λόγος δʼ ἐστὶν πεζὴ λέξεων σύνθεσις
διάνοιαν αὐτοτελῆ δηλοῦσα. τούτου
δὲ μέρη ἐστὶν ἐννέα, ὄνομα, προση-
γορία, μετοχή, ἀντονομασία, ἄρθρον,
ῥῆμα, πρόθεσις, ἐπίρρημα, σύνδεσμον
… ὄνομα μὲν οὖν ἐστιν λέξις οὐ-
σίαν ἰδίαν σώματος ἢ πράγματος
σημαίνουσα, χωρὶς χρόνου πτώσε-
ων ἐπιδεκτική, οἷον Ὅμηρος, Πάρις.
προσηγορία δʼ ἐστὶν λέξις ἐπὶ πολ-
λῶν σωμάτων συντείνουσα, χωρὶς
προσώπου καὶ χρόνου, οἷον ποιητής,
ἄνθρωπος. μετοχὴ δʼ ἐστὶν λέξις ἄρθρα
καὶ πτώσεις ἐπιδεχομένη καὶ χρόνων
διαφορὰς ἔχουσα, οἷον λέγων, φρο-
νούμενος, διὰ τοῦτο καὶ μετο-
χὴ λέγεται διὰ τὸ μετέχειν
καὶ ὀνόματος καὶ ῥήματος.
ἀντονομασία δʼ ἐστὶν λέξις ἀντʼ ὀ-
νόματος τιθεμένη μετὰ δεί-
ξεώς τινος συντάττουσα τὴν
ἐν τοῖς προσώποις συζυγίαν,
οἷον ἐγώ, οὗτος. ἄρθρον δʼ ἐστὶν λέξις
πτωτική, προτακτικὴ ἢ ὑποτακτικὴ
τῶν ἐπιδεχομένων πτώσεις καὶ τὴν
γενῶν διαφοράν, κατὰ τὴν ὀρθὴν
πτῶσιν ἔχουσα οἷον ὁ, ἡ, τό.
ῥῆμα δʼ ἐστὶν λέξις πρᾶξιν ἢ πάθος
σὺν χρόνῳ καὶ προσώπῳ δηλοῦσα,
οἷον λέγω, γράφεται. πρόθεσις
δʼ ἐστὶν λέξις καθʼ ἕνα σχηματισμὸν
ἐκφερομένη, προτακτικὴ τῶν τοῦ
λόγου μερῶν μετὰ συνπλοκῆς. αἱ
μὲν οὖν προθέσεις εἰσὶν αὗται,
ἀνά, κατά, διά, μετά, παρά, ἀντί,
ἀμφί, ὑπέρ, ἀπό, περί, ἐν, εἰς, πρό, πρός.
ἐπίρρημα δʼ ἐστὶν λέξις κατὰ
μίαν ἐκφορὰν δηλουμένη, προτα-
κτικὴ ἢ ὑποτακτικὴ ῥήματος ἀσυν-
θέτως σημαίνουσα ποσότητα
ἢ ποιότητα ἢ χρόνον ἢ τόπον ἢ ἄρνη-
σιν ἢ συνκατάθεσιν ἢ ἀπαγόρευσιν
ἢ ἐπικέλευσιν ἢ ἐρώτησιν ἢ εὐχὴν
ἢ παραβολὴν ἢ διστασμόν. ποσότη-
τος μὲν οου ἐστιν δηλωτικὰ τὰ τοι-
αῦτα, πολλάκις, ὀλιγάκις. ποιώ-
τητος δ … έ, εὖ, καλῶς. χρόνου δέ, νῦν,
ἐκθές, αὔριον. τόπου δέ, ἐνθαῦθα,
ἐκεῖ, ἔξω. ἀρνήσεος δέ, οὐ. συνκαταθέ-
σεος δέ, ναί. ἀπαγορεύσεος δέ, μή.
ἐπικελεύσεος δέ, τι, πάλιν. ἐρωτή-
σεος δέ, ποῦ. εὐχῆς δέ, αἴθε. παραβολῆς
δέ, ὡς. διστασμοῦ δέ, σχεδόν, ἴσος.
σύνδεσμος δʼ ἐστὶν λέξις συνάπτουσα
τὰ μέρη τῆς ἑρμενείας. παραλαμ-
βάνεται δὲ ἤτοι χάρις συνπλοκῆς
ἢ διαζεύξεος ἢ αἰτίας ἢ συλλογισμοῦ
ἢ ἀπορίας ἢ ἀκολουθίας ἢ τοῦ μὴ κε-
χηνέναι τὴν σύνθεσις.
συνπλοκῆς μὲν οὖν εἰσιν οἱ τυοῦτοι
δηλωτικοὶ σύνδεσμοι, ἀλλά, μέν, τέ,
κέ, ἰδέ, ἠδέ, καί, ἤτοι, ἠμέν, ἄν. δια-
ζεύξεος