eul_wid: qnq-as

Excerpts from Herodian
Ἐκλογαὶ ἐξ Ἡρωδιανοῦ

Herodian of Alexandria Excerpts from Herodian PDF

The Excerpts from Herodian is a collection of twenty-six grammatical passages attributed to the second-century CE grammarian Herodian of Alexandria. A prolific and definitive authority on Greek accentuation and morphology, Herodian's major work was the comprehensive treatise known as the Catholica. This later compilation, likely assembled for pedagogical or reference use in later antiquity or the Byzantine period, represents a selective distillation of his vast scholarly output. The excerpts focus on technical aspects of Greek grammar, including prosody and accentuation rules, morphological inflection, orthography, and analogical principles. Herodian's works survive only in fragments and later epitomes, and this collection exemplifies that fragmented transmission, having been preserved within the Byzantine manuscript tradition, often alongside excerpts from other grammarians such as Theodosius of Alexandria. Herodian's influence was profound and enduring; his systematic rules for accentuation became and remain standard for the study of Ancient Greek. The very existence of this compiled work underscores his lasting authority, as evidenced by later Byzantine scholars like George Choeroboscus, who continued to study and comment extensively on his grammatical doctrines.

412 (1t) ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ. Συγγενίδα οὐ ῥητέον, οὔτε μὴν Εὐγενίδα· ἀλλὰ Συγγενῆ καὶ Εὐγενῆ τὸ θηλυκόν· διὰ τὸ κοινὸν εἶναι τὸ ὄνομα. ὥσπερ γὰρ ὁ εὐτυχὴς, ἡ εὐτυχὴς, καὶ τὸ εὐτυχὲς, οὕτω καὶ ταῦτα. καὶ ὥσπερ οὐκ εὐτυχίδα λέγομεν, οὕτως οὐδὲ συγγενίδα, ἀλλὰ συγγενῆ. ὥς που καὶ Μένανδρος· Κρωβύλῃ τῇ μητρὶ πείθου καὶ γάμει τὴν συγγενῆ. ὅσα τῶν ὀνομάτων παρὰ οὐδέτερον ὄνομα σύγκειται, τὴν αὐτὴν ἕξει κλίσιν, ἣν καὶ τὰ οὐδέτερα. ἐπεὶ οὖν τὸ Συγγενὴς ἐκ τοῦ γένους ἐστὶν ὀνόματος οὐδετέρου, τὴν αὐτὴν ἕξει κλίσιν τῷ οὐδετέρῳ. Ἁμαρτάνουσιν οἱ τὰ Ἡμίση λέγοντες, καὶ οὐ τὰ Ἡμίσεα.
413 τὰ γὰρ τριγενῆ τῶν ὀνομάτων, ἐπὶ τῶν οὐδετέρων διαιρεῖται· οἱ γλυκεῖς, αἱ γλυκεῖαι, τὰ γλυκέα· οἱ ὀξεῖς, αἱ ὀξεῖαι, τὰ ὀξέα. οὕτως ἄρα καὶ οἱ Ἡμίσεις, αἱ ἡμίσειαι, καὶ τὰ ἡμίσεα. καὶ τὸ ἑνικὸν οὖν μόνως τοῦ Ἡμίσεος, ὡς καὶ τὸ ὀξέος, καὶ γλυκέος, ἀλλ’ οὐ τοῦ ἡμίσους. Τὸ Λήδα, Λήδας, καὶ Κισσαίθα, Κισσαίθας, καὶ Φιλομήλα, Φιλομήλας, ἀντίκειται τῷ κανόνι τῷ λέγοντι, ὅσα καθαρὸν ἔχει τὸ α , ἢ μετὰ τοῦ ρ . τηρεῖ αὐτὸ καὶ ἐπὶ ζ τὸ α φυλάξαν καὶ ἐπὶ γενικῆς. ταῦτα γὰρ οὔτε καθαριεύει, οὔτε διὰ τοῦ ρ ἐκφέρεται. Λέγομεν οὖν διὰ τὸ ἐκτείνεσθαι τὴν τελευταίαν συλλαβήν· καὶ ταῦτα γὰρ πάντα φυλάσσει τὸ α . Ἁμαρτάνουσιν οἱ λέγοντες Ταμία καὶ μὴ Ταμίου.
414 μόνα γὰρ τὰ ὑπὲρ βʹ συλλαβὰς εἰς ας ἢ εἰς ρας, τρέπει τὴν γενικὴν εἰς ου· οἷον Μειδίας, Μειδίου, Διαγόρας, Διαγόρου, καὶ ταμίας, ταμίου. Βοὸς, οὐ ῥοὸς ῥητέον. ὅσα γὰρ ἐν τῇ εὐθείᾳ οὐ διαιροῦνται, διαιροῦνται ἐν ταῖς ἄλλαις πτώσεσι, βοῦς, βοὸς, καὶ ποῦς, ποδός. Ἀνθέων γραπτέον, καὶ μὴ ἀνθῶν, ὡς γενῶν καὶ βελῶν, ἵνα μὴ συνεμπέσῃ τῷ, ἀνθ’ ὧν ἔγραψας, καὶ, ἀνθ’ ὧν ἔδωκας. Ὀλυμπιονίκης, Ὀλυμπιονίκου.
415 ἀπὸ γὰρ τοῦ νίκη. Πολυνείκης δὲ, Πολυνείκους, ἀπὸ τοῦ νείκους γίνεται. Ὑπερείδης, Ὑπερείδου, ὡς Πηλείδης, Πηλείδου. διὰ τὸ τύπον ἔχειν τοῦ πατρωνυμικοῦ. Ζητεῖται, πῶς γραπτέον τὸ Σμύρνα. ἐπειδὴ τινὲς μετὰ τοῦ ζ γράφουσιν αὐτό. ἕτεροι δὲ μετὰ τοῦ ς . Διπλοῦν γὰρ ὂν τὸ ζ , οὐκ ἐγχωρεῖ μετὰ τοῦ μ γράφεσθαι, διὰ τὸ μὴ δύνασθαι τρία σύμφωνα ἐν ἀρχῇ τίθεσθαι λέξεως, εἰ μὴ μετὰ τοῦ ρ , ὃ ἔχει τινα οἰκειότητα πρὸς τὰ φωνήεντα. Φακὸς φακοῦ, ἐπὶ τοῦ ὠμοῦ· φακῆ δὲ φακῆς, ἐπὶ τοῦ ἑφθοῦ. Φιλοπότης, ὁ τοὺς πότους καὶ τὰ συμπόσια φιλῶν.
416 Φιλοπώτης, ὁ πόλλα πίνειν φιλῶν. Τὸ Ἱέρεια, ὡς ἀπὸ τοῦ ἱερεὺς ἱέρεια· ὥσπερ ἀπὸ τοῦ Ὀδυσσεὺς Ὀδύσσεια παρώνυμον. τινὲς δὲ ῥηματικὸν ἀξιοῦσιν εἶναι παροξύνοντες τὸ ἱερεία· ὡς τὸ ἀριστεία, ἰατρεία. πρὸς οὓς ῥητέον, ὡς τὸ ἔργον σημαίνει ἡ ἰατρεία καὶ ἡ ἀριστεία· οὐκέτι δὲ καὶ ἡ ἱέρεια. ἱερωσύνη γὰρ τὸ ἔργον. Ξέναι, ξένων, καὶ Φίλαι, φίλων, καὶ ὅσα τριγενῆ εἰσὶ, βαρυτόνως ἐκφέρουσι τὰς γενικὰς τῶν πληθυντικῶν, πλὴν τοῦ πόρναι, πορνῶν. Ἐκ τῶνδε, ἀντὶ τοῦ κατὰ μετὰ ταῦτα. καὶ χωρὶς τῆς κατὰ προθέσεως, ἤγουν ἀντὶ τοῦ μετὰ ταῦτα.
417 καὶ Σοφοκλῆς· Τί δῆτ’ ἂν ὡς ἐκ τῶνδ’ ἂν ὠφέλοιμί σε. Δμὼς, δμωὸς, καὶ Τρὼς, Τρωός. Φῶς δὲ, φωτὸς καὶ χρῶς, χρωτός. ταῦτα γὰρ ἐκ συναιρέσεως τὸ φόος, καὶ χρόος, ἐκεῖνα δὲ μή. Τὸ Πώεα καὶ Κώεα· ἀπὸ τοῦ πῶϋ καὶ κῶϋ, πώη καὶ κώη, καὶ κατὰ διαίρεσιν πώεα καὶ κώεα ἐπὶ τοῖς πληθυντικοῖς. Πέπληχα καὶ Κέκρικα, οὐχὶ ἔπληχα καὶ ἔκρικα. τῶν ἄλλων, ὅσα ἀπὸ δύο συμφώνων ἄρχεται, διὰ καθαροῦ τοῦ ε ἐκφερομένων ἐν τοῖς παρακειμένοις. φαμὲν οὖν, ὡς οὐκ ἀπὸ δύο συμφώνων στεῤῥῶν ἄρχονται. τὰ γὰρ ὑγρὰ, οὐ στεῤῥῶς ἐκφωνοῦνται. Ῥέρανται καὶ ῥέρευκεν, οὐ γραπτέον. ἔῤῥανται δὲ καὶ ἔῤῥευκεν. Ηὐξάμην καὶ εὐξάμην, ηὐδόκουν καὶ εὐδόκουν, ηὔλουν καὶ ηὔχουν, ὡς ἀπὸ τοῦ αὐλῶ καὶ αὐχῶ.
418 Πλημμελὲς τὸ Ἔζων. δέον δὲ Ἔζην. ἐπεὶ καὶ τὸ δεύτερον καὶ τὸ τρίτον ἐφύλαξε τὸ η . εὑρίσκεται δὲ διὰ τοῦ ω , ὡς ἔπλωον, ἔπλων· ἐπέπλων εὐρέα πόντον. Νέμω νεμήσω, καὶ θέλω θελήσω· οἱ παρατατικοὶ δὲ ἔνεμον καὶ ἤθελον. Ἄκαιρον τὸ μᾶλλον πλουσιώτερον, καὶ μάλιστα πλουσιώτατος. Τὸ Οὐδέποτε, ἐπὶ μέλλοντος, οὐδέποτε ποιήσω.
419 τὸ Οὐδεπώποτε δὲ, ἐπὶ παρεληλυθότος, οὐδεπώποτε εἶδον ἢ ἐποίησα. Χωρὶς εἰ μὴ δοίη, ἀδόκιμον. τὸ γὰρ μὴ καὶ τὸ χωρὶς ἀμφότερα ἀρνητικὰ ὄντα, ὁμοῦ πίπτειν οὐ δύναται, ἀλλὰ τὸ ἕτερον, ἢ τὸ μὴ, ἢ τὸ χωρίς.
420 Ἄντικρυς ἕστηκεν ἢ καθέζεται, οὐκ ἐρεῖς, ἀλλ’ ἀντικρὺ χωρὶς τοῦ ς . Ματαίως ᾐτιάσατο, οὐκ ἐρεῖς, ἀλλὰ μάτην, ὡς Ἀριστοφάνης ἐν Νεφέλαις· μάτην ἐμοὶ κεκλαύσεται. Σημεῖον λέγοντες, Σημειοῦσθαι οὐ λέγομεν, ἀλλ’ Ἀποσημαίνεσθαι· ὡς Ἀριστοφάνης ἐν Πελαργοῖς· ἀπεσημηνάμην Τὰς τῶν κακούργων οἰκίας. Ὁμοίως καὶ Βέβαιον λέγοντες Βεβαιοῦσθαι οὐ λέγομεν· ἀλλὰ Διϊσχυρίζεσθαι. ἐπὶ μέντοι τῶν κτημάτων καὶ τῶν συνθηκῶν Βεβαιῶσαι λέγομεν. Τὸ Ἀρέσκει αἰτιατικῇ καὶ δοτικῇ.
421 Κάθησο ἐρεῖς, οὐχὶ κάθου. Σίκυος σπερματίας, ὃν νῦν ἰδίως Πέπονα λέγουσιν. Εὐήτριος χιτὼν, ὁ λεπτὸς καὶ εὐυφής. Δρῦν κοινότερον πᾶν ἐκάλουν δένδρον οἱ παλαιοί· οὕτω καὶ Ἀκρόδρυα πᾶσαν τὴν ὀπώραν.
422 καὶ Δρυφάκτους οὐ μόνον τοὺς ἐκ δρυΐνων, ἀλλὰ καὶ τοὺς ἐξ ὅτου δηποτοῦν ξύλου. καὶ Δρυπετεῖς ἐλάας ὁμοίως. Κίλιξ ὁ ἀνὴρ, Κίλισσα γυνή· ὅμοιον Λίβυς, Λίβυσσα, Θρᾷξ, Θρᾷσσα, Μάγνης, Μάγνησσα καὶ Κρῆς, Κρῆσσα. Φιλολογεῖν οὐ καλὸν, ἀλλὰ φιλοσοφεῖν· κᾂν ὁ Φιλολόγος καὶ ἡ Φιλολογία ἐν χρήσει, καὶ παρὰ Πλάτωνι. Ἐπ’ ὄρνισι καθέζεται, ἤτοι ὀρνεοσκοπεῖ. Ἀπέδραν ἐγὼ τὸ πρῶτον πρόσωπον, οὐχὶ ἀπέδρων, καὶ ἀπέδραμεν ἡμεῖς τὸ πληθυντικόν· καὶ Ἀριστοφάνης ἐν τοῖς Ταγηνισταῖς· —δεῦρο δ’ ἂν οὐκ ἀπέδραμεν.
423 καὶ ἀπέδραν ἐκεῖνοι τὸ πληθυντικὸν τὸ τρίτον. Ἔτους ὥραν, ἰδίως τὸ θέρος Ἀττικοί. Μαχαιρίδες, αἱ τῶν κουρέων· μάχαιραι, αἱ τῶν μαγείρων. Κόπτειν τὴν θύραν, ἐπὶ τῶν ἔξωθεν, Ψοφεῖν δὲ ἐπὶ τῶν ἔνδοθεν. Κενέβρια, τὰ θνησείδια οὕτως ἔλεγον οἱ παλαιοί.
424 Φασιανοὶ ἵπποι, Φασιανικοὶ δὲ ὄρνεις. Τροχοπέδη, ἃ ἔχουσιν εἰς τοὺς τροχοὺς εἰς τὰ κατάντη τῶν ὁδῶν. Κλεῖν ὁ Δημοσθένης, ἀλλ’ οὐχὶ κλεῖδα· τὴν κλεῖν κατεαγώς.
425 Πύλαι, ἐπὶ τείχους. Θύραι, ἐπὶ οἰκίας. Διδάξασθαι καὶ διδάξαι διαφέρει. τοῦτο γάρ ἐστι τὸ δι’ ἑαυτοῦ· ἐκεῖνο δὲ, τὸ δι’ ἑτέρου, αὐτὸν τὰ ἐπιτήδεια παρέχοντα. ὁμοίως καὶ Πῆξαι καὶ πήξασθαι· Πήγνυσι μὲν τὴν ναῦν ὁ τεχνίτης· Πήγνυται δὲ ὁ ναύκληρος. Στλεγγὶς, ἡ ξύστρα, καὶ Ἀποστλεγγίσασθαι, τὸ ἄνευ ἀλείμματος λούσασθαι. ἔστι δὲ καὶ τὸ τῆς Ξύστρας ὄνομα παρὰ Ἀρχίππῳ τῷ κωμικῷ. Τὸ προσῆκε, τὸ ἔχρην, τὸ ἔδει ἐπὶ παρεληλυθότος· τὸ προσήκει, τὸ χρὴ, τὸ δεῖ ἐπὶ ἐνεστῶτος.
426 Ὀργάσαι, ἐπὶ πηλοῦ· Μάξαι, ἐπὶ μάζης. Προτένθης, ὁ λίχνος παρ’ Ἀττικοῖς· ἐκ τῆς πρὸ προθέσεως, καὶ τοῦ τένδω, τὸ ἐσθίω. Ὦπας τοὺς ὀφθαλμοὺς οὐ λέγομεν, Ὑπώπια δέ. ὁμοίως καὶ τὸ Λωποδύτης ἐπὶ κλέπτου, τὸ δὲ Λῶπος οὐ λέγομεν. Καθορθῶσαι ἐπὶ πολέμου καὶ τῶν τοιούτων. τὸ δὲ Καθόρθωμα οὐκέτι· Ἐπανορθῶσαι δὲ ἐπὶ λόγων· ἅπαξ δὲ τὸ Καθορθῶσαι ἐπὶ λόγων κεῖται. τὸ δὲ Διορθῶσαι ἐπὶ τῶν διαστρόφων, ἂν αὐτὸ ἀπευθύνῃ. Μαχοῦμαι, Ὀμοῦμαι, οὕτω κλινεῖς τὸν μέλλοντα.
427 Ἀπὸ τότε καὶ ἔκτοτε μὴ λέγε, ἀλλ’ ἐξ ἐκείνου. καὶ καθόλου δὲ χρονικοῖς ἐπιῤῥήμασιν οὐ συντάττουσι τὰς προθέσεις. Φερέγγυος καὶ Ἀξιόχρεως, ἀμφοτέρως. Ἀναξυρίδες ἐπὶ τῶν στρατιωτῶν, ἀνασυρίδες τινες οὖσαι παρὰ τὸ ἀνασύρεσθαι. Λῆμα δι’ ἑνὸς μ , τὴν παράστασιν τῆς ψυχῆς ἀπὸ τοῦ λῶ τὸ θέλω, λήσω. Λῆμμα ἐπὶ τοῦ λαμβανομένου διὰ τοῦ η , καὶ γίνεται ἀπὸ τοῦ λήβω τὸ λαμβάνω. Προσγελῶ αὐτὸν, ὡς οἱ Ἀττικοὶ, καὶ Βασκαίνω αὐτὸν, οὐχὶ αὐτῷ· σημαίνει δὲ τὸ διαβάλλειν καὶ ἐξαπατᾷν, οὐ τὸ φθονεῖν.
428 Ἐπίδοξος, οὐχὶ ὁ ἔνδοξος, ἀλλ’ ὁ προσδοκώμενος. Ὄφλημα καὶ ὀφείλημα διαφέρει· Ὄφλημα γὰρ τὸ ἐκ καταδίκης λέγεται.
429 ὀφείλημα δὲ, ὃ ἐδανείσατό τις. Ἐπιλήσμων, ὁ ἐπιλανθανόμενος· Λήθαργος δὲ, κύων ὁ κρύφα δάκνων. Τῇ ἐπιούσῃ ἐρεῖς, μὴ προστιθεὶς τὴν ἡμέραν, τῆς δὲ ἐπιούσης ἡμέρας. Σιτευτοὺς ὄρνιθας, οὓς νῦν σιτιστοὺς λέγουσι.
430 Πάρεδροι, οἱ νῦν συγκάθεδροι. Μέσον ἡμέρας, καὶ μεσημβρία, οὐχὶ μέση ἡμέρα. Διήγησιν λέγουσιν, οὐχὶ Διήγημα. Εὐθενεῖσθαι λέγοντες, εὐθενείαν οὐ λέγουσιν, ἀλλ’ εὐετηρίαν.
431 Ὑποτίθησι μὲν δανειζόμενος τὰ ἐνέχυρα. Ὑποτίθεται δ’ ὁ λαμβάνων. Σοφώτατος τῆς ἡλικίας, ἀντὶ τοῦ τῶν ἡλικιωτῶν. Εὐστομεῖν ἀντὶ τοῦ εὐφημεῖν.
432 καὶ Ἡρόδοτος· εὔστομα κείσθω. Ὀλίγης ἐστι διδασκαλίας, ἀντὶ τοῦ, ὀλίγων δεῖται πρὸς μάθησιν. Ἀφηλικέστερος, ὁ τὴν ἡλικίαν προβεβηκώς. Μῆλα Μηδικὰ, τὰ νῦν κίτρα. Τὸν Λάρυγγα, ἀρσενικῶς· τὴν Φάρυγγα, θηλυκῶς.
433 Ἐνεύναιον, ἱμάτιον καὶ ἐπιβόλαιον τὸ ἐν τῇ εὐνῇ. Πολίτης, δημότης, φυλέτης, ἡλικιώτης, ἄνευ τῆς σύν· Συνέφηβος δὲ καὶ συνθιασώτης καὶ συμπότης μετὰ τῆς σύν· ὅτι καὶ πρόσκαιρος αὐτῶν ἡ κοινωνία. ἐπὶ δὲ τῶν προτέρων οὐχ ὁμοίως. Γέλως πλατὺς, οὐχὶ πολὺς ἐρεῖς. Δίκη, ἡ ἰδία· Γραφὴ δὲ, ἡ δημοσία. Τὸ Δυσωπεῖσθαι ἐπὶ τοῦ ὑφορᾶσθαι, οὐκ ἐπὶ τοῦ αἰσχύνεσθαι.
434 Τοῖς Δύο μᾶλλον· ὅσα γὰρ μὴ συνεμφαίνει γένος, οὐδὲ πτῶσιν δέχεται, ὥσπερ οἱ τρεῖς, τῶν τριῶν, τοῖς τρισὶ, ἔχει τὴν κλίσιν. παράκειται γὰρ οὐδέτερον αὐτοῖς τὰ τρία, ὁμοίως τοῖς τέτρασιν. ἀπὸ δὲ τῶν κλινομένων καὶ ἄχρι τῶν ἀκλίτων οἱ ἀριθμοί. Ἐξίστασθαι λέγουσι. τὸ δὲ Περιΐστασθαι, οὐχ ὅμοιον τῷ ἐκστῆναι. τὸ γὰρ Περιστῆναί ἐστι πέριξ στῆναι. Τεχνήσασθαι, τὸ μετὰ τέχνης τι κατασκευάσαι. Τεχνάσασθαι δὲ, τὸ κακουργῆσαι. Ἀσύμβολος παιδείας, ὁ ἀπαίδευτος. οὐκ ἀσύμβολος δὲ, ὁ πεπαιδευμένος. Εἰς τάχος γράφειν τὸν ταχυγράφον, καὶ εἰς κάλλος γράφειν τὸν καλλιγράφον διαιροῦσιν οἱ Ἀττικοί.
435 Λευκὴν ἡμέραν διαγαγεῖν, τὴν ἡδεῖαν καὶ ἱλαράν. Τὸν ἕτερον τοῖν ποδοῖν οὐ λέγουσιν, ἀλλὰ τὸν ἕτερον πόδα. Αὐτοχειρίᾳ πράττειν, ἐπὶ παντὸς αὐτουργοῦντος. Βασανιστὴς μὲν, ὁ ἐπὶ τῆς βασάνου· Δημόκοινος δὲ, ὁ στρεβλῶν καὶ βασανίζων· Δήμιος δὲ, ὁ ἀπάγων τὴν ἐπὶ θανάτῳ. Κώμας, τοὺς στενωποὺς, ἀφ’ οὗ Ἐγκώμιον.
436 Ἐγκώμιον δὲ καὶ ἔπαινος εἰς ἀνθρώπους λέγεται· καί ἐστι μὲν ἔπαινος ἐν βραχεῖ· τὸ δὲ ἐγκώμιον ἐκφέρεται κατὰ τέχνην. Ὑμνὸς δὲ, ἐπὶ θεῶν. Τίθη λέγεται ἡ μάμμη. Τίτθη, ἡ βυζάστρια. Τιθήνη, ἡ τροφός. Τὸ Μὴ ἀπαγορευτικὸν οὐ συντάσσεται ὑποτακτικοῦ ἐνεστῶτι, ὑποτακτικῷ δέ.
437 οἷον, μὴ ποιῇς, οὐκ εἴποις. μὴ ποίησε δέ. Μὴ ποιῇς οὐκ ἐρεῖς, ἀλλὰ μὴ ποίει. μὴ ποίησε δὲ ἐρεῖς, καὶ μὴ ποίησον οὐκ ἐρεῖς. τὸ δὲ, μὴ ψεῦσον, καινόν. Ἐπαγγέλλω, τὸ αἰτῶ. Ἐπαγγέλλομαι δὲ, τὸ ὑπισχνοῦμαι.