνόματος παίζει, τόπος καὶ πόλος. ἑξῆς δὲ ἐτυμολογεῖ αὐτὸν ἀπὸ τοῦ πολεῖσθαι. πόλον γὰρ οἱ παλαιοὶ οὐχ ὡς οἱ νεώτεροι σημεῖόν τι καὶ πέρας ἄξονος, ἀλλὰ τὸ περιέχον ἅπαν. Εὐριπίδης Πειρίθῳ «καὶ τὸν Ἀτλάντιον φρουρῶν πόλον,» ὡς αὐτοῦ τε περιπολουμένου καὶ διʼ αὐτοῦ πάντων ἐρχομένων. —πόλος παρὰ τὸ πολεῖσθαι ἐν αὐτῷ πάντα.
θαυμάζει τὴν λέξιν.
ὅτι δὲ πολεῖται: Ὑπετυμολογεῖν βούλεται τὸν πόλον.
ἢν δʼ οἰκίσητε τοῦτο: Οἱονεὶ τὸ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἐὰν περιτειχίσητε.
κεκλήσεται πόλις: Ἔπαιξε παρὰ τὸ πόλος σχηματίσας τὴν πόλιν.
ὥσπερ παρνόπων: Εὐχείρωτοι γὰρ οἱ πάρνοπες. ἔστι δὲ εἶδος ἀκρίδων. οἱ δὲ κωνώπων λέγουσι.
τοὺς δʼ αὖ θεοὺς: Ἐν τοῖς Πελοποννησιακοῖς κατὰ πάντων Μηλίων Νικίαν πέμψαντες Ἀθηναῖοι, ἐπὶ τοσοῦτον ἐπολιόρκησαν αὐτοὺς, ὥστε λιμῷ διαφθεῖραι. τῷ δὲ πρώτῳ ἔτει Νικίας Μῆλον παρεστήσατο, οὐ μόνον μηχανῶν προσαγωγῇ, ἀλλὰ καὶ λιμῷ, διὰ τὸ ἀποστῆναι αὐτῶν, πρώην ὑποτελῆ οὖσαν. λιμῷ Μηλίῳ: Ἀντὶ τοῦ μεγίστῳ. Μῆλος δέ ἐστι πόλις Θεσσαλίας. καὶ οἱ Μήλιοι πολιορκούμενοι ὑπὸ Ἀθηναίων λιμῷ ἐπιέσθησαν καὶ παραδεδώκασιν ἑαυτοὺς, ὡς Θουκυδίδης ἐν τῇ πέμπτῃ.
Βοιωτοὺς δίοδον αἰτούμεθα: Πολέμιοι ἦσαν οἱ Βοιωτοὶ τῶν Ἀθηναίων, συμβαλόντες Λακεδαιμονίοις διὰ Δεκέλειαν μαχομένοις. ὅτε οὖν θέλουσιν Ἀθηναῖοι εἰς Πυθὼ ἀπελθεῖν, δηλοῦσι Βοιωτοῖς παρακαλοῦντες ὑποχωρῆσαι τῆς ὁδοῦ. Ἄλλως. τινές φασι μεταξὺ Πυθοῦς καὶ Ἀττικῆς εἶναι τὴν Βοιωτίαν, καὶ οὐχ οἷόν τε εἶναι ἀπελθεῖν Ἀθηναίους εἰς Πυθὼ, εἰ μὴ παρέλθωσι Βοιωτίαν. παίζει δέ· τότε γὰρ μόνον δίοδον ζητοῦσιν, ὅταν στράτευμα διάγῃ· ὅταν δὲ ὀλίγοι καὶ εἰρηνικῶς ἢ καθʼ ἕνα, οὐκέτι.
καὶ τοῦ χάους: Χάους ἀντὶ τοῦ ἀέρος νῦν, ὡς Ἴβυκος «ποτᾶται δʼ ἐν ἀλλοτρίῳ χάει.» διαφρήσετε, διαφορήσετε, διαπέμψετε. —Πυθῶδε: Πυθὼ ἡ τοῦ Ἀπόλλωνος πόλις· «Πυθοῖ ἐν ἠγαθέῃ.»
μὰ νεφέλας: Νεφέλη οὐ μόνον ἡ καπνώδης τῆς γῆς ἀναθυμίασις, ἀλλὰ καὶ εἶδος δικτύου θηρευτικοῦ. οὕτω δὲ τὰ προστυχόντα ὤμνυον, μὰ κρήνας, μὰ γῆν, μὰ ποταμούς.
βαρβάρους ὄντας: Ἀντὶ τοῦ ἀφώνους ἢ ἀνηκόους ἀνθρώπων καὶ μὴ εἰδότας αὐτῶν τὴν φωνήν. ἵνα δὲ μὴ θαυμάσῃ ἀκούσας, σὺ αὐτοῖς διηγήσῃ ὀρνέοις οὖσι, φησὶν, ὅτι νοοῦσιν ἐξ ἐμοῦ διδαχθέντες,
ἐς τὴν λόχμην: Λόχμη δασὺς τόπος. πλαγία σύμφυτος καὶ λοχμώδης.
ἀηδόνα: Τὴν Πρόκνην γαμετὴν οὖσαν, ἥτις εἰς ἀηδόνα μετεβλήθη.
καλοῦμεν αὐτούς: Ἐν σχήματι εἴρηκεν ἀπὸ ἑνικοῦ εἰς τὸ πληθυντικόν. καὶ πρὸς τὸ σχῆμα τὸ χ.
ἄγε σύννομέ μοι: Ὡς μετέχουσα τοῦ αὐτοῦ βίου καὶ τῆς αὐτῆς νομῆς. τοῦτο δὲ ὡς ἐπὶ ὀρνέων. μελικῶς δὲ ἄρχεται. τὸ δὲ μέτρον ἐστὶ καταληκτικὸν ἀναπαιστικὸν δίμετρον, κώλων ιδʹ. ὧν τὰ ιβʹ δίμετρα ἀκατάληκτα. τὸ ιγʹ ἀναπαιστικὴ βάσις, ἤτοι μονόμετρον ἀκατάληκτον παρατέλευτον. τὸ δὲ τελευταῖον ἑφθημιμερές. ὑφʼ ὃ αἱ συνήθεις διπλαῖ. ἑξῆς δὲ κῶλον ἰαμβικὸν μονόμετρον καταληκτικόν. μεθʼ ἃ τρίμετρα ἀκατάληκτα, ὧν ἐπὶ τῷ τέλει παράγραφος.
ἀντὶ τοῦ ᾆσον.
πολύδακρυν Ἴτυν: Τὸν Ἴτυλον, ὡς Ὅμηρος λέγει. τὸν Ἴτυν διακόψασα παρέθηκε τῷ πατρὶ πρὸ τῆς ἀπορνεώσεως. Ἄλλως. ἐπειδὴ ὁ Ἴτυς υἱὸς ἦν Τηρέως καὶ Πρόκνης τῆς αὐτοῦ γαμετῆς. Πανδίων γὰρ ὁ τῶν Ἀθηναίων βασιλεὺς Πρόκνην τὴν ἑαυτοῦ θυγατέρα εἰς γάμον ἐκδίδωσι τῷ Τηρεῖ Θρᾳκῶν δυναστεύοντι. ὁ δὲ μετὰ τοὺς γάμους ἀφικνεῖται πρὸς Θρᾴκην μετὰ Πρόκνης, ἐξ ἧς ἔσχεν Ἴτυν. μετὰ δὲ χρόνον συχνὸν ποθούσης τὴν ἀδελφὴν Φιλομήλαν τῆς Πρόκνης ἰδεῖν, ὁ Τηρεὺς Ἀθήναζε ἀπελθὼν καὶ λαβὼν καθʼ ὁδὸν αὐτὴν διεκόρευσε, καὶ τὴν γλῶτταν αὐτῆς ἀπέτεμεν, μὴ δῆλα θείη τὰ πραχθέντα τῇ Πρόκνῃ. οὐ μὴν ἀλλʼ ὑφαίνουσα διὰ γραμμάτων ἐδήλωσε τὸ συμβάν. Πρόκνη μὲν οὖν μαθοῦσα τὴν συμφορὰν, σφάξασα τὸν υἱὸν Ἴτυν εἰς βρῶσιν παρέθηκε τῷ Τηρεῖ. ὁ δὲ γνοὺς, ἐδίωκεν αὐτὰς ξίφει ποῦ ποῦ φθεγγόμενος. Φιλομήλα μὲν δὴ Τηρεὺς ἦν βοῶσα τῷ φόβῳ, Πρόκνη δὲ τὸν Ἴτυν θρηνοῦσα Ἴτυ Ἴτυ ἐλεεινῶς ἐφθέγγετο. τοῦ δὲ Διὸς ἐλεοῦντος ἡ μὲν Πρόκνη εἰς ἀηδόνα, ἡ δὲ Φιλομήλα εἰς χελιδόνα μεταβληθεῖσαι, ἔτι γε μὴν καὶ ὁ Τηρεὺς εἰς ἔποπα, ταὐτὰ φθέγγονται μέχρι καὶ νῦν ἕκαστος, ἅ γε μετὰ τὴν συμφορὰν μὲν πρὸ τῆς ἀπορνεώσεως δέ. ἐλελιζομένη δὲ, θρηνοῦσα. —ἀντὶ τοῦ στρεφομένη. διεροῖς δὲ, διύγροις ἐκ τῶν δακρύων. μῖλαξ δὲ εἶδος βοτάνης.
ἠχὼ: Ἡ ἱερὰ ἠχὼ ἀνέρχεται. τὸ δὲ χωρεῖ ἀντὶ τοῦ χωρήσει. —μῖλαξ εἶδος φυτοῦ.
τοῖς σοῖς ἐλέγοις: Ἀντὶ τοῦ τοῖς θρήνοις. εἴρηται δὲ ἀπὸ τοῦ ἒ ἒ λέγειν. Δίδυμος δέ φησιν ὅτι οἱ πρὸς αὐλὸν ᾀδόμενοι θρῆνοι. τὸν γὰρ αὐλὸν πένθιμον ὑπειλῆφθαι.
ἀντιψάλλων: Ἀντὶ τοῦ ἀνακρούων. ψαλμὸς δὲ κυρίως ὁ τῆς κιθάρας ἦχος.
αὐλεῖ: Τοῦτο παρεπιγέγραπται, δηλοῦν ὅτι μιμεῖταί τις τὴν ἀηδόνα ὡς ἔτι ἔνδον οὖσαν ἐν τῇ λόχμη. κατεμελίτωσεν ἀντὶ τοῦ ἡδύτητος ἐπλήρωσεν.
οὐ σιωπήσεις: Πρὸς ἀλλήλους διαλέγονται.
ἐποποὶ ποποπό: Εἴσθεσις μέλους ἑτέρου περιοδικὴ, εἰς τέσσαρας στροφὰς διαιροῦσα τὰς περιόδους, ὧν ἡ πρώτη στροφὴ κώλων δέκα. ὧν τὸ πρῶτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον, ἔχον τὸν πρῶτον πόδα ἀνάπαιστον, τὸν δὲ δεύτερον τρίβραχυν. ἑξῆς δύο καὶ τὸ πέμπτον τρίμετρα ἀκατάληκτα. τὸ τέταρτον δίμετρον. τὸ ἕκτον ἀναπαιστικὸν ὁμοίως κατὰ τὴν τετάρτην χώραν προκελευσματικὸν ἔχον. τὰ ἑξῆς τροχαϊκὰ δίμετρα πλὴν τοῦ τελευταίου καταληκτικά. ταῦτα δεῖ ὀξυτόνως προφέρεσθαι τῇ φωνῇ, ὥστε ὀρνέου ἦχον προφαίνεσθαι κατὰ μίμησιν.
ἰὼ ἰτὼ ἰτώ: Προσκαλεῖται τοὺς ὄρνιθας, ἵνα συμβουλεύσῃ τὴν πόλιν κτίσαι. τὸ δὲ ὅλον εὐκαίρως ὁ ποιητὴς βούλεται τὸν χορὸν εἰσάξαι τῶν ὀρνέων.
γυίας: Ὁδοὺς, πλέθρα. φῦλα: Γένη.
κριθοτράγων: Ἀντὶ τοῦ κριθοφάγων. καινῶς δὲ εἶπεν· οὐ γὰρ πᾶν ὄρνεον κριθὰς ἐσθίει.
οἱ γέρανοι.
γῆρυν: Φωνήν.
ὅσα τʼ ἐν ἄλοκι: Ἐν τῇ τομῇ τοῦ ἀρότρου. ἀντὶ τοῦ περὶ τὴν βῶλον τῆς αὔλακος.
ἀμφιτιττυβίζετε: Ποιὸν ἦχον ἀποτελεῖτε.
τιὸ τιό: Ἡ δευτέρα στροφὴ κώλων ιγʹ. ὧν τὸ πρῶτον ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον ἐκ τετραβραχέων. τὸ βʹ ὅμοιον καθαρόν. τὸ τρίτον ὅμοιον, ἔχον τὸν τρίτον καὶ τέταρτον πόδα τετράβραχυν, τὸν δὲ τέταρτον τρίβραχυν. τὸ εʹ ὅμοιον, τὸν αʹ καὶ βʹ ἔχον πόδα τετράβραχυν. τὸ ἕκτον ὅμοιον, τὸν τρίτον ἔχον πόδα τετράβραχυν. τὰ ἑξῆς ἓξ τροχαϊκὰ δίμετρα ἀκατάληκτα ἐπιμεμιγμένα τριβράχεσιν. τὸ δὲ ιγʹ, τὸ ἀτταγᾶς ἀτταγᾶς, τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, εἰ δὲ βούλει, παιωνικὸν ἐκ κρητικῶν. μιμούμενος πάλιν τὴν φωνὴν τῶν ὀρνέων καλεῖ αὐτὰ ὁ ἔποψ. —ὁμοίως δὲ καὶ ταῦτα ὀξυτονητέον.
ἐπὶ κισσοῦ κλάδεσιν: Ἀντὶ τοῦ τοῖς κλάδοις. ἀπʼ εὐθείας δὲ τῆς κλάδος, ὡς τὸ τέκος.
κοτινοτράγα: Κότινον ἐσθίοντα, τουτέστι ἀγριέλαιον. κομαροφάγα: Κόμαρον ἐσθίοντα.
ὅσα θʼ ἑλείας: Ἑλώδεις τόπους στενούς. τοὺς ἑλείους στενοὺς τόπους. ἀπὸ τοῦ ὁ ἕλειος. τὰς ὀξυστόμους δὲ, τὰς ὀξὺ ᾀδούσας.
ἐμπίδας: Ζῷόν ἐστιν ἐν ὕδασι γινόμενον ὅμοιον τῷ κώνωπι, μεῖζον δὲ τῇ περιοχῇ, κατὰ τὸ μέσον λευκῷ περιεζωσμένον. κάμπτετε δὲ, καταβάλλετε, ἐσθίετε. ἐρόεντα δὲ ἀντὶ τοῦ ἐπιθυμητικὸν, ὡς χαρίεντα. Μαραθῶνος δὲ, ὅτι ἐν Μαραθῶνι πολὺ τὸ ὄρνεον.
ἀτταγᾶς: Ὁ ἀτταγᾶς ὁ ἔχων τὸν λειμῶνα τοῦ Μαραθῶνος. τὰ γὰρ λιμνώδη καὶ ἕλεια χωρία καταβόσκεται ὁ ἀτταγᾶς. ἡ τρίτη στροφὴ κώλων ὀκτὼ δακτυλικῶν τετραμέτρων, πλὴν τοῦ ζʹ. τοῦτο γὰρ δακτυλικὴ βάσις
ὧν τʼ ἐπὶ πόντιον: Ὁ τέ περιττός. ἔστι δὲ παρὰ τὰ Ἀλκμᾶνος ὅς τʼ ἐπὶ κύματος ἄνθος ἅμʼ ἀλκυόνεσσι ποτᾶται. διὸ καὶ Δωρικῶς εἴρηται. τὸ δʼ ἑξῆς, ὧν τε φῦλα ἐπὶ πόντιον οἶδμα θαλάσσης ἅμʼ ἀλκυόνεσσι ποτᾶται. ἡ δὲ ἀλκυὼν θαλάσσιόν ἐστιν ὄρνεον. καὶ ἱστορίαν δὲ τοιαύτην περὶ αὐτῶν φασιν, ὡς ἀπʼ ἀνθρώπων ἀπωρνεώθη. ἔστι δὲ ἡ Κήϋκος τοῦ Τραχινίων βασιλέως γυνή. οἳ ὄλβῳ μεγίστῳ ἐπαρθέντες, εἰς τοσοῦτον ἦλθον φρυάγματος, ὡς ἀπαξιοῦν τοῖς ἰδίοις ὀνόμασι καλεῖσθαι. καὶ ὁ μὲν ἐκάλεσεν αὑτὸν Δία, ἡ δὲ Ἥραν. καί ποτε ἐν θαλάσσῃ αὐτοῦ πλέοντος ὁ Ζεὺς ὀργισθεὶς αὐτόν τε διέφθειρε καὶ τὴν ναῦν. ἡ δὲ ἄγαν περιπαθῶς ὠδύρετο τὸν τοῦ ἀνδρὸς θάνατον παρὰ τῷ αἰγιαλῷ, ἣν ἐλεήσας ὁ Ζεὺς ἀπωρνέωσε. καὶ ἐκεῖνον δὲ εἰς ὄρνεον μετέβαλεν, ὃν κηρύλον καλοῦσιν. ἐθρήνει δὲ τῶν ᾠῶν αὑτῆς ἐν τῇ θαλάσσῃ κλωμένων. διὸ κατὰ Διὸς οἶκτον ιδʹ ἡμέρας ἀλκυονίτιδας καλουμένας εὐδιεινὰς ἔχει τοῦ ἔτους, ἐν αἷς τίκτουσα ἐκβάλλει τοὺς νεοττούς.
τὰ νεώτερα: Ἀπαγγέλματα δηλονότι ἢ πράγματα.
ταναοδείρων: Μακροτραχήλων. τὸ μερικὸν δὲ ἐπὶ πάντων ἔταξεν. οὐ γὰρ πάντα ταναόδειρα τὰ ὄρνεα.
καινὸς γνώμην: Νέαν γνώμην εἰσηγούμενος.
ἀλλʼ ἴτʼ ἐς λόγους: Ταῦτα τὰ πέντε κῶλα ἔοικεν ἐπῳδοῦ. καὶ εἰσὶ τὰ μὲν δύο τροχαϊκὰ δίμετρα ἀκατάληκτα. τὸ τρίτον ἰαμβικὸν ἐκ τριβράχεων. τὸ δʼ παιωνικὸν ἐκ κρητικῶν διρρύθμων. τὸ πέμπτον ἰαμβικὸν ἑφθημιμερὲς ἐκ τριβράχεων. ἐφʼ ἑκάστης στροφῆς παράγραφος. ἐπὶ δὲ τῷ τέλει κορωνίς.
κικκαβαῦ: τὰς γλαῦκας οὕτω φωνεῖν λέγουσιν. ὅθεν καὶ κικκαβὰς αὐτὰς λέγουσιν. ἔστι δὲ ἱερὰ τῆς Ἀθηνᾶς. οἱ δὲ κικυμίδας, ὡς Καλλίμαχος «κάρτʼ ἀγαθὴ κικυμίς.» καὶ Ὅμηρος δὲ χαλκίδα κικλήσκουσι θεοὶ, ἄνδρες δὲ κύμινδιν. τὴν γλαῦκα ἀπὸ τῆς μορφῆς χαλκίδα, ἐπειδὴ χαλκίζει τῷ χρώματι. Ἄλλως. μίμημα τοῦτο ποιᾶς φωνῆς τῆς γλαυκός. ἔστι δὲ ἱερὰ τῆς Ἀθηνᾶς. διὸ καὶ εἶδος αὐτῆς πολὺ ἐν τῇ Ἀττικῇ καὶ εἰς τιμὴν τῆς θεοῦ ἐν τοῖς νομίσμασιν ἐγχαράττουσι τὴν γλαῦκα. διὰ τὸ χαλκῶδες δὲ ἔχειν τὸ πτερὸν λέγεται καὶ χαλκίς. λέγεται καὶ κύμινδις.
ἐμβὰς ἐπῶζε: Ἐπῴζειν ἐστὶ τὸ ἐπὶ τοῖς ᾠοῖς καθεζόμενα τὰ ὄρνεα κράζειν. ἐνταῦθα δὲ ἀντὶ τοῦ ἐκρύπτετο. χαραδριὸς δέ ἐστιν εἶδος ὀρνέου μεταβαλλομένου εἰς τὰ προκείμενα. διχῶς δέ· ἐπὶ μὲν τοῦ ὀρνέου, χαραδριὸν ὀξυτονητέον· εἰ δὲ ἐπὶ τῆς χαράδρας, βαρυτονεῖται. ἐπεὶ, φασὶ, καὶ αἱ χαράδραι τρόπον τινὰ διὰ τῶν ῥευμάτων μελῳδίας ποιοῦνται. χαραδριὸν μιμούμενος: Εὐφρόνιος ἐκ τοῦ χαραδριὸν μιμούμενος ἀξιοῖ δέχεσθαι ἀποκεκρυμμένος. ἐπεὶ γὰρ τοὺς ἰκτερικοὺς ὠφελεῖ ὁ χαραδριὸς ὀφθεὶς, οἱ πωλοῦντες αὐτὸν, φασὶ, κρύπτουσιν, ἵνα μὴ πρὸ τοῦ ὠνήσασθαί τις ἰαθῇ παρέργως. —Ἄλλως. καὶ μὴν καλύπτει ὡς χαραδριὸν περνάς. Ἀνδρέας δέ φησι τῶν ἰκτερικῶν οὐ τοὺς ἰδόντας, ἀλλὰ τοὺς φαγόντας ἀπαλλάττεσθαι τοῦ πάθους.
τοροτίξ: Οἱ μὲν καὶ τοῦτο τοῦ ἔποπος λέγουσιν εἶναι, οἱ δὲ ὄρνιθός τινος περιιπταμένου. καὶ τοῦτο δὲ τῶν εἰρημένων ὀρνέων.
ἀγάθʼ ἀλλʼ οὑτοσὶ: Κορωνὶς αὖθις ἑτέρα εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ μʹ, ὧν τελευταῖος καὶ βλέπουσιν εἰς σὲ κἀμέ. τοῦτο μὲν καμοὶ δοκεῖ. ἐν ἐκθέσει δὲ μετὰ τὸν λζʹ στίχον κῶλα ἰαμβικὰ δίμετρα ἀκατάληκτα βʹ. ἐπὶ τῷ τέλει κορωνίς. καὶ δή τις ὄρνις: Τοῦτο ἀποδέδωκε πρὸς τὰ ἄνω ἃ εἶπεν ὁ ἕτερος «ἄλλως ἄρʼ οὕποψ.» ταῶς δὲ Ἀττικῶς περισπᾶται.
οὗτος αὐτὸς: Ἀντὶ τοῦ ὁ ἔποψ ἐρεῖ ἡμῖν.
καλός γε καὶ φοινικιοῦς: Ἦν γὰρ φοινικόπτερος. λέγεται οὖν ἀντὶ τοῦ πυρρός. περισπᾶται δὲ τῷ λόγῳ τῶν εἰς ους ἁπλῶν. καὶ ἔστι παρὰ τὴν φοίνικος γενικὴν φοινικόεις καὶ φοινικίεος ἐν ὑπερθέσει καὶ φοινικιοῦς ἐν συναιρέσει.
ἔξεδρον χώραν ἔχων: Ἐκ τῆς Σοφοκλέους δευτέρας Τυροῦς ἀρχὴ τίς ὄρνις οὗτος ἔξεδρον χώραν ἔχων; ὡς εἰ εἶπε χροιάν. ἔξεδρον δὲ, παρηλλαγμένην. Σοφοκλῆς «οὐκ ἔξεδρος, ἀλλʼ ἔντοπος ἀνήρ.»
ὁ μουσόμαντις· Ὁ κομπώδης. τοιοῦτοι γὰρ οἱ μάντεις καὶ οἱ ποιηταί. ἄτοπος ὄρνις: Τοῦτο εἶπεν εἰς τὸ τερατῶδες τοῦ ὄρνιθος ἀφορῶν οὐδὲν πρὸς τὸ προκείμενον. παρὰ τὰ ἐξ Ἠδωνῶν Αἰσχύλου «τίς ποτʼ ἔσθʼ ὁ μουσόμαντις, ἄλαλος, ἀβρατεὺς ὃν σθένει.» —ὀρειβάτης: Τῷ ὄρει βαίνων.
Μῆδός ἐστιν: Ὡς τῶν Μήδων ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῶν καμήλων ὀχουμένων ἐπὶ τῇ τῶν πολέμων ἐξόδῳ. τοὺς δὲ Ἐκβατάνων ὄρνεις Περσικούς φασι πρὸς τὸ ξένον τῆς θέας. ζητεῖται δὲ εἰ ὄντως καλεῖταί τις ὄρνις μῆδος.
λόφον κατειληφώς: Ἀντὶ τοῦ λόφον ἔχων. ἀπὸ τῶν ἐν τοῖς πολέμοις. τοῦτο δέ φησιν ἐπεὶ ἕτερός τις ὄρνις ἀναφαίνεται λόφον ἔχων ὡς ὁ ἔποψ. διαβάλλει δὲ τὸν Φιλοκλέα ὡς ὀξυκέφαλον.
οὗτος μέν ἐστι Φιλοκλέους: Οὗτος ὁ Φιλοκλῆς ἔποπα ἐσκεύασεν ἐν τῇ Πανδιονίδι τετραλογίᾳ, οὗ ἡ ἀρχὴ «σὲ τῶν πάντων δεσπότην λέγω.» Ἄλλως. Φιλοκλεῖ ἐστι δρᾶμα Τηρεὺς ἢ Ἔποψ. Ἄλλως. ὁ Σοφοκλῆς πρῶτον τὸν Τηρέα ἐποίησεν. εἶτα Φιλοκλῆς. διὰ τοῦτο δὲ εἶπεν, ἐγὼ δὲ πάππος, ἀντὶ τοῦ πρὸ αὐτοῦ ἐγράφην. τοῦτο δὲ θέλων κωμῳδῆσαι Καλλίαν ὡς ἀπολέσαντα πάντα τὰ χρήματα. Ἄλλως. ἐν ἐνίοις ὑπομνήμασιν, ὅτι προκέφαλός ἐστιν ὁ Φιλοκλῆς ὡς ὁ ἔποψ. ἀλλʼ οὐδαμοῦ κεκωμῴδηται. εἴη ἂν οὖν τὸν ἔποπα ἐσκευοποιηκὼς τῇ Πανδιονίδι τετραλογίᾳ, ἣν καὶ Ἀριστοτέλης ἐν ταῖς Διδασκαλίαις ἀναγράφει. ἔστι δὲ ὁ Φιλοκλῆς τραγῳδίας ποιητὴς, καὶ Φιλοπείθους υἱὸς ἐξ Αἰσχύλου ἀδελφῆς. ὅσοι δὲ Ἁλμίωνος αὐτόν φασιν, ἐπιθετικῶς λέγουσι διὰ τὸ πικρὸν εἶναι. ἅλμη γὰρ ἡ πικρία. γεγόνασι δὲ Φιλοκλεῖς δύο τραγῳδιῶν ποιηταί· εἷς μὲν ὁ Φιλοκλέους ἀπόγονος· ἐκείνου μὲν γὰρ υἱὸς Μόρσιμος· τούτου δὲ Ἀστυδάμας, ἐκ τούτου δὲ Φιλοκλῆς καὶ ἕτερος ὁ κατὰ τὴν αὐτὴν ἡλικίαν περιπεπτωκὼς τῷ νεωτέρῳ Φιλοκλεῖ.
Ἱππόνικος Καλλίου: Ὁ Ἱππονίκου Καλλίας ἐδόκει τὰ πατρῷα διεσπαρκέναι εἰς ἀσέλγειαν. κωμῳδεῖται δὲ εἰς ἀσέλγειαν καὶ ὡς ληφθεὶς μοιχεύων ἀπέτισε χρήματα. κεκωμῴδηκε δὲ αὐτὸν ἱκανῶς Εὔπολις ἐν τοῖς Κόλαξι. Ἄλλως. λέγεται καταψεύδεσθαι τῶν ὑπομνημάτων, ὅτι οἱ Ἱππόνικοι καὶ οἱ Καλλίαι ἄνωθεν ἐκ διαδοχῆς ἀπὸ πατέρων ἐπὶ παῖδας καθήκουσιν. ὅπερ ἐστὶ ψεῦδος. ὁ πρῶτος γοῦν Καλλίας Φαινίππου πατρός ἐστιν, ὁ νενικηκὼς ἵππῳ τὴν τετάρτην καὶ πεντηκοστὴν ὀλυμπιάδα.
τίλλεται: Τὸ τίλλεται ἀπὸ τῶν ὀρνέων. νῦν δὲ ἴσον τῷ πλούσιος τὸ γενναῖος. καὶ πρὸς τὴν πορνοκοπίαν τοῦ Καλλίου, καὶ ὅτι μοιχεύων χρήματα ἐδίδου. — γενναῖος: Πολὺν ἔχων ὄλβον.
κατωφαγᾶς: Ὅτε βαρύνεται, ἐπίθετον· ὅτε δὲ περισπᾶται, κύριον. ἴσως δὲ ἀπὸ τοῦ καταφαγεῖν τὸ ὄνομα πεποίηκε, διὰ τὴν τοῦ Κλεωνύμου πολυφαγίαν.
οὐκ ἀπέβαλε τὸν λόφον: Τὸν τῆς περικεφαλαίας. ὡς ῥίψασπις καὶ δειλὸς διαβάλλεται Κλεώνυμος.
ἐπὶ τὸν δίαυλον ἦλθον: Ἐπεὶ οἱ διαυλοδρομοῦντες μεθʼ ὅπλων τρέχουσιν ἔχοντες λόφον ἐπὶ τῆς κεφαλῆς. Ἄλλως. δίαυλος λέγεται ὁ διττὸν ἔχων τὸν δρόμον ἐν τῇ πορείᾳ, τὸ πληρῶσαι τὸ στάδιον καὶ ὑποστρέψαι. δολιχοδρόμοι δὲ οἱ ἑπτὰ τρέχοντες, διὸ καὶ δολιχοδρόμοι. οἱ γὰρ σταδιοδρόμοι διπλοῦν ποιοῦνται τὸν δρόμον. Ἄλλως. ὁπλίτην δρόμον· μεθʼ ὅπλων γὰρ ἠγωνίζοντο. Ἄλλως. δίαυλος, ὁ διστάδιος τόπος ἢ μέτρον πήχεων σʹ. δίαυλος καὶ ἡ μακρὰ περίοδος. ὀκτὼ δέ εἰσιν ἀγωνίσματα, στάδιον, δίαυλος, δόλιχος, ὁπλίτης, πυγμὴ, παγκράτιον, πάλη καὶ ἅλμα. ὥσπερ οἱ Κᾶρες μὲν οὖν: Ὡς τῶν Καρῶν τὰ ἐχυρὰ καταλαμβανόντων, διὰ τὸ στρατιωτικοὺς εἶναι. ἣ ὅτι ἐν πέτραις ᾤκουν ὑπὲρ ἀσφαλείας, ἢ ὅτι λόφον ἔχουσιν ἐπὶ τῶν κρανῶν. Ἄλλως. γενναιότατοι οἱ Κᾶρες τὰ πολεμικὰ καὶ τοὺς λόφους καταλαμβάνοντες ἐν τοῖς πολέμοις. θαλασσοκρατήσαντές τε πολλὰ μέρη τῆς οἰκουμένης κατέλαβον. καὶ τοὺς λόφους ᾤκουν, ὡς ἂν ἐχυρωτέρους, ὅθεν καὶ Καρικαὶ καὶ καραπόλεις ἐλέγοντο αἱ οἰκήσεις.
πετομένων τὴν εἴσοδον: Τὸν οὐρανὸν ἢ τὸν ἀέρα. εἴσοδος δὲ λέγεται ᾗ ὁ χορὸς εἴσεισιν εἰς τὴν σκηνήν. καὶ ἐν ταῖς Νήσοις τί σὺ λέγεις; εἰσὶν δὲ ποῦ; αἱδὶ κατʼ αὐτὴν ἢν βλέπεις τὴν εἴσοδον.
οὑτοσὶ πέρδιξ: Ἀπὸ τούτου ἡ καταρίθμησις τῶν εἰς τὸν χορὸν συντεινόντων προσώπων κδʹ, ἐν περιττῷ ληφθέντων τῶν προκατειλεγμένων. ὁ δὲ τραγικὸς ιεʹ πρόσωπα ἔχει. ἐντεῦθεν ἀριθμήσας εὑρήσεις τὰ εἰκοσιτέσσαρα πρόσωπα, ἐξ ὧν ὁ κωμικὸς χορὸς συνίσταται.
ὅστις ἐστὶ κηρύλος: Εὐφρόνιός φησι τοὺς Δωριεῖς λέγειν, «βάλε δὴ βάλε κηρύλος εἴην·» τοὺς δὲ Ἀττικοὺς κείρυλον. φησὶ δὲ Δίδυμος, τὸ κατὰ φύσιν ὄνομα κείρυλος λέγεσθαι. Ἀντίγονος δέ φησι τοὺς ἄρσενας τῶν ἀλκυόνων κηρύλους λέγεσθαι, οὓς καὶ γηράσκοντας αἱ θήλειαι βαστάζουσι τοῖς πτεροῖς. μήποτε παρὰ τὸ κείρειν ἐσχημάτικεν. ὁ δὲ Σποργίλος ἦν κουρεύς. μνημονεύει αὐτοῦ Πλάτων ἐν Σοφισταῖς τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος τοῦτο οὖν ἔστω σημεῖον τοῦ καὶ τὸν κηρύλον ἴσως παρὰ τὸ κείρειν ἠτυμολογηκέναι τὸν Ἀριστοφάνην. ἀντέθηκεν οὖν αὐτῷ κουρέα. Ἄλλως. ὁ ἄρσην ἀλκυὼν κηρύλος λέγεται. ἐν δὲ ταῖς συνουσίαις ἀποθνήσκει. ὁ δὲ Σποργίλος κουρεὺς ἦν. διαβάλλει δὲ αὐτὸν ὡς εὐτελῆ.
τίς γλαῦκʼ Ἀθήναζε: Παροιμία. τὸ δὲ χ, ὅτι ἤλλαξε τὸ τοπικόν. ἔδει γὰρ ἐξ Ἀθηνῶν, οὐκ εἰς Ἀθήνας εἰπεῖν. οὐ προσποιεῖται δὲ, ὅτι οὐκ ἐν Ἀθήναις τὰ πράγματα. Ἄλλως. παροιμία ἐπὶ τῶν μάτην ἐπισωρευόντων τινὰ ἐπὶ τοῖς προϋπάρχουσιν, οἷον εἴ τις ἐν Αἰγύπτῳ σῖτον ἐπαγάγοι, ἢ ἐν Κιλικίᾳ κρόκον. ἐνταῦθα οὖν, ἐπεὶ Ἀθήνηθέν ἐστιν ἡ γλαὺξ, κατὰ τὴν παροιμίαν λέγει, τίς εἰς Ἀθήνας γλαῦκʼ ἐνήνοχεν; Δήμων δέ φησιν ὅτι οὐ τοῦ ζῴου μόνον πληθύνοντος ἐν τῇ πόλει, ἀλλὰ καὶ τοῦ νομίσματος. καὶ ὅτι οὐκ ἐν ἀργύρῳ μόνῳ, ἀλλὰ καὶ ἐν χαλκῷ χαράσσουσι τὴν γλαῦκα. διὸ τὴν παροιμίαν εἰρῆσθαι. μήποτε δὲ ἐπὶ τοῦ ζῴου εἰκός ἐστι λεχθῆναι μόνου.
κορυδὸς, ἐλεᾶς: Ὁ κορυδὸς παρὰ Ἀριστοτέλει κορύδων λέγεται, εἰ μὴ ἕτερός ἐστι. ποικίλα γὰρ τὰ ὀνόματα. ὁ δὲ ἐλεᾶς μήποτε ἐλείας ἐστὶν ἐν τοῖς Καλλιμάχου ἀναγραφόμενος. φησὶ γὰρ «ἔλεια μικρὸν, φωνῇ ἀγαθόν.» ἀναγέγραπται δὲ καὶ ἡ ὑποθυμὶς καὶ ὁ νέρτος καὶ ὁ ἐρυθρόπους καὶ ἡ πορφυρὶς καὶ ὁ δρύοψ καὶ ἡ ἀμπελίς.
κεβλήπυρις: Μήποτε οὐχ ἕν ἐστιν, ἀλλὰ δύο, φησὶν ὁ Σύμμαχος. καὶ ἐν τοῖς Καλλιμάχου γὰρ ἀναγέγραπται κέβλη. εἶτα μύρμηξ Ἑρμίππου τετραμέτροις. «καὶ Θεμιστοκλέους τὸν πρωνός τις ὢν κεβλήπυρίς «τις ὀνομάζεται.» ὥστε ἐνθάδε ἢ ἐκεῖ ἡμάρτηται τὸ ἓν παρὰ τῇ γραφῇ. Ἄλλως. οὐ δύναται δύο εἶναι, διὰ τὸν ἀριθμὸν τῶν εἰκοσιτεσσάρων.
πορφυρὶς: Ἡ πορφυρὶς ἀναγέγραπται, κερχνῂς δὲ οὐκ ἀναγέγραπται, ἀλλὰ κέρχνη. καὶ ἡ κολυμβὶς δὲ φαίνεται καὶ ὁ δρύοψ, καὶ ἡ ἀμπελίς. Δίδυμος δὲ τὸν μικρὸν ἱέρακά φησι.
οἷα πιππίζουσιν: Κατὰ μίμησιν τῶν ὀρνέων πεποίηται ἡ λέξις. λέγει δὲ οὗτος καὶ τὸ ποτίζειν πιπίζειν.
ποποποποπο: Εἴσθεσις περιόδου ἀμοιβαίας τοῦ χοροῦ καὶ τοῦ ὑποκριτοῦ κώλων στίχων ιηʹ. ὧν τὰ πρῶτα τρία κῶλα τοῦ χοροῦ ἀναπαιστικὰ πενθημιμερῆ ἐπιμεμιγμένα τετραβράχεσιν. ὁ δʹ τροχαϊκὸς τετράμετρος καταληκτικός. τὰ ἑξῆς πάλιν τρία κῶλα τοῦ χοροῦ. ἀναπαιστικὴ βάσις ἕκαστον τούτων. ἐπιμεμιγμένα καὶ ταῦτα τετραβράχεσιν. οἱ ἑξῆς πάλιν δύο τροχαϊκοὶ τετράμετροι καταληκτικοί. τὸ ἑξῆς τοῦ χοροῦ κῶλον ἀναπαιστικὴ βάσις. οἱ δὲ ἑξῆς ζʹ τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ, ὧν τελευταῖος κἀστὸν ἤδη που παρʼ ἡμῖν; εἰ παρʼ ἡμῖν εἴμʼ ἐγώ.
τίνα λόγον: Ἀπὸ κοινοῦ τὸ πάρει.
κοινὸν ὠφελήσιμον: Ἀντὶ τοῦ κοινωφελῆ. ἀσφαλῆ δὲ, τουτέστιν ἀληθῆ καὶ σφαλῆναι μὴ δυνάμενον.
λεπτὼ λογιστὰ: Ἀφίκοντο λεπτοὶ εἰς τὸ λογίσασθαι.
ποῦ πᾶ: Διαταράσσονται οἱ ὄρνιθες ἀκηκοότες ἄνδρας παρεῖναι. ὑποπτεύουσι γὰρ αὐτοὺς εἶναι ὀρνιθοθήρας.
ἔχοντε πρέμνον: Στέλεχος καὶ ῥίζαν. πράγματος δὲ πελωρίου, ὅ ἐστι χρήσιμόν τι εἰσηγούμενοι.
ὦ μέγιστον ἐξαμαρτὼν: Ἐπεὶ ἀνθρώπους ἐδέξατο θηρευτὰς τῶν ὀρνίθων. Ἄλλως. τῶν ἐξημαρτημένων ἐξότε ἐτέχθην.
τῆς συνουσίας: Τῆς ἡμῶν τῶν ὀρνέων κοινωνίας καὶ διαγωγῆς.
εἰ παρʼ ὑμῖν εἴμʼ ἐγώ: Εἰ ἐγὼ παρʼ ὑμῖν εἰμι, καὶ ἐκεῖνοι παρʼ ἐμοί εἰσιν.
ἔα ἔα: Εἴσθεσις ἑτέρα μέλους χοροῦ στροφῆς λόγον ἔχουσα. ἔχει γὰρ καὶ ἀντίστροφον τὴν, ἰὼ ἰώ, ἐκ κώλων ἀναπαιστικῶν καὶ παιωνικῶν ὀκτώ. ἧς προτίθεται κῶλον ἰαμβικὸν ἤτοι ἰαμβικὴ βάσις. εἰσὶ δὲ τὰ μὲν ἀναπαιστικὰ μεμιγμένα προκελευσματικοῖς, τὰ δὲ παιωνικὰ πεντασυλλάβοις. διαλύονται γὰρ καὶ τῶν παιώνων εἰς βραχείας αἱ μακραί. τὸ μὲν οὖν πρῶτον καὶ τρίτον ἀναπαιστικὰ δίμετρα βραχυκατάληκτα. τὸ δὲ δεύτερον καὶ τέταρτον ὅμοια τῷ δευτέρῳ. τὸ πέμπτον ἑφθημιμερές. τὸ ἕκτον καὶ ζʹ παιωνικὰ τετράμετρα καταληκτικά. τὸ δὲ ὄγδοον ὅμοιον ἑφθημιμερές. ἐν ἐκθέσει δὲ στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ τρεῖς. τὸν τρίτον δὲ ἀναπληροῖ τὸ ἑξῆς πρόσωπον εἰσερχόμενον. ἑξῆς δὲ σύστημα ἐν εἰσθέσει τροχαϊκῶν τετραμέτρων καταληκτικῶν δʹ. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα, τοῦ δὲ συστήματος μόνη παράγραφος.
ὁμότροφα: Οἷον τὴν αὐτὴν ἡμῖν κατανομὴν νεμόμενα.
παρέβη μὲν θεσμοὺς: Ὡς τούτου νενομοθετημένου αὐτοῖς τὸ μὴ συνεῖναι ἀνθρώποις.
ὕστερος λόγος: Ὅ ἐστιν ὕστερον αὐτῷ μαχησόμεθα. ὡς παρʼ Ὁμήρῳ ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖθις.
διαφορηθῆναι: Διασπασθῆναι.
αἴτιος μέντοι σὺ: Ἀλλήλοις ἀντεγκαλοῦσιν οἱ πρεσβῦται ἀμηχανοῦντες ἐκφυγεῖν πως τὸ παρὸν κακόν.
ἰὼ ἰώ: Εἴσθεσις χοροῦ ἑτέρα ἀντίστροφος τῆς ἤδη ῥηθείσης στροφῆς, ἐκ κώλων ὁμοίων καὶ στίχων ηʹ. εἰσὶ δὲ τὰ μὲν εʹ ἀναπαιστικὰ ἀναλόγως τοῖς τῆς στροφῆς. τὰ δὲ τρία παιωνικὰ, ὡς καὶ τὰ τῆς στροφῆς. ἐν εἰσθέσει δὲ στίχοι δύο τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς. ἐπὶ τῷ τέλει διπλαῖ ἔξω νενευκυῖαι. Ἄλλως. ἔπαγε: Παρακελεύονται ἑαυτοῖς ὡς ἐν πολεμικῇ παρατάξει, βουλόμενοι κατʼ αὐτῶν ὁρμῆσαι.
ἐπίβαλε περί τε κύκλωσαι: Ὡς ὅπλον πανταχοῦ. τοῦτο γὰρ τὸ πάντα γε τὴν πτῆσιν τὴν ἐπὶ φόνῳ γενομένην περίαγε.
καὶ δοῦναι ῥύγχει φορβάν: Ἀσκληπιάδης φησὶν ἀπὸ Ἀνδρομέδας εἶναι, ὡς καὶ τὸ «σὰ γὰρ ταῦτα πάντα καὶ ἐκεῖσε δεῦρο.» γράφεται καὶ ῥάμφει. ὅπερ βέλτιον. ῥάμφος γὰρ ἐπὶ ὀρνέου. ἐπὶ δὲ χοίρου ῥύγχος. Ἄλλως. παρὰ τὸ Εὐριπίδου ἐξ Ἀνδρομέδας «ἐκθεῖναι κήτεϊ φορβάν,» ὡς Ἀσκληπιάδης, τὰ μηδέπω διδαχθείσης τῆς τραγῳδίας παρατιθέμενος, ὡς καὶ τὸ «σὰ γὰρ ταῦτα πάντα καὶ τὸ τῇδε καὶ τὸ κεῖσε,» παρὰ τὰ ἐκ τῶν μηδέπω διδαχθεισῶν Φοινισσῶν φησὶν «κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ.» καὶ ὅλως πολὺ παρὰ πᾶσι τὸ τοιοῦτον.
οὔτε γὰρ ὄρος: Εἰς ἃ μάλιστα ἀπόφευξίς τις ἐστὶν ἀσφαλής.
ἐπαγέτω τὸ δεξιὸν κέρας: Ἀντὶ τοῦ προηγείσθω τὸ δεξιὸν μέρος. ὡς ἐπὶ πολέμου δὲ τοῦτό φησι. τῶν γὰρ ταγμάτων τὸ μὲν μέσον, μέτωπον, ὃ ἐκ πολλοῦ πλήθους συνίσταται, τῶν δʼ ἑκατέρωθεν τὸ μὲν δεξιὸν, τὸ δʼ ἀριστερὸν ὀνομάζεται.
ὅτι μένοντε: Ἐπεὶ μὴ δυνάμεθα φυγεῖν, κἂν μαχεσώμεθα μένοντες. λαμβάνειν τε τῶν χυτρῶν: Φοβεῖται γὰρ τὴν χύτραν τὰ ὄρνεα διὰ τὸ μέλαν αὐτῶν.
γλαῦξ μὲν οὐ πρόσεισι νῷν: Οὐ διὰ τὴν χύτραν οὐ πρόσεισιν, ὡς Εὐφρόνιος· τοῦτο γὰρ κοινῶς πάντα τὰ ὄρνεα φοβεῖ· ἀλλὰ διὰ τὸ Ἀττικὸν εἶναι τὸ ζῷον· Ἀττικοὶ δὲ καὶ αὐτοί.
τοῖς δὲ γαμψώνυξι: Τοῖς ὑποκύφους ἔχουσιν ὄνυχας. τὸν ὀβελίσκον ἁρπάσας: Πῆξον αὐτὸν πρὸς τὴν χύτραν.
ἢ τρύβλιον: Ὅτι τὸ τρύβλιον μεῖζον τοῦ ὀξυβάφου.
ὑπερακοντίζεις σύ γʼ ἤδη: Νικᾷς. ἐκ μεταφορᾶς τῶν τοῖς ἀκοντίοις ἀγωνιζομένων. Νικίαν: Φρονιμώτατα γὰρ λιμῷ Μηλίους ἀνεῖλεν.
ἐλελελεῦ: Ἐπίφθεγμα πολεμικὸν τὸ ἐλελεῦ. οἱ προσιόντες γὰρ εἰς πόλεμον τὸ ἐλελεῦ ἐφώνουν μετά τινος ἐμμελοῦς κινήσεως. καθὸ καὶ Ἀχαιὸς Ἐρετριεὺς ἐν τῷ Φιλοκτήτῃ ποιεῖ τὸν Ἀγαμέμνονα παραγγέλλοντα τοῖς Ἀχαιοῖς.
ἕλκε, τίλλε: Καὶ Κρατῖνος «σφάττε, δεῖρε, κόπτε» τὴν χύτραν δὲ, εἰς ἣν ἐπερείδονται, δεικνύντες ὅτι καταφρονοῦσιν αὐτῆς,
καὶ φυλέτα: Συμπατριώτα, ὅτι καὶ ἡ Πρόκνη Ἀττικὴ ἦν Πανδίονος θυγάτηρ.
μᾶλλον ἡμεῖς ἢ λύκων: Μᾶλλον λύκων φεισόμεθα ἤπερ τούτων, ἔστι καὶ παροιμιῶδες. ἐπεὶ τὸ παλαιὸν τοὺς λύκους ἀπέκτεινον ἐν τῇ Ἀττικῇ, καὶ νόμος ἦν λυκοκτονεῖν. διὸ ὁ μὲν φονεύων τέκνον λύκου τάλαντον ἐλάμβανεν, ὁ δὲ τέλειον δύο. ὅθεν καὶ τὸν Ἀπόλλωνα λύκειον καὶ λυκοκτόνον φασίν.
τοῖσι πάπποις τοῖς ἐμοῖς: Ὅπερ ἐστὶν ἐκ προγόνων ἐχθροὶ ἡμῖν ὄντες. καὶ Μένανδρος οὐχ ὅθεν ἀπωλόμεσθα σωθείημεν ἄν.
ἀλλʼ ἀπʼ ἐχθρῶν δὴ πολλὰ: Φοβούμενος γάρ τις τοὺς ἐχθροὺς ὠφελεῖται παρʼ αὐτῶν. ὁ γὰρ τῶν ἐχθρῶν φόβος πολλὰ χρήσιμα ἔσθʼ ὅτε διδάσκει πρὸς φυλακὴν καὶ πρόνοιαν. καὶ ὑπʼ ἀνάγκης ἐχθρῶν συνωθούμενοι μηχανάς τινας σοφωτάτας εἰς ἑαυτῶν φυλακὴν ἐπινοοῦσιν οἱ ἄνθρωποι.
ναῦς τε κεκτῆσθαι μακράς: Τὰς τριήρεις. ταῦτα δὲ εἰς Συρακουσίους αἰνίττεται, οἳ ἐνίκησαν Ἀθηναίους, διὰ τὸ ταπεινὰς ἔχειν τὰς πρῴρας.
ἔστι μὲν λόγων ἀκοῦσαι: Τὸ ἑξῆς, ἔστι μὲν χρήσιμον τὸ ἀκοῦσαι πρῶτον ἐφʼ ὅτῳ ἐληλύθασιν.
ἄναγʼ ἐπὶ σκέλος: Ἀντὶ τοῦ ὑπαναχώρει ὀλίγον ὑπὸ πόδα. παρὰ τὸ «γόνυ γουνὸς ἀμείβων.» τοῦτο δὲ ὡς ὑποποδισάντων αὐτῶν ὑπὸ τοῦ δέους.
καὶ δίκαιόν γʼ ἔστι: Τοῦτο ὁ ἔποψ πρὸς τοὺς ὄρνιθας, ἐπειδὴ ἔφασαν εἰς λόγους βούλεσθαι ἐλθεῖν τοῖς ἀνθρώποις.
μᾶλλον εἰρήνην ἄγουσιν: Ἔκθεσις τῆς διπλῆς ἐκ κώλων ὁμοίων τροχαϊκῶν ἐπιμεμιγμένων ἀναπαίστοις καὶ χορείοις ιεʹ διμέτρων πλὴν τοῦ τελευταίου ἀκαταλήκτων, ὑφʼ ὃ αἱ συνήθεις δύο διπλαῖ. τὴν χύτραν: Ἔξωθεν τὴν σύν· σὺν τῷ τρυβλίῳ. τῷ δὲ ὀβελίσκῳ ἐχρῶντο ἀντὶ δόρατος. καὶ τὸν ὀβελίσκον δὲ, φησὶν, ὅστις ἐστὶν ἠμῶν δόρυ, ἐντὸς τῶν ὅπλων χρὴ λοιπὸν ἔχειν. λέγει δὲ ἀντὶ τοῦ τῶν χυτρῶν. ἔθος δὲ εἶχον ἔσω τῶν ἀσπίδων ἔχειν τὰ δόρατα.
ἀντὶ τοῦ χάλα αὐτά.
καὶ τὸ δόρυ χρὴ τὸν ὀβελίσκον: Τὸν ὀβελίσκον ὅστις ἐστὶν ἡμῖν δόρυ, χρὴ περιπατεῖν ἔχοντας ἐντὸς, μὴ πόλιν γένηται πόλεμος.
τῶν ὅπλων ἐντὸς: Κέχρηται τῇ λέξει ἀντὶ τῶν ἱματίων, ὡσανεὶ εἶπε, καὶ ἔχειν τὸ δόρυ παρὰ τὴν ἀσπίδα. οὕτω γὰρ ποιοῦσιν οἱ πολέμιοι, τοῦ μὴ ἐξόπλους εἶναι, ἀλλὰ καθωπλίσθαι. παρὰ τὴν χύτραν: Τουτέστι δεῖ καὶ μὴ φοροῦντας ἐγγύθεν αὐτὴν ἔχειν. παραινεῖ οὖν μήτε παντάπασιν ἀμελεῖν, μήτε φανερῶς πολεμεῖν.
ὡς οὐ φευκτέον νῶϊν: Ὡς οὔτε φεύγειν οὔτε ἀπαρασκεύαστοι εἶναι.
κατορυχθησόμεθα: Ἔπαιξεν εἰς τὴν χύτραν. ἀντὶ τοῦ ἐνταῦθα ὀρυχθήσομαι, ἐπεὶ οἱ ἐν πολέμῳ ἀναιρούμενοι ἐν τῷ Κεραμεικῷ ἐθάπτοντο.
ὁ Κεραμεικὸς δέξεται: Οἱ ἐν πολέμῳ ἀναιρούμενοι ἐν τῷ Κεραμεικῷ ἐθάπτοντο, ὡς Μενεκλῆς καὶ Καλλικράτης ἐν τοῖς περὶ Ἀθηνῶν συγγράμμασί φασιν οὕτω «καλεῖται δὲ καὶ ὁ τόπος οὗτος ἅπας Κεραμεικός. «ἔστι γὰρ ὁ αὐτὸς δῆμος. βαδίζουσι δὲ ἔνθεν καὶ ἔνθεν «εἰσὶ στῆλαι ἐπὶ τοῖς δημοσίᾳ τεθαμμένοις. … εἰσὶ δὲ «οὗτοι οἱ ὑπὸ τοῦ δήμου πεμφθέντες, οἳ ἐν αὐτῇ τῇ χώρᾳ «ὑπὲρ τῆς πόλεως τετελευτήκασιν. … ἔχουσι δὲ αἱ στῆ- «λαι ἐπιγραφὰς ποῦ ἕκαστος ἀπέθανεν.» —λέγει δὲ παρʼ ὑπόνοιαν τὰς χύτρας.
Ὀρνεαῖς: Παρὰ τὰ ὄρνεα ἔπαιξεν. ἔστι δὲ τῆς Ἀργείας πόλις, ἧς Ὅμηρος μνημονεύει λέγων «Ὀρνειάς τʼ ἐνέμοντο.» ἴσως δὲ, ὅτι ἐν Ὀρνεαῖς μάχη ἐγένετο Λακεδαιμονίων καὶ Ἀργείων. γελοῖον δὲ τὸ, φήσομεν ἀποθανεῖν.
ἄναγʼ ἐς τάξιν: Εἴσθεσις μέλους χοροῦ, ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν διπλῆν τίθεσθαι, προῳδικὴ δὲ διὰ τὸ προτίθεσθαι ἑτέρας περιόδου κώλων ἀναπαιστικῶν ϛʹ. ὧν τὰ μὲν τέσσαρα δίμετρα ἀκατάληκτα. τὸ εʹ ἀναπαιστικὴ βάσις. τὸ ἕκτον ἑφθημιμερές. ἐν ἐκθέσει δὲ κῶλον ἰαμβικὸν δίμετρον ἀκατάληκτον ὅμοιον τοῖς ἑξῆς. ὑφʼ ὃ κορωνίς.
καὶ τὸν θυμὸν κατάθου: Ὡσεὶ ὁπλίτῃ ἐγκελεύων τὸ δόρυ καταθέσθαι παρὰ τὴν ἀσπίδα. —ὁ χορὸς ἐγκελεύεται ἑαυτῷ παῦσαι τῆς ὀργῆς.
παρὰ τὴν ὀργὴν: Παρὰ τὸ Ὁμηρικὸν ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν. οἷον ὅπλα μὴ ἔχων, θυμῷ πολέμει μόνῳ.
καλεῖς δὲ τοῦ κλύειν θέλων: Εἴσθεσις περιόδου ἀμοιβαίας κώλων κζʹ ἰαμβικῶν διμέτρων μὲν πλὴν τοῦ ἑνδεκάτου καὶ κδʹ τριμέτρων ὄντων, ἀκαταλήκτων δὲ πλὴν τοῦ τελευταίου· τοῦτο γὰρ ἑφθημιμερές. ἔτι γε μὴν τῶν δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ ἀντισπαστικῶν διμέτρων διιάμβοις ἐπιτρίτοις ἐπιμεμιγμένων καὶ σπονδείοις πλὴν τοῦ ζʹ ἀκαταλήκτων· τοῦτο γὰρ φερεκράτειον· ἔτι τῶν κʹ, καʹ, κβʹ, κγʹ παιωνικῶν ἑφθημιμερῶν. τὰ δὲ τοιαῦτα δῆλον ὡς ἀσυνάρτητα. ἐπὶ τῷ τέλει παράγραφος.
σοφῆς ἀφʼ Ἑλλάδος: Ἢ ὅτι σοφῶν οἰκητήριον ἡ Ἀττικὴ, ἢ καθὸ οἱ βάρβαροι ἐφρόνουν περὶ Ἑλλήνων ὡς νοερωτάτων.
ἀντὶ τοῦ ὅλον, ἢ εἰς τὸ πᾶν τῆς ζωῆς.
πέρα κλύειν: Ἤγουν ἀνεπίδεκτα τῇ ἀκοῇ· ἔστι δὲ καὶ συμφορὰ πέρα τοῦ κλύειν.
ὁρᾷ τί κέρδος: Γράφεται καὶ δίχα τοῦ ι, ἵνα ᾖ προστακτικόν. γράφεται δὲ καὶ μετὰ τοῦ ι, ἵνα ᾖ ἐρωτηματικόν, ὡς ὁ λόγος, ὁρᾷ τις αὐτῶν ὠφέλειαν διαγωγῆς μᾶλλον παρʼ ἡμῖν οὖσαν, ἢ κατὰ κράτησιν ἐχθρῶν, ἢ φίλους ὠφελῆσαι. ἐν οἷς μάλιστα ἥδονται οἱ ἄνθρωποι. σημειωτέον ὅτι ἑνικὸν εἶπεν ἐπὶ τῶν δύο, καὶ τὸ κρατεῖν συνέταξεν αἰτιατικῇ.
ὁ ἤ ἀντὶ τοῦ καί. οὕτω τινὲς, ἵνα ᾖ οὗ ἐὰν ᾖ καιρός.
ἀντὶ τοῦ πάντα τὰ ἐν τῷ κόσμῳ σά ἐστι καὶ τὸ τῇδε καὶ τὸ ἐκεῖσε. τὸν οὐρανὸν καὶ τὴν γῆν λέγει. τὸ δὲ τῇδε καὶ τὸ ἐκεῖσε, τοῦτο ἐκ τῶν μηδέπω διδαχθεισῶν Φοινισσῶν φησὶ «κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ.» καὶ ὅλως πολὺ παρὰ πᾶσι τὸ τοιοῦτον. προσβιβᾷ δὲ, συνεφαρμόζει.
προσβιβάζειν τὸ κατʼ ὀλίγον πείθειν. ἢ ἐφαρμόζει, συμβιβάζει.
ἄφατον ὡς φρόνιμος: Ὡς ἄφατον, φησὶ, καὶ μέγιστον φρονῶν ἐρεῖ ταῦτα. ἢ ἀντὶ τοῦ μεγάλως.
κίναδος: Ἀπὸ κοινοῦ τὸ ἔνεστιν αὐτοῖς. τὸ δὲ κύρμα, ἀντὶ τοῦ ἐπιτυγχάνοντες ἐν πᾶσιν. Ἄλλως. κίναδος ἀντὶ τοῦ πάνυ φρόνιμος. κίναδος γὰρ ἡ ἀλώπηξ.
σόφισμα, κύρμα: Ἐπίτευγμα παρὰ τὸ κυρεῖν. Ἄλλως. ἔντευγμα, σπάραγμα τοῦ νοῦ. τρίμμα δὲ, ὁ τετριμμένος ἐν τοῖς πράγμασιν. Ἄλλως. κύρμα πολλοῖς ἐγκεκυρηκὼς πράγμασι. παιπάλημα δὲ πολλὰς ἐκτροπὰς καὶ διόδους ἔχων. κυρίως δὲ τὸ λεπτὸν ἄλευρον.
ἀνεπτέρωμαι: Οἰκεῖον ὄρνισι τὸ ἀνεπτέρωμαι ἀντὶ τοῦ μετῃώρημαι.
ἄγε δὴ σὺ καὶ σὺ: Πρὸς τὸν Εὐελπίδην φησὶν ὁ ἔποψ. ἄμεινον δὲ πρὸς τοὺς θεράποντας, ὡς ἐν τοῖς ἑξῆς «ἄγε δὴ, Ξανθία καὶ Μανόδωρε.» εἴσθεσις δʼ ἑτέρας περιόδου στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιζʹ. ὧν ἐπὶ τῷ τέλει παράγραφος.
εἰς τὸν ἰπνὸν εἴσω πλησίον: Ἰπνὸς μὲν ἡ κάμινος. καταχρηστικῶς δὲ ἡ ἐσχάρα. ἐπιστάτης δὲ χαλκοῦς τρίπους χυτρόποδος ἐκτελῶν χρείαν. οἱ δὲ πήλινον Ἥφαιστον πρὸς ταῖς ἑστίαις ἱδρυμένον ὡς ἔφορον τοῦ πυρός. ἔνιοι δὲ καὶ ξύλον ἐπίμηκες πεπασσαλωμένον, ὅθεν ἐξαρτῶσι τὰ μαγειρικὰ σκεύη. Ἄλλως. ἐπιστάτην Καλλίστρατος τὸ τῇ ἐσχάρᾳ ἐπιτιθέμενον ξύλον. οἱ δὲ πυριστάτην πλαττόμενον τινὰ ξύλινον ἐν ταῖς ἐσχάραις, ὡς παρὰ ταῖς καμίνοις τὸν Ἥφαιστον ἀναπλάττουσιν. Ἄλλως. ὁ ἐπιστάτης ξύλον ἐστὶ κόρακας ἔχον, ἐξ οὗ κρεμῶσι τὰ μαγειρικὰ ἐργαλεῖα. οἱ δὲ, τρίποδα χαλκοῦν, ᾧ ἐπιτιθέασι τὸν λέβητα καὶ ὑποκαίουσιν. οἱ δὲ, ἀνδριάντα πήλινον πρὸς ταῖς ἐσχάραις.
σὺ δὲ τούσδʼ ἐφʼ οἷς: Σὺ τοὺς λόγους δίδαξον καὶ φράσον, ἐφʼ οἷς τούτους ἤγειρα ἐγώ. τοῦτο δὲ πρὸς τὸν ἕτερον τοῖν ἀνδροῖν.
ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο: Σύμμαχος· Αἰσωπείου λόγου ἢ τοιούτου τινὸς ἔοικε μεμνῆσθαι. Καλλίστρατος δὲ τοσοῦτόν φησιν, ἐκ διηγηματίου τινὸς εἱλκύσθαι. καὶ Δίδυμος, ὅτι αἰσχρός τις ἦν τὴν ὄψιν συνεχῶς τῇ γυναικὶ διαπληκτιζόμενος, συνέθετο ἐπὶ φίλων μήτε τύπτειν μήτε τύπτεσθαι μήτε δάκνειν αὐτὸν φιλοῦντα, μήτε δάκνεσθαι. οἷον, σὺ μὲν οὐχ ἑλκύσεις τῶν ὀρχιπέδων, οὐδὲ ἐγὼ τῶν τριχῶν. ἔοικε δὲ Παναίτιον κωμῳδεῖν, ὃν καὶ ἐν Νήσοις «καταλιπὼν Παναίτιον πίθηκον.» ἔνθα καὶ μαγείρου πατρὸς αὐτὸν λέγει. πίθηκον δὲ αὐτὸν εἶπε διὰ τὸ πανοῦργον. — μαχαιροποιὸν δὲ τὸν μαχαίρας ἐργαζόμενον, ὡς μάγειρον. καὶ γὰρ ἐν Νήσοις μαγείρου πατρὸς αὐτόν φησιν. ἢ καὶ αὐτόθι μαχαιροποιόν φησιν. Ἄλλως. ὁ Παναίτιος μάγειρος μικροφυὴς ἦν. διαβάλλει δὲ αὐτὸν ὡς καταλαβόντα τὴν γυναῖκα ἑαυτοῦ μοιχευομένην. ἐδυναστεύετο γὰρ ὑπʼ αὐτῆς μεγάλης οὔσης.
μήτʼ ὀρχιπέδων ἕλκειν: Μὴ διασπᾶν τοὺς ὄρχεις, μὴ ὀρύττειν τὸν πρωκτόν. τὸν πρωκτὸν γὰρ δεικνύς φησιν, οὔτι που τόν. —Ἄλλως. τοῦτο ὁ ἔποψ ἢ ὁ χορὸς δεικνὺς τὸν πρωκτόν. ὡς ἐν κωμῳδίᾳ δὲ ταύτην πρώτην τιμωρίαν ὁρίζεται.
διατίθεμʼ ἐγώ: Ὑπισχνοῦμαι, συντίθεμαι.
ὄμνυμʼ ἐπὶ τούτοις πᾶσιν: Ἀντὶ τοῦ εὔχομαι. οὐκ ὄμνυσι γὰρ, ἀλλʼ εὔχεται. ὄμνυμι μένειν ἐν τούτοις. χαριέντως δὲ εὐχόμενος ὑπὲρ τῆς νίκης, ὄμνυμί φησι τὸ νικᾶν. Ἄλλως. ἔκριναν εʹ κριταὶ τοὺς κωμικούς. οἱ δὲ λαμβάνοντες τὰς εʹ ψήφους εὐδαιμόνουν.
ἔσται ταυταγί: Ἐπειδὴ περὶ νίκης εὔχεται, ποιεῖ αὐτὸν ὁ ποιητὴς εὐφημοῦντα, ἔσται ταυταγί.
εἰ δὲ παραβαίην: Πιθανῶς ὡς ἔλαττόν τι ἕζων, εἰ μὴ πᾶσι νικῴη. ἐποιωνιζόμενος δὲ αὐτῷ τὴν νίκην ταῦτα λέγει.
ἀκούετε λεῴ: Κῆρυξ ἐστὶν ἢ Πεισθέταιρος. ὁ λόγος ὡς ἐπὶ πολεμίων σπεισαμένων. κήρυγμα εἰρήνης κηρύσσει. παίζει δὲ εἰς τοὺς χυτροφόρους ὁπλίτας φάσκων. τὸ δὲ νυνμενὶ, ἀντὶ τοῦ νυνὶ μέν. πολλαχοῦ δὲ οὕτω χρῶνται.
πορεύεσθαι.
ὅ τι ἂν προγράφωμεν: Ἐπὶ τὰς στρατείας οὕτω προέγραφον. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν φυλάρχων, οἵτινες προγράφουσι τοὺς στρατευσίμους ἐν πίνακι. ἐν τοῖς πινακίοις: Ἐπεὶ ἔθος ἦν τοὺς ταξιάρχους διὰ κήρυκος ἀπαγγέλλειν τοῖς ἑαυτῶν στρατιώταις τὰ δεδογμένα, οἷον ποῖ δεῖ πορεύεσθαι καὶ πόσων ἡμερῶν δεῖ σιτία προνοεῖσθαι.
δολερὸν μὲν ἀεὶ: Εἴσθεσις μέλους χοροῦ λόγον στροφῆς ἔχουσα. ἔχει γὰρ καὶ ἀντίστροφον τὴν «πολὺ δὴ πολὺ δή.» ἔστι δὲ καὶ ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν περίοδον τίθεσθαι· προῳδικὴ δὲ διὰ τὸ προτίθεσθαι ἑτέρας διπλῆς κώλων καὶ στίχων θʹ. ὧν ὁ πρῶτος ἀσυνάρτητος ἐξ ἀναπαιστικῶν διμέτρων βραχυκαταλήκτων, καὶ ἰαμβικῆς βάσεως διὰ τὴν ἀδιάφορον. ὁ δεύτερος ἀσυνάρτητος ἐξ ἰαμβικοῦ διμέτρου βραχυκαταλήκτου καὶ ἀναπαιστικῆς βάσεως. ὁ τρίτος ἀναπαιστικὸς πενθημιμερής. ὁ δʼ ἀσυνάρτητος ἐκ τροχαϊκοῦ πενθημιμερὴς καὶ ἀναπαιστικοῦ ὁμοίου. ὁ πέμπτος ὅμοιος τῷ γʹ. ὁ ϛʹ ἀναπαιστικὸς δίμετρος βραχυκατάληκτος. ὁ ζʹ ἀσυνάρτητος ἐξ ἀναπαιστικῆς βάσεως καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. ἐν εἰσθέσει δὲ στίχοι ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ δύο ὅμοιοι τοῖς ἐπὶ τῆς ἑξῆς εἰσθέσεως ξαʹ. ὀφείλει δὲ εἶναι καὶ ἐν τοῖς εἰρημένοις κώλοις διάλειμμα μικρὸν, ἵνα δοκῶσιν ἐκ δύο κώλων συγκεῖσθαι, συνάπτωνται δὲ εἰς ἕνα στίχον. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος καὶ ἔσω νενευκυῖα. ἐπὶ δὲ τῆς εἰσθέσεως ἔξω διπλῆ.
παρορᾷς: Παρεπινοεῖς ἢ εὑρίσκεις.
παραλειπομένην ὑπʼ ἐμῆς φρενὸς: Ἐγκαταλειπομένην, ἣν ἡμεῖς οὐ νοοῦμεν. ἔν τισι δὲ οὐ κεῖται τὸ φρενός. ἀξυνέτου δὲ, ἀνοήτου.
ὡς τὰς σπονδὰς: Ὅτι πρὸ καταγνώσεως, φησὶν, οὐ παρασπονδήσομεν.
καὶ μὴν ὀργῶ νὴ τὸν Δία: Ἐπιθυμητικῶς ἔχω. ἀπὸ τῶν ἀλφίτων. ὁμοῦ γὰρ ἐφύρων, εἶτα εἰς μάκτρας διενέμοντο. τὸ δὲ ἑξῆς παίζει, ὡς περὶ δείπνου λέγων, καίτοι λόγῳ μέλλων αὐτοὺς εὐωχεῖν. καὶ προπεφύραται: Ηὐτρέπισται. ἡ μεταφορὰ ἀπὸ τῶν ἄλευρα φυρώντων, εἶτα μάζας ποιούντων. διαμάττειν δὲ, διαπλάττειν.
φέρε παῖ τὸν στέφανον: Τοῖς γὰρ εὐωχουμένοις περιέκειντο στέφανοι, καταψύχοντες τὸ κρανίον ἀπὸ τῆς τοῦ οἴνου θέρμης.
μέγα καὶ λαρινὸν: Διὰ τούτου πολλῇ τῇ τροπῇ ἐπέμεινε τῆς εὐωχίας. ὡς ἐπὶ βοὸς δὲ τοῦτό φησιν, ὡς ἐν Λαρίσσῃ μεγάλων βοῶν γενομένων. ἔστι δὲ πόλις Θεσπρωτίας. Ἄλλως. λαρινὸν ἀντὶ τοῦ λιπαρόν. ἐκ μεταφορᾶς τῶν βοῶν. λέγονται γάρ τινες λαρινοὶ βόες οἱ λιπαροί. ἢ μεγάλοι, ἀπὸ Λαρινοῦ τινος βοσκοῦ εὐμεγέθους. νέμονται δὲ τὴν ἤπειρον, οὖσαι τῶν Γηρυόνος βοῶν ἀπόγονοι. θραύσει δὲ, πραϋνεῖ. —πείσει, καταπραϋνεῖ, καταπαύσει.
οὐδʼ Αἴσωπον πεπάτηκας: Ὅτι τὸν λογοποιὸν Αἴσωπον διὰ σπουδῆς εἶχον. ἦν δὲ ὁ Αἴσωπος Θρᾴξ. ἠλευθερώθη δὲ ὑπὸ Ἴδμονος τοῦ κωφοῦ. ἐγένετο δὲ πρῶτον Ξάνθου δοῦλος. ὁ δὲ κωμικὸς Πλάτων καὶ ἀναβιῶσαί φησιν αὐτὸν ἐν τοῖς Λάκωσιν οὕτως «καὶ μὴν ὄμοσόν μοι μὴ τεθνάναι, ψυχὴν δʼ ἀνήκειν ὥσπερ Αἰσώπου ποτέ.» τῶν δὲ μύθων οἱ μὲν περὶ ἀλόγων ζῴων εἰσὶν Αἰσώπειοι, οἱ δὲ περὶ ἀνθρώπων Συβαριτικοί. εἰσὶ δέ τινες οἳ τοὺς βραχεῖς καὶ συντόμους λέγουσι Συβαρίτιδας, καθάπερ Μνησίμαχος ἐν Φαρμακοπώλῃ. διὰ σπουδῆς δὲ εἶχον τὸν Αἴσωπον. καὶ Ἀριστοτέλης ἐν τῇ Σαμίων πολιτείᾳ εἰπόντα φησὶν αὐτὸν μῦθον ηὐδοκιμηκέναι. φαίνονται τὸ τοιοῦτον ἅπαν Αἰσώπῳ ἀνατιθέντες. τὸ δὲ πατῆσαι ἴσον ἐστὶ τῷ ἐνδιατρῖψαι, ὡς τὸ ἀφικέσθαι που λέγομεν. Ἄλλως. ἀντὶ τοῦ ἀνέγνως. ταῦτα μὲν κωμικώτερον παίζει. τὸν δὲ κορυδὸν ἔνιοι κορυδαλὸν λέγουσι. γῆς δὲ ἱερὸν ὄρνιν νομίζουσιν εἶναι.
ἐν τῇ κεφαλῇ κατορύξαι: Ἐπεὶ λόφον ἔχει ἡ κορυδός. θηλυκῶς δὲ εἴρηκε τὴν κορυδόν. Πλάτων δὲ ἀρσενικῶς.
τεθνεὼς Κεφαλῆσι: Προσέπαιξε τὸν δῆμον. Κεφαλῆς γὰρ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς.
ῥύγχος βόσκειν σε: Οἷον, μωρὸν ἑστάναι μάτην ῥύγχος ἔχοντα. ἢ ὡς ἐν κωμῳδίᾳ φησὶ μεῖζόν τι ὀφείλεις ἔχειν ῥύγχος. πάλιν δὲ ἀντὶ τοῦ ῥάμφος.
τῷ δρυκολάπτῃ: Ὄρνεον ἐν ταῖς δρυσὶν εὑρισκόμενον, ζητοῦν σκώληκας, ὃ καὶ πολλάκις ἀνορύττον καταβάλλει. ἐπεὶ οὖν ἡ δρῦς τοῦ Διός ἐστιν, ἔπαιξε παρὰ τὴν δρῦν, ἥ ἐστιν ἱερὰ τοῦ Διός. ἢ ἐπεὶ ἐκ ξύλου τὸ σκῆπτρον. δρῦς δὲ παρὰ τοῖς ἀρχαίοις πᾶν ξύλον.
Δαρείου καὶ Μεγαβάζου: Δαρεῖος βασιλεὺς ἦν, Μεγάβαζος δὲ σατράπης, πορθήσας Μέμφιδα. οὗτος σατράπης Δαρείου ὁ τὴν Αἴγυπτον ἑλών. οὗ μνημονεύει Θουκυδίδης ἐν τῇ πρώτῃ … γράφων οὕτως «Μεγάβαζον τὸν Ζωπύρου πέμπει ἄνδρα Πέρσην με- «τὰ πολλῆς στρατιᾶς, ὃς ἀφικόμενος κατὰ γῆν, τούς «τε Αἰγυπτίους καὶ τοὺς συμμάχους μάχῃ ἐκράτησε «καὶ ἐκ Μέμφιδος ἤλασε τοὺς Ἕλληνας.»
ὥστε καλεῖται Περσικὸς: Μήποτε τὸν ἀλεκτρυόνα καὶ ἐν τοῖς πρόσθε Μῆδον ὄρνιν καλεῖ, ἐπεὶ καὶ τοὺς Πέρσας Μήδους ἔλεγον.
ἀντὶ τοῦ περιέρχεται, περιέπει.
τὴν κυρβασίαν: Τοῦτο ἐξ ἱστορίας εἴληφε. πᾶσι γὰρ Πέρσαις ἐξῆν τὴν τιάραν φορεῖν, ἀλλʼ οὐκ ὀρθὴν, ὡς Κλείταρχος ἐν τῇ δεκάτῃ. μόνοι δὲ οἱ τῶν Περσῶν βασιλεῖς ὀρθαῖς ἐχρῶντο. τὴν δὲ ἐπὶ κεφαλῆς κίδαριν. ἔστι δὲ αὕτη, καθὰ προείπομεν, τιάρα. τοῖς μὲν ἄλλοις ἔθος καὶ ἐπτυγμένην καὶ προβάλλουσαν εἰς τὸ μέτωπον ἔχειν, τοῖς δὲ βασιλεῦσιν ὀρθήν.
ὄρθριον ᾄσῃ: Καλῶς τὸ ᾄσῃ. κοκκύζει γὰρ κυρίως, ὅτʼ ἂν παρʼ ἑαυτῷ μετὰ νίκην τῆς μάχης ᾄσῃ.
τορνευτασπιδο.: Οἱ ποιοῦντες τὰς λύρας καὶ τὰς ἀσπίδας. —ἔμποροι
Φρυγίων ἐρίων: Ἢ ἀπὸ Φρυγίας, ἢ ἀπὸ δήμου, ἐχεῖ γὰρ ἁπαλὰ καὶ καλὰ ἔρια.
ἐς δεκάτην γάρ ποτε: Ὅτι τὴν δεκάτην εἱστίων ἐπὶ τοῖς τικτομένοις, καὶ ἐν αὐτῇ τὰ ὀνόματα ἐτίθεντο τοῖς παισί. καθάπερ Εὐριπίδης ἐν Αἰγεῖ «τί σε μάτηρ ἐν δεκάτᾳ τόκου ὠνόμαζεν.» ὁ δὲ Ἀριστοτέλης ἐν ταῖς ἑβδόμαις φησὶν ἐπιτίθεσθαι τὰ ὀνόματα, γράφων οὕτως «τὰ πλεῖστα δὲ ἀναιρεῖται πρὸς τὴν «ἑβδόμην. διὸ καὶ τὰ ὀνόματα τότε τίθενται, ὡς πι- «στεύοντες τότε μᾶλλον τῇ σωτηρίᾳ.» τοῦ δὲ ὑπέπινε περιττὴ ἡ ὑπό. —περιττεύει ἡ ὑπό.
ἀντὶ τοῦ ἀρχὴν εἶχον τοῦ ὕπνου.
Ἀλιμοῦντάδε: Δῆμος τῆς Λεοντίδος φυλῆς.
ὁ δʼ ἀπέβλισε θοἰμάτιον: Ἀντὶ τοῦ ἀφείλετο. ἡ μεταφορὰ ἀπὸ τῶν κηρίων, ἢ ἀπὸ τῶν γάλα ἀμελγόντων.
προκυλινδεῖσθαι: Ἔαρος ἀρχομένου ἴκτινος φαίνεται εἰς τὴν Ἑλλάδα. ἐφʼ ᾧ ἡδόμενοι κυλίνδονται ὡς ἐπὶ γόνυ. παίξας οὖν ὡς βασιλεῖ φησι τὸ κυλινδεῖσθαι. ἴδιον γὰρ βασιλέως τὸ γονυπετεῖσθαι ὑπὸ ἀνθρώπων. Ἄλλως. τοὺς ἀνθρώπους δηλονότι. τὸ διὰ μεταβολὴν δὲ καιροῦ γινόμενον εἰς βασιλικὴν ἐπέτρεψε τιμήν. οἱ γὰρ ἴκτινοι τὸ παλαιὸν ἔαρ ἐσήμαινον. οἱ πένητες οὖν ἀπαλλαγέντες τοῦ χειμῶνος ἐκυλινδοῦντο καὶ προσεκύνουν αὐτούς.
ὀβολὸν κατεβρόχθισα: Ἀντὶ τοῦ κατέπιον, φησὶν, ὃν εἶχον ἐν τῷ στόματι ὀβολὸν, ἵνα ὠνήσωμαι ἄλφιτα, προσκυλιόμενος τῇ τοῦ ἰκτίνου ἐπιφανείᾳ.
κόκκυ: Ποιὰ φωνὴ τὸ κόκκυ. ἢ ἀντὶ τοῦ ὀλίγον. ἔστι δὲ μόνως παροξυτόνως. πρὸ θερισμοῦ δὲ φαίνεται ὁ κόκκυξ ἐν τῇ Φοινίκῃ. Ἡσίοδος «ἦμος κόκκυξ κοκκύσῃ.»
κόκκυ, ψωλοὶ: Παρὰ τὴν παροιμίαν, ὅτι ἐπὶ τῶν Αἰγυπτίων ἦσαν ψωλοὶ πολλοί. καὶ ὅτʼ ἂν ὁ κόκκυξ εἴπῃ κόκκυ, τότε ὅλοι ἅμα τῇ φωνῇ ἐξήρχοντο εἰς τὸ πεδίον. Ἄλλως. τὸ αἰδοῖον. ἐπίτηδες δὲ συνήγαγε τὰς δύο λέξεις, ἵνα εἴπῃ αἰσχρῶς καὶ γέλωτα κινήσῃ. ἔστι δὲ παροιμία παρὰ Φοίνιξι «κόκκυ ψωλοὶ πεδίονδε» ἀντὶ τοῦ κόκκυγος κράζοντος τὰ πεδία θερίζομεν.
ἐπὶ τῶν σκήπτρων: Ἐπεὶ εἰώθασιν ἐν τοῖς σκήπτροις ἐπὶ τοῦ ἄκρου ἐκτυποῦν ὄρνιθας εἰς κόσμον. μετέχων ὅ τι δωροδοκοίη: Ἵνα μετέχῃ τῆς αὐτῆς δωρεᾶς. ἐν γὰρ τοῖς σκήπτροις τῶν βασιλέων ἦν ἀετός. ἔστι δὲ δῶρα μὲν τὰ ἐπὶ δωροδοκίᾳ διδόμενα, δωρεὰ δὲ ἐπὶ τιμῆς.
ὁπότʼ ἐξέλθῃ Πρίαμος: Ἐν ταῖς τραγῳδίαις — φησὶν — ὑποκρίνεταί τις τὸ Πριάμου βασιλικὸν πρόσωπον, ἔχων ὄρνιν ἐπὶ τοῦ σκήπτρου, τὸν Λυσικράτην τηρῶν μὴ δωροδοκήσῃ. οὗτος δὲ στρατηγὸς ἐγένετο Ἀθηναίων κλέπτης τε καὶ πανοῦργος. διεβάλλετο δὲ δωροδόκος. ἔνιοι δὲ τραγικὸν αὐτόν φασι κλέπτην, καὶ σφόδρα ἄσημον. ἐν τοῖς τραγῳδοῖς: Ὅτι καὶ νῦν τὸν χορὸν τῶν τραγικῶν. ἐποίουν δὲ ἐπὶ τῶν σκήπτρων ὡς ἐπίπαν ἀετούς.
ὄρνιν ἔχων ἐπὶ τῆς κεφαλῆς: Δέον εἰπεῖν ἐπὶ τοῦ σκήπτρου εἶπεν ἐπὶ τῆς κεφαλῆς. οὕτω γὰρ ὁ Πίνδαρος «εὕδει δʼ ἀνὰ σκάπτρῳ Διὸς αἰετός.» καὶ Σοφοκλῆς «ὁ σκηπτροβάμων αἰετὸς, κύων Διός.» ἢ ἐπειδὴ εἰώθεσαν τὰ ἀφιερωμένα ἑκάστῳ θεῷ ὄρνεα ἐπὶ κεφαλῆς ἱδρύεσθαι. τῆς Ἀρχηγέτιδος Ἀθηνᾶς τὸ ἄγαλμα γλαῦκα εἶχεν ἐν τῇ χειρί. ὁ δὲ Ἀπόλλων τὸν ἱέρακα ὡς μαντικὸν ὄρνεον καὶ ὡς θεράπων τοῦ Διός. ἐπεὶ μικρότερος τοῦ ἀετοῦ ὁ ἱέραξ.
οὕτως καὶ τῶν θεῶν εὐδαιμονέστεροι οἱ ὄρνεις.
Λάμπων δʼ ὄμνυσι: Τῶν εἰκῆ δαιμόνων. ὅτι πρῶτοι οἱ Σωκρατικοὶ ἐπετήδευσαν οὕτως ὀμνύναι. Σωσικράτης γὰρ ἐν τῷ βʹ τῶν Κρητικῶν οὕτως φησὶ «Ῥαδάμανθυς δὲ δοκεῖ διαδεξάμενος τὴν βασίλειαν «δικαιότατος γεγενῆσθαι πάντων ἀνθρώπων. λέγεται «δὲ αὐτὸν πρῶτον οὐδένα ἐᾶν ὅρκους ποιεῖσθαι κατὰ «τῶν θεῶν, ἀλλʼ ὀμνύναι κελεῦσαι χῆνα καὶ κύνα καὶ «κριὸν, καὶ τὰ ὅμοια.» ὁ δὲ Λάμπων θύτης ἦν καὶ χρησμολόγος καὶ μάντις· ᾧ καὶ τὴν εἰς Σύβαριν τῶν Ἀθηναίων ἀποικίαν ἔνιοι περιάπτουσιν, αὐτὸν ἡγήσασθαι λέγοντες Ἀθηναῖον ὄντα σὺν ἄλλοις θʹ. ὤμνυε δὲ κατὰ τοῦ χηνὸς ὡς μαντικοῦ ὀρνέου. ἔτυχε δὲ καὶ τῆς ἐν πρυτανείῳ σιτήσεως. Ἄλλως. ὅτι οὗτος χρησμολόγος. ἔζη δὲ ἐπὶ τῆς τῶν Ὀρνίθων διδασκαλίας, οὐχ, ὥς τινες, ἐτεθνήκει. πολλῷ γὰρ ὕστερον Κρατῖνος ἐν τῇ Νεμέσει οἶδεν αὐτὸν ζῶντα.
Μανᾶς: Ἀπὸ τοῦ Μάνης. πρὸς δὲ τὰ ἀνδράποδα καὶ ὄνομα εἶπε δουλικόν. ὡσεὶ ἔλεγε τοὺς δούλους Μανᾶς. οὕτω γὰρ ἐκάλουν τοὺς οἰκέτας πολλάκις.
ἀντὶ τοῦ μανιώδεις βάλλουσιν ὑμᾶς τοῖς λίθοις.
ὀρνιθοθηρευτής.
ῥάβδους: Γράφεται σταυρούς. ἔστι δὲ εἶδος δικτύου, ὃ χρίουσιν ἰξῷ.
δίκτυα: Ἀντὶ τοῦ θηρατικὰ δίκτυα. καὶ αἱ πηκταὶ δὲ εἶδος δικτύου.
βλιμάζοντες: Ὅτι νεωτερικὴ ἡ λέξις. Καλλίστρατος ἀντὶ τοῦ ψηλαφᾶν. ἔοικε δὲ πλέον τι σημαίνειν, τὸ μετὰ συντονίας. Ἄλλως. βλιμάζειν κυρίως τὸ τοῦ ὑπογαστρίου καὶ τοῦ στήθους ἅπτεσθαι, ὅπερ ἐποίουν οἱ τὰς ὄρνιθας ὠνούμενοι, οἱονεὶ θλιβομάζειν. Δίδυμος δὲ, βλιμάζοντες, ἀντὶ τοῦ κακοῦντες. ἀποτίλλουσι γὰρ καὶ κατεσθίουσιν.
οὗτοι δὲ οὐ μόνον ὑμᾶς ἕψουσιν, ἀλλὰ καὶ συντρίβουσιν.
ἀλλʼ ἐπικνῶσιν: Ἀντὶ τοῦ ἐπιβάλλουσι συντρίψαντες. παρὰ τὸ κναίειν, τὸ διαφθείρειν. σίλφιον δὲ ῥίζα ἡδύοσμος πρὸς ἄλφιτα. λέγει δὲ τὸ ἐν Λιβύῃ γενόμενον. θεραπεύει δὲ πολλὰ καὶ ἔστι πολυτίμητον. καὶ ἐν Πλούτῳ φησὶν οὐδʼ ἂν εἰ δοίης γέ μοι τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.
κατάχυσμα: Ζωμὸν, παρὰ τὸ χεύεσθαι. γλυκὺ δὲ, μέλιτι δεδευμένον. Ἄλλως. οὐδὲν πλέον ἢ κατάχυσμα, ὥστε ἀπὸ τούτου καὶ τὰ καταχύσματα λέγεσθαι.
κατεσκέδασαν: κατέχεαν.
ὥσπερ κενεβρίων: Κατὰ ἐναλλαγὴν τῶν στοιχείων ἀντὶ τοῦ νεκριμαίων. ὡς τῶν θνησιμαίων κρεῶν ποικιλωτέρας ἀρτύσεως δεομένων. Ἄλλως. τὰ θνησιμαῖα κρέα οὕτως ἐκάλουν. «οὐκ ἔσθʼ ᾧ κενέβρειον ὅταν θύσῃ.»
πολὺ δὴ: Εἴσθεσις μέλους χοροῦ, ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν διπλῆν τίθεσθαι· προῳδικὴ δὲ διὰ τὸ προτίθεσθαι ἑτέρας διπλῆς. ἔστι δὲ καὶ ἀντίστροφος τῆς προρρηθείσης στροφῆς, διὰ τὸ καὶ αὐτὴν ἐκ κώλων συγκεῖσθαι καὶ στίχων ἀσυναρτήτων θʹ, ὁμοίων ἐκείνῃ. ἔχει δὲ καὶ ἐν ἐκθέσει τοὺς συνήθεις δύο στίχους ἀναπαιστικοὺς ὁμοίους τοῖς ἑξῆς ξαʹ, διπλῇ ἔξω νενευκυίᾳ περατουμένους, ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι. χαλεπωτάτους λόγους: Ἀντὶ τοῦ λυπηροὺς, χαλέψαι δυναμένους.
ἐμῶν πατέρων: Ἐρεθισθέντες ὑπὸ τῶν πρεσβυτῶν καταβοῶσι τῶν πατέρων ὡς ἀπολεσάντων τὴν βασιλείαν.
ἐπʼ ἐμοῦ: Εἰς ὅσον αὐτοὺς ἐγὼ χρόνον διεδεχόμην.
τὰ νεόττια: Ὡσεὶ εἶπεν ἐμὲ καὶ τὰ τέκνα μου ἀνατίθημί σοι ὥστε διοικεῖν. ταῦτα δὲ εἰώθασι πρὸς τοὺς εὐήθεις τῶν ἀνθρώπων λέγειν.
ὅτι ὀφείλετε μίαν πόλιν ἔχειν.
τὸ μεταξὺ λέγει γῆς καὶ οὐρανοῦ.
πλίνθοις ὀπταῖς: Φασὶ γὰρ τὴν Βαβυλῶνα ἀπὸ ὀπτῶν πλίνθων οἰκοδομηθῆναι, καὶ ἀντὶ γύψου ἀσφάλτῳ συνδεθῆναι τὰς πλίνθους. ἡ Σεμίραμις δὲ ἔκτισε τὴν Βαβυλῶνα.
ὦ Κεβριόνα: Ὄρνεόν τί φησι τὸν κεβριόνην. ἔπαιξε δὲ, ὡσεὶ ἔλεγεν, «ὦ θεοὶ, ὡς σμερδαλέον τὸ πόλισμα.» ἐπιτηδείως δὲ τὸν πορφυρίωνα παρέλαβεν, καὶ ὅτι ὄρνις καὶ ὅτι εἷς τῶν γιγάντων ὅμοιος τῷ Κεβριόνῃ, ὃν ἐχειρώσατο ἡ Ἀφροδίτη. ἐπίτηδες οὖν τῶν θεομάχων ἐμνήσθη, ἐπεὶ καὶ αὐτοὶ θεομαχήσουσιν.
γνωσιμαχήσῃ: Γνωσιμαχῆσαί ἐστι τὸ γνόντα τινὰ ὅτι πρὸς κρείττους αὐτῷ ἡ μάχη ἡσυχάσαι.
ἱερὸν πόλεμον: Ὁ ἱερὸς πόλεμος ἐγένετο Ἀθηναίοις πρὸς Βοιωτοὺς βουλομένους ἀφελέσθαι Φωκέων τὸ μαντεῖον. νικήσαντες δὲ Φωκεῦσι πάλιν ἀπέδωκαν, ὡς Φιλόχορος ἐν τῇ δʹ λέγει. δύο δὲ ἱεροὶ πόλεμοι γεγόνασιν, οὗτός τε καὶ ὁπότε Φωκεῦσιν ἐπέθεντο Λακεδαιμόνιοι. ἐν ἐνίοις τῶν ὑπομνημάτων ταῦτα λέγεται· ἱερὸν πόλεμον λέγει, καθὸ πρὸς θεοὺς ἔσοιτο. ἅμα δὲ τοῦ ἱεροῦ πολέμου μνημονεύει τοῦ γενομένου Ἀθηναίοις πρὸς Φωκέας ὑπὲρ τοῦ ἐν Δελφοῖς ἱεροῦ. ἐσχεδίασται δὲ ὑπʼ αὐτῶν. οὐ γὰρ πρὸς Φωκέας ὑπὲρ τούτου ἐπολέμησαν, ἀλλʼ ὑπὲρ Φωκέων, διὰ τὸ πρὸς Λακεδαιμονίους ἔχθος. γεγόνασι δὲ δύο πόλεμοι ἱεροί. πρότερος μὲν Λακεδαιμονίοις πρὸς Φωκεῖς ὑπὲρ Δελφῶν. καὶ κρατήσαντες τοῦ ἱεροῦ Λακεδαιμόνιοι τὴν προμαντείαν παρὰ Δελφῶν ἔλαβον. ὕστερον δὲ τρίτῳ ἔτει τοῦ πρώτου πολέμου Ἀθηναίοις πρὸς Λακεδαιμονίους ὑπὲρ Φωκέων. καὶ τὸ ἱερὸν ἀπέδωκαν Φωκεῦσι καθάπερ καὶ Φιλόχορος ἐν τῇ δʹ λέγει. καλεῖται δὲ ἱερὸς, ὅτι περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ ἐγένετο. ἱστορεῖ περὶ αὐτοῦ καὶ Θουκυδίδης καὶ Ἐρατοσθένης ἐν τῷ θʹ καὶ Θεόπομπος ἐν τῷ κεʹ.
Ἀλκμήνας: Διὰ τοῦ πληθυντικοῦ ηὔξησε τὴν διαβολήν.
καὶ τὰς Ἀλόπας: Ἀλόπη Κερκυόνος θυγάτηρ, ᾗ καὶ Ποσειδῶνος υἱὸς Ἱπποθόων.
θύειν ὄρνισι: Πρὸ τῶν θεῶν. τὸ λοιπὸν δὲ, εἰς τὸ ἔμπροσθεν. προσνείμασθαι δὲ μερίσαι καὶ προσοικειῶσαι ἕκαστον ὄρνιν ἑκάστῳ θεῷ, ἱέρακα Ἀπόλλωνι καὶ τὰ ἑξῆς.
ἢν Ἀφροδίτῃ θύῃ πυροὺς: Πυροὺς λέγει τῇ Ἀφροδίτῃ θύειν, ἐπεὶ οἱ ἑφθοὶ πυροὶ πρὸς συνουσίαν ἐγερτικοί. ἡ δὲ φαληρὶς ὄρνεόν ἐστι λιμναῖον εὐπρεπές. ἐσχημάτισε δὲ παρὰ τὸν φαλλόν.
ἢν δὲ Ποσειδῶνι: Γράφεται, Ποσειδῶνι βοῦν τις θύῃ. νῆττα δὲ παρὰ τὸ νήχεσθαι, ἐπεὶ ἔνυδρον τὸ ζῷον. καὶ τῷ Ποσειδῶνι δὲ ἐν ὑγρῷ ἡ δίαιτα.
ἢν δʼ Ἡρακλεῖ θύῃ τις: Τὸν λάρον διὰ τὴν ἀδηφαγίαν Ἡρακλεῖ προσανάπτει. ναστὸς δὲ, μέγας πλακουντώδης ἄρτος. ὁ δὲ Ἀσκληπιάδης φησὶν εὐτελῆ πλακοῦντα. μελιτούττας δὲ, μέλιτι δεδευμένας. τὸ δὲ πλῆρες, ναστοὺς καὶ μελιτούττας. λείπει γὰρ ὁ καί σύνδεσμος.
ὀρχίλος ὄρνις: Διὰ τὰς μοιχείας τοῦ Διὸς τὸν ὄρνιν παρέλαβεν. ἐπλάσατο τὸ ὄνομα τοῦ ὄρνιθος. ἐπεὶ κατωφερὴς ὁ Ζεὺς καὶ μοιχὸς, διὰ τοῦτο ὀρχίλον παρείληχεν διὰ τοὺς ὄρχεις. τὸ δὲ σέρφον ἔνορχιν, ὡς κριὸν ἔνορχιν. δῆλον δὲ ἐντεῦθεν ὅτι οὐχ, ὡς οἴονταί τινες, σπέρμα τι ὁ σέρφος. ἔστι δὲ ζῷον μυρμηκῶδες.
ἥσθην σέρφῳ: Ὡς καταφρονῶν αὐτοῦ φησι. καὶ δωρίζειν πολλάκις ἐπιτηδεύουσιν. —σέρφῳ: Σέρφος μύρμηξ πτερωτός.
ἀντὶ τοῦ εὐτελεῖς ὄρνιθας.
αὐτίκα Νίκη πέταται: Νεωτερικὸν τὸ τὴν Νίκην καὶ τὸν Ἔρωτα ἐπτερῶσθαι. Ἄρχεννον γάρ φασι, τὸν Βουπάλου καὶ Ἀθήνιδος πατέρα, οἱ δὲ Ἀγλαοφῶντα, τὸν Θάσιον ζωγράφον, πτηνὴν ἐργάσασθαι τὴν Νίκην, ὡς οἱ περὶ Καρύστιον τὸν Περγάμηνόν φασιν.
Ἶριν δέ γʼ Ὅμηρος: Ὅτι ψεύδεται παίζων. οὐ γὰρ ἐπὶ Ἴριδος, ἀλλʼ ἐπὶ Ἀθηνᾶς καὶ Ἥρας αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι. ὁ δὲ ἐν ἑτέροις ποιήμασιν Ὁμήρου φασὶ τοῦτο φέρεσθαι. εἰσὶ γὰρ αὐτοῦ καὶ ὕμνοι.
σπερμολόγων: Ὄνομα ὀρνέων, ἃ ἐκ τοῦ ὀρύττειν τὰ σπέρματα καὶ ἐσθίειν οὕτως ἐκλήθη. —καταφαγεῖν.
παρεχέτω, παρόσον εὑρετίς ἐστι τῶν καρπῶν.
οὐκ ἐθελήσει: Ἀντὶ τοῦ οὐ δυνήσεται· Ὅμηρος «οὐδʼ ἐθέλει προρέειν.»
οἱ δʼ αὖ κόρακες: Ἐπιβεβούλευται, φησὶ, τοῖς ἀνθρώποις, ἐὰν μὴ τιμήσωσιν ὑμᾶς. τοὺς γὰρ βοῦς ἐπὶ γεωργίαν χρειώδεις ὄντας ἀνθρώποις τυφλοῦτε καὶ τὰ πρόβατα, ἐξ ὧν τὴν ἐσθῆτα ἔχουσι. —καταροῦσι: Καταρέσθαι, διαλύειν.
ἐπὶ πείρᾳ: Ἀντὶ τοῦ ἐπὶ βλάβῃ. ἢ ἵνα πειραθῶσιν ἡμῶν εἰ θεοὶ ἐσμέν.
μισθοφορεῖ δέ: Ὅτι οἱ ἰατροὶ μισθῷ ἰατρεύουσι. ὁ δέ ἀντὶ τοῦ γάρ. τοῦτο δὲ εἶπεν ἐπεὶ Λαομέδοντα τῆς τειχοδομίας μισθὸν ᾔτησεν
τὰς οἰνάνθας: Οἰνάνθη ἡ πρώτη ἔκφυσις τῆς σταφυλῆς. καὶ Εὐριπίδης «οἴναν θʼ ἃ καθαμέριον στάζεις τὸν πολύκαρπον οἰνάνθας ἱεῖσα βότρυν.»
γλαυκῶν λόχος: Γλαὺξ εἶδος ὀρνέου. λόχος δὲ τὸ σύστημα. ὅπερ ἄνω ἔφη νέφος. καὶ κερχνηίδων: Μήποτε καὶ ἐν τοῖς πρόσθεν οὐχὶ κερχνὴς γραπτέον, ἀλλὰ κερχνηὶς σὺν τῷ ι, ὡς Νηρηίς. νῦν γὰρ κερχνηίδων εἶπεν. κνῖπες δὲ εἴδη ζωϋφίων μικρά.
γαῦλον κτῶμαι: Γαῦλος Φοινικικὸν σκάφος, καὶ νῦν προπερισπωμένως, ἐπὶ δὲ τοῦ ἀγγείου ὀξυτόνως. Καλλίμαχος Κυπρόθε Σιδόνιός με κατήγαγεν ἐνθάδε γαῦλος. Ἄλλως. γαῦλος, πλοῖόν τι φόρτιμον, ὡς καὶ σκάφη ἀπὸ τῶν σκευῶν. Ὅμηρος «γαῦλοί τε σκαφίδες τε.» ὡς αἱρετωτέρου δὲ ὄντος τῶν ἄλλων πάντων καὶ ἀκινδύνου τοῦτό φησι.
πλὴν εἴ τις ὄρνις: Παροιμία ἐστὶν, οὐδείς με θεωρεῖ, πλὴν ὁ παριπτάμενος ὄρνις. Ἄλλως. παροιμία τοῦτο, οὐδεὶς οἶδε τί ὡμίλησα, πλὴν ὁ παριπτάμενος ὄρνις. τοῦτο ἐλέγετο ἐπὶ τῶν ἀγνώστων.
τὰς ὑδρίας: Ἐν ὑδρίαις γὰρ ἔκειντο οἱ θησαυροί.
πῶς δʼ εἰς γῆρας: Ἀντὶ τοῦ πῶς εἰς πολυχρονιότητα προκόψουσιν.
οὐκ οἶσθʼ ὅτι πέντε γενεὰς: Κακῶς καὶ τοῦτο παρὰ τὸ Ἡσιόδειον παίζει ἐννέα γὰρ ζώει γενεὰς λακέρυζα κορώνη.
οὐδὲ θυρῶσαι: Τοὺς ναοὺς ὡς τοῖς θεοῖς. θάμνοις δὲ, συμφύτοις τόποις. —πρινιδίοις: ἀντὶ τοῦ πρίνοις. σεμνοῖς δὲ, τοῖς τιμίοις.
δένδρον ἐλαίας: Ὅτι εὕρημα θεῶν. Ἀθηνᾶς γάρ.
κοὐκ εἰς Δελφούς: Ἔνθα τὰ μαντεῖά εἰσιν, ἐν μὲν Δελφοῖς τὰ τοῦ Ἀπόλλωνος, ἐν δὲ Λίβυσι τὰ τοῦ Ἄμμωνος.
ταῖσι κομάροις: Ὅτι τὰς μὲν κομάρους θηλυκῶς φησιν, ἀρσενικῶς δὲ τοὺς κοτίνους. εἴδη δὲ δένδρων ταῦτα.
ὦ φίλτατʼ ἐμοὶ: Κορωνὶς καὶ εἴσθεσις χοροῦ, ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν διπλῆν τίθεσθαι, προῳδικὴ δὲ διὰ τὸ προτίθεσθαι ἑτέρας περιόδου στίχων καὶ κώλων ιβʹ. ὧν ὁ πρῶτος καὶ δεύτερος καὶ ιαʹ καὶ ιβʹ ἀναπαιστικοὶ τετράμετροι καταληκτικοί. ὁ τρίτος ἀσυνάρτητος ἐξ ἀναπαιστικῶν πενθημιμερῶν· ἐξ ἀναπαιστικοῦ πενθημιμεροῦς αἰολικοῦ διὰ τὸ ἔχειν τὸν πρῶτον πόδα ἴαμβον καὶ τροχαϊκοῦ ὁμοίου πενθημιμεροῦς. ὁ τέταρτος ὅμοιος. τὸ εʹ ἀναπαιστικὸν πενθημιμερὲς τὸν δεύτερον ἔχον πόδα τετράβραχυν. τὸ ϛʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον τὸν πρῶτον ἔχον πόδα τρίβραχυν. τὸ ζʹ ἀναπαιστικὴ βάσις. τὸ ηʹ τροχαϊκὸν ἑφθημιμερὲς τὸν πρῶτον ἔχον πόδα τρίβραχυν. ὁ θʹ ἰαμβικὸς τρίμετρος βραχυκατάληκτος. ὁ δέκατος ἀσυνάρτητος ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. ἐπὶ τῷ τέλει κορωνίς. ἐξ ἐχθίστου: Ἀπὸ τῆς ἔχθρας εἰς φιλίαν μεταπίπτων.
ἐπαυχήσας: Ἀντὶ τοῦ μεγαλοφρονήσας διὰ τῶν σῶν λόγων.
ἐπηπείλησα: Ἐπαγγειλάμενος ὤμοσα.
τἀμὰ τρίψειν: Χαριέντως εἶπε τρίψειν ὡς ἐπὶ ἐσθῆτος.
καὶ μὴν μὰ τὸν Δία: Εἴσθεσις περιόδου ἀμοιβαίας ἐκ στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων εἴκοσι. ὧν τελευταῖος καὶ Μανόδωρε λαμβάνετε τὰ στρώματα. ἐν εἰσθέσει δὲ στίχοι ἀναπαιστικοὶ τετράμετροι. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος.
οὐδὲ μελλονικιᾶν: Ὅτι βραδὺς ἦν περὶ τὰς ἐξόδους, καὶ ὡς οἱ διαβάλλοντες, οὐχὶ προνοητικὸς ἦν, ἀλλʼ ἀμελητής. τινὲς δέ φασι διὰ τὸ προνοητικὸν καὶ μὴ προπετὲς τοιοῦτον αὐτὸν εἶναι. —ὁ Νικίας υἱὸς Ἀλκιβιάδου, ὃς ἀνεβάλλετο ἀπελθεῖν εἰς Σικελίαν.
ἀλλʼ ὡς τάχιστα δεῖ τι δρᾶν: Ὁ ἔποψ παρακελεύεται αὐτοῖς εἰς τὴν νοσσιὰν εἰσελθεῖν, ἵνα αὐτῶν ἀποστάντων σχοίη καιρὸν ἡ παράβασις. τὸ δὲ κάρφη καὶ φρύγανα ἐκ παραλλήλου τὸ αὐτό.
Κριῶθεν: Γράφεται καὶ Θρίηθεν καὶ ἔστι δῆμος τῆς Οἰνηίδος, ἐὰν δὲ Κριῶθεν, τῆς Ἀντιοχίδος. Ἄλλως. Κριὸς δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ἀπὸ Κριοῦ τινος ὠνομασμένος. ἀναγράφει δὲ τοὺς ἐπωνύμους τῶν δήμων καὶ φυλῶν Πολέμων.
ἐπανάκρουσαι: Ἐπανάκαμπτε. ἡ μεταφορὰ ἀπὸ τῶν τὰς ἡνίας ἀνακρουομένων ἢ τὰς ναῦς. Ἄλλως. ἀντὶ τοῦ ὑπόστρεψον, ἐπάνιθι. ἐπανάκρουσις δέ ἐστι κυρίως τὸ ἐπισχεῖν τὴν ἐπερχομένην ναῦν μεθʼ ὁρμῆς εἰς τὸν ὅρμον, ἵνα μὴ προσελθοῦσα θραυσθῇ. καὶ νῦν δὲ τὸ πάλιν ἐπὶ τοῦ ὀπίσω. ἀπὸ τῶν εἰς τοὔμπροσθεν ἐρεσσόντων. ἢ ἀντὶ τοῦ ᾄσας πρὸ τούτου πάλιν ᾆσον καὶ ἐπανάλαβε.
πρὸς ἀλλήλους τοῦτό φησι.
ὅρα νῦν ὡς ἐν Αἰσώπου λόγοις: Ὅτι σαφῶς ἀνετίθεσαν Αἰσώπῳ τοὺς λόγους, καὶ τοῦτον τὸν παρὰ τῷ Ἀρχιλόχῳ λεγόμενον, καίτοι πρεσβυτέρῳ ὄντι.
μηδὲν φοβηθῇς: Ἐπειδὴ μετὰ ὀρνίθων ὄντες ἀπορνιθωθῆναι ἔμελλον, προκατασκευάζει διʼ ὧν ἔμελλον τούτου τυχεῖν. τὸ δὲ οὕτω ἀντὶ τοῦ ἐπὶ ταύταις ταῖς συνθήκαις. παίσωμεν δὲ, χορεύσωμεν.
ὀνόματα τῶν οἰκετῶν μετὰ τῶν πρὸς ὄρνιθας ἀφικομένων.
ἀντὶ τοῦ μουσικήν.
ἀντὶ τοῦ συγχορεύσωμεν αὐτῇ. ἀγαγών.
ὦ τοῦτο μέντοι: Εἴσθεσις ὁμοίας ἑτέρας περιόδου ἐκ στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιεʹ. ἐπὶ τῷ τέλει κορωνὶς, ἐξιόντων τῶν ὑποκριτῶν. ἐκβίβασον δὲ, ἔκβαλον, ἐξάγαγε.
ἐκ τοῦ βουτόμου: Φυτάριον παραπλήσιον καλάμῳ, ὃ ἐσθίουσιν οἱ βόες. Ἄλλως. φυτάριον παραποτάμιον, ὃ τοῖς βουσὶ παρασκευάζουσι. τοῦτο δὲ λέγεται, ὡς τῆς Πρόκνης ἐγκρυπτομένης τῇ ὕλῃ. αὐτοῦ δὲ, αὐτόθι, ἐν τῷ θεάτρῳ.
ποικίλον γὰρ καὶ ἄξιον θέας.
ὦ Ζεῦ πολυτίμηθʼ: Ἑταιρίδιον πρόσεισι, τὰ ἄλλα μὲν κεκαλλωπισμένον, τὴν δὲ κεφαλὴν ὄρνιθος ἔχον ὡς ἀηδόνος.
ὡς δʼ ἁπαλὸν: Ἅμα λέγων ψηλαφᾷ αὐτήν. διαμηρίζοιμʼ ἂν, συνουσιάσαιμι.
ὅσον δʼ ἔχει τὸν χρυσὸν: Ἅμα πρὸς τὸ ποικιλόδειρον τοῦ ὀρνέου καὶ πρὸς τὸν πολὺν κόσμον τῆς ἑταίρας.
ῥύγχος ὀβελίσκοιν ἔχει: Εἰς ὀξὺ γὰρ λήγει ἡ κεφαλὴ ὡς ὀβελίσκος.
ἀπολέψαντα χρὴ: Ἀντὶ τοῦ ἀφελόντα τὸ προσωπεῖον. ὡς ἐν θυμέλῃ γὰρ προσωπεῖον ἐξῆλθεν ἔχουσα. τῇ τροπῇ δὲ ἐχρήσατο. δέον δὲ εἰπεῖν φαγεῖν, εἶπε φιλεῖν.
ὦ φίλη, ὦ ξουθὴ: Τὸ πρὸ τῆς παραβάσεως τουτὶ κομμάτιον κώλων ἐστὶν ἀσυναρτήτων θʹ. ὧν τὸ αʹ χοριαμβικὸν ἑφθημιμερές. τὸ βʹ ἡμιόλιον. τὰ γʹ, ϛʹ, ζʹ, ηʹ ἀντισπαστικὰ γλυκώνεια. τὰ δʹ, θʹ ἑφθημιμερῆ. τὸ εʹ ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος. ἔλυσεν Ἀριστοφάνης τὸ ζήτημα, εἰ ἡ ὄρνις προγενεστέρα τοῦ ἄρρενος, ἢ ὁ ἄρρην τῆς ὄρνιθος. ὡς πρὸς τὴν ἀηδόνα δὲ δοκεῖ λέγειν. φυσικώτερον δέ τινες πρὸς τὴν Μοῦσαν, ἀπὸ τοῦ μουσικοῦ ὀρνέου. —εὐμορφοτάτη.
ὡσεὶ ἔλεγε συγχορεύτρια.
ἀλλʼ ὦ καλλιβόαν κρέκουσα: Ὡς αὐλὸς γάρ ἐστι φθεγγομένη. ἢ ἐξῆλθεν ἔχουσα αὐλόν. τὸ δὲ κρέκουσα νῦν ἀντὶ τοῦ λαλοῦσα. κυρίως γὰρ τὸ τὴν κιθάραν κρούειν. πολλάκις πρὸς αὐλὸν λέγουσι τὰς παραβάσεις.
ἠρινοῖς: Ἐαρινοῖς εἶπε, παρόσον τῷ ἔαρι ἐν τῇ Ἀττικῇ φαίνονται ἀηδόνες. τὸ δὲ ὅλον πάλιν πρὸς τὴν Μοῦσαν. ὅτι τῷ ἔαρι ἐν ἄστει τελοῦσι τὰ Διονύσια.
ἄγε δὴ φύσιν: Ἡ παροῦσα παράβασις ἐκ στίχων ἐστὶ ληʹ, δῆλον δὲ ὡς ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν. ἐπὶ τῷ τέλει παράγραφος. ἀμαυρόβιοι: Γράφεται καὶ ἡμερόβιοι. —ἀμαυρόβιοι: Ἀσθενεῖς, ἤγουν ἀμαυρὸν βίον ἔχοντες καὶ ἀσθενῆ. φύλλων γενεᾷ προσόμοιοι: Μετάβασις ἀπὸ τῶν ἔσω πρὸς τὸ θέατρον καὶ ἔστιν ἀνάπαιστος. ὡς θεοὶ δὲ ἐσόμενοι προευτελίζουσι τοὺς ἀνθρώπους, παρὰ τὸ Ὁμηρικὸν οἵη περ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν.
ταλαοὶ: Ὡς τληπαθεῖς καὶ τὰ καθημερινὰ εἰδότες, μὴ προορώμενοι δὲ τὰ μέλλοντα. ἔνιοι δὲ τὸ ταλαοὶ διαιροῦσιν ὥστε εἶναι ἀλαοί.
φύσιν: Καλῶς φύσιν εἶπεν οἰωνῶν, γένεσιν δὲ θεῶν.
Προδίκῳ παρʼ ἐμοῦ: Ὅτι οὐκ ὀρθῶς Καλλίμαχος τὸν Πρόδικον ἐν τοῖς ῥήτορσι καταλέγει. σαφῶς γὰρ ἐν τούτοις φιλόσοφος. μέμνηται δὲ τούτου καὶ ἐν Νεφέλαις.
Χάος ἦν καὶ Νὺξ: Ταῦτα οὐκ ἀναγκαῖον ἀπευθύνειν πρὸς τὰ Ἡσιόδου ἢ πρός τινα ἄλλου τινὸς γενεαλόγου.
τίκτει πρώτιστον ὑπηνέμιον: Ὑπηνέμια καλεῖται τὰ δίχα συνουσίας καὶ μίξεως. καὶ τοῦτο δὲ οὐχ ὡς ἔτυχεν αὐτῷ προσέρριπται, ἀλλὰ ἀπὸ ἱστορίας τῆς κατὰ τοὺς Διοσκούρους. φασὶ γὰρ ἐξ ᾠοῦ αὐτοὺς γεγονέναι. καὶ ὅτι σύνηθες αὐτοῖς μᾶλλον ἀνεμιαῖον λέγειν. καὶ Πλάτων ἐν Θεαιτήτῳ «γόνιμον ἀνεμιαῖον τυγχάνει.»
εἰκὼς ἀνεμώκεσι δίναις: Ταῖς τοῦ ἀνέμου ὠκείαις συστροφαῖς ἐοικὼς, οἷον ταχύς. ἡ δὲ ὅλη σύστασις, ὅτι ἐκ τοῦ πτερωτοῦ Ἔρωτος τὰ ὄρνεά ἐστιν. ἀτόπως μὴν καὶ ἀπιθάνως τῇ γενεαλογίᾳ κέχρηται.
ἐσμὲν Ἔρωτος: Λείπει υἱοί.
καὶ τοῖσιν ἐρῶσι: Σύμμαχος, διὰ τὸ τοὺς ἐραστὰς ὄρνιθας εὐγενεῖς χαρίζεσθαι τοῖς ἐρωμένοις. Δίδυμος δὲ, ἐπεὶ ἡ σίττη καὶ εἴ τι τοιοῦτον ὄρνεον δεξιὰ πρὸς ἔρωτας φαίνεται. «ἐγὼ μὲν, ὦ Λεύκιππε, δεξιὴ σίττη.»
πολλοὺς δὲ καλοὺς: Ἀντὶ τοῦ μετὰ τὴν νεότητα ἠναγκάσαμεν ἀκαίρως ἑταιρεῖν. ἀπομωμοκότας δὲ ἀποταξαμένους. διεμήρισαν δὲ, συνουσίασαν. —τὰς συνουσίας μετέδωκαν.
ὁ δὲ Περσικὸν ὄρνεον: Τὰ πολυτελῆ πάντα, οἷς μόνος βασιλεὺς ἐχρῆτο, ἐκαλεῖτο Περσικά. καὶ νῦν οὐκ ἰδίως τις ὄρνις Περσικός. τινὲς δὲ τὸν ἀλεκτρυόνα. οἱ δὲ τὸν ταῶ.
πρῶτα μὲν ὥρας: Παρὰ τὰ Ἡσιόδουφράζεσθαι δʼ εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης, ἥ τʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην.
καὶ πηδάλιον τότε: Καὶ τοῦτο παρὰ τὸ Ἡσιόδειον αὐτίκα πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο. καὶ πηδάλιον δʼ εὐεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.
εἶτα δʼ Ὀρέστῃ: Ὀρέστης μανίαν προσποιούμενος ἐν τῷ σκότει τοὺς ἀνθρώπους ἀπέδυεν.
ἴκτινος αὖ μετὰ ταῦτα: Ἐν Ἑλλάδι καιρῷ ἔαρος φαίνεται ἴκτινος, ὅτε κουρεύεται τὰ θρέμματα. πέκειν δὲ, ποκάζειν.
λῃδάριον: Θερίστριον ἢ εὐτελὲς ἱμάτιον θερινόν. σημείωσαι δὲ ὅτι ἐν συστολῇ τὸ πρίασθαι.
ἐλθόντες γὰρ πρῶτον: Μαντευσάμενοι γὰρ πρῶτον ἐκ τῶν ὀρνεομάντεων οὕτως ἐπὶ τὰ ἔργα χωρεῖτε.
ὄρνιν τε νομίζετε: Πάντα γὰρ οἰωνοὺς καλοῦσι καὶ τὰ μὴ ὄρνεα.
σύμβολον ὄρνιν: Καὶ γὰρ ταῦτα συμβόλους ἐποίουν τὰ πρῶτα συναντῶντα καὶ ἐξ ἀπαντήσεώς τι προσημαίνοντα. ταῦτα δὲ πάντα Δημήτερι ἀνέκειτο, ὥς φησι Φιλόχορος. θεράποντʼ ὄρνιν: Ἐπεὶ πολλάκις εἰώθαμέν τινας τῶν θεραπόντων καλόποδας λέγειν καὶ καλοιωνίστους. ὄνον ὄρνιν: Λέγεται γάρ τι τοιοῦτον, ὡς συμβολικὸς ἐρωτώμενος περὶ ἀρρώστου, εἶδεν ὄνον ἐκ πτώματος ἀναστάντα, ἀκήκοε δὲ ἑτέρου λέγοντος, βλέπε πῶς ὄνος ὢν ἀνέστη. ὁ δὲ ἔφη, ὁ νοσῶν ἀναστήσεται. καὶ ἀνέστη.
ἢν οὖν: Ἔκθεσις τοῦ μακροῦ ἐκ κώλων ὁμοίων ἀναπαιστικῶν ιδʹ. ὧν τὰ μὲν ιβʹ δίμετρα ἀκατάληκτα. τὸ ιγʹ ἀναπαιστικὴ βάσις, ὃ καὶ παρατέλευτον ὀνομάζεται. τὸ τελευταῖον ἑφθημιμερές. ὑφʼ ὃ παράγραφος. τοὺς ὄρνιθας.
μάντεσι, Μούσαις: Ὥστε χρῆσθαι ἡμῖν καὶ εἰς μουσικὴν καὶ εἰς μαντείαν. πολλὰ γὰρ τῶν ὀρνέων μουσικά.
ταῖς τροπαῖς. —χειμῶνι: Ὅτι καὶ ἀνέμους καὶ καιροὺς προσημαίνουσιν. μετρίῳ δὲ πνίγει, συμμέτρῳ καύματι. λέγει δὲ τὸ ἔαρ.
ὥσπερ ὁ Ζεύς: Νεφεληγερέτης γάρ.
πλουθυγιείαν: Ἔμιξε τὰ δύο, διὸ μάλιστα οἱ ἄνθρωποι χαίρουσι καὶ δοκοῦσι τὸν βίον ἐπανορθοῦσθαι, ἐκ τούτου ἔμφασιν εὐδαιμονίας ἐμφαίνων.
γέλωτα: Καὶ τὰς ἄλλας ἡδονὰς, διʼ ὧν γέλως ἐστὶ καὶ χορεία καὶ θαλία. καὶ χορεῖαι καὶ εὐωχίαι.
γάλα τʼ ὀρνίθων: Τοῦτο ἐκ παροιμίας ἐπὶ τῶν λίαν εὐδαιμονούντων καὶ πάντα κεκτημένων. Ἄλλως. τοῦτο ἐπὶ τῶν σπανίων ἔταττον. τὰ σπάνια οὖν, φησὶ, καὶ δυσεύρετα τῶν ἀγαθῶν παρέξομεν.
κοπιᾶν: Ἐν πλησμονῇ γενόμενοι τῶν ἀγαθῶν ἀπειρηκέναι μέλλετε.
Μοῦσα λοχμαία: Ἡ στροφὴ καὶ ᾠδὴ αὕτη κώλων ἐστὶ διαφόρων καὶ ἀσυναρτήτων ιϛʹ. ὧν τὸ πρῶτον πενθημιμερές. τὸ βʹ ἑφθημιμερὲς τοῦ αʹ ποδὸς ἑξαβράχεος. τὸ γʹ τροχαϊκὸν εὐριπίδειον. τὸ δʹ ἀσυνάρτητον προσῳδιακὸν καλούμενον, περὶ οὗ εἴρηται ἐν τῇ παραβάσει τοῦ Νεφελῶν δράματος. τὸ εʹ ὅμοιον τῷ βʹ. τὸ ϛʹ ὅμοιον τῷ δʹ, οὐκ ἐκ παίωνος δευτέρου ἀρχόμενον ὡς ἐκεῖνο, ἀλλʼ ἐκ δακτύλου. τὸ ζʹ ὅμοιον τῷ βʹ, πλὴν βραχυκατάληκτον. τὸ ηʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. καὶ τὸ ιδʹ. τὸ θʹ ἀσυνάρτητον ὅμοιον τοῖς ῥηθεῖσι. τὸ ιʹ ὅμοιον. τὸ ιαʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ διαλελυμένων χοριάμβων, τοῦ αʹ ἑξασυλλάβου, τοῦ δὲ δευτέρου πεντασυλλάβου. τὸ ιβʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιγʹ δακτυλικὸν ἑφθημιμερές. τὸ ιεʹ ἰαμβικὸν ἑφθημιμερές. τὸ ιϛʹ ὅμοιον τῷ πρώτῳ πενθημιμερὲς ἐκ διαλελυμένου χοριάμβου. ἐπὶ τῷ τέλει διπλῆ ἔσω νενευκυῖα διὰ τὴν ἀνταπόδοσιν. εἰσὶ δὲ καὶ ταῦτα πολυσχημάτιστα. Μοῦσα λοχμαία: Τὴν ἑαυτῶν λέγει, οἷον λοχμίδα. Δίδυμος, ὅτι ἐγκεκρυμμένοι ἐν ταῖς λόχμαις εἰώθασι φωνεῖν. ὁ λόγος δὲ ἀπὸ τοῦ ποιητοῦ. Ἄλλως. ἀντὶ τοῦ μέλος ὡς ὄρνιθος. οἰκείως λοχμαίαν Μοῦσαν καλοῦσι. διὰ μέσου τὸ τῆς φωνῆς μίμημα καὶ ἐπιμίγνυσι τῷ τῆς ἀνθρωπείας. ἔστι δὲ τὸ ἑξῆς οὕτως· Μοῦσα λοχμαία ποικίλη, μεθʼ ἧς ἐγὼ νόμους ἱεροὺς ἀναφαίνω. ξουθῆς δὲ εἶπε παρόσον τὰ πλεῖστα τῶν ὀρνέων ξουθὰ φαίνεται.
Πανὶ νόμους: Ἐπεὶ νόμιος ὁ θεὸς καὶ ὄρειος, καὶ τῶν ὀρνέων δὲ ἐν ὄρεσιν αἱ διατριβαί. σεμνᾷ δὲ μητρὶ, τῇ Ῥέᾳ.
ἔνθεν: Ἀπὸ τῶν ἐμῶν ποιημάτων ὥσπερ ἡ μέλιττα ἀπεβόσκετο.
Φρύνιχος ἀμβροσίων: Φρύνιχος τραγῳδίας ποιητὴς, ὃς ἐπὶ μελοποιίαις ἐθαυμάζετο. τέσσαρες δὲ ἐγένοντο Φρύνιχοι. ὁ μὲν εἷς οὗ νῦν μνημονεύει, Πολυφράδμονος παῖς, ποιητὴς ἡδὺς ἐν τοῖς μέλεσιν. ὁ ἕτερος, Χοροκλέους παῖς, ὑποκριτής. τρίτος, Φρύνιχος ὁ κωμικὸς, οὗ μέμνηται Ἕρμιππος ἐν Φορμοφόροις ὡς ἀλλότρια ὑποβαλλομένου ποιήματα. τέταρτος δέ ἐστιν Ἀθηναῖος τὸ γένος ὁ στρατηγήσας τὰ περὶ Σάμον καὶ Ἀστυόχῳ προσθέμενος, ἐπιχειρήσας δὲ τῇ τοῦ δήμου καταλύσει. περὶ ὧν ἐν τοῖς Βατράχοις ἱκανῶς εἰρήκαμεν.
εἰ μετʼ ὀρνίθων: Εἰ μετʼ ὀρνίθων τις διάγειν βούλεται ἡδέως, τὸ λοιπὸν ὡς ἡμᾶς ἐλθέτω.
διαπλέκειν: Ἢ διαποικίλλειν ἢ διάγειν.
τῷ νόμῳ: Νόμον νῦν οὐ πάντα τὸν γεγραμμένον φησὶν, ἀλλὰ τὸ ἔθος.
αἶρε πλῆκτρον εἰ μάχει: Πλῆκτρον ὅπλον ἀμυντήριον. ἡ μεταφορὰ ἀπὸ τῶν ἀλεκτρυόνων. κἀκεῖνοι γὰρ ἔχουσι πλῆκτρα ἐν οἷς μάχονται. ἃ ἡμεῖς κέντρα λέγομεν τῶν ὀρνίθων, ἐκεῖνοι πλῆκτρα. πλῆκτρα δέ εἰσι ἔμβολα χαλκᾶ τὰ ἐμβαλλόμενα τοῖς πλήκτροις τῶν ἀλεκτρυόνων.
ἀτταγᾶς: Ὁ ἀτταγᾶς γὰρ κατάστικτός ἐστι ποικίλοις πτεροῖς.
Σπινθάρου: Οὗτος κωμῳδεῖται ὡς βάρβαρος καὶ Φρὺξ, ἔτι δὲ καὶ ὁ Φιλήμων. —φρυγίλος δὲ ὄνομα ὀρνέου.
Ἐξηκεστίδης: Πολλαχοῦ προείπομεν ὅτι ξένος οὗτος. πολλαχοῦ δὲ καὶ παρὰ τοῖς ἄλλοις κωμῳδεῖται. νῦν δὲ ὅτι Κάρ.
φυσάτω πάππους: Εὐφρόνιός φησι πάππον ὄρνεόν τι εἶναι. πρὸς τὸ ὄνομα οὖν παίζει, ὅτι εἰ ἀναβάς τις πρὸς ἡμᾶς γενήσεται πάππος, ἕξει ἀποδεικνύναι φράτορας, ὅ ἐστι συγγενεῖς. οἱ γὰρ εὐθυνόμενοι ὡς ξένοι ὀφείλουσι τοὺς ἰδίους πάππους ἀποδεικνύναι ἐκ φατρίας ἄνωθεν ὄντας. Καλλίμαχος οὐκ ἀναγράφει τὸν πάππον. τρίτη δὲ μοῖρά ἐστι τῆς φυλῆς ἡ φρατορία, οὕστινας τριττὺν λέγει.
εἰ δʼ ὁ Πεισίου προδοῦναι: Οὐδὲν σαφὲς ἔχομεν τίς ὁ Πεισίου, οὐδὲ περὶ τῆς προδοσίας. ὅτι δὲ τῶν λίαν πονηρῶν ἐστι δηλοῖ Κρατῖνος ἐν Χείρωσι, Πυλαίᾳ, Ὥραις. εἴη δʼ ἄν τι συμπεπραχὼς τοῖς ἑρμοκοπίδαις ὁ Πεισίου, οἵτινες, ὡς Φιλόχορός φησιν, ἐπὶ Χαβρίου θάνατόν τε κατεγνώσθησαν καὶ τὰ ὀνόματα αὐτῶν ἐστηλιτεύθη καὶ ἐδημεύθη, καὶ τῷ κτείναντι κατʼ ἄνδρα ἐκηρύχθη τάλαντον. Ἄλλως. οἱ μὲν τὸν Πεισίαν ἕνα εἶναι τῶν ἑρμοκοπιδῶν, οἱ δὲ τὸν υἱὸν αὐτοῦ. ἐτηροῦντο δὲ οὗτοι, ὅπως ἂν δοῖεν τῆς περικοπῆς τιμωρίαν. εἰ οὖν, φησὶν, ὁ υἱὸς Πεισίου ὅμοιος βούλεται εἶναι τῷ πατρὶ, γενέσθω πέρδιξ πανοῦργος. Κρατῖνος Χείρωσι καὶ πρῶτον μὲν παρὰ ναυτοδικῶν ἀπάγω τρία κνώδαλʼ ἀναιδῆ, Πεισίαν, Ὀσφύωνα, Διιτρέφη.
τοῦ πατρὸς νεόττιον: Ὡς καὶ τοῦ πατρὸς αὐτοῦ τοιούτου ὄντος, ἀποδρᾶναι ἀπὸ τῆς τοῦ πατρὸς πανουργίας. Ἄλλως. ὁ πέρδιξ ὄρνεον πανοῦργον, ὅπερ ἐξαπατᾷ τοὺς θηρεύοντας αὐτό. εἰ οὖν, φησὶ, καὶ ὁ υἱὸς αὐτοῦ τοιοῦτος βούλεται γενέσθαι, πέρδιξ γενέσθω ὅμοιος τῷ πατρί.
ἐκπερδικίσαι: Διὰ τὸ πέρδικα αὐτὸν γενέσθαι. εἴρηται δὲ ἀπὸ τοῦ τοὺς πέρδικας καταλαμβανομένους ὑπʼ ἀνθρώπων, μηχανᾶσθαι τοιαύτην σωτηρίαν. λαμβάνοντες γὰρ κάρφη τοῖς ποσὶν, ὑπτίους ἑαυτοὺς ῥίπτουσι καὶ οὕτως ἐπικαλύπτουσι καὶ ἐκκλίνουσι. Ἄλλως. ἀντὶ τοῦ φυγεῖν. διαβάλλει δὲ ὡς κατεγνωσμένον καὶ φυγῇ ζημιωθέντα. οἱ δὲ πέρδικες πανοῦργοι ὄντες εὐχερῶς διαδιδράσκουσι τοὺς θηρευτὰς, πολλάκις ὕπτιοι γενόμενοι καὶ ἐπιβάλλοντες ἑαυτοῖς κάρφη. φησὶν οὖν ὅτι καὶ παρʼ ἡμῖν γενόμενος δύναται πάλιν φεύγειν. Ἄλλως. ἐξάγων τοὺς νεοσσοὺς ὁ πέρδιξ εἰς κατανομὴν ἐπὰν ἄνθρωπον ἴδῃ, συρίζει· οἱ δὲ ὑπτίους ἑαυτοὺς τιθέασιν, ὡς μηδὲ ψηλαφῶντά τινα ἐπιγνῶναι. εἶτα ὀλίγον προελθόντος τοῦ ἀνδρὸς, πάλιν συρίζει ὁ πατήρ· οἱ δὲ ἐξίπτανται. τοῦτο οὖν ἐστι τὸ ἐκπερδικίσαι. Ἄλλως. Δίδυμος ἐν τῷ περὶ διεφθορυίας λέξεως οὕτως. ἐπὰν ἴδῃ τὸν θηρευτὴν ἡ πέρδιξ, προκυλινδεῖται αὐτοῦ ἐπισπωμένη πρὸς ἑαυτήν. ὡς δὲ γίνεται περὶ τὸ ἀγρεῦσαι αὐτὴν, οἱ νεοσσοὶ φεύγουσιν, εἶτα καὶ αὐτὴ διαδρᾶσα ὕστερον αὐτοὺς συνάγει. —ἐκπερδικίσαι: Ἤγουν ἐκφυγεῖν.
τοιάνδε: Ἡ ἀντῳδὴ καὶ ἀντιστροφὴ ὁμοία καθʼ ἕκαστόν ἐστι τῇ στροφῇ καὶ ἀντιστροφῇ. ἐπὶ τῷ τέλει αἱ συνήθεις δύο διπλαῖ.
κρέκοντες: Ἀντὶ τοῦ ἠχοῦντες. διὰ γὰρ τῆς τῶν πτερῶν κινήσεως ὕμνουν τὸν Ἀπόλλωνα. —ἴακχον: Ἐβόων.
παρʼ Ἕβρον: Ποταμὸν Θρᾴκης τὰ ῥεύματα ἔχοντα ἐκ Ῥοδόπης τοῦ Θρᾳκικοῦ ὄρους. —ἐν δὲ τοῖς ποταμοῖς ποιοῦνται τὰς διατριβὰς τὰ ὄρνεα.
νήνεμος αἴθρη: Οἷον, ὑπὸ τῆς εὐαερίας λῆξις κυμάτων ἐγένετο. τοῦ γὰρ ἀέρος εὐδιεινοῦ ὄντος καὶ ἡ θάλασσα ἡσύχασεν. —Ἄλλως. ἀντὶ τοῦ ἡσύχασεν ἡ θάλασσα κυμαίνουσα κατακηρουμένη.
ἀντὶ τοῦ ἐκτύπησεν.
ἄνακτας: Ἀντὶ τοῦ τοὺς θεούς. ἔνθεν καὶ ἀνάκτορα τὰ ἱερά.
Ὀλυμπιάδες: Αἱ κατοικοῦσαι ἐν τῷ Ὀλύμπῳ.
εὐφήμησαν.
οὐδὲν ἔστʼ ἄμεινον: Τὸ ἀντεπίρρημα ὅμοιον τῷ ἐπιρρήματι. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.
χοροῖσι τῶν τραγῳδῶν: Ὡς μακρῶν ὄντων τούτων.
ἐφʼ ἡμᾶς: Ἐπὶ τὸ θέατρον.
εἴτε Πατροκλείδης: Δοκεῖ ὁ Πατροκλείδης πολιτικὸς εἶναι καὶ λόγιος, ἄλλως δὲ κατασχημονῶν τῶν στρωμάτων, διὸ καὶ χεσᾶς ἐλέγετο. ἐξίδισε δὲ, ἐξετίλησεν, ἀπεπάτησεν.
εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν, ὅστις τυγχάνει:ἀντὶ τοῦ, μοιχὸς ὅστις ἐστὶν ὑμῶν.
ἐν βουλευτικῷ: Οὗτος τόπος τοῦ θεάτρου, ὁ ἀνειμένος τοῖς βουλευταῖς, ὡς καὶ ὁ τοῖς ἐφήβοις ἐφηβικός. παρʼ ὑμῶν δὲ, ἐκ τοῦ θεάτρου.
ὡς Διιτρέφης γε: Εὐφρόνιος τὰ περὶ τῷ τραχήλῳ τῆς πυτίνης κρεμάμενα ἱμαντάρια ἑκατέρωθεν πτερὰ καλεῖσθαι, καὶ ὅτι οὗτος πυτίνας ἔπλεκεν. ἀμάρτυρα δὲ ἀμφότερα. τινὲς εἰς πένητα εἰρῆσθαι διὰ τὸ ἀνυπόκριτον, ὡσεὶ ἔφη, μηδὲν ἔχων ἄλλο ἀλλʼ ἢ πίθου πόδας, ἢ χύτρας ὀμφαλούς. ὅτι δὲ ἦν νεόπλουτος οὗτος ἐνεφαίνετο καὶ ἐν τοῖς Ἥρωσι «κἀπὸ τῆς Διιτρέφους τραπέζης,» εἰ μὴ ἐν εἰρωνείᾳ, καὶ πανταχοῦ ἅρπαξ καὶ πονηρὸς καὶ πολυπράγμων. Πλάτων δὲ ἐν Ἑορταῖς καὶ ξένον «τὸν μαινόμενον, τὸν Κρῆτα, τὸν μόγις Ἀττικόν.» Ἄλλως. οὗτος θάλλινα ποιῶν ἀγγεῖα ἐπλούτησε καὶ ἱππάρχησε καὶ ἐφυλάρχησεν. πυτιναῖα μόνον ἔχων: Ὄρνεον μικρὸν ἡ πυτίνη. ὄρνεον μικρόν. πυτίνη δὲ πλέγμα ἐστίν.
εἶτʼ ἐξ οὐδενὸς μεγάλα πράττει: Παρὰ τὰ γραφέντα ἐκ Μυρμιδόνων Αἰσχύλου. λέγει δὲ ὅτι ἀρτίως μέγας ὄρνις γέγονε καὶ οὐχ ὁ τυχών.
ἱππαλεκτρυών: Ἀντὶ τοῦ βουλευτής. ὁ γὰρ ἀλεκτρυὼν ἐν τοῖς ὄρνισιν ἐντιμότατος.
ταυτὶ τοιαυτί: Κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι νʹ. μετὰ δὲ τὸν ιθʹ στίχον κῶλον ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει κορωνίς. ἐξῆλθον μὲν οἱ δύο ἐπτερωμένοι καὶ ἀλλήλων χλευάζοντες τὰ σχήματα.
ὠκυπτέροις: Τῶν πτερῶν τὰ μὲν καλεῖται πτίλα, τὰ δὲ πτερὰ, τὰ δὲ ὠκύπτερα.
εἰς εὐτέλειαν: Εὐτελῶς γεγραμμένῳ χηνί.
ἀποτετιλμένῳ: Ἀντὶ τοῦ ἀποκεκαρμένῳ. δύο δὲ εἴδη κουρᾶς, σκάφιον καὶ κῆπος. τὸ μὲν οὖν σκάφιον, τὸ ἐν χρῶ· ὁ δὲ κῆπος τὸ πρὸ μετώπου κεκοσμῆσθαι.
ταυτὶ μὲν ᾐκάσμεθα: Διεσκέμμεθα. κατὰ τὸν Αἰσχύλον: Ἐκεῖνος γὰρ Λιβυστικὴν αὐτὴν καλεῖ παροιμίαν· ὅδʼ ἐστὶ μύθων τῶν Λιβυστικῶν λόγος, πληγέντʼ ἀτράκτῳ τοξικῷ τὸν αἰετὸν, εἰπεῖν ἰδόντα μηχανὴν πτερώματος· τάδʼ οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκόμεσθα. πεποίηκε γὰρ ὁ Αἰσχύλος ἀετὸν τετρωμένον λέγοντα ταῦτα, ἐπειδὴ εἶδε τὸ βέλος ἐπτερωμένον καὶ ἐμπεπαρμένον αὐτῷ. καὶ ἡμεῖς οὖν, φησὶν, οὐχ ὑπʼ ἄλλων πάσχομεν ταῦτα, ἀλλὰ τῇ ἑαυτῶν γνώμῃ.
τοῖς αὐτῶν πτεροῖς: Ὅλον τοῦτο ἐκ Μυρμιδόνων Αἰσχύλου. τὸ δὲ, οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκόμεθα, ἀντὶ τοῦ, ἑαυτοῖς ταῦτα πεποιήκαμεν.
ἄγε δὴ τί χρὴ δρᾷν: Ἔν τισιν ὅλον ἕν. ἐν ἐνίοις δὲ τὸ ἄγε δὴ τοῦ ἔποπος.
μέγα: Παράδοξον, ὃ οὐκ ὠνόμασταί ποτε. τοῖς θεοῖς: Τοῖς ὄρνισι δηλονότι.
ἔοικε καὶ ἐκ τούτων Σπάρτη πόλις καλεῖσθαι τότε.
οὐδʼ ἂν χαμεύνην: Δίδυμός φησιν, οὐδʼ ἂν σπάρτον, ᾧ χρησαίμην, οὕτω μισῶ τὴν Σπάρτην. χαμεύνη δὲ, ταπεινὴ κλίνη. ὅθεν καὶ τὸ ὄνομα εἴληφεν. Ἄλλως. οὐδʼ ἂν τὴν χαμεύνην ὀνομάσαιμι σπάρτην, εἴ γε κειρίας ἔχοιμι, καὶ μὴ σπαρτίον δεήσαι μοι αὐτῇ ἐντεῖναι. ἡ δὲ χαμεύνη εὐτελής ἐστιν. ἡ δὲ κειρία εἶδος ζώνης ἐκ σχοινίων, παρεοικὸς ἱμάντι, ᾗ δεσμοῦσι τὰς κλίνας.
ἀντὶ τοῦ ὑπερήφανον. Νεφελοκοκκυγίαν: Παρὰ τὰς νεφέλας καὶ τὸν κόκκυγα. ἔστι δὲ εἶδος ὀρνέου. χαῦνον δὲ ἀντὶ τοῦ πλατὺ καὶ μέγιστον. τὰ γὰρ χαῦνα εἰς πλάτος ἁπλοῦται.
ἵνα καὶ τὰ Θεαγένους: Προείρηται ὅτι πένης οὗτος, ἔλεγε δὲ ἑαυτὸν πλούσιον. εἰσὶ δὲ ἄλλοι δύο Θεαγένεις, εἷς μὲν ὁ περὶ Ὁμήρου γράψας, ἕτερος δὲ ὁ ἐπὶ μαλακίᾳ σκωπτόμενος. Ἄλλως. λέγεται ὅτι μεγαλέμπορός τις ἐβούλετο εἶναι, περαΐτης ἀλαζὼν, ψευδόπλουτος. ἐκαλεῖτο δὲ καπνὸς, ὅτι πολλὰ ὑπισχνούμενος οὐδὲν ἐτέλει. Εὔπολις ἐν Δήμοις.
τά τʼ Αἰσχίνου γε ἅπαντα: Καὶ οὗτος πένης, θρυπτόμενος καὶ αὐτὸς ἐπὶ πλούτῳ, καὶ λέγων ἑαυτὸν πλούσιον. ἦν δὲ Αἰσχίνης Σελλοῦ. ἔλεγον δὲ ἐκ μεταφορᾶς τοὺς τοιούτους Σελλούς. καὶ τὸ ἀλαζονεύεσθαι δὲ σελλίζειν.
τὸ Φλέγρας πεδίον: Ἔξωθεν ὑπακουστέον τὸν ἤ διασαφητικὸν σύνδεσμον. βέλτιον, φησὶ, πιστεύειν τὰ χρήματα τούτων ἐν Νεφελοκοκκυγίᾳ ἀποκεῖσθαι, ἢ εἰς τὸ Φλέγρας πεδίον. διαβάλλει δὲ αὐτὸ ὡς κἀκεῖνο πεπλασμένον ὑπὸ τῶν ποιητῶν. ἔστι δὲ τῆς Θρᾴκης πεδίον. Δίδυμος δέ φησι, διὰ τὴν ὁμοιότητα τῶν ὀνομάτων τῆς Φλέγρας καὶ τῆς Νεφελοκοκκυγίας.
κᾆθʼ ὑπερηκόντισαν: Δέον εἰπεῖν κατεπολέμησαν, φησὶ τοῖς ἀλαζονεύμασιν αὐτῶν ὑπερεβάλοντο αὐτούς.
τῷ ξανοῦμεν τὸν πέπλον: Τῇ Ἀθηνᾷ πολιάδι οὔσῃ πέπλος ἐγίνετο παμποίκιλος, ὃν ἀνέφερον ἐν τῇ πομπῇ τῶν Παναθηναίων.
τί οὐκ Ἀθηναίαν: Ὅτι τὴν θεὸν οὕτως ἔλεγον Ἀθηναίαν. διὸ καὶ τὴν πολῖτιν οὐκ Ἀθηναίαν, φεύγοντες τὴν ὁμωνυμίαν, ἀλλʼ ἀστήν. φαίνονται μέντοι καὶ τὴν πολῖτιν Ἀθηναίαν λέγοντες πανταχοῦ.
καὶ πῶς ἂν ἔτι γένοιτο: Ἐὰν τὴν Ἀθηνᾶν στήσωμεν πολιοῦχον γυναῖκα οὖσαν.
οὗτος διεβάλλετο ὡς γυναικώδης. ὡς γυναικώδης οὗτος κωμῳδεῖται.
τῆς πόλεως τὸ Πελαργικόν: Ὅτι Ἀθήνησι τὸ Πελαργικὸν τεῖχος ἐν τῇ ἀκροπόλει, οὗ μέμνηται Καλλίμαχος «Τυρσηνῶν τείχισμα Πελαργικόν.»
ὄρνις ἀφʼ ἡμῶν: Μήποτε νῦν τὸν ἀλεκτρυόνα λέγει. Μῆδος γὰρ λέγεται. Ἄρεως δὲ νεοττὸς, ἐπεὶ ἄλκιμος καὶ μάχιμος.
Ἄρεως νεοττός: Νεοττοί τινες ἀλεκτρυόνες λέγονται ὡς καὶ Μηδικοί. ἴσως δέ τις ἦν καλὸς παῖς νεοττός τοὔνομα, πρὸς ὃν παίζει, ὦ νεοττὲ δέσποτα. οὕτω Δίδυμος. Ἄλλως. ἐπεὶ μάχιμος ὁ ἀλεκτρυών. φασὶ δὲ αὐτὸν ἄνθρωπον ὄντα κατασταθῆναι ὑπὲρ Ἄρεως ἐν τῷ οἴκῳ Ἡφαίστου, τηρεῖν αὐτοῦ τὴν ἄφιξιν διὰ τὴν μοιχείαν τῆς Ἀφροδίτης. ὁ δὲ ἀπεκοιμήθη. φωραθεὶς οὖν ὁ Ἄρης, εἰς τὸ τοιοῦτον αὐτὸν μετέβαλεν ὄρνεον ὡς ἠμεληκότα τῆς φυλακῆς. ὁ δὲ μεμνημένος, τὴν ὥραν ἐκείνην ἄρχεται ᾄδειν, τὴν τοῦ ἡλίου προαισθόμενος ἄνοδον, καθʼ ἣν ὁ Ἥφαιστος εἰώθει ἐπανήκειν οἴκαδε.
ὥσθʼ ὁ θεὸς ἐπιτήδειος: Δίδυμός φησι τὸ Πελαργικὸν τεῖχος ἐπὶ πετρῶν κεῖσθαι. Ἄλλως. τὸ Πελαργικὸν καὶ αὐτὸ τραχύ. ἀλλὰ διὰ τί ἐπιτήδειος ἐπὶ πετρῶν οἰκεῖν, εἴπερ ἀλεκτρυών ἐστιν, εἰ μὴ τὸν πελαργὸν, ἅμα παίζων καὶ πρὸς τὸ ὄνομα; ἀλλὰ διὰ τί Περσικὸν, ἢ Ἄρεος νεοττός;
χάλικας: Λίθους. ἀποδὺς ὄργασον: Κυρίως πίσσωσαι. ὀργὴ γὰρ παρʼ Ἴωσιν ἡ πίσσα. σημαίνει δὲ καὶ τὸ σπαργᾶν ὀργίζεσθαι. νῦν δὲ ἀντὶ τοῦ μάλαξον. Εὔπολις Προσπαλτίοις «ἢ πηλὸν ὀργάζειν τινά.»
κατάπεσʼ ἀπὸ τῆς κλίμακος: Τοῦτο ἔκθλιψιν πέπονθε τοῦ κατάπεσε δευτέρου ἀορίστου. οὐ γὰρ ἐν χρήσει τὸ ἔπεσα, ἵνα καὶ τὸ πέσον.
τὸ πῦρ ἔγκρυπτʼ ἀεί: Ἵνα σχῇ αὐτὸ, εἰ χρεία γενήσεται φυλακῆς. εἰώθασι γὰρ ἐν ταῖς φυλακαῖς πυρκαϊὰς καίειν.
κωδωνοφορῶν: Οἱ περίπολοι οἱ τὰς φυλακὰς περισκοποῦντες ἐρχόμενοι ἐπὶ τοὺς φύλακας κώδωνας εἶχον, καὶ διὰ τούτων ἐψόφουν, πειράζοντες τὸν καθεύδοντα, καὶ ἵνα οἱ φυλάττοντες ἀντιφθέγγωνται. μήποτε δὲ παρακωμῳδεῖ τὸν Εὐριπίδου Παλαμήδην οὐ πρὸ πολλοῦ δεδιδαγμένον.
εἰς θεοὺς ἄνω: Ἐπεὶ μεταξὺ γῆς καὶ οὐρανοῦ ἐστιν ὁ ἀήρ.
οἴμωζε παρʼ ἐμὲ: Παίζων τοῦτό φησιν, ἐπειδὴ εἶπεν αὐτῷ παρʼ ἐμέ.
πομπεύσοντα.
τὴν χέρνιβα: Ἀντὶ τοῦ τὸ ὕδωρ. Δημοσθένης «καὶ χερνίβων καὶ κανῶν ἁψόμενον.» εἴη δʼ ἂν ἀπὸ εὐθείας τῆς χέρνιψ.
ὁμορροθῶ: Κορωνὶς καὶ εἴσθεσις μετὰ χοροῦ καὶ στροφὴ κώλων διαφόρων θʹ. ὧν τὸ αʹ περίοδος ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς καταληκτικῆς. τὰ ἑξῆς τρία τροχαϊκὰ, τὸ μὲν ἑφθημιμερὲς, τὸ δὲ πενθημιμερὲς, τὸ δʼ ἀκατάληκτον δίμετρον, ὡς καὶ τὸ ὄγδοον. τὸ ϛʹ ἀναπαιστικὴ βάσις. τὸ ζʹ ἰαμβικὸν ἑφθημιμερὲς καὶ τὸ θʹ. τινὲς δὲ προστιθέασι καὶ «ᾠδάν.» ὑφʼ ὃ κορωνίς. ὁμορροθῶ: Σοφοκλέους ἐκ Πηλέως, ἀντὶ τοῦ, τὸ αὐτὸ φρονῶ. ὁμορροθεῖν δὲ κυρίως τὸ ἅμα καὶ συμφώνως ἐρέσσειν. νῦν δὲ ἀντὶ τοῦ συνεργῶ τῇ εἰς θεοὺς θυσίᾳ.
συμπαραινέσας ἔχω: Ἀντὶ τοῦ συμπαρῄνεσα.
προσόδια μεγάλα: Ἀπὸ τῶν προσόδων. οὕτω δὲ ἔλεγον τὰς προσαγομένας τοῖς θεοῖς πομπὰς, καὶ προσόδια τὰ εἰς πανηγύρεις τῶν θεῶν ποιήματα παρὰ τῶν λυρικῶν λεγόμενα.
Πυθιὰς βοὰ: Βοᾷ ὁ αὐλητής. εἴρηται ὅτι ἐπὶ ταῖς θυσίαις ηὔλουν. Ἄλλως. ἡ μετʼ αὐλοῦ γινομένη βοή. τὸ Πύθιον μέλος. ἔνθεν καὶ πυθαύλης γίνεται. οὕτω δὲ ἔλεγον τὸν παιᾶνα. καὶ τοῦτο δὲ ἐκ Πηλέως.
Χαῖρις ᾠδάν: Ὡς αὐτομάτως ἐπιόντος αὐτοῦ ταῖς εὐωχίαις. ἦν δὲ ὁ Χαῖρις οὗτος κιθαρῳδὸς ψυχρὸς καὶ γέγονεν αὐλητής. μνημονεύει δὲ αὐτοῦ καὶ Φερεκράτης ἐν Ἀγρίοις «φέρʼ ἴδω κιθαρῳδὸς τίς «κάκιστος ἐγένετο; ὁ Πεισίου Μέλης. μετὰ δὲ Μέ- «λητα τίς; ἔχʼ ἀτρέμʼ, ἐγᾦδα, Χαῖρις.» ἔστι καὶ ἕτερος αὐλητὴς, οὗ μνημονεύει Κρατῖνος ἐν Νεμέσει.
παῦσαι σὺ: Εἴσθεσις συστηματικὴ ἀμοιβαίας ἓξ περιόδους ἔχουσα. τῆς δὲ πρώτης στίχοι τρεῖς ἰαμβικοὶ ἀκατάληκτοι. καὶ ἐν ἐκθέσει ἕτερος ὁμοίως. ὑφʼ ὃν παράγραφος. ἔξεισιν ἱερέα καὶ αὐλητὴν ἔχων.
οὔπω κόρακʼ εἶδον: Ἴσως ὡς μέλανα σκώπτει. ἔοικε δὲ ὁ αὐλητὴς διεσκευάσθαι εἰς κόρακα. φόρβιον δέ ἐστι τὸ περικείμενον τῷ στόματι τοῦ αὐλητοῦ δέρμα, ἵνα μὴ σχισθῇ τὸ χεῖλος αὐτοῦ. ἐμπεφορβιωμένον: Φορβειά ἐστιν ὁ χαλινός. Ἡρωδιανὸς ἐν τῇ βίβλῳ φησὶ τῆς Ὀδυσσειακῆς προσῳδίας τὸ φορβειά διὰ τῆς εἰ διφθόγγου γράφεσθαι καὶ ὀξυτόνως.
δράσω τάδʼ· ἀλλὰ: Ἡ δευτέρα περίοδος κώλων καὶ στίχων ἐστὶ δέκα. ὧν ὁ πρῶτος ἰαμβικὸς τρίμετρος ἀκατάληκτος. τὸ βʹ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτων καὶ σπονδείου. τὸ γʹ ὅμοιον ἐξ ἐπιτρίτων καὶ αὐτὸ τρίμετρον βραχυκατάληκτον. τὸ τέταρτον ὅμοιον δίμετρον ἀκατάληκτον. τὸ εʹ καὶ ϛʹ δίμετρα βραχυκατάληκτα τροχαϊκά. ὁ ζʹ ὅμοιος τῷ αʹ, τὸν βʹ ἔχων πόδα χορεῖον. τὸ ηʹ ὅμοιον τῷ γʹ. τὸ θʹ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ ιʹ Ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον. ἐν ἐκθέσει δʼ ἴαμβος τῷ πρώτῳ ὅμοιος. ὑφʼ ὃν παράγραφος.
τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ: Ἐμιμήσατο τὰ τῶν ἀνθρώπων ἤθη. καὶ γὰρ ἔθος ἀπὸ τῆς Ἑστίας ἀπάρχεσθαι ἐν ταῖς θυσίαις. ἔμιξε δὲ τὰ ἐπίθετα τῶν θεῶν τοῖς ὀρνέοις, Ἑστίᾳ ὀρνιθείῳ καὶ ἰκτίνῳ ἑστιούχῳ
ὦ σουνιέρακε: Ἐπεὶ περὶ ὀρνίθων ὁ λόγος, ἀντὶ τοῦ Σουνιάρατε. φαίνεται δὲ εἶναι Ποσειδῶνος τὸ ἐπίθετον. καὶ ἐν Ἱππεῦσι «ὦ δελφίνων μεδέων Σουνιάρατε.» παρὰ τὸ ἐν τῷ Σουνίῳ ἄκρῳ τῆς Ἀττικῆς τὰς εὐχὰς καὶ τὰς ἀρὰς δέχεσθαι. Πελαργικὲ δὲ, ἀντὶ τοῦ Πελασγικέ. ἅμα δὲ ἴσως καὶ παρὰ τὸν πελαργὸν, καὶ ὅτι ὁ Ποσειδῶν πελάγους ἔφορος.
οὐκέτι Κολαινὶς: Παρὰ τὴν τῆς φωνῆς ὁμοιότητα Ἀρτέμιδι ἐπώνυμον ἡ κολαινίς. Μεταγένης δὲ ἐν Αὔραις «τίς ἡ Κολαινὶς Ἄρτεμις; ἱερεὺς γὰρ ὢν τετύχηκα τῆς Κολαινίδος.» φησὶ δὲ Ἑλλάνικος Κόλαινον Ἑρμοῦ ἀπόγονον ἐκ μαντείου ἱερὸν ἱδρύσασθαι Κολαινίδος Ἀρτέμιδος. καὶ Φανόδημος ἐν τῇ δʹ. Εὐφρόνιος δέ φησιν ὅτι ἐν Ἀμαρύνθῳ ἡ Κολαινὶς, διὰ τὸ τὸν Ἀγαμέμνονα θῦσαι αὐτῇ ἐκεῖ κριὸν κόλον. ἐπὶ ταύτης δὲ Καλλίμαχος λέγει τὴν ὡγαμέμνων, ὡς ὁ μῦθος, εἴσατο, τῇ καὶ λίπουρα καὶ μόνωπα θύεται. τοῦτο δὲ μήποτε ἐσχεδίασται. οἱ γὰρ Μυρρινούσιοι Κολαινίδα ἐπονομάζουσι τὴν Ἄρτεμιν, ὥσπερ Πειραιεῖς τὴν Μουνυχίαν, Φιλαΐδαι δὲ τὴν Βραυρωνίαν. —Ἄλλως. ἔπαιξε πάλιν. κόλαινον γὰρ εἶδος ὀρνέου, διό φησιν Ἄρτεμιν ὀρνιθείαν καλεῖσθαι. ἔστι γὰρ καὶ Ἄρτεμις Κολαινίς. Ἀκαλανθὶς Ἄρτεμις: Ἡ κύων, παρὰ τὸ αἰκάλλειν ἴσως τοὺς γνωρίμους, ὑλακτεῖν δὲ τοὺς ξένους. ὅθεν κώδωνα προσαγορεύει αὐτὴν Ἀριστοφάνης ἐν Εἰρήνῃ, ὅτι ἐπειγομένη τυφλὰ τίκτει. ἔστι δὲ καὶ εἶδος ὀρνέου ἀκαλανθίς.
καὶ φρυγίλῳ: Ἡ τρίτη περίοδος κώλων καὶ στίχων ἐστὶν ἑπτά. ὧν τὸ αʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ δακτυλικὸν πενθημιμερές. τὸ γʹ ἑφθημιμερές. τὸ δʹ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ εʹ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον, ἔχον τὸν βʹ πόδα τρίβραχυν, εἰ δὲ βούλει, Ἰωνικὸν ἀπʼ ἐλάττονος, τρίμετρον καταληκτικὸν ἐκ παίωνος. τὸ ϛʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ ζʹ ἰαμβικὸν ἑφθημιμερές. ἐν ἐκθέσει ἴαμβος τρίμετρος ἀκατάληκτος. ὑφʼ ὃν παράγραφος. καὶ φρυγίλῳ Σαβαζίῳ: Παίζει πρὸς τὸ ὄνομα, ἐπεὶ οἱ Φρύγες τὸν Σαβάζιον τιμῶσι. τίς δέ ἐστιν οὗτος ὁ θεὸς ὁ Ἡρακλεώτης περὶ Ἡρακλείας ἐν τῷ βʹ φησὶν οὕτως «φαίνεται γὰρ ἐξ ὧν εὑρίσκομεν συλ- «λογιζόμενοι πολλαχόθεν ὅτι Διόνυσος καὶ Σαβάζιος «εἷς ἐστι θεὸς, τυχεῖν δὲ τῆς προσηγορίας ταύτης παρὰ «τὸν γινόμενον περὶ αὐτὸν θειασμόν. τὸ γὰρ εὐάζειν «οἱ βάρβαροι σαβάζειν φασίν. ὅθεν καὶ τῶν Ἑλλήνων «τινὲς ἀκολουθοῦντες τὸν εὐασμὸν σαβασμὸν λέγου- «σιν.» Ἄλλως. παίζει πρὸς τὸ ὄνομα, ἐπεὶ Φρύγες τὸ εὐάζειν σαβάζειν φασὶ καὶ ἐκ τούτου Σαβάζιον τὸν Διόνυσον λέγουσι. σάβους δὲ ἔλεγον καὶ τοὺς ἀφιερωμένους αὐτῷ τόπους καὶ τοὺς βάκχους τοῦ θεοῦ. ὁ αὐτὸς δὲ Ὕας καὶ Εὔαιος καλεῖται. ἔστι δὲ καὶ εἶδος ὀρνέου, ὃ καλεῖται φρυγίλος. παρὰ τοῦτο οὖν ἔπαιξε τὸν Διόνυσον ὀρνίθειον φάσκων τιμᾶσθαι. Ἄλλως. ἐπεὶ Φρυγῶν ὁ θεός. καὶ ἐν Ὥραις τὸν Φρύγα, τὸν αὐλητῆρα, τὸν Σαβάζιον.
καὶ στρουθῷ μεγάλῃ: Ὅτι καὶ ἐπὶ τῆς στρουθοκαμήλου τὸ μεγάλη προσετίθεσαν. ἔπαιξε δὲ διὰ τὸ μέγεθος τῇ Ῥέᾳ ταύτην προσεικάσας.
Κυβέλη: Κυβέλην φασὶ τὴν Ῥέαν, παρὰ τὰ Κύβελα ὄρη. ὀρεία γὰρ ἡ θεός. διὸ καὶ ἐποχεῖται λεόντων ζεύγει. τὸ δὲ μῆτερ Κλεοκρίτου, παρʼ ὑπόνοιαν ἐπήγαγεν, βουλόμενος αὐτὸν διαβάλλειν ὡς στρουθόποδα, τουτέστι μεγαλόπουν. ἐκωμῳδεῖτο δὲ ὡς ξένος καὶ δυσγενής. Σύμμαχος προείρηκεν ὅτι ξένος καὶ τάχα ὑποκριτής. νῦν δὲ ἐμφαίνεται, ὅτι καὶ τὴν ὄψιν στρουθώδης. ὁ δὲ Δίδυμος μητέρα Κλεοκρίτου, ὅτι ὡς γυναικίας καὶ κίναιδος κωμῳδεῖται. ἐν δὲ τοῖς μυστηρίοις τῆς Ῥέας μαλακοὶ πάρεισι. καὶ ἴσως ἕτερος ἂν εἴη τοῦ παρʼ Εὐπόλιδος ἐν Δήμοις καὶ Κόλαξι. στρουθὲ μῆτερ: Ἡρωδιανὸς ἐν τῷ βάσκʼ ἴθι Ἶρι ταχεῖα τὸν Ἕκτορι μῦθον ἔνισπε ἐπιμερισμῷ φησι τὸν Χάρητα λέγειν βαρύνειν Ἀττικοὺς τὸ στροῦθος, ὁμοίως καὶ ἐν τῷ ἑκκαιδεκάτῳ τῆς καθόλου λέγων καὶ Τρύφωνα μεμνῆσθαι ἐν δευτέρῳ περὶ Ἀττικῆς προσῳδίας.
Χίοισιν ἥσθην: Καὶ τοῦτο ἀφʼ ἱστορίας ἔλαβεν. ηὔχοντο γὰρ Ἀθηναῖοι κοινῇ ἐπὶ τῶν θυσιῶν ἑαυτοῖς τε καὶ Χίοις, ἐπειδὴ ἔπεμπον οἱ Χῖοι συμμάχους εἰς Ἀθήνας, ὅτε χρεία πολέμου προσῆν. καθάπερ Θεόπομπος ἐν τῷ ιβʹ τῶν Φιλιππικῶν φησιν οὕτως «οἱ «δὲ πολλοὶ τοῦ ταῦτα πράττειν ἀπεῖχον. ὥστε τὰς εὐ- «χὰς κοινὰς καὶ περὶ ἐκείνων καὶ σφῷν αὐτῶν ἐποιοῦντο, «καὶ σπένδοντες ἐπὶ ταῖς θυσίαις ταῖς δημοτελέσιν «ὁμοίως ηὔχοντο τοῖς θεοῖς Χίοις διδόναι τἀγαθὰ καὶ «σφίσιν αὐτοῖς.» λέγει δὲ περὶ τῆς Χίου καὶ Εὔπολις ἐν Πόλεσιν αὕτη Χίος, καλὴ πόλις. πέμπει γὰρ ὑμῖν ναῦς μακρὰς, ἄνδρας θʼ ὅταν δεήσῃ, καὶ τἄλλα πειθαρχεῖ καλῶς, ἄπληκτος ὥσπερ ἵππος. τὰ αὐτὰ τοῖς Θεοπόμπου καὶ Θρασύμαχός φησιν ἐν τῇ μεγάλῃ τέχνῃ. ὁ δὲ Ὑπερίδης ἐν τῷ Δηλιακῷ καὶ ὅτι Χῖοι ηὔχοντο Ἀθηναίοις δεδήλωκεν.
καὶ ἥρωσι καὶ ὄρνισιν: Ἡ τετάρτη περίοδος κώλων καὶ στίχων ὀκτώ. ὁ αʹ ἀντισπαστικὸς τετράμετρος βραχυκατάληκτος. ὁ βʹ Ἰωνικὸς ἀπὸ μείζονος τρίμετρος καταληκτικός. τὸ γʹ ὅμοιον δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος. τὸ δʹ ὅμοιον δίμετρον ἀκατάληκτον. τὸ εʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν, εἰ δὲ βούλει, δακτυλικὸν τρίμετρον. τὸ ϛʹ ὅμοιον δακτυλικὸν ἑφθημιμερές. τὸ ζʹ χοριαμβικὸν τρίμετρον καταληκτικόν. τὸ ὄγδοον ἰαμβικὸν πενθημιμερές. ὑφʼ ὃ παράγραφος.
καὶ πελεκᾶντι: Μήποτε πελέκας προενεκτέον ὡς ἀλίβας. ὁ δὲ πελεκῖνος τῷ πελεκᾶντι προσέρριπται. πελεκὰν μέντοι πελεκάνος κοινῶς, πελεκᾶς πελεκᾶντος Ἀττικῶς, πελεκᾶς πελεκᾶ Δωρικῶς.
καὶ φλέξιδι: Ἐπισκεπτέον περὶ τούτων ἐκ τῆς τῶν ζῴων ἱστορίας, τίς ὁ τέτραξ καὶ φλέξις καὶ ἐλασᾶς. ἡ γὰρ βάσκα καὶ καταρράκται εἰσὶ παρὰ Καλλιμάχῳ ἀναγεγραμμέναι. καὶ ἀντὶ ἐδωλίου εἰδώλιος. ὁ δὲ αἰγίθαλλος, οὔτʼ ἐρισάλπιγξ. ἔστι δὲ ὑπὸ τὸν ἱέρακα. οὕτως δὲ ὠνομάσθη, ὥς τινες, παρὰ τὸ ἐξ αἰγὸς τεθηλακέναι.
παῦʼ ἐς κόρακας: Ἡ πέμπτη περίοδος ἐκ στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϛʹ. ἐπὶ τῷ τέλει παράγραφος.
ἐπὶ ποῖον: Τοῦτο εἰς διαβολὴν τοῦ χορηγοῦ, ὅτι μικρὸν δέδωκεν ἱερεῖον.
ἁλιαιέτους: Εἶδος ἀετοῦ ὁ ἁλιαίετος ἐν θαλάσσῃ διαιτώμενος.
ἄπελθʼ ἀφʼ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα:Πρὸς τὸν ἱερέα λέγει, ὡς μικροῦ ὄντος τοῦ ἱερείου καὶ μὴ δυναμένου πρὸς τὴν θυσίαν αὐτουργῆσαι.
εἶτʼ αὖθις αὖτʼ ἄρα σοι: Ἡ ϛʹ περίοδος ἐν ἐκθέσει κώλων ἐστὶν ὀκτώ. τὸ αʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ βʹ τροχαϊκὸν ἑφθημιμερές. τὸ γʹ δακτυλικὸν δίμετρον τοῦ βʹ ποδὸς προκελευσματικοῦ. τὸ δʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον τῶν αʹ καὶ βʹ ποδῶν χορείων. τὸ εʹ ὅμοιον ἐκ χορείων. τὸ ϛʹ τροχαϊκὸν ἰθυφαλλικὸν τοῦ αʹ ποδὸς χορείου. ὁ ζʹ ἰαμβικὸς τρίμετρος ἀκατάληκτος. τὸ ηʹ Ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ὑπερκατάληκτον. ἐπὶ τῷ τέλει αἱ συνήθεις δύο διπλαῖ.
εἰ καὶ ἑνὶ μόνῳ ἀρκέσει τὸ θῦμα.
μάκαρας ἕνα τινὰ: Εἰπὼν πληθυντικῶς ἔλαβε τὸ ἑνικὸν λέγων ἕνα.
γένειόν ἐστι καὶ κέρατα: Ἐπὶ τῶν ἱερείων τῶν μὴ ἐχόντων σάρκας τοῦτό φησιν. ἔστι δὲ παροιμιῶδες, ὡσεὶ ἔλεγε, τρίχες καὶ κέρατα.
θύοντες εὐξώμεσθα: Εἴσθεσις ἑτέρας περιόδου ἀμοιβαίας κώλων καὶ στίχων ιηʹ. ὧν οἱ αʹ, εʹ, θʹ, ιʹ καὶ οἱ τελευταῖοι ἓξ ἴαμβοι. οὗτοι μὲν ἀκατάληκτοι τρίμετροι. ὁ δὲ δʹ ἑφθημιμερής. ὁ δεύτερος χοριαμβικὸς τρίμετρος καταληκτικὸς, τὸν πρῶτον ἔχων πόδα πεντασύλλαβον. τὸ γʹ τροχαϊκὸν πενθημιμερές. ὁ ϛʹ Ἰωνικὸς τετράμετρος βραχυκατάληκτος. τὰ ζʹ, ιαʹ δακτυλικὰ, τὸ μὲν πενθημιμερὲς, τὸ δὲ τρίμετρον καταληκτικὸν εἰς δισυλλαβίαν. τὰ ηʹ, ιβʹ ἀναπαιστικὰ ἑφθημιμερῆ. ἐπὶ τῷ τέλει παράγραφος.
Νεφελοκοκκυγίαν τὴν εὐδαίμονα: Ἔρχεταί τις ποιητὴς ὡς ἐπὶ νεοκτίστου πόλεως ἐγκώμια λέξων.
δοῦλος ὢν κόμην ἔχεις: Διὰ τὸ θεράπων, δοῦλος εἶπεν. ἦν δὲ τῶν ἐλευθέρων τὸ κομᾶν.
περισσὰ τινὲς ταῦτα. θεράποντες ὀτρηροὶ: Ἐπειδὴ ὀτρηροὶ ἐπὶ τῶν θεραπόντων λέγεται. ἐπεπίστευτο δὲ καὶ ὁ Μαργίτης τοῦ Ὁμήρου εἶναι. ἐν ᾧ εἴρηται Μουσάων θεράπων καὶ ἑκηβόλου Ἀπόλλωνος.
οὐκ ἐτὸς ὀτρηρὸν: Παίζει παρὰ τὸ ὀτρηροὶ, ὅτι τετρημένον ἦν αὐτοῦ καὶ τὸ ἱμάτιον.
κύκλιά τε πολλὰ: Τὰ τὴν αὐτὴν ὑπόθεσιν ἔχοντα, ταῦτα κύκλια ἔλεγον. ἀντὶ τοῦ ἃ αἱ παρθένοι ᾖδον. κύκλια δὲ καλοῦνται μέλη, τὰ ἐπεκτεταμένα. ἔστι δὲ διηγηματικόν. Ἄλλως. ἀντὶ τοῦ κατάτεχνα. ποικίλα οἷον ὕμνους, παιᾶνας, προσόδια, καὶ τὰ λοιπὰ τούτοις παραπλήσια. προπερισπωμένως δὲ τὸ ὄνομα, τὰ παρθενεῖα. ἔστι δὲ τὰ εἰς παρθένους ᾀδόμενα.
ταυτὶ σὺ: Ἐντεῦθεν διαιρεῖται τὰ πρόσωπα εἰς συστηματικὰς περιόδους ἀμοιβαίας ηʹ. καὶ ἔστιν ἡ πρώτη περίοδος στίχων ἰαμβικῶν τριμέτρων δʹ. ἡ βʹ στίχων καὶ κώλων ζʹ. ὧν ὁ πρῶτος χοριαμβικὸς τρίμετρος καταληκτικός. τὸ βʹ ὅμοιον δίμετρον ἀκατάληκτον, τὸν δεύτερον ἔχων πόδα πεντασύλλαβον. τὸ τρίτον περίοδος ἐξ ἰαμβικῆς καὶ τροχαϊκῆς βάσεως. τὸ δʹ ἀσυνάρτητον ἐξ ἀναπαιστικῆς καὶ ἰαμβικῆς βάσεως. τὸ εʹ τροχαϊκὴ βάσις ἐκ χορείων. τὸ ϛʹ ἰαμβικὸν δίμετρον βραχυκατάληπτον εἰ δὲ βούλει, Ἰωνικὸν ἑφθημιμερές. τὸ ζʹ Ἰωνικὸν δίμετρον ἀκατάληκτον. ὑφʼ ὃ παράγραφος.
οὐκ ἄρτι θύω: Πρὸς τὸ ἔθος. εἴρηται δὲ πρότερον ὅτι ἐπὶ ἐνεστῶτος. σαφὲς δὲ ὅτι τὰ ὀνόματα τῶν παίδων ἐτίθεσαν τῇ δεκάτῃ.
ἀλλά τις ὠκεῖα Μουσάων: Ἡ τῶν Μουσῶν φάτις ταχεῖά ἐστιν, ὡς ἵππος ὠκεῖα. ἤτοι δὲ καθολικῶς λέγει, ἐπεὶ πτερόεντα τὰ ἔπη καὶ ταχέως διαγγέλλοντα τὰ πράγματα, ἢ πρὸς ἑαυτὸν ταχέως γράφοντα τὰ ποιήματα.
σὺ δʼ ὦ πάτερ κτίστορ: Ἐκ τῶν Πινδάρου ὑπορχημάτων «ξύνες ὅ τι λέγω ζαθέων ἱερῶν ἐπώνυμε πάτερ κτίστορ Αἴτνας.» ἐπειδὴ ὁ Ἱέρων ἔκτισεν αὐτήν.
παίζει πρὸς τὸ Πινδαρικόν. τῇ γὰρ κεφαλῇ ἐπινεύουσιν οἱ βασιλεῖς.
ἐμὶν τεΐν: Χλευάζει τῶν διθυραμβοποιῶν τὸν συνεχῆ ἐν τοῖς τοιούτοις Δωρισμὸν, καὶ μάλιστα τὸν Πίνδαρον, συνεχῶς λέγοντα ἐν ταῖς αἰτήσεσι τὸ ἐμίν.
τουτὶ παρέξει: Ἡ τρίτη περίοδος στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων πέντε. ἐπὶ τῷ τέλει παράγραφος.
σὺ μέντοι σπολάδα: Πρὸς τὴν σπολάδα, ὅτι διφθέρα ὁποιαοῦν. Σοφοκλῆς Αἴαντι Λοκρῷ «καταστίκτου «κυνὸς σπολὰς Λίβυσσα παρδαληφόρον δέρος.» Καλλίστρατος δὲ, οἷον ἔφαπτον δερμάτινον. Εὐφρόνιος δὲ, χιτῶνα δερμάτινον. παρήχθη δὲ ἴσως ἐκ τοῦ ἐπιφέρεσθαι, οὐκ ἐξὸν ἐνεζῶσθαι διφθέραν. τὸ δὲ Σοφόκλειον ἐπὶ τοῦ δέρματος εἴρηται τοῦ κρεμαμένου πρὸς τῇ τοῦ Ἀντήνορος οἰκίᾳ.
πάντως δέ μοι ῥιγῶν: Ὡς μὴ ἀρκουμένου αὐτοῦ μόνῃ τῇ σπολάδι ὁ Πεισθέταιρός φησι, μετὰ τὸ ἀποδύσασθαι τὸν ἱερέα. τὸ δὲ ῥιγῶν Δωρικόν ἐστι κατὰ τροπὴν τοῦ ο εἰς ω, ῥιγοῦν ῥιγῶν.
τόδε μὲν οὐκ ἀέκουσα: Ἡ δʹ περίοδος κώλων ἐστὶ παιωνικῶν μεμιγμένων κρητικοῖς καὶ παλιμβακχείοις τεσσάρων. ὧν τὸ αʹ τρίμετρον καταληκτικόν. τὸ βʹ τρίμετρον βραχυκατάληκτον, τοῦ βʹ ποδὸς παλιμβάκχου. τὸ τρίτον δίμετρον ἀκατάληκτον διὰ τὴν ἀδιάφορον. ἐν ἐκθέσει δὲ στίχος ἰαμβικὸς τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει παράγραφος. ἑξῆς δʼ ἡ εʹ περίοδος κώλων ἀναπαιστικῶν πέντε. ὧν τὸ πρῶτον δίμετρον καταληκτικὸν, τοῦ πρώτου ποδὸς πεντασυλλάβου. τὸ βʹ πενθημιμερὲς, ὃ καλεῖται δοχμαϊκόν. τὸ τρίτον Ἰωνικὸν τρίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς πεντασυλλάβου. τὸ δʹ ὅμοιον. τὸ εʹ δίμετρον βραχυκατάληκτον παιωνικόν. ἐπὶ τῷ τέλει παράγραφος.
ὡς ἐπιμένοντος τοῦ ποιητοῦ καὶ ἐνοχλοῦντος αὐτοῖς τοῦτό φησι.
Νομάδεσσι γὰρ ἐν Σκύθαις: Καὶ ταῦτα παρὰ τὰ ἐκ Πινδάρου. ἔχει δὲ οὕτως «Νομάδεσσι «γὰρ ἐν Σκύθαις ἀλᾶται Στράτων, ὃς ἁμαξοφόρητον «οἶκον οὐ πέπαται.» λαβὼν δὲ ἡμιόνους παρʼ Ἱέρωνος ᾔτει αὐτὸν καὶ ἅρμα. δῆλον δὲ ὅτι χιτῶνα αἰτεῖ πρὸς τῇ σπολάδι.
ἀλᾶται Στράτων: Ἀλᾶται ἔφη, ἐπειδὴ οἱ Σκύθαι τῷ χειμῶνι διὰ τὸ ἀφόρητον αὐτοῦ ἐπὶ ἁμαξῶν τὰ πράγματα βάλλοντες ἑαυτῶν ἀπαίρουσιν εἰς ἄλλην χώραν. ὁ μὴ ἔχων δὲ ἐκεῖσε ἅμαξαν ἄτιμος παρʼ αὐτοῖς κρίνεται.
ἀκλεὴς ἔβα σπολὰς: Ἀκλεὴς, φησὶν, ἡ σπολὰς ἄνευ χιτῶνος οὖσα. ἀτιμότερος ἀνήρ. πέπαται δὲ, κέκτηται.
ξυνίημʼ ὅτι βούλει: Ἡ ἕκτη περίοδος ἡνωμένη οὖσα κώλων καὶ στίχων ἐστὶν ηʹ. ὧν οἱ πρῶτοι τέσσαρες ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι. μίαν γὰρ τὰ δύο πρόσωπα τὴν τοιαύτην ποιεῖ περίοδον. τὰ δὲ ἑξῆς τέσσαρα ἀναπαιστικὰ κῶλα. ὧν τὸ αʹ ἑφθημιμερές. τὸ βʹ ἀναπαιστικὴ βάσις. τὸ τρίτον δίμετρον βραχυκατάληκτον, τῶν πρώτων δύο ποδῶν ὄντων προκελευσματικῶν. τὸ δʹ ὅμοιον τῷ δευτέρῳ. ὑφʼ ὃ παράγραφος. χιτωνίσκον: Τὸ ὑποκοριστικὸν τοῦ χιτῶνος. ἐπεὶ ἀρσενικῶς μόνως χιτὼν λέγεται, ἐπὶ δὲ θηλυκοῦ χιτώνιον.
τῷ Εὐέλπιδι λέγει.
κἀς τὴν πόλιν: Ἀπελθὼν ποιήσω τὰ ποιήματα εἰς τὴν πόλιν.
διαβάλλει τοὺς ποιητὰς ὡς τῷ κόμπῳ τῶν λέξεων ἀπατῶντας, μηδὲν δὲ λέγοντας.
τρομερὰν, κρυεράν: Ἐπειδὴ ἐν τῷ ἀέρι τὸ πλάσμα τῆς οἰκοδομῆς ὑποτίθεται, παίζων φησὶ τὸ τρομερὰν, μὲν, διὰ τὸ ἀστήρικτον· κρυερὰν δὲ, τὴν κρύους μεταλαμβάνουσαν, διὰ τὸ ἐπʼ αὐτὴν καταράσσειν καὶ τὴν δρόσον καὶ τὴν ψυχρότητα.
νιφοβόλα πέδια: Ἀντὶ τοῦ νιφοβόλον καὶ πολύπορον ὁδὸν κατὰ μεταπλασμόν. μεταπλασμῷ δὲ ἐχρήσατο εἰπὼν νιφοβόλα ὡς ἀπὸ τῆς νιφοβόλος εὐθείας. ἐπειδὴ δοκεῖ ἐν τῷ ἀέρι οἰκοδομεῖσθαι, παρὰ τὸ βάλλεσθαι ὑπὸ τοῦ νιφετοῦ ἔπαιξεν. ἐπίτηδες δὲ ἀδιανοήτως λέγει, ὅπως διὰ τοῦ ὄγκου τῶν λέξεων δοκῇ τινα φαντασίαν ἔχειν.
νὴ τὸν Δία: Ἡ ζʹ περίοδος ἐν ἐκθέσει στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων εʹ. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι. πρὸς τὸν ἱερέα φησὶ περίελθε καὶ περίρραινε.
πεπύσθαι: Ἀκοῦσαι· πέπυσμαι, ἀκήκοα, ἔμαθον, ἴδον.
εὐφημία ῎στω: Εἴσθεσις περιόδου ἀμοιβαίας στίχων λϛʹ. ὧν οἱ πρῶτοι ὀκτὼ ἰαμβικοὶ τρίμετροι, οἱ ἑξῆς δύο ἀσυνάρτητοι παντελῶς καὶ πολυσχημάτιστοι, ἀτάκτως τοὺς πόδας κειμένους ἔχοντες. μιμεῖται γὰρ τὸ ἀσυνάρτητον τῶν χρησμῶν. οἱ δʼ ἄλλοι ὡς οἱ πρῶτοι. οἱ μέντοι χρησμοὶ ἐπικοί. ἐπὶ ταῖς ἀποθέσεσι καὶ τῷ τέλει παράγραφος. ἔπαιξε πρὸς τὸ εὐφημία εἰπὼν τὸ μή.
μὴ φαύλως φέρε: Ἀντὶ τοῦ μὴ ἀηδίζου ἐπὶ τῷ χρησμῷ.
ὡς ἔστι Βάκιδος: Τρεῖς Βάκιδες, ὡς Φιλητᾶς ὁ Ἐφέσιός φησιν, οὕτως, Σίβυλλαι δὲ τρεῖς ἐγένοντο. ὧν ἡ μέν ἐστιν, ὡς διὰ τῆς ποιήσεώς φησιν, Ἀπόλλωνος ἀδελφή. δευτέρα δὲ ἡ Ἐρυθραία. τρίτη δὲ, ἡ Σαρδιανή. καὶ Βάκιδες ὁμοίως τρεῖς, ὁ μὲν ἐξ Ἐλεῶνος τῆς Βοιωτίας, ὁ δὲ Ἀθηναῖος, ὁ δὲ Ἀρκάς. Θεόπομπος δὲ ἐν τῇ ἐνάτῃ τῶν Φιλιππικῶν ἄλλα τε πολλὰ περὶ τοῦ Βοιωτοῦ Βάκιδος ἱστορεῖ παράδοξα καὶ ὅτι ποτὲ τῶν Λακεδαιμονίων μανείσας τὰς γυναῖκας ἐκάθηρεν, Ἀπόλλωνος αὐτοῖς τοῦτον καθαρτὴν δόντος.
ἀλλʼ οὐδὲν οἷόν ἐστʼ ἀκοῦσαι: Ἀλλʼ οὐδὲν κωλῦόν ἐστι καὶ νῦν ἀκοῦσαι τῶν χρησμῶν. οὕτως γὰρ ἔλεγον τὰ λυσιτελοῦντα, οὐδὲν οἷον, οὐδὲν κωλῦον.
τὸ μεταξὺ Κορίνθου: Παρὰ τὸν λεγόμενον χρησμὸν εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος. ἐπεὶ καὶ ἡ πόλις μεταξὺ οὐρανοῦ καὶ γῆς ἵδρυται. Ἄλλως. Αἰσώπῳ τῷ μυθογράφῳ χρωμένῳ περὶ πλούτου ὁ θεὸς εἶπεν, εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος. εὔφορος γὰρ αὕτη ἡ χώρα. τὸ δὲ ὅλον παίζει. —λύκους δὲ τοὺς γέροντάς φησι μιμεῖσθαι τὸ ἀσυνάρτητον τῶν χρησμῶν.
Πανδώρᾳ: Τῇ γῇ. ἐπειδὴ πάντα τὰ πρὸς τὸ ζῆν δωρεῖται. ἀφʼ οὗ καὶ ζείδωρος καὶ ἀνησιδώρα.
ἀντὶ τοῦ γέγραπται ἐν τῷ χρησμῷ. λαβὲ φησὶ, καὶ σκόπησον.
αἰετὸς ἐν νεφέλῃσιν: Οὐχ ἁπλῶς τοῦτό φησιν, ἀλλʼ ὅτι χρησμὸς ἦν τοῖς Ἀθηναίοις δεδομένος τοσοῦτον αὐξηθήσεσθαι ὅσον αἰετὸς τῶν ἄλλων ὀρνέων ἐν ταῖς νεφέλαις προὔχει. τοῦτον καὶ αὐτὸν εἰς τὸν Πεισθέταιρον πλάττεται, ὅπως ἄν τι λάβῃ. τούτου δὲ καὶ ἐν τοῖς Ἱππεῦσι μέμνηται, ὡς εἰς τὴν πόλιν δοκοῦντος εἰρῆσθαι ἐν τοῖς Βάκιδος.
ἀντὶ τοῦ ἐμνημόνευσα.
αὐτὰρ ἐπὴν ἄκλητος: Τῷ αὐτῷ μέτρῳ ἀναπλάττεται καὶ αὐτὸς χρησμόν.
σπλαγχνεύειν: Σπλάγχνων μεταλαβεῖν.
μήτʼ ἢν Λάμπων ᾖ: Χρησμολόγος ὁ Λάμπων. μήτε, φησὶν, ἐὰν αὐτὸς ᾖ ὁ Λάμπων, φείδου αὐτοῦ, ἐὰν λέγῃ, ὅτι καὶ ὡς αἰετὸς γενήσῃ. Ἄλλως. εἴρηται περὶ Λάμπωνος. ὁ δὲ Διοπείθης νῦν μὲν ὡς χρησμολόγος, ἑτέρωθι δὲ ὡς κυλλὸς καὶ δωροδόκος. Σύμμαχος δὲ καὶ μανιώδη φησί. Σύμμαχος ὅτι Διοπείθης ὁ ῥήτωρ ὑπομανιώδης ἦν, ὡς Τηλεκλείδης ἐν Ἀμφικτύοσι δῆλον ποιεῖ. παράκειται δὲ καὶ τὰ Φρυνίχου ἔμπροσθεν ἐν Κρόνῳ ἁνὴρ χορεύει, καὶ τὰ τοῦ θεοῦ καλά. βούλει Διοπείθη μεταδράμω καὶ τύμπανα; καὶ Ἀμειψίας ἐν Κόννῳ «ὥστε ποιοῦντες χρησμοὺς «αὐτοὶ διδόασʼ ᾄδειν Διοπείθει τῷ παραμαινομένῳ.»
ἥκω παρʼ ὑμᾶς: Εἴσθεσις ὁμοίας ἑτέρας περιόδου ἐκ στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ξʹ, ὧν τελευταῖος θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον. μετὰ μέντοι τὸν μθʹ κῶλον ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον καὶ μετὰ τὸν νβʹ ἀσυνάρτητοι δύο. ὧν ὁ πρῶτος σύγκειται ἐξ ἀναπαιστικῆς βάσεως καὶ τροχαϊκῆς ὁμοίας βάσεως. ὁ δέ τοι νδʹ σύγκειται ἐξ ἰαμβικοῦ ἑφθημιμεροῦς καὶ τροχαϊκῆς βάσεως. ὁ δὲ νεʹ ἐξ ἰαμβικοῦ πενθημιμεροῦς καὶ ἀναπαιστικῆς βάσεως. ἐπὶ τῷ τέλει κορωνὶς ἐξιόντων τῶν ὑποκριτῶν.
Δίδυμος οὕτω, πρὸς τί ὑποδέδεται τὸ δεξιόν; τίς ἐστιν ἡ ἐπίνοια τῆς ὁδοῦ. τίς ὁ κόθορνος: Οἷον, τί ὑποδησάμενος πάρει; οὕτω Σύμμαχος πρὸς τὸ τί ὑποδέδεται τῷ δεξιῷ.
Μέτων: Μέτων ἄριστος ἀστρονόμος καὶ γεωμέτρης. τούτου ἐστὶν ὁ ἐνιαυτὸς ὁ λεγόμενος Μέτωνος. φησὶ δὲ Καλλίστρατος ἐν Κολωνῷ ἀνάθημά τι εἶναι αὐτοῦ ἀστρολογικόν. Εὐφρόνιος δὲ, ὅτι τῶν δήμων ἦν ἐκ Κολωνοῦ. τοῦτο δὲ ψεῦδος. Φιλόχορος γὰρ Λευκονοέα φησὶ αὐτόν. τὸ δὲ τοῦ Καλλιστράτου δῆλον. ἴσως γὰρ ἦν τι καὶ ἐν Κολωνῷ. ὁ δὲ Φιλόχορος ἐν Κολωνῷ μὲν αὐτὸν οὐδὲν θεῖναι λέγει, ἐπὶ Ἀψεύδους δὲ τοῦ πρὸ Πυθοδώρου ἡλιοτρόπιον ἐν τῇ νῦν οὔσῃ ἐκκλησίᾳ, πρὸς τῷ τείχει τῷ ἐν τῇ πνυκί. μήποτε οὖν τὸ χωρίον, φασί τινες, ἐκεῖνο πᾶν, ᾧ περιλαμβάνεται καὶ ἡ πνὺξ, Κολωνός ἐστιν, οὗ ἕτερος ὁ μίσθιος λεγόμενος. οὕτως μέρος τι νῦν σύνηθες γέγονε τὸ Κολωνὸν καλεῖν τὸ ὄπισθεν τῆς μακρᾶς στοᾶς, ἀλλʼ οὐκ ἔστι. Μελίτη γὰρ ἅπαν ἐκεῖνο, ὡς ἐν τοῖς ὁρισμοῖς γέγραπται τῆς πόλεως. ἴσως δὲ ἐν Κολωνῷ κρήνην τινὰ κατεσκευάσατο. φησὶν ὁ Φρύνιχος Μονοτρόπῳ «τίς δʼ ἐστὶν ὁ μετὰ ταῦτα «ταύτης φροντιῶν; Μέτων ὁ Λευκονοεὺς, ὁ τὰς κρή- «νας ἄγων.» καθεῖται δὲ καὶ ὁ Μονότροπος ἐπὶ τοῦ αὐτοῦ Χαβρίου, ὡς εἴρηται. Ἄλλως. ἴσως ἐν τῷ Κολωνῷ κρήνην τινὰ κατεμηχανήσατο, ἢ ἄγαλμα, ἢ ἀνάθημα ἀστρολογικὸν κατεσκευάσατο αὐτῷ. ὅτι δὲ Κολωνὸς ἦν τῶν δήμων ψεῦδος, Φιλόχορος δὲ Λευκονοέα φησὶν αὐτόν. οὗτος δέ ἐστιν Μέτων οὗ ὁ ἐνιαυτὸς ὁ λεγόμενος Μέτωνος.
κατὰ πνιγέα μάλιστα: Ὥσπερ, φησὶ, πνιγεὺς περίκειται τῇ γῇ. τὰ δὲ ἑξῆς ἀδιανόητα. πνιγεὺς δὲ ὁ κρίβανος ἢ ἡ κάμινος. προτιθεὶς οὖν: Δίδυμος· τοιοῦτος ἀήρ ἐστι τῇ γῇ περικείμενος, ὅμοιος πνιγεῖ, καθαπερεὶ πῶμά τι περικείμενος. τὰ δὲ ἑξῆς, φησὶ Σύμμαχος, ἐπίτηδες ἀδιανόητα.
διόλου ἀνοηταίνει.
ὁ κύκλος: Παίζει. ἀδύνατον γὰρ τὸν κύκλον γενέσθαι τετράγωνον.
λείπει τὸ ἵνα, ὥσπερ ἀστέρες.
αὐτοῦ κυκλοτεροῦς: Ἵνα τοῦ μέσου κυκλοτεροῦς ὄντος, αἱ ὁδοὶ αὐτῷ παρεκταθῶσιν ὡς ἀκτῖνες ἀστέρων.
ἄνθρωπος Θαλῆς: Ἐν σαρκασμῷ φησιν. ἔστι δὲ ὁ Θαλῆς οὗτος εἷς τῶν ἑπτὰ φιλοσόφων, ἐπὶ γεωμετρίᾳ διαβεβοημένος. Ἀθηναῖοι περισπῶσιν, ἡ δὲ κοινὴ βαρύνει. καὶ ὅτε μὲν περισπᾶται, Θαλοῦ ἐστὶν ἡ γενική· ὅτε δὲ βαρύνεται, Θάλητος.
κἀμοὶ πειθόμενος: Ὡς φίλος σοι συμβουλεύω ὑπαναχωρῆσαι ἔνθεν.
ξενηλατοῦνται: Περὶ τῆς ἐν Λακεδαίμονι ξενηλασίας Θεόπομπός φησιν ἐν τῇ τρίτῃ καὶ τριακοστῇ. ποτὲ γὰρ ἐκεῖσε σιτοδείας γενομένης, ξενηλασία γέγονεν, ὡς Θεόπομπος ἐν τῇ λϛʹ φησίν. —ξενηλατοῦνται: Ἀπελαύνονται.
μῶν στασιάζετε: Ἆρα μὴ εἰς ἀλλήλους μάχεσθε.
σποδεῖν: Τύπτειν. συντρίβειν.
ὡς οὐκ οἶδʼ ἄρʼ εἰ φθαίης: Οὐκ οἶδα εἰ φθαίης ἀπιέναι, πρὶν ἀποτυμπανισθῆναι. ἅμα δὲ τύπτει αὐτόν.
ἐγγὺς αὑταιί: Αἱ πληγαί. ἅμα δὲ λέγων τύπτει αὐτόν.
οὐκ ἀναμετρήσει: Ὅτι γεωμέτρης. ἅμα δὲ, οὐ μέτρια φρονήσεις πλάττειν τινὰ ἀρχὴν καινήν. οὐδεμία γὰρ Ἀθήνησι.
ποῦ πρόξενοι: Προξένους ἐκάλουν τοὺς τεταγμένους εἰς τὸ ὑποδέχεσθαι τοὺς ξένους τοὺς ἐξ ἄλλων πόλεων ἥκοντας. τίς ὁ Σαρδανάπαλος: Οὗτος υἱὸς Ἀνακυνδαράξου βασιλεὺς Νίνου Περσικῆς χώρας, ὃς ἐν μιᾷ ἡμέρᾳ Ταρσὸν καὶ Ἀγχιάλην ἔκτισεν, ἐκτράπελος ταῖς τρυφαῖς. φασὶ γὰρ αἰσχρῶς αὐτὸν καλλωπίζεσθαι καὶ μυρίζεσθαι τοῖς τε οἰκείοις μὴ ὁρᾶσθαι εἰ μὴ εὐνούχοις καὶ κόραις. πεπυρπολημένου δὲ τοῦ οἴκου, ἔνδον εὑρεθεὶς, ἀπέθανεν. Ἀπολλόδωρος δὲ ταῦτα φησίν· ἐγγεγράφθαι ἐν τῷ τάφῳ αὐτοῦ Ἀσσυρίοις γράμμασιν «Σαρδανάπαλος «Ἀνακυνδαράξου παῖς Ταρσόν τε καὶ Ἀγχιάλην ἔδει- «μεν ἐν μιᾷ ἡμέρᾳ. ἔσθιε, πῖνε, ὄχευε, ὡς τἄλλα οὐ- «δενός ἐστιν ἄξια.» ὁ δὲ Ἑλλάνικος ἐν τοῖς Περσικοῖς δύο φησὶ Σαρδαναπάλους γεγονέναι. Ἄλλως. Περσῶν βασιλεὺς ὃς ἐν τρυφῇ ὡρίζετο τὴν εὐδαιμονίαν. λέγεται δὲ περὶ αὐτοῦ ὅτι ἐν μιᾷ ἡμέρᾳ δύο πόλεις ἔκτισε τῆς Κιλικίας, Ταρσὸν καὶ Ἀγχιάλην. ἦν δὲ τῷ βίῳ τρυφηλὸς καὶ τῷ εἴδει ἐκτράπελος, καὶ τῷ σχήματι ἀλλόκοτος. διὸ λέγουσιν ἐν τῷ τάφῳ αὐτοῦ ἐπιγεγράφθαι τοῦτο τὸ ἐπίγραμμα εὖ δεδαὼς ὅτι θνητὸς ἔφυς, ὃν θυμὸν ἄεξε τερπόμενος θαλίῃσι. θανόντι τοι οὔ τις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι Νίνου μεγάλης βασιλεύων. ταῦτʼ ἔχω, ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα, καὶ μετʼ ἐρώτων τέρπνʼ ἔπαθον. τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται· ἡ δὲ σοφὴ βιότοιο παραίνεσις οὐδέποτʼ ἐσθλὴ, κεκτήσθω δʼ ὁ θέλων σοφίης τὸν ἀπείρονα πλοῦτον.
ἐπίσκοπος ἥκω: Πλάττει καινὴν ἀρχήν. οὐ γὰρ ἦν Ἀθήνησι. λαχὼν δὲ, ἀντὶ τοῦ κληρωθεὶς ταύτην τὴν ἀρχήν.
Φαρνάκῃ: Στρατηγὸς Περσῶν ὁ Φαρνάκης Φαρναβάζου. ἀλαζονικῶς οὖν σκήπτεται κοινωνίαν ἔχειν μετʼ ἐκείνου.
ῥαπίσας αὐτὸν ταῦτα λέγει.
παίζει πρὸς τὸ παρʼ αὐτοῦ εἰρημένον. τὼ κάδω: Τοὺς κάδους τοὺς ἀμφορικοὺς, εἰς οὓς τὰς ψήφους καθιᾶσιν.
ἤδʼ ἐπισκόπους: Τὸ ὅλον ἤδη.
προέρχεται οὗτος καθʼ ἑαυτὸν μελετῶν νόμους οὓς ἐβούλετο ὡς πρὸς νεοκατασκεύαστον πόλιν μισθῷ πωλεῖν.
οὓς νομορήτορας φαμὲν, οἳ τοὺς νόμους ἐπὶ μισθῷ πωλοῦσιν.
περισπωμένως ὡς Μηλιᾶς. λέγει γὰρ τοὺς πολίτας. τὸ τέλειον Νεφελοκοκκυγιέας. ἐν κράσει.
ἀντὶ τοῦ νόμοις.
ὑπὸ τῷ Ἄθῳ ἡ Ὀλόφυξος πόλις. πρὸς οὓς καὶ προστάγματα ἔπεμπον Ἀθηναῖοι.
Ὀτοτύξιοι: Ἀπὸ τοῦ ὀτοτύζειν ἐσχημάτισεν.
καλοῦμαι: Γράφομαι, εἰς τὸ δικαστήριον καλῶ.
τότε γίνεται τὸ περὶ ὕβρεων δικαστήριον. ὡς ἐν τούτῳ τῶν ἐναγομένων ξένων ἀπὸ τῶν πόλεων καλουμένων. οὐκ ἦν δὲ, ἀλλʼ ὁ Μαιμακτηριὼν, ὡς Φιλέταιρος ἐν Μησὶ δηλοῖ «τίς ἐστὶ Μαιμακτηριών; μὴν δικάσιμος.» ἔδει εἰπεῖν Μαιμακτηριῶνα· εἰς τοῦτον γὰρ ἦσαν αἱ κρίσεις.
ὡς τούτου τοῦ ἐγκλήματος ὄντος τὸ μὴ εἰσδέχεσθαι τὸν ταττόμενον ἄρχοντα δικαστήν.
κατὰ τὴν στήλην: Κατὰ τὴν δημοσίαν ἀναγραφήν. —ὅτι τὰ ψηφίσματα καὶ τοὺς νόμους ἐν ταῖς στήλαις ἔγραφον.
διασκεδῶ: Ἀποπατήσας ἀπαλλάττεται τοῦ συκοφάντου.
κατέχεσας. ἀπεπάτησας, ἀπέτιλας.
θύσοντες εἴσω: Σκήπτεται ποιεῖν ἔνδον τὴν θυσίαν, ἵνα μὴ σφάξῃ τὸ πρόβατον.
ἤδη μοι τῷ παντόπτᾳ: Εἰώθασι μετὰ τὴν τελείαν παράβασιν ἐπιρρηματικὴν ποιεῖσθαι συζυγίαν, ὥσπερ καὶ ἐν Ἱππεῦσι πεποίηκεν. Ἄλλως. δευτέρα παράβασις, ὡς ἐν Ἱππεῦσιν. Ἄλλως. ἡ παράβασις αὕτη οὐκ ἔχει πάντα τὰ μέρη, ἀλλὰ μόνα τέσσαρα, τὴν ᾠδὴν καὶ στροφὴν, τὸ ἐπίρρημα, τὴν ἀντῳδὴν καὶ τὸ ἀντεπίρρημα. ἔστι γοῦν ἡ ᾠδὴ καὶ στροφὴ κώλων καὶ στίχων δακτυλικῶν καὶ παιωνικῶν ιδʹ. τὰ αʹ, εʹ, ϛʹ, ζʹ δακτυλικὰ ἑφθημιμερῆ. τὰ βʹ, γʹ, δʹ, ιʹ, ιαʹ τετράμετρα. τὰ δʼ ἄλλα παιωνικὰ, τετράμετρα μὲν ἀκατάληκτα τὰ ηʹ, θʹ. τὸ δὲ ιβʹ τρίμετρον. τὸ δὲ ιγʹ δίμετρον. τὸ δὲ ιδʹ ἑφθημιμερὲς ἐκ κρητικῶν. ὑφʼ ὃ παράγραφος, καὶ διπλῆ ἔσω νενευκυῖα.
παντάρχᾳ: Ἑρμηνεύει τὸ παντόπτᾳ.
κτείνων παμφύλων: Τὰ μικρὰ λέγει τὰς μυίας. καὶ θηρίοις γὰρ πολέμιοι ὄρνιθες, ὡς λαγωοῖς ἀετός.
νῦν κάλυκες καταχρηστικῶς πάντα τὰ ἀκρόδρυα.
ἑρπετὰ καὶ δάκετα: Καὶ τὰ ἄλλα δάκετα, ὥσπερ εἰ τύχοι ὁ σκορπίος. δάκετα δὲ, θηρία ἰοβόλα.
ἐπαναχορεύεται: Καὶ λέγεται, καὶ ἀνακηρύττεται.
Διαγόραν τὸν Μήλιον: Οὗτος μετὰ τὴν ἅλωσιν Μήλου ᾤκει ἐν Ἀθήναις, τὰ δὲ μυστήρια ηὐτέλιζεν, ὡς πολλοὺς ἐκτρέπειν τῆς τελετῆς. τοῦτο οὖν ἐκήρυξαν κατʼ αὐτοῦ Ἀθηναῖοι καὶ ἐν χαλκῇ στήλῃ ἔγραψαν, ὥς φησι Μελάνθιος ἐν τῷ περὶ μυστηρίων. Ἄλλως. ταῦτα ἐκ τοῦ ψηφίσματος εἴληφεν. οὕτως γὰρ ἐκήρυξαν, τῷ μὲν ἀποκτείναντι αὐτὸν τάλαντον λαμβάνειν, τῷ δὲ ἄγοντι δύο. ἐκηρύχθη δὲ τοῦτο διὰ τὸ ἀσεβὲς αὐτοῦ, ἐπεὶ τὰ μυστήρια πᾶσι διηγεῖτο κοινοποιῶν αὐτὰ καὶ μικρὰ ποιῶν καὶ τοὺς βουλομένους μυεῖσθαι ἀποτρέπων, καθάπερ Κρατερὸς ἱστορεῖ. ἐκκεκήρυκται δὲ μάλιστα ὑπὸ τὴν ἅλωσιν τῆς Μήλου. οὐδὲν γὰρ κωλύει πρότερον. Μελάνθιος δὲ ἐν τῷ περὶ μυστηρίων προφέρεται τῆς χαλκῆς στήλης ἀντίγραφον, ἐν ᾗ ἐπεκήρυξαν καὶ αὐτὸν καὶ τοὺς ἐκδιδόντας Πελλανεῖς. ἐν ᾗ γέγραπται καὶ ταῦτα· ἐὰν δέ τις ἀποκτείνῃ Διαγόραν, τὸν Μήλιον, λαμβάνειν ἀργυρίου τάλαντον· ἐὰν δέ τις ζῶντα ἀγάγῃ, λαμβάνειν δύο.
ἄν τε τῶν τυράννων τίς: Τινὲς, τινά. ὡσεὶ ἔλεγέ τινα τῶν ἀνηκόντων αὐτῷ, ὃς ἐὰν φονεύσῃ.
τῶν τεθνηκότων: Τῶν ἐπὶ θανάτῳ φευγόντων. ἐν τοῖς ὑπομνήμασιν οὕτω γέγραπται· ἐν ὑπερβολῇ καὶ τοὺς τεθνηκότας ἀποκτείνειν ὥστε μηδʼ ἐν … πλαγιάζονται δὲ ἐν τῇ ἀμφιβολίᾳ. λέγει γὰρ, ἐάν τις τινὰ τῶν τοῖς τυράννοις προσηκόντων ἀποκτείνῃ, τάλαντον λήψεται· οἷον γύναιον, ἀδελφὸν, τέκνον, τοὺς συνωμοσίους καὶ συμπράξαντας τῇ τυραννίδι.
ἀνειπεῖν: Κηρύξαι καὶ ἀναγορεῦσαι.
τὸν Στρούθιον: Ἄνω εἶπεν ἐκ τῶν ὀρνέων. Στρούθιον δὲ εἶπεν, ὡς Μήλιον. διὸ καὶ οὕτω προενεκτέον. συνείρων δὲ, εἰς ὁρμαθὸν συντιθείς.
σπίνους: Εἶδος ὀρνέου ὁ σπίνος. τρία δὲ αὐτοὺς λυπεῖ, ὅτι θηρεύει, ὅτι πωλεῖ, ὅτι ζʹ τοῦ ὀβολοῦ ὡς εὐτελίζων αὐτούς.
τοῖς τε κοψίχοισιν: Οἱ κόψιχοι γὰρ ᾠοτοκοῦντες κεντοῦσι τὰ ᾠά. οἱ οὖν ὀρνιθοθῆραι πτερὰ αὐτοῖς ἐμβάλλουσι πρὸς τὸ ἀμβλῦναι τὰ ῥάμφη τῇ μαλακότητι τῶν πτερῶν. ἢ ἵνα μὴ κορυζῶσιν, ἢ μετὰ τὸ σφάξαι πτερὰ ἐπιβάλλουσιν, ὥστε ἐξ αὐτῶν αὐτοὺς κρεμαμένους ὁραθῆναι πᾶσιν. ἐμφαντικὸν δὲ πλήθους τὸ ἐγχεῖ. ἐγχεῖ τὰ πτερὰ βιαίως ἀντὶ τοῦ διείρει. εἴροντες γὰρ διὰ τῶν ῥινῶν καὶ κρεμῶντες ἐπώλουν.
παλεύειν: Ἀντὶ τοῦ θηρεύειν, προκαλεῖσθαι. εἰώθασιν ἐκτυφλοῦντές τινα τῶν ὀρνέων ἱστάναι ἐν δικτύῳ, ὅπως τῇ φωνῇ προσκαλοῖτο τὰ ὁμοιογενῆ. καὶ τοῦτο γλωσσηματικὸν παλεύειν ἔλεγον. Ἄλλως. θηρεύειν καὶ προκαλεῖσθαι βοσκόμενα. οὐ περὶ τῶν κοψίχων δὲ τοῦτο, ἐπεὶ δεδεμένους ἂν εἶπεν, ἀλλὰ μετέβη ἐπὶ περιστερὰς, ἢ φάττας.
θηράσατε.
εὔδαιμον φῦλον: Ἡ ἀντῳδὴ καὶ ἀντιστροφὴ ὁμοία ἐστὶ τῇ ᾠδῇ καὶ στροφῇ. καὶ αὕτη γὰρ κώλων καὶ στίχων ἐστὶ ιδʹ. καὶ τὰ μὲν ἔχει δακτυλικὰ ἰσόμετρα τοῖς ἐκείνης, τὰ δὲ παιωνικὰ ἐπιμεμιγμένα κρητικοῖς. ἐπὶ τῷ τέλει αἱ συνήθεις δύο διπλαῖ ἔξω νενευκυῖαι. ἐν σχήματι εἴρηται ὁ λόγος, εὔδαιμον φῦλον, οἳ χειμῶνος. πρὸς γὰρ τὸ σημαινόμενον τοῦ φύλου πληθυντικὸν ὂν ἔφη τὸ οἵ.
οὐκ ἀμφιέννυνται.
οὐδʼ αὖ θερμὴ: Τινὲς τὸ πνίγους κατὰ γενικὴν φάσιν, ἵνα ᾖ, οὐδὲ ἡ θέρους θερμασία ἐπίκειται ἡμῖν.
φύλλων ἐν κόλποις: Ὡσεὶ ἔλεγεν ὑπὸ τὰ φύλλα.
ὁ τέττιξ δηλονότι. τρία δὲ γένη τεττίγων, αἱ μὲν γὰρ ἀχέται καὶ ἄρσενες, αἱ δὲ κερκῶπαι αἱ θήλειαι, ἕτερον δὲ γένος σίγιον καλεῖται παρὰ τὴν σιωπήν.
ὑφʼ ἡλίῳ μανεὶς: Τέρπεται γὰρ καὶ ἐπιμαίνεται τῷ ἡλίῳ ὁ τέττιξ.
ἐαρινά. παρθένια: Διὰ τὸ ἐπιμελῶς τὰς γυναῖκας καὶ τὰς παρθένους τὰ μύρτα ἐσθίειν. — λευκότροφα δὲ, ἀντὶ τοῦ — λευκὰ καὶ τρυφερά. τοιαῦτα γάρ εἰσι μήπω πεπανθέντα.
ἀντὶ τοῦ κεχαριτωμένα ἄνθη. πλεονάζει δὲ ὁ τέ.
τοῖς κριταῖς: Πολλάκις ἐν ταῖς παραβάσεσι καὶ οἱ ποιηταὶ λέγουσι τινὰ εἰς τὰ ἑαυτῶν χρήσιμα, διὰ τοῦ χορικοῦ προσώπου, ὡς νῦν πρὸς τοὺς κριτὰς ἀποτείνει τὸν λόγον, ὅπως ἂν αὐτῷ ψηφίσωνται τὴν νίκην.
πολλῷ τῶν Ἀλεξάνδρου: Τοῦ Πάριδος, ὧν ἔλαβε παρὰ Ἀφροδίτης. ἀπὸ κοινοῦ δὲ τὸ δώσομεν.
γλαῦκες ὑμᾶς· Ἀντὶ τοῦ νομίσματα. ἡ γὰρ γλαὺξ ὄρνεόν ἐστιν Ἀθηνᾶς. ὅπερ πάνυ τιμῶντες Ἀθηναῖοι διὰ τὴν θεὸν, ἐν τοῖς τετραδράχμοις ἐνεχάραξαν νομίσμασιν. αἰνίττεται δὲ καὶ εἰς τὸ φιλάργυρον τῶν Ἀθηναίων. Ἄλλως. ἡ γλαὺξ ἐπὶ χαράγματος ἦν τετραδράχμου, ὡς Φιλόχορος. ἐκλήθη δὲ τὸ νόμισμα τὸ τετράδραχμον τότε ἡ γλαύξ. ἦν γὰρ γλαὺξ ἐπίσημον καὶ πρόσωπον Ἀθηνᾶ, τῶν προτέρων διδράχμων ὄντων, ἐπίσημόν τε βοῦν ἐχόντων. —ἐπεὶ ἐν Λαυρίῳ μέταλλα ἦν ἀργυρίου Ἀθήνησι.
κἀκλέψουσι: Δέον εἰπεῖν καὶ λεπίσουσι. λεπίζουσαι γὰρ τὸ ᾠὸν ἐκφέρουσι τὰ νεόττια.
ἐρέψομεν: Διὰ τὰ ἐν τοῖς ναοῖς ἀετώματα. ἀντὶ τοῦ στεγάσομεν πρὸς ἀετώματα. τὰς γὰρ τῶν ἱερῶν στέγας πτερὰ καὶ ἀετοὺς καλοῦσιν, ὥς φησιν Ἴων ἐν Ἀγαμέμνονι.
κἂν λαχόντες ἀρχίδιον: Ὑποκοριστικῶς τὴν ἀρχήν. διαβάλλει δὲ αὐτοὺς ὡς ἅρπαγας.
ὀξὺν ἱερακίσκον: Ἀντὶ τοῦ ἁρπαγὴν ὀξεῖαν. Δίδυμος, τάχος ὡς ἱέρακος, ἵνα ταχέως φύγῃ.
πρηγορεῶνας: Δίδυμος τοὺς βρόγχους τῶν ὀρνέων κυρίως τοὺς λεγομένους προλόβους, ὅτι συλλέγεται ἐν αὐτοῖς τὰ σιτία. λέγεται δὲ καὶ ἐπὶ ἀνθρώπων πρηγορεὼν πάλιν ὁ βρόγχος. ἑκάτερον δὲ ἀπὸ τοῦ προαθροίζειν ἐκεῖ τὴν τροφήν.
ἂν δὲ μὴ κρίνητε: Ἐὰν δὲ μὴ ἡμᾶς κρίνητε νικᾶν, ἐπίθεσθε ὥσπερ οἱ ἀνδριάντες μηνίσκους ἐπὶ ταῖς κεφαλαῖς. ποιοῦσι γὰρ ἔνιοι, ὥστε μὴ ἐφάπτεσθαι τὰ ὄρνεα. Ἄλλως. μηνίσκους, σκεπάσματα τῶν ἀνδριάντων, ἅπερ ἐπιτιθέασι ταῖς κεφαλαῖς τῶν ἀνδριάντων διὰ τὸ μὴ ἀποπατεῖν κατʼ αὐτῶν τὰ ὄρνεα. φησὶν οὖν, ὅτι μέλλομεν ὑμῶν καταπατεῖν. —κατασκευάσατε.
μήνην: Μηνίσκον. μήνῃ γὰρ ἔοικε.
τὰ μὲν ἱέρʼ ἡμῖν: Κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οʹ, ὧν τελευταῖος τόξευε πᾶς τις. σφενδόνην τίς μοι δότω. ἐπὶ τῷ τέλει κορωνίς. τὰ μὲν ἱέρʼ ἡμῖν ἐστιν: Τὰ ἐν τοῖς θύμασι σύμβολα.
ἀλλʼ οὑτοσὶ τρέχει: Σύμμαχος· οὕτω συντόνως τρέχει ὡσεὶ Ὀλυμπιακὸς σταδιοδρόμος, ἢ ἀπὸ τοῦ παραρέοντος ποταμοῦ. ἀντὶ τοῦ, δίκην ῥεύματος ταχέως φερόμενος. ὁ δὲ Δίδυμος, παρὰ τὸ Πινδάρου «ἄμπνευμα σεμνὸν Ἀλφειοῦ.» διχῶς δέ τινες, ἄλφειον πνέων.
Προξενίδης καὶ Θεαγένης: Ἐκ τούτων πιστοῦται τὸ ἀνυπόστατον τοῦ τείχους, ἐπειδὴ καπνοὶ ἦσαν καὶ κομπασταὶ καὶ μόνον ὑπόσχεσις. τοιαύτη δὲ καὶ ἡ τοῦ τείχους οἰκοδομή. ὁ Κομπασεὺς: Ἔπαιξε παρὰ τὸν κόμπον. προείρηται δὲ περὶ αὐτῶν ἀμφοτέρων ὅτι κομπασταί. Τηλεκλείδης δὲ ἐν Ἡσιόδοις ὡς παρειμένον τῷ σώματι κωμῳδεῖ αὐτόν.
ὅσον ὁ δούριος: Οὐ πιθανὸν κοινῶς λέγειν αὐτὸν, ἀλλὰ περὶ τοῦ χαλκοῦ τοῦ ἐν ἀκροπόλει. ἀνέκειτο γὰρ ἐν ἀκροπόλει δούριος ἵππος ἐπιγραφὴν ἔχων «Χαιρέδημος Εὐαγγέλου ἐκ Κοίλης ἀνέθηκε.» δύναται δὲ καὶ ὁ ἐν Ἰλίῳ λαμβάνεσθαι. ἐν ἀκροπόλει χαλκοῦς ἵππος ἀνέκειτο κατὰ μίμησιν τοῦ Ἰλιακοῦ.
τοῦ μάκρους: Σημείωσαι ὅτι τὸ μάκρος λέγει.
Αἰγύπτιος πλινθοφόρος: Οἱ Αἰγύπτιοι ἐκωμῳδοῦντο ὡς ἀχθοφόροι. καὶ ἐν Βατράχοις «οὓς «οὐκ ἂν ἄραιντʼ οὐδʼ ἑκατὸν Αἰγύπτιοι.» Ἄλλως. ὅτι ἴδιον τῶν Αἰγυπτίων ἐνόμισαν τὸ ἀχθοφορεῖν.
γέρανοι θεμελίους: Διὰ τὸ ἐν ὕψει πέτεσθαι, καὶ τῇ εἰς εὐθὺ ὁρμῇ τὴν ἐπὶ τὰ κάτω θέαν ἐμποδίζεσθαι, λίθους βαστάζουσιν, ὅπως κάμνουσαι τῇ πτήσει ῥίπτοιεν, καὶ αἴσθοιντο πότερον ἐπὶ γῆς ἢ ἐπὶ θαλάττης φέρονται. καὶ εἰ μὲν ἐπὶ θαλάττης ἥκοι ὁ λίθος, ἀνύουσι τὴν ὁδόν· εἰ δὲ ἐπὶ γῆς, ἀναπαύονται. θεμελίους: Ἤγουν προσήκοντας θεμελίῳ. καταπεπωκυῖαι λίθους: Ἐπεὶ αἱ γέρανοι λίθους καταπίνουσι καὶ ἐπὶ τὴν Αἴγυπτον παραγίνονται.
τούτους δʼ ἐτύκιζον: Τύκος ἐργαλεῖόν τι ᾧ τοὺς λίθους περικόπτουσι καὶ ξέουσιν. ἐπιτήδειον οὖν ἔργον ταῖς μακρὸν ἐχούσαις ῥύγχος. κρὲξ δὲ εἶδος ὀρνέου, ὀξὺ πάνυ τὸ ῥύγχος καὶ πριονῶδες ἔχον.
πελαργοὶ μυρίοι: Διὰ τὸ Πελαργικὸν τεῖχος τοὺς ἀπὸ Τυρρηνίας ἥκοντας ἀναστῆσαι.
οἱ χαραδριοὶ: Ὠνοματοπεποίηται τὸ ὄρνεον παρὰ τὸ ἐν ταῖς χαράδραις διατρίβειν.
ἐρωδιοὶ λεκάναισι: Παρὰ τὴν ἔραν πέπαιχεν, ἐπεὶ ὁ πηλὸς ἐκ τῆς ἔρας, τουτέστι τῆς γῆς. ταῦτα δὲ ὡς ἐν κωμῳδίᾳ ἐσχημάτισται. τὸ μὲν κοινὸν λακάνη παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ χαίνω, τὸ δὲ Ἀττικὸν λεκάνη.
οἱ χῆνες ὑποτύπτοντες: Διὰ τὸ πλατύποδας τῶν ἄλλων μᾶλλον εἶναι τοὺς χῆνας.
τί δῆτα πόδες: Παρὰ τὴν παροιμίαν τί δῆτα χεῖρες οὐκ ἂν ἐργασαίατο;
καὶ νὴ Δίʼ αἱ νῆτται: Ἡ νῆτται εἶδος ὀρνέου, ἔχον τὴν πτέρωσιν ἐκ φύσεως ὥσπερ ζώνην λευκήν. παρὰ τοῦτο οὖν ἔπαιξεν ἐζωσμένην εἰρηκὼς αὐτήν. ὑπαγωγέα δὲ τὸν ξυστῆρά φησι. πλατὺ δέ ἐστι σίδηρον, ᾧ ξέουσι τὸν πηλόν. Ἄλλως. τινὲς τῶν νησσῶν ἔχουσι πτέρωσιν ὡς ζώνην ἐν κύκλῳ λευκήν.
ἔχουσαι κατόπιν: Ὥσπερ παιδία βαστάζουσαι αὐτόν. ὡς εἰώθασι βαστάζειν τὰ παιδία. ἀσαφῶς δὲ λέγει. λέγει γὰρ τὰς χελιδόνας τὸν ὑπαγωγέα ἐπὶ τῶν ὤμων αὐτὰς κομίζειν, τὸν δὲ πηλὸν ἐν τοῖς στόμασι. καὶ ποιοῦσι τοῦτο, ὅταν τὰς νεοσσιὰς κατασκευάζωσιν. ὁ δὲ ὑπαγωγεὺς, ὥς τινες, σιδηροῦν τι οἷον πτυΐδιον, ᾧ χρῶνται οἱ κονιαταί. οἱ δὲ, ἐργαλεῖον οἰκοδομικὸν, ᾧ ἀπευθύνουσι τὰς πλίνθους πρὸς ἀλλήλας. τινὲς δὲ αὐτὸ παράξυστον καλοῦσιν. εἰ μὴ ἄρα πηλόν τινα ὑπαγωγέα καλοῦσι. τοιοῦτον γάρ τι καὶ Ἕρμιππος ἐν τοῖς Τριμέτροις ἐμφανίζει.
πελεκᾶντες: Παρὰ τὸ πελεκᾶν τὰ ξύλα, τῷ ὀνόματι τοῦ ὄρνιθος πιθανῶς παίζων ἐχρήσατο. καὶ ὅτι ῥάμφος ἔχει μέγα.
τεθύρωται.
καὶ βεβαλάνωται: Ἀντὶ τοῦ κεκλείδωται, βάλανοι δὲ λέγονται τὰ μάγγανα τῆς κλειδώσεως.
ἐφοδεύεται: Ἀντὶ τοῦ διοδεύεται. τὸ δὲ κωδωνοφορεῖται ἀντὶ τοῦ δοκιμάζεται ἡ τῶν φυλάκων φρουρά.
φρυκτωρίαι: Αἱ διὰ τῶν πύργων φυλακαί. παρὰ τὸν πυρσὸν καὶ τὸ ὠρεύειν. —οἱ ἐπὶ τῶν πύργων πυρσοί.
ἀπονίψομαι: Ἦν γὰρ ἀπὸ πηλοῦ ἢ κονίας ὡς ἀπὸ τῶν ἔργων. τἄλλα δρᾶ: Ἀντὶ τοῦ πρᾶττε, προστακτικῶς.
πυρρίχην βλέπων: Ἔνοπλον καὶ πολεμικόν τι. ἐνόπλιος γὰρ ὄρχησις ἡ πυρρίχη. —ἐσθεῖ: Εἰστρέχει.
εἰς τὸν ἀέρα: Δέον εἰπεῖν εἰς τὴν πόλιν.
ἡμεροσκόπους: Τοὺς ἐν ἡμέρᾳ φρουροῦντας.
τοῦτʼ ἴσμεν: Πρὸς τὴν ἐν Ἰλιάδι γραφὴν τὴν «χθιζὸς ἔβη μετὰ δαῖτα.» οὕτως ἀξιοῦσιν Ἀριστοφάνην γράφειν. περιπόλους: Τοὺς φύλακας, ἢ ζητητάς. ἀπὸ τοῦ περιπολεῖν. τὸ δὲ ἑξῆς, οὐκ ἐχρῆν περιπόλους πέμψαι.
ἱπποτοξότας: Ἀπὸ μὲν τοῦ ἵππου τὴν ὀξεῖαν αὐτῶν πτῆσιν δηλοῖ, ἀπὸ δὲ τοῦ τόξου τὸ ἐπικαμπὲς τῶν ὀνύχων.
ἠγκυλωμένος: Ἀγκύλη εἶδος ἀκοντίου.
κύμινδις: Τὴν κύμιδιν οὐκ ἀνέγραψεν ὁ Καλλίμαχος. μήποτε οὖν κίσινδις γραπτέον. ὁ δὲ τριόρχης εἶδος ἱέρακος.
ῥύμῃ: Φορᾷ βιαίᾳ.
δονεῖται: Κινεῖται, ταράσσεται, σαλεύει.
ὥστε ἐλπίζειν τὴν ἅλωσιν.
πόλεμος αἴρεται: Εἴσθεσις χοροῦ ἐπῳδικὴ κώλων τροχαϊκῶν ἐπιμεμιγμένων χορείοις ἤτοι τριβράχεσι καὶ δακτύλοις πενθημιμερῶν ηʹ. ὧν τὰ μὲν πρῶτα τρία καὶ παιωνικὰ, εἰ βούλει, ποιήσει ἡμιόλια. τὸ τέταρτον τροχαϊκὸν ἐκ δακτύλου πενθημιμερές. τὸ πέμπτον καὶ ἕκτον ἰθυφαλλικά. τὸ ζʹ καὶ ηʹ τροχαϊκὰ πενθημιμερῆ. ἐν ἐκθέσει δὲ ἰαμβικὰ τρία. ὧν τὸ πρῶτον δίμετρον ἀκατάληκτον. οἱ δὲ δύο τρίμετροι ἀκατάληκτοι. ἐπὶ τῷ τέλει κορωνίς. πόλεμος αἴρεται: Διὰ τὴν ὑπερβολὴν ἀντὶ τοῦ ἐγείρεται καὶ μετεωρίζεται. —ἔν τισι δὲ τῶν ἀντιγράφων εἰς δύο κῶλα διῄρηται τὸ ἓν, ἐν δὲ ἄλλοις συνῆπται.
φατὸς: Λεκτός.
ἀέρα περινέφελον: Τὴν ἀορασίαν, τὸ σκότος.
πεδαρσίου: Μετεώρου, πετομένου. παρὰ τὸ ἐκ τοῦ πέδου αἴρεσθαι.
αὕτη σὺ: Κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ξγʹ. ὧν τελευταῖος καταιθαλώσεις τῶν νεωτέρων τινά. ἐπὶ τῷ τέλει κορωνίς. —πρὸς τὴν Ἶρίν φησι καταλαβὼν αὐτήν.
πλοῖον ἢ κυνῆ: Πλοῖον μὲν, καθὸ ἐπτέρωται καὶ ἐξωγκωμένον ἔχει τὸν χιτῶνα, καὶ τὰ πτερὰ διαπέπταται ὡς κῶπαι. κυνῆ δὲ, ὅτι ἔχει περικεφαλαίαν τὸν πέτασον, ὡς ὁ Ἑρμῆς ἄγγελος ὢν παρὰ Σοφοκλεῖ ἐν Ἰνάχῳ τῆς Ἴριδος «γυνὴ τίς ἥδε; κυκλὰς Ἀρκάδος κυνῆς.» φασὶ δὲ καὶ κυνέαν τὸν πέτασον λέγεσθαι ἐν Πελοποννήσῳ. Ἄλλως. πέτασον γὰρ ἐπὶ τῆς κεφαλῆς φορεῖ ὡς ὁ Ἑρμῆς, πρὸς ὃν τὴν κυνῆν εἶπε. καὶ Πελοποννήσιοι δὲ τὸν πέτασον κυνῆν καλοῦσι. πλοῖον δὲ διὰ τὸ ἐν δρόμῳ αὐτῆς κεκολπῶσθαι τὸν χιτῶνα. ἢ ἐπεὶ πτερωτὸς ἦν. αἱ δὲ νῆες ἀντὶ πτερῶν τὰς κώπας ἔχουσι.
Πάραλος ἢ Σαλαμινία: Αὗται ἱεραὶ τριήρεις δημόσιαι, ἐπὶ τὰς τῆς πόλεως χρείας πεμπόμεναι καὶ ταχυναυτοῦσαι. Ἄλλως. ἐπεὶ ταχεῖαν αὐτὴν εἶπεν. αὗται δὲ αἱ τριήρεις, ὡς ἂν ὑπηρέτιδες οὖσαι, ταχεῖαι ἦσαν, Πάραλος καὶ Σαλαμινία. ἐὰν δὲ δασέως ἐν ἄρθρου μέρει, ἔσται ἡ αὐτὴ Πάραλος καὶ Σαλαμινία.
ἀναπτάμενος τρίορχος: Ἐπεὶ ἑταίρα ἦν, ἔπαιξε τὸ τρίορχος.
διὰ ποίων πυλῶν.
ἡμεροφύλακες γὰρ οἱ κολοιοί.
σφραγῖδʼ ἔχεις παρὰ τῶν πελαργῶν: Οἷον σύμβολον ἐπὶ τῷ συγχωρηθῆναι παρελθεῖν. —ὡς τῶν πελαργῶν φυλάκων ὄντων.
ὑγιαίνεις μέν: Ὑγιαίνεις, φησὶ, καὶ οὐ μαίνῃ τοιαῦτα ἐρωτῶν;
ἐπέβαλεν ὀρνίθαρχος: Πρὸς τὸ ἐπέβαλεν, ὅτι καὶ νῦν ἐπὶ τοῦ συνουσιάσαι, ὃ καὶ ἐνόμισε λέγειν ἡ Ἶρις, διὸ παραιτεῖται.
γῆς ἀλλοτρίας καὶ τοῦ χάους: Ἀντὶ τοῦ ἀέρος, διὰ τὸ κεχύσθαι εἰς ἅπλωμα.
πασῶν Ἰρίδων: Ἀντὶ τοῦ ὑπὲρ τὰς ἄλλας Ἴριδας. παίζει δὲ ἢ ὡς τοῦ ἀέρος ποικίλας Ἴριδας ποιοῦντος, ἢ ἀντὶ τοῦ εἰπεῖν θεαινῶν.
τῆς ἀξίας: — Λείπει — τιμωρίας.
ἀντὶ τοῦ ὥς γʼ ἐμοὶ δοκεῖ.
ἀκολαστανεῖτε: Ἀκόλαστα καὶ ἄτακτα πράξετε.
ἐν μέρει τῶν κρειττόνων: Ἀντὶ τοῦ κατά τι μέρος ἡμῖν ὑποταγῆναι ὀφείλετε. —Ἄλλως. δεῖ πείθεσθαι ἡμῖν τοῖς κρείττοσιν.
τὼ πτέρυγε ποῖ ναυστολεῖς: Ἔπαιξεν ὡς ἐπὶ νεῶν. ποῦ παρασκευάζῃ καὶ ἐπὶ ποίαν ὁδὸν τὴν πτῆσιν ἔχεις.
ἐπʼ ἐσχάραις: Ἤγουν ἐπάνω.
ἀλλὰ μὰ Δίʼ οὐ τῷ Διί: Ἔπαιξε πάλιν μὰ Δία εἰπὼν ὡς ἐν κωμῳδίᾳ.
Διὸς μακέλλῃ: Τοῦτό φησι παρὰ τὸ Σοφόκλειον χρυσῇ μακέλλῃ Ζηνὸς ἐξαναστραφῇ. μακέλλῃ: Δίκελλα πλατεῖα.
Λικυμνίαις βολαῖς: Ὁ μὲν Καλλίμαχος γράφων οὕτως «Λικυμνίαις βολαῖς» φησὶ «ταύτης τῆς διδασκαλίας οὐ μέμνηται.» ἐν δὲ ἐνίοις τῶν σχολικῶν ὑπομνήμασι ταυτὶ γέγραπται, «ἴσως ὁ Λικύμνιος ἐνεπύρισε τινῶν οἰκίας.» ἐν δὲ τοῖς ἐπιγεγραμμένοις Ἀπολλωνίου ταῦτα γέγραπται ὅτι ἡμίφλεκτόν τινα εἰσάγει εἰς τοιοῦτό τι κεκεραυνωμένον ἀπὸ τῆς περιστάσεως ἐκείνης. εἴη δʼ ἂν τοῦ Εὐριπίδου μεμνημένος ἀγγέλου τοῦ ἐν τῷ Λικυμνίῳ. λέγει γὰρ ἐπὶ τελευτῆς ἐκεῖνος. ἐν Λικυμνίῳ δράματι Εὐριπίδου εἰσήχθη τις κεραυνοβολούμενος.
τῶν παφλασμάτων: Ἐκπρησμῶν, ἀναζεμάτων.
μορμολύττεσθαι: Ἀντὶ τοῦ ἐκφοβεῖν.
εἴ με λυπήσει πέρα: Ἀντὶ τοῦ πέρα τοῦ δέοντος. παρατραγῳδεῖ καὶ αὐτός.
καὶ δόμους Ἀμφίονος: Ἐκ Νιόβης Αἰσχύλου. ἐξέρριπται δὲ τὸ Ἀμφίονος ἐκ παρῳδίας.
κεραυνοφόρον γὰρ τὸ ζῷον.
παρδαλᾶς: Παρδάλεων δοράς. ἔπαιξε πρὸς τὴν πτέρωσιν αὐτῶν. κυάνεοι γάρ εἰσι.
εἷς τῶν γιγάντων ἐγένετο ὁ Πορφυρίων καὶ ὄνομα ὄρνιθος. —εἷς Πορφυρίων: Ὁ γίγας ὁ τῷ Διὶ πολεμήσας. ὃν ἐχειρώσατο Ἀφροδίτη.
διαμηριῶ: Συνουσιάσω, ὡς ἐπὶ κόρης.
τριέμβολον: Πολλάκις ἐμβαλεῖν δυνάμενον. μήποτε δὲ καὶ πλοίου τις ἦν κατασκευή. καὶ γὰρ δεκέμβολον Αἰσχύλος εἶπε τὴν τοῦ Νέστορος ναῦν ἐν Μυρμιδόσιν. —τριέμβολον οὖν. ἔστι δὲ ἐπίφθεγμα τάχους.
εὐρὰξ πατάξ: Ἐπιρρήματά τινα ἀνέπλασεν εἰς τὸ κακέμφατον. ἔπλασεν ἐπίφθεγμα παρὰ τὸ εὐρέως σοι μιγήσομαι καὶ τὸ πατάξαι. ὅθεν καὶ χαμαιτύποι αἱ πόρναι. καὶ Μένανδρος «πρώην ἄρας ἐπάταξα.»
καταιθαλώσεις: Ταῦτα πρὸς τὴν Ἶριν λέγει ὡς ἑταιρίδιον. καταιθαλώσεις οὖν τῷ ἔρωτι. —ἅμα δὲ πρὸς τὰ προκείμενα πρὸ ὀλίγου ὑπʼ αὐτῆς.
ἀποκεκλήκαμεν: Κορωνὶς καὶ εἴσθεσις μέλους χοροῦ μεσῳδικὴ κώλων παιωνικῶν ϛʹ. ὧν τὸ πρῶτον καὶ δεύτερον δίμετρα βραχυκατάληκτα, ἤτοι ἡμιόλια. τὸ γʹ δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμερές. τὸ δʹ ὅμοιον τῷ αʹ. τὸ εʹ ὅμοιον τῷ γʹ. τὸ δὲ ἕκτον δίμετρον ἀκατάληκτον διὰ τὴν ἀδιάφορον. ἔν τισι δὲ δύο κῶλα συνῆπται ταῦτα. ἐν ἐκθέσει δὲ στίχος ἰαμβικὸς τρίμετρος ἀκατάληκτος ὅμοιος τοῖς ἑξῆς. ἐπὶ τῷ τέλει κορωνίς. ἀποκεκλήκαμεν: Ἀπηγορεύσαμεν. —ἔν τισι δὲ κατὰ δύο κῶλα συνῆπται ταῦτα.
τῇδε: Ἐνθάδε. ἀντὶ τοῦ ἐν τούτῳ τῷ τόπῳ ἐν ᾧ ἐστιν ἡ πόλις αὕτη. λέγει δὲ τὸν ἀέρα. τὸ ἑξῆς ἱερόθυτον καπνόν.
δεινόν τε τὸν κήρυκα: Τοῦτο Ἀττικὸν τὸ σχῆμα. εἰσὶ γὰρ αἰτιατικαὶ ἀντὶ εὐθειῶν. ἀντὶ τοῦ ὁ κῆρυξ. ἐνδεῖ δὲ τὸ σχῆμα. ἔδει γὰρ, ὁ κῆρυξ εἰ μὴ νοστήσει. εἴσθεσις δὲ τῆς διπλῆς ἀμοιβαίας τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μδʹ. ὧν τελευταῖος ἐγὼ δʼ ἐκείνων τοὺς προσιόντας δέξομαι. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.
ὦ Πεισθέταιρʼ: Ἄγγελος πεμφθεὶς εἰς ἀνθρώπους ἐξ ὀρνίθων ὑποστρέφει λέγων, ὅτι πάντες ἥδονται οἱ ἄνθρωποι ὄρνιθας κρατεῖν.
ὦ κατακέλευσον: Οἱονεὶ σιωπὴν κήρυξον. οἱ γὰρ κελευσταὶ πολλάκις σιωπὴν παραγγέλλειν εἰώθασιν, σιώπα λέγοντες καὶ ἄκουε, καὶ τὰ ὅμοια. οὕτω Δίδυμος. Ἄλλως. ἐπεὶ πολλάκις εἴρηκεν ὦ καὶ οὐκ ἐπίσχει αὐτὸν ὁ Πεισθέταιρος, ὁ ἄγγελός φησι κατακέλευσον, ὥσπερ τοῖς ἐρέσσουσι, καὶ ὦ, λέγει, παύσασθαι παρακελευσαί μοι. οὕτω Σύμμαχος. —κατακέλευσον: Σιγὴν πρόσταξον.
ἐλακωνομάνουν: Τῆς τῶν Λακώνων ἤρων πολιτείας. τοῦτο δὲ εἶπε διὰ τὸ ὑπερέχειν τοὺς Λάκωνας τῷ πολέμῳ τότε. ἄρχεται δὲ διαβάλλειν. διαβάλλει δὲ καὶ τὸν Σωκράτην ὡς ῥυπαρὸν καὶ πένητα.
ἐκόμων, ἐπείνων: Εἰπὼν τὸ ἐκόμων καὶ τὰ ἑξῆς, ἐπιτηδείως ἐπάγει τὸ ἐσωκράτουν. τοιοῦτοι γὰρ οἱ φιλόσοφοι. ἐκόμων δὲ καὶ οἱ Λάκωνες ὡς τρυφῶντες.
σκυτάλιʼ ἐφόρουν: Σκυτάλη ἤτοι Λακωνικὴ ἐπιστολὴ ἢ βακτηρία. ἐφόρουν γὰρ βαρείας βακτηρίας οἱ Λάκωνες. τοῦ δὲ σκυτάλιον τὸ α ἐκτείνεται, ὡς ἐν Ὁλκάσιν, ἔνθα καὶ τὸ Νικοφῶντος ἐξ Ἀφροδίτης Γονῶν παρετέθη «οὐκ ἐς κόρακας τὼ χεῖρʼ ἀποίσεις «ἐκποδὼν ἀπὸ τοῦ σκυταλίου τε καὶ τῆς διφθέρας.» οὕτω Σύμμαχος. ὁ δὲ Δίδυμος σκυτάλια τὰς βακτηρίας, αἷς τὰ σκύταλα τύπτουσιν, ὅ ἐστι τοὺς τραχήλους … «ἢ παύσει βάκτρῳ καλίνῳ σκύταλα Φρὺξ ἀνήρ.» Ἄλλως. σκυτάλη ἐστὶ Λακωνικὴ ἐπιστολή. οὗτοι γὰρ μέλλοντες πέμπειν στρατηγὸν εἰς τὸν πόλεμον, ἐποίουν δύο ῥάβδους ἰσοπήχεις καὶ ἰσομήκεις, καὶ τὴν μὲν τῷ στρατηγῷ μέλλοντι ἐξιέναι εἰς πόλεμον ἐδίδουν, τὴν δὲ παρʼ αὐτοῖς εἴων. καὶ ὅτε βούλοιντο ἀπόρρητόν τι σημᾶναι τῷ ἀπόντι στρατηγῷ, ταύτῃ λευκὸν δέρμα περιειλίξαντες, ἔγραφον εἰς αὐτό. ὁ δὲ στρατηγὸς λαβὼν αὐτὸ καὶ περιελίξας τῇ παρʼ αὐτῷ ῥάβδῳ ἀνεγίνωσκε. σκυτάλιʼ ἐφόρουν: Πάλιν ἀντὶ τοῦ ἐλακώνιζον. καὶ ὅτι Λακωνικὸν τὸ τῆς σκυτάλης. ἔγραφον δὲ οὐ μόνον ταῖς σκυτάλαις ἐγχαράσσοντες τὰς ἐπιστολὰς, ἀλλὰ καὶ βακτηρίαις.
κατῇραν εἰς τὰ βιβλία: Ἔπαιξεν εἰς τὸ φιλόδικον, εἰπὼν εἰς τὰ βιβλία ἀντὶ τοῦ εἰς τὰ ψηφίσματα. Ἄλλως. ὡς ἐπὶ ὀρνίθων καθεζομένων. δέον δὲ εἰπεῖν εἰς τοὺς λειμῶνας.
εἶτʼ ἀπενέμοντʼ ἐνταῦθα: Ἐνταῦθα συναληλιμμένον ἀμφίβολόν ἐστιν. ὃ καὶ ἐπιτετήδευκε. διελόντι δὲ τὸ μέν ἐστιν ἐνέμοντο, τὸ δὲ, ἀπενέμοντο, τουτέστιν ἀνεγίνωσκον.
ἀντὶ τοῦ τῶν ὀρνίθων ἐπιθυμοῦσιν, ὅ ἐστιν ἐρημίας.
Πέρδιξ μὲν εἷς κάπηλος: Ὁ μὲν Πέρδιξ σαφῶς ὄνομα κύριον. Μενίππῳ δὲ ἐπώνυμον ἦν χελιδών. τὸ δὲ ἑξῆς κατὰ τὸ οἰκεῖον εἴληπται, τῷ Ὀπουντίῳ λέγω τὸ κόραξ, ὅτι ἅρπαξ καὶ ἀναιδής. ὅτι δὲ καὶ μονόφθαλμος οὗτος προείρηται. οὐ πάντως δὲ ὡς ἐπώνυμον. Ἄλλως. κάπηλος ἀντὶ τοῦ μάγειρος. ἔσκαζε δὲ οὗτος. εἴρηται δὲ ἐν τοῖς πρόσθεν, ὅτι χωλὸς οὗτος ὁ Πέρδιξ. ἀφʼ οὗ φασὶ τὴν παροιμίαν, Πέρδικος σκέλος, ἐπὶ τῶν λεπτοπόδων. Ἄλλως. ὁ Πέρδιξ ὄνομα καπήλου. χωλὸς δὲ ἦν οὗτος. μνημονεύει δὲ αὐτοῦ καὶ ἐν Ἀναγύρῳ· καὶ μὴν χθές γʼ ἦν Πέρδιξ χωλός. τούτου δὲ πολλοὶ μέμνηνται. ἀπὸ τούτου δέ φασι τὴν παροιμίαν, Πέρδικος σκέλος, ἧς καὶ Ἀριστοφάνης ἐν ταῖς ἀμέτροις παροιμίαις μνημονεύει.
Μενίππῳ δʼ ἦν χελιδὼν: Διὰ τὸ ἱπποτρόφον εἶναι καὶ καυτηρίᾳ τοῦτον χρῆσθαι οὕτως ὠνομάσθη.
Ὀπουντίῳ δʼ ὀφθαλμὸν: — Δίδυμος· — ὡς τοιούτου τὴν ὄψιν ὄντος μνημονεύει αὐτοῦ καὶ μέγα ῥύγχος ἔχοντος καὶ ὁ τὰς Ἀταλάντας γράψας, καὶ Εὔπολις ἐν Ταξιάρχοις. Σύμμαχος· φαίνονται τὸν Λυκοῦργον Αἰγύπτιον εἶναι νομίζοντες ἢ τὸ γένος, ἢ τοὺς τρόπους. Φερεκράτης Ἀγρίοις «οἶμαι δʼ αὐτὸν κινδυνεύειν εἰς «τὴν Αἴγυπτον οἴκους λέξεις, ἵνα μὴ συνέχῃ τοῖσι «Λυκούργου πατριώταις.» μήποτε οὖν εἰς τὸ αὐτὸ καὶ Κρατῖνος Δηλιάσι «τούτοισι δʼ ὄπισθεν ἴτω δίφρον «φέρων Λυκοῦργος ἔχων καλάσιριν.» ὁ δὲ καλάσιρις, χιτὼν πλατύσημος. φησὶ δὲ Κηφισόδημος ὅτι Αἰγυπτίων ἡ λέξις. διαβάλλει δὲ αὐτὸν ἢ ὡς ξένον, ἢ ὡς πονηρόν.
κορυδὸς: Μήποτε ὀξυκέφαλος ἦν εἰς τὸ ἄνω καὶ ὀρνιθώδης τὴν κεφαλήν. ὅτι δὲ αἰσχρὸς ἦν καὶ ἐν Θεσμοφοριαζούσαις δηλοῖ. χηναλώπηξ: Πανοῦργος ἦν. διὸ ἀλώπηξ. καὶ ὅτι ἀναίσθητος καὶ φθονερὸς καὶ πονηρός. ὁ δὲ Δίδυμος Θεαγένη καὶ Φιλοκλέα φησὶν ὀρνιθώδεις εἶναι.
Ἴβις Λυκούργῳ: Ἢ ὡς Αἰγυπτίῳ, ἢ ὡς μακροσκελεῖ. ἶβις δὲ ὄρνεον πλεονάζον ἐν Αἰγύπτῳ. Χαιρεφῶντι: Ὁ Χαιρεφῶν μέλας καὶ ὠχρὸς προείρηται. — νυκτερὶς δὲ καὶ παρὰ τοῖς ἄλλοις. — οὗτος δʼ ἂν εἴη Χαιρεφῶν ὁ Σωκρατικός.
Συρακοσίῳ δὲ κίττα: Οὗτος γὰρ τῶν περὶ τὸ βῆμα. καὶ Εὔπολις ὡς λάλον ἐν Πόλεσι διασύρει «Συρακόσιος δʼ ἔοικεν, ἡνίκʼ ἂν λέγῃ, τοῖς κυνιδίοισι «τοῖσιν ἐπὶ τῶν τειχίων. ἀναβὰς γὰρ ἐπὶ τὸ βῆμʼ ὑλα- «κτεῖ περιτρέχων.» δοκεῖ δὲ καὶ ψήφισμα τεθεικέναι μὴ κωμῳδεῖσθαι ὀνομαστὶ τινὰ, ὡς Φρύνιχος ἐν Μονοτρόπῳ φησί· ψῶρʼ ἔχε Συρακόσιον, ἐπιφανὴς γὰρ αὐτῷ καὶ μέγα τύχοι. ἀφείλετο γὰρ κωμῳδεῖν οὓς ἐπεθύμουν. διὸ πικρότερον αὐτῷ προσφέρονται. Μειδίας δʼ ἐκεῖ ὄρτυξ: … Ὁ μὲν Δίδυμος οὕτως. ὁ δὲ Ἀμμώνιος ᾠήθη ἐξ ἐπιθέτου Μειδίαν ὄρτυγα καλεῖσθαι. γελοίως διὰ τὸ κυβευτὴν εἶναι καὶ ἐν γύρῳ τοὺς ὄρτυγας κόπτειν, οὕτως αὐτὸν νῦν Ἀριστοφάνης προσεῖπε. δηλοῖ δὲ τοῦτο Ἀριστοφάνης ἐν Περιαλγεῖ «χρηστὸν μὴ κατὰ Μειδίαν ὀρτυγοκόπον.» λέγει δὲ ἐν Ποαστρίαις ὁ αὐτὸς, ὡς καὶ περὶ ἀλέκτορας αὐτοῦ ἐσπουδακότος. διαβάλλεται δὲ εἴς τε πονηρίαν, ὡς Πλάτων ἐν Νίκαις, καὶ κλοπὴν δημοσίων, ὡς Μεταγένης ἐν Ὁμήρῳ, καὶ συκοφαντίαν. κόβαλός τε ἐλέγετο εἶναι καὶ πτωχαλαζὼν, ὡς Φρύνιχος ἐν Ἐφιάλτῃ. ὁ δὲ Σύμμαχος, ᾖκεν, ἐῴκει. ὄρτυγα δὲ λέγει, ὅτι ὀρτυγοκόπος ἦν, περὶ οὗ προείρηται. φέρεται δὲ ἐν τοῖς πλείστοις, ὑπὸ στυφοκόμπου. καὶ σαφὲς οὐδέν ἐστιν εὑρεῖν. Διονύσιος δὲ ὁ Ζώπυρος γράφει, ὑπʼ ὀρτυγοκόμπου, καὶ ἐξηγεῖτο, ὅτι ἔγκειται τὸ μ. θέλει γὰρ εἰπεῖν τῶν ὀρτυγοκόμπων, ἐπεὶ καὶ αὐτὸς τῶν ὀρτυγοκόμπων.
στυφόκομπος ὁ μάχιμος ὄρτυξ. παρὰ τὸ στερεῶς κόπτειν. ὄνομα ὀρνέου ἔπλασε παρὰ τὸ κολάπτειν τὴν κεφαλὴν, ὃ συμβαίνει τοῖς ὄρτυξιν.
ὅπου χελιδὼν: Εἰς τὰ Σιμωνίδου μέλη αἰνίττεται «κυανέα χελιδών.»
ἢ πηνέλοψ: Ὁ πηνέλοψ νήττῃ μέν ἐστιν ὅμοιον, περιστερᾶς δὲ μέγεθος. μέμνηται δὲ αὐτοῦ Στησίχορος καὶ Ἴβυκος. Ἄλλως. τὰ μὲν ἄλλα ἐν συμπληρώματι. ὁ δὲ πηνέλοψ μείζων μὲν ἢ κατὰ νῆτταν, ὅμοιος δέ.
ἢ πτέρυγες ἢ πτεροῦ τι καὶ ὅπου μέρος τι πτεροῦ ἢ μόριον ὀρνέου ὑπῆρχεν ἐν ποιήματι, ᾖδον αὐτό.
τὰς ἀρρίχους: Τὸ χ διὰ τὸ θηλυκῶς εἰπεῖν τὰς ἀρρίχους, ἡ ἀρρίχη. ἐξηγοῦνται δέ τινες κόφινον. ἡγητέον οὖν ἐκ μὲν τοῦ αὐτοῦ γένους εἶναι, διάφορον δέ τι. λέγουσι δὲ καὶ νῦν σωράκων τι εἶδος ἀρρίχους.
ταῦτα πρὸς τὸν Μανῆν λέγει. εἰς τὸ χορηγεῖν τοῖς βουλομένοις ὀρνιθωθῆναι. ἐμπίπλη πτερῶν: Πρὸς τὸ χορηγεῖν τοῖς βουλομένοις ὀρνιθωθῆναι τῶν ἀνθρώπων εἴρηται ταῦτα. Ἄλλως. ἐμπίπλη. Ἀττικόν. ἦν γὰρ τὸ κοινὸν ἀπὸ τοῦ πίπλημι πίπλαθι, ὡς ἵσταθι. ὅμοιον δέ ἐστι καὶ τὸ Κύκλωψ τῆ πίε οἶνον, — παρὰ τῷ ποιητῇ. Ἀττικοὶ γὰρ οὐ τρέπουσιν ἐπὶ τῶν εἰς μι τὸ μ εἰς τὸ θ ἐν τοῖς προστακτικοῖς, καὶ συστέλλουσι τὴν παραλήγουσαν ὡς ἡ κοινὴ, ἵστημι ἵσταθι, καὶ πίμπλημι πίμπλαθι, ἀλλὰ τελείαν ἀποβολὴν τῆς μι ποιούμενοι πίμπλη καὶ ἵστη λέγουσιν, ὥσπερ καὶ ἀπὸ τοῦ τῆμι τὸ τῆ. —γέμισον. ἔστι δὲ Ἀττικῶς.
ταχὺ δʼ ἂν πολυάνορα: Ἡ ἀμοιβαία αὕτη περίοδος ἔοικεν ἐκθέσει διπλῆς, κώλων οὖσα ἀναπαιστικῶν καὶ ἰαμβικῶν ιζʹ. ὧν τὸ πρῶτον ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ ἰαμβικὸν δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς, ὃ καλεῖται Ἀνακρεόντειον. τὸ γʹ ὅμοιον. τὸ δʹ ὅμοιον τῷ αʹ. τὸ εʹ ὅμοιον τῷ βʹ. τὸ ϛʹ καὶ τὸ ζʹ ἀναπαιστικὰ πενθημιμερῆ. τὰ ηʹ, θʹ, ιγʹ ὅμοια τῷ αʹ, τὰ δʹ ἄλλα τῷ βʹ. ἐπὶ τῷ τέλει αἱ συνήθεις διπλαῖ.
ἐμᾶς πόλεως: Λείπει ἀνθρώπους. ἕνεκα τῆς πόλεως τῆς ἐμῆς, φησὶ, κατέχουσιν οἱ ἔρωτες τοὺς ἀνθρώπους, ἀντὶ τοῦ, ἐρῶσιν οἱ ἄνθρωποι τῆς ἐμῆς πόλεως.
θᾶττον φέρειν: Τοὺς κοφίνους τῶν πτερῶν. δῆλον δὲ ὅτι ταῦτα πρὸς τὸν Μανῆν.
ὡς βλακικῶς: Ἀντὶ τοῦ βραδέως. Πεισθέταιρος πρὸς τὸν Μανῆν.
σὺ δʼ αὖτις ἐξόρμα: Ἀποστρέφει τὸν λόγον ὁ χορὸς πρὸς τὸν Πεισθέταιρον εἰσιόντα ἐπεῖξαι τὸν οἰκέτην. τὸ δὲ ἑξῆς ὅρμα αὐτὸν ὡδί.
Μανῆς γάρ ἐστι δειλός: Ἀποφαντικῶς ἀντὶ τοῦ δείλαιος. πρὸς ἄλλον δὲ λέγει τύπτων τὸν Μανῆν. εἴσθεσις δὲ χοροῦ, ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν διπλῆν τίθεσθαι, προῳδικὴ δὲ διὰ τὸ προτίθεσθαι ἑτέρας περιόδου, κώλων ἀναπαιστικῶν εʹ. ὧν τὰ αʹ, βʹ πενθημιμερῆ. τὰ γʹ, δʹ δίμετρα ἀκατάληκτα. τὸ εʹ ἰαμβικὸν ἑφθημιμερές. ἐν ἐκθέσει δὲ τρίμετρα δύο. ἐπὶ τῷ τέλει κορωνίς.
διάθες τάδε κόσμῳ: Ἀντὶ τοῦ διάκρινον τὰ πτερὰ κατὰ τάξιν ἑκάστῳ ἀνδρὶ προσοικειώσας. — μουσικὰ δὲ λέγει — κύκνων καὶ ἀηδόνων, ὅτι μάλιστα εὔφωνά ἐστι. μαντικὰ δὲ κοράκων καὶ ἀετῶν καὶ τῶν λοιπῶν, ὅσοις οἰωνίζεται. — θαλάττια δὲ — λάρων καὶ αἰθυιῶν καὶ τῶν ὁμοίων.
ὅπως πτερώσῃς ἕκαστον ἁρμοδίως.
οὔτοι μὰ τὰς κερχνῇδας: Τύπτων τὸν δοῦλον τὸν Μανῆν ταῦτα λέγει ὁ Πεισθέταιρος. —σχήσομαι: Ἀνέξομαι.
γενοίμαν ἀετὸς: Εἴσθεσις ἑτέρας περιόδου κώλων καὶ στίχων λζʹ. ὧν τὰ αʹ δύο ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα. τὸ τρίτον ἰαμβικὸν ἑφθημιμερές. τὸ ϛʹ κῶλον μονόμετρον βραχυκατάληκτον. οἱ δʼ ἄλλοι τρίμετροι. ἐπὶ ταῖς ἀποθέσεσι καὶ τῷ τέλει παράγραφος. ἐν τοῖς Καλλιστράτου, ταῦτα ἐξ Οἰνομάου τοῦ Σοφοκλέους. πρόσεισι πατραλοίας ἀκηκοὼς τὰ ἐν ὄρνισιν νόμιμα, ὅτι ἐξὸν τὸν πατέρα τύπτειν. —λέγει δὲ ταῦτα ὑφʼ ἡδονῆς ὁ παμπόνηρος.
ἀτρυγέτου: Ἀκάρπου ἐπὶ ἀβύσσου καὶ ἠπείρου.
λίμνας: Καὶ οὗτος λίμναν τὴν θάλασσαν εἴρηκεν.
οὐ ψευδαγγελὴς: Οὐ ψευδῆ ἀπηγγελκέναι. — ἐπειδὴ ἐν τοῖς προτέροις ἔφη ὁ ἄγγελος πολλοὺς ἥξειν ἀνθρώπους.
αἰβοῖ: Οὐ μόνον ἐπὶ σχετλιασμοῦ τὸ αἰβοῖ, ἀλλὰ καὶ ἐπὶ ἡδονῆς, ὡς καὶ νῦν. οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι: Μετὰ τοῦτον ἑνὸς στίχου φέρουσί τινες διάλειμμα, καὶ Ἀριστοφάνης πλήρωμα οὕτως ἐρῶ δʼ ἐγώ τι τῶν ἐν ὄρνισιν νομῶν.
πολλοὶ γὰρ ὀρνίθων: Γῦπες γὰρ καὶ κόρακες περὶ νεκροὺς νέμονται, οἱ δὲ λάροι τὴν θάλατταν. ποίας οὖν νομῆς τῶν πλησίων ἐπιθυμεῖς;
ὡς πατραλοίας τοῦτον ἀποδέχεται τὸν νόμον. τοιοῦτοι δὲ οἱ ἀλεκτρυόνες.
τὸν ὄρνιν ἐκεῖνον.
ἀντὶ τοῦ πλήττει.
τὰ χρήματα αὐτοῦ.
ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν: Κύρβεις χαλκαῖ σανίδες ἔνθα τοὺς νόμους γράφουσι. κατὰ δὲ ἐνίους, ἄξονες τρίγωνοι ἐν οἷς ἦσαν οἱ τῶν πόλεων νόμοι γεγραμμένοι καὶ αἱ δημοσίαι ἱεροποιίαι, καθάπερ καὶ Ἀριστοτέλης ἐν τῇ τῶν Ἀθηναίων πολιτείᾳ φησὶ καὶ Ἀπολλόδωρος. κύρβεις δὲ ἤτοι παρὰ τὸ κεκορυφῶσθαι εἰς ὕψος ἀνατεταμένον, ἢ ἀπὸ τῶν κορυβάντων. ἐκείνων γὰρ εὕρημα, ὥς φησι Θεόφραστος ἐν τῷ περὶ εὐσεβείας. φησὶ δὲ Ἀριστοτέλης ἀληθῆ εἶναι τὸν περὶ τῶν πελαργῶν λόγον. ὁμοίως δὲ αὐτοῖς ποιεῖν καὶ τοὺς ἀερόποδας. διὸ καὶ ἐν τοῖς σκήπτροις ἀνωτέρῳ μὲν πελαργὸν τυποῦσι, κατωτέρω δὲ ποτάμιον ἵππον, δηλοῦντες ὡς ὑποτέτακται ἡ βία τῇ δικαιοπραγίᾳ. οἱ γὰρ πελαργοὶ, δικαιοπραγεῖς ὄντες, ἐπὶ πτερῶν βαστάζουσι τοὺς πατέρας γεγηρακότας· οἱ δὲ ἱπποπόταμοι ζῷον ἀδικώτατον.
ἀντὶ τοῦ οὐδενὸς κακοῦ ἀπολαύσεις, οὐδὲν πείσῃ.
ὥσπερ ὄρνιν ὀρφανόν: Ὡς μὴ ἔχοντα πατέρα. θάρρει οὖν. οὐ γὰρ θρέψεις τὸν πατέρα. ἢ ὅτι καὶ οὕτως ἐστὶν ὄρνις καλούμενος.
ἔμαθον ὅτε παῖς ἦ: Ἀντὶ τοῦ ἦν Ἀττικῶς. —γράφεται καὶ ἦν. αἱρετώτερον δὲ τὸ ἦ ἀντὶ τοῦ ἔα. Σύμμαχος· καθοπλίζει αὐτὸν τῇ μὲν πτέρυγι ὡς ἀσπίδι, τῷ δὲ πλήκτρῳ ὡς ξίφει, τῷ δὲ λόφῳ ὡς περικεφαλαίᾳ. Δίδυμος δέ· ἀντὶ μὲν τῆς πτέρυγος ἀσπίδα δίδωσιν αὐτῷ, ἀντὶ δὲ τοῦ πλήκτρου ξίφος. ἦλθε γὰρ ὡς ἀλεκτρυὼν πτερωθῆναι, ἐπεὶ ἐκεῖνοι τοὺς πατέρας τύπτουσι.
πλῆκτρον: Ὅπερ περιετίθεσαν τοῖς ἀλεκτρυόσι χαλκοῦν ἐν τῷ μάχεσθαι. καὶ παροιμία, αἶρε πλῆκτρον ἀμυντήριον. κἀκεῖνοι γὰρ ἔχουσι πλῆκτρα, οἷς μάχονται. πλῆκτρον θητέρᾳ: ξίφος ἢ δόρυ αὐτῷ δίδωσι.
φρούρει, στρατεύου: Συμβουλεύει αὐτῷ ποιεῖν ἃ πρέπει νέοις καὶ μὴ μάτην ἐκ τοῦ δημοσίου τρέφεσθαι. Ἄλλως. παρακελεύεται αὐτῷ στρατεύεσθαι καὶ μισθὸν λαμβάνειν, καὶ ἐκ τούτου ἀποτρέφεσθαι. μισθοῦ γὰρ στρατεύονται ὑπὲρ ἄλλων πόλεων. κωμῳδεῖ δὲ Ἀθηναίους ὡς μὴ στρατεύοντας.
εἰς τἀπὶ Θρᾴκης: Ἐπεὶ συνεχεῖς ἐγίνοντο αἱ στρατιαὶ ἐπὶ Θρᾴκης τοῖς Ἀθηναίοις. ἢ ὅτι ἱερόν ἐστι χωρίον τοῦ Ἄρεως ἡ Θρᾴκη.
ἀναπέτομαι δὴ: Ἡ ἀμοιβαία αὕτη περίοδος προῳδῷ χοροῦ ἔοικε, κώλων καὶ στίχων οὖσα ἀναπαιστικῶν καὶ ἰαμβικῶν ιʹ, ἐπιμεμιγμένων τετραβράχεσιν. ὧν τὸ αʹ ἀναπαιστικὸν πενθημιμερὲς τοῦ αʹ ποδὸς τετραβράχεος. τὸ βʹ δίμετρον καταληκτικὸν εἰς δισύλλαβον. τὸ τρίτον δίμετρον βραχυκατάληκτον. οἱ δʹ, ζʹ, ηʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι. τὸ εʹ ἀναπαιστικὴ βάσις καταληκτικὴ εἰς δισύλλαβον. τὸ ϛʹ ὅμοιον τῷ γʹ τὸ θʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιʹ ἀναπαιστικὸν πενθημιμερές. ταῦτα παρὰ τὰ Ἀνακρέοντος «ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις «διὰ τὸν ἔρωτʼ· οὐ γὰρ ἐμοὶ παῖς ἐθέλει συνηβᾶν.» διὸ καὶ τὸ χ ἔχουσι οἱ δύο στίχοι. —Κινησίας διθυραμβοποιός.
ἄλλοτʼ ἐπʼ ἄλλαν: Τὸ ἀπʼ ἄλλων εἰς ἄλλα μέλη τρέπεσθαι βούλεται δηλοῦν.
τουτὶ τὸ πρᾶγμα φορτίου: Διὰ τὸ συνεχῶς αὐτὸν λέγειν πέτομαι καὶ πτερύγεσσι. —εἰς τὸ ἀδιανόητον. ἐκ δὲ τῶν αὐτοῦ Κινησίου περιπλοκὴν ἔχει. τὴν τῶν ὀρνίθων δῆλον· ἐπίτηδες δὲ ὡς ἀσαφῆ αὐτὸν διασύρει.
σώματί τε νέαν ἐφέπων: Τινὲς ἐπέων. ἐπίτηδες ἀδιανοητεύεται, θέλων διαβαλεῖν τὰ Κινησίου ποιήματα ὡς ἀδιανόητα. ἀσυνάρμοστον τὸ κῶλον τοῦτο προσέρραται. ἔδει γὰρ εἰπεῖν, ἀφόβῳ σώματι πέτομαι γενεὰν ὀρνίθων ἐφέπων, ἀντὶ τοῦ μετιών. —τὴν τῶν ὀρνίθων δηλονότι.
φιλύρινον: Καλλίστρατος χλωρόν. ἡ γὰρ φιλύρα χλωρόν. χλωρὸς δὲ καὶ οὗτος. Εὐφρόνιος κοῦφον, ὡς ἂν διθυραμβοποιὸν εὐτελῆ, καὶ κοῦφα ποιοῦντα. τοιοῦτον γὰρ τὸ ξύλον κοῦφον καὶ ἐλαφρόν. διαβάλλει δὲ αὐτὸν καὶ ὡς χωλὸν διὰ τοῦ «πόδα σὺ κυλλόν.»
τί δεῦρο πόδα σὺ κυλλὸν: Ὅτι πολλάκις τὸ μὲν κυλλὸν ἐπὶ τοῦ ποδὸς ἔτασσον, ὡς ὁ ποιητὴς «ὄρσεο κυλλοπόδιον.» τὸ δὲ χωλὸν ἐπὶ τῆς χειρὸς, ὡς Εὔπολις ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρʼ οὐ λέγεις. καὶ Εὐφρόνιος μὲν χωλὸν εἶναι τὸν Κινησίαν φησίν. ἢ τάχα, ἐπεὶ πολλάκις ἐστὶ παρʼ αὐτοῖς ποδὶ κούφῳ, ἢ ποδὶ λευκῷ, ἢ πόδα τιθείς, ἤ τι τοιοῦτον, τὸ κυλλὸν προσέθηκεν. Ἄλλως. Δίδυμος μὲν κύκλον, ἐπεὶ κυκλίων ᾀσμάτων ποιητής ἐστι, κυλλὸν δὲ, ἐπεὶ χωλός ἐστιν. εἴρηται δὲ περὶ αὐτοῦ ἐν Βατράχοις. ὁ δὲ Ἀριστοτέλης ἐν ταῖς Διδασκαλίαις δύο φησὶ γεγονέναι. Σύμμαχος οὕτως. Εὐφρόνιος· ἐπειδὴ κυλλὸς ἦν ὁ Κινησίας. τοῦτο δὲ οὐκ ἔστιν εὑρεῖν. ἀλλʼ ἐπειδὴ πολὺ παρʼ αὐτοῖς ἐστι τὸ ποδὶ λευκῷ, καὶ ποδὶ κούφῳ, καὶ πόδα τιθείς, ἤ τι τοιοῦτον, τὸ κυλλὸν προσέθηκεν. —τὸ δὲ ἀνακύκλον ἐπειδὴ κυκλίων ᾀσμάτων ποιητής ἐστι.
λιγύφθογγος ἀηδών: Λιγύφθογγος ἔφη διὰ τὸν μόχθον καὶ τὸν θρῆνον τὸν ἡδυτάτως ἐξ αὐτῆς εἰς τὸν παῖδα γινόμενον. γράφεται λιγύμυθος, ἢ λιγύμοχθος.
παῦσαι μελῳδῶν: Εἴσθεσις περιόδου ἀμοιβαίας στίχων καὶ κώλων κηʹ. ὧν οἱ μὲν πρῶτοι ιαʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι. τὰ ἑξῆς ὀκτὼ κῶλα ἀναπαιστικὰ ἐπιμεμιγμένα χορείοις ἢ τριβράχεσι καὶ προκελευσματικοῖς ἤτοι τετραβράχεσιν. ὧν τὰ δʹ δίμετρα ἀκατάληκτα. τὸ εʹ τρίμετρον βραχυκατάληκτον. τὰ δὲ ἑξῆς τρία δίμετρα ἀκατάληκτα. οἱ ἑξῆς δὲ τούτων θʹ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι. ἐπὶ τῷ τέλει κορωνίς.
ὑπὸ σοῦ πτερωθεὶς: Βούλομαι, φησὶ, πτερωθῆναι ὑπὸ σοῦ, ἵνα διὰ τοῦ ἀέρος πετόμενος ἐξεύρω εἰς τὰ προοίμια λέξεις νιφοβόλους καὶ ἀεροδονήτους. παίζει δὲ πρὸς τὰ ποιήματα τῶν διθυραμβοποιῶν· ἔθος γὰρ αὐτοῖς τοιαῦτα ἐπίθετα λέγειν. ἅμα δὲ καὶ πρὸς τὸ κοῦφον αὐτῶν. μετάρσιος: Ἐπῃρμένος, ὑψωθείς.
ἀναβολὰς: Προοίμια. λέξεις.
κρέμαται μὲν οὖν: Οἷον ὕλη ἐστὶ τῶν ποιημάτων ἡμῶν ἡ τῶν νεφελῶν σύστασις.
καὶ πτεροδόνητα: Ἀντὶ τοῦ ταχέα. ταῦτα γὰρ συμβαίνει τῷ ἀέρι. ὅθεν φησὶ τὰς λέξεις αὐτοὺς θηρᾶσθαι.
ἅπαντα γὰρ δίειμί σοι: Ἅπαντα γάρ σοι τὰ περὶ τοῦ ἀέρος διεξέρχομαι. πλείστη γὰρ αὐτῶν ἡ λέξις τοιαύτη, ὁ δὲ νοῦς ἐλάχιστος, ὡς ἡ παροιμία «καὶ διθυράμβων νοῦν ἔχεις ἐλάττονα.»
ὠόπ: Παρακελεύεται αὐτῷ παύσασθαι τοῦ ᾄδειν, ὡς οἱ ἐρέσσοντες. κέλευσμα γάρ ἐστι τὸ ὠὸπ τῶν ἐρεσσόντων καταπαῦον τὴν κωπηλασίαν. τὸν ἁλαδρόμον: Τὸν εἰς ἅλα δρόμον. λείπει γὰρ ἡ εἰς. ἔνια τῇ συνθέσει ἀδιανόητα ποιοῦσι. ταῦτα δὲ οὐδὲ ταῖς λέξεσι συνετά. χλευάζει δὲ τοὺς διθυραμβοποιούς.
καταπαύσω: Τοῦτο — ἅμα — λέγων ὁ Πεισθέταιρος παίει αὐτόν.
στείχων: Βαδίζων.
σῶμα: Τὸ ἐμόν.
ἀλίμενον αἰθέρος: Τὴν τέλος οὐκ ἔχουσαν, οὐδὲ ὅρμον, ἀπὸ μεταφορᾶς τῶν νεῶν. τρόπον γὰρ πελάγους δοκοῦσι διανήχεσθαι τὸν ἀέρα οἱ ὄρνιθες.
χαρίεντά γʼ ὦ πρεσβύτα: Ἔτι Κινησίας φησὶ τοῦτο πρὸς τὸν γέροντα τὸν Πεισθέταιρον τὸν τύψαντα αὐτόν. Ἄλλως. ἐπειδὴ κινεῖ αὐτὸν ὡς ἰσχνὸν ὄντα τῷ σώματι. λέγει δὲ ὅτι χαριέντως ἐσοφίσω, ἵνα τῷ κινεῖσθαι δοκῇς ἔχειν πτερά.
πτεροδόνητος γενόμενος: Ἀντὶ τοῦ πτεροῖς πληχθείς. παίζει δὲ πρὸς τὰ εἰρημένα.
τὸν κυκλιοδιδάσκαλον: Ἀντὶ τοῦ διθυραμβοποιόν. εἴρηται γὰρ ὅτι ἐγκύκλια διδάσκουσιν. Ἀντίπατρος δὲ καὶ Εὐφρόνιος ἐν τοῖς ὑπομνήμασί φασι τοὺς κυκλίους χοροὺς στῆσαι πρῶτον Λᾶσον τὸν Ἑρμιονέα, οἱ δὲ ἀρχαιότεροι Ἑλλάνικος καὶ Δικαίαρχος, Ἀρίονα τὸν Μηθυμναῖον, Δικαίαρχος μὲν ἐν τῷ περὶ Διονυσιακῶν ἀγώνων, Ἑλλάνικος δὲ ἐν τοῖς Κραναϊκοῖς.
ὡς ταῖσι φυλαῖς: Ἑκάστη γὰρ φυλὴ Διονύσου τρέφει διθυραμβοποιόν.
Λεωτροφίδῃ: Ἐπειδὴ καὶ οὗτος τῶν σφόδρα λεπτῶν. ἢ ὅτι καὶ οὗτος διθυραμβοποιὸς κοῦφος. φησὶν οὖν, βούλει τῷ Λεωτροφίδῃ τὴν Κεκροπίδα φυλὴν διδάσκειν; ἀπὸ γὰρ ταύτης ἦν ὁ Λεωτροφίδης. τινὲς δὲ, ὅτι κοῦφος καὶ χλωρὸς ἦν, ὡς ἐοικέναι ὀρνίθι, Θεόπομπος δὲ ἐν ταῖς Καπηλίσι Λεωτροφίδης ὁ τρίμετρος ὡς λεοντῖνος εὔχρως τε φάναι καὶ χαρίεις ὥσπερ νεκρός. Ἄλλως. ἐπειδὴ καὶ οὗτος τῶν σφόδρα λεπτῶν. καὶ ὁ Κινησίας δέ. Ἕρμιππος Κέρκωψιν ἀνάπηρά σοι θύουσιν ἤδη βοίδια Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος. θέλεις οὖν καὶ τῷ Λεωτροφίδῃ χορὸν ὀρνέων διδάξαι;
ὄρνιθες τίνες οἵδε: Συκοφάντης τις πενόμενος καὶ εἰς τὴν ἑαυτοῦ πενίαν ᾄδων ἐπειδὴ μηδὲν εἶχεν, ἐκ πρώτων λόγων συκοφαντεῖ τοὺς ὄρνιθας, ὡς ἐναντίως ἐχόντων τὸ σχῆμα τῆς φύσεως τῶν ὀρνέων. εἴη δʼ ἂν εἰς τὸ σχῆμα τοῦ πρεσβυτέρου ἀφορῶν. Ἄλλως. τινὲς παρὰ τὸ Ἀλκαίου «ὄρνιθες τίνες οἵδʼ ὠκεανῶ «γᾶς ἀπὺ περράτων ἦνθον, πανέλοπες ποικιλόδειροι «τανυσίπτεροι,» καὶ παρὰ τὸ Σιμωνίδου «ἄγγελε κλυτὰ ἔαρος ἁδυόδμου κυανέα χελιδοῖ.»
ἀντὶ τοῦ οὐ φαύλως κακόν.
ὀχληρὸς ὤν.
ποικίλα μάλʼ αὖθις: — Τοῦτό φησι — πρὸς τὸ ῥυπαρὸν καὶ ποικίλον τοῦ ἱματίου αὐτοῦ.
οὐκ ὀλίγων χελιδόνων: Ἐπεὶ συνεχῶς χελιδόνας λέγει, τοιοῦτόν τι φησίν· ἔαρος χρῄζει. παλαιὸν γὰρ χιτῶνα ἔχει. μετείληφε δὲ τὸν νοῦν τῆς παροιμίας, μία χελιδὼν ἔαρ οὐ ποιεῖ.
τίς ὁ πτερῶν: Πρὸς τὸ σχῆμα ᾧ χρῶνται συνεχῶς οἱ νεώτεροι συγγραφεῖς. τίς ὁ πτερῶν, ἀντὶ τοῦ τίς πτεροῖ.
πτερῶν πτερῶν δεῖ: Παρὰ τὸ Αἰσχύλου ἐκ Μυρμιδόνων «ὅπλων ὅπλων δεῖ.»
μῶν εὐθὺ Πελλήνης: Ἐπεὶ ἐν Πελλήνῃ ἐν τοῖς Ἡραίοις ἆθλον ἐτίθετο χλαῖνα. χλαῖναι δὲ διαφέρουσαι ἐν Πελλήνῃ γίνονται. οἱ δὲ, ὅτι Ἑρμαῖα ἄγεται ἐν Πελλήνῃ τῆς Ἀχαΐας καὶ τοῦτο ἔπαθλον τίθεται.
κλητήρ εἰμι: Κλητὴρ λέγεται ὁ καλῶν εἰς τὸ δικαστήριον πάντας. σημαίνει δὲ ἡ λέξις καὶ τὸν μάρτυρα. νησιωτικὸς δὲ ὁ τοὺς τὰς νήσους οἰκοῦντας συκοφαντῶν καὶ εἰς δικαστήριον ἄγων.
πραγματοδίφης: Πράγματα ἐρευνῶν καὶ ζητῶν.
περισοβεῖν: Περιίπτασθαι καὶ εἰς δικαστήριον καλούμενος.
ὑπαὶ πτερύγων τί: Ἀντὶ τοῦ μετὰ πτερύγων. Ἡσίοδος τοί γε μὲν οὖν γελόωντες ὑπʼ αὐλητῆρος ἕκαστος. Ἀρχίλοχος «ᾄδων ὑπʼ αὐλητῆρος.» Ἄλλως. ἀντὶ τοῦ σοφώτερόν φησι τὸ μετὰ πτερύγων καλεῖν.
λῃσταί: Οἱ πειραταί. καὶ Ὅμηρος «οἷά τε ληϊστῆρες.»
ἀνθʼ ἕρματος: Ἀντὶ τοῦ λίθου. ἐπεὶ αἱ γέρανοι ἐν τῷ στόματι ψήφους ἔχουσιν. Ἄλλως. πολλάκις γὰρ καὶ στηρίγματος ἕνεκα περιφέρουσι τοὺς λίθους αἱ γέρανοι πρὸς τὸ μὴ παραφέρεσθαι ἀνέμοις.
οὐκ ἐπίσταμαι: Ἀντὶ τοῦ οὐ δύναμαι. εἴρηται δὲ παρὰ τὴν παροιμίαν πεζῆ βαδίζω· νεῖν γὰρ οὐκ ἐπίσταμαι.
ἢ δικορραφεῖν: Κατασκευάζειν δίκας.
ὁ Διιτρέφης: Ἐπεὶ πλούσιος καὶ δυνάμενος ἱπποτροφεῖν οὗτος. εἴρηται δὲ περὶ αὐτοῦ ἀνωτέρω, ὅτι ὁ Διιτρέφης πυτινοπλόκος ὢν γέγονε φύλαρχος καὶ ἵππαρχος. Ἄλλως. ἵππαρχος γὰρ γενόμενος καὶ εὐτυχήσας συνεβούλευε καὶ ἄλλοις ἱππαρχεῖν.
ἄλλος δέ τις.
ἐπεὶ ἁρπακτικά.
κᾆτʼ ἐγκεκληκὼς: Ἔγκλημα κατʼ αὐτῶν γραψάμενος βραδυτῆτος. ἐνθαδὶ δὲ, ἤγουν εἰς τὸ δικαστήριον.
κᾆτʼ αὖ πέτωμαι πάλιν: Ἵνα πάλιν πετασθεὶς ἐν ταῖς νήσοις ταχέως ἄλλους προκαλέσωμαι,
ὅπως ἂν ὠφλήκῃ: Ἀντὶ τοῦ καταδικασθείη, πρὶν φθάσαι ἐν τῇ Ἀττικῇ. τοιοῦτόν τι θέλει λέγειν· ἵνα καλεσάμενός τινα εἰς δίκην, σὺ μὲν ὡς ἂν πετόμενος φθάσῃς πρὸ αὐτοῦ, εἶτα καταδικάσας αὐτὸν ἐξ ἐρήμου, πάλιν ἐπὶ τὰ αὐτοῦ πέτῃ, ἐν ὅσῳ ἐκεῖνος πλέων ἐνθάδε παραγίνεται.
κἄπειθʼ ὁ μὲν πλεῖ: Ἵνα, φησὶν, ἐκεῖσε ὢν, ὑπεύθυνος καὶ ἑτέρας δίκης ὁ ξένος γένηται ὑπὸ τοῦ βράδους, σοῦ φθάσαντος αὐτὸν ἐνθάδε.
βέμβικος οὐδὲν διαφέρειν: Εὔστροφον καὶ εὐκίνητον δεῖ εἶναι. ὁ δὲ βέμβιξ ἐργαλεῖόν ἐστιν, ὃ μάστιγι στρέφουσιν οἱ παῖδες. ἢ παίγνιον τῶν παίδων ὡς τροχὸς, ὃς μάστιγι δερόμενος στρέφεται.
Κορκυραῖα: Λέγεταί τις Κορκυραία μάστιξ. συνεχῶς δὲ παρὰ Κορκυραίοις ἀταξίαι γίνονται. διὰ τὸ στασιάζειν οὖν ἐπεπόλασε παρʼ αὐτοῖς ἡ μάστιξ, ὥστε διπλαῖς χρῆσθαι μεγάλαις καὶ ἐλεφαντοκώποις. Ἄλλως. λέγεταί τις Κορκυραία μάστιξ. Φρύνιχος Σατύροις «Κορκυραῖαι δʼ οὐδὲν ἐπιβάλλουσι μάστιγες.» ὥστε καὶ εἰς παροιμίαν ἤδη ἐλθεῖν. Ἀριστοτέλης δὲ τὸ Κερκυραία μάστιξ λέγων φησὶν οὕτως· «διὸ καὶ τὰς «κώπας αὐτῶν ἐλεφαντίνας ἐποιήσαντο καὶ τῷ μεγέ- «θει περιττάς. ὅθεν ἡ Κορκυραία ἐπεπόλασε μάστιξ, «καὶ εἰς παροιμίαν ἦλθε.» ταῦτα δὲ λέγων τύπτει αὐτόν. —ἢ ὅτι οἱ Κορκυραῖοι χαλεπῶς τύπτουσιν. εἰπὼν δὲ τοῦτο τύπτει αὐτόν.
πτερὼ μὲν οὖν: — Δυϊκῶς. — ἀντὶ τοῦ πτερὰ τὼ μάστιγε παρέλαβεν. ἴσως δὲ διπλῆ ἦν.
ἀντὶ τοῦ στρέφεσθαι.
οὐκ ἀπολιβάξεις: Συντόνως ἀναχωρήσεις. λιβὰς ἡ σταγών· ἧς οὐδὲν ταχύτερον ἐν τῷ πίπτειν. ἢ οὐκ ἐς κόρακας καὶ Λιβύην ἀποφθερεῖ.
στρεψοδικοπανουργίαν: Διχῶς, στρουθοδικοπανουργίαν. ἀναχωρήσαντος δὲ αὐτοῦ τοῦτό φησι. συνέθηκε δὲ τὴν λέξιν παρὰ τὸ στρεβλὸν ἦθος καὶ συκοφαντικὸν αὐτοῦ καὶ τὴν δίκην καὶ τὴν πανουργίαν.
πολλὰ δὴ καὶ καινὰ: Ἡ στροφὴ αὕτη κώλων ἐστὶ τροχαϊκῶν καὶ ἰαμβικῶν ιβʹ, καὶ ἡ ἀντιστροφὴ τοσούτων. καὶ ἰαμβικὰ μὲν δίμετρα τὰ ϛʹ, ιβʹ. τὰ δʼ ἄλλα τροχαϊκὰ, τῇ μὲν δίμετρα, τῇ δʼ Εὐριπίδεια. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς.
ἀντὶ τοῦ ἔπτημεν εἰς πολλὰ, καὶ παράδοξα εἴδομεν καὶ θαυμάσια. βούλεται δὲ κωμῳδῆσαί τινας.
ἔστι γὰρ δένδρον πεφυκὸς: Δένδρῳ αὐτὸν ἀπεικάζει ἢ ὡς μέγαν ἢ ὡς ἀναίσθητον καὶ ξύλινον, ὡς ὁ ποιητὴςἀλλʼ ὥστε στήλην ἢ δένδρεον ὑψιπέτηλον. ἔπαιξε δὲ ὡς ἐπὶ ὀρνίθων νεμομένων περὶ τὰ δένδρα. εἶτα διηγούμενος ποῖον εἶδεν ἔκτοπον δένδρον, ἐπάγει τὸν Κλεώνυμον. καρδίας δὲ ἀπωτέρω, ὡς ἄν τις εἴποι, μικρὸν ἀπωτέρω πόλεως. ἅμα δὲ καὶ εἰς τὸ ἀκάρδιον καὶ ἀνόητον αὐτοῦ.
καρδίας ἀπωτέρω: Διὰ τὸ μακρὸν εἶναι καὶ δειλόν. ἅμα δὲ Καρδία ἐστὶν ὄνομα πόλεως. μιμεῖται οὖν τοποθεσίαν. ἢ καὶ ὡς ξένον αὐτὸν κωμῳδεῖ. Καρδία γὰρ πόλις Θρᾴκης, ἧς οἱ πολῖται Καρδιανοί. Ἄλλως. ἐν μὲν τῇ εἰρήνῃ μέγας καὶ λαμπρὸς, ἐν δὲ τῷ πολέμῳ ῥίψασπις. διὸ καὶ καρδίας αὐτὸν εἶπεν ἀπωτέρω, τουτέστιν καρδίαν οὐκ ἔχοντα.
τοῦτο μὲν ἦρος: Τῷ γὰρ Μουνυχιῶνι μηνὶ τοῦ ἔαρος δικάζονται αἱ πρὸς τοὺς ξένους δίκαι.
τοῦτο δὲ χειμῶνος: Ὅτι ἔν τισι τὰ δύο κῶλα ἕν ἐστι, λέγω ἀπὸ «τοῦτο δὲ χειμῶνος» ἕως τοῦ, φυλλορροεῖ. ἐπειδὴ ῥίψασπις ὁ Κλεώνυμος. ἔπαιξε δὲ πάλιν, ἐπεὶ τὰ δένδρα φυλλορροοῦσιν.
ἔνθα τοῖς ἥρωσι: Διὰ τὸ ὄνομά φησιν αὐτὸν τοῖς ἥρωσι συνδιάγειν.
ξύνεισι πλὴν τῆς ἑσπέρας: Ἀντὶ τοῦ, τῇ σκοτίᾳ. πέπαικται δὲ ἀπὸ τοῦ Σκυθῶν ἐρημία. χαριέντως δὲ τοῦτο, ὅτι σκότους ὄντος Ὀρέστης ὁ Τιμοκράτους λωποδυτεῖ τοὺς προστυγχάνοντας. τὰς νύκτας γὰρ μόνας ἐλῄστευεν Ὀρέστης.
ἐντυγχάνειν αὐτόν.
εἰ γὰρ ἐντύχοι τις ἥρωϊ: Ἥρωα αὐτόν φησι διὰ τὴν ὁμωνυμίαν τὴν πρὸς τὸν Ἀγαμέμνονος υἱὸν Ὀρέστην. οἱ ἥρωες δὲ δυσόργητοι καὶ χαλεποὶ τοῖς ἐμπελάζουσι γίνονται, καθάπερ Μένανδρος ἐν Συνεφήβοις. … ὅτι ἀγαθὸν γάμον χειμῶνος ὁ θεὸς δίδωσιν, οὐδʼ ἥρωσιν εἰς τοῦτο δύναμιν, ἀλλʼ ἀποπλήκτους μὲν ποιεῖν δύνανται, τὸ δὲ ὠφελὲς οὐ κέκτηνται. διό μοι δοκοῦσι καὶ οἱ τὰ ἡρῷα παριόντες σιγὴν ἔχειν, ὡς Μυρτίλος ἐν Τιτανόπασί φησίν. ὁ δὲ Ὀρέστης λωποδύτης.
πάντα τὰ ʼπιδέξια: Ὀφθαλμοὺς καὶ κεφαλήν. οἷον τὰ δεξιὰ τῆς ὄψεως. ἐπλήττοντο γὰρ οἱ συντυγχάνοντες αὐτῷ. ἅμα δὲ, ἐπεὶ οἱ ἐντυγχάνοντες νυκτὸς ἥρωσι διέστρεφον τὰς ὄψεις.
οἴμοι τάλας: Κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι νηʹ. τὸ μέντοι ιϛʹ κῶλόν ἐστιν ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς. ὁ Προμηθεὺς ἀπαγγέλλει αὐτῷ τινὰ συγκεκαλυμμένος. ὅπως μή μʼ ὄψεται: Ἤγουν δέδοικα.
πηνίκʼ ἔστιν ἄρα: Ἀντὶ τοῦ, ποία ὥρα ἐστὶ τῆς ἡμέρας. τοῦτο δὲ εἶπεν, ἐπεὶ ὥρας ἐξήταζον, οὐ καιρούς.
ἢ περαιτέρω: Πλείω ἔμπροσθεν μετὰ τὸ τέλος ἄλλο. ἢ νύξ.
ἀπαιθριάζει: Ἀντὶ τοῦ σκορπίζει, εὐδίαν ἄγει. συννεφεῖ δὲ ἀντὶ τοῦ συνάγει τὰ νέφη. οὐχ ὁρᾷ γὰρ ὁ Ζεὺς αὐτὸν νεφῶν ὄντων.
οὕτω μὲν ἐκκαλύψομαι: Κεκαλυμμένος ὢν ἐκκεκάλυπται, καὶ ὁρᾷ αὐτὸν ὁ πρεσβύτης. ἔπαιξε δὲ, ὡς γὰρ ἐκείνου εἰρηκότος ὅτι ξυννεφεῖ τὰς νεφέλας, καὶ οὐκ ὄψεταί σε, φησὶν ἐκκεκαλύψομαι. ἢ ὡς ἐν κωμῳδίᾳ, ὡς καλόν τι ἀκούσας τὸ οἴμωζε, ἀποκαλύπτεται φανερὸν αὐτὸν δεικνύς.
ὦ φίλε Προμηθεῦ: Γνωρίζει αὐτὸν ἀποκαλυφθέντα.
ἀπὸ γὰρ ὀλέσεις: Μέλλεις διαφθερεῖν. ὁ Ζεὺς δηλονότι.
τουτὶ λαβών μου τὸ σκιάδειον: Κατασκεύασμά τι τὸ σκιάδιον, ὅπερ ἔχουσιν αἱ κανηφόροι ἀπιοῦσαι εἰς τὰ Ἐλευσίνια ὑπὲρ τοῦ μὴ καίεσθαι ὑπὸ τοῦ ἡλίου. δίδωσι δὲ αὐτῷ τοῦτο, ἵνα καλύψῃ αὐτὸν καὶ μὴ ὁραθῇ ὑπὸ τοῦ Διός. —ἐν τοῖς Ἀτταλίοις εὗρον σκιάδιον καὶ ἐν τῷ παλαιῷ τῷ ἐμῷ. ὑπέρεχε ἀντὶ τοῦ κάλυπτε.
ἀντὶ τοῦ καλύπτου τὸ σκιάδειον.
πηνίκʼ ἄττʼ ἀπώλετο: Ὅτι οὐκ Ἀττικὸν τὸ πηνίκʼ ἄττʼ ἀπώλετο, οὐδὲ ἀρχαϊκὸν, οὐδὲ ἀκριβές. ἔστι δὲ ἀντὶ τοῦ, πότε δῆτα. παρέλκει γὰρ τὸ ἄττα νῦν. ἀλόγως γὰρ κεῖται. οὔτε γὰρ τὸ τινά σημαίνει οὔτε τὸ ἅτινα. οὐδενὶ γὰρ τούτων ἁρμόζει τὸ πηνίκα.
θυηλῶν: Θυσίων.
πεινῶντες ὥσπερ Ἰλλυριοὶ: Δίδυμος· ὥσπερ βάρβαροι. ἀνέπλασε δέ τι γένος θεῶν βαρβάρων Τριβαλλῶν ἀνώτατον, οἷον ὥσπερ ἐπὶ τῶν ἀνθρώπων βάρβαρα ἔθνη πορρωτάτω καθεστήκασι. περὶ δὲ Θρᾴκην εἰσὶν οἱ Ἰλλυριοί. τινὲς δὲ Περσίδος φασὶν αὐτούς. οἳ γεωργεῖν μὲν οὐκ ἔχουσι γῆν, λῃστεύοντες δὲ τρέφονται. τὸ δὲ κεκριγότες μίμησίς ἐστιν οὐκ εἰς τὸν ἦχον, ἀλλʼ εἰς τὴν ἀσάφειαν τῶν βαρβαρικῶν διαλέκτων. κεκριγότες: Οἷον, ποιὰν φωνὴν ἀποτελοῦντες ἀπὸ λιμοῦ οἱ Τριβαλλοὶ θεοί. ἢ τὸ κεκριγότες εἰς τὴν ἀσάφειαν τῆς φωνῆς αὐτῶν. κρίγη γὰρ ὁ τῶν ἀποθνησκόντων τρισμὸς τοῖς ὀδοῦσι γινόμενος. ἀνωτέρω δέ φησιν αὐτοὺς οἰκεῖν, ὡς τῶν Ἑλλήνων ἀνωτέρω οἰκοῦσι καὶ πορρωτέρω οἱ βάρβαροι.
ἐπιστρατεύσειν φασὶν: Ἔφασαν, φησὶν, οἱ Τριβαλλοὶ πολεμεῖν πρὸς τὸν Δία, ἵνα παρέξῃ αὐτοῖς τὴν δίοδον τῶν ἐμπορίων. παίζει δὲ εἰς τὸν νομιζόμενον τετειχίσθαι ἀέρα μεταξὺ, ὡς ἐκείνων ἀποκεκλεισμένων.
ὅθεν ὁ πατρῷος: Ὅτι κατʼ ἔλλειψίν ἐστι τοῦ Ἀπόλλωνος. δέον γὰρ εἰπεῖν ὁ πατρῷος Ἀπόλλων ἢ ἄλλος τις τῶν θεῶν. πατρῷον δὲ τιμῶσιν Ἀπόλλωνα Ἀθηναῖοι, ἐπεὶ Ἴων, ὁ πολέμαρχος Ἀθηναίων, ἐξ Ἀπόλλωνος καὶ Κρεούσης τῆς Ξούθου ἐγένετο. —ὅτι βάρβαρος Ἐξηκεστίδης προείρηται.
τοὐπιτριβείης: Παρὰ τὸ Τριβαλλός φησι παίζων γεγονέναι τὸ ἐπὶ ὕβρει ἐπιτριβείης.
καὶ τὴν Βασιλείαν σοι γυναῖκʼ ἔχειν: Σωματοποιεῖ τὴν Βασιλείαν αὐτὸ τὸ πρᾶγμα ὡς γυναῖκα. Εὐφρόνιος, ὅτι Διὸς θυγάτηρ ἡ Βασιλεία. καὶ δοκεῖ τὸ κατὰ τὴν ἀθανασίαν αὐτῇ οἰκονομεῖν, ἢν ἔχει καὶ παρὰ Βακχυλίδῃ ἡ Ἀθηνᾶ τῷ Τυδεῖ δώσουσα τὴν ἀθανασίαν. ἔστι δὲ καὶ παρὰ Κρατίνῳ ἡ Βασιλεία. ἔνιοι δὲ αὐτὴν ἀθανασίαν καλοῦσι.
τὴν λοιδορίαν: Ὡς καὶ τοῦτο ἓν τῶν πολλῶν. εἰς αὔξησιν δὲ τῆς κωμῳδίας τοῦτό φησι. τὸν κωλακρέτην: Τὸν ταμίαν τῶν πολιτικῶν χρημάτων. Ἀριστοφάνης ὁ γραμματικὸς τούτους ταμίας εἶναί φησι τοῦ δικαστικοῦ μισθοῦ. οὐ μόνον δὲ τούτοι τὴν ἐπιμέλειαν ἐποιοῦντο, ὥς φησιν, ἀλλὰ καὶ τὰ εἰς θεοὺς ἀναλισκόμενα διὰ τούτων ἀνηλίσκετο, ὡς Ἀνδροτίων γράφει οὕτως «τοῖς δὲ ἰοῦσι Πυθῶδε θεωροῖς τοὺς «κωλακρέτας διδόναι ἐκ τῶν ναυκληρικῶν ἐφόδιον ἀρ- «γύρια, καὶ εἰς ἄλλο ὅ τι ἂν δέῃ ἀναλῶσαι. ταμίαι δὲ «ἦσαν, καὶ προεστῶτες τῆς δημοσίας σιτήσεως.» τὰ τριώβολα: Μίγνυσ. καὶ ἐκ τῶν ὄντων παρὰ τοῖς Ἀττικοῖς. οὐχ εἱστήκει δὲ αὐτοῖς τὸ τριώβολον. πολλαχοῦ γὰρ καὶ δύο ὀβολοὺς εἰλήφασιν. —τὰ τριώβολα, ἅπερ ἐλάμβανον οἱ κριταὶ οἱ ἐν ἡλιαίᾳ κρίνοντες εἰς μισθόν.
ἀπανθρακίζομεν: Ἀντὶ τοῦ, ἄνθρακας ἐσθίομεν. ἔστι δὲ εἶδος ἰχθύος λεπτὸν, ὅπερ ὀπτῶντες ἐσθίουσιν. Ἄλλως. ὀπτὰς ἐσθίομεν. ἢ ἄνθρακας ζωπυροῦμεν. ὡς ἐν κωμῳδίᾳ δὲ τοῦ εὐτελεστέρου ἐμνήσθη, ἐπὶ ἄλλων μέγιστα ἰσχύοντος τοῦ πυρός.
θεομισὴς ἔφυς: Ὁ μέν φησι τῷ Προμηθεῖ ἴσον τι τῷ ὑπὸ θεῶν μισούμενος, διὸ καὶ ὀξυτόνως ἀναγνωστέον, ὁ δὲ τὸ ἕτερον δέχεται μισῶν θεοὺς, ὡς ὁ Τίμων ἀνθρώπους.
δοκῶ κανηφόρῳ: Ταῖς γὰρ κανηφόροις σκιάδειον καὶ δίφρον ἀκολουθεῖ τις ἔχουσα. Ἑρμίππου Θεῶν «ὥσπερ αἱ κανηφόροι λευκοῖσιν ἀλφίτοισιν ἐν- «τετριμμένοις. ἐγὼ δʼ ἐνέκαψα λανθάνων τὴν διφρο- «φόρον.» Νικοφῶντος Ἐγχειρογαστόρων «γεννα … «αὐτὸς ὀλίγον ἄναγε ἀπὸ τῆς διφροφόρου. χρηστὸς εἶ «καὶ κόσμιος.»
καὶ τὸν δίφρον γε διφροφόρει: Ἐπειδὴ εἶπεν, ἵνα δόξω ἀκολουθεῖν κανηφόρῳ, λέγει παίζων, καὶ δίφρον βάσταζε.
πρὸς δὲ τοῖσι Σκιάποσιν: Ἡ παροῦσα στροφὴ κώλων ἐστὶ τροχαϊκῶν ἐπιμεμιγμένων χορείοις καὶ σπονδείοις ϛʹ. καὶ ἡ ἀντιστροφὴ τοιούτων. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δʼ ἀντιστροφῆς κορωνίς. ταῦτα ἐξήγησίς ἐστι τῶν ἀνωτέρω. γένος δέ ἐστι περὶ τὸν δυτικὸν ὠκεανὸν πρὸς τῇ κεκαυμένῃ ζώνῃ. ὡς ἀψύχους δὲ διασύρει τοὺς φιλοσόφους καὶ ὡς ἐπὶ σκιᾶς βαδίζοντας. Ἄλλως. τούτους ἔχειν βήματα φασὶ τοῦ παντὸς σώματος μείζονα· διὰ δὲ τὸ μὴ ἔχειν οἴκους, ἀλλʼ ὑπὸ τοῦ καύματος ἀναλίσκεσθαι, τετραποδηδὸν βαδίζοντας ἀνορθοῦν τὸν ἕτερον τῶν ποδῶν, καὶ κατασκιάζειν τὸ λοιπὸν σῶμα. τοῦτο γὰρ αὐτοῖς ἐχαρίσατο ἡ φύσις, ἴσης οὔσης τῆς γῆς αὐτῶν καὶ τραχείας καὶ κατάδυσιν μὴ ἐχούσης εἰς ἀποφυγὴν τοῦ καύματος.
ψυχαγωγεῖ Σωκράτης: Ἐπειδὴ λιτοὶ οἱ φιλόσοφοί εἰσι καὶ ἄτροφοι, διὰ τοῦτο τοὺς Σκιάποδας παρέλαβεν. μυθευόμενον δέ τι καὶ τοῦτο τὸ γένος ἐστίν. ἄλουτον δὲ εἶπε τὴν λίμνην, καθὸ ἀλουτοῦντες καὶ ῥυποφοροῦντες ἐφιλοσόφουν οἱ περὶ τὸν Σωκράτην.
ἔνθα καὶ Πείσανδρος: Οὗτος δειλὸς ἦν. ἦλθεν οὖν ψυχὴν ἰδεῖν θέλων, ἐπεὶ οὐκ εἶχεν, ὡς Εὔπολις ἐν Ἀστρατεύτοις «Πείσανδρος εἰς Πακτωλὸν ἐστρατεύετο, «κἀνταῦθα τῆς στρατιᾶς κάκιστος ἦν ἀνήρ.» ἁπανταχοῦ δὲ ἦν δειλός. ἦν δὲ καὶ τὸ σῶμα εὐεκτὴς, ὡς Ἕρμιππος ἐν Ἀρτοπώλισιν «ἐνέβαινε σιγῇ Πείσανδρος μέγας «αὐτὸς ὥσπερ Διονυσίοισιν οὑπὶ τῶν ξύλων, ἐλαίας ἔρει- «σιν ὄνον κανθήλιον.» καὶ δωροδοκῆσαί φησιν αὐτὸν Ἀριστοφάνης Βαβυλωνίοις διὰ τούτων «ἢ δῶρʼ αἰτοῦν- «τες ἀρχὴν πολέμου πορίσειεν μετὰ Πεισάνδρου.» δύο δέ εἰσι Πείσανδροι, καθάπερ Εὔπολις ἐν Μαρικᾷ φησιν ἄκουε νῦν Πείσανδρος ὡς ἀπόλλυται. ὁ στρεβλός; οὒκ ἀλλʼ ὁ μέγας οὑνοκίνδιος. καὶ Πλάτων ἐν Πεισάνδρῳ περὶ ἀμφοτέρων λέγει.
σφάγιʼ ἔχων: — Ταῦτά φησιν — ὡς ἐπὶ τῶν ἀνακαλουμένων τὰς ψυχὰς ἐξ ᾍδου. κάμηλον ἀμνόν τινʼ: Ἔπαιξεν εἰς τὸ Ὀνοκίνδιον αὐτοῦ εἰπὼν ἀμνὸν καμήλου· ἔστι γὰρ παμμεγέθης· δέον εἰπεῖν ἢ ἀρνειοῦ ἢ ἄλλου τινός.
κᾆτʼ ἀνῆλθʼ αὐτῷ: Ἐκ τῶν χθονίων ἀνῆλθεν. ὡς αὐτοκλήτως δὲ παραβάλλοντα αὑτὸν εἰς τὰ δεῖπνα διαβάλλει.
πρὸς τὸ λαῖμα τῆς καμήλου: Εὐφρόνιος, τὸν λαιμόν. καὶ γὰρ προείρηκεν ἧς λαιμοὺς τεμών. οἱ δὲ, ὅτι τὸ αἷμα. παραπεποίηκε δὲ παρὰ τὸ λαιμόν. ἔστι καὶ παρὰ Μενάνδρῳ ἐν Δαρδάνῳ καὶ λαῖμα βακχεύει λαβὼν τὰ χρήματα. γράφεται δὲ καὶ δέρμα. εἴρηται δὲ ἐκείνοις οὐδὲν σαφὲς, τοῖς γράφουσι δέρμα. οἱ δὲ ὅρμημα τὸ λαῖμα. ἔτι μέντοι τῶν περὶ τὴν Ἀσίαν τινὲς ἐπὶ τῶν ἀναιδῶν καὶ εὐτόλμων οὕτω λέγουσιν. ὅπερ συμφωνότερόν ἐστι τῷ παρὰ Μενάνδρῳ.
Χαιρεφῶν ἡ νυκτερίς: Ἐπεὶ οὔτε νυκτερὶς ἡμέρας οὔτε οἱ φιλόσοφοι φαίνονται. καταδεδυκότες γὰρ φιλοσοφοῦσι.
τὸ μὲν πόλισμα: Κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρκαʹ. ὧν τελευταῖος ἀλλὰ γαμικὴν χλαμίδα δότω τις δεῦρό μοι. μετὰ δὲ τὸν ϟδʹ στίχον κῶλά ἐστιν ἀντισπαστικὰ ϛʹ, ἐπιμεμιγμένα διιάμβοις, δισπονδείοις καὶ ἐπιτρίτοις, ἑφθημιμερῆ, πλὴν τοῦ πρώτου. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. ἐπὶ δὲ τῷ τέλει κορωνίς. πρέσβεις παρὰ τῶν θεῶν Ποσειδῶν καὶ Ἡρακλῆς καὶ εἷς ἐκ τῶν βαρβάρων θεῶν ἦλθον.
οὗτος τί δρᾷς: Τοῦτο λέγει τῷ βαρβάρῳ τῷ συμπαρόντι αὐτῷ εἰς τὴν πρεσβείαν ὁ Ποσειδῶν, ὡς οὐκ ἐπιτηδείως περιστελλομένῳ τὴν ἐσθῆτα, ἀλλʼ ἐπʼ ἀριστερὰ περιβαλλομένῳ, ὥσπερ οἱ Θρᾷκες.
Λαισποδίας εἶ τὴν φύσιν: Ὅτι τὴν κνήμην εἶχε σαθρὰν ὁ Λαισποδίας καὶ μέχρι τῶν κάτω περιεβάλλετο. καὶ οἱ βάρβαροι δὲ τὰ σκέλη περιβέβληνται. Λαισποδίας δὲ καὶ Δαμασίας ὡς κακόκνημοι διαβάλλονται. μνημονεύει δὲ αὐτῶν καὶ Εὔπολις ἐν Δήμοις ταδὶ δὲ τὰ δένδρα Λαισποδίας καὶ Δαμασίας αὐταῖσι ταῖς κνήμαισιν ἀκολουθοῦσί μοι. τοῦτον δὲ τὸν Λαισποδίαν καὶ στρατηγῆσαί φησι Θουκυδίδης ἐν ηʹ. μέμνηται δὲ αὐτοῦ Φρύνιχος ἐν Κωμασταῖς, ὡς πολεμικοῦ γεγονότος. Φιλύλλιος δὲ ἐν ταῖς Πλυντρίαις ὡς φιλοδίκου. εἶχε δὲ καὶ περὶ τὰς κνήμας αἰτίας τινὰς, ὥς φησι Στράττις ἐν Κινησίᾳ. διὸ καὶ κατὰ σκελῶν ἐφόρει τὸ ἱμάτιον, ὡς Θεόπομπος ἐν Παισί. Δημήτριον δὲ πάντες τὸν Ἰξίονα λέγουσιν ἐν ταῖς Ἀττικαῖς λέξεσιν ὡς γλῶσσαν ἐξηγεῖσθαι, ὅτι λαισποδίας ἐστὶν ὁ ἀκρατὴς περὶ τὰ ἀφροδίσια, ὥστε καὶ κτήνη σποδεῖν.
ὦ δημοκρατία: Ἔμιξεν ὡς ἐπὶ Ἀθηναίων. ἐπεὶ ἰσοτιμίας οὔσης συμβαίνει δημώδεις ἅμα τοῖς ἀξιοπίστοις ἀποστέλλεσθαι, ὥσπερ καὶ νῦν ὁ βάρβαρος εἰς μηδὲν χρήσιμον σὺν Ποσειδῶνι καὶ Ἡρακλεῖ ἀπεστάλη. φησὶν οὖν, προάγεις ἡμᾶς ὦ δημοκρατία, ὅτι τοῦτον ἐχειροτόνησαν οἱ θεοί. —προβιβᾷς: Προάγεις.
ταῦτα θαυμάζων λέγει, ἐπειδὴ γέρων ἦν ὁ Πεισθέταιρος.
ᾑρήμεσθα: Ἐχειροτονήθημεν.
διπλασίως: Τοσοῦτον οὐ φροντίζω διαλλαγῶν.
ἐπικνῶ: Ἀντὶ τοῦ ἐπίβαλλε. —ἐπίτριβε. σίλφιον: Εἶδος βοτάνης ἡδυόσμου, καὶ μάλιστα τὸ Κυρηναϊκόν. τὸ δὲ ὅλον πρόσκνισμα τοῦ Ἡρακλέους ποιῶν ὁ Πεισθέταιρος, δοκεῖ πρὸς μάγειρον οἰκεῖον διαλέγεσθαι ἐπὶ τῷ εὐτρεπίσαι δεῖπνον.
ἐπανιστάμενοι: Ἐπανάστασιν ποιησάμενοι ὡς ἀγρίων ὀρνίθων ἐπιθεμένων τυραννίδι καὶ εἰς βορὰν παραδεδομένων. αὐτοῖσι δὲ, ἤγουν τοῖς κρέασιν.
ἔλαιον οὐκ ἔνεστιν: Ἀντὶ τοῦ, οὐκ ἐλεοῦμεν, οὐ πειθόμεθα.
λιπαρά γʼ εἶναι πρέπει: Δοκεῖ, ἔοικε. τοῦτο δὲ ὁ Ἡρακλῆς λέγει ἔξωθεν τοῦ λόγου οἰκείως τῇ γαστριμαργίᾳ.
ἡμεῖς τε γὰρ: Λοιπὸν εἰσηγεῖται ὁ Ποσειδῶν ὡς οὐκ ἀγαθόν ἐστι τὸ πολεμεῖν.
ἐν τοῖς τέλμασιν: Ἀντὶ τοῦ, ἐν τοῖς φρέασι. κυρίως δὲ τὸ πηλῶδες καὶ μὴ ἔχον ὕδωρ.
ἀλκυονίδας: Ἀντὶ τοῦ, εὔδιον ὅλον τὸν χειμῶνα. οὐχ ὡς νῦν ἑπτὰ τοῦ χειμῶνός εἰσιν, ὥς φασί τινες, αἱ ἀλκυονίδες.
αὐτοκράτορες: Τούτων τῶν δογμάτων κρατοῦντες.
νῦν τʼ ἐθέλομεν εἰ δοκεῖ: Μιμεῖται τοὺς Ἀθηναίους οἷα πρὸς τοὺς βασιλεῖς λέγουσι. τὸ δὲ ἑξῆς οὕτω· νῦν ἐθέλομεν, εἰ δοκεῖ, σπονδὰς ποιεῖσθαι.
ἐάν τι δίκαιον: Εἰ ὅλως καὶ νῦν ἐπιγνώσεσθε τὸ δίκαιον.
εἰς τοὐπίσω.
ἐμοὶ μὲν ἀπόχρη ταῦτα: Ἐπαρκεῖ καὶ καλῶς ἔχει τὰ σκῆπτρα λαβεῖν ὑμᾶς. τοῦτο δὲ ὁ Ἡρακλῆς λέγει πεπεισμένος διὰ τὸ ἄριστον. ἀπόχρη: Ἀρεστὰ φαίνονται.
τί ὦ κακόδαιμον: Ἐπιπλήττει αὐτῷ ὁ Ποσειδῶν, ὡς διὰ τὴν γαστριμαργίαν προδιδόντα τὸν Δία.
κάτω: Κάτω τοῦ οὐρανοῦ ὑμᾶς ὄντας, καὶ λέγει πῶς.
οἱ βροτοὶ δηλονότι. λανθάνοντες.
ἐπιορκοῦσιν: Ψευδῶς ὀμνύουσιν ὑμᾶς.
τὸν κόρακα καὶ τὸν Δία: Ἀντὶ τοῦ τοὺς ὄρνιθας καὶ τοὺς θεούς. ἀφʼ ἑνὸς γὰρ τοὺς πάντας δηλοῖ.
θένων: Τύπτων.
νὴ τὸν Ποσειδῶ: Τοῦτο ὁ Ποσειδῶν λέγει μηδέπω ἐμφανίσας ἑαυτὸν, καὶ γελοίως καθʼ ἑαυτοῦ ὄμνυσι.
ναβαισατρεῦ: Βαρβαρίζων συγκατατίθεται ὁ βάρβαρος θεός. αἱ γὰρ ἄσημοι φωναὶ ἀντὶ συγκαταθέσεως.
εὐξάμενος: Ὑποσχεθείς. διασοφίζηται: Ἐξαπατᾷ.
μενετοὶ θεοὶ: Ἀνεξίκακοι καὶ οὐκ εὐθέως τιμωρούμενοι. Ἄλλως. παροιμία αὕτη μενετοὶ θεοὶ, οὐκ ἀπατηλοί. οἷον ἐπίμονοι καὶ βέβαιοι, οὐκ εὐεξαπάτητοι. μισητίαν δὲ οἱ μὲν περὶ Ἀριστοφάνη τὴν εἰς τὰ ἀφροδίσια ἀκρασίαν. καὶ τὸ «περὶ σφυρὸν παχεῖα μισητὴ γυνή» οὕτως ἐξηγοῦνται. μήποτε μέντοι γενικώτερόν ἐστιν ἀπληστία, ὃ καὶ νῦν ἐμφαίνεται.
λούμενος: Ἀντὶ τοῦ λουόμενος.
καταπτάμενος ἴκτινος κ. τ. λ.: Ἵνα καὶ ἁρπάσῃ ἴκτινος ἱμάτιον.
ἀνοίσει: Ἀνάξει.
ὁ Τριβαλλός: Ἀντὶ τοῦ, ὦ Τριβαλλέ. κατʼ ἐρώτησιν δὲ ὁ λόγος. δέον δὲ εἰπεῖν, δοκεῖ σοι συνθέσθαι. Ἄλλως. ὁ Τριβαλλός. ἔοικε τοῦ Ποσειδῶνος εἶναι τοῦτο. πιθανῶς δέ· εἰώθασι γὰρ τοῖς βαρβάροις διαλεγόμενοι τῷ σχήματι ἐσπουδασμένως λοιδορεῖν ἢ καταρᾶσθαι.
ἐγχωρῶ ἔχειν ὡς ἔχει. Ἄλλως. οὐ τῆς γυναικὸς αὐτοῦ ἐροῦμεν.
ὀλίγον μοι μέλει: Ἀντὶ τοῦ, οὐ φροντίζω Ὅμηρος «ἢ ὀλίγον οἱ παῖδα.»
τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ: Τὸν ζωμὸν διὰ μέλιτος ποίει. πάλιν δὲ ἐρεθίζει τὸν Ἡρακλέα.
ἀνθρώπων Πόσειδον: Παίζει, δέον εἰπεῖν τῶν θεῶν. περὶ δὲ γυναικὸς μιᾶς, ἤγουν τῆς Βασιλείας.
ὦ ʼζύρʼ: Ἄθλιε.
περισοφίζεται: Ἐξαπατᾷ.
δεῦρʼ ὡς ἔμʼ ἀποχώρησον: Ὅτι ὅμοιον τῷ τόπῳ ἐκείνῳ δεῦρʼ ἐλθὲ, σὺν σοὶ τἄλλα βούλομαι φράσαι.
διαβάλλεταί σʼ ὁ θεῖος: Ὅτι τῷ διαβάλλεται χρῶνται ἐπὶ τοῦ ἐξαπατᾶν, ὡς καὶ Ἄρχιππος ἐν Πλούτῳ ἔστιν δέ μοι καλῶς πρόφασις εὑρημένη· τὸν γὰρ γέροντα διαβαλοῦμαι τήμερον. παρόμοιον δὲ καὶ τὸ Ὁμηρικὸν «παραβλήδην ἀγορεύων.» καὶ παρʼ Ἀλκαίῳ «παραβάλλεταί σε.»
ἀκαρῆ: Μικρὸν, ὀλίγον. μέτεστι: Μετουσία ὑπάρχει.
ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν: Εἰ μὴ ἦν γνησιωτέρα. ἐπίκληρος δέ ἐστιν ἡ μὴ ἔχουσα ἀδελφοὺς ἑτέρους συγκληρονόμους, ἀλλὰ μονοκληρονόμος οὖσα. νόμος ἦν Ἀθηναίοις, γνησίας μὲν οὔσης θυγατρὸς, νόθου δὲ υἱοῦ, μὴ κληρονομεῖν τὸν νόθον τὰ πατρῷα. καὶ νῦν οὖν, φησὶν, εἰ μὴ σὺ νόθος ἦς, οὐκ ἂν ἦν Ἀθηνᾶ ἐπίκληρος. παίζει δέ. τοὐναντίον γὰρ, υἱῶν ὄντων γνησίων, οὐκ ἂν εἴη θυγάτηρ ἐπίκληρος. εἰσὶ δὲ καὶ τῷ Διὶ γνήσιοι υἱοὶ, Ἄρης καὶ Ἥφαιστος. ἀλλὰ ἐπαίνῳ τῆς Ἀθηνᾶς καὶ τῆς πόλεως τοῦτό φησιν, οὐ προσποιούμενος περὶ τῶν γνησίων.
οὖσαν: Καὶ ταῦτα. γνησίων: Παίζει, δέον εἰπεῖν νόθων.
νόθῳ ʼξαποθνήσκων: Γράφεται νοθεῖα ὡς πρεσβεῖα. εἰ τὰ μὲν χρήματα ἐμοὶ, φησὶν, ὡς νόθῳ καταλείψει, τὴν δὲ ἀρχὴν τοῖς γνησίοις. νόμος ἦν Ἀττικὸς, τοῖς νόθοις μέχρι πέντε μνῶν καταλιμπάνειν. ἢν οὖν ἐμοὶ μὲν τὰ χρήματα ἐάσῃ, ἐκείνοις δὲ τὴν ἀρχήν. προπερισπωμένως δὲ ἀναγνωστέον τὸ νοθεῖα. τὸ ἀργύριον γὰρ τοῖς νόθοις διὰ χειρὸς ἐδίδουν, ἐπειδὴ οὐκ ἐξῆν αὐτοῖς συγκληρονομεῖν.
ἐπαίρει: Συνεπείθη.
ἀγχιστείαν: Μετουσίαν τῆς οὐσίας. δοκεῖ δὲ πλάττεσθαι νόμον Σόλωνος. —ἀγχιστείαν: Μετοχὴν καὶ κοινωνίαν τῆς οὐσίας.
γνησίων: Ὁ ἐξ ἰσονομῶν ἴδιος, οἰκεῖος.
ἐς τοὺς φράτορας: Πάλιν ὡς ἐν κωμῳδίᾳ μετήγαγε τὰ Ἀθηναίων ἔθη ἐπὶ τοὺς θεούς. διὰ γὰρ τοῦ ἐγγραφῆναι εἰς τὰς φατρίας σύμβολον εἶχον τῆς εὐγενείας οἱ Ἀθηναῖοι. Ἄλλως. εἰς τοὺς τῆς ἡλικίας νόμους. ἢ εἰς τοὺς φυλέτας. ἐπειδὴ τὰ ὀνόματα τῶν ξένων γράφεται εἰς τοὺς πίνακας.
τί δῆτʼ ἄνω κέχηνας: Ὡς τοῦ Ἡρακλέους εἰς τὸν οὐρανὸν ἀναβλέψαντος μετʼ ὀργῆς φησι, τί δῆτʼ ἄνω βλέπεις, ὡς τυπτήσων τινά, τινὲς δὲ οὕτως· τί δῆτα ἐς τὰ ἄνω πράγματα ἀποβλέπεις αἰκισθησόμενος, ἐάν τι πάθῃ ὁ πατὴρ, ὑπὸ τῶν γνησίων; —αἰκίαν: Ἤγουν μάστιγα, ἤγουν ἀφορῶν αἰκίσαι καὶ μαστίξαι τινά.
καὶ μεγάλα: Τὴν καλὴν καὶ μεγάλην κόρην Βασιλείαν γαμεῖν. —Δίδυμος οὕτως, εἰ μὴ ὀρνιθιάζει.
μὰ τὸν Δίʼ οὐχ οὗτός γε: Μὰ τὸν Δία, φησὶν, οὐ λέγει παραδοῦναι, ἀλλὰ βαδίζειν καὶ ἀναχωρεῖν. οὕτω δὲ αὐτό φησι βαρβάρως καὶ δυσφράστως, ὥσπερ αἱ χελιδόνες. καὶ Αἰσχύλος τὸ βαρβαρίζειν χελιδονίζειν φησὶ καὶ Ἴων ἐν Ὀμφάλῃ τοὺς βαρβάρους, χελιδόνας ἀρσενικῶς φησιν, ὡς Ἡρωδιανὸς ἐν τῷ πρώτῳ τῆς καθόλου φησίν. τὸ δὲ βασιλιναῦ εἰς τὸ βάσιν μετέβαλεν ὁ Ποσειδῶν, παρόσον τὴν δευτέραν ἐξέτεινε. τὸ τελευταῖον κρατήσας ὁ Ἡρακλῆς ἐξ αὐτοῦ κρίνει αὐτὸν, θέλων παραδοῦναι αὐτὸν τὴν Βασιλείαν τοῖς ὄρνισιν.
ὥσπερ αἱ χελιδόνες: Σύμμαχος· οὐκ ἔστιν ὁ τούτου νοῦς φανερός. οὐδέν τι δύναται ἴδιον τῶν χελιδόνων ἡ βάδισις, αἵ γε μηδὲ πορείᾳ χρῶνται ὡς τὰ ἄλλα τῶν ὀρνέων, καὶ μάλιστα τὰ μὴ πτητικά. ὁ δὲ Δίδυμος οὕτω· καταλλήλως εἶχεν, εἰ ἔλεγεν ὡς τὰς χελιδόνας. θέλει δὲ λέγειν, εἰ μὴ βαδίζει πρὸς τὰς χελιδόνας, διὸ καὶ ἐποίσει οὐκοῦν παραδοῦναι ταῖς χελιδόσι λέγει. ἐπεὶ καὶ αὐτὸς πρὸς αὐτὰς βαδίζει εἰς Νεφελοκοκκυγίαν.
οὑτοιὶ: Οἱ ὄρνιθες. εὐκαίρως, φησὶν, κατεκόπησαν οἱ ὄρνιθες οὗτοι διὰ τὸ ἄριστον τῶν παρόντων γάμων.
τενθείαν: σιναμωρίαν καὶ λιχνότητα. Λαιμαργίαν.
εἶ: Πορεύῃ.
ἔστι δʼ ἐν Φαναῖσιν: Εἴσθεσις χοροῦ ἐπῳδικὴ κώλων τροχαϊκῶν ὀκτὼ ἑφθημιμερῶν καὶ ἀκαταλήκτων διμέτρων. ἐπὶ τῷ τέλει κορωνίς. ἐν ταῖς ἐκκλησίαις νῦν, φησὶν, εἰσί. παίζει δὲ, διασύρων τῶν Ἀθηναίων τοὺς συκοφάντας, παρὰ τὸ φαίνειν καὶ συκοφαντεῖν αὐτοὺς περὶ τὰ δικαστήρια. καὶ ἄλλως δὲ Φαναὶ τῆς Χίου χωρίον. καὶ Κλεψύδρα κρήνη ἐν ἀκροπόλει. παρὰ τοὺς ἐγχειρογάστορας δὲ πεποίηται. Ἄλλως. κρήνη ἐν ἀκροπόλει ἡ Κλεψύδρα, ἧς Ἴστρος ἐν τῇ ιβʹ μέμνηται, τὰ παρὰ τοῖς συγγραφεῦσιν ἀναλεγόμενος. οὕτως δὲ ὠνόμασται, ἐπειδὴ ἀρχομένων τῶν ἐτησίων πληροῦται, παυομένων δὲ λήγει, ὁμοίως τῷ Νείλῳ, ὥσπερ καὶ τὴν ἐν Δήλῳ κρήνην. εἰς ταύτην δέ φησιν ᾑματωμένην φιάλην πεσοῦσαν ὀφθῆναι ἐν τῷ Φαληρικῷ ἀπέχοντι σταδίους εἴκοσι. φασὶ δὲ αὐτὴν ἀπέραντον βάθος ἔχειν, τὸ δὲ ὕδωρ ἁλμυρόν. ἔπαιξε δὲ πάλιν διασύρων τοὺς Ἀθηναίους ὡς φιλοδίκους, ἐπεὶ καὶ ἐν τῷ δικαστηρίῳ ἐστὶ κλεψύδρα, κατασκεύασμά τι ὥσπερ ὡρονομικόν.
ἐγγλωττογαστόρων: Παρὰ τοὺς ἐγχειρογάστορας πέπαικται.
συκάζουσί τε: Ὡς ἐπὶ γεωργῶν. συκάζειν γάρ ἐστι τὸ σῦκα ἐκλέγειν ἀπὸ τῶν συκῶν καὶ τὸ συκοφαντεῖν, ἐνέμεινε δὲ τῇ τροπῇ.
Γοργίαι τε καὶ Φίλιπποι: ὁ Φίλιππος καὶ ὁ Γοργίας οὗτοι ῥήτορες λάλοι εἰσίν, ηὔξησε δὲ τῷ πληθυντικῷ τὴν κατηγορίαν. Γοργίαν δὲ νῦν λέγει τὸν ῥήτορα οὗ Πλάτων μνημονεύει. ἦν δὲ καὶ ἕτερος ἰατρὸς, οὗ μνημονεύει Ἀλκαῖος ἐν Ἐνδυμίωνι. τοῦ δὲ Φιλίππου καὶ ἐν Γεωργοῖς μνημονεύει Ἀριστοφάνης. οὗτοι ὡς βάρβαροι κωμῳδοῦνται.
ἡ γλῶττα χωρὶς: Σύμμαχος· πρὸς τὸ ἔθος, ὅτι μετὰ τῶν σπλάγχνων ἔτεμνον τὴν γλῶτταν. καὶ παρʼ Ὁμήρῳ. οὗτος δὲ διὰ τὴν πονηρίαν τῶν δικαιολόγων φησὶν ἐκβεβλῆσθαι χωρὶς τὴν γλῶτταν. Δίδυμος δέ· ἐν ταῖς θυσίαις χωρὶς ἡ γλῶττα ἐτέμνετο, οὐ μετὰ τῶν ἄλλων σπλάγχνων. καὶ Ὅμηρος «ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας.» ἐγένετο δὲ τοῦτο διʼ ἄλλην αἰτίαν. οὕτως δὲ βούλεται λέγειν, ὅτι ἐξεβλήθη ἐκ τῶν σπλάγχνων διὰ τοὺς ῥήτορας ἡ γλῶσσα, ἐπεὶ ταύτῃ τοὺς ἄλλους κακοποιοῦσιν. Ἄλλως. ἀντὶ τοῦ, ὀφείλει τέμνεσθαι ἡ γλῶσσα καὶ χωρίζεσθαι τοῦ λοιποῦ σώματος.
ὦ πάντʼ ἀγαθὰ: Ἡ συστηματικὴ αὕτη εἴσθεσις ἐξ ἰάμβων ἐστὶ τριμέτρων ιδʹ. ἐπὶ τῶν τέλει παράγραφος. εἴη δʼ ἂν οὗτος ὁ ἄγγελος θεράπων συναναβεβηκὼς τῷ Πεισθεταίρῳ. —ὦ μείζω λόγου: ἃ μηδὲ λόγος ἰσχύει φράσαι.
οὐ φατὸν: Οὐ δυνατὸν λέγειν.
Διὸς βέλος: Τῆς βασιλείας. λαβὼν γὰρ τὸν ταμίαν τοῦ κεραυνοῦ καὶ αὐτὸν ἄγει. εἰώθασι γὰρ τῷ κεραυνῷ ἐξ ἑκατέρου μέρους πτερὰ προσφύειν.
ὀσμὴ δʼ ἀνωνόμαστος ἐς βάθος: Εἰς τὸ ὕψος τοῦ οὐρανοῦ. ἀνωνόμαστος δὲ, ἀντὶ τοῦ πολλὴ καὶ λόγῳ οὐ δυναμένη ὀνομασθῆναι. —ἀνωνόμαστος: Ἄρρητος.
διαψαίρουσι: Πρὸς τὴν τῆς λέξεως διαίρεσιν. διαψαίρειν δὲ τὸ ἡσυχῆ διακινεῖσθαι καὶ ψοφεῖν καὶ ψαίρειν ἱστίον λέγομεν. πλεκτάνην δὲ, τὴν εἵλησιν. αἱ δὲ αὖραι διακινοῦσι τὴν πλεκτάνην τοῦ καπνοῦ τῶν θυμιαμάτων. λείπει δὲ τὸ πνέουσι. —διαψαίρουσι: Ψαίρειν, τινάσσειν, ῥιπίζειν, ἀσθενῶς τι ποιεῖν, ψαίειν, σύρειν.
ὁδὶ δὲ καὐτός ἐστιν: Ὁ καπνός.
ἄναγε, δίεχε: Εἴσθεσις μέλους χοροῦ εἰς δύο περιόδους διῃρημένη κώλων ιβʹ. εἰσὶ δὲ τῆς μὲν πρώτης τροχαϊκὰ ϛʹ ἐπιμεμιγμένα χορείοις καὶ ἰάμβοις. ὧν τὰ αʹ, βʹ, δʹ, εʹ δίμετρα ἀκατάληκτα. τὸ γʹ πενθημιμερές. τὸ ϛʹ ἑφθημιμερές. τῆς δὲ δευτέρας ἐξ ἀναπαιστικῶν τὰ μὲν αʹ, δʹ δίμετρα ἀκατάληκτα. τὰ δὲ βʹ, εʹ ἀναπαιστικὴ βάσις. τὸ γʹ πενθημιμερές. τὸ ϛʹ ἑφθημιμερές. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. ἀντὶ τοῦ ὕμνει αὐτόν. χλευάζει δὲ παρὰ τὰ ἐκ Τρῳάδων Εὐριπίδου «ἄνεχε, πάρεχε, φῶς φέρε.»
Ἥρᾳ ποτʼ Ὀλυμπίᾳ: Τὰ τοιαῦτα εἴδη καλεῖται τριὰς ἐπῳδικὴ, καὶ εἰσὶ τῆς μὲν στροφῆς τὰ κῶλα εʹ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. εἰσὶ δὲ πάντα Ἰωνικὰ ἀπὸ μείζονος ἑφθημιμερῆ παντοίοις σύμμικτα ποσί. τῆς δʼ ἐπῳδοῦ κῶλα ϛʹ ἀναπαιστικὰ δίμετρα πλὴν τοῦ τελευταίου ἀκατάληκτα. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς καὶ ἀντιστροφῆς παράγραφος, τῆς δὲ ἐπῳδῆς κορωνίς. —καλῶς τὸ ἐπιθαλάμιον γέγραπται,
ἀντὶ τοῦ συνήγαγον.
ἐν τοιούτῳ βασιλικῷ.
εἴρηται περὶ τούτου ἐν τοῖς Μενανδρείοις ὅτι ἐν τοῖς γάμοις ᾔδετο.
ὁ δʼ ἀμφιθαλὴς: Ἀμφοτέροις τοῖς γονεῦσι θάλλων καὶ μηδενὸς ὠρφανισμένος. Ἄλλως. ὁ Ἔρως, φησὶ, παράνυμφος ἦν τοῦ Διὸς καὶ τῆς Ἥρας. πάροχοι γὰρ λέγονται οἱ παράνυμφοι, παρὰ τὸ παροχεῖσθαι τοῖς νυμφίοις. ἐπʼ ὀχήματος γὰρ τὰς νύμφας ἄγουσιν.
παλιντόνους: Ὀπισθοτόνους ἢ τοὺς ἐπὶ θάτερα τρεπομένους.
πάροχος γάμων: Συνακόλουθος.
τῶν περὶ τὸν Δία.
καὶ τὰς χθονίας κλῄσατε: Εὐφρόνιος, τὰς φοβεράς. πάντα γὰρ τὰ δεινὰ τῆς γῆς γενεαλογοῦσιν. οἱ δὲ, τὰς μέγαν ἦχον ἀποτελούσας. ἢ τὰς ἀπὸ τῆς γῆς γινομένας. ὅτε γὰρ ἠχεῖ ἡ γῆ, ἀναπέμπει τὸν ἦχον εἰς τὸν οὐρανὸν, καὶ δοκοῦσιν οἱ ἄνθρωποι ἐξ οὐρανοῦ γίνεσθαι τὰς τοιαύτας βροντάς. ἢ τὰς μέχρι τῆς γῆς ἀκουομένας, ἢ τὰς τὴν γῆν κινούσας. —ἀντὶ τοῦ ὑμνήσατε.
ὦ μέγα χρύσεον: Εἴσθεσις ἑτέρα μέλους χοροῦ εἰς δύο διῃρημένη περιόδους κώλων ιηʹ. ὧν τῆς πρώτης περιόδου ἀναπαιστικὰ ϛʹ, πλὴν τοῦ γʹ καὶ τελευταίου ἀκαταλήκτων. τῆς δευτέρας κῶλα ιβʹ. τὸ αʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὰ βʹ, ϛʹ, θʹ, ιαʹ ἰαμβικὰ καταληκτικὰ δίμετρα. τὰ γʹ, δʹ, εʹ, ζʹ, ιʹ, ιβʹ τροχαϊκὰ ἑφθημιμερῆ. τὸ ηʹ ἰαμβικὸν ἑφθημιμερές. ἐπὶ τῷ τέλει κορωνὶς ἡ καὶ τὸ δρᾶμα περατοῦσα.
ἀντὶ τοῦ ὦ κεραυνέ.
αἷς ὅδε νῦν χθόνα σείει: Ὁ Ζεὺς δηλονότι, ἢ ὁ Πεισθέταιρος λαβὼν τὴν Βασιλείαν.
ὄρεξον ὦ μάκαιρα: Πρὸς τὴν Βασιλείαν φησὶ ὁ Πεισθέταιρος. εὐκαίρως δὲ τὴν κωμικὴν ὄρχησιν ποιεῖται.
καὶ πτερῶν ἡμῶν: Οἱ γὰρ ὄρνιθες πτεροῖς ἀντὶ χειρῶν ἐχρῶντο.
ἀντὶ τοῦ βαστάζω.
τήνελλα: Τὸ τήνελλα μίμησίς ἐστι φωνῆς κρούματος αὐλοῦ ποιᾶς ἀπὸ τοῦ ἐφυμνίου οὗ εἶπεν Ἀρχίλοχος εἰς τὸν Ἡρακλέα μετὰ τὸν ἆθλον Αὐγέου «τή- «νελλα ὦ καλλίνικε, χαῖρε ἄναξ Ἡράκλεες, αὐτός τε «κἰόλαος, αἰχμητὰ δύω.» δοκεῖ δὲ πρῶτος Ἀρχίλοχος νικήσας ἐν Πάρῳ τὸν Δήμητρος ὕμνον ἑαυτῷ τοῦτον ἐπιπεφωνηκέναι.