eul_wid: qke-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Accents by Arcadius of Antioch the Grammarian

On Accents is a grammatical treatise by Arcadius of Antioch, also known as Arcadius the Grammarian. The work is an epitome of the larger, now largely lost work on Greek accents by the second-century CE grammarian Herodian. organised into 227 sections, it systematically covers the rules of Greek accentuation and is a key source for ancient grammatical theory and post-classical Greek pronunciation. The treatise addresses the three Greek accents—acute, grave, and circumflex—and provides detailed rules for their placement on words of different syllable lengths and morphological categories, including nouns and verbs. The text survives in several manuscripts, most importantly Paris Greek manuscript 2548. Arcadius’s epitome remains a crucial source for Herodian’s theories, as the original comprehensive work is almost entirely lost. On Accents served as a standard pedagogical handbook in the Byzantine educational tradition for centuries. It is a primary source for reconstructing ancient Greek accentuation rules and understanding the history of grammatical thought.

Τὸ ἐφικέσθαι τῆς ἐν προσῳδίαις καθολικῆς ἀναλογίας ποθοῦντας, πρὸς δὲ τὸ μῆκος τῆς Ἡρωδιανοῦ πραγματείας ἀπαγορεύοντας, ἡ διʼ ἐπιτομῆς παράδοσις ὀνήσει πρὸς τὸ βούλημα. Σκόπει οὖν εἴ τι καὶ ἡμῖν ἤνυσται χρήσιμον εἰς συντομίαν, ἀλλὰ καὶ εἰς σαφήνειαν. ἐπεὶ γὰρ τὸ πολύυλον τῶν ὁρισμῶν ἐν πολλοῖς κανόσιν ἀθρόως κείμενον δύσληπτον ἦν, καταδιῃρέθη τοῦτο, ἵνʼ εὔληπτα γένηται διαιρεθέντα τὰ ὑφʼ ἓν κείμενα τῷ Ἡρωδιανῷ· τὸ γὰρ ἅμα γένος εἶδος σχῆμα κατάληξιν παράληξιν ἀρχὴν χρόνον στοιχεῖον πάθος παρατηρεῖν, καὶ ὅσα ἄλλα, ἢ τὰ πλεῖστα τούτων, χαλεπὸν καὶ δυσέφικτον. ἐφʼ ἑκάστῳ δὲ τῶν τοιούτων ὁρισμῶν ἡ μὴ ἐπιπολλοῖς ἅμα διὰ τῶν παραδειγμάτων εὐθὺς παράθεσις ἀπαγορεύει διάνοιαν, ὥστε ῥᾷον τοῖς ἄλλοις ἀκολουθεῖν. δεῖ δὲ τὸν ἐφʼ ἑκάστου κανόνος περιμένοντας λόγον οὕτως ἔχειν αὐτὸν ἐντελῆ συναγόμενόν τε ἐκ τῶν κατὰ μέρος, ἵνα μὴ συντομία μόνον, ἀλλὰ καὶ σαφήνεια τοῖς ἐντευξομένοις ὑπάρχῃ. συντομίας δὲ χάριν παρεῖται τὸ διὰ ζητήσεως κανονίζειν τῶν μὲν ἀνατρεπομένων λόγον, τῶν δὲ κρατυνομένων· ἱκανὸν γὰρ τῷ κρατοῦντι λόγῳ πείθεσθαι περὶ τῆς ὀρθῆς προσῳδίας, ὥστε τῆς ὀρθότητος τοῦ ἑλληνισμοῦ μὴ διαμαρτάνειν, καὶ τοῦ ταύτην συνιστάντος λόγου μὴ ἀνεπιστήμονα ἔχειν. ἀλλὰ καὶ τὸ πολὺ πλῆθος τῶν παραδειγμάτων, καὶ ἡ περὶ τῶν ἀγνοουμένων ἐν αὐτοῖς ἐξήγησις, καὶ ἡ τῆς χρήσεως αὐτῶν πολλὴ παράθεσις καταλέλειπται τῷ συγγραφεῖ· κἀκεῖθεν αὐτὰ λήψεται ὁ μὴ μόνον τὴν τῶν προσῳδιῶν ὀρθότητα ζητῶν, ἀλλὰ καὶ περὶ τὰς δυνάμεις καὶ χρήσεις φιλομαθῶν. εὐθὺς οὖν τὴν ἐν τῷ προοιμίῳ διατριβὴν περιελόντες, ἐνδεικνυμένην τὸ μέγεθος τῆς πραγματείας, καὶ τῶν πρότερον γεγραφότων τὸ ἐνδεὲς ἐλέγχουσαν, ἐπʼ αὐτὰ ἥξομεν τὰ πρὸς ἐπίγνωσιν τῆς ἀναλογίας κατεπείγοντα. εἰ δὲ τὸ συντομώτερον τοῦ πρὸ ἡμῶν ἐπειγομένου πεποιήκαμεν, ὥσπερ ἐζήτησας, μετὰ τοῦ σαφεστέρου καὶ εὐσυνόπτου τοῖς πολλοῖς, αὐτὸς ἐπικρινεῖς.

Πίναξ τοῦ ὅλου βιβλίου τοῦ περὶ τόνων.

Τὸ μὲν οὖν πρῶτον βιβλίον περιέχει τὰ εἰς Ν λήγοντα ὀνόματα ὑπὲρ μίαν συλλαβὴν ἀρσενικὰ καὶ θηλυκά.

Τὸ δὲ δεύτερον περιέχει τὰ εἰς Ξ καὶ εἰς Ρ καὶ τὰ εἰς ΑΣ.

Τὸ δὲ τρίτον τὴν εἰς ΗΣ κατάληξιν.

Τὸ δὲ τέταρτον τὴν εἰς ΙΣ.

Τὸ δὲ πέμπτον τὰ εἰς ΩΣ λήγοντα καθαρά.

Τὸ δὲ ἕκτον ἀρξάμενον ἀπὸ τῶν εἰς ΒΟΣ συμπληροῖ τὰ εἰς ΛΟΣ· κατὰ γὰρ τὴν τῶν στοιχείων τάξιν ἡ παράθεσις καὶ ἐπὶ τῶν εἰς ΩΝ ληγόντων.

Τὸ δὲ ἕβδομον ἀπὸ τῶν εἰς ΜΟΣ μέχρι τῶν εἰς ΠΟΣ.

Τὸ δὲ ὄγδοον ἀπὸ τῶν εἰς ΡΟΣ μέχρι καὶ ΨΟΣ καὶ ἔτι περὶ τῶν εἰς ΟΣ οὐδετέρων.

Τὸ ἔννατον περὶ τῶν εἰς ΟΣ συνθέτων.

Τὸ δὲ δέκατον περιέχει τὰ εἰς ΥΣ ἀρσενικὰ καὶ θηλυκὰ καὶ τὰ ἔχοντα διφθόγγους πρὸ τοῦ Σ· ἔτι τὰ εἰς ΩΣ καὶ Ψ.

Τὸ ἑνδέκατον περιέχει τὰ εἰς Α λήγοντα θηλυκά.

Τὸ δωδέκατον τὴν εἰς Η κατάληξιν τῶν θηλυκῶν κατὰ τὴν τῶν συμφώνων πάλιν τάξιν, καὶ τὴν εἰς Ω.

Τὸ τρισκαιδέκατον περὶ οὐδετέρων ὀνομάτων διέξεισι.

Τὸ τεσσαρεσκαιδέκατον περιέχει πᾶν ὄνομα μονοσύλλαβον.

Τὸ δέκατον πέμπτον τὰς πλαγίας τῶν ὀνομάτων κανονίζει, καὶ τοὺς κατὰ κλίσιν ἀριθμοὺς καὶ τοὺς κατὰ θέμα εἰρημένους.

Τὸ ἑκκαιδέκατον περιέχει τὰ εἰς Ω καὶ εἰς ΜΙ ῥήματα κατὰ πᾶν πρόσωπον.

Τὸ δέκατον ἕβδομον περιέχει πᾶν ῥῆμα καὶ πᾶσαν μετοχήν.

Τὸ δέκατον ὄγδοον ἀντωνυμίας ἄρθρα καὶ προθέσεις.

Τὸ δέκατον ἔννατον περιέχει ἐπιῤῥήματα καὶ συνδέσμους.

Τὸ εἰκοστὸν περὶ χρόνων τῶν ἐν φωνήεσι καὶ πνευμάτων.

Ἐπὶ δὲ τοῖς εἴκοσι ἐν ἄλλῳ βιβλίῳ τὸ ἀναγνωστικὸν εἶδος κατὰ τὴν σύνταξιν τῶν λέξεων παραδέδοται, ἀκολούθως μετὰ τὴν δήλωσιν τῆς καθʼ ἑκάστην προσῳδίας γινομένης διδασκαλίας περὶ διαστολῆς καὶ συναλοιφῶν καὶ τῶν ἄλλων τῶν παρακολουθούντων τῇ ἀναγνώσει, οἷον ὅτε τὸ Ζεύς ὀξυνόμενον οὐκ ἔχει τὴν ὀξεῖαν ῥωννυμένην, ἐν τῷ Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶας, ἀλλʼ ἐγκλινομένην διὰ τὴν ἐπιφορὰν τοῦ δέ συνδέσμου. ἐν γοῦν τῷ Ζεύς τε καταχθόνιος ῥώννυται διὰ τὴν ἐπιφορὰν τοῦ τέ. ἡ δὲ οἱ ἀντωνυμία περισπωμένη ἐν τῷ οἷ αὐτῷ θάνατον, οὐκ ἐφύλαξε τὴν περισπωμένην ἐν τῷ καί οἱ ἐπευχόμενος, τῆς συντάξεως τοῦτʼ ἀπαιτούσης τοῦ σημαινομένου. οὕτως ἔχει καὶ τὸ μάχῃ ἐνὶ κυδιανείρῃ, καὶ ὅσα ἄλλα.

Τὰ εἰς Ν.Βιβλίον αʹ.

Τὰ εἰς ΑΝ λήγοντα ἁπλᾶ ὀνόματα ὀξύνεσθαι θέλει, ἐπʼ εὐθείας πτώσεως μὴ τροπὴν ἀναδεξάμενα ἀπὸ τῶν εἰς ΗΝ βαρυτόνων, οἷον· παιάν Ἰάν Δαρειάν Ἀλκμάν τιτάν πελεκάν.

Τὰ εἰς ΑΝ σύνθετα ἀπὸ ἁπλῶν ῥητῶν πάντα βαρύνονται, οἷον· Αἰγίπαν Ἑρμόπαν αἰνοτίταν. τὸ δὲ καρβάν ὀξύνεται, καὶ ὅσα μὴ ἀπὸ ἁπλῶν ῥητῶν.

Τὰ εἰς ΗΝ λήγοντα μὴ συντεθειμένα ἀπὸ τῶν εἰς ΗΝ ῥητῶν, εἰ ἔχοι πρὸ τοῦ ΗΝ δασὺ σύμφωνον ἢ ψιλὸν, ὀξύνεσθαι θέλει, οἷον· ἀρχήν εὐχήν ναυχήν κηφήν ὀρφήν.

Τὰ εἰς ΗΝ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ Α ἤτοι μόνον, ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι δισσύλλαβα ὀξύνεται, εἰ μὴ ἔχοι οὐδετέρου παρασχηματισμὸν, οἷον· Ἀγήν αὐχήν ἀτμήν ἀπτήν αἰτήν ἁδήν ἡ νόσος.

Τὰ εἰς ΗΝ λήγοντα ἔχοντα πρὸ τοῦ Η τὸ Σ, ἢ διπλοῦν σύμφωνον μὴ παραληγόμενον τῇ ΟΥ διφθόγγῳ … ὀξύνεσθαι θέλει, εἰ μὴ παρασχηματίζοιτο οὐδετέρῳ γένει, οἷον· ἐσσήν καμασήν ὁ ἰχθῦς νασσήν ἐρσήν Αἰζήν ἀζήν ἀψήν.

Τὰ εἰς ΗΝ λήγοντα ὀξύνεται· βαλλήν Τελλήν Ὠλήν σωλήν κωλήν Πελλήν. σεσημείωται τὸ Ἕλλην βαρυνόμενον.

Τὰ εἰς ΗΝ ἁπλᾶ ἔχοντα δεδιπλασιασμένον σύμφωνον ὀξύνεται· ἐσσήν ὀσσήν Τελλήν βαλλήν πλὴν τοῦ Ἕλλην. τὸ δὲ ἄῤῥην ἀττικῶς ἀπὸ τοῦ ἄρσην γέγονε.

Τὰ εἰς ΗΝ κατʼ ἐπιπλοκὴν δύο συμφώνων ὀξύνεται· πυθμήν Κεβρήν, πλὴν τοῦ Ἕκτην.

Τὰ εἰς ΗΝ ἔχοντά τι τῶν μέσων πρὸ τοῦ Η ὀξύνεται, ὁπότε διχρόνῳ παραλήγοιτο, ἢ φύσει μακρᾷ, οἷον· Ὠγήν ἁδήν ἀττήν ἀτταγήν τριβήν ὁ τρίπους.

Τὰ εἰς ΗΝ ὑπὲρ δύο συλλαβὰς χαίρουσι τῇ ὀξείᾳ, οἷον· ἀτταγήν κορδυλήν μαραθήν δοθιήν, πλὴν τοῦ περπέρην.

Τὰ εἰς ΗΝ ἀπὸ ῥητῶν ἤτοι διαλεγομένων τῶν εἰς ΗΝ βαρύνεται, οἷον· Ἕλλην φιλέλλην, εἴρην μελλείρην, ποιμήν ἀρχιποίμην.

Τὰ εἰς ΜΗΝ ὀξύνεται, εἰ μὴ σύνθετα ἀπὸ ἁπλῶν εἴη τῶν εἰς ΜΗΝ· Δαμήν λιμήν ὑμήν ποιμήν.

Τὰ εἰς ΡΗΝ καθαρὸν μὴ ἔχοντα πρὸ τέλους συλλαβὴν εἰς τὸ Ε φωνῆεν καταλήγουσαν ὀξύνεται· Σειρήν Πειρήν διπρήν πλὴν τοῦ εἴρην.

Τὰ εἰς ΡΗΝ καθαρὸν τῷ Ε παραλήγοντα παροξύνεται, οἷον· ἔρην τέρην Θέρην ποταμὸς πέρην.

Τὰ εἰς ΙΝ δικατάληκτα ἁπλᾶ μὲν ὀξύνεται· δελφίν καὶ δελφίς, Τελχίν καὶ Τελχίς, Σαλαμίν καὶ Σαλαμίς, ἀκτίν καὶ ἀκτίς. σύνθετα δὲ βαρύνεται· εὐάκτιν χρυσάκτιν.

Τὰ εἰς ΥΝ λήγοντα βαρύνεται ἐξαιρέτως παρὰ τοῖς Αἰολεῦσι· Φόρκυν Πόλτυν Γόρτυν μόσυν τέκτυν ὁ τέκτων.

Τὰ εἰς ΒΩΝ δισύλλαβα ἀρσενικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος δηλοῖ, οἷον· Στίβων τρίβων Στράβων ἄμβων.

Τὰ εἰς ΒΩΝ ὑπερδισύλλαβα ὀξύνεται· Ἀλαβών ἀῤῥαβών. τὸ δὲ Χαρναβῶν περισπᾶται.

Τὰ εἰς ΓΩΝ δισύλλαβα ἀρσενικὰ, ὁπότε μὴ περιεκτικὴν ἔχοι δύναμιν ἢ διὰ τοῦ Ο κλίνοιτο κατὰ τὴν πρὸ τέλους συλλαβὴν, βαρύνεται, οἷον· πύγων Αἴγων Μέγων. τὸ δὲ φλεγών καὶ ἀγών ὀξύνονται.

Τὰ εἰς ΓΩΝ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύνεται μὲν, ὅσα φυλάττει τὸ Ω κατὰ τὴν γενικὴν, καὶ διὰ τοῦ ΝΤ κλίνεται· Οὐκαλέγων Πελάγων προάγων Σαλάγγων Ἐρίγων. ὀξύνεται δὲ διὰ τοῦ Ο κλινόμενα, εἰ μὴ ἀπὸ συνθέτου τοῦ ΟΣ παρώνυμα ὑπάρχοι, οἷον· Παφλαγών Λαιστρυγών ἀρηγών ὁ σύμμαχος, πλὴν τοῦ καταπύγων· τὰ γὰρ ἀπὸ συνθέτων εἰς ΟΣ παραχθέντα κατὰ τοῦ αὐτοῦ σημαινομένου βαρύνεται· ἄπειρος ἀπείρων, ἄναιμος ἀναίμων, ἀγκύλος ἀγκύλων.

Τὰ εἰς ΔΩΝ δισύλλαβα ὀξύνεται καὶ βαρύνεται. βαρύνεται μὲν, ὅσα ἐστὶν ἀρσενικὰ διὰ τοῦ ΝΤ κλινόμενα καὶ φυλάττοντα τὸ Ω κατὰ τὴν γενικὴν, χωρὶς τῶν συνεμπιπτόντων πόλει, οἷον· κώδων Φαίδων Φείδων κλύδων κνώδων. τὸ δὲ Σιδών πόλις. ὀξύνεται δὲ τὰ διὰ τοῦ Ο μόνου κλινόμενα, οἷον· Μυγδών σαρδών σινδών.

Τὰ εἰς ΔΩΝ ὑπὲρ δύο συλλαβὰς, εἰ παραλήγοιτο τῷ Ο ἢ Α ἢ Υ βαρύνεται, οἷον· ἀκόδων κινάδων Κορύδων.

Τὰ εἰς ΔΩΝ ὑπερδισύλλαβα ὀξύνεται, παραλήγοντα τῷ Υ ἢ Ι, ὀνόματα ὄντα πόλεων ἢ ἐθνικὰ· Ἀμυδών Καλυδών Ἀπιδών χελιδών.

Τὰ εἰς ΔΩΝ θηλυκὰ ὀξύνεται· ληθεδών τηκεδών σηπεδών ἀηδών.

Τὰ εἰς ΖΩΝ λήγοντα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ εἴη ὑπερδισύλλαβα, ἢ πρὸ τέλους ἔχοι μακρὸν τὸ Α ἢ πόλει ὁμωνυμεῖ, οἷον· μείζων Ῥίζων Ὄζων ..... ὀλίζων. τὸ δὲ ἀλαζών ὁ ὑπερήφανος ὀξύνεται. τὸ δʼ ἐπὶ ἔθνους φυλάττει τὸ Ω ἐν ταῖς πλαγίαις.

Τὰ εἰς ΗΩΝ βαρύνεται· παιήων ξυνήων.

Τὰ εἰς ΘΩΝ δισύλλαβα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ ἐθνικὰ εἴη ἢ περιεκτικὰ· μόθων Ὄθων Μάθων ὁ Θηβαῖος πίθων ὁ πίθηκος ὑποκοριστικῶς Ῥίνθων αἴθων. τὸ δὲ Πυθών πόλις καὶ Σιθών καὶ πιθών καὶ κιθών ὁ χιτὼν ὀξύνεται.

Τὰ εἰς ΘΩΝ ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ὁπότε μὴ τόπου ἢ ὄρους ὄνομα ὑπάρχοι, ἢ διὰ τοῦ ΝΤ κλίνοιτο, καὶ φυλάττει τὸ Ω τῆς εὐθείας, οἷον· Φαέθων Φαέθοντος, Πυριφλεγέθων Πυριφλεγέθοντος, Κιναίθων ἐνοσίχθων. τὸ μέντοι Μαραθών Ἀργανθών ὀξύνεται. τὸ δὲ Ἱπποθῶν περισπᾶται φυλάττον καὶ τὸ Ω μέγα καὶ διὰ τοῦ ΝΤ κλινόμενον.

Τὰ εἰς ΚΩΝ δισύλλαβα ἀρσενικὰ, ὁπότε μὴ εἴη περιεκτικὰ, ἢ μέρος σώματος σημαίνοι, βαρύνεται· Χάλκων Δράκων Κίκων Δίκων Λάκων. τὸ δὲ κροκών πευκών χαλκών ὡς περιεκτικὰ ὀξύνεται, καὶ τὸ ἀγκών μέρος σώματος, καὶ τὸ Ἀγκών πόλις ὡς θηλυκὸν, καὶ τὸ εἰκών.

Τὰ εἰς ΚΩΝ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται καὶ περισπᾶται. τὰ μὲν οὖν διὰ τοῦ ΝΤ κλινόμενα καὶ Ο παραληγόμενα περισπᾶται· Ἱπποκῶν Λαοκῶν. τὰ μέντοι μὴ οὕτως καὶ παραληγόμενα τῷ Α ὀξύνεται, εἰ ἔστι τοπικώτερα, οἷον· χαρακών ἀνθρακών φαρμακών τὸ βαφεῖον· τοιοῦτο καὶ τὸ γυναικών ἑλικών ὡς τοπικόν· τὸ μέντοι Τριάκων σαλάκων καὶ Αἰολοσίκων ὑγιῶς βαρύνεται· οὐ γάρ εἰσι τοπικά.

Τὰ εἰς ΛΩΝ δισύλλαβα βαρύνονται μὴ ὄντα τοπικὰ, οἷον· δόλων Φίλων Γέλων. τὸ δὲ αὐλών καὶ μυλών ὡς τοπικὰ ὀξύνονται.

Τὰ εἰς ΛΩΝ λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύνονται, μὴ ὄντα περιεκτικὰ· Ἀπόλλων Κεφάλων. τὸ δὲ ἀμπελών καὶ καμηλών ὡς περιεκτικὰ ὀξύνονται· τὸ Βαβυλών ἀρσενικῶς, ἀφʼ οὗ καὶ ἡ πόλις, ὁμοίως καὶ τὸ μιμαλλών θηλυκὸν, ἤτοι μαινάς.

Τὰ εἰς ΜΩΝ δισύλλαβα μὴ ὄντα τοπικὰ, ἢ ἐπὶ καιροῦ λαμβάνοιτο, ἢ ἔχοι πρὸ τοῦ τέλους τὸ Υ ἐκτεταμένον, βαρύνεται· Ἕρμων Σάλμων Τίμων Σίμων. τὰ μέντοι ὀξυνόμενα τοπικά ἐστιν, ἢ ἐπὶ καιροῦ λαμβάνεται, ἢ ἔχει τὸ Υ ἐκτεταμένον· καὶ τὸ κρεμών ὀξύνεται.

Τὰ εἰς ΜΩΝ ὑπὲρ δύο συλλαβὰς, εἰ παραλήγοιτο φύσει ἢ θέσει μακρᾷ, βαρύνεται· ἀμύμων ἐγκύμων Ἡγήμων Φιλήμων.

Τὰ εἰς ΜΩΝ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα Α βραχεῖ καὶ μὴ κλινόμενα διὰ τοῦ Ο ὀξύνεται· εἰ δέ τι ἐβαρύνθη, ὡς κύριον. καὶ ὀξύτονα μὲν Τελαμών καὶ τὸ κύριον καὶ τὸ προσηγορικὸν, καλαμών πλαταμών κεραμών περιεκτικόν· Κεράμων δὲ τὸ κύριον, ὡς τὸ Ποτάμων ἀσσάμων. τὸ δὲ τεράμων βαρύνεται ὡς διὰ τοῦ ΝΤ κλινόμενον.

Τὰ εἰς ΜΩΝ ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν βραχεῖαν, ὑπεσταλμένης τῆς εἰς τὸ Α παραλήξεως, εἰ μὲν κλίνοιτο διὰ τοῦ ΝΟΣ, τῆς πρὸ τέλους οὔσης διὰ τῆς Ο, ὀξύνεται· εἰ δὲ διὰ τοῦ Ω, βαρύνεται, οἷον ἐπὶ τῶν βαρυτόνων· Ἀρτέμων Πολέμων Διδύμων. τῶν δὲ ὀξυτόνων τὸ δαιτυμών ἰτυμών κηδεμών ἀκρεμών ἐθνυμών τὸ ἔθνος.

Τὰ διὰ τοῦ ΑΙΜΩΝ βαρύνεται· δαίμων αἵμων ἀναίμων κακοδαίμων.

Τὰ εἰς ΝΩΝ μὴ ἔχοντα ἐν ἐπιπλοκῇ σύμφωνον, ἢ κατὰ διάστασιν, εἰ μὴ ἐπὶ πόλεων εἴη ἢ περιεκτικὰ, βαρύνεται· Μέμνων ἄφνων Ἄγνων. τὸ Κρανών ὡς ἐπὶ πόλεως ὀξύνεται, καὶ τὸ δαφνών ὡς περιεκτικόν.

Τὰ εἰς ΝΩΝ ἔχοντα τὴν πρὸ τέλους εἰς φωνῆεν ἢ φωνήεντα λήγουσαν, εἰ μὴ τοπικὰ εἴη, βαρύνεται ἢ ἰσοδυναμεῖ τοῖς διὰ τοῦ ΩΝΟΣ, οἷον· Κόνων Σίνων. τὸ δὲ κανών ὀξύνεται, προσέτι πλατανών καὶ ξενών.

Τὰ εἰς ΞΩΝ, ὁπότε μὴ εἴη ἐπίθετα, δυνάμενα καὶ ἐπὶ θηλυκοῦ τάττεσθαι, βαρύνονται· ἄξων πράξων. τὸ μέντοι δραξών ὀξύνεται ὡς ἐπιθετικόν.

Τὰ εἰς ΠΩΝ μὴ ὄντα περιεκτικὰ βαρύνεται· Λάμπων δράπων ὁ δραπέτης Δούπων Ἵππων τὸ κύριον, ἱππών περιεκτικὸν, πέπων τὸ πεπώνιον, πεπών περιεκτικόν.

Τὰ εἰς ΡΩΝ μετʼ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ εἴη περιεκτικὰ, ἢ ἐπὶ πόλεων, ἢ διὰ τοῦ ΝΥ κλινόμενα, βαρύνεται· ἄφρων πρόφρων Μάκρων. τὸ μέντοι ἀντρών λουτρών ἀνδρών ὡς περιεκτικὰ ὀξύνεται. τὸ δὲ Δεξικρῶν καὶ Ἑρμοκρῶν ὡς διὰ τοῦ ΝΤ κλινόμενα περισπᾶται.

Τὰ εἰς ΡΩΝ μὴ παραληγόμενα τῇ ΟΙ ἢ ΑΙ διφθόγγῳ, εἰ μὴ τοπικὰ εἴη ἢ πόλει ὁμωνυμεῖ, βαρύνονται· Θήρων Νέρων γέρων τήρων. τὸ δὲ οἰρών καὶ σχαιρών διὰ τὰς διφθόγγους, καὶ τὸ προθυρών θυρών ἀχυρών Πλευρών ὡς τοπικὰ ἢ ὁμώνυμα.

Τὰ εἰς ΣΩΝ ἀρσενικὰ, εἰ μὴ ἐθνικὰ εἴη ἢ περιεκτικὰ, βαρύνονται· Παύσων Θράσων Αἴσων Ἰάσων. τὸ δὲ Ὀλοσσών πόλις ....... καὶ τὸ κισσών ὡς περιεκτικόν.

Τὰ εἰς ΤΩΝ μὴ περιεκτικὰ ...... διὰ τοῦ Ο κλινόμενα βαρύνεται· εἰ δέ τι ὀξυνθῇ, τοῦτο διαστολὴν ἀνεδέξατο βαρυνομένου· Πλούτων Πλάτων Κράτων Χίτων ποταμός, χιτών δὲ τὸ ἱμάτιον. τὸ Ἀρίστων Ἑκάτων Χαρίτων βαρύνονται· τὸ δὲ κοιτών ἱστών προβατών ὡς περιεκτικὰ ὀξύνεται.

Τὰ δὲ διὰ τοῦ ΥΩΝ ὑπὲρ δύο συλλαβὰς καὶ βαρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν, ὅσα κλίνεται διὰ τοῦ Ω, μὴ συνεμπίπτοντα πόλεσιν, ὡς ἔχει Ἀμφιτρύων Ἠλεκτρύων. τὸ δὲ σικυών ὀξύνεται. τὰ μέντοι κατὰ γενικὴν τρέποντα τὸ Ω εἰς Ο ὀξύνεται· ἀλεκτρυών Γηρυών Κερκυών ἀμφικτυών.

Τὰ εἰς ΦΩΝ ἀρσενικὰ σύνθετα διὰ τοῦ ΝΤ κλινόμενα περισπᾶται· Ἀγλαοφῶν Ξενοφῶν Ἀντιφῶν Δημοφῶν. τὸ μέντοι κολοφών καὶ κατηφών ὀξύνεται.

Τὰ εἰς ΧΩΝ δισύλλαβα ἀρσενικὰ βαρύνονται μὴ ὄντα μηνῶν ὀνόματα· Βρύχων Τύχων Σπέρχων. τὸ δὲ γλήχων ὤφειλε βαρύνεσθαι. εἰ δὲ θηλυκὸν καὶ διὰ τοῦ Β, ὀξύνεται. τὸ δὲ παχών ὀξύνεται ὄνομα μηνὸς παρʼ Αἰγυπτίοις ὄν. τὸ δὲ Πολυσπερχῶν διὰ τοῦ ΝΤ κλινόμενον περιεσπάσθη.

Τὰ εἰς ΩΝ ἐν τέλει ἔχοντα τὸν τόνον καὶ κλινόμενα διὰ τοῦ ΝΤ περισπᾶται· Ξενοφῶν Ἱπποκῶν. σεσημείωται τὸ Ποσειδῶν καὶ ταῶν καὶ τυφῶν περισπώμενα μὲν, οὐ μέντοι διὰ τοῦ ΝΤ κλινόμενα.

Τὰ εἰς ΩΝ θηλυκὰ μὴ ἐπὶ πόλεων κατηγορούμενα ὀξύνεται, ὁπότε μὴ διὰ τοῦ Ω κλίνεται· χιών λαγών τρυγών σταγών γοργών. τὸ δὲ τρήρων μήκων γλήχων βαρύνονται φυλάττοντα τὸ Ω ἐπὶ τῆς γενικῆς.

Τὰ εἰς ΩΝ δισύλλαβα ἐπὶ πόλεων ὀξύνονται· εἰ δέ τι βαρυνθῇ, ἑτέρῳ χαρακτῆρι, ἢ διαστολῇ σημαινομένου· Ἠιών Πλευρών Πυθών Σιδών. τὸ Ἴτων βαρύνεται, ὡς ἐν ἑτέρῳ χαρακτῆρι ὑποπεσόν· καθόλου γὰρ τὰ εἰς ΤΩΝ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα βαρύνεται μὴ ὄντα τοπικὰ, διὰ τὸ κοιτών. τὰ δὲ βαρύτονα· Πλούτων γείτων Τρίτων ... Σούλμων πόλις Σικελίας, πλὴν τοῦ κροτών.

Τὰ εἰς ΩΝ ὑπὲρ δύο συλλαβὰς ἐπὶ πόλεων ὀξύνεσθαι θέλει, εἰ μὴ εἰς ΛΩΝ λήγοι ἔχοντα πρὸ τοῦ τέλους Α, ἢ ἔννοιαν συνθέσεως· Ἐλεών Μεδεών Σικυών Βαβυλών. σεσημείωται τὸ Ἀσκάλων καὶ ἀσσάλων.

Τὰ εἰς ΩΝ σύνθετα ἀπὸ ἁπλῶν, συντεθειμένα ῥητὰ ἀπὸ βαρυτόνων βαρύνονται· Ἀνακρέων Χαμαιλέων. τὰ δὲ ἀπὸ περισπωμένων περισπῶνται· φιλοξενοφῶν φιλοκτησιφῶν· καὶ τὰ ἀπὸ ὀξυτόνων φυλάττει τὴν ὀξεῖαν· φιλομακεδών ἱππαλεκτρυών.

Τὰ εἰς ΩΝ ὀξύτονα δισύλλαβα καὶ μονοσύλλαβα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον, ὁπότε μὴ σχέσει τοπικῇ ἥνωται, ὡς ἔχει τὸ κατὰ συνήθειαν· προκοιτών προπυλών προθυρών. τὰ δὲ ἄλλα ἀναβιβάζουσι τὸν τόνον, οἷον· βαθυλείμων ἀχίτων αὐτόχθων.

Αἱ εἰς ΩΝ λήγουσαι μετοχαὶ δισύλλαβοι ὀξυτονούμεναι ὡς ὀνόματα κλινόμενα μετατιθέασι τὸν τόνον, οἷον· Ἀμφίων Ὑπερίων. Καὶ τοσαῦτα περὶ τῶν εἰς Ν ληγόντων ἀρσενικῶν καὶ θηλυκῶν.

Τὰ εἰς ΩΝ τοὺς τρεῖς ἐπιδέχεται τόνους· τὰ μὲν γὰρ ὀξύνεται, ὡς αἰών, τὰ δὲ βαρύνεται, ὡς Πλάτων, τὰ δὲ περισπᾶται, ὡς Ξενοφῶν.

Τὰ εἰς ΩΝ συγκριτικὰ καὶ ὑποκοριστικὰ βαρύνεται· .... Ἀτρείων Κρονίων μωτίων Ἡφαιστίων.

Τὰ διὰ τοῦ ΩΝ ἀρσενικὰ δισύλλαβα παραληγόμενα Α βραχεῖ βαρύνεται, μὴ ὄντα περιεκτικὰ· Φάων Κάων Κρέων λέων Νέων, νεών δὲ ὡς περιεκτικόν.

Τὰ διὰ τοῦ ΙΩΝ βραχεῖ παραληγόμενα βαρύνεται· Ἠμαθίων Ἐνδυμίων.

Ἔτι καὶ τὰ ἔχοντα τὸ Ι μακρὸν· κίων πρίων Ἐχίων Δηΐων Ἀμφίων βραχίων.

Ἔτι τὰ διὰ τοῦ ΑΩΝ· Μαχάων Ποσειδάων Ἀρετάων.

Τὰ εἰς ΩΝ ὀνόματα μηνῶν ἢ χρόνων ὀξύνεται· Ποσειδεών ἐλαφηβολιών. καὶ τὰ τοπικὰ περιεκτικὰ· ἀγών ἱππών ἀνδρών.

Τὰ διὰ τοῦ ΑΙΩΝ ὑπερδισύλλαβα, εἰ μὴ εἴη ὀνόματα μηνῶν ἢ ποταμῶν, βαρύνονται, οἷον· Εὐφραίων Ἀκταίων εὐαίων. Περὶ τῶν εἰς Ξ καὶ εἰς Ρ καὶ εἰς ΑΣ ληγόντων ὀνομάτων. Βιβλίον βʹ.

Πᾶν ὄνομα εἰς Ξ λῆγον ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένον, καὶ μίαν συλλαβὴν φυλάττοι τοῦ ῥήματος, καὶ ἐπιθετικὸν ὑπάρχοι, μὴ ἐθνικὸν· Φαίαξ θώραξ ἄναξ κλῖμαξ αὖλαξ· τὸ διασφάξ ὀξύνεται. τὰ δὲ ἀπὸ ῥήματος συγκείμενα· βλεφαριπάξ καὶ λητροβαστάξ καὶ νεκροβαστάξ. τὸ δὲ Ἄσφαξ βαρύνεται ὡς ἐθνικόν.

Τὰ εἰς ΕΞ καὶ ΙΞ καὶ ΟΞ καὶ ΥΞ πάντα βαρύνεται· Λέλεξ πέρδιξ Καππάδοξ κήρυξ.

Τὰ εἰς ΗΞ μὴ ὄντα σύνθετα ἐπιθετικὰ βαρύνεται· μύρμηξ σκώληξ ἀλώπηξ.

Τὰ εἰς ΗΞ σύνθετα παρὰ ῥῆμα ὀξύνεται, εἰ ἐπιθετικὰ εἴη· βουπλήξ κυμοπλήξ μεθυπλήξ. τὸ ὕσπληξ καὶ ἀντίπηξ βαρύνεται, ὅτι οὐκ ἐπιθετικά. τὸ δὲ χηναλώπηξ καὶ αὐτὸ βαρύνεται, ὡς τὸ χαμαισκώληξ λεοντομύρμηξ.

Τὰ εἰς ΩΞ ὀξύνεται, ὅσα μίαν συλλαβὴν ἔχει ἐπὶ τέλους ἐν τῇ συνθέσει· ἀποῤῥώξ κυαμοτρώξ θυλακοτρώξ κυμορρώξ· τὸ δὲ θηροδίωξ αἰγοδίωξ βαρύνεται, ὡς δύο φυλάξαντα συλλαβὰς ἐν τῇ συνθέσει. Περὶ τῶν ληγόντων εἰς ΑΡ.

Τὰ εἰς ΑΡ ὑπὲρ μίαν συλλαβὴν εἴτε ἀρσενικὰ εἴτε οὐδέτερα βαρύνεται· μάκαρ δάμαρ ὄναρ οὖθαρ.

Ἔτι τὰ εἰς ΩΡ· ῥήτωρ κέλωρ ἄπωρ.

Ἔτι τὰ εἰς ΥΡ οἷον· μάρτυρ Κέρκυρ Ἴλλυρ Λίγυρ.

Τὰ εἰς ΗΡ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται μὲν ἁπλᾶ ὄντα ἀρσενικά. ὁ δὲ λόγος τοῦ Τ προηγουμένου τοῦ Η· στατήρ ἐλατήρ καμπτήρ ἐξαυστήρ. ἐξαύτηρ δὲ κύριον, ὡς τὸ ἀμάτηρ καὶ ἄντηρ, καὶ ἄστηρ κύριον … ἀρσενικὰ δὲ εἶπε διὰ τὰ θηλυκά. καὶ γὰρ τὰ εἰς ΗΡ θηλυκὰ μὴ μετατιθέμενα κατά τι ἔθος ποιητοῦ εἰς διάφορον γένος βαρύνεται· μήτηρ θυγάτηρ Δημήτηρ. τὸ δὲ γαστήρ ὀξύνεται.

Τὰ εἰς ΗΡ ἐθνικὰ ἢ κύρια, μὴ συνεμπίπτοντα προσηγορικοῖς, βαρύνονται· Ἴβηρ Ἀνίβηρ Δόβηρ Πίηρ. τὸ μέντοι Ἐλευθήρ ὀξύνεται, ὡς τὸ Ἀστήρ.

Τὰ εἰς ΗΡ ἁπλᾶ μὴ ὄντα σύνθετα, μηδὲ ἐθνικὰ, ὀξύνεται· ἀνήρ ἀήρ αἰθήρ σπινθήρ. τὸ μέντοι ἐρίηρ ὡς σύνθετον βαρύνεται.

Τὰ εἰς ΗΡ ὀξύτονα φυλάττοντα τὸ Η κατὰ τὴν γενικὴν φυλάττει καὶ τὸν τόνον ἐν τῇ συνθέσει, οἷον· δετήρ ἀμαλλοδετήρ, στατήρ ὀβολοστατήρ. τὸ μέντοι ἀνήρ λιπάνηρ, δαήρ πολυδάηρ, πατήρ αἰνοπάτηρ ὡς μὴ φυλάττοντα τὸ Η βαρύνονται. καὶ τὸ πάνθηρ καὶ σατυρόφηρ ἀπὸ μονοσυλλάβων.

Τὰ εἰς ΕΙΡ ὑπὲρ μίαν συλλαβὴν ἀσυνήθη μὲν, τὰ δὲ εὑρεθέντα βαρύνεται· Βέχειρ Σάπειρ Ἀλάζειρ Λίγειρ Ἐλάτειρ ἑκατοντάχειρ ἀντίχειρ. ἔτι καὶ τὰ μονοσύλλαβα. οἷον· χείρ φθείρ Εἴρ.

Τὰ εἰς ΩΡ πάντα βαρύνονται· Νέστωρ Ἕκτωρ Κάστωρ ἄχωρ τὸ τῆς κεφαλῆς πιτύρισμα. τὸ μέντοι ἰχώρ ὀξύνεται. Περὶ τῶν εἰς ΑΣ πολυσυλλάβων.

Τὰ εἰς ΑΣ πολυσύλλαβα ἐκτεταμένον ἔχοντα τὸ Α βαρύνεται ἢ περισπᾶται. καὶ βαρύνεται μὲν Αἴας Θόας· περισπᾶται δὲ ἀρκᾶς πελεκᾶς. οὐδέποτε δὲ ὀξύνεται, χωρὶς εἰ μὴ ὦσιν ἀπὸ παθητικοῦ παρακειμένου σύνθετα, ὅθεν τὸ ἱμάς καὶ ἀνδριάς ὡς ἐκτεταμένον ἔχοντα τὸ ΑΣ σημειούμεθα ὀξυνόμενα, καὶ τὸ χαλκοκράς καὶ γαλακτοκράς ὡς ἀπὸ παθητικοῦ παρακειμένου. βαρύνεται δὲ τὰ εἰς ΑΣ καθαρὸν· Ἀρχίας Λοξίας Γοργίας. τὸ μέντοι τριάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ Α.

Τὰ εἰς ΒΑΣ βαρύνονται· βίβας Φόρβας Ἄββας ποταμὸς, τὸ δὲ ἀκριβᾶς περισπᾶται.

Τὰ εἰς ΓΑΣ πάντα βαρύνεται, εἰ μὴ ἐπὶ σκώμματος εἴη, ὡς ἔχει τὸ φαγᾶς· γίγας μέγας. τὸ μέντοι φυγάς ὀξύνεται οὐκ ἔχον τὸ Α ἐκτεταμένον. σεσημείωται τὸ ἀτταγᾶς περισπώμενον, ὅπερ καὶ ἀτταγήν λέγεται.

Τὰ εἰς ΔΑΣ βαρύνεται, εἰ μὴ διὰ τοῦ ΔΟΣ κλίνοιτο ἢ συναληλιμμένα εἴη ἢ ὑποκοριστικὰ· Ἴδας Βρασίδας. τὸ μέντοι Θευδᾶς περισπᾶται, ὡς Μητρᾶς Ζηνᾶς Πυθᾶς· τὸ δὲ Κερκιδᾶς ἀπὸ συναλοιφῆς.

Τὰ εἰς ΑΣ ἐκτεταμένον ἔχοντα τὸ πρὸ τῶν διπλῶν βαρύνονται· Βύζας Ἐλίξας ἀλείψας. τὸ μέντοι ὑψᾶς περισπᾶται, καὶ τὸ ἑξᾶς ἐπὶ ποσότητος ὄν.

Τὸ εἰς ΛΑΣ διʼ ἑνὸς Λ βαρύνονται, εἰ μὴ ἐκ συναλοιφῆς εἴη· Γέλας Ὕλας μέλας. τὸ μέντοι ἱλᾶς περισπᾶται ἀπὸ τοῦ ἱλάεις.

Τὰ εἰς δύο ΛΛ ἐκτείνεται· μύλλας Πάλλας βάλλας χωρὶς εἰ μὴ ἐπὶ σκώμματος εἴη, ἢ ἔχοι τι ἐντελέστερον. τὸ μέντοι πελλᾶς ὁ γέρων περισπᾶται ἐπὶ σκώμματος ὂν, καὶ τὸ ἀλλᾶς καὶ βιλλᾶς.

Τὰ εἰς ΜΑΣ βαρύνεται· Τόλμας ἀδάμας, εἰ μὴ κατὰ τροπὴν εἴη Δωρικὴν, ὡς τὸ Ἑρμᾶς καὶ τὸ Ἀρτεμᾶς ὑποκοριστικόν. σεσημείωται δὲ τὸ ἱμάς ὀξυνόμενον.

Τὰ εἰς ΝΑΣ ὁμοίως, εἰ μὴ εἴη ὑποκοριστικὰ, ἢ ἐπὶ σκώμματος· ἁρπύνας ξένας. Μηνᾶς μέντοι καὶ Ζηνᾶς ὑποκοριστικά. τὸ δὲ δακνᾶς περισπᾶται, ὅτι ἐπὶ σκώμματος τάσσεται.

Ἔτι τὰ εἰς ΡΑΣ μὴ ὄντα ὑποκοριστικὰ, ἢ συναληλιμμένα, ἢ νόμισμα δηλοῦντα· Θήρας Ἀθύρας Πυθαγόρας. τὸ μέντοι Μητρᾶς Ἡρᾶς τετρᾶς βορρᾶς περισπᾶται. τὸ δὲ τετράς τετράδος συστέλλεται.

Τὰ εἰς ΑΣ σύνθετα πάντα βαρύνεται· παιδοπίπας εὐφαρέτρας. Τὸ μέντοι χαλκοκράς ὀξύνεται ἀπὸ τοῦ παθητικοῦ παρακειμένου συντεθέν. τὸ δὲ φιλοπελλᾶς καὶ φιλοβοῤῥᾶς τὸν τῶν ἁπλῶν ἐφύλαξε τόνον.

Τὰ εἰς ΑΣ συνεσταλμένα ἀρσενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ ΔΟΣ κλίνεται· ὁ φυγάς καὶ ἡ φυγάς, ὁ Ἀρκάς καὶ ἡ Ἀρκάς, δυάς τριάς. τὸ μέντοι μέγας καὶ λᾶας ὡς συστελλόμενα βαρύνονται.

Πᾶν οὐδέτερον εἰς ΑΣ βαρύνεται· γέρας γῆρας δέπας δέμας σέβας. βιβλίον γʹ.

Πᾶν ὄνομα δισύλλαβον ἁπλοῦν εἰς ΗΣ καθαρεῦον ἀσυνάλειπτον βαρύνεται, εἰ μὴ ἔχοι πρὸ τέλους μόνον τὸ Υ ......· Ναίης Δάης Κλεύης Βρύης. τὸ δὲ Ὑῆς περισπᾶται ἔχον τὸ Υ, ὥσπερ καὶ τὸ Θυῆς Κυῆς ἰσοσυλλάβως κλινόμενα. τὰ δὲ περιττοσυλλάβως κλινόμενα βαρύνονται ..... λύης λύεντος, ἀπὸ τοῦ λυήεις. καὶ τὸ ζαής ὡς σύνθετον ὀξύνεται.

Τὰ εἰς ΒΗΣ δισύλλαβα παραληγόμενα φωνήεντι βαρύνεται· κάβης λέβης Κέβης Χάβης θήβης. τὸ δὲ κιβῆς περισπᾶται ἀπὸ τοῦ κιβέας.

Τὰ εἰς ΓΗΣ δισύλλαβα βαρύνονται, χωρὶς εἰς μή τι ἐκ συνθέτου καταλελειμένον εἴη, ἢ παρώνυμον ἐπιθετικόν. τότε γὰρ περισπᾶται, ὅτε συναλήλιπται, ἢ βραχείᾳ παραλήγοι, ἢ ἰσοσυλλάβως κλίνοιτο. καὶ ἃ μὲν βαρύτονα· Μέγης Γύγης Σάγγης Μόργης. τὸ μέντοι ἀργής ἐπιθετικὸν, ὥσπερ καὶ τὸ ἀγής σύνθετον ἀπὸ τῆς ἀγῆς ὁ μὴ κλώμενος. τὸ δὲ μογῆς καὶ δρογῆς ἰσοσυλλάβως κλινόμενα περισπᾶται· καὶ τὸ φθογγῆς ἐκ τοῦ φθογγήεις καὶ τὸ Αὐγῆς ἐκ τοῦ Αὐγέας.

Τὰ εἰς ΔΗΣ δισύλλαβα μὴ διὰ τοῦ ΟΥΣ κλινόμενα βαρύνονται· Πύδης ᾅδης Γράδης μέδης. τὸ μέντοι ψευδής καὶ φραδής ἐπιθετικά. καὶ τὸ Ποδῆς καὶ ῥοδῆς περισπάσθη, ὅτι τὸ Ο παραλήγει.

Τὰ εἰς ΗΣ ἀσυνάλειπτα βαρύνονται· Ἄνθης Σκύθης Σεύθης Λάχης Πάχης. τὸ μέντοι κριτής .... καὶ ψαλτής ἀττικῶς ὀξύνεται· καὶ ἔτι τὸ ληιστής λῃστής. τὸ δὲ δεσπότης ἀρσενικὸν, τὸ δεσπότις θηλυκόν.

Τὰ εἰς ΗΣ δισύλλαβα μὴ ὄντα τοπικὰ ἢ συναληλιμμένα βαρύνονται ἔχοντα πρὸ τοῦ ΗΣ ἢ Ξ· Ξέρξης Χρύσης κάσης. τὸ μέντοι κασῆς τὸ πιλωτὸν ἱμάτιον περισπᾶται. τὸ δὲ Κισσῄς ὀξύνεται ὡς ἐπίθετον.

Τὰ εἰς ΝΗΣ καὶ ΡΗΣ δισύλλαβα ἁπλᾶ μὴ ἔχοντα κατʼ ἐπιπλοκὴν σύμφωνον βαρύνεται· εἰ δέ τι περισπασθῇ, τοῦτο κατὰ συναλοιφὴν ἐγένετο, ἢ ἰαμβικόν ἐστι καὶ ἰσοσύλλαβον. ὅσα δὲ ὀξύνεται, εἰς ΟΥΣ ἔχει τὴν γενικὴν ἢ εἰς ΤΟΣ. τὰ βαρύτονα· πένης πλάνης Μύνης χλούνης Φάνης. τὸ μέντοι σθενῆς τεχνῆς λαχνῆς ζαχρῆς ἀπὸ συναλοιφῆς γίνονται. καὶ τὸ Φανῆς ἰαμβικὸν ἰσοσύλλαβον.

Τὰ εἰς ΗΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Η ἀμετάβολον μετʼ ἐπιπλοκῆς συμφώνου ἑτέρου κύρια ὄντα ἢ προσηγορικὰ βαρύνεται· Μέσθλης μάσθλης Μάγνης Πίγρης Ὅπλης Πέτρης λιμήν τις. εἴ τι δὲ περισπασθῇ, κατὰ πάθος γέγονε. τὸ μέντοι γυμνής ἀβλής προβλής ἐπιθετικὰ ὄντα ὀξύνεται.

Τὰ εἰς ΗΣ ἐπιθετικὰ δισύλλαβα εἰς ΟΥΣ τὴν γενικὴν ποιοῦντα καὶ μὴ παθόντα συγκοπὴν ὀξύνεται· ψευδής πρηνής ζαής ἀλής. τὸ δὲ πλήρης βαρύνεται πληήρης γὰρ, ὡς ξιφήρης ὀλιγήρης. καὶ τὸ Ἄρης κύριον.

Τὰ εἰς ΗΣ δισύλλαβα κύρια ἔχοντα Υ ἐν τῇ παραληγούσῃ περισπᾶται· Μυῆς Θυῆς Κυῆς. βαρύνεται δὲ τὸ Βρύης Κύης περιττοσύλλαβα. γύης δὲ οὐ κύριον.

Τὰ εἰς ΗΣ κύρια ἀπὸ ἐντελεστέρου περισπᾶται· Ἑρμῆς Θαλῆς Πυλῆς Ποδῆς.

Τὰ παρὰ τὸ κλέος ἐπίθετα μὲν ὄντα ὀξύνεται· εὐκλεής ἀκλεής· κύρια δὲ ὄντα ἐν μὲν τῇ ἐντελείᾳ βαρύνεται, ἐν δὲ τῇ συναιρέσει περισπᾶται· Ἡρακλέης Ἡρακλῆς. καὶ τὰ εἰς ΕΑΣ· ἀρτεμέας ἀρτεμῆς.

Τὰ εἰς ΗΣ ἀπὸ τῶν εἰς ΗΕΙΣ περισπῶνται· τιμῆς τεχνῆς δαφνῆς.

Τὰ εἰς ΗΣ πατρωνυμικὰ ἢ ὡς πατρωνυμικὰ βαρύνεται· Πηλείδης Ἀτρείδης Κρονίδης Εὐριπίδης Θουκυδίδης.

Ἔτι τὰ διὰ τοῦ ΩΔΗΣ· εὐώδης πετρώδης δυσώδης.

Ἔτι τὰ πολυσύλλαβα παρώνυμα· εὐπατρίδης ἑπταπόδης. τὸ δὲ ἐθελοντής ἀπὸ τοῦ ἐθέλοντος, καὶ ἑκοντής ἀπὸ τοῦ ἑκόντος γενικῆς μετοχῆς.

Ἔτι τὰ διὰ τοῦ ΟΛΗΣ καὶ ΟΝΗΣ· Ὀζόλης Μηριόνης. τὸ μέντοι ἀολλής ἐπίθετον καὶ εἰς ΟΥΣ τὴν γενικὴν ἔχει.

Ἔτι τὰ διὰ τοῦ ΑΝΗΣ κύρια· Ἀριστοφάνης Θεοφάνης. τὸ δὲ ἐπίθετον θεοφανής ὀξύνεται. καὶ τὰ εἰς ΗΣ Περσικὰ πάντα· Ἰνταφέρνης.

Τὰ εἰς ΣΤΗΣ πολυσύλλαβα ὀξύνεται· τευχηστής ὀρχηστής ἀλφηστής

Ἔτι τὰ εἰς ΑΡΗΣ, εἰ μὴ ἐπίθετα εἴη· Κυαξάρης Παντάρης Σωχάρης.

Ἔτι τὰ διὰ τοῦ ΗΡΗΣ· χαλκήρης χρυσήρης θυμήρης φρενήρης τριήρης.

Ἔτι τὰ διὰ τοῦ ΩΡΗΣ· Διώρης Λυκώρης, ὅπερ Καλλίμαχος ὀξύνει.

Τὰ εἰς ΤΗΣ ἁπλᾶ ἀρσενικὰ βραχείᾳ παραληγόμενα βαρύνεται· οἰκέτης ὀφειλέτης ἐργάτης. τὸ εὑρετής δὲ ὀξύνεται καὶ τὸ ἀθλητής μαθητής ποιητής, ὅτι ἔχουσι τὴν παραλήγουσαν μακράν. τὸ δὲ προπετής ἀκρατής τριετής σύνθετα.

Τὰ εἰς ΟΙΤΗΣ ἰσοσύλλαβα βαρύνεται· Δαμοίτης Μενοίτης Θυμοίτης.

Ἔτι τὰ διὰ τοῦ ΑΤΗΣ τὸ Α μακρὸν ἔχοντα, μὴ ὄντα ῥηματικὰ, βαρύνεται· Τεγεάτης Σπαρτιάτης Ἐλεάτης. Τὸ δὲ θεατής καὶ πειρατής ῥηματικὰ ὄντα ὀξύνεται.

Ἔτι τὰ εἰς ΙΤΗΣ τοῦ Ι μακροῦ ὄντος καὶ ΕΙΤΗΣ· πολίτης τεμενίτης εὐρείτης βαθυῤῥείτης, καὶ ὅσα παρώνυμα τὸ Υ μακρὸν ἔχοντα· πρεσβύτης Ἀρχύτης Πιδύτης. τὸ μέντοι κωλυτής μηνυτής ῥηματικὰ καὶ οὐ παρώνυμα.

Ἔτι τὰ διὰ τοῦ ΩΤΗΣ μὴ ῥηματικὰ· δεσμώτης στρατιώτης.

Ἔτι τὰ διὰ τοῦ ΕΣΤΗΣ μὴ ὄντα ἐπιθετικὰ· Ὀρέστης Θυέστης Ἀκέστης. τὸ μέντοι κηδεστής καὶ ἀργεστής ἐπιθετικὰ ὀξύνονται.

Ἔτι βαρύνονται τὰ παρὰ τὸ ὀλῶ· πανώλης ἐξώλης προώλης.

Τὰ εἰς ΗΣ ἐπίθετα παρὰ ῥῆμα σύνθετα εἰς ΟΥΣ ποιοῦντα τὴν γενικὴν ὀξύνεται· εὐσεβής ἀσεβής εὐλαβής θεοφιλής αὐτοσφαγής πολυδευκής· Πολυδεύκης δὲ τὸ κύριον βαρύνεται. τὸ μέντοι φιλαλήθης καὶ μισαλήθης καὶ εὐήθης καὶ κακοήθης παρʼ ὄνομά εἰσιν οὐ παρὰ ῥῆμα.

Τὰ εἰς ΗΣ κύρια ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων σύνθετα βαρύνεται· Δημοσθένης Διογένης, καὶ τὰ ...... ἔχοντα Η ἐν τῇ παραληγούσῃ ἀπὸ δισυλλάβου· συνήθης κακοήθης. τὰ δὲ μὴ τοιαῦτα ἐπίθετα ὀξύνεται· εὐγενής ἀγενής εὐμενής εὐτυχής.

Τὰ εἰς ΤΗΣ παρὰ τὸ ἔτος καὶ ἔργον ὀξύνεται· διετής τριετής λεπτουργής ναξιουργής.

Τὰ εἰς ΗΣ ἀπὸ τῶν εἰς ΥΣ ὀξυτόνων μὲν ὀξύνονται· βριθύς ἐμβριθής, βαρύς ἀβαρής, βαρυτόνων δὲ βαρύνονται· πῆχυς τριπήχης τετραπήχης.

Τὰ εἰς ΗΣ σύνθετα τὴν τῶν πρωτοτύπων τάξιν φυλάττει· ἐρανιστής ἀρχερανιστής, δανειστής μισοδανειστής, λῃστής ἀρχιλῃστής, Ἀπελλῆς φιλαπελλῆς. σεσημείωται· ἀληθής φιλαλήθης, κριτής δικαιοκρίτης. τὸ δὲ ὑποκριτής οὐ παρὰ τὸ κριτής, ἀλλὰ παρὰ τὸ ὑποκρίνομαι.

Τὰ εἰς ΤΗΣ πολυσύλλαβα θηλυκὰ βαρύνονται· λογιότης λευκότης ποιότης. σεσημείωται ταχυτής βραδυτής ἁδροτής· καὶ τὰ παρʼ Ἀθηναίοις ὀξύτονα· τραχυτής κουφοτής· τὸ μέντοι ποτής καὶ ἐσθής δισύλλαβα. τὸ δὲ νημερτής ἐπίθετον. Περὶ τῶν εἰς ΙΣ ὀνομάτων. Βιβλίον δʹ.

Τὰ εἰς ΙΣ ὀνόματα συνεσταλμένον τὸ Ι ἔχοντα ἀρσενικὰ καὶ θηλυκὰ καὶ κοινὰ βαρύνεται· ὄφις ὄϊς πάϊς μάντις.

Τὰ εἰς ΙΣ βαρύτονα καὶ ἐν τῇ συνθέσει βαρύνονται· μῆτις πολύμητις, ἴδρις ἄϊδρις, πόλις φιλόπολις, χάρις εὔχαρις.

Τὰ εἰς ΙΣ ὀξύτονα πὴ μὲν ἐν τῇ συνθέσει φυλάττουσι τὸν τόνον πὴ δὲ βαρύνονται. καὶ φυλάττουσι μὲν τὰ φυλάττοντα τὸ θηλυκὸν γένος· σκελίς περισκελίς, νυχίς παννυχίς. τὰ δὲ κοινωνοῦντα ἀρσενικῷ γένει μετατιθέασιν· ἐλπίς εὔελπις, ἀσπίς λεύκασπις.

Τὰ εἰς ΙΣ πατρωνυμικὰ ἢ τύπον ἔχοντα πατρωνυμικῶν ὀξύνονται· Πριαμίς Τανταλίς Τυνδαρίς ἡ τοῦ Τυνδάρεω.

Τὰ εἰς ΙΣ ὑποκοριστικὰ ἔχοντα ἐν ἴσαις συλλαβαῖς τὴν παραγωγὴν ὀξύνεται· θεραπαινίς ἑταιρίς λυρίς. τὸ δὲ Ἶφις ἀπὸ τοῦ ἶφι γενόμενον βαρύνεται.

Τὰ εἰς ΙΣ ἐσχηματισμένα ἀπὸ βαρυτόνων μελλόντων ἢ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται· ποιήσω ποίησις, γνώσω γνῶσις, πράξω πρᾶξις, πέφανσαι φάνσις, μεμίανσαι μίανσις. τὸ δὲ ἁψίς σεσημείωται μακρὸν ἔχον τὸ Ι.

Τὰ εἰς ΒΙΣ ὑπερδισύλλαβα ὀξύνεται ἢ προπαροξύνεται. ὀξύνεται τὰ παρώνυμα καὶ ἐπιθετικὰ· Νιοβίς Λυκαμβίς Πεῤῥαιβίς. σεσημείωται τὸ κάνναβις. τὰ δὲ κύρια ἢ προσηγορικὰ βαρύνεται· Ἀθάρραβις κάνναβις. σημείωσαι τὸ καλλαβίς.

Τὰ εἰς ΓΙΣ δισσύλλαβα ὀξύνεται, εἰ μὴ ἄρχοιντο ἀπὸ τοῦ Γ· αἰγίς μαγίς σφαγίς. τὸ μέντοι Γέργις βαρύνεται· ἀπὸ τοῦ Γ γὰρ, ὥσπερ καὶ τὸ γέλγις γέγγις.

Ἔτι τὰ εἰς ΙΣ πολυσύλλαβα· στρατηγίς ἁλουργίς. τὸ δὲ ἄμοργις ἡ ὑποστάθμη βαρύνεται.

Τὰ εἰς ΘΙΣ δισύλλαβα, εἰ μὴ μετάληψιν ἔχοι εἰς ἀρσενικὸν γένος, ὀξύνεται· πληθίς Ἀτθίς τηθίς ἡ πατρὸς ἀδελφή. σεσημείωται τὸ αἴθις καὶ κρόθις καὶ Κρᾶθις.

Ἔτι τὰ εἰς ΘΙΣ ὑπερδισύλλαβα ὀξύνεται μὴ ὄντα ὀνόματα πόλεων Αἰγυπτίων· ἀκανθίς κολοκυνθίς. τὸ δὲ Ταμίαθις καὶ Μένουθις καὶ Τερένουθις βαρύνεται.

Τὰ εἰς ΚΙΣ δισύλλαβα ὀξύνεται· Φωκίς κερκίς χαλκίς, τὸ δὲ φίκις βαρύνεται· ἔτι καὶ τὰ τρισύλλαβα· παλλακίς πινακίς φαρμακίς.

Τὰ εἰς ΛΙΣ ἁπλᾶ ἔχοντα σύμφωνον κατʼ ἐπιπλοκὴν ἢ διπλασιασμὸν τοῦ Λ ὀξύνεται, εἰ μὴ διὰ τοῦ Θ κλίνοιτο ἢ πόλιν σημαίνοι· φυλλίς κιγκλίς θυλλίς ὁ θύλακος, τὸ δὲ Τράλλις πόλις· καὶ τὸ δέλλις τὸ μικρὸν σφηκίον διὰ τοῦ Θ κλίνεται. καὶ τὸ βάλλις δὲ βαρύνεται εἶδος ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τὸν νεκρόν.

Τὰ εἰς ΛΙΣ βραχὺ δισύλλαβα, εἰ μὴ ἀπὸ τοῦ Π ἄρχοιτο μήτε ὑποκοριστικὰ εἴη, ὀξύνεται· βολίς φολίς σελίς ψαλίς πυλίς ὑποκοριστικόν. τὸ δὲ πρύλις βαρύνεται ἡ ἔνοπλος ὄρχησις, ὥσπερ καὶ ἡ πόλις ἀπὸ τοῦ Π ἀρχομένη.

Τὰ εἰς ΛΙΣ δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα, εἰ παραλήγοιτο φύσει μακρᾷ χωρὶς Α μακροῦ, ὀξύνεται· μηλίς ἡ μηλέα δουλίς Δαυλίς. ἐναντιοῦται τὸ μαῦλις ἡ μάχαιρα καὶ τὸ τῆλις· τὸ δὲ τᾶλις ἡ μελλέγαμος τὸ Α μακρὸν ἔχει. Ἔτι βαρύνεται καὶ τὸ Βᾶλις καὶ μᾶλις καὶ τὸ Ἦλις καὶ ὗλις ἡ ὑλία καὶ αὖλις ἡ ἔπαυλις, Αὐλίς δὲ ἡ πόλις ὀξύνεται.

Τὰ εἰς ΛΙΣ ὑπερδισύλλαβα εἰς Α βραχὺ προπαραλήγοντα ἢ ὀξύνεται ἢ βαρύνεται. καὶ ὀξύνονται μὲν, ὅσα τυγχάνει ἐπιθετικώτερα, ἢ ἔχει τὴν πρώτην συλλαβὴν καταλήγουσαν εἰς Ν ἀφώνου ἐπιφερομένου· Τανταλίς Πανθαλίς ἡ θεράπαινα Ἑλένης ἀγκαλίς τὸ γὰρ Γ ἐκ τοῦ Ν δενδαλίς. τὰ μέντοι προσηγορικὰ ἢ κύρια προπαροξύνονται· βούβαλις δάμαλις βαύκαλις.

Τὰ εἰς ΛΙΣ ὑπερδισύλλαβα παραληγόμενα Η βαρύνεται· κάπηλις κύβηλις ὁ πέλυξ ἔπηλις τὸ πῶμα τῆς λάρνακος τρόπηλις ἡ δέσμη τῶν σκορόδων, πλὴν τοῦ φασηλίς.

Τὰ εἰς δύο ΛΛ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ μὴ ἐπιθετικὰ παρώνυμα εἴη γενόμενα ἀπὸ τῶν εἰς ΗΣ· κορυδαλλίς ἀναβαλλίς ἡ σφαῖρα συκαλλίς μοιχαλλίς θρυαλλίς. τὸ μέντοι κάβαλλις βαρύνεται.

Τὰ εἰς ΛΙΣ ὑπερδισύλλαβα, εἰ ἔχοι ἕν τι τῶν φύσει βραχέων ἢ Ι βραχὺ, ὀξύνεται· κυψελίς βασιλίς Αἰολίς. τὸ μέντοι Ἄζιλις τὸ ΖΙ μακρὸν ἔχει.

Τὰ εἰς ΛΙΣ παρώνυμα τῷ Ω ἢ διφθόγγῳ παραληγόμενα ὀξύνεται· Πακτωλίς Αἰτωλίς Ἰουλίς. τὸ Ἄδουλις προπαροξύνεται καὶ τὸ ἀρτόπωλις.

Τὰ εἰς ΜΙΣ προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται· πυραμίς σησαμίς καλαμίς πλοκαμίς κεραμίς. τὸ δὲ Ἄρτεμις Σεμίραμις Χρυσόθεμις, κύρια. καὶ τὸ Σαλαμὶς κύριον ὂν ὀξύνεται.

Τὰ εἰς ΝΙΣ διβραχέα προσηγορικὰ ὀξύνονται, κατʼ οὐσίας κείμενα Α ἢ Ο παραληγόμενα· ῥανίς χλανίς σανίς ὀνίς κονίς τὸ ἐπὶ τῆς κεφαλῆς κόνις δὲ τὸ χῶμα. σπάνις καὶ φρόνις οὐκ ἐπὶ οὐσίας. τὸ δὲ ὕνις βαρύνεται τὸ Υ ἔχον, ὥσπερ τὸ κέρνις.

Τὰ εἰς ΝΙΣ δισύλλαβα παραληγόμενα φωνήεντι μακρῷ ἢ ἐκτεινομένῳ βαρύνεται μὴ ὑποκοριστικὰ ὄντα· Θῶνις μῆνις νῆνις. τὸ μέντοι φωνίς ὑποκοριστικόν ἐστι.

Τὰ εἰς ΝΙΣ θηλυκὰ διφθόγγῳ παραληγόμενα ὀξύνεται· μαινίς δαυνίς ἐπιγουνίς θεραπαινίς λεαινίς. τὸ μέντοι εὖνις βαρύνεται καὶ βοῦνις καὶ χλοῦνις.

Τὰ εἰς ΑΝΙΣ θηλυκὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται· Ὠκεανίς Τιτανίς στεφανίς. τὸ δὲ νεᾶνις προπερισπᾶται καὶ τὸ Ἄδανις προπαροξύνεται καὶ τὸ Θήβανις.

Τὰ εἰς ΕΝΙΣ καὶ ΟΝΙΣ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται· εὐμενίς εὐγενίς Λυκαονίς Ἀμαζονίς.

Τὰ εἰς ΞΙΣ ἀπὸ μελλόντων ἐσχηματισμένα βαρύνεται· ἕξω ἕξις, λέξω λέξις, ψύξω ψύξις. σεσημείωται ἁψίς ὀξυνόμενον. τὰ μέντοι παρώνυμα ὀξύνεται· ἅμαξα ἁμαξίς, πύξος πυξίς, ὄξος ὀξίς.

Τὰ εἰς ΠΙΣ διβράχεα ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα ὀξύνεται· πραπίς κοπίς λεπίς. σεσημείωται τὸ τρόπις. τὸ δὲ ὄπις ἀπὸ φωνήεντος ἄρχεται.

Τὰ εἰς ΠΙΣ δισύλλαβα θέσει μακρᾷ παραληγόμενα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχοιτο, βαρύνεται μὴ ὄντα ὑποκοριστικὰ, εἰ δὲ ἀπὸ φωνήεντος, ὀξύνεται. βαρύνεται δὲ ταῦτα· τράμπις σάλπις πόλις κάλπις θέσπις πόρπις. ὀξύνεται δὲ ταῦτα μὴ πληθυντικῶς λεγόμενα … ἐλπίς ἀσπίς ἐμπίς. τὸ δὲ Ἄλπις βαρύνεται.

Τὰ διὰ τοῦ ΟΠΙΣ πολυσύλλαβα μὴ ἔννοιαν ἔχοντα συνθέσεως ὀξύνεται· Κεκροπίς Δρυοπίς Αἰθιοπίς· τὸ φύλοπις δὲ προπαροξύνεται.

Τὰ εἰς ΡΙΣ δισύλλαβα ὑποκοριστικὰ ... ἐννοίας ἐχόμενα ὀξύνεται· Τευκρίς χειρίς.

Τὰ εἰς ΚΡΙΣ κύρια μὲν ὄντα βαρύνεται· Μάκρις Πρόκρις Ἄκρις· τὰ δὲ μὴ οὕτως ὀξύνεται· ἀκρίς Λοκρίς.

Τὰ εἰς ΡΙΣ ἔχοντα πρὸ τοῦ Ρ ἕν τι τῶν ψιλῶν ὀξύνεται· παλαιστρίς αὐληστρίς ἐπακτρίς.

Τὰ εἰς ΡΙΣ μετʼ ἐπιπλοκῆς μέσου ἢ δασέος ἢ τοῦ Π βαρύνεται· εἰ δὲ μὴ οὕτως, ὀξύνεται, χωρὶς εἰ μὴ σύμφωνον εἴη δεδιπλασιασμένον· ὕβρις Κύπρις· ὀξύνεται δὲ τὸ νεβρίς κεδρίς. τὸ δὲ ἄγγρις δεδιπλασίασται.

Τὰ εἰς ΡΙΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ Α βαρύνεται· κίθαρις εὔμαρις Σύβαρις κάππαρις, εἰ μὴ εἴη ὡς ὑποκοριστικὰ ἢ πατρωνυμικὰ, ἢ ἐν τῇ τρίτῃ τὸ Ε ἔχοντα. τότε γὰρ ὀξύνεται· Μεγαρίς βλεφαρίς θεωρίς ἐαρίς.

Τὰ εἰς ΕΡΙΣ ὑπὲρ δύο συλλαβὰς θηλυκὰ ὀξύνεται· Ἀστερίς νυκτερίς. τὸ δὲ Πάστερις καὶ Κελένδερις βαρύνεται.

Τὰ εἰς ΥΡΙΣ μὴ κατὰ τροπὴν γενόμενα ὀξύνεται· ἁλμυρίς πορφυρίς ἀργυρίς Ἰλλυρίς. τὸ δὲ Θάμυρις προπαροξύνεται. τὸ δὲ ἄγυρις κατὰ τροπὴν ἐγέντο.

Τὰ εἰς ΡΙΣ Αἰγύπτια προπαροξύνεται· Βούσιρις Ὄσιρις Ψένυρις.

Τὰ εἰς ΣΙΣ ἀπὸ μέλλοντος γινόμενα ἢ ἀπὸ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται· ποιήσω ποίησις, λύσω λύσις, κέκρισαι κρίσις. τὰ μέντοι παρώνυμα χαίρουσι τῇ ὀξείᾳ· Χρύσης Χρυσίς, νῆσος νησίς. σεσημείωται τὸ ἄσις ὁ ῥύπος ἀπὸ τοῦ ἄσης γεγονός.

Τὰ εἰς ΤΙΣ δισύλλαβα ἔχοντα τὸ Ο μικρὸν .... ἢ Ω μέγα πρὸ τοῦ ΤΙΣ .... ἐπιθετικὰ, εἰ μὴ παράκειται ἀρσενικῷ τῷ εἰς ΤΗΣ, ὀξύνεται· φορτίς φροντίς νοτίς οὐτίς Δωτίς ὠτίς. τὸ δὲ πόρτις ἀπὸ τοῦ πόρις. .......

Τὰ εἰς ΤΙΣ πρὸ αὐτοῦ ψιλὸν ἔχοντα .... βαρύνεται· κλέπτις ἴκτις ζῶον λάκτις ἡ τορύνη. τὰ δὲ ὀξύνεται· νοκτίς πηκτίς.

Τὰ εἰς ΤΙΣ πρὸ τοῦ ΤΙΣ Υ ἔχοντα σπάνια ὄντα τὰ μὲν βαρύνεται· Σύρτις, τὰ δὲ ὀξύνεται· ῥυτίς κυρτίς.

Τὰ εἰς δύο ΤΤ σπάνια ὄντα τὰ μὲν βαρύνεται, οἷον· παιτέττις, τὰ δὲ ὀξύνεται· τριοττίς νεοττίς.

Τὰ εἰς ΣΤΙΣ δισύλλαβα βαρύνεται, εἰ μὴ ὑποκοριστικώτερα εἴη· πίστις μνῆστις. τὸ μέντοι κιστίς ὀξύνεται ὡς ὑποκοριστικόν.

Ἔτι τὰ εἰς ΣΤΙΣ ὑπὲρ δύο συλλαβὰς, εἰ μὴ ἐπίθετα εἴη, προπαροξύνεται· βούβρωστις ἄγρωστις. ὀξύνεται τὸ Κεραστίς Λιγυστίς Λιβυστίς ὡς ἐπιθετικά.

Τὰ εἰς ΤΙΣ πολυσύλλαβα Ν πρὸ τοῦ Τ ἔχοντα μὴ παρακείμενα τοῖς εἰς ΤΗΣ ὀξύνεται· προποντίς ἑλλησποντίς. αὐθεντίς.

Τὰ εἰς ΙΣ θηλυκὰ ἀπὸ τῶν εἰς ΗΣ ἀρσενικῶν γενόμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον· ὁ κυνηγέτης ἡ κυνηγέτις, ὁ δεσπότης ἡ δεσπότις, ὁ πολίτης ἡ πολῖτις, χωρὶς τῶν ἀπὸ τῆς κοίτης καὶ πωλῶ· ταῦτα γὰρ προπαροξύνονται· ἄκοιτις παράκοιτις ἀρτόπωλις λαχανόπωλις. τὸ Σκυθίς δὲ δισυλλαβοῦν ὀξύνεται, ὡς τὸ Περσίς.

Τὰ εἰς ΦΙΣ διβράχεα ὀξύνεται· ῥαφίς γλυφίς σταφίς. εἰ δὲ ἡ παραλήγουσα εἴη φύσει ἢ θέσει μακρὰ ἐν δισυλλάβοις παροξύνεται· Ἶφις Μέμφις. τὸ δὲ Κηφίς ὡς ἐθνικὸν ὀξύνεται, ὡς καὶ Δελφίς.

Τὰ εἰς ΦΙΣ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ μὴ κύρια εἴη· ἀσταφίς κροταφίς ἐλαφίς. τὸ δὲ Ἱερόσφις ὡς κύριον παροξύνεται.

Τὰ εἰς ΧΙΣ ὀξύνεται, εἰ μὴ ὀνόματα πόλεων ἢ νήσων εἴη· Κολχίς Ἀντιοχίς παννυχίς. τὸ δὲ ῥάχις σεσημείωται. τὸ μέντοι Ἀτάρβηχις Ὕδελχις ἐπὶ πόλεων καὶ νήσων.

Τὰ εἰς ΙΣ θηλυκὰ ἐπὶ τέλους ἔχοντα τὸν τόνον καὶ εἰς Α ποιοῦντα τὴν αἰτιατικὴν ὀξύνονται· ἀσπίς ῥανίς κρηπίς κνημίς ἁψίς.

Εἰ δὲ εἰς ΙΝ ἔχουσι τὴν αἰτιατικὴν, περισπῶνται· Βενδῖς Μολῖς Τοτῖς Ἀταργατῖς. Περὶ τοῦ τόνου τῶν εἰς ΟΣ ὀνομάτων. Βιβλίον εʹ.

Τὰ εἰς ΟΣ καθαρὰ δισύλλαβα τῷ Α μακρῷ παραληγόμενα ὀλίγα εἰσὶ, καὶ ὀξύνεται μὲν, ὅσα οὐ κύρια μὴ δὲ ἐπιθετικὰ· παός καὶ πηός, ναός καὶ νηός, λαός καὶ ληός. τὸ Δᾶος ὡς κύριον βαρύνεται, καὶ τὸ πρᾷος δὲ ἐπίθετον. τὸ μέντοι ταός παρʼ Ἀλεξανδρεῦσιν ἀντὶ τοῦ ταὧς σεσημείωται. τὸ δὲ λᾶος παρὰ Σοφοκλεῖ ἀπὸ γενικῆς εἰς εὐθεῖαν μετεποιήθη.

Τὰ εἰς ΑΙΟΣ δισύλλαβα, εἰ μὴ εἴη κύρια, ὀξύνεται· λαιός σκαιός τὸ ἐπίθετον. Σκαῖος δὲ τὸ κύριον, ὡς Βαῖος Γραῖος Παῖος.

Τὰ διὰ τοῦ ΑΥΟΣ δισύλλαβα ὀξύνεται· ναῦος αὖος ὁ ξηρός. τὸ δὲ ἀγαυός τρισύλλαβον.

Τὰ εἰς ΟΙΟΣ δισύλλαβα ὀξύνεται, εἰ μὴ εἴη κύρια καὶ πυσματικὰ, καὶ τὸ Ο πλεονάζει ἐν τῇ ἀρχῇ· σμοιός ἐπίθετον, σκλοιός ὁ σκολιός δοιός γλοιός ἐπὶ κόπρου βοιός κλοιός. τὸ ποῖος τοῖος οἶος ὁ μόνος βαρύνεται, ὡς πυσματικά. καὶ τὰ κύρια δὲ ὁμοίως· Μοῖος Βοῖος Κοῖος. Οἰός δὲ ὁ δῆμος τῆς Ἀττικῆς ὀξύνεται.

Τὰ εἰς ΕΙΟΣ δισύλλαβα ἐπιθετικὰ βαρύνεται· λεῖος μεῖος Κεῖος θεῖος πλεῖος. τὸ δὲ νειός ... ἀρσενικὸν καὶ μονογενές.

Τὰ εἰς ΟΣ καθαρὸν δισύλλαβα παραληγόμενα τῷ Ι μακρῷ ἀρχόμενα ἀπὸ τοῦ ἑνὸς ἢ δύο συμφώνων βαρύνεται· πῖος Χῖος δῖος Θρῖος Φθῖος. τὸ κριός σεσημείωται.

Τὰ εἰς ΟΣ τὸ δίχρονον ἔχοντα .... βαρύνεται· σάος Ἴος Τίος ἴος ὁ μόνος βίος ἡ ζωή. βιός δὲ τὸ τόξον. τὸ δὲ νυός ἡ νύμφη ὀξύνεται.

Τὰ διὰ τοῦ ΟΟΣ καὶ ΕΟΣ δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα καὶ μὴ μόνου τοῦ Θ βαρύνεται· νόος γόος ῥόος πλόος θρόος νέος. τὸ δὲ ἐός ὀξύνεται· ἀπὸ φωνήεντος γάρ· καὶ τὸ θεός ὡς ἀπὸ τοῦ Θ μόνου.

Τὰ εἰς ΩΟΣ μετὰ προσγεγραμμένου Ι δισύλλαβα βαρύνεται ἢ προπερισπᾶται· Κῷος σῷος Λῷος. τὸ δὲ κλῳός ἀπὸ τοῦ κλοιός ὀξύνεται καὶ ἔτι τὸ ζῳός.

Τὰ εἰς ΥΟΣ σπάνια ὄντα ὀξύνεται, οἷον· ὑός.

Τὰ εἰς ΟΣ τρισύλλαβα ἁπλᾶ τῷ Α μόνῳ παραληγόμενα ὀξύνεται, εἰ μὴ ἡ τρίτη ἀπὸ τέλους φύσει ἢ θέσει μακρὰ εἴη, ἢ κατὰ διάστασιν σύμφωνον ἔχοι· ἀγλαός ἀλαός Δαναός. τὸ δὲ γόαος ἐκ τοῦ γόης γέγονε.

Τὰ εἰς ΛΕΟΣ τρισύλλαβα ἁπλᾶ ὀξύνεται, μὴ ὄντα κτητικὰ, ἢ διάφορον τόνῳ σημαίνοντα· εἰλεός ἡ κατάδυσις φωλεός κολεός μαλεός. ἐλεός τὸ κύριον, ἐλέος δὲ τὸ προσηγορικόν … τὸ δὲ τέλεος καὶ τέλειος κτητικά.

Τὰ διὰ τοῦ ΕΟΣ παροξύνεται ἢ κτητικὰ εἴη, ῥητέος πρακτέος ἀθροιστέος. τὸ δʼ ἐτεός ὀξύνεται.

Τὰ διὰ τοῦ ΑΛΕΟΣ παράγωγα ὑπὲρ τρεῖς συλλαβάς ἐστι καὶ παροξύνεται, χωρὶς εἰ μὴ ἔνδειαν ἔχῃ τοῦ Ι ἀπὸ κτητικοῦ ὀνόματος, οἷον· νηφαλέος αὐαλέος σμερδαλέος θαρσαλέος. πρόσκειται «εἰ μὴ ἔχῃ ἔνδειαν τοῦ Ι ἀπὸ κτητικοῦ ὀνόματος» διὰ τὸ δαιδάλειος δαιδάλεος, κονισάλειος κονισάλεος. ὅσα δὲ ἀπὸ τῶν κτητικῶν ἐγένετο κατʼ ἔνδειαν τοῦ Ι καὶ προπαροξύνεται· Ἀγαμεμνόνεος Ἑκτόρεος Νεστόρεος τέλεος χάλκεος χρύσεος.

Τὰ εἰς ΟΣ ὑπὲρ δύο συλλαβὰς ..... τῷ Η παραληγόμενα τὸ αἰζηός ἐστὶν ὀξυνόμενον. τὸ γὰρ παληός καὶ ἀρχῆος κατὰ τροπὴν τῆς ΑΙ διφθόγγου ἐγένετο καὶ προπαροξύνεται. τὸ δὲ ὄρηος καὶ αὐτὸ προπαροξύνεται κατὰ τροπὴν τῆς ΕΙ διφθόγγου γεγονός. τὸ δὲ Ἐχένηος καὶ πολύνηος προπαροξύνεται· σύνθετα γάρ.

Τὰ διὰ τοῦ ΔΙΟΣ προπαροξύνεται, εἰ μὴ τρισύλλαβα ὄντα τριβράχεα εὑρεθῶσι, καὶ παροξύνονται πρὸς διαστολὴν κυρίων καὶ ἐπιθέτων, ὥσπερ ἔχει τὸ Ῥοδίος καὶ Σχεδίος. τὰ δὲ προπαροξύτονα ταῦτα· ἴδιος ἀΐδιος μαψίδιος παυρίδιος ἁρμόδιος νυμφίδιος. σεσημείωται τὸ ἐρῳδιός ὀξυνόμενον.

Τὰ διὰ τοῦ ΩΝΙΟΣ προπαροξύνεται· Κιθαιρώνιος Μαραθώνιος Ἀπολλώνιος.

Τὰ εἰς ΝΙΟΣ καθόλου ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται· Ἐλευσίνιος Σαλαμίνιος. τὸ δὲ Κλονίος παροξύνεται ὡς κύριον καὶ τρισύλλαβον ὄν. καὶ τὸ μονιός ὀξύνεται τρισύλλαβον, εἰ δὲ τὸ Υ πλεονάσῃ, προπαροξύνεται· μούνιος γάρ.

Ὅσα ἀπὸ τοῦ Ξ ἢ Ρ γίνεται διὰ τοῦ Ι βραχέος, προπαροξύνεται, εἰ μὴ διαστολὴ κυρίου γένοιτο ἐν τρισυλλάβοις καὶ τριβραχέσιν, ὥσπερ τὸ Φρυγίος Φλογίος. καὶ προπαροξύνεται δὲ ταῦτα· Θρηΐκιος Κιλίκιος Φαιάκιος μακάριος σωτήριος. τὸ δὲ Ἰλλυριός οὐκ ἀντίκειται.

Τὰ διὰ τοῦ ΙΟΣ ἐθνικὰ ἢ τοπικὰ προπαροξύνονται· θαλάσσιος ἐντόπιος ἐνδάπιος. τὸ δὲ χλωριός ὀξύνεται καὶ θαλαμιός ὁ κωπηλάτης.

Τὰ ἀπὸ τῶν εἰς ΟΣ διὰ τοῦ ΙΟΣ προπαροξύνεται συνεσταλμένου τοῦ Ι, εἰ μὴ τριβραχέα ἐπὶ κυρίων εἴη· πολέμιος ποτάμιος μίσθιος ῥύθμιος δέσμιος. Φυτίος δὲ τὸ κύριον παροξύνεται.

Τὰ διὰ τοῦ ΣΙΟΣ καὶ ΤΙΟΣ προπαροξύνονται, εἰ μὴ κύρια εἴη καὶ τριβράχεα· ἀσπάσιος πρυμνήσιος Ἀτλάντιος θαλάττιος. τὸ δὲ πλησίος καὶ ἀντίος. Σκοτίος Κλυτίος τριβράχεα καὶ τὸ Φρασίος.

Τὰ διὰ τοῦ ΙΟΣ καθαρὸν πρὸ τοῦ Ι Η ἢ Ω ἔχοντα προπαροξύνονται· νήϊος δήϊος γήϊος λώϊος πατρώϊος. τὸ Ἀσκληπιός ὀξύνεται.

Τὰ εἰς ΛΙΟΣ ὑπερτρισύλλαβα προπαροξύνεται, εἰ μὴ ὀρνέου κατηγοροίη· ἐνάλιος Δασάλιος ὁ Διόνυσος θεμέλιος. Τὸ μέντοι λαλιός πελιός ὁ πολιός σκολιός φαλιός ὁ λευκομέτωπος ὡς τρισύλλαβα ὀξύνεται. τὸ δὲ ἐγωλιός ἐρῳδιός ἐδωλιός βαμβυλιός ὡς ἐπὶ ὀρνέων κατηγορούμενα ὀξύνεται.

Ὅσα εἰσὶ μονογενῆ ἀπὸ ἐνεστώτων γενόμενα εἰς ΙΟΣ μὴ ἔχοντα ἐν τῇ τρίτῃ δύο σύμφωνα κατὰ διάστασιν προπαροξύνεται· αἰτῶ αἴτιος, ἁρμόζω ἁρμόδιος, ἀρκῶ ἄρκιος, ἀρτῶ ἄρτιος. τὸ δὲ ἀντῶ ἀντίος σεσημείωται.

Ἔτι καὶ τὰ ἀπὸ μέλλοντος γινόμενα· ὀρθώσομαι ὀρθώσιος, ἀσπάσομαι ἀσπάσιος, φυλάξομαι φυλάξιος. τὸ μέντοι πλήσω πλησίος καὶ τὸ δέξομαι δεξιός καὶ ἕψομαι ἀνεψιός.

Τὰ διὰ τοῦ ΙΟΣ τρισύλλαβα εἰ ἔχοιεν Υ ἐν τῇ πρώτῃ συλλαβῇ προπαροξύνεται, εἰ μή τις διαστολὴ εἴη, ἢ κύριον ὑπάρχοι τρίβραχυ· κύριος Κύπριος Τύριος μύλιος Πύλιος Φρύγιος. τὸ Τυχίος Φρυγίος Πλυτίος Κλυτίος Σκυφίος παροξύνονται ὡς κύρια. μύριος ὁ ὡρισμένος ἀριθμὸς, μυρίος ὁ ἀόριστος, καὶ νύμφιος οἶκος προπαροξύτονον, νυμφίος δὲ ὁ γαμετὴς παροξύτονον.

Ὅσα ἀπὸ ἐπιῤῥημάτων παρῆκται διὰ τοῦ ΙΟΣ, προπαροξύνεται· πρωΐ πρώϊος, ὀψέ ὄψιος, νόσφιν νοσφίδιος, ἶφι ἴφιος, ἀεὶ ἀΐδιος, ῥέα ῥηίδιος. σεσημείωται ἄντην ἀντίος, σχεδόν Σχεδίος, ὡς κύριον.

Τὰ διὰ τοῦ ΙΟΣ τρισύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται· Μούλιος Βάκχιος Σέργιος. τὸ δὲ Ἐρχίος παροξύνεται.

Τὰ εἰς ΙΟΣ ὑπερτρισύλλαβα ἐπὶ ἀλόγων ζώων ὀξύνεται· αἰγυπιός χαραδριός ἐρῳδιός. τὸ δὲ σκορπίος κωβίος παροξύνεται ὡς τρισύλλαβα.

Ἐξαιρέτως τὰ εἰς ΟΣ καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ Ο μόνῳ παραλήγοντα προπαροξύνονται. τὰ πολλὰ δὲ σύνθετα παροξύτονά τε καὶ προπαροξύτονα. καὶ παροξύτονα μὲν θυοσκόος λαοσσόος βροτοσσόος, προπαροξύτονα δὲ πρόχοος δυσήκοος. νῦν δὲ περὶ τῶν ἁπλῶν διαληψόμεθα.

Τὰ ὥσπερ ἐντελῆ τῶν εἰς ΠΛΟΥΣ ληγόντων ἁπλᾶ ὄντα παροξύνονται· διπλόος τριπλόος ἁπλόος. τὸ δὲ πρωτόπλοος καὶ ἁλίπλοος προπαροξύνεται, ὅτι μὴ ἁπλᾶ. τὸ δὲ ἀθρόος παροξύτονον τὸ ἅμα σημαίνει· τὸ δὲ προπαροξύτονον τὸ ἄφωνον.

Τὰ διὰ τοῦ ΟΟΣ κύρια προπαροξύνεται· Σίστοος Πείροος Ἄθοος ὁ καὶ Ἀθόως. τὸ δὲ ὄγδοος εἰ καὶ ἐπίθετον προπαροξύνεται, ἐπειδὴ τὰ εἰς ΟΣ τακτικὰ βαρύνεται, ὑπεσταλμένων τῶν εἰς ΣΤΟΣ, ἕβδομος ὄγδοος ἔννατος δέκατος. τὸ δὲ εἰκοστός τριακοστός καὶ τἄλλα ὀξύνεται. καὶ τὸ ὀλοός ὀξύνεται ἀπὸ τοῦ ὀλῶ.

Τὰ εἰς ΟΣ ὑπερδισύλλαβα παραληγόμενα Υ συνεσταλμένῳ προπαροξύνεται· σίκυος Πέρυος φώτιος. τὸ δὲ Τιτυός ὀξύνεται καὶ τὸ Υ οὐκ ἔχει συνεσταλμένον.

Τὰ εἰς ΟΣ καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῇ Ω μετὰ Ι προσγεγραμμένου διφθόγγῳ καταχρηστικῇ παραληγόμενα προπερισπᾶται· πατρῷος ἡρῷος Ἀχελῷος αἰδῷος· τὸ δὲ κολῳός ὀξύνεται ἀπὸ τοῦ κολοιός. τὸ μέντοι λαγωός καὶ πατρωός ὀξύνονται, διότι οὐκ ἔχουσι τὸ Ι προσγεγραμμένον.

Πᾶν εἰς ΟΣ καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῇ ΑΙ διφθόγγῳ παραληγόμενον, εἰ ἀπὸ ὀξυτονουμένου θηλυκοῦ γένοιτο, προπερισπᾶται· ἀρχή ἀρχαῖος, ἀλκή ἀλκαῖος, κορυφή κορυφαῖος. τὸ μέντοι ἐπιπόλαιος οὐκ ἀπὸ τοῦ ἐπιπολῆς παρῆκται, ἀλλὰ παρὰ τὸ ἐπιπολάζω· πλὴν οἱ πλείους αὐτὸ περισπῶσιν.

Τὰ εἰς ΜΑΙΟΣ προπερισπᾶται, εἰ μὴ διαστολὴ γένοιτο ἢ κύριον εἴη σύνθετον· πυγμαῖος Ῥωμαῖος Πτολεμαῖος Ἑρμαῖος. τὸ δὲ Ἕρμαιος κύριον προπαροξύνεται, καὶ τὸ φιλορώμαιος σύνθετον ὄν. τὸ δὲ Τίμαιος σεσημείωται.

Τὰ διὰ τοῦ ΑΙΟΣ ὑπερτρισύλλαβα περισπᾶται, εἰ μὴ διαστολή τις εἴη, ἢ σύνθετον ὑπάρχοι· Ἀθηναῖος Εἰρηναῖος ἀρουραῖος. τὸ ἐρυσίχαιος προπαροξύνεται. τὸ δὲ Ἀθήναιος κύριον προπαροξύνεται εἰς διαστολήν.

Ἔτι τὰ διὰ τοῦ ΔΑΙΟΣ περισπᾶται· Ἰουδαῖος χυδαῖος Χαλδαῖος.

Ἔτι τὰ διὰ τοῦ ΑΙΟΣ ἐθνικὰ· Ἀθηναῖος Θηβαῖος Ῥωμαῖος. σεσημείωται τὸ Ἀχαιός ὀξυνόμενον καὶ τὸ ἐρυσίχαιος προπαροξυνόμενον.

Ἔτι τὰ τρισύλλαβα ἀπὸ Α ψιλουμένου ἀρχόμενα· ἀλκαῖος ἀκμαῖος.

Ἔτι τὰ διὰ τοῦ ΛΑΙΟΣ· ὑλαῖος βουλαῖος θηλαῖος. τὸ δὲ δείλαιος καὶ φύλαιος προπαροξύνεται. ἔτι σημειοῦνται τὰ ἐν ἀρχῇ πρόθεσιν ἔχοντα· ἐπιπόλαιος, ἢ ἀπὸ ἐπιῤῥήματος, ὥσπερ τὸ παλαιός ἀπὸ τοῦ πάλαι, καὶ τὰ κατὰ διαστολὴν γινόμενα· Παλαῖος τὸ κύριον, παλαιός δὲ τὸ ἐπίθετον ἁραιός ὁ μὴ πυκνός, ἀραῖος ἀπὸ τῆς ἀρᾶς.

Τὰ ἀπὸ ἐπιῤῥημάτων προπερισπῶνται· χύδην χυδαῖος, ἄντην ἀνταῖος. τὸ μέντοι μάτην μάταιος, καὶ τὸ βέβαιος παρὰ τὸ βέβηκα. τὰ δὲ παρώνυμα παρʼ οὐδετέρων γινόμενα ὀξύνεται· γῆρας γηραιός, κράτος κραταιός, ῥέα ἁραιός.

Τὰ εἰς ΕΙΟΣ καθαρὸν τρισύλλαβα ἔχοντα ἐν τῇ τρίτῃ Η προπαροξύνεται· θήρειος μήλειος χήνειος κήλειος ὁ καυστικός. τὸ μέντοι Ἠλεῖος ἠθεῖος προπερισπᾶται οὐκ ἀπὸ συμφώνου ἀρχόμενα. τὸ δὲ Κητειός Πηνειός ὀξύνεται ὡς κύρια· καὶ τὸ Μήδειος κύριον προπαροξύνεται.

Τὰ εἰς ΕΙΟΣ ἐπιθετικὰ τρισύλλαβα ἔχοντα τὴν πρώτην φύσει ἢ θέσει μακρὰν, πλὴν τῶν ἐχόντων τὸ Η, περὶ ὧν εἴρηται, καὶ τῶν ἐχόντων ἔννοιαν τοπικὴν, προπαροξύνονται· γλαύκειος δούλειος χρύσειος δούρειος χοίρειος. τὸ μέντοι Ὀλμειός Ὀρνειός Σπερχειός Σπονδειός Δαρειός ὡς κύρια ὀξύνεται. τὸ δὲ παιδεῖος ὁ παιδικός προπερισπᾶται.

Τὰ εἰς ΕΙΟΣ τρισύλλαβα κύρια καὶ τὰ πλείω ὀνόματα ποταμῶν ὀξύνεται· Σπερχειός Ἀλφειός Πηνειός Κητειός Ἐπειός. τὸ δὲ Ἀρνεῖος καὶ Δαρεῖος προπερισπῶνται. προπαροξύνεται δὲ ταῦτα· ἰττέρειος ἀσκάτειος. τὸ δὲ Δαρδανειός ὀξύνεται.

Τὰ εἰς ΕΙΟΣ τριγενῆ μὴ ἐθνικὰ προπαροξύνεται, εἰ ἀπὸ βραχείας ἄρχοιτο· βρότειος τέλειος φλόγειος λύκειος βόειος. τὸ δὲ Ἐπειός κύριον. τὸ δὲ φατειός κατὰ πλεονασμὸν ἔσχε τὴν δίφθογγον.

Τὰ εἰς ΕΙΟΣ ὑπερτρισύλλαβα μὴ πλεοναζούσης τῆς ΕΙ διφθόγγου προπαροξύνεται· Αἰάντειος Ὁμήρειος γαλήνειος Ἱππάρχειος. τὸ δὲ ἀδελφειός ἀπὸ τοῦ ἀδελφός πλεονάζει τὸ ΕΙ. τὰ μέντοι προπερισπώμενα ἀπὸ τῶν Ὁμήρου λέξεων εὑρεθέντα ταῦτά εἰσι· πρυτανεῖος ἑταιρεῖος μεγαλεῖος γυναικεῖος ἀκατεῖος.

Τὰ εἰς ΟΙΟΣ ὑπερδισύλλαβα προπερισπῶνται, εἰ ἐπιθετικὰ εἴη ἢ κύρια ὁμοφωνοῦντα τοῖς ἐπιθέτοις· ἀλλοῖος αἰδοῖος ὁμοῖος γελοῖος παντοῖος. τὸ δὲ φλοιός δισύλλαβον καὶ τὸ κολοιός προσηγορικόν .....

Τὰ εἰς ΟΣ καθαρὸν ἔχοντα δίφθογγον τὴν διὰ τοῦ Υ ὀξύνεται, ἐπιθετικὰ ὄντα, οὐκ ἐθνικὰ· ἀκουός καὶ ἐπακουός, ἀγαυός καὶ τὸ κύριον καὶ τὸ ἐπίθετον. πρόσκειται «εἰ μὴ ἐθνικὰ εἴη, ἀλλὰ κύρια» ὅτι ταῦτα βαρύνεται· Ἀκάλαυος Πείραυος Ἄρευος. Περὶ τῶν εἰς ΒΟΣ, εἰς ΓΟΣ, καὶ τῶν καθεξῆς μέχρι τῶν εἰς ΜΟΣ. Βιβλίον ϛʹ.

Τὰ εἰς ΒΟΣ δισύλλαβα κύρια ἢ προσηγορικὰ βαρύνεται· ὄλβος λίβος Λέσβος φλοῖσβος θάμβος τὸ μονογενές τάρβος. σεσημείωται τὸ ὄλβος παροξυνόμενον, ὅτε προσηγορικόν. Ὀλβός δὲ τὸ κύριον, ὥσπερ λοβός μέρος τοῦ ἥπατος.

Τὰ εἰς ΒΟΣ δισύλλαβα ἐπιθετικὰ ὀξύνεται· στραβός ῥαιβός ὁ μὴ ὀρθός καὶ κωβός.

Τὰ εἰς ΒΟΣ κύρια ἢ προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται· ἄραβος κόναβος ἴαμβος κάραβος σάραβος ἀττέλαβος, ὅπερ οἱ Ἀττικοὶ παραλόγως ὀξύνουσι.

Τὰ εἰς ΒΟΣ ἐπιθετικὰ ὑπὲρ δύο συλλαβὰς, εἰ μὴ τῷ Η παραλήγοι ἢ σύνθετα εἴη ἀπὸ τῶν εἰς ΒΟΣ ληγόντων, ὀξύνεται· ἐρεμβός κολοβός βουφορβός ἱπποφορβός. τὸ δὲ ἔφηβος ἄνηβος παραλήγουσι τῷ Η. τὸ δὲ φιλόκυβος σύνθετον.

Τὰ εἰς ΓΟΣ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον λήγουσαν προσηγορικὰ ὄντα ἢ κύρια βαρύνεται· πύργος σπόγγος φθόγγος Γόργος τὸ κύριον, γοργός δὲ τὸ ἐπίθετον. τὸ δὲ σαργός ὁ ἰχθῦς ὀξύνεται.

Τὰ εἰς ΓΟΣ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον λήγουσαν ἐπιθετικὰ ὄντα, εἰ μὴ ἔννοιά τις ὑπάρχοι συνθέσεως, ὀξύνεται· γοργός ἀργός. τὸ μέντοι γάγγος βαρύνεται, καὶ τὸ μάργος σύνθετον ἀπὸ τοῦ ΜΑ στερητικοῦ καὶ τοῦ ἔργον· ὁ γὰρ μάργος οὐδὲν ἀγαθὸν ἐργάζεται.

Τὰ εἰς ΟΓΟΣ διβράχεα βαρύνεται· λόγος μόγος ψόγος.

Τὰ διὰ τοῦ ΑΓΟΣ διβράχεα ἐπιθετικὰ καὶ μὴ ἐθνικὰ ὀξύνεται· φαγός κραγός ὁ κραυγαστικός. τὸ δὲ κράγος βαρύνεται, καὶ τὸ Μάγος ἐθνικόν.

Τὰ εἰς ΓΟΣ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ὀξύνεται, εἰ μὴ κύρια εἴη· λοιγός φηγός. τὸ δὲ Λᾶγος κύριον.

Τὰ εἰς ΓΟΣ ὑπερδισύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται· πάταγος ἔλεγος ὁ θρῆνος.

Τὰ εἰς ΓΟΣ τρισύλλαβα ἀρσενικὰ φύσει ἢ θέσει μακρᾷ παραληγόμενα μὴ διπλασιαζομένου τοῦ Γ ὀξύνεται, χωρὶς εἰ μὴ κύρια εἴη καὶ ἔννοιαν συνθέσεως ἔχοι· ἀρηγός πελαργός ἀμολγός βροτολοιγός. τὸ δὲ Ἄμοργος προπαροξύτονον ἐπὶ τῆς νήσου οὐκ ἀρσενικόν. καὶ τὸ Ὄμαργος σύνθετον, ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ ἀργός· ἔστι δὲ ὄνομα κυνός.

Τὰ εἰς ΔΟΣ διβράχεα ἀρσενικὰ καὶ θηλυκὰ βαρύνονται· εἰ δέ· τι ὀξυνθῇ, τοῦτο θηλυκὸν προσηγορικὸν εὑρέθη τῷ Ο παραλῆγον· κλάδος ἄδος κάδος. τὸ μέντοι ὁδός καὶ σποδός ὀξύνεται ὡς θηλυκά.

Ἔτι τὰ εἰς ΔΟΣ δισύλλαβα ..... ὀξύνεται· ὁδός σποδός οὐδός· τὸ δὲ φροῦδος ἀπὸ τοῦ πρόοδος σύνθετον, καὶ τὸ Μῆδος ἐθνικόν. σεσημείωται τὸ σκοῖδος παρὰ Μακεδόσιν ὁ οἰκονόμος καὶ τὸ χλῆδος προπερισπώμενα.

Τὰ εἰς ΔΟΣ ἀρσενικὰ φύσει μακρᾷ παραληγόμενα βαρύνεται· Μῆδος νῖδος ζεῦδος. τὸ μέντοι καυδός θηλυκὸν, ὥσπερ καὶ τὸ μαυδός.

Τὰ εἰς ΔΟΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Δ σύμφωνον βαρύνεται· ὄγδος ῥάβδος ἄσδος στήλη λιθίνη.

Τὰ εἰς ΔΟΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Δ σύμφωνον κατὰ διάστασιν βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη· λίνδος Σίνδος Πίνδος νάρδος μάρδος αὐλοῦ εἶδος. σεσημείωται τὸ Ἰνδός ποταμὸς καὶ τὸ ἐθνικόν. τὸ δὲ κονδός ἐπίθετον καὶ ὁ μυνδός ὁ ἄφωνος.

Τὰ εἰς ΔΟΣ ὑπερδισύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται· ὄμαδος κέλαδος Τένεδος κόρυδος, ὅπερ οἱ Ἀττικοὶ ὀξύνουσιν.

Τὰ εἰς ΔΟΣ ὑπερδισύλλαβα ἔχοντα κατʼ ἐπιπλοκὴν σύμφωνον κύρια ἢ προσηγορικὰ βαρύνεται· μόλυβδος σμάραγδος. τὸ δὲ ὀρυμαγδός ὀξύνεται.

Τὰ εἰς ΔΟΣ ὑπερδισύλλαβα φύσει μακρᾷ παραληγόμενα κύρια προπαροξύνεται· Ἄβυδος Ἔνουδος Ἴσσηδος. τὸ μέντοι ἀοιδός ἐπίθετον. τὸ δὲ κίναιδος προπαροξύνεται τῷ λόγῳ τῆς συνθέσεως

Τὰ εἰς ΖΟΣ πάντα βαρύνεται· ὄζος ῥοῖζος ταῦζος τρῶζος. τὰ δὲ τριγενῆ καὶ τὰ ἀπὸ ἐπιῤῥημάτων ὀξύνεται· πεζός χθιζός πρωϊζός.

Τὰ εἰς ΘΟΣ μονογενῆ δισύλλαβα φύσει μακρᾷ παραλήγοντα μὴ κοινὰ κατὰ γένος βαρύνεται· μῦθος κῶθος Ζῆθος Ξοῦθος τὸ κύριον. τὸ δὲ στρουθός κοινὸν τῷ γένει.

Τὰ εἰς ΘΟΣ δισύλλαβα μονογενῆ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν βαρύνεται· πτόρθος γόνθος ὁ κόγχος γρόνθος τὸ ἐπὶ τῆς αὐλήσεως σμίνθος ὁ μῦς. τὸ δὲ ξανθός καὶ τυτθός τριγενῆ.

Τὰ εἰς ΘΟΣ διβράχεα ὀξύνεται, εἰ μὴ τόπον δηλοῖεν· νόθος πόθος ψόθος ....... ὁ ψόφος μόθος. τὸ μέντοι βυθός τοπικόν.

Τὰ εἰς ΘΟΣ δισύλλαβα τριγενῆ παραληγόμενα φύσει μακρᾷ ἢ θέσει, μὴ προηγουμένου τοῦ Σ, ὀξύνεται· ἀφθός τυτθός ξανθός αἰθός ὁ διάπυρος. τὸ δὲ λοῖσθος ἔχει τὸ Σ. σεσημείωται τὸ Πάρθος καὶ τὸ ὄνθος

Τὰ εἰς ΑΘΟΣ μονογενῆ τρισύλλαβα ἀπὸ βραχείας ἀρχόμενα προπαροξύνεται· ψάμαθος κύαθος κάλαθος καὶ λάπαθος. τὸ μέντοι ἀγαθός τριγενές. τὸ δὲ ὁρμαθός καὶ γυργαθός ὀξύνεται ἀπὸ μακρᾶς ἀρχόμενα.

Τὰ εἰς ΘΟΣ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα Ι ἢ Υ ἢ καὶ φύσει μακρᾷ προπαροξύνεται· εἰ δέ τι καὶ ὀξύνεται, ἐπιθετικόν ἐστι· Λάπιθος λέκιθος ἔριθος Μίκυθος ἄκυθος ἡ μὴ τίκτουσα. τὸ δὲ βοηθός καὶ κακηθός ὁ κάκιστος ὀξύνεται.

Τὰ εἰς ΘΟΣ ὑπερδισύλλαβα ἔχοντα κατὰ τὴν παραλήγουσαν δύο σύμφωνα μὴ ὄντα ἐπιθετικὰ προπαροξύνονται· Ἐρύμανθος λαβύρινθος Μέλανθος ὄλυνθος τὸ μὴ πέπειρον. τὸ δὲ ὀλισθός ὁ ὀλισθηρός ὀξύνεται ἐπίθετον ὄν.

Τὰ εἰς ΚΟΣ μονογενῆ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα βαρύνεται· Φῶκος Σῶκος ταῦκος. τὸ δὲ σηκός ὀξύνεται. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται· γλαυκός λευκός γραικός.

Τὰ εἰς ΚΟΣ δισύλλαβα κύρια, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν βαρύνεται· Μάκκος Ὄγκος τὸ κύριον Λύγκος Φόρκος.

Τὰ εἰς ΚΟΣ δισύλλαβα προσηγορικὰ μὴ παρασχηματιζόμενα εἰς θηλυκὸν γένος, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, πλὴν τοῦ Λ, βαρύνεται· λάκκος κόκκος ἄρκος κέρκος ὅρκος. σεσημείωται τὸ θριγκός. τὸ δὲ χαλκός ἔχει Λ. καὶ τὸ φολκός ἐστι τριγενὲς ἔχον καὶ τὸ Λ.

Τὰ εἰς ΚΟΣ δισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου τοῦ Σ ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται· δίσκος Φύσκος μύσκος. τὸ δὲ ἀσκός ἀπὸ φωνήεντος ἄρχεται.

Τὰ εἰς ΚΟΣ διβράχεα μονογενῆ, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, βαρύνεται, εἰ μὴ διαστολή τις σημαινομένου γένοιτο, οἷον· κύκος Πλάκος πόκος τόκος. σεσημείωται τὸ φακός ὀξύτονον. τὸ δὲ Φάκος κύριον ὄνομα ὄρους.

Τὰ εἰς ΚΟΣ δισύλλαβα τριγενῆ ὀξύνεται, οἷον· λευκός γλαυκός πλὴν τῶν παραληγόντων τῷ Ω.

Τὰ εἰς ΚΟΣ ὑπὲρ δύο συλλαβὰς Α παραληγόμενα, οὗ προηγεῖται σύμφωνον ἢ σύμφωνα, κύρια ὄντα βαρύνεται· Λάβδακος Πίνακος καὶ Ἀμάρακος Ἴθακος. σεσημείωται τὸ Ἀσακός καὶ Ἀλακός καὶ Καλλιακός.

Τὰ εἰς ΚΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῷ Α προσηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται· λιθακός μαλθακός ψιττακός ἀστακός φυλακός ὁ φύλαξ, Φύλακος δὲ τὸ κύριον φαρμακός ὁ ἐπὶ καθαρμῷ τῆς πόλεως τελευτῶν, φάρμακος δὲ ὁ γόης. σεσημείωται τὸ θύλακος ὕσσακος αἴσακος προπαροξυνόμενα, καὶ τὸ μαίμακος σύνθετον.

Τὰ εἰς ΑΚΟΣ κτητικὰ ὀξύνεται· Δηλιακός Φρυγιακός Ἰλιακός.

Τὰ εἰς ΕΚΟΣ ἕν ἐστιν· ἀλώπεκος ἀπὸ τῆς γενικῆς.

Τὰ εἰς ΟΚΟΣ ὑπὲρ δύο συλλαβὰς προπαροξύνονται σπάνια ὄντα· Καππάδοκος Σπόρδοκος. τὸ δὲ ξενοδόκος βαρύνεται, καὶ τὸ αἰγοβοσκός ὀξύνεται.

Τὰ εἰς ΚΟΣ ὑπὲρ δύο συλλαβὰς μακρᾷ παραλήγοντα σπάνια ὄντα βαρύνεται· ἔστρηκος Μάληκος πίθηκος. τὸ δὲ Ἰωλκός καὶ Ἀρδησκός ὀξύνεται.

Τὰ εἰς ΚΟΣ παραληγόμενα ΑΙ ἢ ΟΙ μὴ ἐπιθετικὰ προπαροξύνεται· πάταικος Φάλαικος Μίθαικος σόλοικος μόνοικος τὸ κατὰ συναλοιφήν. τὸ Εὐβοικός ὀξύνεται ἐπιθετικὸν ὄν.

Τὰ εἰς ΚΟΣ ὑπερδισύλλαβα εἰ παραλήγοιτο Ι μακρῷ βαρύνεται· Ἄνικος κύριον Κάικος Γρήνικος Φίλικος. εἰ δὲ τῇ ΕΙ διφθόγγῳ, ὀξύνεται· δαρεικός βοεικός Δεκελεικός Κεραμεικός. σεσημείωται τὸ Καμικός ὀξύτονον καὶ ἔχον τὸ Ι μακρὸν, ὡς τὸ Παλικός.

Τὰ εἰς ΙΚΟΣ κτητικὰ ἐπιθετικὰ καὶ θηλυκὸν ἔχοντα ὀξύνεται· Γαλατικός Ἰταλικός Πυθαγορικός. τὸ δὲ ἄδικος οὐ κτητικόν. τὸ δὲ ἡλίκος καὶ πηλίκος παροξύνονται· οὐ γὰρ κτητικά.

Τὰ εἰς ΥΚΟΣ ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ μὴ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ κτητικῆς ἐννοίας ἐχόμενα βαρύνεται· Ἴβυκος Ἄμυκος Κώρυκος Ἴνυκος. τὸ δὲ Λιβυκός καὶ θηλυκός καὶ ἁλυκός ὀξύνεται θηλυκὰ ἔχοντα.

Τὰ εἰς ΣΚΟΣ Ι ἢ Υ παραληγόμενα παροξύνεται· σατυρίσκος νεανίσκος παιδίσκος. τὸ μέντοι Δαμασκός καὶ Ἀρδησκός ὀξύνεται, ἰῶτα οὐκ ἔχοντα.

Τὰ εἰς ΛΟΣ διβράχεα βαρύνεται. εἰ δέ τι ὀξύνεται, διαστολὴν πέπονθεν, ἢ ἕνεκα τριγενείας· πάλος σάλος λάλος φάλος θόλος. τὸ δὲ ὀλός ὁ ὀλέπριος ὀξύνεται.

Τὰ εἰς ΛΟΣ μονογενῆ μὴ ἀπὸ τοῦ Χ ἀρχόμενα ἔχοντα δίχρονον ἐκτεταμένον, εἰ μή τις εἴη διαστολὴ, βαρύνεται· Ἶλος τὸ κύριον, ἰλός δὲ ὁ διεστραμμένος πῖλος μύλος στῦλος γρῦλος. τὸ δὲ χυλός καὶ χιλός ἡ τροφὴ ὀξύνεται ἀπὸ τοῦ Χ ἀρχόμενα. τὸ δὲ ψιλός τριγενές. καὶ τὸ Νεῖλος βαρύνεται. καὶ τὸ δειλός ὀξύνεται.

Τὰ εἰς ΛΟΣ δισύλλαβα κύρια τῷ Η παραληγόμενα προπερισπᾶται, οἷον· Μῆλος Βῆλος Δῆλος Σφῆλος.

Ἔτι τὰ εἰς ΛΟΣ δισύλλαβα προσηγορικὰ ἢ ἐπιθετικὰ τῷ Η παραληγόμενα, εἰ ἔχοι ἄφωνον πρὸ τοῦ Η, ὀξύνεται· πηλός βηλός ὁ οὐδός, τὸ μέντοι ἧλος καὶ ζῆλος βαρύνεται· οὐδὲ γὰρ ἄφωνον ἔχει.

Τὰ εἰς ΑΥΛΟΣ δισύλλαβα μονογενῆ μὴ κύρια ὀξύνεται· αὐλός δαυλός καυλός. τὸ δὲ Βραῦλος Παῦλος Δαῦλος κύρια. ... καὶ τὸ ναῦλος μὴ ὂν κύριον. τὸ δὲ φαῦλος ἐπίθετον.

Τὰ εἰς ΛΟΣ ἐπιθετικὰ ἔχοντα πρὸ τοῦ ΛΟΣ δίφθογγον τὴν διὰ τοῦ Υ βαρύνεται, οἷον· φαῦλος δοῦλος οὖλος. τὸ δὲ τραυλός ὀξύνεται καὶ τὸ δειλός …

Τὰ εἰς δύο ΛΛ κύρια ἀρσενικὰ βαρύνονται· Ὕλλος Τέλλος Μύλλος ποιητὴς κωμικὸς Γάλλος Ψύλλος τὸ κύριον. τὸ δὲ κυλλός ὀξύνεται ὡς ἐπιθετικὸν, καὶ τὸ Μαλλός θηλυκὸν ὄνομα πόλεως.

Τὰ εἰς δύο ΛΛ προσηγορικὰ εἰ μὴ παραλήγοιεν Ι ὀξύνεται· μαλλός φαλλός φελλός. τὸ σίλλος καὶ βίλλος τὸ ἀνδρεῖον αἰδοῖον, τὸ κοινῶς βιλλίν παρὰ Ἐφεσίοις βαρύνεται. σεσημείωται τὸ ψύλλος τὸ ἐπὶ τοῦ ἔθνους.

Τὰ εἰς ΛΟΣ μετʼ ἐπιπλοκῆς συμφώνου βαρύνεται. εἰ δέ τι εἴη ὀξύτονον, ἐπιθετικὸν ὑπάρχει· ὄτλος βύβλος βίβλος ὄχλος κόχλος κύκλος. τὸ δὲ τυφλός ὀξύνεται ἐπιθετικὸν ὂν, ὥσπερ καὶ τὸ στρεβλός καὶ ἐσθλός. σεσημείωται τὸ μοχλός ὀξυνόμενον.

Τὰ εἰς ΑΛΛΟΣ τρισύλλαβα μὴ ἐθνικὰ προπαροξύνεται· κρύσταλλος κίαλλος ὄκταλλος ὁ ὀφθαλμὸς παρὰ Βοιωτοῖς· τὸ δὲ Τριβαλλός ἐθνικὸν καὶ τὸ προβαλλός ἡ ἀσπίς ὀξυνόμενον.

Τὰ ὑπὲρ τρεῖς συλλαβὰς ἐκφερόμενα παραληγόμενα τῷ Α βαρύνεται, εἰ μὴ ἀπὸ τοῦ Κ ἄρχοιτο· ἀρύβαλλος τὸ μαρσύπιον περίαλλος τὸ ἰσχίον αἰγίθαλλος. κραπαταλλός δὲ εἶδος νομίσματος καὶ κορυδαλλός ὀξύνεται.

Τὰ εἰς ΛΛΟΣ πολυσύλλαβα, ὁποίῳ φωνήεντι παραλήγει πλὴν τοῦ Α, προπαροξύνεται· Μύσκελλος Μάρκελλος Κύριλλος Σόφιλλος δόριλλος. τὸ δὲ ὀπτίλλος παροξύνεται. καὶ τὸ νεογιλλός ἔχει θηλυκόν.

Τὰ διὰ τοῦ ΑΛΟΣ, εἰ ἔχει τὴν τρίτην ἀπὸ τέλους μακρὰν, προπαροξύνεται· Κώδαλος Τάνταλος Ἅρπαλος ἴξαλος δαίδαλος. σεσημείωται τὸ ὀμφαλός καὶ τὸ Θεσσαλός.

Τὰ διὰ τοῦ ΑΛΟΣ ἔχοντα τὴν τρίτην συνεσταλμένην, θηλυκῶν ἐστερημένα, εἰ μὴ περιεκτικῇ σημασίᾳ ἐκφέρηται, προπαροξύνεται· ἐγκέφαλος πίαλος φίγαλος δάμαλος. τὸ δὲ Ἰταλός ὀξύνεται καὶ τὸ αἰγιαλός περιεκτικόν.

Τὰ διὰ τοῦ ΑΛΟΣ τριγενῆ ἔχοντα τὴν τρίτην βραχεῖαν ὀξύνεται· ἁπαλός χθαμαλός τροχαλός ἰταλός. σεσημείωται δὲ τὸ μεγάλος παροξύτονον.

Τὰ διὰ τοῦ ΑΛΟΣ ὑπερδισύλλαβα μετὰ τοῦ Α ἐκτεταμένου βαρύνεται· Φάρσαλος Τάβαλος.

Τὰ διὰ τοῦ ΕΛΟΣ μονογενῆ προπαροξύνεται, εἰ μὴ πάθος τι γένοιτο· ἄμπελος Σθένελος πύελος κύψελος ἀσφόδελος ἡ βοτάνη, ἀσφοδελός ὁ τόπος ὁ περιέχων. τὸ δειελός τὸ δειλινὸν ὀξύνεται, καὶ τὸ ὀβελός καὶ μυελός.

Τὰ διὰ τοῦ ΕΛΟΣ ἐπιθετικὰ ὑπερδισύλλαβα ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται· ἀείδελος εἴκελος εὐτράπελος πέμπελος ὁ παλαιός. εἰ δὲ τρισύλλαβα εἴη ἐπιθετικὰ μὴ ὄντα σύνθετα ὀξύνεται· Σικελός στροβελός κεφελός. τὸ δὲ ζάφελος σύνθετον ὂν προπαροξύνεται.

Τὰ διὰ τοῦ ΗΛΟΣ ὑπερδισύλλαβα. .... μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται· εὔκηλος τράχηλος κάπηλος. τὸ δὲ ῥιγηλός ἔχει θηλυκόν.

Τὰ διὰ τοῦ ΗΛΟΣ ὑπερδισύλλαβα ἁπλᾶ ἔχοντα θηλυκὰ ὀξύνεται· σιγηλός μιμηλός ἀπατηλός ὑψηλός ὑδρηλός.

Τὰ διὰ τοῦ ΙΛΟΣ ἀρσενικὰ ὑπερδισύλλαβα ἔχοντα τὸ Ι βραχὺ παροξύνεται. εἰ δέ τι προπαροξύτονον εἴη, ἢ πάθει ἢ γένει· ναυτίλος Τρωΐλος Ζωΐλος Πενθίλος. τὸ δὲ αἴγιλος θηλυκὸν προπαροξύνεται. τὸ δὲ κόϊλος ἀπὸ τοῦ κοῖλος κατὰ πάθος, καὶ τὸ μύτιλος ὁ ἔσχατος προπαροξύνεται.

Τὰ διὰ τοῦ ΙΛΟΣ ὑπερδισύλλαβα, εἰ ἔχοι τὸ Ι ἐκτεταμένον, προπαροξύνεται, εἰ μὴ ἡ τρίτη ἔχοι τὸ Α, οὗ προκατάρχει σύμφωνον· στρόβιλος εἶδος ὀρχήσεως, στροβιλός δὲ ἡ συστροφὴ τοῦ ἐχίνου ἔσβιλος ὅμιλος Πάμμιλος, ἀλλʼ οὐκ ἐν συλλήψει τὰ σύμφωνα. τὸ δὲ Καδμῖλος ὁ Ἑρμῆς προπερισπᾶται ἔχον τὸ Α.

Τὰ εἰς ΟΛΟΣ ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ κύρια ἢ προσηγορικὰ προπαροξύνεται· Ἄσβολος ἄκολος. τὸ δὲ αἰόλος, εἴτε κύριον, εἴτε ἐπίθετον, παροξύνεται. καὶ τὸ βουκόλος παροξύτονον. τὸ δὲ ὀβολός ὀξύνεται.

Τὰ διὰ τοῦ ΥΛΟΣ τρισύλλαβα προσηγορικὰ ἢ κύρια, εἰ ἄρχοιτο ἀπὸ φύσει μακρᾶς, παροξύνεται· Κρωβύλος κηρύλος Αἰσχύλος Ῥωμύλος. σεσημείωται τὸ αἴτυλος καὶ ὄγκυλος. τὸ δὲ αἴσυλος ἐπίθετόν ἐστιν.

Τὰ διὰ τοῦ ΥΛΟΣ τρισύλλαβα ἐπιθετικὰ ἁπλᾶ ἔχοντα τὴν τρίτην μακρὰν παροξύνεται· στωμύλος αἱμύλος ὁ πρᾷος στρογγύλος ἀγκύλος καμπύλος. τὸ δὲ αἴσυλος προπαροξύνεται ὡς σύνθετον, ἀπὸ τοῦ Α καὶ τοῦ συλῶ, ὁ πολλὰ συλῶν.

Τὰ εἰς ΥΛΟΣ τρισύλλαβα κύρια ὄντα ἔχοντα τὴν πρώτην συλλαβὴν μηκυνομένην παροξύνεται· προσηγορικὰ δὲ ὄντα προπαροξύνεται. παροξύνεται δὲ Δερκύλος Βακχύλος Χαρμύλος. προπαροξύνεται δὲ τὸ κόνδυλος σφόνδυλος δάκτυλος γόγγυλος. τὸ δὲ Ἄξυλος καὶ Ὄξυλος κύρια ὄντα τοῖς προσηγορικοῖς κατὰ τὸν τόνον ἠκολούθησαν.

Τὰ διὰ τοῦ ΥΛΟΣ τριβράχεα, εἰ ἔχοι ἐν τῇ τρίτῃ συλλαβῇ τὸ Ι ...... εἰ μὴ εἴη παρώνυμον ἐν ἰσοσυλλάβοις, προπαροξύνεται· τίτυλος Ἴτυλος τὸ κύριον. τὸ μέντοι Χρεμύλος καὶ Κρατύλος παροξύνονται οὐκ ἔχοντα Ι ἐν τῇ πρώτῃ. τὸ δὲ Στάφυλος παρώνυμόν ἐστι παρὰ τὸ σταφυλή. καὶ τὸ Ἄγκυλος κύριον προπαροξύνεται.

Τὰ διὰ τοῦ ΥΛΟΣ ὑπερτρισύλλαβα παροξύνεται, εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως, οἷον· ἐρωτύλος ἰαμβύλος. τὸ μέντοι εὐρύπυλος σύνθετον.

Τὰ διὰ τοῦ ΩΛΟΣ μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, εἰ μὴ ἔχοι πρὸ τοῦ Ω δύο σύμφωνα κατʼ ἐπιπλοκὴν, ὧν τὸ δεύτερόν ἐστι Τ, οἷον· Κίμωλος εὐρύσμωλος φάσκωλος ὁ θύλακος· Καστωλός δὲ ὀξύνεται ἔχον δύο σύμφωνα, ὧν τὸ ἓν Τ ἐστι. τὸ μέντοι Σπάρτωλος βαρύνεται· τὰ γὰρ δύο σύμφωνα οὐκ εἰσὶν ἐν συλλήψει, ἀλλʼ ἐν διαστάσει. τὸ δὲ Αἰτωλός τριγενές.

Τὰ διὰ τοῦ ΩΛΟΣ ὑπερδισύλλαβα ἁπλᾶ ῥηματικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνεται· φειδωλός αἰτωλός ἁμαρτωλός. τὸ μέντοι ἕωλος ὁ χθεσινός προπαροξύνεται ὡς παρώνυμον, καὶ τὴν τρίτην βραχεῖαν ἔχει.

Τὰ εἰς ΛΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῇ διὰ τοῦ Υ διφθόγγῳ προπαροξύνεται· δίαυλος ἴουλος Κάμουλος ὕπουλος. Περὶ τῶν εἰς ΜΟΣ ΝΟΣ ΞΟΣ ΠΟΣ. Βιβλίον ζʹ.

Τὰ εἰς ΜΟΣ ἔχοντα πρὸ τοῦ Μ τὸ Γ ὀξύνεται προσηγορικὰ ὄντα· νυγμός φραγμός τιναγμός ἀλαλαγμός ὑλαγμός διωγμός. σεσημείωται τὸ ὄγμος ἡ τάξις βαρυνόμενον, καὶ τὸ Ῥίγμος οὐ προσηγορικόν.

Τὰ εἰς ΜΟΣ πρὸ τοῦ Μ Δ ἔχοντα ὀξύνεται προσηγορικὰ ὄντα, εἰ δὲ κύρια εἴη, βαρύνεται. ὀξύνεται δὲ ταῦτα· ἀρδμός σκιαδμός, βαρύνονται δὲ ταῦτα· Κάδμος Κύδμος.

Τὰ εἰς ΜΟΣ ἔχοντα πρὸ τοῦ Μ Θ ἢ Χ ὀξύνεται· βαθμός ἰσθμός ῥυθμός σταθμός αὐχμός. σεσημείωται τὸ κρίθμος βαρυνόμενον.

Τὰ εἰς ΜΟΣ ἔχοντα πρὸ τοῦ Μ τὸ Κ σπάνια μέν εἰσι καὶ βαρύνεται, οἷον· Λάκμος Δέκμος. τὸ μέντοι Τρωκμός ὀξύνεται.

Τὰ εἰς ΜΟΣ λήγοντα ἔχοντα πρὸ τοῦ Μ τὸ Τ βαρύνονται, οἷον· πότμος Πάτμος Λάτμος. σεσημείωται τὸ ἀτμός ὀξυνόμενον.

Τὰ εἰς ΜΟΣ λήγοντα ἔχοντα πρὸ τοῦ Μ τὸ Σ προσηγορικὰ ὄντα ὀξύνεται, μὴ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ Σ εἰς Ο μόνον καταλῆγον, βρυσμός δεσμός δασμός θεσμός χρησμός σπασμός. πρόσκειται προσηγορικὰ, ἵνα φύγωμεν τὰ βαρύτονα κύρια τὸ Κροῖσμος καὶ τὸ Κάσμος. τὸ δὲ κόσμος βαρύνεται, καὶ τὸ κρουσμός .... ὀξύνεται, καὶ τὸ σύνδεσμος προπαροξύνεται σύνθετον ὄν.

Τὰ εἰς ΜΟΣ προσηγορικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς Λ καταλήγουσαν ὀξύνεται. ὀφθαλμός τιλμός ψαλμός παλμός ἰνδαλμός. τὸ δὲ Ἄλμος τὸ κύριον καὶ τὸ προσηγορικὸν βαρύνεται.

Τὰ εἰς ΜΟΣ ἔχοντα τὴν πρὸ τέλους εἰς Μ καταλήγουσαν ἀρσενικὰ προσηγορικὰ, εἰ ἀπὸ τῆς πρώτης εἴη συζυγίας, ὀξύνεται· γράφω γραμμός τρίβω τριμμός θλίβω θλιμμός. τὸ δὲ ἄμμος καὶ ψάμμος θηλυκά. ἔτι καὶ τὸ μνάμμος ὁ ἔκγονος βαρύνεται ἐπιθετικὸν ὄν.

Τὰ εἰς ΜΟΣ δισύλλαβα τῷ Η παραληγόμενα κύρια ὄντα βαρύνεται· Κνῆμος Σῆμος Ῥῆμος. τὰ δὲ προσηγορικὰ ὀξύνεται, εἰ μὴ διαστολή τις εἴη· κημός ἡ χώνη, τὸ ἐπιτιθέμενον ἐπὶ τῇ ὑδρίᾳ, ἐξ ἧς αἱ ψῆφοι φέρονται κνημός ὁ τραχὺς τόπος τῶν ὀρέων δημός τὸ λίπος, δῆμος δὲ ὁ ὄχλος.

Τὰ εἰς ΑΜΟΣ μονογενῆ δισύλλαβα βαρύνεται· βράμος γάμος Σάμος Ἄμος. τὸ μέντοι ἀμός ὁ ἡμέτερος καὶ ..... μηδαμινὸς τριγενὲς ὂν ὀξύνεται.

Τὰ εἰς ΜΟΣ δισύλλαβα παραληγόμενα τῷ Ο ἢ Ε μὴ ὄντα τριγενῆ βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων· βρόμος γόμος τρόμος δρόμος ῥόμος ὁ σκώληξ τόμος ὁ τετμημένος, τομός ὁ τέμνων.

Τὰ εἰς ΥΜΟΣ ἔχοντα τὸ Υ ἐκτεταμένον δισύλλαβα ὀξύνεται· κρυμός ῥυμός χυμός θυμός. θύμος δὲ τὸ κύριον, ἢ ἡ βοτάνη. τὸ δὲ Δρυμός καὶ ἐπὶ τοῦ κυρίου καὶ προσηγορικοῦ ὀξύνεται.

Τὰ εἰς ΩΜΟΣ δισύλλαβα προσηγορικὰ ἀρχόμενα ἀπὸ συμφώνου μὴ τοῦ Μ, εἰ ἐπὶ οὐσίας τάττοιτο, ὀξύνεται· βωμός ψωμός ζωμός θωμός ὁ σωρός. τὸ μέντοι κῶμος ἡ ᾠδή βαρύνεται καὶ τὸ μῶμος ἀπὸ τοῦ Μ ἄρχεται, καὶ τὸ ῥῶμος καὶ βρῶμος κύριον βαρύνεται, ὥσπερ τὸ πῶλος.

Τὰ εἰς ΜΟΣ δισύλλαβα διφθόγγῳ παραλήγοντα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται· λοιμός λαιμός. τὸ Δεῖμος καὶ οἷμος βαρύνεται.

Τὰ διὰ τοῦ ΑΜΟΣ τριβράχεα προπαροξύνεται, εἰ μὴ προηγεῖται τῷ Α τὸ Τ· πλόκαμος κέραμος κάλαμος θάλαμος κύαμος Πρίαμος. τὸ μέντοι ἰταμός καὶ ποταμός ὀξύνεται ὡς ἔχοντα τὸ Τ πρὸ τοῦ Α.

Τὰ διὰ τοῦ ΑΜΟΣ, εἰ ἔχοι τὴν πρώτην θέσει μακρὰν, εἰ μὲν κύρια εἴη, προπαροξύνεται· Πύραμος Σίσαμος· εἰ δὲ μὴ, ὀξύνεται· οὐλαμός χηραμός ἡ κατάδυσις φωριαμός τὸ κιβώτιον.

Τὰ διὰ τοῦ ΑΜΟΣ, εἰ ἄρχεται ἀπὸ δύο συμφώνων, κύρια ὄντα ἢ ἐπίθετα, προπαροξύνεται· ἄρταμος ὁ μάγειρος ὄρχαμος Πέργαμος ἐμπέραμος. τὸ μέντοι σχινδαλαμός ὁ σχισμός ὀξύνεται προσηγορικὸν ὄν.

Τὰ εἰς ΜΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῷ Ε προπαροξύνεται· Τήλεμος Ἔχεμος πόλεμος ἄνεμος. τὸ δὲ θελεμός ἀπὸ τοῦ θελημός ὀξύνεται.

Τὰ εἰς ΜΟΣ ἁπλᾶ τῷ Η παραληγόμενα σπάνια ὄντα προπαροξύνεται· ἔρημος ἀττικῶς, ἐρῆμος δὲ παρὰ τῷ ποιητῇ ἴημος. ἔτι καὶ τὰ σύνθετα· Εὔδημος εὔφημος.

Τὰ εἰς ΙΜΟΣ ὑπερδισύλλαβα προπαροξύνεται· ἀγώγιμος ὄψιμος πρώϊμος ὠφέλιμος ἄλκιμος.

Τὰ εἰς ΟΜΟΣ ὑπερδισύλλαβα προπαροξύνεται· κέρτομος ἄνδρομος ὁ ἀνδρώδης ἕβδομος Θέομος· πλὴν τοῦ καρατόμος ἀγριονόμος ἀπὸ ῥημάτων συντεθέντων.

Τὰ εἰς ΥΜΟΣ ἔχοντα τὸ Υ βραχὺ πρὸ τοῦ ΜΟΣ προπαροξύνεται· ἔλυμος ἔτυμος δίδυμος Σόλυμος ἔρυμος. τοῦ μέντοι κολυμός καὶ ῥυμός τὸ Υ μακρόν.

Τὰ εἰς ΜΟΣ τρισύλλαβα παραληγόμενα τῇ ΟΙ διφθόγγῳ μὴ παρεσχηματισμένα θηλυκῷ γένει ὀξύνεται· κυδοιμός ἡ ταραχή. τὸ δὲ ἕτοιμος ἀττικὸν, τὸ δὲ ἑτοῖμος κοινόν. καὶ τὸ ἀλύδοιμος ὁ οἰκτρός προπαροξύνεται.

Τὰ εἰς ΝΟΣ ἔχοντα πρὸ τοῦ Ν ἕν τι τῶν μέσων στοιχείων, ἔχοντα θηλυκὸν γένος, ὀξύνεται· στεγνός στυγνός ἁγνός κεδνός. τὸ μέντοι λάγνος βαρύνεται· οὐκ ἔχει γὰρ ἴδιον θηλυκόν. ὡσαύτως καὶ τὰ κύρια· Κύδνος Πύδνος Κάλυδνος.

Τὰ εἰς ΝΟΣ ἁπλᾶ ἔχοντα πρὸ τοῦ Ν ἕν τι τῶν ἀντιστοίχων ὀξύνεται, ἐπιθετικὰ ὄντα καὶ μὴ ἔχοντα πρὸ τοῦ τέλους ΟΡ· πυκνός κραιπνός τερπνός στρυφνός ἰσχνός· σεσημείωται τὸ λίχνος βαρύτονον, ὡς σύνθετον παρὰ τὸ λίαν χαίνειν. τὸ δὲ μόρφνος ὁ μέλας ἔχει τὸ ΟΡ, καὶ τὸ ὄκνος προσηγορικόν.

Τὰ εἰς ΝΟΣ μονογενῆ δισύλλαβα ἔχοντα πρὸ τοῦ ΝΟΣ ἕν τι τῶν ἀντιστοίχων, πλὴν τοῦ Α, βαρύνεται· ὄκνος κύκνος Κύθνος Πέφνος ὕπνος Σίφνος. τὸ δὲ καπνός ὀξύνεται ἔχον τὸ Α.

Τὰ εἰς ΜΝΟΣ δισύλλαβα, εἰ παραλήγοι Α μετὰ συμφώνου, βαρύνεται· θάμνος ῥάμνος. τὸ δὲ ἀμνός ὀξύνεται· ἀπὸ τοῦ Α γὰρ καὶ ἐπιθετικώτερον· ἄμενος γὰρ παρὰ τὸ μὴ ἔχειν μένος.

Τὰ εἰς ΜΝΟΣ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους μὴ φύσει μακρὰν, μονογενῆ μὲν ὄντα βαρύνεται· ὕμνος σκύμνος τέμνος· τριγενῆ δὲ ὀξύνεται· γυμνός σεμνός στυμνός ὁ σκληρός.

Τὰ εἰς ΝΟΣ ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ, μὴ ἔχοντα ἴδια θηλυκὰ, προπαροξύνεται· Λάτυμνος Λύκαμνος Ἐπίδαμνος Αἴσυμνος. τὸ μέντοι ἐρεμνός ἔχει θηλυκὸν τὸ ἐρεμνή, ὥσπερ καὶ τὸ ἐρυμνός ὁ κεκαλυμμένος.

Τὰ εἰς δύο ΝΝ βαρύνεται ἀπαρασχημάτιστα ὄντα θηλυκῷ γένει· βλέννος θύννος Κύννος δάθυννος … Ἄργυννος τύραννος. τὰ μέντοι ἔχοντα θηλυκὰ ὀξύνεται· ἐραννός ὁ ποθεινός ἀργεννός κλεεννός ἐρεβεννός.

Τὰ εἰς ΕΡΝΟΣ Ἰταλιωτικὰ παροξύνεται· Φαλέρνος πατέρνος.

Τὰ εἰς ΑΝΟΣ δισύλλαβα κύρια ὄντα ἢ προσηγορικὰ, μὴ ἔχοντα διαστολὴν, βαρύνεται· Τάνος Φάνος τὸ κύριον πάνος ὁ δίφρος. τὰ μέντοι ἐπιθετικὰ ἢ προσηγορικὰ ἔχοντα διαστολὴν ὀξύνεται· φανός. τὸ δὲ πλάνος βαρύνεται, καὶ τὸ νᾶνος ὁ μικρός.

Τὰ εἰς ΕΝΟΣ δισύλλαβά τινα μὲν βαρύνονται· ἔνος ὁ ἐνιαυτός ξένος· τινὰ δὲ ὀξύνονται· κενός στενός.

Τὰ εἰς ΗΝΟΣ κύρια ἢ προσηγορικὰ βαρύνεται· Τῆνος Φῆνος ὁ τόπος Ῥῆνος. τὰ δʼ ἐπίθετα ὀξύνεται· φηνός ὁ λαμπρός πτηνός. ἔτι καὶ τὸ ληνός μὴ ὂν ἐπίθετον.

Τὰ εἰς ΙΝΟΣ δισύλλαβα βαρύνεται· Νῖνος πίνος δῖνος σχῖνος. τὸ δὲ κλεινός αἰνός δεινός ὀξύνεται μὴ ἔχοντα τὸ Ι μόνον.

Τὰ εἰς ΥΝΟΣ δισύλλαβα, εἰ μὴ κύρια εἴη, ὀξύνεται· θυνός ξυνός γρυνός ἡ ῥίζα τῶν ξύλων ἡ ξηρὰ καὶ παχεῖα πλυνός.

Τὰ εἰς ΩΝΟΣ βαρύνεται· Πρῶνος κῶνος ὦνος ἡ τιμή.

Τὰ εἰς ΑΙΝΟΣ καὶ ΟΙΝΟΣ μονογενῆ βαρύνεται· αἶνος Αὔαινος Κόλαινος οἶνος σχοῖνος. τὸ μέντοι κοινός τριγενὲς, ὥσπερ τὸ δαφοινός κελαινός καινός αἰνός.

Τὰ εἰς ΝΟΣ διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ Υ μονογενῆ ὀξύνονται· καυνός γλαυνός βαυνός ὅπερ οἱ Ἀττικοὶ βαρύνουσι κρουνός βουνός κεραυνός. τὸ μέντοι χαῦνος τριγενές. τὸ δὲ πύραυνος ὁ χυτρόπους προπαροξύνεται.

Τὰ εἰς ΑΝΟΣ τοῦ Α βραχέος ὄντος, εἰ μὴ θηλυκὰ ἔχοι, εἰ μὴ πρὸ τοῦ Α τὸ Δ ἢ Ε ἢ Ι ὑπάρχοι, προπαροξύνεται· στέφανος κλίβανος λίβανος χόανος. σεσημείωται τὸ πελανός οὐρανός Σικανός. τὸ δὲ πιθανός ἔχει θηλυκόν. τὸ δὲ «Δ πρὸ τοῦ Α» διὰ τὰ ἀπὸ τοῦ ΔΑΝΟΣ, ὅτι πάντα ὀξύνεται, χωρὶς εἰ μὴ ὀφθείη πρὸ τοῦ Δ τὸ Ρ καταλῆγον, οἷον· ἡδανός ὁ ἡδύς οὐτιδανός ἐλλεδανός ὁ συστρέφων ῥιγεδανός Ἀπιδανός. ἐφυλάξατο δὲ ὁ κανών «τὸ Ρ πρὸ τοῦ Δ ὑπάρχον» διὰ τὸ· Δάρδανος Ἰόρδανος, ἃ προπαροξύνονται. ......

Τὰ διὰ τοῦ ΑΝΟΣ τριγενῆ ὀξύνεται· στεγανός ὁ πυκνός πιθανός ὁ πρᾷος ἱκανός ὀρφανός.

Τὰ διὰ τοῦ ΜΕΝΟΣ μετοχικὰ ὀξύνονται, εἰ μὴ πάθος τι γένηται παρὰ τὴν φωνὴν, τότε γὰρ προπαροξύνεται. τὰ δὲ ὀξύτονα ταῦτα· Τισαμενός Ἀκεσαμενός Φαμενός Ἰαμενός Σωζομενός. τὸ Ἰάλμενος προπαροξύνεται ὡς παθὸν, ὥσπερ καὶ τὸ Ὄρμενος Κλύμενος ἴκμενος.

Τὰ εἰς ΗΝΟΣ ὑπερδισύλλαβα ἁπλᾶ ἢ παρασύνθετα ὀξύνεται, εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς ΟΣ κατάληξιν γενόμενα, ἢ παρὰ γενικῆς ἀναπεμφθέντα, ἢ παρὰ Συρακουσίοις παράγοιτο καθʼ ὁμοιωματικὴν σημασίαν. ὀξύνονται δὲ ταῦτα· Τυρσηνός Ἀβυδηνός. τὸ δὲ πανσέληνος σύνθετον, ὥσπερ καὶ τὸ δύστηνος δίμηνος τρίμηνος. .....

Τὰ εἰς ΙΝΟΣ ὑπερδισύλλαβα τὸ Ι βραχὺ ἔχοντα σημαίνοντα μετουσίαν προπαροξύνεται· κρίθινος δάφνινος φήγινος πύρινος ξύλινος λίθινος. τὰ μέντοι ἀπὸ καιροῦ ἢ ἀπὸ ἐπιῤῥήματος ὀξύνεται, οἷον· θερινός χειμερινός.

Τὰ εἰς ΙΝΟΣ μακρὸν τὸ Ι ἔχοντα, ὅσα ἐν ὕδατι διαιτᾶται, προπερισπῶνται· ἐχῖνος κορακῖνος φοξῖνος. καρκίνος. ἐχρῆν καὶ τὸ γυρῖνος προπερισπᾶσθαι ὁ μικρὸς βάτραχος. σπάνια δὲ τὰ ὀξύτονα· ἐρινός ὁ ἐρινεός καὶ ὁ χαλινός.

Τὰ εἰς ΙΝΟΣ τὸ Ι μακρὸν ἔχοντα κύρια ἐθνικὰ ἢ ἐπιθετικὰ ἢ ὑποκοριστικῶν ἔννοιαν ἔχοντα προπερισπῶνται· Φιλῖνος Κρατῖνος Ἐχῖνος τὸ κύριον Λατῖνος Λεοντῖνος Ῥηγῖνος Μαμερτῖνος. τὸ δὲ λαρινός ὀξύνεται.

Τὰ εἰς ΕΙΝΟΣ ὑπερδισύλλαβα ἁπλᾶ παρώνυμα ὀξύνεται· φαεινός σκοτεινός ἀλγεινός βορεινός ταπεινός τὸ ἐπίθετον. τὸ δὲ εὔξεινος σύνθετον ὂν προπαροξύνεται.

Τὰ εἰς ΥΝΟΣ ὑπερδισύλλαβα προπαροξύνεται· εἰ δέ τι ὀξυτονηθῇ, ἐθνικὸν εὑρέθη· κίνδυνος Πάχυνος πίσυνος βόθυνος. τὸ μέντοι Βιθυνός καὶ Μαριανδυνός ἐθνικά. τὸ μέντοι μόσσυνος ἀπὸ γενικῆς μετήχθη.

Τὰ εἰς ΩΝΟΣ ἁπλᾶ ὑπερδισύλλαβα ὀξύνεται· κοινωνός οἰωνός Γελωνός. τὰ δὲ σύνθετα προπαροξύνεται· τετράγωνος εὔφωνος εὔωνος. τὸ δὲ Κόρωνος κύριον, τὸ δὲ κορωνός προσηγορικόν.

Τὰ εἰς ΞΟΣ θηλυκὰ βαρύνονται· Λίπαξος Ἄραξος ἀκρωτήριον Πύξος ἡ πόλις καὶ τὸ φυτόν. τὸ μέντοι ἰξός ὡς προσηγορικὸν ὀξύνεται, καὶ τὸ λοξός φοξός ὡς ἐπίθετα, καὶ τὸ Κοραξός ὡς ἐθνικόν.

Τὰ εἰς ΠΟΣ δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ παραλήγοντα διχρόνῳ ἢ μακρῷ φωνήεντι βαρύνεται· ἶπος ἡ παγίς ῥύπος ῥῶπος ὁ παντοδαπὸς φόρτος κῆπος.

Τὰ εἰς ΠΟΣ δισύλλαβα παραλήγοντα διχρόνῳ καταλήγοντι εἰς Μ ἢ Π βαρύνεται· ἵππος κάμπος Λάμπος κύριον· λαμπός δὲ τὸ ἐπίθετον. τὸ δὲ καρπός ὀξύνεται.

Τὰ εἰς ΠΟΣ δισύλλαβα μὴ ἐπιθετικὰ ἔχοντα Ο ἐν τῇ παραληγούσῃ μετὰ συμφώνου ἢ συμφώνων, εἰ μὴ διαφοράν τινα ποιοίη, ἢ ὑποστρέφει εἰς ῥῆμα τῷ Ε παραληγόμενον, βαρύνεται· τρόπος ὁ τρέπων τροπός ὁ τετραμμένος, κόμπος τὸ προσηγορικὸν κομπός τὸ ἐπίθετον, τόπος κόπος κόλπος δόρπος. τὸ μέντοι σκοπός ὀξύνεται, ὥσπερ τὰ ἐπίθετα· λοιπός γρυπός πομπός χαλεπός.

Τὰ διὰ τοῦ ΔΑΠΟΣ πάντα παρηγμένα ὀξύνεται· ἡμεδαπός ποδαπός παντοδαπός ἀλλοδαπός. ἔτι τὰ ἐπιθετικὰ σύνθετα τῷ Ω παραληγόμενα· αἱμωπός κελαινωπός πολυωπός.

Τὰ εἰς ΠΟΣ ὑπερδισύλλαβα ἀρσενικὰ ὄντα καὶ ἐπιθετικὰ, εἰ μὴ παραλήγοιτο τῷ Ω, προπαροξύνεται· ἄροπος Ἄναπος ἀστέροπος ὄλυμπος Εὔριπος Χάροπος τὸ κύριον, χαροπός δὲ τὸ ἐπίθετον. σεσημείωται τὸ ἀτραπός ὀξυνόμενον. τὰ δὲ παραληγόμενα τῷ Ω κύρια ἢ προσηγορικὰ καὶ βαρύνεται καὶ ὀξύνεται. τὰ μὲν οὖν κύρια ἀπὸ φύσει μακρᾶς ἀρχόμενα ὀξύνεται· Ἰνωπός Ἀσωπός Ὠρωπός. σημείωσαι τὸ Αἴσωπος. τὸ δὲ Κρότωπος καὶ Μελάνωπος κύρια οὐκ ἀπὸ μακρᾶς ἄρχονται. τὸ δὲ ἄνθρωπος προσηγορικὸν προπαροξύνεται. τὸ μέντοι στενωπός ὀξύνεται προσηγορικὸν ὂν ἐπὶ θηλυκοῦ μόνου. ἔτι καὶ τὸ ἀλωπός ὀξύνεται. Περὶ τῶν εἰς ΡΟΣ ΣΟΣ ΤΟΣ ΦΟΣ καὶ τῶν καθεξῆς. Βιβλίον ηʹ.

Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῷ Α κύρια ὄντα ἢ προσηγορικὰ βαρύνονται· λάρος κάρος Φάρος Σάρος ποταμός Πάρος. τὰ μέντοι ἐπίθετα ὀξύνεται· μναρός ὁ ἡδύς λαρός ὁ γλυκύς ψαρός βλαρός.

Τὰ εἰς ΗΡΟΣ δισύλλαβα κύρια ὄντα βαρύνεται· Σῆρος Τρῆρος Ἦρος. τὰ δὲ προσηγορικὰ, εἰ μὴ ἀπὸ συμφώνων ἄρχοιντο, ὀξύνεται· κηρός φηρός. τὸ μέντοι κλῆρος βαρύνεται ὡς ἀπὸ δύο συμφώνων ἀρξάμενον.

Τὰ εἰς ΗΡΟΣ δισύλλαβα ἐπιθετικὰ ὄντα μετὰ θηλυκῶν, εἰ μὴ ἀπὸ ἡμιφώνου ἄρχοιτο, ὀξύνεται· σκληρός ξηρός. τὸ δὲ λῆρος μονογενές.

Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῷ Ι κύρια ὄντα βαρύνεται· Ἶρος Πεῖρος Τίρος Σκῖρος τὸ κύριον. εἰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ εἴη, ὀξύνεται· ἱρός ὁ ἱερός λιρός ὁ ἀναιδής σιρός τὸ προσηγορικὸν, ὁ κατώγειος οἶκος.

Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῷ Ο βαρύνεται, ὁπότε γίνεται ἀπὸ τῶν παραληγομένων τῇ Ε ἢ ΕΙ ἢ ΑΙ διφθόγγῳ ῥημάτων, εἰ μή τις διαστολὴ γένοιτο· σπόρος ὅτι σπείρω, πτόρος ὁ πταρμός ὅτι πταίρω, φθόρος ὅτι φθείρω, μόρος ὅτι μείρω, κόρος ὅτι κείρω, φόρος ὅτι φέρω, φορός δὲ ὁ ἄνεμος ὀξυτόνως, ὅρος, εἵρω γὰρ, ὀρός δὲ ὀξυτόνως τὸ ἀφυλιζόμενον τοῦ γάλακτος. τὸ μέντοι βορός ὁ πολλὰ ἐσθίων καὶ τὸ χορός καὶ σορός ὁ τάφος καὶ τορός ὀξύνονται· οὐ γὰρ γίνονται ἀπὸ τοιούτων ῥημάτων. σεσημείωται τὸ δορός ὁ δεδαρμένος εἰ καὶ ἐκ τοῦ δείρω γίνεται.

Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῷ Υ βραχεῖ βαρύνεται· Σύρος Τύρος. εἰ δὲ ἔχοι ἐκτεταμένον, κύρια μὲν ὄντα βαρύνεται· Κῦρος Σκῦρος ἡ νῆσος Σφῦρος· μὴ οὕτω δὲ, ὀξύνεται· πυρός ὁ σῖτος τυρός ξυρός.

Τὰ εἰς ΡΟΣ μονογενῆ δισύλλαβα παραληγόμενα τῷ Ω βαρύνεται· Δῶρος Βῶρος Χλῶρος τὸ κύριον. σεσημείωται τὸ σωρός τὸ πλῆθος. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται· χλωρός βλωρός ὁ ὑπόλευκος ζωρός ὁ μικρός … μωρός καὶ μῶρος ἀττικῶς.

Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῇ ΑΙ διφθόγγῳ, εἰ μὲν κύρια εἴη, βαρύνεται· Σφαῖρος Σκαῖρος· εἰ δὲ μὴ οὕτως, ὀξύνεται· καιρός. τὸ δαῖρος διφορεῖται ἤτοι ὁ καυστικός.

Τὰ εἰς ΡΟΣ δισύλλαβα τῇ ΑΥ διφθόγγῳ παραληγόμενα ἐπὶ ἐμψύχων τιθέμενα βαρύνεται· φλαῦρος σαῦρος καῦρος ὁ κακός. σημείωσαι τὸ σταυρός ἄψυχον· καὶ τὸ μαῦρος ἀπὸ τοῦ ἀμαυρός γέγονεν.

Τὰ εἰς ΡΟΣ δισύλλαβα τῇ ΕΥ παραληγόμενα σπάνια βαρύτονα· εὖρος πλεῦρος. τὸ δὲ λευρός ἐπίθετον, καὶ Νευρός ὄνομα ἔθνους.

Τὰ εἰς ΡΟΣ δισύλλαβα ἁπλᾶ παραληγόμενα τῇ ΟΥ διφθόγγῳ βαρύνεται, εἰ μή τι εἴη κατὰ διαστολὴν· οὖρος ὁ ἄνεμος, οὐρός τόπος ὁ περιορίζων τὰς ναῦς Φροῦρος τὸ κύριον, φρουρός τὸ ἐπίθετον κοῦρος θοῦρος λοῦρος πλακοῦντος εἶδος. τὸ δὲ κηπουρός καὶ οἰκουρός ὡς σύνθετα ὀξύνεται.

Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῷ Α μονογενῆ ἢ κυρία προπαροξύνεται· Πίνδαρος Πάνδαρος κόμαρος.

Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα δεδιπλασιασμένα κατʼ ἀρχὴν καὶ τὴν πρώτην συλλαβὴν εἰς Ρ καταλήγοντα προπαροξύνεται· βάρβαρος Τάρταρος μάρμαρος κέρβερος πέρπερος βόρβορος.

Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα Α συνεσταλμένῳ ἢ ἐκτεταμένῳ τριγενῆ ὄντα ὀξύνεται, εἰ μὴ δεδιπλασίασται ἐν τῇ ἀρχῇ· χαλαρός λιπαρός χλιαρός ψαφαρός λαγαρός ὁ ἀσθενής. τὸ μέντοι φλύαρος προπαροξύνεται οὐκ ἔχον θηλυκὸν, καὶ τὸ ἔγκαρος ἢ ἔγκυος.

Τὰ διὰ τοῦ ΤΕΡΟΣ τρισύλλαβα, εἰ ἔχοι τὴν ἄρχουσαν μακρὰν, προπαροξύνεται· φέρτερος βέλτερος κύντερος ὕστερος δεύτερος. τὸ δὲ καρτερός ὀξύνεται ἀπὸ τοῦ κρατερός.

Τὰ διὰ τοῦ ΤΕΡΟΣ τριβράχεα τότε βαρύνονται, ὅτε πυσματικὴν ἔννοιαν ἔχοι, ἢ ἐκ δύο προσώπων ἕν τι τὸ κατηγόρημα ποιεῖται· πότερος πρότερος ἕτερος, οἷς ἠκολούθησε καὶ τὸ ἑκάτερος.

Τὰ εἰς ΤΕΡΟΣ ὑπερτρισύλλαβα συγκριτικὰ ἢ συγκριτικῶς παραληγόμενα προπαροξύνεται· ἰθύντερος ἀβέλτερος μελάντερος ὀρέστερος. τούτοις ἠκολούθησε καὶ τὸ κασσίτερος, εἰ καὶ προσηγορικόν ἐστι. τὸ μέντοι ἀριστερός ὀξύνεται, ὡς διὰ ΕΡΟΣ καὶ δεξιτερός. τὸ δὲ ἀμφότερος ἐπιθετικόν, τὸ δὲ Ἀμφοτερός ὡς κύριον ὀξύνεται.

Τὰ διὰ τοῦ ΕΡΟΣ τριγενῆ ὄντα καὶ τριβράχεα ὀξύνεται, χωρὶς εἰ μὴ ... ἔχοι τὸ Τ πρὸ τοῦ Ε· γοερός νοερός ψογερός δροσερός τρυφερός.

Τὰ διὰ τοῦ ΗΡΟΣ ὑπὲρ δύο συλλαβὰς, εἴτε κύρια ἢ προσηγορικὰ, εἴτε ἐπίθετα μὴ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ, προπαροξύνεται· ὅμηρος σίδηρος Φάληρος τριέτηρος πενταέτηρος τετραφάληρος. τὰ μέντοι διὰ τοῦ ΗΡΟΣ ὑπὲρ δύο συλλαβὰς ἐπιθετικὰ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ ὀξύνεται· λαπηρός ἀταρτηρός τυχηρός ὀλισθηρός. ἰστέον δὲ, ὅτι τὸ πόνηρος καὶ μόχθηρος οἱ Ἀττικοὶ ἀντὶ τοῦ ὀξύνειν προπαροξύνουσιν, ὅταν τὸν ἐπίμονον καὶ ἐπίμοχθον σημαίνῃ.

Τὰ εἰς ΡΟΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ ΕΙ διφθόγγῳ ἢ μόνῳ τῷ Ι ἐκτεταμένῳ βαρύνεται· Κάμειρος ὄνειρος πέπειρος μάγειρος Στάλιρος Σύσιρος. τὸ καυστειρός οὐ μάχεται· ἀπὸ γὰρ τοῦ Η ἐτράπη εἰς ΕΙ.

Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῷ Ο σύνθετα ὄντα προπαροξύνεται· κατήγορος συνήγορος, περὶ ὧν ἐν τῷ τέλει λέξομεν· νῦν δὲ διαληψόμεθα περὶ τῶν ἐχόντων τὸν τόνον ἐν τῇ παραληγούσῃ· ἄνορος πάπορος κατάμορος.

Τὰ εἰς ΡΟΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ Υ κύρια ἢ προσηγορικὰ, μὴ περιεκτικὰ ἢ ἐπιθετικὰ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ, προπαροξύνεται· πάπυρος διάπυρος ὁ θερμός μάρτυρος ἄργυρος. τὸ δὲ ἀχυρός ὁ ἀχυρών παρὰ Ἀττικοῖς ὀξύνεται ὡς περιεκτικόν. τὰ δὲ ἔχοντα θηλυκὰ τριγενῆ ὀξύνεται· λιγυρός καπυρός ἁλμυρός ὀχυρός ἐχυρός ἑκυρός ὁ πενθερός.

Τὰ διὰ τοῦ ΩΡΟΣ ὑπερδισύλλαβα κύρια προπαροξύνεται· Θεόδωρος Ἄψωρος Ἰσόδωρος. τὰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ καὶ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνονται μὲν, ὅσα ἔχει ἔννοιαν τοῦ ὠρῶ ῥήματος· θεωρός ὑληωρός ἰωρός ὁ γνήσιος φύλαξ πυλωρός. τὰ δὲ ἄλλα βαρύνεται· νέωρος ἀσχέδωρος μετέωρος ὀλίγωρος.

Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῇ ΑΙ διφθόγγῳ προπαροξύνονται, κἂν ἐπιθετικὰ ὑπάρχωσιν· εὔκαιρος ἄκαιρος. τὸ μέντοι ἑταῖρος προπερισπᾶται.

Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῇ ΑΥ διφθόγγῳ, μὴ ἔχοντα θηλυκὰ, προπαροξύνεται· Πίσαυρος Ἐπίδαυρος Κένταυρος Ἄναυρος. τὸ δὲ θησαυρός ὡς περιεκτικὸν ὀξύνεται, ὥσπερ καὶ τὰ τριγενῆ ἀμαυρός ἀφαυρός.

Τὰ εἰς ΡΟΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα ΟΥ προπαροξύνεται· ἐπίκουρος ἐπάρουρος ὁ κηπουρός Ἔλουρος ἐθνικὸν μελάνουρος παλίνουρος παλίουρος τὸ φυτόν. σεσημείωται νομηουρός ὁ τὴν νομὴν φυλάττων καὶ ὑλοκουρός ὁ τὴν ὕλην τέμνων.

Τὰ εἰς ΡΟΣ τρισύλλαβα παραληγόμενα τῇ ΟΥ ὀξύνεται, εἰ ἔχοι τὴν ἄρχουσαν μακρὰν· οἰκουρός κηπουρός τηλουρός ὁ μακρὰν ὤν. τὰ μέντοι προπερισπώμενα τρισύλλαβα ὁρᾶται ἔχοντα ἐν τῇ πρὸ τοῦ ΟΥ δύο σύμφωνα ἢ καὶ πλείω τῶν χαρακτηριστικῶν τῆς δευτέρας συζυγίας τῶν βαρυτόνων· ἀρκτοῦρος ἀγχοῦρος κλαγγοῦρος ὁ κρακτικός. τὸ δὲ Λάμπουρος προπαροξύνεται καὶ τὸ κέρκουρος εἶδος πλοίου.

Τὰ εἰς ΡΟΣ δισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου ἀρχόμενα ἀπὸ τῆς ΝΕ ὀξύνεται· νεκρός νεβρός νεφρός.

Τὰ εἰς ΡΟΣ δισύλλαβα μετʼ ἐπιπλοκῆς τοῦ Γ βαρύνεται μονογενῆ ὄντα· φάγρος πάγρος γόγγρος. τὰ δὲ τριγενῆ ὀξύνεται· λυγρός ὑγρός μεθʼ ὧν καὶ ἀγρός.

Τὰ εἰς ΡΟΣ δισύλλαβα ἔχοντα Δ μονογενῆ βαρύνεται· Ἄνδρος Κόδρος Φαῖδρος τὸ κύριον· φαιδρός δὲ ὁ λαμπρός ὀξύνεται, ὡς τὸ καὶ κυδρός ὁ τίμιος. σεσημείωται τὸ χονδρός ὀξυνόμενον οὐ τὸ ἐπίθετον τριγενὲς ὂν, ἀλλὰ τὸ προσηγορικὸν, εἶδος ἐντέρου ὄν.

Τὰ εἰς ΡΟΣ δισύλλαβα τριγενῆ ἔχοντα δασὺ πρὸ τοῦ Ρ ὀξύνεται· νωθρός σαθρός ψυχρός ἐχθρός αἰσχρός στιφρός ὁ συνεστραμμένος. σεσημείωται τὸ γλίσχρος.

Τὰ εἰς ΚΡΟΣ δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται· μακρός πικρός μικρός νεκρός Λοκρός Τευκρός τὸ ἐθνικὸν, Τεῦκρος δὲ τὸ κύριον. Τὸ δὲ ἄκρος καὶ ἴγκρος βαρύνεται.

Τὰ εἰς ΡΟΣ δισύλλαβα ἔχοντα Π πρὸ τοῦ Ρ μονογενῆ μὲν παροξύνεται· κόπρος κάπρος Κύπρος Λάμπρος τὸ κύριον, λαμπρός δὲ τὸ ἐπίθετον. τριγενῆ δὲ ὄντα ὀξύνεται· σαπρός λεπρός λυπρός.

Τὰ εἰς ΡΟΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Ρ τὸ Τ μόνον ἢ μεθʼ ἑτέρου ... μὴ ἐπιθετικὰ βαρύνεται· Χύτρος Λεῦκτρος οἶστρος βόστρος Ἴστρος. τὸ δὲ δαιτρός ὀξύνεται καὶ τὸ οἰκτρός, ἔτι καὶ τὸ φιτρός ὁ κορμός.

Τὰ εἰς δύο ΡΡ ἐπιθετικὰ ὄντα ὀξύνεται· στεῤῥός πυῤῥός τὸ ἐπίθετον. Πύῤῥος δὲ τὸ κύριον, ὥσπερ καὶ τὸ ῎Υῤῥος.

Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου ὀξύνεται ἐπιθετικὰ ὄντα· φαλακρός μολοβρός ἐρυθρός. τὰ δὲ σύνθετα τῆς κατὰ τὸ τέλος συνθέσεως ὑπερβαινούσης μίαν συλλαβὴν βαρύνεται· δείλανδρος ἄνανδρος ἔνυδρος ἄνυδρος ὕπανδρος φίλανδρος ἄϊδρος.

Τὰ εἰς ΡΟΣ ὑπὲρ δύο συλλαβὰς κύρια ὄντα μετʼ ἐπιπλοκῆς συμφώνου προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη· Μίνυθρος Ἔρυθρος Χάραδρος ποταμὸς Σκάμανδρος. τὸ δὲ Οἰνωτρός κύριον, ἀφʼ οὗ τὸ ἔθνος.

Τὰ εἰς ΣΟΣ διβράχεα βαρύνεται· Θάσος Κάσος δρόσος πίσος τὸ ὄσπριον μέσος ἴσος πόσος.

Τὰ εἰς ΣΟΣ δισύλλαβα τῷ Η παραληγόμενα βαρύνεται· νῆσος Βῆσος Μνῆσος Ῥῆσος.

Τὰ εἰς ΣΟΣ θηλυκὰ δισύλλαβα τῷ Ω παραληγόμενα ὀξύνεται· κρωσός ἡ ὑδρία Κνωσός. τὸ μέντοι Σῶσος ἀπὸ τοῦ σώσω βαρύνεται.

Τὰ εἰς ΣΟΣ δισύλλαβα ἀρσενικὰ μονογενῆ παραληγόμενα διχρόνῳ ἐκτεταμένῳ βαρύνεται· Ἶσος τὸ κύριον Κῖσος Κρῖσος τὸ κύριον Πῖσος τὸ κύριον. τὸ δὲ Λισός ὀξύνεται καὶ τὸ Μυσός ἐθνικὸν καὶ τὸ χρυσός.

Τὰ εἰς ΣΟΣ δισύλλαβα παραληγόμενα διφθόγγῳ ὀξύνεται, ὅτε ἐπιθετικὰ εἴη, ἢ ἐπὶ πόλεως κεῖται· Παισός πόλις Λουσός Πραισός καὶ τὰ ἐπιθετικὰ δὲ· βλαισός. τὸ μέντοι Ναῖσος βαρύνεται, καὶ τὸ Βλαῖσος κύριον καὶ τὸ γαῖσος προσηγορικὸν, εἶδος δόρατος ὄν.

Τὰ εἰς ΣΟΣ δισύλλαβα ἔχοντα πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν βαρύνεται· εἰ δέ τι εὑρεθῇ ὀξυνόμενον, τοῦτο ὤφθη ἐν τῇ πρὸ τέλους συλλαβῇ ἔχον Ι ἢ Α. καὶ βαρύνεται μὲν ταῦτα· κόρσος ὁ κρόταφος μόλσος ὁ δήμιος καὶ τὸ σέλινον μόρσος χέρσος θύρσος μύρσος. σεσημείωται τὸ πυρσός ὀξυνόμενον, τὸ κιρσός καὶ ἀρσός. τὰ δὲ ὑπερδισύλλαβα ἔχοντα πρὸ ἀμεταβόλου τὸ Α ἐν τῇ πρὸ τέλους συλλαβῇ βαρύνεται· Βάγαρσος Μέγαρσος. τούτοις ἀκολουθεῖ καὶ τὸ Ἀγάθυρσος εἴτε κύριον εἴτε ἐθνικὸν εἴη.

Τὰ εἰς ΣΟΣ δισύλλαβα ἔχοντα καὶ ἕτερον Σ κλιτικὸν ἐν τῇ πρὸ τέλους συλλαβῇ μὴ κατὰ πάθος ὀξύνεται· Βεσσός τὸ ἐθνικόν Θυσσός Ἀσσός δισσός τρισσός κισσός. ὡσαύτως καὶ τὸ ὕσσος καὶ Νέσσος ἐπὶ τοῦ Κενταύρου. τὸ γὰρ γλωσσός ὁ λάλος παρὰ τὸ γλῶσσα γέγονε παρωνύμως. τὸ δὲ κάσσος ἀπὸ τοῦ κάσος γίνεται κατὰ πλεονασμὸν τοῦ Σ· ἔστι δὲ εἶδος ἱματίου οὕτω καλουμένου.

Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα ἔχοντα τὸ Α συνεσταλμένον, ἑνὸς ὄντος τοῦ Σ, προπαροξύνονται· κόμπασος Ἅρπασος Δάμασος βαύνασος καὶ βάναυσος. σημείωσαι τὸ κερασός φυτὸν ὀξυνόμενον, τὴν δὲ πόλιν βαρύνουσι. τὸ μέντοι ἐγγυασός ἐκτεταμένον ἔχον τὸ Α ὀξύνεται καὶ τὸ Παρνασσός δύο ΣΣ ἔχον.

Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα ἁπλᾶ τῷ Ε παραληγόμενα σπάνια ἓν Σ ἔχοντα προπαροξύνεται· Ἔφεσος Ἔρεσος. τὸ μέντοι Θυεσσός δύο ΣΣ ἔχον ὀξύνεται.

Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα τῷ Η παραληγόμενα ὀξύνεται· εἰ δέ τι βαρύτονον εἴη, παρώνυμον ἂν εἴη, καὶ ἔννοιαν συνθέσεως ἔχοι· Ταρτησσός Λυρνησσός Λυκαβησσός. τὸ μέντοι Κάρησσος τινὲς βαρύνουσι. βαρύνεται δὲ ταῦτα· Μάρπησσος ἀπὸ τοῦ Μάρπησσα. τὸ δὲ Μυόννησος Χεῤῥόνησος Προκόννησος Ἐλαφόνησος καὶ ἔτι τὸ Πελοπόννησος σύνθετα.

Τὰ εἰς ΣΣΟΣ ὑπερδισύλλαβα ἔχοντα πρὸ τοῦ τέλους Ι εἰς Σ καταλῆγον μονογενῆ ὄντα προπαροξύνεται· κυπάρισσος νάρκισσος καὶ τὸ φυτὸν καὶ τὸ κύριον Μέλισσος. τὸ μέντοι περισσός τριγενές. σεσημείωται τὸ Τελμισσός.

Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς Ι ἐκτεταμένον λήγουσαν ὀξύνεται· εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώνυμον ὤφθη ἀπὸ θηλυκοῦ· Κηφισός Ἰλισός Κερδισός. τὸ δὲ Ἄρκισος Ἄρκισα, Λάρισος Λάρισα ἀπὸ θηλυκῶν.

Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα τῷ Ο παραληγόμενα ἐν διπλασιασμῷ τοῦ Σ ὀξύνεται· νεοσσός κολοσσός Μολοσσός.

Τὰ εἰς δύο ΣΣ παραληγόμενα τῷ Υ ........ ...............................

....................... προπαροξύνεται· μέθυσος γόγγυσος Διόνυσος.

Τὰ εἰς ΣΣΟΣ ὑπὲρ δύο συλλαβὰς τῷ Ω παραληγόμενα ὀξύνεται· Κερωσσός. τὸ δὲ ἄλωσος ἓν Σ ἔχει.

............................

Τὰ εἰς ΤΟΣ δισύλλαβα παραληγόμενα τῇ ΟΥ ἢ ΟΙ ἢ ΑΙ διφθόγγῳ, μὴ τῇ ΕΙ, ἀρσενικὰ ὄντα μὴ ἐπιθετικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος σημαίνοι· πλοῦτος οἶτος Κλοῖτος Προῖτος γοῖτος ὁ ῥῦπος Λαῖτος βροῦτος. τὸ δὲ Κλειτός ἔχει τὴν ΕΙ· καὶ τὸ γλουτός σώματος μέρος δηλοῖ· καὶ τὸ Βουτός θηλυκὸν κώμη Αἰγύπτου καὶ τὸ Παιτός ἐθνικόν.

Τὰ εἰς ΤΟΣ δισύλλαβα παραληγόμενα ἑνὶ τῶν φύσει μακρῶν κύρια ὄντα βαρύνεται· Κλῆτος Δῶτος Ὦτος. τὸ μέντοι λωτός οὐ κύριον. εἰ μέντοι ἐπιθετικὰ εἴη παραληγόμενα τῷ Η ἢ τῷ Ω, ὀξύνεται, εἰ μὴ ἐπὶ ἀριθμοῦ τάττοιτο· ῥητός πλωτός πρωτός ὁ πεπρωμένος· πρῶτος δὲ ἐπὶ ἀριθμοῦ.

Τὰ εἰς ΤΟΣ διβράχεα μονογενῆ βαρύνεται, ὁπότε μὴ ἐπʼ ἀθροίσματος ἢ κύριά εἰσιν ἀπὸ ἐπιθετικῶν· βάτος λάτος βρότος τὸ αἷμα, βροτός δὲ ὁ φθαρτὸς τὸ τριγενές πότος τὸ συμπόσιον, ποτός δὲ τὸ πινόμενον πάτος ἡ ἀναστροφή Στράτος τὸ μὴ ἐπὶ τοῦ ἀθροίσματος, στρατός δὲ τὸ σύναγμα. τὸ δὲ Κριτός καὶ Κλιτός ὀξύνεται.

Τὰ εἰς ΤΟΣ διβράχεα ἐπιθετικὰ μὴ ἐπὶ ἀριθμοῦ ταττόμενα ὀξύνεται· βατός φατός θετός πλυτός. τὸ δὲ τρίτος ἐπὶ ἀριθμοῦ.

Τὰ εἰς ΤΟΣ δισύλλαβα παραληγόμενα Ι μακρῷ βαρύνεται· σῖτος Τρῖτος ὁ ποταμὸς ῥῖτος φρέαρ. τὸ μέντοι λιτός τριγενές.

Τὰ εἰς ΤΟΣ δισύλλαβα παραληγόμενα τῷ Υ προσηγορικὰ ὀξύνεται· βρυτός ὁ βρύων χυτός ῥυτός λυτός κλυτός.

Τὰ εἰς ΤΟΣ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς Ρ καταλήγουσαν ἢ καθʼ ὅλου εἰς ἀμετάβολον βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη ἔχοντα θηλυκὸν· φόρτος χόρτος Μύρτος τὸ κύριον ἄρτος μίλτος δέλτος. σεσημείωται κοντός καὶ παλτός ὀξυνόμενα. τὸ δὲ σπαρτός κυρτός καρτός θικτός ὀξύνονται ὡς θηλυκὰ ἔχοντα.

Τὰ εἰς ΣΤΟΣ δισύλλαβα μονογενῆ ὀξύνεται, εἰ μὴ ἡ πρὸ τέλους συλλαβὴ ἔχοι τι τῶν φύσει βραχέων· ἱστός Σηστός παστός μαστός ξυστός. τὸ Φαῖστος ἐπὶ τοῦ ἥρωος βαρύνεται. σεσημείωται τὸ βύστος καὶ Κάστος βαρύτονα. τὸ δὲ Νέστος πόλις καὶ κόστος καὶ νόστος βραχεῖ παραλήγουσι.

Τὰ εἰς ΤΟΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Τ Σ, εἰ παρασχηματίζοιτο εἰς διάφορα γένη, ὀξύνεσθαι θέλει, εἰ μὴ ὑπερθετικὰ εἴη, ἢ ἐκ πλειόνων συλλαβῶν εἰς δισυλλαβίαν μεταστῇ· πιστός ξυστός μεστός κεστός. τὸ δὲ πλεῖστος λῶστος ῥᾷστος ὑπερθετικὰ ὄντα βαρύνεται· καὶ τὸ δύστος ὁ δύστηνος καὶ πόστος ἐκ τοῦ πόσατος γέγονεν.

Τὰ εἰς ΤΟΣ ῥηματικὰ, μὴ ὄντα ἀριθμητικὰ, πρὸ τοῦ Τ τὸ Κ ἢ τὸ Π ἔχοντα ὀξύνεται· πλεκτός ἑλκτός πνικτός θρεπτός. τὸ δὲ οἶκτος βαρύνεται· οὐ γὰρ ῥηματικὸν· καὶ τὸ ἄρκτος καὶ πέκτος ὁ πόκος καὶ τὸ κάκτος. τὸ δὲ πέμπτος ἕκτος τὰ ... ἀριθμοῦ βαρύνεται. τὸ μέντοι πεμπτός ὀξύνεται τὸ ἐπιθετικὸν, καὶ τὸ ἑκτός ὁ ἐχόμενος ἐκτὸς δὲ τὸ χωρὶς ἐπίῤῥημα.

Τὰ εἰς διπλοῦν ΤΤ βαρύνεται, χωρὶς τῶν Ἀττικῶν· κόττος ῥύττος κάττος. τὰ δὲ Ἀττικὰ ὁμοτονεῖ τοῖς κοινοῖς, ἐξ ὧν γέγονε· κιττός ὅτι κισσός, τριττός ὅτι τρισσός.

Τὰ διὰ τοῦ ΤΑΤΟΣ ὑπερθετικὰ προπαροξύνεται, καὶ ὅσα εἰς ΣΤΟΣ ὑπερθετικὰ· λαμπρότατος ὁσιώτατος σεμνότατος κάλλιστος κύδιστος ἄριστος. ὁμοίως καὶ τὸ πλατάνιστος ἀπὸ τοῦ πλάτανος.

Τὰ εἰς ΤΟΣ ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ παραληγόμενα τῷ Α προπαροξύνεται· Ἔλατος ὕπατος ἔνατος θάνατος Ἔρατος τὸ κύριον, ἐρατός ὁ ἐπιθυμητικός.

Τὰ διὰ τοῦ ΑΤΟΣ παρηγμένα εἰ μὴ ῥηματικά εἰσιν ἀπὸ τῶν εἰς ΜΙ ληγόντων, ἢ ἀπὸ δευτέρας συζυγίας τῶν περισπωμένων προπαροξύνονται· μέσατος πύματος ὀγδόατος τρίτατος τέταρτος νέατος. τὸ μέντοι ἐρατός ἐλατός ὀξύνεται. ὡσαύτως δὲ ὀξύνεται καὶ τὰ ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων μακρὸν ἔχοντα τὸ Α· περατός θεατός φ.ρατός ἰατός.

Τὰ εἰς ΕΤΟΣ τρισύλλαβα παραληγόμενα τῷ Ε κύρια ὄντα καὶ προσηγορικὰ προπαροξύνεται· Μέγιστος Πέλετος Ἔχετος Δέρκετος Μένετος τὸ κύριον, μενετός τὸ ἐπίθετον. τούτοις ἠκολούθησε καὶ τὸ ἔμετος, ὡς ἔχον Ε ὥσπερ τὰ ἄνω. τὰ δὲ ἔχοντα Α ὁμοίως· ἄργετος ἄρετος ἄνετος ἀνετός δὲ τὸ ἐπίθετον πάγετος, ὅπερ ὀξύνει ἡ συνήθεια. ἔτι ὀξύνεται καὶ τὸ νιφετός ὑετός καὶ τὸ αἰετός.

Τὰ διὰ τοῦ ΕΤΟΣ τρισύλλαβα προσηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται, εἰ μὴ παρωνύμως τετύπωται· κοπετός πυρετός τοκετός συρφετός ἀφυσγετός ἡ ἀκαθαρσία. τὸ μέντοι ἄσχετος ἄσπετος γνύπετος ὁ χαῦνος προπαροξύνεται.

Τὰ εἰς ΤΟΣ κύρια ἢ ἐπίθετα παραληγόμενα τῷ Η μονογενῆ βαρύνονται· Ἄρητος Λάμητος Μέλητος βύνητος εἶδος ἱματίου παρʼ Αἰγυπτίοις τρύγητος ὁ καιρὸς μονογενῶς, τρυγητός δὲ τὸ τρυγώμενον. τοιοῦτον καὶ τὸ ἄμητος καὶ ἀμητός. τὸ δὲ ἑψητός λαλητός ὀξύτονα καὶ ἐπιθετικά· καὶ τὸ ἀλαλητός ἀπὸ τοῦ λαλητὸς προσθέσει τοῦ Α.

Τὰ εἰς ΤΟΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ Η ἁπλᾶ τριγενῆ ὀξύνεται· δωρητός ἀσκητός κοσμητός ἀγαπητός ὠνητός. τὸ δὲ ἄῤῥητος ἄκλητος ἄητος ὁ ἀκατάπαυστος ἀπὸ τοῦ ἐτός προπαροξύνεται.

Τὰ εἰς ΤΟΣ ὑπὲρ δύο συλλαβὰς ἀρσενικὰ παραληγόμενα τῷ Ι μὴ ὄντα ἐπιθετικὰ βαρύνονται· βάρβιτος δήριτος Λήϊτος ἄρκιτος. τὰ δὲ θηλυκὰ ὀξύνεται· ἁμαξιτός ἀτραπιτός Λυχνιτός ἡ πόλις.

Τὰ εἰς ΤΟΣ τρισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς Ο καταλήγουσαν σπάνιά εἰσιν· ὀνοτός Μολοτός. τὸ μέντοι ἄρτος καὶ βίοτος προπαροξύνεται.

Τὰ εἰς ΤΟΣ ὑπερδισύλλαβα παραληγόμενα Υ βραχεῖ κύρια ὄντα βαρύνεται· Ἔρυτος Ἄνυτος Αἴπυτος Ὄρνυτος. πρόσκειται κύρια διὰ τὰ τριγενῆ ἁπλᾶ ὄντα, ἃ ὀξύνεται· φορυτός πινυτός. τὸ δὲ ἄλυτος σύνθετον προπαροξύνεται. τὰ δὲ τρισύλλαβα ἐκτεταμένον τὸ Υ ἔχοντα ὀξύνεται· Βηρυτός κωκυτός Καρδυτός βουλυτός· τὸ δὲ Σεβέννυτος προπαροξύνεται ὑπερβαῖνον τὴν τρισυλλαβίαν.

Τὰ εἰς ΤΟΣ τρισύλλαβα παραληγόμενα τῷ Ω ὀξύνεται· περνωτός τορνωτός χρυσωτός Βοιωτός μυωτός εἶδος χιτῶνος ἁλωτός. τὸ δορυάλωτος σύνθετον προπαροξύνεται. τὰ δὲ ἔχοντα ἐν τῇ πρώτῃ Α στερητικὸν προπαροξύνεται· ἄγνωτος ἄτρωτος ἄπτωτος· καὶ ἔτι τὰ σύνθετα· ἀνακίδωτος ἄνευ ἀκίδος ἀπύργωτος πολύγνωτος ἀκηλίδωτος.

Τὰ εἰς ΤΟΣ ὑπερδισύλλαβα κύρια, καὶ ἔννοιαν συνθέσεως ἔχοντα, καὶ ἔτι τὴν παραλήγουσαν εἰς ἀμετάβολον καταλήγουσαν βαρύνεται, εἰ μὴ διαστολή τις γένοιτο· Ἁλίαρτος Ἄψυρτος ἄσφαλτος Ἀμάραντος τὸ κύριον, τὸ δὲ ἐθνικὸν ὀξύνεται. ὀξύνεται δὲ τὰ πρὸ τέλους ΕΝ ἔχοντα· Λωμεντός Λαυρεντός Σικελικαὶ πόλεις. ἔτι ὀξύνεται καὶ τὸ κονιορτός καὶ κολοσυρτός σύνθετα ὄντα. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται· ἱμερτός ἐγερτός ὑφαντός.

Τὰ εἰς ΤΟΣ ἁπλᾶ ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ Τ ψιλὸν κατʼ ἐπιπλοκὴν ἐπιθετικὰ ὄντα καὶ ῥηματικὰ ὀξύνεται· ἑλικτός ἀμελκτός χαρακτός ὀρεκτός. τὸ μέντοι Αἴγυπτος καὶ Πάνακτος καὶ Ναύπακτος μὴ ὄντα ῥηματικὰ προπαροξύνονται. σεσημείωται τὸ δρυφακτός ὀξυνόμενον, ἡ θύρα τοῦ δικαστηρίου ἢ καὶ κιγκλίδες καλοῦνται.

Τὰ εἰς ΣΤΟΣ κύρια ἀρσενικὰ μόνως βαρύνεται· Ἄκαστος Ἄλαστος Ἥφαιστος. τὰ δὲ προσηγορικὰ ὀξύνεται· ἀγοστός ἡ ἀγκάλη ὀϊστός.

Τὰ εἰς ΣΤΟΣ ἐπιθετικὰ ἁπλᾶ ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται· ληϊστός μεριστός ὀνομαστός. τὰ δὲ σύνθετα προπαροξύνεται· φραστός ἄφραστος ἀλίαστος ἄλαστος ὁ ἄδικος ἀπὸ τοῦ λαμβάνω. ὡσαύτως καὶ τὰ ὑπερθετικὰ· τάχιστος ἄριστος κάλλιστος μεθʼ ὧν ἕκαστος.

Τὰ εἰς ΣΤΟΣ ὑπερδισύλλαβα παραληγόμενα Ο ἐπὶ ποσότητος τασσόμενα ὀξύνεται· πολλοστός εἰκοστός τριακοστός πεντηκοστός.

Τὰ εἰς ΤΟΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ ΕΥ διφθόγγῳ ἁπλᾶ ὄντα ὀξύνεται· τορνευτός στρατευτός βουλευτός. τὸ δὲ ἀστράτευτος σύνθετον.

Τὰ διὰ τοῦ ΟΥΤΟΣ προπερισπᾶται· τηλικοῦτος τοιοῦτος τοσοῦτος.

Τὰ εἰς ΤΟΣ ὑπερδισύλλαβα τῇ ΑΥ διφθόγγῳ παραληγόμενα προπαροξύνεται· ἄπαυστος ἄθραυστος ἄκλαυτος. σεσημείωται τὸ ἐνιαυτός ὀξυνόμενον.

Τὰ εἰς ΦΟΣ δισύλλαβα κύρια ἢ προσηγορικὰ βαρύνεται, εἰ μὴ παραλήγοι τῷ Υ βραχεῖ, ἢ τῷ Λ· Πάφος τάφος Σόφος τὸ κύριον, σοφός δὲ τὸ ἐπίθετον ὄρφος κοινῶς, ὀρφῶς δὲ ἀττικῶς. τὸ δὲ κρυφός καὶ συφός ἔχει τὸ Υ βραχύ. τὸ δὲ κῦφος τὸ ΚΥ μακρόν. τὸ δὲ ἀλφός τὸ σωματικὸν πάθος καὶ πολφός ὄψον τι ἔχουσι τὸ Λ. τὰ δὲ ἐπίθετα ὀξύνεται· σοφός κυφός κωφός. τὸ δὲ κοῦφος προπερισπᾶται.

Τὰ εἰς ΦΟΣ ὑπερδισύλλαβα ἁπλᾶ μὴ δηλοῦντα ἐνέργειαν προπαροξύνεται· κρόταφος ἔλαφος Ἔπαφος κόλαφος ἀσκάλαφος ἄργυφος ὁ λευκός. τὸ δὲ ἀδελφός ὀξύνεται, καὶ τὰ ἐνέργειαν δηλοῦντα παροξύνεται· πορφυροβάφος ὑποδηματοράφος καὶ ἱπποτρόφος.

Τὰ εἰς ΧΟΣ δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ βαρύνεται· κόλχος βρόγχος μόσχος κόχλος τρόχος ὁ τόπος ἐν ᾧ τρέχουσι, τροχός δὲ ὁ κύκλος βρόχος. σεσημείωται τὸ μυχός ὁ ἐνδότερος τόπος. τὸ δὲ μοιχός πτωχός ἀρχός ἐπιθετικὰ ὄντα ὀξύνεται.

Τὰ εἰς ΧΟΣ ὑπερδισύλλαβα προπαροξύνεται· στόμαχος βάτραχος Σωτήριχος δόλιχος τὸ ὄσπριον, δολιχός δὲ ὁ μακρός. τὸ δὲ μοναχός ὀξύνεται.

Τὰ εἰς ΨΟΣ δισύλλαβα ... ἐπιθετικὰ βαρύνεται· μόψος γύψος Τίψος θάψος εἶδος ξύλου. τὰ δὲ ἐπιθετικὰ πρὸ τοῦ Ψ ἔχοντα Μ ὀξύνεται· κομψός γαμψός.

Τὰ εἰς ΨΟΣ ὑπερδισύλλαβα ὀξύνεται· Λυκαψός κινδαψός χορδαψός.

Τὰ εἰς ΟΣ λήγοντα οὐδέτερα ὀνόματα ἀεὶ βαρύνεται· τεῖχος βέλος πάθος πέλαγος ὕψος. αἱ δὲ μετοχαὶ οὐδέτεραι ὀξύνονται· τετυφός πεποιηκός γεγραφός ὥσπερ καὶ αἱ ἀρσενικαί. Περὶ τόνου τῶν συντιθεμένων ὀνομάτων. Βιβλίον θʹ. Περὶ τῶν εἰς ΟΣ.

Τὰ εἰς ΟΣ σύνθετα προπαροξύνεται· φιλαλέξανδρος φιλάνθρωπος εὐστέφανος.

Τὰ ἀπὸ τῶν εἰς ΟΣ παροξυτόνων προπαροξύνεται· νόος Ἀλκίνοος, πόντος Ἑλλήσποντος, φίλος Δίφιλος. τὸ δὲ ὀστολόγος καὶ οἰκονόμος οὐ παρὰ τὸ λόγος καὶ νόμος, ἀλλὰ παρὰ τὸ λέγω καὶ νέμω.

Ὅσα δὲ ὑπερδισύλλαβα παροξύνονται, ἐν τῇ συνθέσει προπαροξύνονται· ποικίλος παμποίκιλος, αἰόλος παναίολος. τὸ δὲ κορυθαιόλος Ἕκτωρ οὐκ ἀπὸ ὀνόματος, ἀλλʼ ἀπὸ ῥήματος. τὸ μέντοι ἱπποβουκόλος διὰ τὴν ἐνέργειαν παροξύνεται, καὶ ὅτι ἀπὸ τοῦ ῥήματος καὶ αὐτό. τὸ δὲ ἐναντίος ἀπὸ τοῦ ἀντίος παρέλκον ἔχει τὸ ΕΝ.

Τὰ ἀπὸ τῶν εἰς ΟΣ δισυλλάβων προπερισπωμένων προπαροξύνεται· ζῆλος ἀρίζηλος, δοῦλος σύνδουλος, δοῦπος ἐρίγδουπος. σεσημείωται τὸ οἰκουρός καὶ κηπουρός. ἔτι καὶ τὰ ὑπερδισύλλαβα· Ῥωμαῖος φιλορώμαιος, Ἀθηναῖος φιλαθήναιος.

Τὰ ἀπὸ ὀξυτόνων προπαροξύνονται· δμητός ἄδμητος, κτητός δορίκτητος, κακός ἄκακος. τὰ δὲ παρασύνθετα καὶ φυλάττει καὶ ἀναβιβάζει· ἐκλεκτός ἐκ τοῦ ἐκλέγω, ἐπίλεκτος ἐκ τοῦ λεκτός. τὸ δὲ ἰατρὸς φιλίατρος ἀναβιβάζει, καὶ ἐν τῷ ἀρχιατρός καὶ ἱππιατρός φυλάττει.

Τὰ παρὰ τὸ «ᾄδω» γινόμενα, εἰ μὲν τῇ ΩΙ διφθόγγῳ παραλήγονται, ὀξύνεται· τραγῳδός κωμῳδός μελῳδός· εἰ δὲ τῇ ΟΙ διφθόγγῳ, εἰ μὲν ὑπὲρ τρεῖς συλλαβὰς ὦσι, προπαροξύνεται· λιγυάοιδος ὑπεράοιδος· εἰ δὲ τρεῖς ὁμοίως· ὑμνάοιδος ἐπάοιδος λυράοιδος. τὰ δʼ ἐξ αὐτῶν ὀξύνεται· ὑμνῳδός ἐπῳδός λυρῳδός.

Ὅσα ἀπὸ γενικῆς εἰς ΟΣ συντίθενται, προπαροξύνεται, πλὴν τῶν παρὰ τοῦ ΩΠΟΣ, οἷον στενωπός· πυθμένος ἀπύθμενος, λιμένος ἀλίμενος, μηνός δίμηνος τρίμηνος, πατρός Ἀντίπατρος, χάριτος ἀχάριτος, θέμιτος ἀθέμιτος.

Τὰ εἰς ΟΣ συντεθειμένα ἀπὸ τῶν εἰς Α καὶ εἰς Η προπαροξύνεται· ἑστία ἐφέστιος, σκιά εὔσκιος, μοῦσα φιλόμουσος, χρεία ἄχρειος τὸ κοινὸν, ἀχρεῖος δὲ τὸ Ἀττικὸν, ὡς ἀστεῖος ἀρχά ταξίαρχος, φωνή ἄφωνος, μορφή πολύμορφος. τὸ δὲ ἱππομάχος καὶ ἱπποκόμος ἀπὸ ῥημάτων καὶ τὸ γηροκόμος, καὶ τὸ ἀκαρός ἀπὸ τοῦ κάρη γέγονε. τοῦτο ἠκολούθησε τῷ μαδαρός καὶ πλαδαρός ὁ ἀσθενής. τὸ δὲ ἀθῷος προπερισπᾶται ἀπὸ τοῦ θῳή.

Τὰ εἰς ΟΣ σύνθετα ἀπὸ τῶν εἰς ΟΝ οὐδετέρων ἢ ΟΣ ἢ Α προπαροξύνεται· δῶρον βοτρυόδωρος, τόξον κλυτότοξος, ξίφος ἄξιφος, ὄνομα ἐπώνυμος διώνυμος.

Τὰ εἰς ΟΣ συντεθειμένα παρὰ τὸ «ἔργον» μὴ ὄντα κύρια ὀξύνεται· ἐλεφαντουργός αὐτουργός. τὸ μέντοι κακοῦργος καὶ πανοῦργος βαρύνεται, ὁμοίως καὶ τὸ ἑκάεργος περίεργος πολύεργος πάρεργος. τὰ δὲ ὄντα κύρια βαρύνεται· Λυκοῦργος, Φιλοῦργος. Περὶ τῶν παρὰ ῥῆμα συντεθειμένων.

Τὰ παρὰ τὸ «βόσκω» ὀξύνονται· πορνοβοσκός ὑοβοσκός χηνοβοσκός.

Ὅσα παρὰ τὸ «ἕλκω» καὶ «ἀμέλγω» ὀξύνεται· γαγγαμουλκός ἀμολγός.

Τὰ παρὰ τὸ «ἄγω» καὶ «πήσσω» ὀξύνεται· φορτηγός στρατηγός κυνηγός ναυπηγός.

Ἔτι τὰ παρὰ τὸ «ποιῶ» ὀξύνεται· ἐργοποιός ἐποποιός.

Ἔτι τὰ παρὰ τὸ «φέρβω» καὶ «ἀσκῶ»· ἱπποφορβός φωνασκός. τὸ δὲ αὐτόφορβος οἱ πλείους βαρύνουσι, καὶ τὸ Εὔφορβος κύριον.

Τὰ ἀπὸ ῥήματος κύρια προπαροξύνονται· Ἱππόδαμος Δηΐφοβος Λαόδοκος. τὸ μέντοι ξεινοδόκος οὐ κύριον.

Τὰ παρὰ τὸ «φέρω» παροξύνεται· τελεσφόρος δορυφόρος βουληφόρος ἑωσφόρος. τὸ μέντοι ἄφορος δίφορος ἀπὸ τοῦ φορά.

Ὅσα πρόθεσιν ἔχει ἐν τῇ ἀρχῇ προπαροξύνεται· περίβολος Ὑπέρβολος ἀμφίβολος πρόβολος. τὸ δὲ ἐπεσβόλος παροξύνεται ἀπὸ τοῦ ἔπεσι βάλλειν. καὶ χωρὶς τῶν ἀπὸ «κλειτός» καὶ «κλυτός». τὸ δὲ περικλυτός ὀξύνεται, καὶ τὰ παρὰ τὸ «ἔργον»· ὑπουργός συνεργός.

Τὰ παρὰ τὸ «βάλλειν» σύνθετα καὶ μὴ παρὰ πρόθεσιν παροξύνονται· λιθοβόλος ὁ βάλλων λίθους· λιθόβολος δὲ ὁ ὑπὸ λίθων βαλλόμενος. τὸ δὲ πρόβολος καὶ ἀμφίβολος ἀπὸ προθέσεων.

Τὰ παρὰ τὸ «πολῶ» τὸ ἀναστρέφομαι σύνθετα καὶ μὴ παρὰ πρόθεσιν παροξύνονται· ἱπποπόλος οἰωνοπόλος. τὸ δὲ ἀμφίπολος ἐκ προθέσεως.

Τὰ παρὰ τὸ «σκοπῶ» σύνθετα μὴ ἐκ προθέσεως παροξύνεται· ὀρνιθοσκόπος οἰωνοσκόπος. τὸ δὲ ἐπίσκοπος κατάσκοπος ἀπὸ προθέσεων.

Τὰ παρὰ τὸ «μάχομαι» καὶ μὴ παρὰ πρόθεσιν παροξύνεται· λεοντομάχος μονομάχος, χωρὶς τοῦ ἀγχέμαχος. τὸ δὲ πρόμαχος καὶ σύμμαχος ἐκ προθέσεων.

Τὰ παρὰ τὸ «ἀγορῶ» μετὰ προθέσεως σύνθετα προπαροξύνεται· συνήγορος κατήγορος παρήγορος. δημηγόρος δὲ παροξύνεται· οὐ γὰρ ἀπὸ προθέσεως.

Ἔτι τὰ παρὰ τὸ «χέω» σύνθετα παροξύνεται· χρυσοχόος οἰνοχόος. τὸ πρόχοος δὲ ἀπὸ προθέσεως.

Ὅσα ἐν τῇ ἀρχῇ συντίθεται ἐκ τοῦ «πολύ» προπαροξύνεται· πολύστροφος πολύκαρπος πολύφιλος. τὸ δὲ μογιλάλος παροξύνεται· οὐ γὰρ παρὰ τὸ πολύ.

Τὰ παρὰ τὸ «φαγεῖν» ἐν τῷ τέλει συντεθειμένα παροξύνεται· ἀρτοφάγος μονοφάγος παμφάγος.

Ὅσα τὸ «εὖ» μόριον κατʼ ἀρχὴν ἔχει προπαροξύνεται· εὔτοκος εὔτονος εὔμολπος, χωρὶς τῶν παρὰ τὸ «ἔργον»· εὐεργός.

Ὅσα ἀπὸ τοῦ Α στερητικοῦ μορίου συντίθεται, προπαροξύνεται· ἄτολμος ἄτομος ἄστοργος.

Ὅσα ἐν ἀρχῇ ἔχει τὸ «φιλεῖν» προπαροξύνεται· φιλόπονος φιλόσοφος φιλόλογος.

Τὰ παρὰ τὸ «λέγω» χωρὶς τῶν παρὰ τὸ «φιλεῖν» παροξύνεται· δικαιολόγος φυσιολόγος τερατολόγος. τὸ δὲ φιλόλογος ἀπὸ τοῦ λόγος καὶ φιλῶ.

Τὰ παρὰ τὸ «δυς» καὶ «ζα» μόρια προπαροξύνεται· δύσμορφος δύστηνος ζάπλουτος ζάκοτος ζάθεος.

Τὰ παρὰ τὸ «ὠκύς» προπαροξύνεται· ὠκύμορος ὠκύπορος. τὸ δὲ ποντοπόρος παροξύνεται· οὐ γὰρ ἀπὸ τοῦ ὠκύς. σεσημείωται τὸ ὠκυμάχος.

Ὅσα ἔχει κατὰ ἀρχὴν τὸ «ναυ» προπαροξύνεται· ναύαρχος ναύκληρος ναύλοχος. τὸ δὲ ναυπηγός ναυηγός ὀξύνεται.

Ὅσα παρὰ ἐπίῤῥημα συντίθεται προπαροξύνεται· ὀψίφυγος ἀγχίμολος ἀγχέμαχος. τὸ δὲ περικλυτός ἀπὸ τῆς περί.

Ὅσα παρὰ τὸ «πάλιν» καὶ «ἄγαν» καὶ «αὐτό» σύνθετα προπαροξύνεται· παλίμβολος παλίγκοτος ἀγάννιφος ἀγάτονος αὐτόμαχος αὐτοδίδακτος.

Τὰ παρὰ τὸ «ἀκούω» προπαροξύνεται· ὑπήκοος ἀνήκοος. τὸ δὲ ἐπακουός παρασύνθετον ἐκ τοῦ ἐπακούω.

Τὰ παρὰ τὸ «ἔχω» βαρύνεται· ἡνίοχος ἤοχος. προπερισπᾶται δὲ τὸ λιχνοῦχος ῥαβδοῦχος σταθμοῦχος.

Τὰ ἀπὸ δισυλλάβου ῥήματος, οὗ ἡ ἄρχουσα μακρὰ, συντεθειμένα προπαροξύνεται· μυκῶ ἐρίμυκος, συλῶ ἱερόσυλος, ἄρχω γυμνασίαρχος.

Τὰ παρὰ τὸ εἰς ΙΣ ἐπίῤῥημα ἀριθμοῦ συντεθειμένα προπαροξύνεται· δίφορος τρίφορος τρίπολος, μεθʼ ὧν καὶ τετράφορος.

Τὰ παρὰ τὸ «γράφω» παροξύνεται· ἱστοριογράφος βιβλιογράφος. τὸ δὲ παράγραφος τὸ σημεῖον τὸ ἐν τοῖς μέτροις τιθέμενον προπαροξύνεται. παρὰ τὸ γραφή γάρ.

Τὰ ἐπὶ ἐνεργείας τιθέμενα συντεθειμένα ἀπὸ τοῦ «τέμνω φονεύω ὀρύσσω κτείνω νέμω τίκτω» παροξύνονται· σκυτοτόμος μιαιφόνος τοιχωρύχος πατροκτόνος οἰκονόμος θεοτόκος. τὸ δὲ καρατόμος καὶ πρωτοτόκος παροξυνόμενα μὲν ἐπὶ ἐνεργείας τίθενται, προπαροξυνόμενα δὲ ἐπὶ πάθους. Περὶ τόνου τῶν εἰς ΥΣ ληγόντων. Βιβλίον ιʹ.

Τὰ εἰς ΥΣ πολυσύλλαβα κύρια ἢ προσηγορικὰ, μὴ ἐθνικὰ, βαρύνεται· ἄλδυς Πόλτυς βότρυς Ἕρπυς Ἅλυς. τὸ ἰχθῦς προσηγορικὸν περιεσπάσθη ἀλόγως, ὥσπερ τὸ μῦς, σῦς.

Τὰ εἰς ΥΣ ἁπλᾶ ἐπιθετικὰ διὰ τοῦ Ε κλινόμενα δισύλλαβα ὄντα ὀξύνεται· ἠύς ἡδύς ταχύς βραδύς ὠκύς. τὸ δὲ ἥμισυς προπαροξύνεται καὶ τὸ θῆλυς προπερισπᾶται· καὶ τὸ πρέσβυς βαρύτονον.

Πᾶν εἰς ΥΣ λῆγον σύνθετον ἐπιθετικὸν βαρύνεται· ἔπηλυς νέηλυς πολύδακρυς μελάνοφρυς.

Τὰ εἰς ΥΣ ἀρσενικὰ ὑπερδισύλλαβα βαρύνεται· ἥμισυς πέλεκυς Ῥαδάμανθυς. σεσημείωται τὸ ἐλαχύς ὁ ἐλάχιστος ὀξυνόμενον.

Τὰ εἰς ΥΣ θηλυκὰ συνεσταλμένον ἔχοντα τὸ Υ καὶ διὰ τοῦ ΔΟΣ κλινόμενα ὀξύνεται· χλαμύς πηλαμύς. τὰ μέντοι μὴ διὰ τοῦ ΔΟΣ κλινόμενα βαρύνεται· γένυς πίτυς χέλυς γῆρυς ἀτράφαξυς εἶδος λαχάνου.

Τὰ εἰς ΥΣ πάντα σύνθετα συνεσταλμένον ἔχοντα τὸ Υ προπαροξύνεται· σύνοφρυς λεύκοφρυς κάλλιχθυς δίβραχυς.

Τὰ εἰς ΥΣ θηλυκὰ ἐκτείνοντα τὸ Υ ὀξύνεται· πληθύς ἐδητύς ὀϊζύς ἐρινύς ἰξύς. τὸ δὲ νηδύς ποιητικῇ ἀδείᾳ συστέλλεται. σεσημείωται ἐν τοῖς θηλυκοῖς τὸ ὀφρῦς καὶ ἡ ὀσφῦς ἡ ῥάχις περισπώμενα.

Τὰ εἰς ΥΣ ὑποκοριστικὰ περισπῶνται· καμμῦς κλαυσῦς λαρδῦς Διονῦς ἀπφῦς. τὸ δὲ ἰξῦς ποτὲ μὲν ὀξύνει ὁ Ἡρωδιανὸς, ποτὲ δὲ περισπᾷ.

Τὰ εἰς ΑΙΣ πολυσύλλαβα αἰολικῶς ὀξύνεται· Ἀτρείδαις ἀντὶ τοῦ Ἀτρείδης Ὀρέσταις, καὶ τὰ σύνθετα· ἄπαις εὔπαις ἀνδρόπαις.

Τὰ εἰς ΕΙΣ πολυσύλλαβα κοινολεκτούμενα παροξύνεται· δαφνήεις κητώεις. αἱ δὲ μετοχαὶ ὀξύνονται· τυφθείς τυπείς. καὶ οἱ Βοιωτοὶ τὸ Η τῶν εἰς ΗΣ εἰς ΕΙ τρέποντες ὀξύνουσιν αὐτὰ· εὐγενείς ἀντὶ εὐγενής, ἀγενείς ἀντὶ ἀγενής.

Τὰ εἰς ΑΥΣ πολυσύλλαβα βαρύνονται· χιλιόναυς ὠμόγραυς.

Τὰ εἰς ΕΥΣ κοινῶς μὲν ὀξύνεται· βασιλεύς Πηλεύς Τυδεύς· αἰολικῶς δὲ βαρύνεται· Ἄρευς.

Τὰ εἰς ΟΥΣ πολυσύλλαβα ἁπλᾶ μὲν ὄντα περισπᾶται· ἀδελφιδοῦς θυγατριδοῦς διπλοῦς τριπλοῦς, πλὴν τοῦ ὀδούς. τὰ δὲ σύνθετα βαρύνεται· Πειρίθους Ἀλκίνους εὔπλους πολύνους Οἰδίπους.

Τὰ εἰς ΩΣ ἀρσενικὰ περιττοσυλλάβως κλινόμενα καὶ διὰ καθαροῦ τοῦ ΟΣ βαρύνονται· ἥρως Μίνως πάτρως μήτρως.

Τὰ εἰς ΩΣ ἁπλᾶ διὰ τοῦ ΤΟΣ κλινόμενα, εἰ μακρᾷ παραλήγοι, ἢ μετοχικὰ ὄντα ὀξύνεται· εὐρώς ἱδρώς ἀραρώς ὑπερδεδιώς. εἰ δὲ ἰαμβικὰ ὑπάρχοι διὰ τοῦ ΤΟΣ κλινόμενα βαρύνεται· γέλως ἔρως Νέπως. τὸ δὲ εἵλως ἀπὸ τοῦ ἕλως.

Τὰ ἀπὸ παρακειμένου συντεθέντα διὰ τοῦ ΤΟΣ κλινόμενα ὀξύνεται· ἀπτώς ἀγνώς.

Τὰ εἰς ΩΣ σύνθετα ἀπὸ τῶν εἰς ΩΣ μονοσυλλάβων παροξύνεται· ζώς ἀείζως, χρώς λευκόχρως. τὸ μέντοι ὑποδμώς ὀξύνεται ὡς παρέλκουσαν ἔχον τὴν ὑπό.

Τὰ εἰς ΩΣ σύνθετα πολυσύλλαβα ἀπὸ τῶν εἰς ΩΣ παροξύνεται· ἔρως χρυσέρως, ἱδρώς λυσίδρως. τὸ δὲ δύσερως καὶ φιλόγελως καὶ τὰ τοιαῦτα Ἀττικὰ ὄντα προπαροξύνονται.

Τὰ εἰς ΩΣ Ἀττικὰ ὁμοτονοῦσιν ἐκείνοις, ἀφʼ ὧν ἐσχηματίσθησαν· ναός νεώς, λαός λεώς, ἀξιόχρεος ἀξιόχρεως. τὸ δὲ λαγῶς καὶ ὀρφῶς περισπῶνται, καὶ ..... ὁ τυφῶν καὶ ταῶν.

Τὰ εἰς ΩΣ Περσικὰ ἢ Αἰγύπτια παροξύνεται· φάργως Ἰνάρως.

Τὰ εἰς ΩΣ θηλυκὰ πολυσύλλαβα βαρύνεται μὲν, ὅσα βραχείᾳ παραλήγει· Κέως Τέως ἅλως ἕως. τὰ δὲ μὴ οὕτως ὀξύνεται· αἰδώς ἠώς.

Τὰ εἰς Ψ πολυσύλλαβα βαρύνεται· Ἄραψ λαῖλαψ θέραψ. τὸ δὲ πλινθοβάψ καὶ πελεθοβάψ ὀξύνεται.

Τὰ εἰς Ψ πολυσύλλαβα ἔχοντα πρὸ τοῦ Ψ Ο ἢ Ε βαρύνεται· Πέλοψ Δρύοψ μέροψ βούκλεψ τυρόκλεψ.

Τὰ εἰς Ψ ἔχοντα Ι πρὸ τοῦ Ψ βαρύνεται· σκευότριψ παιδότριψ χέρνιψ.

Τὰ εἰς ΥΨ βαρύνεται· Κίνυψ Χάλυψ.

Τὰ εἰς ΗΨ βαρύνεται· κώληψ.

Τὰ εἰς ΩΨ πολυσύλλαβα κύρια ὄντα ἢ προσηγορικὰ βαρύνονται· κύκλωψ ἴωψ μώλωψ. σεσημείωται, ὥς τινές φασι, τὸ εὐρώψ ὀξυνόμενον. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται, ὑπεσταλμένων τῶν ὑποπεπτωκότων κυρίοις, ἢ τῶν ἰδιαζόντων· μονώψ ὁ μονόφθαλμος κελαινώψ τυφλώψ. τὸ δὲ ἑλίκωψ καὶ μύωψ ὁ μυὸς ὀφθαλμοὺς ἔχων βαρύνεται, ὥσπερ τὸ κύκλωψ καὶ κέκρωψ ὁ δόλιος καὶ ἴωψ ὁ κυνίσκος. Περὶ τόνου τῶν εἰς Α θηλυκῶν ὀνομάτων. Βιβλίον ιαʹ.

Τὰ εἰς Α λήγοντα μακρὸν θηλυκὰ τῶν εἰς ΟΣ ὁμοτονοῦσιν αὐτοῖς, καὶ ἔτι τὰ εἰς Η· φοβερός φοβερά, ἰσχυρός ἰσχυρά, σοφός σοφή, καλός καλή, φίλος φίλη. τὸ μέντοι βαρύτερος βαρυτέρα καὶ τὰ ὅμοια, εἰ καὶ τὸν τόπον ἐνήλλαξαν, ἀλλʼ οὐ τὸν τόνον.

Τὰ εἰς Α μακρὸν καὶ εἰς Η τῶν εἰς ΟΥΣ περισπωμένων περισπᾶται· ἀργυροῦς ἀργυρᾶ, χρυσοῦς χρυσῆς, διπλοῦς διπλῆ.

Τὰ ἔχοντα τὸ Α βραχὺ διὰ τοῦ ΤΡΙΑ προπαροξύνεται· αὐλήτρια ψάλτρια. τὸ δὲ μετρία καὶ ἀλλοτρία τὸ Α μακρὸν ἔχουσι. καὶ τὸ πότνια καὶ ὄμπνια προπαροξύνεται.

Τὰ εἰς ΕΙΑ ἀπὸ τῶν εἰς ΕΥΣ προπαροξύνεται· βασιλεύς βασίλεια, ἱερεύς ἱέρεια.

Ἔτι τὰ ἀπὸ τῶν εἰς ΥΣ βαρυτόνων προπαροξύνεται· ἥμισυς ἡμίσεια, θῆλυς θήλεια. τὰ μέντοι ἀπὸ ὀξυτόνων προπερισπῶνται· ταχύς ταχεῖα, βραδύς βραδεῖα, πλὴν τοῦ λίγεια καὶ ἐλάχεια ἀπὸ τοῦ λιγύς καὶ ἐλαχύς.

Τὰ εἰς ΝΑ συνεσταλμένον ἔχοντα τὸ Α ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ σχηματιζόμενα προπαροξύνεται· μέλανος μέλαινα, τάλανος τάλαινα, Λάκων Λάκαινα, δράκων δράκαινα.

Ἔτι τὰ εἰς ΡΑ βραχὺ παρεσχηματισμένα· σωτήρ σώτειρα, μάκαρ μάκαιρα.

Τὰ εἰς ΣΑ ὑπερδισύλλαβα παρεσχηματισμένα προπαροξύνεται, εἰ μὴ κατὰ συναλοιφὴν εἴη ἀπὸ ὀξυτόνων εἰς ΗΣ· δαφνήεσσα φωνήεσσα. τὸ δὲ τεχνῆσσα ἀπὸ τοῦ τεχνήεσσα. καὶ τὰ ἀπὸ ὀξυτόνων εἰς ΗΣ· χερνής χερνῆσσα, ἀργῆς ἀργῆσσα, Κρής Κρητός Κρῆσσα, θής θῆσσα.

Τὰ εἰς Α βραχὺ ἀπαρασχημάτιστα διὰ διπλοῦ ἐκφερόμενα, εἰ μὲν δισύλλαβα εἴη καὶ μακρᾷ παραλήγει, παροξύνεται· ῥίζα πέζα φύζα δόξα δίψα. τὰ δὲ ὑπερδισύλλαβα προπαροξύνεται· ἅμαξα λακέρυζα.

Τὰ εἰς ΘΑ ἔχοντα τὸ Α βραχὺ βαρύνεται· μίνθα τὸ ἡδύοσμον ἄκανθα κολόκυνθα ἡ ἀττικῶς κολοκύντη μεθʼ ὧν καὶ ἡ δίαιτα.

Τὰ εἰς ΜΑ θηλυκὰ σπάνια ὄντα βαρύνεται· τόλμα Θέρμα· ἀττικῶς δὲ τόλμη καὶ Θέρμη.

Τὰ εἰς ΛΑ θηλυκὰ βαρύνεται· ψύλλα Σκύλλα Σίβυλλα ἅμιλλα ἄελλα καὶ ἀνάπαυλα.

Τὰ εἰς ΝΑ μονογενῆ βαρύνεται· Κύννα ἡ πόρνη Ἄννα γέννα χλαῖνα, εἰ μὴ κατὰ πάθος γένοιτο, Ἀθηνᾶ μνᾶ. τὰ δὲ Ἰταλικὰ προπερισπῶνται· Σαβῖνα Φαυστῖνα Ἰουστῖνα Κωνσταντῖνα.

Τὰ εἰς ΡΑ δισύλλαβα συνεσταλμένον ἔχοντα τὸ Α βαρύνεται· σφαῖρα μοῖρα πεῖρα σφῦρα. τὰ δὲ μὴ συνεσταλμένον τὸ Α ἔχοντα ὀξύνεται· ἰρά ἡ ἐκκλησία σειρά πυρά οὐρά φρουρά πλευρά.

Τὰ εἰς ΡΑ ὑπὲρ δύο συλλαβὰς τὸ Α βραχὺ ἔχοντα προπαροξύνεται· μάχαιρα χίμαιρα Δηϊάνειρα σκολόπενδρα.

Τὰ εἰς ΡΑ ὑπὲρ δύο συλλαβὰς βραχὺ ἔχοντα τὸ Α, καὶ πρὸ τέλους ἔχοντα ΟΥ προπαροξύνεται· ἄρουρα Ἄργουρα κυνόσουρα, μεθʼ ὧν καὶ τὸ γέφυρα.

Τὰ εἰς ΣΣΑ ὑπερδισύλλαβα ἀπαρασχημάτιστα προπαροξύνεται, εἰ μὴ παραλήγοι ΟΥ· θάλασσα Ἰφιάνασσα θέρμασσα ἡ κάμινος. τὰ δὲ παραλήγοντα τῇ ΟΥ, εἰ μὲν ἔχειν ἓν Σ, προπαροξύνεται· Φαέθουσα Ἀρέθουσα Αἴθουσα· εἰ δὲ δύο ἔχοιεν, προπερισπῶνται· Πιτυοῦσσα Ῥοδοῦσσα ὀνόματα νήσων πλὴν τοῦ Ἔμπουσσα καὶ Συράκουσσα.

Τὰ εἰς ΣΑ δισύλλαβα βαρύνεται· αἶσα μοῦσα πεῖσα ἡ πειθώ μεθʼ ὧν γλῶσσα πίσσα νύσσα.

Τὰ διὰ τοῦ ΑΙΑ καὶ ΥΙΑ δισύλλαβα προπερισπᾶται· μαῖα γαῖα Θυῖα μυῖα.

Τὰ εἰς Α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα τῇ ΑΙ διφθόγγῳ ἢ τῇ ΕΙ ἢ ΟΙ ἢ ΥΙ προπαροξύνεται· Πλάταια Ἀλεξάνδρεια Θέσπεια Θεσπιαί δὲ τὸ πληθυντικόν εὔνοια πρόνοια ἅρπυια αἴθυια ἄγυια ὄργυια, ἃ πληθυντικῶς ὀξύνεται. τὸ δὲ μητρυιά μακρὸν ἔχον τὸ Α ὀξύνεται.

Τὰ διὰ τοῦ ΑΙΑ μονογενῆ μακρὸν ἔχοντα τὸ Α παροξύνονται· σεληναία Ἀθηναία Ἰουδαία περικεφαλαία.

Τὰ εἰς Α καθαρὸν μονογενῆ παραληγόμενα Ε βαρύνεται, εἰ μὴ προσηγορικὰ ἢ περιεκτικὰ εἴη· Ῥέα θέα τὸ δὲ θεά ὀξύνεται πτελέα ἰτέα συκέα.

Τὰ εἰς Α μακρὸν μονογενῆ τῇ ΕΙ ἢ τῷ Ι μακρῷ παραληγόμενα ἐπὶ οὐσίας τιθέμενα ὀξύνεται· χειά ζειά εἶδος κριθῆς φλιά θριά. τὸ δὲ μνεία χρεία βαρύνονται, οὐ γὰρ ἐπὶ οὐσίας λαμβάνεται, καὶ τὸ λεία δὲ καὶ Φθία βαρύνονται, καὶ τὸ δεία ἡ ἔνδεια.

Τὰ διὰ τοῦ ΙΑ ἐπὶ χωρῶν κείμενα παροξύνεται· Λυκία Ἀσία Κιλικία.

Τὰ γινόμενα ἀπὸ τοῦ ΕΥΩ παροξύνεται· ἑρμηνεία βασιλεία δουλεία κολακεία παιδεία ἡ παίδευσις, παιδιά δὲ τὸ παίγνιον. τὸ δὲ παρειά καὶ φορβειά καὶ φορειά ὁ βόρβορος καὶ ἀρειά ἡ ἀπειλή ὀξύνονται· οὐ γὰρ ἀπὸ τῶν διὰ τοῦ ΕΥΩ.

Τὰ διὰ τοῦ ΙΑ μακρὸν τὸ Α ἔχοντα παροξύνεται· ἀνία φιλία πενία ξενία.

Τὰ διὰ τοῦ ΙΑ παρὰ μελλόντων γενόμενα παροξύνεται· ὀρέξω ἀνορεξία πέψω ἀπεψία προδώσω προδοσία.

Τὰ διὰ ΣΙΑ τὸ Α μακρὸν ἔχοντα βαρύνεται· ἀθανασία διχοστασία ἱκεσία. εἴ τι δὲ ὀξυνθῇ, ὄνομα δήμου ἔχει, ἢ περιεκτικὸν ὑπάρχει. τὸ δὲ προστασιά καὶ τρασιά ὁ τόπος ὅπου ξηραίνονται τὰ σῦκα καὶ αἱμασιά ὡς ἔννοιαν περιεκτικῶν ἔχοντα ὀξύνεται. τὸ δὲ Κηφισιά καὶ Ὑσιά καὶ Λουσιά ὀνόματα δήμων.

Τὰ διὰ τοῦ ΝΙΑ μακρὸν ἔχοντα τὸ Α βαρύνεται· κονία πενία γειτονία. τὸ δὲ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ· καὶ τὸ Χελιδονιά δῆμος· καὶ ἔτι τὸ ἱμονιά τὸ ἀντλητήριον παρʼ Ἀττικοῖς ὀξύνεται.

Τὰ εἰς Α μακρὸν τῇ ΡΙ παραληγόμενα παροξύνεται· αἰθρία κοπρία ὑδρία φατρία. τὸ μέντοι Στειριά δῆμος.

Τὰ εἰς Α μακρὸν παραληγόμενα τῇ ΛΙ ἧς προηγεῖται Α βαρύνεται πρᾶγμα σημαῖνον· διδασκαλία ἀτασθαλία ἢ ὀνόματα χωρῶν· Οἰχαλία Θεσσαλία· εἰ δὲ μὴ οὕτως ὀξύνεται· ἀπομαγδαλιά φυταλιά. τὸ δὲ ἀσπαλία ἡ ἁλεία βαρύνεται.

Τὰ εἰς Α μακρὸν τρισύλλαβα παραληγόμενα τῷ Ι ἐπὶ οὐσίας λαμβανόμενα βαρύνεται, χωρίς τινων· καρδία σχεδία ζημία σηπία οἰκία. τὸ μέντοι σκοπιά καὶ σποδιά ὀξύνονται, ὡς ἔχοντα τὸ Ο πρὸ τοῦ Ι, ὥσπερ καὶ τὸ πολιά καὶ τροχιά καὶ ἁματροχιά.

Τὰ παραληγόμενα ἀπὸ τῶν εἰς Ξ βαρύνεται· Φρυγία Βεβρυκία Ὀρτυγία. σεσημείωται τὸ ἀνθρακιά ὀξυνόμενον.

Τὰ διὰ τοῦ ΟΑ σπάνια καὶ κατὰ πάθος γενόμενα παρʼ Ἀττικοῖς παροξύνεται· οἴα ὄα τὸ δέρμα, χροία χρόα. τὰ δὲ ἐν συνθέσει … ὀξύνεται· στοιά στοά, ῥοιά ῥοά.

Τὰ διὰ τοῦ ΟΙΑ μακρὰ, ὅσα ἀπὸ ψιλοῦ συμφώνου ἄρχονται, βαρύνεται· ποία ἡ βοτάνη Τροία κοία ἡ σφαῖρα. οὕτω καὶ Οἴα ἡ κώμη. τὸ μέντοι χροιά στοιά ὀξύνεται.

Τὰ εἰς Α μακροκατάληκτα βαρύνονται παραλήγοντα τῷ Υ· ὀξύα εἶδος ξύλου καρύα κωδύα ἡ τῆς μήκωνος κεφαλή Δατύα πόλις.

Τὰ εἰς Α μακρὸν καθαρὸν τῷ Ω παραληγόμενα βαρύνεται· ὤα ἡ μηλωτή Κριώα ψοθώα ἡ ψώρα.

Τὰ εἰς Α μακρὸν μὴ ἀπὸ συμφώνου ἀρχόμενα πλὴν τοῦ Ρ παροξύνεται· Ἥρα ὀπώρα χώρα. ... ............................ εἰ δέ τι ἄλλο εὑρεθῇ, κατὰ διάλεκτον ἢ πάθος ἐγένετο, ὡς τὸ Ἑλένα Ἑλένη, Ἀθηνάα Ἀθηνᾶ.

Τὰ εἰς ΡΑ μακροκατάληκτα τρισύλλαβα παραληγόμενα τῷ Ε μονογενῆ βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη· ἡμέρα ἀσκέρα εἶδος ὑποδήματος διφθέρα λακέρα. τὸ δὲ Γλυκερά ὀξύνεται, εἴτε κύριον, εἴτε ἐπιθετικὸν εἴη. καὶ τὸ περιστερά τετρασύλλαβον, καὶ τὸ Ἐλευθεραί πληθυντικῶς λεγόμενον.

Τὰ εἰς ΡΑ ὑπὲρ δύο συλλαβὰς τῷ Υ παραληγόμενα βαρύνεται. ἀλλʼ εἰ μὲν ἔχωσι τὸ Α μακρὸν, παροξύνεται· πορφύρα Ἐφύρα· εἰ δὲ βραχὺ, προπαροξύνεται· Κέρκυρα ἄγκυρα γέφυρα. τὸ δὲ Γλαφυρά ὀξύνεται, εἴτε ὄνομα πόλεως εἴη, εἴτε ἐπιθετικόν.

Τὰ εἰς ΡΑ μακρὸν τῷ Ω παραληγόμενα βαρύνεται· χώρα ψώρα ὥρα, μεθʼ ὧν καὶ τὸ πρῶρα, εἰ καὶ συστέλλει τὸ Α.

Τὰ εἰς ΡΑ ἁπλᾶ μονογενῆ τρισύλλαβα παραληγόμενα τῷ Ω ἀπὸ φύσει μακρᾶς ἢ βραχείας ἀρχόμενα βαρύνεται· Φαλώρα πληθώρα ληθώρα. εἰ δὲ ἀπὸ θέσει μακρᾶς, ὀξύνεται· θαλπωρά ἐλπωρά. τὸ δὲ πανδώρα σύνθετον ὂν παροξύνεται.

Τὰ εἰς ΡΑ μονογενῆ μετʼ ἐπιπλοκῆς συμφώνου παροξύνεται, καὶ μακρὸν ἔχει τὸ Α· ὕδρα πέτρα ῥήτρα φαρέτρα γάστρα μήτρα. σεσημείωται τὸ Τάναγρα καὶ σκολόπενδρα προπαροξύτονα καὶ συστέλλοντα τὸ Α. Περὶ τόνου τῶν εἰς Η θηλυκῶν. Βιβλίον ιβʹ.

Τὰ εἰς Η λήγοντα θηλυκὰ παρὰ γενικῆς σχηματισθέντα βαρύνεται· χιτῶνος Χιτώνη, ἡγεμόνος Ἡγεμόνη, σώφρονος σωφρόνη, εὔφρονος εὐφρόνη, ἀμύμονος Ἀμυμώνη. τὸ δὲ ἁρπαγή ὀξύνεται, διότι ἀπὸ τοῦ ἁρπάζω. τὸ δὲ ἁρπάγη σιδήριόν τι βαρυνόμενον, ἀπὸ τοῦ ἅρπαγος. καὶ τὰ παρώνυμα ὁμοίως· ἀμφίρυτος ἀμφιρύτη, δορύκτητος δορυκτήτη, ἀμφίλυκος ἀμφιλύκη.

Τὰ εἰς Η σύνθετα καὶ παρασύνθετα βαρύνεται· Ὠκυπέτη Ὑψιπύλη Ἐριπύλη Βερονίκη Πολυκάστη.

Τὰ εἰς Η προσηγορικὰ ἢ βαρύνεται ἢ ὀξύνεται σύνθετα ὄντα. ὅσα οὖν ἔχει τι ἄλλο μέρος λόγου καὶ ἄρχεται χωρὶς προθέσεως βαρύνεται· κυνάγχη βουκάπη ἡ τῶν βοῶν φάτνη παντογύνη ἡ ταραχώδης γυνή ὀξάλμη τολύπη ἡ ἐργασία. τὸ δὲ ἀστεροπή ὀξύνεται ὡς σύνθετον παρὰ τὸ ὄπα καὶ ἀστήρ. καὶ τὸ ὑδρορρόη οἱ παλαιοὶ ἐβάρυναν, οἱ δὲ μεταγενέστεροι ὀξύνουσιν οὐχ ὑγιῶς.

Τὰ εἰς Η θηλυκὰ προσηγορικὰ ἀπὸ προθέσεως συντεθειμένα τότε μὲν ὀξύνεται, ὅτε τὰ ἑαυτῶν ἁπλᾶ, καὶ τότε βαρύνεται, ὅταν τὰ ἑαυτῶν βαρύνηται· ἀνατολή μεταβολή ἀναβολή ἐπιτολή παραψυχή τὸ προσηγορικὸν, Παραψύχη δὲ τὸ κύριον. τὸ δὲ ἀναρρόη παροξύνεται, καίτοι ἀπὸ τοῦ ῥοή· καὶ τὸ ἀναδέσμη ἀπὸ τοῦ ἀνάδεσμος. τὰ δὲ βαρύτονα ταῦτα· συνθήκη παρακαταθήκη συγγνώμη συνάγχη.

Τὰ εἰς Η συναληλιμμένα περισπᾶται· λεοντέα λεοντῆ, συκέα συκῆ, γαλέα γαλῆ, ἀμυγδαλέα ἀμυγδαλῆ.

Τὰ εἰς Η καθαρὸν μονογενῆ οὐ πολλὰ βαρύνεται· Δανάη. Ἀγαυή ὀξύνεται ἐπιθετικὸν ὄν. καὶ τὰ διὰ τοῦ ΕΥΗ παροξύνεται· χλεύη Βεύη δεύη. τὸ μέντοι σκευή ὀξύνεται, καὶ τὰ ἀπʼ αὐτῆς· κατασκευή ἐπισκευή οἰκοσκευή.

Τὰ εἰς Η καθαρὸν δισύλλαβα τῷ Ο παραληγόμενα ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύνεται τὰ ἀπὸ δύο συμφώνων προηγουμένου τοῦ δασέος· φθόη ἡ φθορά χλόη χνόη αἱ χοινικίδες τῶν ἁρμάτων. τὰ δὲ μὴ οὕτως ἔχοντα ὀξύνεται· χοή ἡ σπονδή βοή θοή τὸ ἐπίθετον, Θόη δὲ τὸ κύριον πνοή. ἔτι καὶ τὰ ὑπερδισύλλαβα· Οἰνόη Χωλόη. τὸ δὲ ἀκοή ἐκ τοῦ ἀκούω.

Τὰ εἰς Η δισύλλαβα παραληγόμενα τῷ Υ σπάνια ὄντα τὰ μὲν βαρύνεται· λύη ἡ στάσις δύη ἡ κακοπάθεια γύη ἡ γῆ καὶ μέρος ἀρότρου ψύη ἡ ψύα καὶ ψόαι· τὰ δὲ ὀξύνεται· φυή καὶ Φλυή ὁ δῆμος Ἀττικός.

Τὰ διὰ τοῦ ΥΗ ὑπερδισύλλαβα βαρύνεται· θιγύη ὀρύη εἶδος ὀσπρίου Λιβύη.

Τὰ διὰ τοῦ ΩΗ ὀξύνεται· ζωή θωή ἐρωή.

Τὰ εἰς ΒΗ ἔχοντα πρὸ τοῦ Β σύμφωνον κατʼ ἐπιπλοκὴν ἢ κατὰ διάστασιν βαρύνεται, εἰ μὴ ῥηματικὰ εἴη προσηγορικὰ καὶ παραλήγοι τῷ Ο· τύρβη Κόμβη τὸ κύριον κύμβη νηὸς εἶδος Θίσβη κράμβη Ἄλβη. τὸ δὲ φορβή ἔχει τὸ Ο. Τὰ γὰρ εἰς Η ῥηματικὰ ὀξύνεται· τρέπω τροπή, τρέφω τροφή, νέμω νομή.

Τὰ εἰς ΒΗ ὑπερδισύλλαβα μὴ παραληγόμενα τῇ ΟΙ διφθόγγῳ βαρύνεται· Ἀλύβη καλύβη Νιόβη ἀστράβη εἶδος ἁμάξης Ἑκάβη. τὸ δὲ ἀμοιβή ὀξύνεται, ὡς ἔχον τὴν ΟΙ δίφθογγον.

Τὰ εἰς ΒΗ ἰαμβικὰ κύρια ἢ παρώνυμα βαρύνεται· Ἄβη κύριον, βλάβη. ὀξύνεται δὲ ταῦτα· λαβή τριβή ῥηματικὰ ὄντα.

Τὰ εἰς ΟΙΒΗ κύρια μὲν ὄντα βαρύνεται· Φοίβη Βοίβη. προσηγορικὰ δὲ ὀξύνεται· λοιβή στοιβή ἀμοιβή.

Τὰ εἰς ΒΗ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα καὶ μὴ τῇ ΟΙ βαρύνεται· ἥβη Θήβη στίβη ἡ ψυχρά λώβη.

Τὰ εἰς ΓΗ δισύλλαβα ἔχοντα τὴν πρώτην εἰς σύμφωνον λήγουσαν, προσηγορικὰ ὄντα ὀξύνεται· φθογγή κλαγγή ὀργή στοργή. τὰ δὲ κύρια βαρύνεται· Βέργη Σέλγη Πέργη.

Τὰ εἰς ΓΗ ἰαμβικὰ ῥηματικὰ ὄντα ὀξύνεται· ταγή ἀπὸ τοῦ τάσσω, φυγή σφαγή. παρώνυμα δὲ βαρύνεται· πάγη τρύγη στέγη. τὸ μέντοι σαγή τὸ πλῆθος τινὲς μὲν ὀξύνουσι, τινὲς δὲ βαρύνουσι.

Τὰ εἰς ΓΗ δισύλλαβα ἀσυνάλειπτα φύσει μακρᾷ παραληγόμενα, εἰ μὴ διαστολή τις εἴη ἢ ἀπὸ τοῦ Γ ἄρχοιτο, ὀξύνεται· πληγή σιγή κραυγή· Κραύγη δὲ τὸ κύριον. τὸ δὲ γύγη ἀπὸ τοῦ Γ ἄρχεται. τὸ δὲ αἰγῆ ἀπὸ τοῦ αἰγέα συναλειφθὲν περισπᾶται.

Τὰ εἰς ΓΗ ὑπερδισύλλαβα προσηγορικὰ, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν ὀξύνεται· μαρμαρυγή κορκορυγή ὁ θόρυβος ὀλολυγή οἰμωγή. Λαλάγη δὲ κύριον, ὥσπερ τὸ ἠλύγη ἡ σκιά καὶ πανάγη ἡ ἁγνὴ ἱέρεια. καὶ τὸ πλατάγη δέ τινες βαρύνουσιν.

Τὰ εἰς ΓΗ ὑπερδισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, βαρύνεται· ὀλίγγη ἡ ἀνάπαυσις Ἐλιβύργη ἀμόργη ἡ τοῦ ἐλαίου τρύξ. σεσημείωται τὸ ἀμολγή ὀξυνόμενον.

Τὰ εἰς ΔΗ ἔχοντα πρὸ τοῦ τέλους τὸ Ο εἰς σύμφωνον καταλῆγον προσηγορικὰ ὄντα ὀξύνεται· χορδή σπονδή. τὸ μέντοι Χόνδη κύριον βαρύνεται καὶ τὸ Μένδη κύριον καὶ τὸ ἄλδη.

Τὰ εἰς ΔΗ προσηγορικὰ ὀξύνεται· ᾠδή ἀοιδή σπουδή ἐδωδή αὐδή. τὸ μέντοι Λήδη κύριον, καὶ Ἴδη καὶ Μήδη.

Τὰ εἰς ΔΗ λήγοντα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν βραχεῖαν μὴ εἰς σύμφωνον καταλήγουσαν, εἰ μὲν κύρια ὦσιν ἢ οὐσίαν σημαίνοι, βαρύνεται· πέδη κνίδη σίδη Νέδη· εἰ δὲ κατὰ πράγματος τάσσοιτο, ὀξύνεται· κομιδή ἡ ἐπιμέλεια ἁδή ἡ ἡδονή φραδή ἡ βουλή χλιδή ὁ κόσμος.

Τὰ εἰς ΘΗ δισύλλαβα βαρύνεται, εἰ μὴ ἰαμβικὰ εἴη τῷ Ο παραλήγοντα· μάλθη ὁ κηρός τίθη Ξάνθη σπάθη. σεσημείωται τὸ κριθή ὀξυνόμενον καὶ τὸ ποθή ἔχον τὸ Ο.

Τὰ εἰς ΘΗ μονογενῆ ὑπερδισύλλαβα βαρύνεται· Καλάθη πόλις Βισάνθη Ἰάνθη λυκάνθη. τὸ δὲ ἀγαθός ἀγαθή τριγενές.

Τὰ εἰς ΚΗ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ἀσυνάλειπτα βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, μὴ ποιότητα φωνῆς ἀλόγου ζώου σημαίνοντα· Γλαύκη κύριον Λεύκη κύριον πεύκη νίκη φρίκη. τὸ δὲ μυκή ὀξύνεται, σημαῖνον φωνὴν λέοντος. τὸ δὲ ἠκή ἄρχεται ἀπὸ φωνήεντος.

Τὰ εἰς ΚΗ ἰαμβικὰ ἀσυνάλειπτα, εἰ μὲν τῷ Ο παραλήγοιτο, ὀξύνεται ῥηματικὰ ὄντα· πλέκω πλοκή δέκω δοκή ἡ ὑπόνοια πέκω ποκή τὸ ἔριον. τὸ μέντοι κρόκη ἀπὸ τοῦ κροκός. εἰ δὲ ἄλλῳ συμφώνῳ, βαρύνεται· δίκη Λύκη κύριον κάκη ἡ κάκωσις. τὸ μέντοι ἀκή ἡ ἡσυχία ὀξύνεται πρὸς ἀντιδιαστολὴν κυρίου. τὸ δὲ φακῆ περισπᾶται ἐκ συναιρέσεως.

Τὰ εἰς ΚΗ δισύλλαβα πρὸ τοῦ Κ σύμφωνον ἔχοντα μὴ τὸ Λ βαρύνεται· κάκκη ... ἡ δειλία λόκκη ἡ χλαμύς κρόκκη ἡ παράλιος ψηφίς Δίρκη Κίρκη νάρκη Βάρκη ἄσκη ἡ ἄσκησις. τὸ δὲ ὁλκή καὶ ἀλκή ὀξύνονται, ὡς ἔχοντα τὸ λάμβδα. τὸ δὲ Χάλκη ἡ πόλις πρὸς ἀντιδιαστολὴν τοῦ χαλκῆ.

Τὰ εἰς ΚΗ ὑπερδισύλλαβα τῷ Α παραληγόμενα, εἴτε κύρια εἴτε προσηγορικὰ, βαρύνεται, εἰ μὴ εἴη ῥηματικὰ· Ἰθάκη Ἀρτάκη Σκυλάκη πόλις. ἡ δὲ φυλακή ἀπὸ τοῦ φυλάσσω, καὶ ἀϊκή ἀπὸ τοῦ ἀΐσσω.

Τὰ εἰς ΚΗ ὑπερδισύλλαβα τῷ Ε ἢ τῷ Ο παραληγόμενα σπάνιά εἰσιν. τὸ Ἀλωπεκή ὀξύνεται. τὸ δὲ βορβορόκη βαρύνεται, καὶ τὸ ψοθόκη ἡ ἀκαθαρσία.

Τὰ εἰς ΚΗ ὑπερδισύλλαβα παραληγόμενα τῷ Ι συνεσταλμένῳ παροξύνεται· Ἑλίκη κύριον μυρίκη Βαιτίκη χώρα μηδίκη. τὰ δὲ ἔχοντα ἔννοιάν τινος προσυπακουομένου ὀξύνονται· μουσική ἰατρική γραμματική.

Ἔτι τὰ ἔχοντα τὸ Ι ἐκτεταμένον κύρια ἢ προσηγορικὰ βαρύνεται· Φοινίκη ἐρίκη. καὶ τὰ ἔχοντα Σ πρὸ τοῦ Κ παροξύνεται· λεκανίσκη παρθενίσκη θυΐσκη.

Τὰ εἰς ΚΗ ὑπερδισύλλαβα παραληγόμενα τῷ Υ βαρύνεται· Καλύκη κύριον σαμβύκη εἶδος ὀργάνου Ἰτύκη Ἐρύκη.

Τὰ εἰς ΚΗ ὑπερδισύλλαβα παραληγόμενα τῷ Ω ὀξύνεται· ἀκωκή ἰωκή ἡ δίωξις ....

Τὰ εἰς ΛΗ μετʼ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ παραλήγοιτο Ο, ἐν προσηγορικοῖς βαρύνεται· ζάγκλη αἴγλη σίγλη τὸ ἐνώτιον ζεύγλη φύτλη τρώγλη. τὸ μέντοι ὁμοκλή καὶ ὁπλή παραλήγουσιν Ο, καὶ τὸ κεβλή ἀπὸ τοῦ κεφαλή γέγονε.

Τὰ εἰς ΛΗ μονογενῆ δισύλλαβα ἑτέρῳ Λ παραληγόμενα βαρύνεται· Ἕλλη πέλλη. τὸ δὲ κυλλή τριγενές.

Τὰ εἰς ΛΗ μονογενῆ δισύλλαβα παραληγόμενα τῷ Α ἢ Ε βαρύνεται ἀσυνάλειπτα ὄντα· πάλη σάλη ἡ φροντίς ζάλη ἄλη ἡ πλάνη. Ἁλή δὲ δῆμος τῆς Ἀττικῆς ὀξυνόμενον. τὸ δὲ γαλῆ περισπᾶται ἀπὸ συναιρέσεως.

Τὰ διὰ τοῦ ΗΛΗ δισύλλαβα βαρύνεται, εἰ μὴ ἀπὸ δασέος ἄρχοιτο συμφώνου· στήλη μήλη κήλη, μεθʼ ὧν καὶ ἥλη ἄθροισις. τὸ δὲ χηλή καὶ θηλή ὀξύνεται ὡς ἀπὸ δασέος ἀρχόμενα.

Τὰ εἰς ΛΗ δισύλλαβα μὴ κύρια, παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ Υ, ὀξύνεται· βουλή εὐλή ὁ σκώληξ οὐλή τὸ μονογενές. τὸ γὰρ οὖλος οὔλη βαρύνεται ὁ ὀλέθριος καὶ ὁ οὐλότριχος. τὸ δὲ Θούλη κύριον καὶ τὸ δούλη τριγενές.

Τὰ εἰς ΛΗ δισύλλαβα παραληγόμενα τῷ ΕΙ ἢ τῷ Ι βαρύνεται· εἴλη ἡ θερμασία δείλη. τὸ δὲ δειλή τριγενές. σεσημείωται τὸ σμιλή τὸ σμιλίον ὀξυνόμενον.

Τὰ διὰ τοῦ ΑΛΗ ὑπερδισύλλαβα μονογενῆ ἀσυνάλειπτα βαρύνεται· Ἑκάλη μασχάλη αἰθάλη δαμάλη. τὸ δὲ κεφαλή ὀξύνεται. τὸ ἀλαλή ὁ θόρυβος παρὰ τὸ λαλῶ. τὸ δὲ ἀμυγδαλῆ ἐκ συναιρέσεως.

Τὰ διὰ τοῦ ΕΛΗ μονογενῆ ὑπερδισύλλαβα παροξύνεται· Σεμέλη ἀγέλη κυψέλη ὁ ῥύπος τῶν ὤτων, καὶ τὸ ἀγγεῖον τῶν κηρίων. εἰ δέ τι ὀξύνεται, τὴν πρώτην συλλαβὴν μακρὰν ἔχει· πιμελή τὸ λίπος καὶ τὸ Ἀγγελή καὶ Πεντελή ὀξύνεται.

Τὰ διὰ τοῦ ΗΛΗ ὑπερδισύλλαβα βαρύνεται· Ἀνθήλη Γαβήλη κωβήλη. τὸ δὲ γαμφηλή ὀξύνεται, καὶ τὸ θυηλή ἡ θυσία.

Τὰ εἰς ΙΛΗ ὑπερδισύλλαβα βαρύνεται· παστίλη ..... τὸ ἀπόξυσμα τῶν δερμάτων μαρίλη ἡ κόνις μυστίλη ὁ κοῖλος ἄρτος. τὸ μέντοι ὠτειλή καὶ ἀπειλή καὶ ὀφειλή ὀξύνεται, ὡς ἔχοντα τὸ Ε πρὸ τοῦ Ι.

Τὰ διὰ τοῦ ΟΛΗ ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ σύνθετα εἴη ἐκ προθέσεως· ἀσβόλη θερσόλη. τὸ δὲ ἐντολή ἀνατολή καὶ τἄλλα ἐκ προθέσεως ὀξύνονται.

Τὰ διὰ τοῦ ΥΛΗ ὑπερδισύλλαβα βαρύνονται· κορδύλη κοτύλη γογγύλη σταφύλη τὸ τεκτονικὸν ἐργαλεῖον, σταφυλή δὲ ὁ καρπός. τὸ μέντοι Ἀγκυλή καὶ Ἀγρυλή ὀνόματα δήμων ὀξύνονται.

Τὰ διὰ τοῦ ΩΛΗ ὑπερδισύλλαβα ὀξύνεται· παυσωλή τερπωλή εὐχωλή ἀδμωλή ἡ ἄγνοια. τὸ δὲ ἐριώλη ἡ μεγάλη πνοή ἀπὸ τοῦ ἐρί καὶ τοῦ ἄω τὸ πνέω βαρύνεται.

Τὰ εἰς ΜΗ λήγοντα προσηγορικὰ ἔχοντα κατʼ ἐπιπλοκὴν σύμφωνον, μὴ δασὺ ..... ὀξύνεται· δεσμή δυσμή πυγμή. τὸ μέντοι χάσμη βαρύνεται δασὺ ἔχον τὸ σύμφωνον.

Τὰ εἰς ΜΗ ἔχοντα σύμφωνον κατὰ διάστασιν βαρύνεται· τόλμη ἅλμη χάρμη σκάλμη. σεσημείωται τὸ ὁρμή καὶ τὸ γραμμή ὀξυνόμενα.

Τὰ διὰ τοῦ ΑΜΗ εἴτε δισύλλαβα εἴτε ὑπερδισύλλαβα μονογενῆ βαρύνεται, εἰ μὴ εἴη ἐκ συναιρέσεως· Σάμη νῆσος καλάμη παλάμη. τὸ δὲ σπιθαμή ὀξύνεται. τὸ δὲ σησαμῆ περισπᾶται ὡς ἐκ συναιρέσεως.

Τὰ εἰς ΜΗ ἰαμβικὰ παραληγόμενα τῷ Ο, ἀπὸ ῥημάτων παραληγόντων Ε, ὀξύνεται· δρέμω δρομή, τέμνω τομή, νομή. τὸ μέντοι κόμη βαρύνεται ἀπὸ τοῦ κόσμος γεγονυῖα, κόσμη γάρ.

Τὰ εἰς ΜΗ φύσει μακρᾷ παραληγόμενα βαρύνεται· μνήμη κνήμη φήμη λύμη Σύμη τὸ κύριον. σεσημείωται τὸ τιμή προσηγορικὸν ὀξυνόμενον. Τίμη δὲ τὸ κύριον βαρύνεται.

Τὰ εἰς ΝΗ μονογενῆ μετʼ ἐπιπλοκῆς συμφώνου βαρύνεται· πάχνη λάχνη ἄχνη τέχνη Αἴτνη φάτνη δάφνη ὄρφνη ἡ νύξ. τὸ δὲ ψεδνός ψεδνή τριγενές.

Τὰ εἰς ΝΗ μονογενῆ ἔχοντα τὴν πρὸ τέλους εἰς Ρ καταλήγουσαν βαρύνεται· πτέρνη Λέρνη πάρνη. τὸ δὲ φερνή ἡ προίξ παρὰ τὸ φέρειν ὀξύνεται.

Τὰ διὰ τοῦ ΑΝΗ δισύλλαβα μονογενῆ βαρύνεται· ἄνη ἡ ἄνυσις πλάνη Κάνη κύριον Σάνη.

Τὰ διὰ τοῦ ΑΝΗ μονογενῆ ὑπὲρ δύο συλλαβὰς βαρύνεται· θηγάνη ἡ ἀκόνη Ἐργάνη ἡ Ἀθηνᾶ ὁρκάνη ἡ εἱρκτή σωσάνη πτισάνη δαπάνη λεκάνη βοτάνη. τὸ δὲ μηχανή ὀξύνεται.

Τὰ εἰς ΝΗ δισύλλαβα τῷ Ε παραληγόμενα καὶ βαρύνεται καὶ ὀξύνεται. βαρύνεται τὸ ἔνη, ὀξύνεται τὸ Θενή πόλις καὶ τὸ εὐνή μετὰ τοῦ Υ.

Τὰ διὰ τοῦ ΕΝΗ ὑπερδισύλλαβα μονογενῆ βαρύνεται· ὠλένη Ἑλένη Κλυμένη. τὸ δὲ Κλαζομεναί πόλις ὀξύνεται, καὶ τὸ δεξαμενή εἰαμενή ὁ κάθυγρος τόπος τοπικὴν ἔννοιαν ἔχοντα.

Τὰ διὰ τοῦ ΗΝΗ μονογενῆ δισύλλαβα βαρύνεται, εἰ μὴ περιεκτικὰ εἴη· Ῥήνη Σήνη φήνη τὸ ὄρνεον γλήνη ὁ ῥύπος. τὸ μέντοι σκηνή ὀξύνεται ὡς προσηγορικὸν περιεκτικὴν ἔχον ἔννοιαν.

Τὰ διὰ τοῦ ΗΝΗ τρισύλλαβα μονογενῆ βαρύνεται· Ἀρήνη Ἀθήνη ἀνθρήνη εἶδος μελίττης Μεσσήνη γαλήνη. τὸ δὲ Γερμηνή ἡ συνήθεια ὀξύνει.

Τὰ διὰ τοῦ ΗΝΗ ὑπερτρισύλλαβα ὀξύνεται· Καμασηνή Μελιτηνή Παλαιστηνή. τὸ δὲ Μιτυλήνη βαρύνεται, καὶ τὸ Πακτυήνη καὶ Δινδυμήνη.

Τὰ εἰς ΝΗ δισύλλαβα· μονογενῆ τῷ Ι παραληγόμενα ἢ τῷ ΕΙ βαρύνεται· κλίνη δίνη ἡ συστροφή πείνη ῥίνη ὁ ἰχθῦς, τὸ δὲ ὄργανον ὀξύνεται.

Τὰ εἰς ΝΗ ὑπερδισύλλαβα μονογενῆ παραληγόμενα τῷ Ι βαρύνεται· εἰλαπίνη μυρσίνη θριδακίνη ἀξίνη ὑσμίνη. τὸ δὲ ἐχινῆ ἡ τραχεῖα ... ἀπὸ τοῦ ἐχινέα γέγονε, διὸ περισπᾶται.

Τὰ εἰς ΝΗ δισύλλαβα μονογενῆ παραληγόμενα μὲν τῇ ΟΙ διφθόγγῳ βαρύνονται· οἴνη θοίνη. τὸ δὲ ποινή ὀξύνεται. παραληγόμενα δὲ Ο ὀξύνεται· μονή γονή καὶ φονή ἡ ὀλεθρία.

Τὰ διὰ τοῦ ΟΝΗ ὑπερδισύλλαβα βαρύνονται καὶ ὀξύνονται. βαρύνεται μὲν τὰ παρώνυμα κύρια· Ἀντιγόνη Ἠριγόνη. ἔτι καὶ ταῦτα· σφενδόνη ὀθόνη ἀκόνη βελόνη περόνη. ὀξύνεται δὲ ἡδονή φλεγμονή πλησμονή.

Τὰ εἰς ΝΗ δισύλλαβα τῷ Υ μακρῷ παραληγόμενα βαρύνεται· μύνη ἡ προτροπή Βύνη Φρύνη. τὸ δὲ γυνή ὀξύνεται τὸ Υ βραχὺ ἔχον.

Τὰ εἰς ΝΗ ὑπερδισύλλαβα μονογενῆ παραληγόμενα τῷ Υ βαρύνεται· αἰσχύνη ὀδύνη δουλοσύνη ἀγνωμοσύνη.

Τὰ εἰς ΩΝΗ δισύλλαβα παροξύνεται· ζώνη μνώνη σμώνη ἡ πλῆξις τοῦ ἀνέμου. τὸ δὲ φωνή ἀπὸ τοῦ φωνῶ καὶ τὸ ὠνή ἀπὸ τοῦ ὠνῶ ὀξύνεται.

Τὰ διὰ τοῦ ΩΝΗ κύρια .... ὑπερδισύλλαβα βαρύνεται· Δωδώνη Μοθώνη εἰρεσιώνη χελώνη κορώνη. τὸ δὲ Αἰξωνή ὀξύνεται καὶ τὸ Κλεωναί καὶ Μολωναί πόλεις πληθυντικῶς λεγόμεναι.

Τὰ εἰς ΞΗ· τὸ αὔξη εὕρηται βαρύτονον.

Τὰ εἰς ΠΗ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μὴ τῷ Ο βαρύνεται· νάπη λύπη σκέπη κώπη. τὸ δὲ τυπή ὀξύνεται καὶ τὸ ῥοπή καὶ τροπή.

Τὰ εἰς ΠΗ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς σύμφωνον καταλήγουσαν βαρύνεται· ἅρπη λάμπη Κάλπη τὸ ὄρος σάλπη κάμπη σκώληξ, καμπή δὲ ἡ κάμψις. τὸ μέντοι μολπή ἀπὸ τοῦ μέλπω καὶ πομπή παρὰ τὸ πέμπω ὀξύνεται. τὸ δὲ Πόμπη κύριον ὂν παροξύνεται.

Τὰ εἰς ΠΗ κύρια ὄντα ὑπερδισύλλαβα βαρύνεται· Καλλιόπη Ἀντιόπη Στερόπη τὸ κύριον, στεροπή δὲ ἡ ἀστραπή Ἀρύπη πόλις Σινώπη. τὸ μέντοι σιωπή ὀξύνεται καὶ τὸ ἐνοπή καὶ ἀστραπή καὶ στεροπή καὶ ἐνιπή ἡ ἐπίπληξις. σεσημείωται τολύπη βαρύτονον ἡ ἐργασία.

Τὰ εἰς ΡΗ ἰωνικώτερα κατὰ τροπὴν τοῦ Α εἰς Η βαρύνεται· κόρη Ἄσκρη Ὀλύκρη Ἀντισάρη δέρη ὁ τράχηλος. τὸ δὲ καρή ὀξύνεται.

Τὰ εἰς Η λήγοντα προηγουμένου τοῦ Σ βαρύνεται· ἄση ὁ ῥύπος κόρση ὁ κρόταφος Μέσση πόλις. τὸ λισσή ὀξύνεται καὶ τὰ τῶν δήμων ὀνόματα Βησσή καὶ Περγασή.

Τὰ εἰς ΤΗ παραληγόμενα τῷ Α ἢ τῷ Η βαρύνεται, εἰ μὴ ἐπὶ δήμου τάττοιτο· πλάτη καὶ ὠμοπλάτη ἄτη καὶ ἀπάτη ἐλάτη Ἑκάτη Κρήτη Ἀρήτη. τὸ δὲ Βατή τὸ τοῦ δήμου ....

Τὰ εἰς ΤΗ παραληγόμενα τῷ Ε κύρια ὄντα βαρύνεται· Βρεμέτη Ὠκυπέτη Δημαρέτη. τὸ δὲ Ἀφεταί πληθυντικῶς λέγεται. τὰ δὲ προσηγορικὰ ὀξύνεται· ἀρετή τελετή βιοτή. τὸ δὲ μελέτη παροξύνεται σύνθετον ὂν παρὰ τὸ μέλειν καὶ ἐτεόν τὸ ἀληθές.

Τὰ εἰς ΤΗ παραληγόμενα τῷ Ι ὑπερδισύλλαβα κύρια ὄντα βαρύνεται· Μελίτη Ἀμφιτρίτη Ἀφροδίτη. τὸ δὲ λιτή δισύλλαβον.

Τὰ εἰς ΤΗ πρὸ τέλους ἔχοντα τὸ Υ ὀξύνεται, ἀϋτή ἡ βοή πινυτή τὸ ἐπίθετον, Πινύτη δὲ τὸ κύριον.

Τὰ εἰς ΤΗ ὑπερδισύλλαβα τῷ Ω παραληγόμενα βαρύνεται· Κριθώτη Περκώτη Γεφυρώτη. τὸ μέντοι μηλωτή κηρωτή ὀξύνεται, καὶ τὸ οἰσπώτη ὁ ῥύπος.

Τὰ εἰς ΤΗ δισύλλαβα διφθόγγῳ παραληγόμενα βαρύνεται· βλαύτη εἶδος ὑποδήματος Προίτη κοίτη δροίτη ἡ πύελος βαίτη ἡ διφθέρα δαίτη ἡ εὐωχία. τὸ δὲ τελευτή τρισύλλαβον.

Τὰ εἰς ΤΗ δισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ Τ σύμφωνον ὀξύνεται, εἰ μὴ παραλήγοι Ι ἢ Α ἢ Λ· βροντή εἱρκτή πηκτή ὄργανον μουσικόν ἀκτή βλαστή. τοῦτό τινες βαρύνουσιν. τὸ μέντοι κίστη βαρύνεται καὶ τὸ πέλτη ἡ ἀσπίς. τὰ δὲ κύρια βαρύνεται· Δίκτη Σπάρτη.

Τὰ εἰς ΤΗ ὑπερδισύλλαβα ἔχοντα κατὰ σύλληψιν σύμφωνον, ἢ πρὸ τέλους τὸ Ρ, κύρια ὄντα βαρύνεται· Ἀδρήστη Ἰοκάστη. τὸ μέντοι ἑορτή ὀξύνεται καὶ τὸ παλαιστή καὶ λεπαστή ἡ κύλιξ.

Τὰ εἰς ΦΗ λήγοντα δισύλλαβα προσηγορικὰ παραληγόμενα Α ὀξύνεται· ἁφή βαφή ῥαφή γραφή σκαφή τὸ σκάμμα, σκάφη .. τὸ πλοῖον. τὰ δὲ κύρια βαρύνεται· Τράφη Κάρφη καὶ τὰ τοιαῦτα.

Τὰ εἰς ΦΗ παραληγόμενα τῷ Ο ἢ τῷ Υ συνεσταλμένῳ ὀξύνεται· ὀμφή μομφή τροφή ὀροφή γλυφή κορυφή.

Τὰ εἰς ΦΗ παραληγόμενα φύσει μακρᾷ ἢ ἑνὶ φωνήεντι βαρύνεται· Σίφη ἀγρίφη τὸ σκάφιον ἀκαλήφη ἡ κνίδη. τὸ δὲ ἀλοιφή ὀξύνεται δύο φωνήεντα ἔχον.

Τὰ εἰς ΦΗ ὑπερδισύλλαβα κύρια ἢ παραληγόμενα Α βαρύνεται· ἀράφη Ἀνάφη σκιδάφη ἡ ἀλώπηξ Ἐρίφη κύριον.

Τὰ εἰς ΧΗ δισύλλαβα παραληγόμενα φωνήεντι προσηγορικὰ ὀξύνεται· ἠχή βληχή ψυχή βρυχή ὁ κτύπος βροχή. τὸ δὲ τύχη καὶ μάχη βαρύνεται.

Τὰ εἰς ΧΗ ἔχοντα ἄλλο σύμφωνον κατὰ σύλληψιν ἢ διάστασιν βαρύνεται· βάκχη κόγχη λέσχη λόγχη. τὸ δὲ Λογχή κύριον. τὸ δὲ ἀρχή ὀξύνεται.

Τὰ εἰς ΧΗ ὑπερδισύλλαβα εἰς Α ἢ Υ παραληγόμενα εἰ μὴ κύρια εἴη ὀξύνεται· στοναχή ταραχή ἰαχή ἀμυχή διδαχή. τὸ δὲ μαλάχη βαρύνεται.

Τὰ εἰς ΧΗ παραληγόμενα Ι βαρύνεται· Δολίχη νῆσος, δολιχή δὲ ἡ μακρά μαστίχη σαβαρίχη.

Τὰ εἰς ΨΗ οὐχ εὕρηται.

Τὰ εἰς Ω λήγοντα θηλυκὰ ὀξύνεται· Κλωθώ Ἐρατώ Θεανώ Σαπφώ. Περὶ τόνου οὐδετέρων ὀνομάτων. Βιβλίον ιγʹ.

Πᾶν οὐδέτερον ὄνομα ὑπὲρ μίαν συλλαβὴν παρεσχηματισμένον ἀρσενικῷ ὁμοτονεῖ τῷ ἀρσενικῷ· φίλος φίλον, κοῦφος κοῦφον, καλός καλόν, χρυσοῦς χρυσοῦν. τὸ δὲ εἷς ἕν μονοσύλλαβον.

Πᾶν οὐδέτερον κατὰ ἀποβολὴν τοῦ Σ γενόμενον ἀπὸ ἀρσενικοῦ τὸν αὐτὸν τόνον φυλάττει τῷ ἀρσενικῷ· μέγας μέγα, λειπόπατρις λειπόπατρι, ταχύς ταχύ, ἥμισυς ἥμισυ.

Πᾶν εἰς ΟΝ ἐπιθετικὸν οὐδέτερον παρεσχηματισμένον τοῖς εἰς ΟΣ λήγουσιν ἀρσενικοῖς τούτων φυλάττει τὸν τόνον· φιλόσοφος φιλόσοφον, ἀχρεῖος ἀχρεῖον, καὶ ἀττικῶς ἄχρειως ἄχρειων.

Τὰ εἰς ΟΥΣ λήγοντα τῶν ὀνομάτων ἔχοντα οὐδετέρου παρασχηματισμὸν ὁμοτονοῦσιν· χρυσοῦς χρυσοῦν, χαλκοῦς χαλκοῦν, εὔνους εὔνουν.

Τὰ εἰς ΩΣ λήγοντα ἔχοντα οὐδετέρου παρασχηματισμὸν ὁμοτονοῦσιν· ἀξιόχρεως ἀξιόχρεων, ἀνάπλεως ἀνάπλεων.

Τὰ εἰς ΑΣ ἔχοντα οὐδετέρου παρασχηματισμὸν ὁμοτονοῦσιν· ἅπας ἅπαν, σύμπας σύμπαν, τάλας τάλαν, μέλας μέλαν.

Τὰ ἀπὸ τῶν εἰς ΕΙΣ ὑπὲρ μίαν συλλαβὴν οὐδέτερα εἰς ΕΝ λήξαντα ἐν μὲν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον φυλάττουσι, οὐ μὴν δὲ τὸν αὐτὸν· φωνήεις φωνῆεν, αὐδήεις αὐδῆεν.

Τὰ εἰς ΕΣ οὐδέτερα τῶν εἰς ΗΣ ὀξυτόνων ὁμοτονοῦσιν αὐτοῖς· εὐσεβής εὐσεβές, ἀληθής ἀληθές καὶ ἄληθες παρʼ Ἀττικοῖς τὸ ἐπίῤῥημα, ἑξαετής ἑξαετές, τριέτης τριέτες.

Τὰ βαρύτονα εἰς ΗΣ ἔχοντα δὲ οὐδέτερα εἰς ΕΣ ἢ προπερισπώμενα αὐτὰ ἔχει ἢ προπαροξύτονα.

Τὰ μὲν οὖν διὰ τοῦ ΗΡΗΣ ἔχει προπερισπώμενα· ὀλιγήρης ὀλιγῆρες, θυμῆρες θυμῆρες τὸ δὲ θυμαρές ἀπὸ τοῦ θυμαρής γέγονε, ξιφήρης ξιφῆρες, πλήρης πλῆρες.

Τὰ διὰ τοῦ ΩΔΗΣ, εἰ ἔχει οὐδέτερα, προπερισπώμενα αὐτὰ ἔχει· εὐώδης εὐῶδες, γεώδης γεῶδες.

Ἔτι καὶ τὰ διὰ τοῦ ΩΡΗΣ· νεώρης νεῶρες, αὐτώρης αὐτῶρες. καὶ τὰ παρὰ τὸ «ὀλῶ» συντεθειμένα· ἐξώλης ἐξῶλες, πανώλης πανῶλες. τὰ δὲ ἄλλα προπαροξύνονται, ἐξαιρέτως τὰ παρʼ οὐδετέρων συντεθέντα βαρύτονα· εὐμήκης εὔμηκες, κακοήθης κακόηθες, μεγακήτης μεγάκητες. καὶ τὰ παρὰ τὸ ΗΚΗΣ· τανυήκης τανύηκες. καὶ τὰ παρὰ τὸ ΑΔΗΣ καὶ ΑΡΚΗΣ· αὐθάδης αὔθαδες, αὐτάρκης αὔταρκες. τὸ μέντοι ποδάρκης βαρύτονον ἔχει τὸ ποδαρκές οὐδέτερον ὀξυνόμενον.

Τὰ παρὰ τὸ ΑΝΤΗΣ οὐδέτερα προπαροξύνονται· κατάντης κάταντες, προσάντης πρόσαντες, ἀνάντης ἄναντες καὶ τὰ ὅμοια.

Τὰ εἰς ΟΝ μετοχικὰ ὁμοτονοῦσι τοῖς ἀρσενικοῖς· ὁ λαβών τὸ λαβόν, ὁ φαγών τὸ φαγόν.

Τῶν εἰς ΩΝ βαρυτόνων τὰ οὐδέτερα ὁμοτονοῦσι ταῖς κλητικαῖς τῶν ἀρσενικῶν· ὁ σώφρων ὦ σῶφρον καὶ τὸ σῶφρον, ὁ ἀγνώμων ὦ ἄγνωμον καὶ τὸ ἄγνωμον.

Τὰ ἀπὸ τῶν εἰς ΗΝ εἰς ΕΝ οὐδέτερα ὁμοτονοῦσιν αὐτοῖς· ἄρσην ἄρσεν, τέρην τέρεν.

Τὰ εἰς Α λήγοντα οὐδέτερα βαρύνεται ἢ προπερισπᾶται κατὰ τὸν κανόνα· στόμα αἷμα βῆμα. καὶ τὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται· ποίημα ὄρυγμα εὕρημα.

Τὸ κάρη οὐδέτερον ἀπὸ τοῦ κάρα γέγονεν. τὸ δὲ καρή ὀξύτονον θηλυκόν ἐστι.

Τὰ εἰς Ι μονογενῆ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται· μέλι κίκι εἶδος ἐλαίου κόμι τὸ κομίδιον πέπερι κιννάβαρι σίνηπι. τὸ δὲ τρόφι ἀπὸ τοῦ τρόφιμον γέγονεν.

Τὰ δὲ εἰς Ι ἐπιθετικὰ ὁμοτονεῖ τοῖς ἀρσενικοῖς· λειπόπατρις λειπόπατρι.

Τὰ εἰς Υ μονογενῆ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται· δόρυ γόνυ μέθυ δάκρυ πῶυ ἄστυ νᾶπυ τὸ σίνηπι.

Τὰ εἰς ΛΕΟΝ ὀξύνεται· Χαλεόν ἐλεόν ἡ μαγειρικὴ τράπεζα. εἰ δὲ μὴ ἔχουσι τὸ ΛΕ, προπαροξύνονται· ὄστρεον ὄρνεον δένδρεον. τὸ δὲ ὀστέον παροξύνεται ὡς δισύλλαβον· ἀπὸ γὰρ τοῦ ἵστημι στέον καὶ ὀστέον.

Τὰ εἰς ΟΝ δισύλλαβα παραληγόμενα τῷ Ι μόνῳ ἢ τῇ ΕΙ διφθόγγῳ βαρύνεται· μνίον ῥίον σίον λαχάνου εἶδος ἴον δρίον κρεῖον ἀγγεῖον κρεῶν εἶον τὸ εἰς τὸ ἰέναι ἐπιτήδειον.

Τὰ διὰ τοῦ ΙΟΝ τριβράχεα ὑποκοριστικὰ προπαροξύνεται· κτένιον πτύχιον πόδιον θρόνιον. εἰ μέντοι ἡ πρώτη τούτων μακρὰ ὑπάρχοι, ὑπεσταλμένων τῶν διὰ τοῦ ΔΙΟΝ παρηγμένων, παροξύνεται· κλειδίον παιδίον δᾳδίον· οὐ γὰρ διὰ τοῦ ΔΙΟΝ, ἀλλὰ διὰ τοῦ ΙΟΝ· τὸ γὰρ Δ τοῦ πρωτοτύπου ἐστίν. ἔτι σφηκίον χαρτίον ὠτίον. τὸ δὲ φρούριον προπαροξύνεται· οὐ γὰρ ὑποκοριστικόν.

Τὰ διὰ τοῦ ΙΟΝ τρισύλλαβα ἔχοντα πρὸ τοῦ ΙΡ ἢ Λ, μὴ ὄντα ὑποκοριστικὰ, προπαροξύνεται· ἴκριον τὸ σανίδωμα ἴτριον ὄσπριον ἔριον μείλιον τὸ δῶρον τρύβλιον. τὸ δὲ θηρίον ἔχει τὸ Η καὶ ὑποκοριστικόν ἐστιν. ἔτι τὸ βιβλίον καὶ σμιλίον.

Τὰ διὰ τοῦ ΙΟΝ τρισύλλαβα κύρια προπαροξύνονται· Ἴλιον Δέριον Ῥήγιον Ἴσθμιον.

Τὰ διὰ τοῦ ΝΙΟΝ ἔχοντα πρὸ τοῦ Ν σύμφωνον προπαροξύνεται, χωρὶς εἰ μὴ ἔχοι ἡ πρώτη τὸ Α μὴ μεθʼ ἑτέρου φωνήεντος, ἄνευ τῶν ὑποκοριστικῶν· ποίμνιον δέμνιον παίγνιον τὸ γὰρ Α οὐκ ἔστι μόνον φέρνιον ἡ σπυρὶς τῶν ἰχθύων. τὸ δὲ ἀμνίον παροξύνεται καὶ τὸ σκυμνίον.

Τὰ διὰ τοῦ ΙΟΝ τρισύλλαβα ἔχοντα δίφθογγον ἐν τῇ ἀρχούσῃ προπαροξύνεται, μὴ ὄντα ὑποκοριστικὰ· φρούριον παίγνιον ποίμνιον. τὸ δὲ σχοινίον κρουνίον ὑποκοριστικά. τὸ δὲ ὤνιον προπαροξύνεται.

Τὰ διὰ τοῦ ΙΟΝ τρισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ Ι δύο σύμφωνα, ὧν τὸ ἓν οὐκ ἔστιν ἀμετάβολον, παροξύνεται· ἰσχίον ἱστίον. τὸ σίλφιον καὶ φόρμιον προπαροξύνεται.

Τὰ διὰ τοῦ ΗΙΟΝ προπαροξύνεται· λήϊον νήϊον σημήϊον μνημήϊον.

Τὰ διὰ τοῦ ΔΙΟΝ ἀπὸ παραγωγῆς ἔχοντα τὸ Δ προπαροξύνεται· μύδιον κώδιον βοΐδιον βιβλίδιον. τὸ δὲ παιδίον κλειδίον δᾳδίον ... ἐκ παραγωγῆς.

Πᾶν εἰς ΟΝ ὑπὲρ τρεῖς συλλαβὰς μονογενὲς κύριον ἢ προσηγορικὸν ἢ ὑποκοριστικὸν προπαροξύνεται· Περγάντιον Αἰάντιον Βυζάντιον ἀρτοπώλιον πλοιάριον.

Τὰ διὰ τοῦ ΑΙΟΝ μονογενῆ τρισύλλαβα προπαροξύνεται· Ἥραιον τὸ τέμενος ἔλαιον Δίρκαιον Κίρκαιον τρόπαιον καὶ τροπαῖον ἀττικῶς. τὸ δὲ ἀρχαῖον προπερισπᾶται.

Τὰ διὰ τοῦ ΑΙΟΝ μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται· Ἀθήναιον τὸ τέμενος Λιλύβαιον κεφάλαιον περιβόλαιον, χωρὶς τοῦ Χαλαστραῖον νίτρον καὶ Στεφαναῖον καὶ Ἠλακαταῖον καὶ Καναστραῖον.

Τὰ διὰ τοῦ ΕΙΟΝ τρισύλλαβα προπαροξύνεται κύρια ὄντα· Βούδειον Χλούνειον Σίγειον.

Τὰ διὰ τοῦ ΕΙΟΝ τρισύλλαβα προπαροξύνονται, εἰ ἡ πρὸ τέλους συλλαβὴ εἰς φωνῆεν λήγοι· Ὄνειον κόνειον γένειον δάνειον. τὸ δὲ κοινεῖον προπερισπᾶται καὶ λυχνεῖον καὶ πορνεῖον οὐ μόνον ἔχοντα τὸ Ν.

Τὰ διὰ τοῦ ΕΙΟΝ μονογενῆ τρισύλλαβα χωρὶς τῶν εἰρημένων προπερισπᾶται· πορθμεῖον στοιχεῖον ἀγγεῖον γραφεῖον ᾠδεῖον σημεῖον.

Τὰ διὰ τοῦ ΕΙΟΝ ὑπὲρ τρεῖς συλλαβὰς μὴ ὄντα ἐπὶ μηνῶν ἢ κύρια προπερισπῶνται, ἁπλᾶ ὄντα ἢ παρασύνθετα· θωρακεῖον πανδοκεῖον διδασκαλεῖον βαλανεῖον ἐλεγεῖον. τὸ δὲ κηρύκειον τὸν τοῦ κηρύκειος τόνον ἐφύλαξε. τὸ δὲ ὠκυτόκειον καὶ ἄλλα σύνθετα προπαροξύνεται, καὶ τὰ κτητικὰ, ὥσπερ τὰ ἀρσενικὰ· Ἡράκλειον Αἰάκειον Διοσκόρειον. τὸ δὲ Ἡφαιστεῖον προπερισπᾶται καὶ τὸ Κορυβαντεῖον ναὸς τῶν Κορυβάντων.

Τὰ εἰς ΟΝ καθαρὸν παραληγόμενα τῷ Υ βαρύνεται· πτύον βρύον πῦον τὸ ἔμπυον, τὸ καὶ πυός λέπυον γήθυον τὸ ἀμπελόπρασον.

Τὰ εἰς ΟΝ δισύλλαβα παραληγόμενα τῇ ΟΙ διφθόγγῳ ὀξύνεται· Κλοιόν ὄρος βοιόν μοιόν τὸ αἰδοῖον. τὸ δὲ πλοῖον προπερισπᾶται ὡς πάσχον διαίρεσιν αἰολικῶς· πλόϊον γὰρ λέγεται.

Τὰ εἰς ΟΝ δισύλλαβα μονογενῆ παραληγόμενα τῷ Ω μετὰ τοῦ Ι ἀρχόμενα ἀπὸ συμφώνου προπερισπᾶται· ζῷον Πτῷον ὄρος. τὸ μέντοι ᾠόν ὀξύνεται· ἀπὸ φωνήεντος γὰρ ἄρχεται.

Τὰ εἰς ΟΝ ὑπερδισύλλαβα μονογενῆ τῇ ΟΙ διφθόγγῳ παραληγόμενα ἢ τῷ Ω ταύτην ἔχουσι τὴν διαίρεσιν· προπαροξύνεται μὲν, ὅσα σύνθετά ἐστι, ὑπεσταλμένων τῶν ἀπὸ προθέσεως· Ἀκρόθοιον ἑκατόμβοιον εἰκοσάβοιον. τὸ δὲ μητρῷον ἡρῷον προπερισπᾶται, ὥσπερ καὶ τὰ ἀρσενικά. τὸ δὲ περίστῳον προπαροξύνεται. τὸ δὲ προστῷον προπερισπᾶται.

Πᾶν οὐδέτερον εἰς ΟΝ, πρὸ τοῦ Ο σύμφωνον ἔχον, ὑπερδισύλλαβον προπαροξύνεται· χέρνιβον δάπεδον σίττυβον τὸ μικρὸν δέρμα. παροξύνεται δὲ ταῦτα· ῥόδον ἔργον φύλλον. προπερισπᾶται δὲ ταῦτα· σῦκον φῦλον τὸ γένος κῶλον κῆλον μῆλον.

Τὰ δὲ μεταβολὴν γένους πεπονθότα ὀξύνεται· χαλινός χαλινόν, ζυγός ζυγόν.

Τὰ εἰς ΡΟΝ δισύλλαβα προσηγορικὰ παραληγόμενα τῷ Υ καὶ μὴ ἀρχόμενα ἀπὸ ἀμεταβόλου ὀξύνεται· σφυρόν πυρόν ξυρόν. τὸ μέντοι μύρον βαρύνεται ἀπὸ ἀμεταβόλου ἀρχόμενον.

Τὰ εἰς ΡΟΝ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα βαρύνεται· δῶρον σπεῖρον τὸ ἱμάτιον νεῦρον φῆρον βρῶμα θεῶν μῆρον καὶ μηρίον. σεσημείωται τὸ πλευρόν.

Τὰ εἰς ΡΟΝ ὑπερδισύλλαβα παραληγόμενα τῷ Α ἢ τῷ Ε βαρύνεται· μέγαρον βλέφαρον γάργαρον ἔντερον ἔλλερον τὸ κακόν. τὸ μέντοι πτερόν δισύλλαβον, καὶ τὸ σαυρόν τὸ μέλι ἀττικῶς.

Τὰ εἰς ΡΟΝ παραλήγοντα Ο ὀξύνεται· ἀνακτορόν σκιορόν.

Τὰ εἰς ΡΟΝ ὑπὲρ δύο συλλαβὰς τῷ Υ παραληγόμενα βαρύνεται· ἄχυρον πίτυρον ἐνέχυρον πρόθυρον βούτυρον.

Τὰ εἰς ΡΟΝ κατʼ ἐπιπλοκὴν συμφώνου βαρύνεται· ῥεῖθρον φίλτρον κέντρον ἄρθρον πλέκτρον νίτρον. σεσημείωται τὸ λουτρόν καὶ λοετρόν.

Τὰ εἰς ΡΟΝ ὑπερδισύλλαβα μακρᾷ παραληγόμενα προπαροξύνεται· Ἄμηρον ἄνδηρον τῶν ποταμῶν τὸ χεῖλος ἄλευρον φθινόπωρον.

Τὰ εἰς ΤΟΝ διβράχεα ὀξύνεται, εἰ μὴ πρὸ τέλους Ι ἔχοι μόνον· φυτόν ῥυτόν εἶδος ποτηρίου βοτόν. τὸ μέντοι βλίτον ἡ βοτάνη βαρύνεται.

Τὰ εἰς ΤΟΝ δισύλλαβα ἔχοντα σύμφωνα κατὰ σύλληψιν ὀξύνεται· Λεκτόν δρεπτόν. τὰ δὲ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν βαρύνεται· μύρτον ἡ μυρσίνη γέντον τὸ κρέας. τὸ μέντοι παλτόν τὸ δόρυ ὀξύνεται.

Τὰ εἰς ΤΟΝ ὑπερδισύλλαβα βαρύνεται· πρόβατον ἔγκατον ἄλφιτον γίγαρτον. τὸ δὲ ἑρπετόν ὀξύνεται. καὶ ἐνδυτόν καὶ δελτωτόν, ὡς τριγενῆ.

Τὰ εἰς Ρ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται· ἔαρ ὕπαρ ὕδωρ ἔλδωρ δέλεαρ ὄνειαρ. τὸ δὲ πῦρ ὡς μονοσύλλαβον περισπᾶται.

Τὰ εἰς ΑΣ βαρύνεται· γῆρας κρέας δέμας οὖας. ἔτι τὰ εἰς ΟΣ· τεῖχος βέλος πέλαγος ὄνειδος. αἱ δὲ μετοχαὶ ὀξύνονται· τὸ τετυφός πεποιηκός.

Τὰ εἰς ΕΣ μονογενῆ προπαροξύνεται· Κυνόσαργες ὅμαργες τὸ συμφωνοῦν πεύκαες τὸ πικρόν ῥώπαες τὸ ἀλσῶδες. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, ὥσπερ καὶ τὰ ἀρσενικὰ· εὐσεβές εὐγενές. Περὶ μονοσυλλάβων ὀνομάτων. Βιβλίον ιδʹ.

Τὰ μονοσύλλαβα τῶν στοιχείων περισπῶνται· εἶ μῦ νῦ ξῦ οὖ πῖ ῥῶ ταῦ φῖ χῖ ψῖ ὦ.

Πᾶν μονοσύλλαβον οὐδέτερον ἔχον φύσει μακρὰν, εἴτε ἀπαθὲς εἴη, εἴτε πεπονθὸς, περισπᾶται· πᾶν ἀπὸ τοῦ πᾶς, καὶ τὸ δῶ ἀπὸ τοῦ δῶμα, καὶ τὸ φᾶρ τὸ ἱμάτιον ἀπὸ τοῦ φᾶρος, καὶ κρῖ σταῖς στῆρ τὸ στέαρ οὖς ὦς φῶς πῦρ. τὰ δὲ ἔχοντα βραχεῖαν ὀξύνεται· ἕν, τίς τί.

Πᾶν ὄνομα μονοσύλλαβον εἰς Ν λῆγον ἀρσενικὸν καὶ θηλυκὸν ὀξύνεται· Πάν ὁ δαίμων Ἄν κύριον Ζήν μήν χήν ῥήν τὸ θρέμμα χωρὶς τοῦ Θῶν Θῶντος κύριον.

Τὰ εἰς ΙΣ μονοσύλλαβα ὀξύνεται· ἴν ἴς, ῥίν ῥίς, λίς ὁ λέων τίς, ὅπερ συστέλλει τὸ Ι, Δίς Διός, ὁ Ζεύς.

Τὰ εἰς Ξ μονοσύλλαβα ὀξύνεται· πλάξ δράξ γλάξ βοτάνη γαλακτοποιός σάρξ Λέξ ἔθνος φλόξ προίξ στίξ ἡ τάξις ὅλξ αἴξ καὶ τοῦτο οἱ Ἀττικοὶ περισπῶσι, καὶ τὸ Θρᾷξ καὶ βῶξ.

Τὰ εἰς Ρ ἀρσενικὰ καὶ θηλυκὰ μονοσύλλαβα ὀξύνεται· Πάρ κάρ σήρ θήρ κήρ ἡ θανατηφόρος μοῖρα χείρ φθείρ φώρ ὁ κλέπτης. τὸ μέντοι πῦρ στῆρ κῆρ τὸ κέαρ ὡς οὐδέτερα περισπᾶται.

Τὰ εἰς ΑΣ μονοσύλλαβα, εἰ μὲν ἀποβολῇ τοῦ Σ τὴν γενικὴν ποιοῦσι, περισπῶνται· ὁ Γρᾶς τοῦ Γρᾶ, ὁ Θᾶς τοῦ Θᾶ, ὁ Χνᾶς τοῦ Χνᾶ, Δᾶς Βᾶς Λᾶς πᾶς πᾶ ὁ πατήρ· εἰ δὲ περιττοσυλλάβως κλίνοιτο μονογενῆ ὄντα ὀξύνεται· Πράς Ζάς ὁ Ζεύς Φθάς κράς ἡ κεφαλή. τὸ μέντοι πᾶς παντός τριγενές.

Τὸ ναῦς καὶ γραῦς περισπᾶται, καὶ τὰ εἰς ΑΙΣ μονοσύλλαβα· παῖς σταῖς. τὸ δὲ δαίς ὀξύνεται.

Τὰ εἰς ΕΙΣ μονογενῆ ὀξύνονται· μείς ὁ μήν κλείς κτείς. τὸ μέντοι εἷς περισπᾶται ὡς τριγενές.

Ἔτι καὶ τὰ εἰς ΟΙΣ περισπᾶται· φθοῖς οἶς.

Τὰ εἰς ΕΥΣ μονοσύλλαβα ὀξύνεται· Ζεύς Φλεύς ὁ Διόνυσος Νεύς ποταμός Δνεύς. τὸ μέντοι νεῦς ἡ ναῦς περισπᾶται, ὥσπερ καὶ τὸ γρεῦς.

Τὰ εἰς ΟΥΣ μονοσύλλαβα περισπᾶται· βοῦς πλοῦς ῥοῦς χοῦς καὶ τὸ οὖς οὐδέτερον. τὸ δὲ πούς ὀξύτονον, καὶ τὸ δούς μετοχή.

Τὰ εἰς ΗΣ κατὰ διάλεκτον γινόμενα ἐκεῖνον ἔχει τὸν τόνον, ὁποῖον καὶ τὰ πρωτότυπα· μήν μής, δαίς δής, παῖς πῆς, εἷς ἧς. τὸ δὲ κρῆς ἀπὸ τοῦ κρέας οὐδέτερον ὂν περισπᾶται.

Τὰ εἰς ΗΣ μονοσύλλαβα τυχόντα φυσικῆς καταλήξεως ἢ ὀξύνεται ἢ περισπᾶται. καὶ ὀξύνεται μὲν τὰ περιττοσυλλάβως κλινόμενα· Κρής σής Γνής ὁ Ῥόδιος· περισπᾶται δὲ τὰ ἰσοσύλλαβα· Δρῆς Τρῆς κύρια.

Τὰ εἰς ΥΣ μονοσύλλαβα περισπῶνται· μῦς δρῦς σῦς καὶ ὗς.

Τὰ εἰς Ψ μονοσύλλαβα ὀξύνεται· κνάψ ὁ δαλός μάψ ὄρνεόν τι φλέψ ἴψ ὁ σκώληξ λίψ Νίψ ὄνομα κρήνης καὶ κνίψ.

Τὰ εἰς ΩΣ ἀρσενικὰ μονοσύλλαβα περιττοσύλλαβα ὀξύνεται· Τρώς θώς πλώς ἰχθῦς τις. τὸ μέντοι κατὰ διάλεκτον τροπῇ γινόμενον· βῶς ἀπὸ τοῦ βοῦς βοός, περισπᾶται. τὰ μέντοι ἰσοσύλλαβα περισπῶνται· σῶς Κρῶς Γλῶς Κῶς ὀνόματα ἡρώων χωρὶς τοῦ ζώς· καὶ τὸ δώς ὀξύνεται.

Τὰ εἰς ΩΣ οὐδέτερα περισπᾶται· τὸ φῶς τὸ ὦς.

Καὶ ταῦτα μὲν περὶ τόνου τῆς ὀνομαστικῆς. περὶ δὲ τῶν πλαγίων νῦν ἕπεται εἰπεῖν· καὶ πρὸ τούτου, ὅτι ἡ ὀξεῖα καὶ ἡ περισπωμένη λέξεών εἰσι τόνοι, ἡ δὲ βαρεῖα συλλαβῶν. Περὶ τόνου τῆς ἑνικῆς γενικῆς. Βιβλίον ιεʹ.

Πᾶσα γενικὴ ὀνόματος κοινὴ ἀπαθὴς ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφʼ ἧς καὶ ἡ εὐθεῖα, χωρὶς εἰ μὴ ἕτερος λόγος κωλύσῃ, ὑπεσταλμένων τῶν εἰς ΟΣ δισυλλάβων γενικῶν· Αἴαντος ἐκ τοῦ Αἴας, λέβης λέβητος ἐπὶ τῆς πρώτης, ταχύς ταχέος, ὀξύς ὀξέος ἐπὶ τῆς δευτέρας, Ἀχιλλεύς Ἀχιλλέως, εὐγενής εὐγενέος ἐπὶ τῆς τρίτης. Τὰ μέντοι προπαροξύτονα ἐπὶ τῆς εὐθείας οὐ φυλάττει τὸν κανόνα, ἐπεὶ ἀδύνατόν ἐστι πρὸ τῶν τριῶν συλλαβῶν δοθῆναι τόνον· Ἄδωνις Ἀδώνιδος, φίλημα φιλήματος. ἔτι τὸ Ὅμηρος Ὁμήρου, ἄνθρωπος ἀνθρώπου οὐ φυλάττει, ἀλλὰ καταβιβάζει· διότι μακρᾶς οὔσης τῆς ληγούσης κοινῶς οὐ δύναται προπαροξυνθῆναι λέξις, εἰ μὴ ἐπὶ τῶν Ἀττικῶν. διὸ Ὅμηροι, ἄελλαι προπαροξύνεται, κοινῶς παραλαμβανομένης τῆς διφθόγγου ἐν τέλει λέξεως οὔσης ἐπὶ τῆς εὐθείας καὶ κλητικῆς, ἐν δὲ τοῖς ἄλλοις οὔ. οὕτω καὶ ἐπὶ ἄλλων πολλῶν· τύπτονται πεποίηνται τύπτεσθαι λέγεσθαι. προστίθησι δὲ ὁ τεχνικὸς, ὅτι τὸ μητρός καὶ ἀνδρός καὶ πατρός ἀπὸ τοῦ μητέρος καὶ ἀνέρος καὶ πατέρος ἐγένετο κατὰ συγκοπὴν, διὸ οὐκ ἐφύλαξαν τὸν τόνον, ἀκολουθήσαντα ... τοῖς ἰδίοις συγγενικοῖς πατέρος δαέρος ἀνέρος. ἔτι ἡμάρτηται καὶ ὁ τόνος τῆς γυναικός καὶ θυγατρός. τὸ δὲ ἴα ἰᾶς καὶ μία μιᾶς διαφορεῖ κατὰ τὸν τόνον ἔθει ἰωνικῷ, καὶ ἐν τῇ δοτικῇ ἰᾷ καὶ μιᾷ. πᾶσα γὰρ γενικὴ καὶ δοτικὴ μακροκατάληκτος ἐπὶ τέλους ἔχουσα τὸν τόνον περισπᾶται.

Αἱ εἰς ΟΣ δισύλλαβοι γενικαὶ ἐπὶ ὀνομάτων ὀξύνεται· φωτός μηνός γραός παιδός ἀνδρός πατρός, χωρὶς εἰ μὴ ἀπὸ συναιρέσεως εἴη, ἢ διαστολὴν σημαίνοι, ἢ χαρακτῆρι ἀκολουθήσει. «ἀπὸ συναιρέσεως μὲν», ὡς τὸ λᾶος ἀπὸ τοῦ λάαος, κράσει τῶν δύο ΑΑ εἰς ἓν μακρὸν, κέαρ κέαρος καὶ κῆρος, ἔαρ ἔαρος καὶ ἦρος· καὶ πάλιν υἷις ὕϊος καὶ υἷος. τὸ δὲ Θῶνος ἀπὸ τοῦ Θῶνις Θώνιδος καὶ Θώνιος ἰωνικῶς, καὶ κατὰ συγκοπὴν Θῶνος· ἢ ἀπὸ τῆς Θόων εὐθείας Θόωνος καὶ κράσει Θῶνος· «πρὸς ἀντιδιαστολὴν δὲ ἑτέρου σημαινομένου»· τίνος τινός. πρόσκειται «εἰ μὴ χαρακτῆρι ἀκολουθήσει», διὰ τὸ Φθάς Φθάντος κύριον ἀκολουθῆσαν ταῖς μετοχαῖς. Περὶ τόνου τῆς ἑνικῆς δοτικῆς.

Πᾶσα δοτικὴ ἑνικὴ ἰσοσυλλαβοῦσα τῇ γενικῇ ἑνικῇ καὶ ὁμοτονεῖ αὐτῇ· καλοῦ καλῷ, φωτός φωτί, ἀνδρός ἀνδρί, μητρός μητρί, τινός τινί, κηρός κηρί. πρόσκειται «ἰσοσυλλαβοῦσα» διὰ τὸ παχέος παχεῖ, ἥτις διὰ τὴν συναίρεσιν οὐκ ἰσοσυλλαβεῖ τῇ γενικῇ· τὸ δὲ παχέϊ ἰσοσυλλαβεῖ. λέγει δὲ ὁ τεχνικὸς, ὅτι αἱ μεταπεπλασμέναι δοτικαὶ ἔχουσαι τὸ Ι προπαροξύνονται, εἰ μὴ δισυλλαβία κωλύσῃ· ὁ πολυπάταγος τοῦ πολυπατάγου τῷ πολυπατάγῳ καὶ κατὰ μεταπλασμὸν πολυπάταγι ἀναβιβάζει· αἱ γὰρ συγκοπαὶ ἀναβιβάζουσιν· ὀπίσωθεν ὄπισθεν, ὁμόπατρος ὅπατρος. τὸ δὲ πατρός καὶ ἀνδρός καὶ τὸ μητρός συγκοπέντα ἠκολούθησε τῷ χαρακτῆρι τῶν εἰς ΟΣ δισυλλάβων γενικῶν. τὸ δὲ κλάδος κλάδου κλάδῳ καὶ κατὰ μεταπλασμὸν κλαδί καταβιβάζει διὰ τὴν δισυλλαβίαν, καθʼ ὁμοιότητα τῷ μηνί καὶ παιδί καὶ ἀνδρί, χωρὶς εἰ μὴ ἀπὸ συναιρέσεως εὑρεθῇ ἢ πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου, ἢ χαρακτῆρι ἀκολουθήσει, ὡς εἴρηται.

Δεῖ δὲ προσθεῖναι τῷ κανόνι τῶν μεταπεπλασμένων δοτικῶν· «χωρὶς τῶν ἀπὸ τῶν εἰς ΝΗ θηλυκῶν φύσει μακρᾷ παραληγομένων», οἷον· ἡ ὑσμίνη τῆς ὑσμίνης τῇ ὑσμίνῃ καὶ ὑσμῖνι, ἡ Δωδώνη τῆς Δωδώνης τῇ Δωδώνῃ καὶ Δωδῶνι. Περὶ τόνου τῆς ἑνικῆς αἰτιατικῆς.

Πᾶσα αἰτιατικὴ ἑνικῶν ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφʼ ἧς καὶ ἡ γενικὴ, πλὴν τῶν εἰς Α δισυλλάβων· ἀβλῆτος ἀβλῆτα, λιμένος λιμένα, Διομήδεος Διομήδεα, καλοῦ καλόν, εἰ καὶ μὴ τὸν αὐτὸν φυλάττει τόνον διὰ τὸν κανόνα, ἀλλʼ ἐπὶ τῇ αὐτῇ συλλαβῇ. τὸ μέντοι Ὁμήρου Ὅμηρον διαφορεῖ· διότι ἡ γενικὴ καὶ δοτικὴ καταβιβάζει, μακρᾶς οὔσης τῆς ληγούσης. σημείωσαι τὸ γυναικός γυναῖκα καὶ θυγατρός θυγατέρα καὶ θύγατρα, ἀναβιβάζουσιν· ὅτι πᾶσα αἰτιατικὴ ἑνικῶν εἰς Α λήγουσα ἀπέστραπται τὴν ὀξεῖαν τάσιν· Αἴαντος Αἴαντα. τὸ δὲ τινά ὀξύνεται εἰς διαφορὰν τοῦ τίνα. τὸ δὲ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Στειριᾶ κατὰ κρᾶσιν τοῦ Ε καὶ Α. ἡ δὲ ὀξεῖα καὶ ἡ βαρεῖα τὴν περισπωμένην ἐποίησαν, ὥσπερ εἰς τὸ πάϊς παῖς, Ἡρακλέης Ἡρακλῆς. ἐξ ὀξείας γὰρ καὶ βαρείας περισπωμένη γίγνεται. πρόσκειται τῷ κανόνι «πλὴν τῶν εἰς Α ληγουσῶν δισυλλάβων αἰτιατικῶν», διότι αὗται μόναι βαρύνονται· μῆνα φῶτα, τῶν γενικῶν αὐτῶν ὀξυνομένων.

Αἱ μέντοι εἰς Ν λήγουσαι μονοσύλλαβοι αἰτιατικαὶ μακρὰν ἔχουσαι τὴν λήγουσαν περισπῶνται· μῦν σῦν δρῦν λῖν ναῦν γραῦν γῆν θεῦν τὴν θεόν κατὰ κρᾶσιν κλεῖν. Περὶ τόνου τῆς κλητικῆς.

Πᾶσα κλητικὴ ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφʼ ἧς καὶ ἡ εὐθεῖα, εἰ καὶ μὴ τὸν αὐτὸν, διὰ τὸν κανόνα τοῦ τόνου· Αἴας Αἶαν, Ἀχιλλεύς Ἀχιλλεῦ. ὁ γὰρ Αἴας παροξύνεται· μακρὰ γὰρ πρὸ μακρᾶς οὐ περισπᾶται. τὸ δὲ Αἶαν προπερισπᾶται, τοῦ ΑΝ βραχέος ὄντος. πᾶσα γὰρ φύσει μακρὰ πρὸ βραχέος ἐν ἑνὶ μέρει οὖσα περισπᾶται. τὸ δὲ Ἀχιλλεύς ὀξύνεται. τὰ γὰρ εἰς ΕΥΣ κοινῶς ὀξύνονται. ἡ δὲ κλητικὴ περισπᾶται. πᾶσα γὰρ δίφθογγος. Περὶ τόνου τῆς δυϊκῆς εὐθείας.

Αἱ εἰς Ε λήγουσαι εὐθεῖαι τῶν δυϊκῶν ὁμότονοί εἰσι τῇ εἰς Α ληγούσῃ αἰτιατικῇ ἑνικῇ· ἀβλῆτα ἀβλῆτε, λιμένα λιμένε, γυναῖκα γυναῖκε, θυγατέρα θυγατέρε. προστίθεται τῷ κανόνι «εἰ μὴ ἄλεκτος εὑρεθῇ ἡ εἰς Α λήγουσα αἰτιατική». τότε γὰρ ἡ εὐθεῖα λήγουσα εἰς Ε ὁμοτονεῖ τῇ γενικῇ· μάντεως μάντεε, τείχεος τείχεε, πόλεως πόλεε.

Ἔτι δεῖ προσθεῖναι «χωρὶς τῶν ὀξυτόνων γενικῶν»· ἐπὶ τούτων γὰρ ἡ εὐθεῖα οὐχ ὁμοτονεῖ· μυός μύε, συός σύε, δρυός δρύε, λιός λίε.

Αἱ εἰς Α λήγουσαι εὐθεῖαι δυϊκαὶ ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχουσι τὸν τόνον, ἐφʼ ἧς καὶ ἡ γενικὴ ἑνικὴ· ἀέλλης ἀέλλα, θυέλλης θυέλλα, Ὁμήρου Ὁμήρω, ἀνθρώπου ἀνθρώπω, καλοῦ καλώ, εἰ καὶ μὴ διὰ τὸν κανόνα τὸν αὐτὸν τόνον· ἡ γὰρ δυϊκὴ εὐθεῖα ἀπέστραπται τὴν περισπωμένην· σοφώ ἀγαθώ, ἡ δὲ γενικὴ καὶ δοτικὴ ἐπὶ τέλους μακροκατάληκτος περισπᾶται. τὸ δὲ ἄμφω καὶ δύο θεματικά εἰσι. Περὶ τόνου τῆς δυϊκῆς γενικῆς.

Ἡ γενικὴ δυϊκὴ εἰς ΑΙΝ λήγουσα ὁμοτονεῖ τῇ ἰδίᾳ ὀνομαστικῇ· Πέρσα Πέρσαιν, Αἰνεία Αἰνείαιν· οὐ πᾶσα δὲ τὸν αὐτὸν· ποιητά γὰρ ποιηταῖν, καλά καλαῖν διὰ τὸν κανόνα.

Ἔτι αἱ εἰς ΟΙΝ ὁμοτονοῦσι τῇ ἰδίᾳ εὐθείᾳ τῇ εἰς Ω· καλλίστω καλλίστοιν, ἐρήμω ἐρήμοιν· οὐ πᾶσα δὲ τὸν αὐτὸν· καλώ γὰρ καλοῖν διαφορεῖ καὶ σοφώ σοφοῖν, καὶ ..., χωρὶς τοῦ ἄμφω ἀμφοῖν, καὶ δύο δυοῖν καὶ δυεῖν ἐπὶ θηλυκοῦ, ὥς φασι, κατὰ τροπὴν τοῦ Ο εἰς Ε.

Εἰ δὲ ἡ εἰς ΟΙΝ γενικὴ ἀπὸ εὐθείας τῆς εἰς Ε γίνοιτο, τότε ὁμοτονεῖ τῇ γενικῇ πληθυντικῇ· ἀνδρῶν ἀνδροῖν, φωτῶν φωτοῖν ἐπὶ ἀνδρῶν, φώτων δὲ φώτοιν ἐπὶ πυρσῶν, πάντων πάντοιν, χειρῶν χειροῖν καὶ χεροῖν, παίδων παίδοιν. Περὶ κλητικῆς.

Πᾶσα κλητικὴ δυϊκὴ καὶ πληθυντικὴ ὁμοτονεῖ τῇ ἰδίᾳ εὐθείᾳ. Περὶ τόνου τῆς πληθυντικῆς εὐθείας.

Πᾶσα εὐθεῖα πληθυντικὴ εἰς ΕΣ λήγουσα ὁμοτονεῖ τῇ εὐθείᾳ τῶν δυϊκῶν· Ἕκτορε Ἕκτορες, Αἴαντε Αἴαντες, γυναῖκε γυναῖκες, μητέρε μητέρες.

Αἱ εἰς ΟΙ εὐθεῖαι ὁμοτονοῦσι τῇ ἑνικῇ εὐθείᾳ· Ὅμηρος Ὅμηροι, ἄνθρωπος ἄνθρωποι, πλησίος πλησίοι, καλός καλοί, χρυσοῦς χρυσοῖ.

Ἔτι αἱ εἰς ΑΙ εὐθεῖαι μονογενεῖς οὖσαι ὁμοτονοῦσι τῇ ἑνικῇ εὐθείᾳ· κοχλίας κοχλίαι, τοξότης τοξόται, μοῦσα μοῦσαι, ἄελλα ἄελλαι, Ἀτρείδης Ἀτρεῖδαι, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα· ἡ γὰρ ΑΙ ἀντὶ κοινῆς παραλαμβάνεται.

Αἱ εἰς ΑΙ εὐθεῖαι παρεσχηματισμέναι ἀρσενικοῖς ὁμοτονοῦσι ταῖς εὐθείαις τῶν ἰδίων ἀρσενικῶν· τύπτοντες τύπτουσαι, χαρίεντες χαρίεσσαι, ταχέες ταχεῖαι, εἰ καὶ μὴ τὸν αὐτὸν τόνον· ἐναντίοι ἐναντίαι, Βυζάντιοι Βυζάντιαι, ἥμεροι ἥμεραι τὸ τριγενές, ἡμέραι δὲ τὸ μονογενές. οἱ δὲ Ἀθηναῖοι προπαροξύνουσί τινα μονογενῆ· ἥμεραι εὐπράξιαι τιμώριαι αἴτιαι.

Αἱ εἰς Α λήγουσαι εὐθεῖαι τῶν οὐδετέρων τριγενεῖς μὲν οὖσαι ὁμοτονοῦσι ταῖς εὐθείαις τῶν ἰδίων ἀρσενικῶν· φίλοι φίλα, ἐναντίοι ἐναντία, ἅγιοι ἅγια, δίκαιοι δίκαια, τύπτοντες τύπτοντα. μονογενεῖς δὲ οὖσαι, εἰ μὲν ἀπὸ ἰσοσυλλάβων γενικῶν, ὁμοτονοῦσι τῇ ἑνικῇ εὐθείᾳ· ξύλον ξύλα, δένδρον δένδρα, λουτρόν λουτρά. εἰ δὲ ἀπὸ γενικῶν περιττοσυλλάβων ὦσι, βαρύνονται· πῦρ πυρός πύρα, φίλημα φιλήματος φιλήματα, ὦς ὠτός ὦτα, φῶς φωτός φῶτα. Περὶ τόνου τῆς πληθυντικῆς γενικῆς.

Πᾶσα εὐθεῖα πληθυντικὴ εἰς ΕΣ λήγουσα δισύλλαβος ἐπὶ ὀνομάτων περισπᾷ τὴν ἰδίαν γενικὴν· χῆνες χηνῶν, μῆνες μηνῶν, φῶτες φωτῶν, ἄνδρες ἀνδρῶν, χεῖρες χειρῶν. πρόσκειται «δισύλλαβος» διὰ τὰ ὑπερδισύλλαβα· Αἴαντες Αἰάντων, Λάχητες Λαχήτων παροξυτόνως. πρόσκειται «ὀνόματα» διὰ τὰς μετοχὰς· δόντες δόντων, στάντες στάντων. σεσημείωται ταῦτα μὴ περισπασθέντα· Τρῶες Τρώων, τίνες τίνων, πάντες πάντων, παῖδες παίδων, θῶες θώων, κρᾶτες κράτων αἱ κεφαλαί δᾷδες δᾴδων, λᾶες λάων, δμῶες δμώων. χωρὶς δὲ τούτων εἰσὶ καὶ ἕτερα· σέες σέων ἐπὶ τῶν σκωλήκων καὶ φῴδων οὐδένων Φθάντων. ἔστι δὲ εἰπεῖν περὶ ὅλων τῶν σεσημειωμένων, ὅτι τὰ εἰς ΟΣ λήγοντα μονοσύλλαβα κατὰ τὴν γενικὴν, τὰ μὲν ὀξύτονα, ἐὰν διὰ συμφώνων κλίνοιντο, περισπῶνται κατὰ τὴν γενικὴν πληθυντικὴν· σής σητός σῆτες σητῶν, Κρής Κρητός Κρῆτες Κρητῶν. ἐὰν δὲ διὰ καθαροῦ τοῦ ΟΣ κλιθῶσι, βαρύνονται κατὰ τὴν γενικὴν πληθυντικὴν· Τρώς Τρωός Τρῶες Τρώων, δμώς δμωός δμῶες δμώων. τὸ δὲ τίνων εἰς διαφορὰν τῶν τινῶν, καὶ τὸ κράτων τῶν κεφαλῶν εἰς διαφορὰν τῶν κρατῶν ἀπὸ τοῦ κράτος ἡ ἀρχή. τὸ δὲ φῴδων καὶ δᾴδων ἀπὸ τῶν φωΐδων καὶ δαΐδων.

Τὰ δὲ περισπώμενα ἐκ τοῦ ἐναντίου γίνεται. ἐὰν μὲν διὰ καθαροῦ τοῦ ΟΣ κλίνοιτο, περισπῶσι τὰς γενικὰς πληθυντικὰς· μῦς μυός μῦες μυῶν, βοῦς βοός βόες βοῶν, δρύες δρυῶν, σύες συῶν. ἐὰν δὲ διὰ συμφώνου, βαρύνονται· παῖς παιδός παῖδες παίδων, πάντες πάντων. τὸ δὲ λάων ἐβαρύνθη εἰς διαφορὰν τῶν λαῶν.

Ἔτι αἱ εἰς ΑΙ λήγουσαι πληθυντικαὶ εὐθεῖαι ἀρσενικαὶ μὲν οὖσαι περισπῶσι τὴν ἰδίαν γενικὴν· Ὀρέσται Ὀρεστῶν, τοξόται τοξοτῶν, Ἀτρεῖδαι Ἀτρειδῶν, Αἰνεῖαι Αἰνειῶν, χωρὶς τοῦ χλοῦναι χλούνων καὶ χρήστων καὶ ἐτησίων. θηλυκαὶ δὲ οὖσαι, εἰ μὲν μονογενεῖς ὦσι, περισπῶσι τὰς ἰδίας γενικὰς· μοῦσαι μουσῶν, ἄελλαι ἀελλῶν, κλίναι κλινῶν, πλὴν τοῦ ἀφύαι ἀφύων, εἰς διαστολὴν τῶν ἀφυῶν. εἰ δὲ παρεσχηματισμέναι ἀρσενικοῖς, ἐὰν ὁμοφωνήσωσι τῇ γενικῇ τῶν ἰδίων ἀρσενικῶν, ὁμοτονοῦσιν αὐτῇ· οἱ Ῥόδιοι τῶν Ῥοδίων αἱ Ῥόδιαι τῶν Ῥοδίων, μία φωνὴ καὶ εἷς τόνος, οἱ Βυζάντιοι τῶν Βυζαντίων αἱ Βυζάντιαι τῶν Βυζαντίων, οἱ ἅγιοι τῶν ἁγίων αἱ ἅγιαι τῶν ἁγίων. εἰ δὲ παραλλάξωσι τῇ φωνῇ πρὸς τὴν γενικὴν πληθυντικὴν τοῦ ἰδίου ἀρσενικοῦ, καὶ τὸν τόνον παραλλάσσει καὶ περισπῶνται αἱ γενικαὶ θηλυκαὶ· οἱ μέλανες τῶν μελάνων αἱ μέλαιναι τῶν μελαινῶν, οἱ τάλανες τῶν ταλάνων αἱ τάλαιναι τῶν ταλαινῶν, οἱ γράψαντες τῶν γραψάντων αἱ γράψασαι τῶν γραψασῶν. ὅτε δὲ κατὰ διάλεκτον ἡ γενικὴ τροπὴν ὑπομένει τοῦ ΩΝ εἰς ΑΝ, περισπᾶται· κυανεᾶν ἀμφοτερᾶν. τὰ δὲ οὐχ ὁμοτονοῦντα ταῦτα· πόρνοι πόρνων πόρναι πορνῶν, βάκχοι βάκχων βάκχαι βακχῶν, ὄχθοι ὄχθων ὄχθαι ὀχθῶν, πέτροι πέτρων πέτραι πετρῶν, χῆροι χήρων χῆραι χηρῶν, κοῦροι κουρῶν κοῦραι κουρῶν. ἐπὶ τούτων γὰρ αἱ γενικαὶ πληθυντικαὶ περισπῶνται, καίπερ τῶν ἀρσενικῶν ὁμοφωνουσῶν καὶ βαρυνομένων, ὅτι τὰ θηλυκὰ ὡς μονογενῆ περιεσπάσθησαν. οὐ γὰρ ἐκ τῶν ἀρσενικῶν ἐγένοντο, ἀλλὰ τὰ ἀρσενικὰ ἐξ αὐτῶν, οὕτω καὶ παιδίσκοι παιδίσκων καὶ παιδίσκαι παιδισκῶν.

Αἱ εἰς ΕΣ εὐθεῖαι πληθυντικαὶ ὑπερδισύλλαβοι μὲν οὖσαι βαρύνουσι τὰς ἰδίας γενικὰς· Αἴαντες Αἰάντων, Θόαντες Θοάντων, Λάχητες Λαχήτων, χωρὶς τοῦ γυναῖκες γυναικῶν καὶ θυγατέρες θυγατρῶν, ἑπόμεναι τῷ τόπῳ τοῦ τόνου τῆς γενικῆς ἑνικῆς, καὶ χωρὶς τῶν παρʼ Ἀθηναίοις ἀριθμητικῶν τοῦ χιλιάδων καὶ μυριάδων. ταῦτα γὰρ παρʼ αὐτοῖς περισπῶνται, παρʼ ἡμῖν δὲ βαρύνονται.

Ἰστέον δὲ καὶ τοῦτο, ὅτι, ἐὰν εὑρεθῶσιν ὁμοφωνοῦσαι ἀπὸ τῶν εἰς ΕΣ πληθυντικῶν εὐθειῶν γενικαὶ ... γενικαῖς ἀρσενικῶν περισπωμέναις, οὐκ ἀναγκάζονται καὶ ὁμοτονεῖν αὐταῖς, οἷον· οἱ Ἡλιάδαι τῶν Ἡλιαδῶν αἱ Ἡλιάδες τῶν Ἡλιάδων, οἱ Δαναΐδαι τῶν Δαναϊδῶν αἱ Δαναΐδες τῶν Δαναΐδων, οἱ Πριαμίδαι τῶν Πριαμιδῶν αἱ Πριαμίδες τῶν Πριαμίδων. ἐν τούτοις αἱ τῶν ἀρσενικῶν γενικαὶ περισπῶνται, αἱ δὲ τῶν θηλυκῶν βαρύνονται.

Αἱ μέντοι εἰς ΕΕΣ εὐθεῖαι καὶ ΕΙΣ κατὰ διαίρεσιν γινόμεναι περισπῶσι τὴν συνῃρημένην γενικὴν πληθυντικὴν· οἱ Δημοσθένεες καὶ Δημοσθένεις τῶν Δημοσθενέων καὶ Δημοσθενῶν, εὐσεβέες εὐσεβεῖς εὐσεβέων εὐσεβῶν. τὸ δὲ δυσώδων παραλόγως ἐβαρύνθη. καὶ τὸ τριήρων οἱ μὲν βαρύνουσιν οἱ δὲ περισπῶσιν, ὥσπερ καὶ αὐτάρκων καὶ τὸ συνήθων καὶ κακοήθων βαρύνεται, ὥσπερ καὶ τὰ αὐτῶν ἐπιῤῥήματα.

Αἱ μέντοι ὑπολειπόμεναι πληθυντικαὶ γενικαὶ, αἱ μὴ ὑποπίπτουσαι τούτοις τοῖς κανόσιν ἀκολουθοῦσι τῇ γενικῇ τοῦ δυϊκοῦ· φίλοιν φίλων, ἀνθρώποιν ἀνθρώπων. καὶ οὕτως αἱ εἰς ΟΙ λήγουσαι εὐθεῖαι πληθυντικαὶ, εἰ μὲν βαρύνονται, βαρύνουσι τὰς γενικὰς· δοῦλοι δούλων, κοῦφοι κούφων, νυμφίοι νυμφίων, Ὅμηροι Ὁμήρων, τίμιοι τιμίων. αἱ δὲ εἰς ΟΙ εὐθεῖαι ὀξύτονοι περισπῶσι τὰς γενικὰς αὐτῶν· σοφοί σοφῶν, καλοί καλῶν, χρυσοῖ χρυσῶν.

Αἱ δὲ εἰς Α οὐδέτεραι, εἰ μέν εἰσι τριγενεῖς, ὁμότονον ἔχουσι τὴν γενικὴν αὐτῶν τῇ γενικῇ τῶν ἰδίων ἀρσενικῶν· φίλοι φίλων φίλα φίλων, κοῦφοι κούφων κοῦφα κούφων, σοφοί σοφῶν σοφά σοφῶν. εἰ δέ εἰσι μονογενῆ τὰ ὀνόματα ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχοντα τὸν τόνον, ἐν τῇ αὐτῇ καὶ αἱ γενικαὶ αὐτῶν ἔχουσιν, εἰ καὶ μὴ ... τὸν αὐτὸν· τὰ ξυρά τῶν ξυρῶν, τὰ πτερά τῶν πτερῶν, τὰ ὀστᾶ τῶν ὀστῶν, τὰ κανᾶ τῶν κανῶν. ἐὰν δὲ αἱ ὀνομαστικαὶ βαρυνθῶσι, καὶ αἱ γενικαὶ αὐτῶν ὁμοίως· ὀστέα ὀστέων, γοῦνα γούνων. ποιήματα ποιημάτων, κέρατα κεράτων. καταβιβάζουσι δὲ τὸν τόνον ἔνια, μακρᾶς οὔσης τῆς ληγούσης. Περὶ τόνου τῆς δοτικῆς πληθυντικῆς.

Ἡ δοτικὴ πληθυντικὴ ἐπʼ ἐκείνης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφʼ ἧς καὶ ἡ δοτικὴ ἑνικὴ· καλῷ καλοῖς, σοφῷ σοφοῖς, Μενελάῳ Μενελάοις, ἀέλλᾳ ἀέλλαις, χωρὶς τοῦ παντὶ πᾶσι. κανὼν γὰρ, ὅτι πᾶσα δοτικὴ εἰς Ι ἐκφωνούμενον λήγουσα δισύλλαβος ἐπὶ μετοχῆς βαρύνεται· βᾶσι στᾶσι δοῦσι, ἐπὶ δὲ ὀνομάτων ὀξύνονται· Τρωσί βουσί παισί, χωρὶς τοῦ πᾶσι καὶ σπέσσι, καὶ ἔτι χωρὶς τοῦ μηδενί μηδέσιν καὶ οὐδενί οὐδέσιν. αἱ δὲ δοτικαὶ προσλαβοῦσαι Α παροξύνονται· πατρί πατράσιν, ἀνδρί ἀνδράσιν, υἷι υἱάσιν.

Αἱ μέντοι μεταπλασμὸν παθοῦσαι δοτικαὶ προπαροξύνονται· προβάτοις πρόβασιν, ἐγκάτοις ἔγκασιν, ἄστροις ἄστρασιν. Περὶ τόνου τῆς πληθυντικῆς αἰτιατικῆς.

Πᾶσα αἰτιατικὴ πληθυντικὴ ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφʼ ἧς καὶ ἡ γενικὴ ἑνικὴ· καλοῦ καλούς, Αἴαντος Αἴαντας, κοχλίου κοχλίας, εἰ μὴ συναίρεσις γένοιτο· ταχέος ταχεῖς, βραδέος βραδεῖς. καὶ χωρὶς τῶν εἰς ΟΣ ὀξυτόνων γενικῶν· τότε γὰρ οὐχ ὁμοτονοῦσιν αἱ αἰτιατικαὶ ταῖς γενικαῖς· αἱ γὰρ αἰτιατικαὶ πληθυντικαὶ εἰς ΑΣ λήγουσαι βραχυκατάληκτοι οὐκ ὀξύνονται, ἀλλὰ βαρύνονται. ὁμοτονοῦσι δὲ τῇ πληθυντικῇ εὐθείᾳ οὐδέποτε ὀξυτονουμένῃ, οἷον· γυναικός γυναῖκες γυναῖκας, θυγατρός θύγατρες θύγατρας προπαροξυτόνως, καὶ φωτός φῶτες φῶτας. καὶ πάλιν ἡ πληθυντικὴ αἰτιατικὴ συμβαρύνεται τῇ ἰδίᾳ εὐθείᾳ, οἷον· φῶτας ἄνδρας παῖδας, διότι φῶτες, ἄνδρες, παῖδες. πρόσκειται «εἰς ΑΣ λήγουσαι .....» διὰ τὸ καλάς σοφάς· κἂν γὰρ ὀξύνηται, ἀλλʼ οὐ βραχυκαταληκτεῖ· μακρὸν γὰρ ἔχει τὸ Α. Περὶ τῶν ἐγκλινομένων μορίων.

Ἔτι περὶ τῶν ἐγκλινομένων.

Πᾶν ἐγκλινόμενον μόριον ἢ ὀξύνεται ἢ περισπᾶται, οὐδὲν δὲ βαρύνεται. ὀκτὼ δὲ ὄντων τῶν μερῶν τοῦ λόγου τὰ πέντε ἐγκλίνονται· ὄνομα ῥῆμα ἀντωνυμία ἐπίῤῥημα σύνδεσμος. πάλιν τῶν ἐγκλινομένων τὰ μὲν χάριν κόσμου ἐγκλίνονται, ὡς τὰ ῥήματα καὶ οἱ σύνδεσμοι, τὰ δὲ σημασίας, ὡς τὰ λοιπά. ἐν μὲν οὖν ὀνόμασι τὸ ΤΙΣ μόνον ἐγκλίνεται καὶ αἱ τούτου πτώσεις καὶ οἱ ἀριθμοὶ καὶ τὸ οὐδέτερον· ἄνθρωπός τις, ἤκουσά τινος, ἔδωκά τινι, ἐδίδαξά τινα καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. καὶ τὰ ἰσοδυναμοῦντα τούτοις ΤΟΥ καὶ ΤΩΙ· ἤκουσά του, ἔδωκά τῳ. ταῦτα δὲ ἐγκλινόμενα, ὡς πρόκειται, ἀόριστά εἰσι. Τὸν δὲ κατὰ φύσιν τόνον ἔχοντα πυσματικὰ γίνονται· τίς τίνος τίνι τίνα. ἐν δὲ ῥήμασιν ἐγκλίνεται τὸ ΦΗΜΙ καὶ ΕΙΜΙ· πεζὸς δʼ ἕνδεκά φημι, τόσσον ἐγώ φημι. τούτου τὸ δεύτερον ΦΗΣ ἀνέγκλιτον. τὸ δὲ τρίτον ἐγκλίνεται· τί ΦΗΣΙΝ οὗτος; ἔσθʼ ὅτε καὶ τὰ πληθυντικὰ ἐγκλίνεται. ἔτι καὶ τὸ ΕΙΜΙ· Διὸς δέ τοι ἄγγελός εἰμι. τὸ δὲ ΕΙ ἀνέγκλιτον. τὸ δὲ .... ΕΣΤΙΝ ἐγκλίνεται· αἵματός ἐστιν ἀγαθοῦ. τοῦτο δὲ τὸ ἐστίν ἐν ταῖς ἀρχαῖς τῶν λόγων βαρύνεται· ἔστι πόλις Ἐφύρη, καὶ μετὰ τῆς ΟΥ ἀποφάσεως· οὐκ ἔστιν ἀγαθόν. καὶ μετὰ τοῦ ΚΑΙ καὶ ΩΣ παροξύνεται· καὶ ἔστιν ἰδεῖν, ὡς ἔστιν εἰπεῖν. ὁμοίως καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ ἐγκλίνονται. καὶ ΕΣΣΙ δεύτερον ἑνικὸν ἐγκλίνεται· σχέτλιός ἐσσι γεραιέ.

Τῶν δὲ ἀντωνυμιῶν αἱ μὲν κτητικαὶ οὐδέποτε ἐγκλίνονται, ἀλλʼ οὐδὲ αἱ εὐθεῖαι τῶν πρωτοτύπων. αἱ δὲ τῶν παραγώγων πτώσεις χωρὶς τῆς κλητικῆς ἐγκλίνονται, ἡ γενικὴ καὶ δοτικὴ καὶ αἰτιατική. ἀλλʼ αἱ μὲν τοῦ πρώτου προσώπου ἐγκλινόμεναι καὶ τὸ κατʼ ἀρχὴν Ε ἀποβάλλουσιν· ἤκουσάς μου, ἔδωκάς μοι, ἐδίδαξάς με. αἱ δὲ τοῦ δευτέρου καὶ τρίτου προσώπου μονοσύλλαβοι οὖσαι οὐδεμίαν στοιχείου ἀποβολὴν ποιοῦσιν· ἤκουσά σου, ἔδωκά σοι, ἐδίδαξά σε, καί οἱ ἐπευχόμενος, καί ἑ νέον πόλεσιν, καί μιν φωνήσας.

Αἱ δυϊκαὶ τοῦ πρωτοτύπου τοῦ αʹ καὶ βʹ προσώπου οὐδέποτε ἐγκλίνονται διὰ τὴν βραχεῖαν τάσιν· νῶϊν σφῶϊν· προπερισπῶνται γάρ. αἱ δὲ τοῦ τρίτου ὀξυνόμεναι ἐγκλίνονται· τίς τάρ σφωε θεῶν, καί σφωϊν δὸς ἄγειν. Καὶ τὰ πληθυντικὰ τοῦ τε πρώτου προσώπου καὶ δευτέρου· ἡμῶν ὑμῶν ἡμῖν ὑμῖν ἡμᾶς ὑμᾶς τετράχρονοι οὖσαι, ἐπειδὰν ἐγκλίνωνται, τὴν πρώτην συλλαβὴν ὀξύνουσιν· ἤκουσεν ἥμων, ἔδωκεν ἥμιν καὶ ἐπὶ τῶν λοιπῶν οὕτως. ἀδύνατον γὰρ ὑπερβῆναι τοὺς τέσσαρας χρόνους τὴν ὀξεῖαν. καὶ αἱ τοῦ τρίτου προσώπου πληθυντικαὶ ὀξυνόμεναι ἐγκλίνονται· καί σφων, καί σφιν, καί σφας. καὶ εὔλογόν γε οἶμαι λέγειν, ὅτι μετὰ τὴν ἔγκλισιν τὸ πάθος ἐπηκολούθησεν, ἵνα μὴ βαρύτονοι οὖσαι ἐγκλίνωνται. Τῶν καλουμένων μονοπροσώπων μόνη ἡ αἰτιατικὴ· ἔλαβέν αὐτον. ἐγκλίνεται δὲ ἀεὶ καὶ ἡ ΜΙΝ· καί μιν φωνήσας, καὶ ἡ ΕΘΕΝ παραλόγως, διότι παράγωγος καὶ βαρύτονος. αἱ μὲν οὖν ἐγκλινόμεναι τῶν ἀντωνυμιῶν αὗταί εἰσιν, αἵτινες ὀρθοτονούμεναι μὲν ἀντιδιαστολὴν ἔχουσιν ἑτέρου προσώπου· ἐμοῦ ἤκουσας, οὐκ ἄλλου· ἐμοὶ ἔδωκας, οὐκ ἄλλῳ· ἐμὲ ἐδίδαξας, οὐκ ἄλλον. ἐγκλινόμεναι δὲ ἀπόλυτα πρόσωπα δηλοῦσιν· ἤκουσά σου, ἔδωκά σοι. καὶ ἡ μὲν γενικωτάτη αἰτία τῆς ὀρθῆς τάσεως ἡ ἀντιδιαστολὴ τοῦ προσώπου. αὕτη δὲ διαιρεῖται εἰς πλείονα εἴδη. αἵ τε γὰρ διεζευγμέναι ὀρθοτονοῦνται· καὶ ἐμοὶ καὶ Ἀπολλωνίῳ, ἢ ἐμοὶ ἢ Ἀπολλωνίῳ. καὶ μετὰ τοῦ ΕΝΕΚΑ συνδέσμου· ἕνεκα σοῦ ἕνεκα ἐμοῦ. καὶ αἱ μετὰ προθέσεως δὲ ἀεὶ ὀρθοτονοῦνται· διὰ σέ, περὶ σοῦ, κατʼ ἐμέ, ἐπὶ σοί.

Αἱ μετὰ τῆς ἐπιταγματικῆς ἀντωνυμίας τῆς ΑΥΤΟΣ ἀεὶ ὀρθοτονοῦνται· αὐτὸν ἐμέ, αὐτῷ ἐμοί. ὑπεξαιρείσθωσαν δὲ αἱ παρὰ τοῖς ποιηταῖς μετὰ τῆς ἐπιταγματικῆς παραλόγως ἐγκλινόμεναι· ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσειε βίην, καὶ Εὐρύαλος δέ ἑ αὐτόν, καὶ εἴ τινες ἄλλαι μετὰ προθέσεων ἢ συνδέσμων ἐνεγκλίθησαν παραλόγως. αἱ κατʼ ἀρχὴν τιθέμεναι, κἂν μὴ ἔχωσιν ἀντιδιαστολὴν, διὰ τῶν ἀρκτικῶν τόπων ὀρθοτονοῦνται· ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν.

Ἐν δὲ τοῖς ἐπιῤῥήμασιν ἐγκλίνεται τὰ ὑποκείμενα· πῶς πῆ ποῦ ποτέ ποθέν ποθί. εἰ μὲν ὀρθοτονοῦνται βαρυνόμενα, πυσματικά ἐστιν, εἰ δὲ ἐγκλίνοιντο, ἀόριστα. καὶ τὰ ὑποδείγματα δῆλα· πῶς ἦλθεν; ἦλθέ πως, πῆ ἦλθες; ἦλθές πη, πότε γράφεις; γράφεις ποτέ, πόθεν ἦλθες; ἦλθές ποθεν, πόθι τοι πτόλις. ταῦτα πυσματικὰ ὄντα βαρύνεται, ἀόριστα δὲ ὀξύνεται, καὶ ἐν τῇ συντάξει ὑποτασσόμενα ἐγκλίνονται· ἦλθέ ποθι, αἴκέ ποθι Ζεύς, καί ποτέ τις εἴπῃσι.

Ἐν δὲ συνδέσμοις οἱ ἐγκλινόμενοί εἰσιν οἵδε· τε κε περ γε τοι θην κεν. Τὰ μὲν οὖν ἐγκλινόμενα μόρια ταῦτά ἐστιν· οὐχ ὡς ἔτυχε δὲ ἐγκλίνονται, ἀλλὰ κατά τινα παρατήρησιν τῆς πρὸ αὐτῶν λέξεως. αἱ μὲν οὖν τετράχρονοι τῶν ἐγκλιτικῶν ἐπὶ τὴν πρώτην συλλαβὴν ἑαυτῶν τὴν ἔγκλισιν ἀναπέμπουσιν, ὡς μηδεμιᾶς δεόμενα παρατηρήσεως τῆς πρὸ αὐτῶν λέξεως· ἤκουσαν ἥμων, ἔδωκαν ἥμιν. αἱ δὲ λοιπαὶ τὴν πρὸ αὐτῶν ἐγείρουσι βαρεῖαν. οὐκ ἐπὶ πάσης συλλαβῆς ταύτην ἐγείρειν δύνανται· οὐ γὰρ, εἰ σπονδειακὴ τυγχάνοι ἡ προκειμένη λέξις καὶ βαρύνοιτο, ἡ βαρεῖα ταύτης ἡ ἐπὶ τέλει ἐγείρεται· οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι, ἤδη τις εἶπεν, καὶ οὔτε τὴν ΤΩ συλλαβὴν τοῦ «οὕτω» ὀξύνομεν, οὔτε τὴν ΔΗ τοῦ «ἤδη». ἀλλʼ οὔτε, εἰ ἰαμβικὴ τύχοι, βαρύνεται, οἷον· λέβης τις, ὅπως γε. οὔτε, εἰ πυρριχιακὴ τύχοι, βαρύνεται, οἷον· φίλος τις, ξένος τις· ἐπὶ γὰρ τούτων τῷ νοῒ μόνῳ καταλαμβάνεται ἡ ἔγκλισις· διὸ σημειοῦνται τὸ· ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι ἔργα γυναικῶν. παραλόγως γὰρ ἐνεκλίθη ἡ «οἱ» ἀντωνυμία πυῤῥιχίου προκειμένου. σημειοῦνται καὶ τὰς διὰ τοῦ ΣΦ ἀντωνυμίας· καὶ αὗται γὰρ πυῤῥιχίου προκειμένου ἐγκλίνονται· ἵνά σφʼ ἀγορή τε θέμις τε, ὅτί σφέας εἰσαφίκηται, καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύτως. εἰ μέντοι προπαροξύνοιτο ἡ προκειμένη λέξις τῶν ἐγκλιτικῶν μορίων, ἐγείρει τὴν ἐν τῷ τέλει αὐτῆς βαρεῖαν, οἷον· ἄνθρωπός τις ἐν γὰρ τῇ ΑΝ συλλαβῇ καὶ τῇ ΠΟΣ ὀξεῖα τίθεται ἤκουσέ μου, ἄνθρωποί εἰσι, κάκιστοί εἰσιν. εἴπομεν γὰρ, ὡς ἐν ἐπιῤῥήμασι μόνοις καὶ ἐν εὐκτικοῖς ἡ ΑΙ καὶ ἡ ΟΙ μακραί εἰσιν· ἐν δὲ τοῖς λοιποῖς οὐκ ἔτι μακραί εἰσιν.

Ὁμοίως εἰ προπερισπῷτο ἡ προκειμένη λέξις, ἐγκλιτικοῦ ἐπιφερομένου ἐγείρει τὴν μετὰ τὴν προπερισπωμένην βαρεῖαν, οἷον· οἶκός τις, Σκῶλόν τε Κνῆμόν τε. κἂν παροξύνοιτο τροχαϊκὴ οὖσα· ἄλλός τις, ἔστί τις, ἔνθά ποτε.

Ἔτι καὶ αἱ ὀξυνόμεναι λέξεις, βαρυνόμεναι δὲ διὰ τὴν συνέπειαν, ἐγκλιτικοῦ ἐπιφερομένου τὴν βαρεῖαν ἐγείρουσιν· αὐτός, αὐτός μοι. εἰ δὲ περισπῷτο ἡ λέξις, φυλάττεται ἡ περισπωμένη· πῶς ποτε, πῆ με φέρεις. Ἐὰν οὖν συμβῇ πλείονα ἐφεξῆς ἐγκλιτικὰ εἶναι, πολλαὶ ἔσονται αἱ παράλληλοι ὀξεῖαι, ὡς παρʼ Ὁμήρῳ· ἤ νύ σέ που δέος ἴσχει ἀκήριον. τρεῖς γάρ εἰσιν ἐφεξῆς αἱ ὀξεῖαι. δυνατὸν δὲ καὶ πλείους ἐπινοῆσαι, οἷον· εἴπέρ τίς σέ μοί φησί ποτε. τὸ γὰρ «εἰ» ὀξύνεται διὰ τὴν ἐπιφορὰν τοῦ «πέρ» ἐγκλιτικοῦ· τὸ δὲ «πέρ» διὰ τὸ «τίς», τὸ δὲ «τίς» διὰ τὸ «σέ», τὸ δὲ «σέ» διὰ τὸ «μοί», τὸ δὲ «μοί» διὰ τὸ «φησί», τὸ δὲ «φησί» διὰ τὸ «ποτέ». ὥστε ἐφεξῆς εἶναι ἓξ ὀξείας, εἰ καὶ σπάνιον τὸ τοιοῦτον διὰ τὴν τοῦ πνεύματος συνέχειαν δεομένην ἀναπαύσεως.

Εἰ δὲ παραλλήλων ὄντων ἐγκλιτικῶν, ἐν τῷ μεταξὺ περισπωμένων, ὡς ἐπὶ τοῦ ποῦ πῆ πῶς, καὶ μετὰ τοῦτο ἐπιφέροιτο ἕτερον ἐγκλιτικὸν, τοῦτο τὸ περισπώμενον ...... οὔτε περισπᾶται διὰ τὸ ἐγκλῖναι τὸν ἴδιον τόνον· ἐπεὶ μὴ πέφυκεν ἡ περισπωμένη κατὰ τὸ κοινὸν ἔθος συστολῆς μὴ παρακολουθούσης εἰς ὀξεῖαν μετατίθεσθαι, οἷον· οὔ πω ἔστʼ ἀγέλαε ἐν γὰρ τῇ ΟΥ διφθόγγῳ μόνῃ ἡ ὀξεῖα ἤ που τίς σφιν εἶπεν ἐν τῷ Η καὶ ἐν τῷ «τίς» ἡ ὀξεῖα ἄνθρωπόν τινά που φησὶ μελῳδεῖν πάλιν ἐν τῇ ΠΟΝ συλλαβῇ καὶ τῇ ΝΑ ἡ ὀξεῖα τίθεται.

Κἀκεῖνο δὲ παραφυλακτέον, ὅτι τῶν ἐγκλινομένων εἰ σπονδειακὴ προηγεῖται λέξις ἢ τροχαϊκὴ, εἰ μὲν μονοσύλλαβον εἴη τὸ ἐπιφερόμενον ἐγκλιτικὸν, ὥσπερ ἐθέμην, ἐγκλίνεται· οὕτω που, ἤδη τις, οὔτε τὸ ἐγκλιτικὸν δέχεται τὸν ἴδιον τόνον, οὐδὲ ἡ βραχεῖα τῆς δευτέρας συλλαβῆς προηγουμένης ἐγείρεται λέξεως, ἀλλὰ νοῒ μόνῳ νοεῖται τὰ τῆς ἐγκλίσεως, ὡς ἔφθημεν εἰπόντες· εἰ μέντοι δισύλλαβον εἴη τὸ ἐγκλιτικὸν μόριον, τότε τὸν ἴδιον δέχεται τόνον, οὔτε δυνάμει οὔτε ἐνεργείᾳ ἐγκλινόμενον, οἷον· ἤδη φαμέν ὀξύνομεν γὰρ τὸ «φαμέν», φίλοι εἰσίν ὁμοίως καὶ τὸ «εἰσίν» ὀξύνομεν, οὕτω ποτέ καὶ τὸ ποτέ ὀξύνομεν. καὶ τοῦτο εἰκότως· οὔτε γὰρ τῆς προηγουμένης λέξεως τὴν ἐπὶ τέλει βαρεῖαν ἐγεῖραι δυνατὸν, οὔτε τὴν ἔγκλισιν νοεῖσθαι κατὰ τὴν πρώτην συλλαβὴν τῶν σπονδείων ἢ τῶν πυῤῥυχίων· οὐδὲ γάρ ποτε τετάρτη ἀπὸ τέλους ἡ ὀξεῖα πίπτει.

Τὸ ἔστιν ἡνίκα ἀρχὴ λόγου ᾖ, ὅτε ὑποτάττηται τῇ «οὐ» ἀποφάσει, ἢ τῷ «καί» συνδέσμῳ, ἢ τῷ «ὡς» ἐπιῤῥήματι, τηνικαῦτα τὴν ὀξεῖαν ἔχει ἐπὶ τῷ Ε· ἔστι πόλις Ἐφύρη· ἐὰν δὲ ὑποτάττηται ὀξυτόνῳ λέξει ἢ περισπωμένῃ ἢ τροχαίῳ μὴ παροξυτόνῳ ἀλλὰ προπερισπωμένῳ, τηνικαῦτα ἐγκλίνεται, οἷον· ἀγαθός ἐστι, κακός ἐστιν. ἐὰν δὲ μὴ οὕτως ἔχῃ, τὴν ὀξεῖαν ἐπὶ τοῦ Ι δέχεται. καὶ ἐὰν πρόκειται αὐτῷ ἢ τροχαῖος παροξύτονος ἢ σπονδεῖος ὁμοίως παροξύτονος ἢ ἴαμβος πάλιν παροξύτονος, τηνικαῦτα τὸν τόνον ἐπὶ τοῦ Ι προσδέχεται, οἷον· φίλος ἐστίν, ἥρως ἐστίν, ἔρως ἐστίν, Ἀγαμέμνων ἐστίν.

Καὶ ταῦτα μὲν περὶ τόνου τῶν ὀνομάτων, ἔτι καὶ περὶ τῶν ἐγκλινομένων μορίων. ἕπεται δὲ εἰπεῖν περὶ τόνου τῶν ῥημάτων, καὶ τῶν ἄλλων μερῶν τοῦ λόγου.

Περὶ τῶν εἰς Ω καὶ εἰς ΜΙ ῥημάτων κατὰ πᾶν πρόσωπον. Βιβλίον ιϛʹ.

Πᾶν ῥῆμα βαρύνεται ἢ περισπᾶται· γράφω τύπτω ποιῶ βοῶ. ὀξύνεται δὲ οὐδέποτε κατὰ τὴν κοινὴν συνήθειαν, εἰ μὴ παρὰ Δωριεῦσι τὰ συνῃρημένα ἀπαρέμφατα εἰς ΕΙΝ ἀφαιρέσει τοῦ Ι, ποιέν ἀντὶ τοῦ ποιεῖν, δασμοφορέν ἀντὶ τοῦ δασμοφορεῖν. σεσημείωται δέ τινα ῥήματα ὀξύτονα· δός θές σχές ἕς τὸ ἀπόλυσον χρή ἐλθέ εἰπέ εὑρέ εἰμί φημί, ἀπὸ τοῦ ἠμί, καὶ τὸ ἐσσί καὶ ἐστίν.

Εἰσὶ δέ τινα ῥήματα ἁπλᾶ ὀξυνόμενα ἀπὸ κλίσεως τούτων· ἐστόν ἐστόν ἐστέ εἰσί. καὶ ἀπὸ τοῦ φημὶ· φής φησί καὶ φῆ ἐκεῖνος κατʼ ἀποκοπὴν φατόν φατόν φαμέν φατέ φασίν. καὶ τὸ φαθί οὕτω ἐπεκράτησε λέγεσθαι. τὸ δὲ λάβε καὶ ἴδε παρʼ ἡμῖν μὲν βαρύνονται, παρὰ δὲ Ἀττικοῖς ὀξύνονται.

Πᾶν ῥῆμα εἰς Ω μονοσύλλαβον περισπᾶται· ζῶ κλῶ κνῶ θλῶ δρῶ, ἐὰν δρῶ, ἐὰν βῶ, ἐὰν στῶ. λείπεται τοίνυν διασαφηνίσαι τὴν τῶν εἰς Ω ληγόντων ἐνεστώτων τάσιν, κατὰ τὰς ἑαυτῶν συζυγίας.

Τὰ εἰς ΒΩ λήγοντα βαρύνεται. τότε περισπᾶται, ὅτε ἐν ταῖς δυσὶ συλλαβαῖς ἔχει τὸ Β, ἢ ὄνομα προϋπάρχει, ἢ τὸ Ο ἔχει ἐν τῇ παραληγούσῃ, ἢ τὸ Ω μέγα. καὶ βαρύνεται μὲν ταῦτα· λείβω τρίβω στείβω φέρβω. περισπᾶται δὲ ταῦτα ὡς ἔχοντα ἐν δυσὶ συλλαβαῖς Β· βαβῶ τὸ καθεύδω βομβῶ βιβῶ τὸ περιπατῶ. ἔτι περισπῶνται τὰ ἔχοντα προϋπάρχοντα ὀνόματα· φόβος φοβῶ, ἀσεβής ἀσεβῶ, εὐσεβής εὐσεβῶ, θόρυβος θορυβῶ, κόλυμβος κολυμβῶ, λαβή λαβῶ τὸ γὰρ λάβω ὑποτακτικόν ἐστι τοῦ ἔλαβον. ἔτι περισπῶνται τὰ ἔχοντα Ο μικρὸν ἢ μέγα ἐν τῇ παραληγούσῃ· σοβῶ κολοβῶ λωβῶ.

Τὰ εἰς ΠΩ λήγοντα βαρύνονται, εἰ μὴ παραλήγοιτο τῷ Υ ἢ τῷ Ω, ἢ εἰ μὴ παρώνυμα ἔχοι, ἢ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ ἔχοι τὸ Π· θάλπω λάμπω πέμπω λείπω μέλπω βλέπω ἐρείπω τὸ καταβάλλω. πρόσκειται «εἰ μὴ ἔχοι ἐν τῇ πρὸ τέλους τὸ Υ ἢ τὸ Ω» διὰ τὸ γνυπῶ τὸ γονυπετῶ καὶ κλωπῶ τὸ κλέπτω, ὅθεν καὶ κλώψ. τὸ δὲ «εἰ μὴ παρώνυμα ἔχοι» διὰ τὸ κόπος κοπῶ, ἶπος ἡ παγίς ἰπῶ τὸ βλάπτω, λύπη λυπῶ, τρύπη τρυπῶ, κτύπος κτυπῶ, ῥύπος ῥυπῶ. πρόσκειται δὲ «εἰ μὴ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ ἔχει τὸ Π» διὰ τὸ πιπῶ καὶ ὀπιπῶ τὸ περιβλέπομαι. τὸ δὲ πίπτω βαρύνεται ἔχον τὸ Τ.

Τὰ εἰς ΦΩ λήγοντα βαρύνεται, εἰ μὴ παραλήγοιτο τῷ Ο μικρῷ ἢ τῷ Ω μεγάλῳ, ἢ παρώνυμα εἴη· γράφω γλύφω νήφω. σεσημείωται τὸ διφῶ τὸ ζητῶ καὶ ἀμφαφῶ. καὶ ἴσως παρώνυμα ἂν εἴη ἀπὸ τοῦ ἁφή. πρόσκειται «εἰ μὴ παρώνυμα εἴη» διὰ τὸ ... τρυφῶ, κορυφή κορυφῶ, σοφός σοφῶ, ζωγράφος ζωγραφῶ, ψόφος ψοφῶ, ἁφή ψηλαφῶ. τὸ δὲ στρωφῶ καὶ ῥοφῶ ἔχουσιν Ο καὶ Ω.

Τὰ εἰς ΠΤΩ βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα ἢ διαστολὴ γένοιτο σημαινομένου· σκάπτω ῥίπτω τὸ γὰρ ῥιπτῶ ἀττικὸν ἢ ποιητικόν ἴπτω τὸ βλάπτω θάπτω σκώπτω ἐνίπτω τὸ ἐπιπλήττω τύπτω καὶ τυπτῶ ἀττικῶς ὄπτω καὶ ὀπτῶ. εἰς ταῦτα δὲ προκατάρχεται ὄνομα· ἄβλεπτος ἀβλεπτῶ, ἄπεπτος ἀπεπτῶ, ἀλείπτης φιλοαλειπτῶ.

Τὰ εἰς ΓΩ δισύλλαβα τῷ Ι παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται· θήγω λήγω τμήγω. τὸ δὲ ἡγῶ, ἀφʼ οὗ τὸ ἡγοῦμαι, περισπᾶται ἀπὸ φωνήεντος ἀρχόμενον.

Τὰ εἰς ΓΩ ὑπερδισύλλαβα σύνθετα ἀπὸ τῶν διὰ τοῦ ΓΟΣ παρηγμένα τῷ Η παραληγόμενα περισπᾶται· ποδηγός ποδηγῶ, φορτηγός φορτηγῶ, στρατηγός στρατηγῶ, κυνηγός κυνηγῶ. τὸ δὲ ἀρήγω οὐκ ἀπὸ τοῦ ἀρηγός, ἀλλʼ αὐτὸ ἀπʼ ἐκείνου. τὸ δὲ κεκλήγω καὶ πεπλήγω ποιητικῶς βαρύνονται ἀπὸ τῶν παρακειμένων γεγονότα.

Τὰ εἰς ΓΩ ὑπερδισύλλαβα τῷ Α παραληγόμενα περισπᾶται μὴ ὄντα σύνθετα παρὰ πρόθεσιν· σμαραγῶ πλαταγῶ λαλαγῶ. καὶ καθόλου τὰ ἔχοντα τὸ Α περισπᾶται· ἀργῶ παταγῶ. τὸ δὲ ἄγω βαρύνεται καὶ τὰ ἀπʼ αὐτοῦ σύνθετα· διάγω ἀνάγω κατάγω.

Τὰ εἰς ΓΩ μὴ παρώνυμα ἡ κατὰ παραγωγὴν γινόμενα ἀπὸ βαρυτόνου βαρύνονται, ὁπότε μὴ πρὸς διαστολὴν παραλαμβάνοιτο ἢ παραλήγοιτο τῷ Η ἢ τῷ Α· ψέγω φλέγω λέγω εἴργω πνίγω ἀμέλγω ἀλέγω ὀρέγω. πρόσκειται «μὴ παρώνυμα» διὰ τὸ τρύγη τρυγῶ, στύξ στυγῶ, ἄλγος ἀλγῶ, σιγή σιγῶ, ῥῖγος ῥιγῶ· «μὴ ἀπὸ βαρυτόνου δὲ ῥήματος παραχθέντα» διὰ τὸ λέγω ἀλογῶ. «μὴ πρὸς ἀντιδιαστολὴν» πρόσκειται διὰ τὸ ἄγω καὶ ἀγῶ τὸ καταπλήττομαι, ἐξ οὗ τὸ ἄγημι καὶ ἄγαμαι «ἢ εἰ μὴ παραλήγοιτο τῷ Α ἢ τῷ Η» διὰ τὸ σμαραγῶ καὶ ἡγῶ, ὅθεν τὸ ἡγοῦμαι.

Τὰ εἰς ΓΩ ἰαμβικὰ, εἰ μὲν ἔχοι πρὸ τοῦ τέλους τὸ Ε, βαρύνεται, εἰ δὲ ἄλλο τι, περισπᾶται· φλέγω λέγω στέγω. μογῶ δὲ καὶ στυγῶ καὶ τρυγῶ μὴ τὸ Ε ἔχοντα περισπῶνται.

Τὰ εἰς ΓΩ ἔχοντα πρὸ τοῦ Γ σύμφωνον βαρύνεται, εἰ μὴ παρʼ ὄνομα γένοιτο· εἴργω στέργω ἀμέλγω σφίγγω. τὸ δὲ ἀλγῶ ἔχει τὸ ἄλγος, καὶ τὸ ἀργῶ τὸ ἀργός, καὶ τὸ γεωργῶ τὸ γεωργός, καὶ κακουργῶ τὸ κακοῦργος.

Τὰ εἰς ΓΩ δισύλλαβα παραληγόμενα φύσει μακρᾷ ὅτε ἀπὸ συμφώνου ἄρχοιτο, βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη· τρώγω φεύγω τμήγω λήγω θήγω. τὸ μέντοι ῥιγῶ ἔχει τὸ ῥῖγος.

Τὰ εἰς ΓΩ ὑπερδισύλλαβα μὴ παρʼ ὄνομα σύνθετα, εἰ παραλήγοιτο φύσει μακρᾷ, βαρύνεται· ἐπείγω ἀρήγω ἐρεύγω. τὸ δὲ παιδαγωγῶ ἔχει τὸ παιδαγωγός.

Τὰ εἰς ΚΩ δισύλλαβα ἔχοντα τὸ Ε ἐν τῇ πρὸ τέλους συλλαβῇ βαρύνεται, εἰ μὴ ἄρχοιτο ἀπὸ τριῶν συμφώνων ἢ παρʼ ὄνομα εἴη· ῥέγκω δέρκω πλέκω τέκω πέκω καὶ πείκω, καὶ πέκτω ἕλκω τοῦτο δὲ ἀπὸ περισπωμένου τὸ ἑλκῶ δείκω τὸ δεικνύω εἴκω. τοιαῦτα καὶ τὰ ὑπερδισύλλαβα τῷ Ε παραληγόμενα· ὀλέκω ἐρείκω τὸ σχίζω ἐνέκω. πρόσκειται «εἰ μὴ παρʼ ὄνομα εἴη» διὰ τὸ ἑλκόω ἑλκῶ ἕλκος, καὶ πελεκῶ πελεκᾶς· καὶ «μὴ ἄρχοιτο ἀπὸ τριῶν συμφώνων» διὰ τὸ σπλεκῶ τὸ συνουσιάζω.

Τὰ εἰς ΚΩ δισύλλαβα τῷ Η παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται, ἀπὸ δὲ ἡμιφώνου περισπῶνται. καὶ βαρύνονται μὲν ταῦτα· τήκω δήκω, μεθʼ ὧν καὶ τὸ ἥκω· περισπᾶται δὲ ταῦτα· ληκῶ σφηκῶ.

Τὰ εἰς ΚΩ, εἰ μὴ τῷ Σ παραλήγοιτο ἢ τῷ Η, περὶ ὧν προείρηται, πάντως περισπᾶται· κακῶ ἀρκῶ ναρκῶ σαρκῶ φαλκῶ δοκῶ. τὸ δὲ διώκω καὶ ἥκω βαρύνεται. τὸ δὲ ἀσκῶ σφηκῶ περισπᾶται.

Τὰ διὰ τοῦ ΣΚΩ βαρύνεται, εἰ μὴ κατάρχοιτο ὄνομα· τιτρώσκω γινώσκω βιβρώσκω ἀρέσκω πιφαύσκω κικλήσκω βόσκω. τοῦτο δὲ καὶ ἀπὸ περισπωμένου ἐγένετο· βοσκῶ βοσκήσω. τὸ μέντοι δισκῶ καὶ ἀσκῶ καὶ διασκῶ ἔχουσι τὸ δίσκος καὶ ἀσκός, καὶ τὸ βοσκῶ τὸ βοσκός, καὶ ἱπποβοσκῶ τὸ ἱπποβοσκός.

Τὰ εἰς ΚΤΩ μὴ παρʼ ὄνομα γινόμενα βαρύνεται· τίκτω πέκτω τὸ κτενίζω τὰ δὲ περισπώμενα ἔχουσιν ὄνομα· εὔτακτος εὐτακτῶ, ἄτακτος ἀτακτῶ, ὑλακή ὑλακτῶ. τούτοις ἠκολούθησε καὶ τὸ ἀγανακτῶ.

Τὰ εἰς ΧΩ δισύλλαβα ἀρχόμενα ἀπὸ συμφώνου, μὴ διὰ τοῦ Η, παραληγόμενα φύσει μακρᾷ βαρύνεται. εἰ δέ τι περιεσπάσθη, τοῦτο ἐκ βαρυτόνου παρήχθη, ὡς ἐπὶ τοῦ τρέχω τροχῶ, ἢ παρʼ ὄνομα ἐγένετο, τεῦχος τευχῶ. βαρύνεται δὲ ταῦτα· στείχω τεύχω ψύχω τρύχω λείχω γλίχω. οὐκ ἀντιπίπτει τὸ αὐχῶ· ἀπὸ φωνήεντος γὰρ, ᾧ ἠκολούθησε τὸ καυχῶ. τὸ δὲ βληχῶ ἔχει Η.

Τὰ εἰς ΧΩ δισύλλαβα τῷ Η παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα, εἰ μὴ πεποιημένην φωνὴν σημαίνοι βαρύνεται· νήχω ἐξ οὗ τὸ νήχομαι σμήχω τρήχω τὸ κτυπῶ λήχω ἀφʼ οὗ τὸ ἔλαχον. τὸ δὲ βληχῶ πεποιημένην φωνὴν δηλοῖ. τὸ δὲ ἠχῶ ἀπὸ φωνήεντος ἤρξατο.

Τὰ εἰς ΧΩ δισύλλαβα μὴ ἔχοντα πρὸ τοῦ Χ τὸ Σ περισπᾶται, εἰ ἔχοι τὴν πρὸ τέλους μὴ φύσει μακρὰν, ὑπεσταλμένων τῶν ἐχόντων τὸ Ε ἢ τὸ Α πρὸ τέλους· λοχῶ τροχῶ ὀρχῶ κιχῶ. τὸ δὲ ἴσχω ἔχει Σ. καὶ τὸ σμήχω ἔχει τὴν παραλήγουσαν φύσει μακράν. τὸ δὲ τρέχω ἔχει Ε, καὶ τὸ ἄρχω Α.

Τὰ εἰς ΧΩ ἐν τῇ. πρὸ τέλους συλλαβῆ Ε ἔχοντα βαρύνεται, εἰ μὴ παρʼ ὄνομα γένοιτο· τρέχω βρέχω δέχω ἔχω σπέρχω εὔχω ὅθεν εὔχομαι ἔρχω ὅθεν ἔρχομαι ἐλέγχω τεύχω. τὸ δὲ τευχῶ περισπώμενον, ὅτι τεῦχος.

Τὰ εἰς ΧΩ δισύλλαβα ἔχοντα τὸ Α ἐν τῇ πρὸ τέλους βαρύνεται· ἄχω ἄχομαι μάχω μάχομαι, καὶ μαχῶ περισπᾶται ἄρχω πάσχω, μεθʼ ὧν καὶ τὸ ἴσχω. τὸ δὲ βακχῶ περισπᾶται ὡς ἔχον τὸ βάκχος.

Τὰ διὰ τοῦ ΑΧΩ τρισύλλαβα βαρύνεται· στενάχω ἰάχω. ταῦτα δὲ καὶ ἀπὸ περισπωμένων· ἰαχήσω, στεναχήσω.

Τὰ εἰς ΧΩ ὑπερδισύλλαβα φύσει βραχείᾳ παραληγόμενα, ἢ παρʼ ὄνομα ὄντα ἢ διὰ τὸ ἰάχω περισπᾶται· στοναχῶ συμμαχῶ γνωσιμαχῶ ἡνιοχῶ ὀμιχῶ τὸ οὐρῶ. σεσημείωται τὸ στενάχω καὶ ἰάχω. τὸ δὲ διδάχω διδάξω οὐκ ἐν χρήσει ὂν βαρύνεται.

Τὰ εἰς ΔΩ δισύλλαβα παραληγόμενα τῷ Η βαρύνεται· ἥδω ἥδομαι κήδω κήδομαι. τὸ δὲ πηδῶ περισπᾶται.

Τὰ εἰς ΔΩ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς τὸ Ε καταλήγουσαν περισπᾶται· ἐδῶ ἐδήσω μεδῶ ἐξ οὗ τὸ μεδέω. ταῦτα δὲ βαρύτονα λέγονται· ἔδω καὶ μέδω.

Πᾶν εἰς ΔΩ λῆγον ἔχον τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μετὰ βραχείας, οὐ βαρύνεται, ἀλλὰ περισπᾶται, ὡς ἔχει τὸ σταφιδῶ ὁμαδῶ ..... τοῦτο καὶ .. ἀπὸ βαρυτόνου. τὸ φείδω φείδομαι ψεύδω ψεύδομαι, ἐρείδω ἐρείδομαι παραλήγουσι διφθόγγῳ.

Τὰ εἰς ΔΩ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ Ε, ᾧ ὑποτέτακται ἢ σύμφωνον ἢ ὑποτακτικὸν φωνῆεν, βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη· σπένδω ἔρδω ἀμέρδω τὸ στερίσκω εὕδω σπεύδω φείδω .... τὸ φοβοῦμαι εἴδω καὶ εἰδῶ. τὸ δὲ κερδῶ, ὅτι κέρδος, περισπᾶται.

Τὰ εἰς ΔΩ παραληγόμενα τῷ Ο περισπᾶται· σποδῶ οἰδῶ τὸ οἰδαίνω ἀοιδῶ.

Τὰ εἰς ΔΩ παραληγόμενα τῷ Ω, εἰ παρʼ ὄνομα εἴη, περισπᾶται· κιθαρῳδῶ κωμῳδῶ τραγῳδῶ μεθʼ ὧν καὶ τὸ πηδῶ καὶ αὐδῶ.

Τὰ εἰς ΔΩ ἐν τῇ πρὸ τέλους ἔχοντα τὸ Ι εἰς Ν καταλῆγον βαρύνεται· ἀλίνδω καταλίνδω κυλίνδω.

Τὰ εἰς ΔΩ δισύλλαβα, εἰ ἔχοι τὸ Α λῆγον ἐν τῇ πρὸ τέλους συλλαβῇ, περισπᾶται· φραδῶ τὸ βουλεύομαι. εἰ μέντοι εἰς σύμφωνον καταλήγοι, βαρύνεται· ἄρδω. τὸ μέντοι ἄλδω τὸ αὔξω ἀπὸ περισπωμένου τοῦ ἀλδῶ ἀλδήσω ἐγέντο.

Τὰ διὰ τοῦ ΑΘΩ ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα, ὅπερ κατὰ τροπὴν τοῦ τέλους εἰς Ω ἐποίησε τὸ ῥῆμα· κιάθω τὸ πορεύομαι ἀμυνάθω τὸ βοηθῶ διωκάθω τὸ διώκω. τὸ μέντοι φιλομαθῶ καὶ εὐσταθῶ περισπῶνται· παρʼ ὄνομα γάρ. τὸ δὲ μαθῶ μαθήσω δισύλλαβον.

Τὰ διὰ τοῦ ΕΘΩ βαρύνεται· σχέθω ἔθω ἐρέθω ἀερέθω φαέθω φλεγέθω. τὸ δὲ τηλεθῶ τὸ εἰς ὕψος θέω περισπᾶται.

Τὰ διὰ τοῦ ΗΘΩ βαρύνεται· εἰ δέ τι περισπᾶται, ἀπὸ ὀνόματος γέγονε· ἀλήθω κνήθω λήθω πήθω ἐξ οὗ καὶ ἔπαθον πλήθω πρήθω. τὸ δὲ βοηθῶ ἀηθῶ παρʼ ὄνομα· ὅμοιον καὶ τὸ γηθῶ γηθήσω.

Τὰ διὰ τοῦ ΥΘΩ βαρύνεται· μινύθω φθινύθω.

Τὰ εἰς ΘΩ κατʼ ἐπιπλοκὴν συμφώνου βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα ἢ τῷ Ο ... παραλήγοιτο· ἀΐσθω τὸ ἐκπνέω αἴσθω καὶ αἴσθομαι· τοῦτο δὲ ἀπὸ περισπωμένου ἐγένετο. τὸ μέντοι μισθῶ περισπᾶται, ὅτι μισθός.

Τὰ εἰς ΘΩ παραληγόμενα ΕΥ βαρύνεται· πεύθω … λεύθω κεύθω.

Τὰ εἰς ΘΩ παραληγόμενα φύσει μακρᾷ, χωρὶς τῶν διὰ τοῦ Η, εἰ μὴ ὄνομα προκατάρχοιτο, βαρύνεται· πείθω κλώθω. σεσημείωται τὸ ὠθῶ. τὸ μέντοι μυθῶ καὶ ἀπειθῶ περισπῶνται, ὅτι μῦθος καὶ ἀπειθής.

Τὰ εἰς ΘΩ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μετὰ βραχείας καὶ μὴ τοῦ Ε περισπᾶται· τιθῶ ποθῶ μαθῶ ἐξ οὗ τὸ μαθήσω. τὸ μέντοι σχέθω βαρύτονον, ἔχον τὸ Ε. σεσημείωται τὸ ὄθω τὸ φροντίζω βαρυνόμενον.

Τὰ εἰς ΘΩ, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν, ὑπεσταλμένης τῆς ΕΡ, περισπᾶται· πτορθῶ ἀνθῶ πενθῶ ὀρθῶ. σεσημείωται τὸ ἄλθω. τὸ δὲ πέρθω βαρύνεται ὡς ἔχον ΕΡ.

Τὰ εἰς ΤΩ δισύλλαβα μὴ κατʼ ἐπιπλοκὴν τοῦ Σ περισπᾶται· ζητῶ κροτῶ πατῶ στρατῶ τὸ στρατοπεδεύομαι κοτῶ τὸ ὀργίζομαι βροντῶ. τὰ μέντοι βαρύτονα σπάνια καὶ μὴ ἐνεργητικῶς λεγόμενα· πέτω πέτομαι λίτω λίτομαι. τὸ δὲ ἀνύτω ἀπὸ τοῦ ἀνύω .... κατὰ πλεονασμὸν τοῦ Τ.

Τὰ εἰς ΖΩ βαρύνεται. εἰ δέ τι περισπᾶται, τοῦτο βαρύτονον ὤφθη. εἰ δὲ μόνως περιεσπάσθη, προϋπῆρξεν αὐτῷ ὄνομα, οὗ τὸ τέλος εἰς Ω τραπὲν ἰσοσύλλαβον ῥῆμα ἀπετέλεσε. καὶ βαρύνεται μὲν ταῦτα· βάζω βιβάζω λάζω τὸ λαμβάνω στάζω φράζω τράζω πιέζω. τοῦτο δὲ καὶ ἀπὸ περισπωμένου. τὸ δὲ τραπεζῶ περισπᾶται, ὅτι τράπεζα, ῥιζῶ ῥίζα, ῥοιζῶ ῥοῖζος, φυζῶ φύζα.

Τὰ διὰ δύο ΣΣ βαρύνεται· εἰ δέ τι περιεσπάσθη, τοῦτο παρʼ ὄνομα ἐγένετο· πάσσω πλάσσω μάσσω πτίσσω φρίσσω τινάσσω ἑλίσσω. τὰ δὲ ἀπὸ ὀνομάτων περισπᾶται· θάλασσα θαλασσῶ, ἥσσων ἡσσῶ, κρείσσων κρεισσῶ, κισσός κισσῶ, λύσσα λυσσῶ.

Τὰ εἰς ΣΩ ἐπὶ ἐνεστῶτος, ὁπότε μὴ ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα μετήχθη ποιητικῶς, περισπᾶται· ἰσῶ νοσῶ μασῶ.

Τὰ εἰς ΛΛΩ βαρύνονται, εἰ μὴ ἀπὸ ὀνόματος εἴη· βάλλω θάλλω σκάλλω σφάλλω τίλλω ποικίλλω. τὸ δὲ κυλλῶ περισπᾶται, ὅτι κυλλός· καὶ τὸ μεταλλῶ, ὅτι μέταλλος.

Τὰ εἰς ΛΩ παραληγόμενα τῇ ΟΥ διφθόγγῳ σπάνιά εἰσι· βούλω ὅθεν τὸ βούλομαι βαρύνεται. τὸ δὲ οὐλῶ περισπᾶται, ὅτι οὐλή, καὶ τὸ δουλῶ, ὅτι δοῦλος.

Τὰ εἰς ΛΩ δισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς Ε καταλήγουσαν, βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου μὴ μέσου, χωρὶς εἰ μὴ παρʼ ὄνομα εἴη· κέλω πέλω μέλω θέλω. τὸ μέντοι ἐλῶ περισπᾶται, ὅτι ἀπὸ φωνήεντος ἤρξατο. τὸ δὲ τελῶ ἔχει τὸ τέλος ὄνομα.

Τὰ εἰς ΛΩ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν ἢ φωνήεντα λήγουσαν περισπᾶται, ὑπεσταλμένων τῶν ἐχόντων τὴν ΟΥ δίφθογγον ἢ τὸ Ε ἐν δισυλλάβῳ· καλῶ χαλῶ ζηλῶ δηλῶ αὐλῶ πολῶ τὸ ἀναστρέφομαι πωλῶ ἀπειλῶ βουκολῶ ἀμελῶ ὠφελῶ. σεσημείωται τὸ ἐθέλω καὶ ὀφείλω.

Τὰ εἰς ΛΩ μετʼ ἐπιπλοκῆς συμφώνου περισπᾶται· εἰ δέ τι βεβαρυτόνηται, τοῦτο πάθος ἔχει ἐξ ἐντελεστέρου τοῦ εἰς ΛΩ λήγοντος καθαρεύοντος· ἁπλῶ διπλῶ τριπλῶ πιμπλῶ κυκλῶ ἀντλῶ. ταῦτα καὶ τὰ ὅμοια περισπῶνται. τὸ μέντοι ὄφλω βαρύνεται ἐκ τοῦ ὀφείλω ὥσπερ καὶ τὸ κέλω κέκλω, καὶ μέλω μέλπω.

Τὰ εἰς ΜΩ ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα παραληγόμενα τῷ Ε βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη· τρέμω νέμω καὶ νεμῶ, ὅθεν νενέμηκα δέμω τέμω γέμω χρέμω τὸ ἠχῶ βρέμω τὸ κτυπῶ. σεσημείωται τὸ κρεμῶ περισπώμενον, ὁμοίως καὶ τὸ ἀτρεμῶ. τὸ δὲ ἐμῶ ἀπὸ φωνήεντος ἄρχεται.

Τὰ εἰς ΜΩ μὴ παραληγόμενα τῷ Ε περισπᾶται· κομῶ δαμῶ γαμῶ θυμῶ καὶ θυμοῦμαι μιμῶ καὶ μιμοῦμαι χραισμῶ κοσμῶ κοιμῶ καὶ κοιμῶμαι οἱμῶ τὸ ὁρμῶ.

Τὰ εἰς ΝΩ δισύλλαβα μὴ κατʼ ἐπιπλοκὴν συμφώνου ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν περισπᾶται· κιρνῶ πιλνῶ πορνῶ ἀρνῶ ἀρνοῦμαι.

Τὰ εἰς ΝΩ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς δίχρονον συνεσταλμένον καταλήγουσαν, .... ἢ ἀπὸ συμφώνου ἢ συμφώνων μὴ ἀντιστοίχων, περισπᾶται, χωρὶς εἰ μὴ κατʼ ἐπένθεσιν εἴη τοῦ Ν γινόμενα· κυνῶ καὶ ἐν συνθέσει προσκυνῶ, πλανῶ σινῶ τὸ βλάπτω. τὸ δὲ τιῶ τίνω κατʼ ἐπένθεσιν τοῦ Ν, οὗ τὸ δίχρονον ποτὲ μὲν συστέλλει, ποτὲ δὲ ἐκτείνει. τὸ δὲ φθίνω καὶ φθάνω ἀπὸ ἀντιστοίχων ἤτοι ἰσοστοίχων. τὸ δὲ ἄνω ἀντὶ .. ἀνύω ἀπὸ φωνήεντος ἄρχεται.

Τὰ εἰς ΝΩ παραληγόμενα τῷ Ε περισπᾶται, εἰ προκατάρχοιτο ὄνομα, ἐξ οὗ γέγονε· φρενός φρενῶ, ἑνός ἑνῶ, ξένος ξενῶ, ἀσθενής ἀσθενῶ, σθένος σθενῶ, στενός στενῶ. τὸ γὰρ στένω οὐκ ἔχει ὄνομα οὔτε τὸ μένω.

Τὰ εἰς ΝΩ παραληγόμενα τῷ Ο περισπᾶται, φθονῶ δονῶ πονῶ κλονῶ ὀνῶ τὸ ὠφελῶ φρονῶ δολῶ.

Τὰ εἰς ΝΩ παραληγόμενα φύσει μακρῷ φωνήεντι, ὁπότε μὴ εἴη κατʼ Αἰολίδα διάλεκτον, περισπᾶται· σκηνῶ θρηνῶ σφηνῶ φωνῶ ὠνῶ καὶ ὠνοῦμαι κοινωνῶ. τὸ πώνω βαρύνεται ὡς ἴδιον Αἰολέων.

Τὰ εἰς ΝΩ δισύλλαβα παραληγόμενα τῇ ΕΙ διφθόγγῳ βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη· τείνω γείνω κτείνω. τὸ δεινῶ περισπᾶται, ὅτι δεινός, καὶ τὸ πεινῶ, ὅτι πεῖνα.

Τὰ εἰς ΝΩ δισύλλαβα παραληγόμενα Ι ἐκτεταμένῳ βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα· κρίνω πίνω κλίνω σίνω. τὸ δὲ ῥινῶ παρὰ τὴν ῥίνην. τούτοις ὅμοιον καὶ τὸ κοινῶ.

Τὰ εἰς ΝΩ παραληγόμενα Υ μακρῷ βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα· δύνω θύνω πλύνω φύνω μηκύνω πλατύνω ταχύνω τραχύνω. σεσημείωται τὸ βυνῶ περισπώμενον. τὸ δὲ ξυνῶ ἔχει τὸ ξυνός, καὶ τὸ ὀδυνῶ ἔχει τὸ ὀδύνη καὶ τὸ Υ βραχύ.

Τὰ διὰ τοῦ ΑΙΝΩ βαρύνεται· ἃ δὲ περισπῶνται, ὀλίγα εἰσὶ καὶ παρʼ ὄνομα γεγόνασι· φαίνω φαίνομαι, μαίνω μαίνομαι, ῥαίνω μιαίνω. τὸ μέντοι αἰνῶ περισπώμενον ἔχει τὸ αἶνος, ὥσπερ καὶ τὸ κελαινῶ τὸ κελαινός καὶ τὸ τριαινῶ τὸ τρίαινα.

Τὰ εἰς ΝΩ παραληγόμενα διφθόγγῳ, μὴ τῇ ΑΙ ἢ ΕΙ, περισπᾶται· ἐρευνῶ θοινῶ χαυνῶ κοινῶ οἰνῶ, χωρὶς τοῦ ἐλαύνω.

Τὰ εἰς ΝΩ ὑπερδισύλλαβα παραληγόμενα τῇ ΕΙ διφθόγγῳ ἢ μακρῷ τῷ Ι βαρύνεται· ..είνω ὠδίνω ὀρίνω. τὸ δὲ χαλινῶ περισπᾶται, ὅτι ἔχει τὸ χαλινός, ὥσπερ καὶ τὸ ταπεινῶ τὸ ταπεινός.

Τὰ εἰς ΝΩ μετʼ ἐπιπλοκῆς συμφώνου περισπᾶται· ὑπνῶ πυκνῶ ἱκνῶ καὶ ἱκνοῦμαι τεχνῶ τεχνῶμαι σκιδνῶ ἰδνῶ. σεσημείωται τὸ δάκνω βαρύτονον, ὅπερ ἀπὸ τοῦ δαγκάνω γέγονε κατὰ συγκοπήν. τὰ δὲ ἔχοντα πρὸ τοῦ Ν τὸ Μ βαρύνεται, χωρὶς εἰ μὴ ἀπὸ δύο συμφώνων ἄρχοιτο, ἢ ὄνομα προκατάρχοιτο· μίμνω κάμνω τέμνω. τὸ δὲ κρημνῶ περισπᾶται, ὅτι ἀπὸ δύο συμφώνων ἤρξατο.

Τὰ διὰ τοῦ ΑΝΩ ὑπερδισύλλαβα βαρύνεται, ὁπότε παρῆκται ἀπὸ ῥήματος. αὐτὴ δὲ ἡ διὰ τοῦ ΑΝΩ παραγωγὴ οὐκ ἔχει κατάρχον τὸ Ι ἐκτεταμένον, διὰ τὸ ἴσχω ...., ἢ τὴν ΕΙ δίφθογγον, διὰ τὸ δείκω τὸ δεικνύω καὶ δεικανῶ. βαρύνεται δὲ ταῦτα· λείπω λιμπάνω, λήβω λαμβάνω, μήθω μανθάνω, δήκω δαγκάνω, φεύγω φυγγάνω, οἴδω οἰδάνω. περισπῶνται δὲ τὰ διπλασιασμὸν πάσχοντα· γαγγανῶ τὸ ταράσσω, ἢ ὁπότε ἀπὸ ὀνόματος ἐγένετο· κυρκάνη κυρκανῶ τὸ θορυβῶ, δαπάνη δαπανῶ, μηχανή μηχανῶ, στέφανος στεφανῶ, λίβανος λιβανῶ, μέλανος μελανῶ. τούτοις ὅμοιον καὶ τὸ παμφανῶ.

Τὰ εἰς ΡΩ παραληγόμενα φωνήεντι Α ἢ Η ἢ Ω περισπᾶται· κηρῶ πληρῶ γηρῶ τηρῶ ὠρῶ τὸ φυλάττω τιμωρῶ. σεσημείωται τὸ ἄρω βαρύτονον τὸ ἁρμόζω ἢ τὸ λαμβάνω καὶ ἀποφέρομαι.

Τὰ εἰς ΡΩ παραληγόμενα τῷ Ε καὶ βαρύνεται καὶ περισπᾶται. καὶ περισπᾶται μὲν, ὁπότε ἔχει πλησιάζον ψιλὸν τῷ Ε· κερῶ τὸ κιρνῶ περῶ πτερῶ στερῶ· μὴ οὕτως δὲ ἔχοντα βαρύνεται· δέρω φέρω. τὸ ἐρῶ περισπᾶται ἀπὸ φωνήεντος ἀρχόμενον.

Τὰ εἰς ΡΩ, μὴ ὄντος πρὸ τοῦ Ρ συμφώνου, εἰ παραλήγοιτο τῷ Ο μόνῳ ἢ μεθʼ ἑτέρου φωνήεντος, περισπᾶται· ἀγορῶ ἀφορῶ εὐπορῶ ἀπορῶ καρποφορῶ ἱστορῶ ἐπικουρῶ ἀμοιρῶ.

Τὰ διὰ τοῦ ΑΙΡΩ βαρύνεται, χωρὶς εἰ μὴ παρʼ ὄνομα εἴη· μαρμαίρω καρκαίρω σπαίρω καὶ ἀσπαίρω αἴρω τὸ κουφίζω, ἐξ οὗ τὸ ἐπαίρω. τὸ δὲ σφαιρῶ ἔχει τὸ σφαῖρα καὶ ἑταιρῶ τὸ ἑταῖρος.

Τὰ διὰ τοῦ ΕΙΡΩ βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη· μείρω τὸ μερίζω τείρω φθείρω εἴρω σπείρω κείρω ἐγείρω οἰκτείρω ἐθείρω τὸ ἐξ ἔθους τι διαπράττομαι, τὸ δὲ πειρῶ, ὅτι πεῖρα, καὶ τὸ χειρῶ, ὅτι χείρ.

Τὰ διὰ τοῦ ΥΡΩ ἐκτεταμένον τὸ Υ ἔχοντα βαρύνεται· σύρω πτύρω φύρω καὶ φυρῶ περισπώμενον μορμύρω πλημμύρω ὀδύρω ἐξ οὗ τὸ ὀδύρομαι ὀλοφύρω ἐξ οὗ τὸ ὀλοφύρομαι. τὰ μέντοι ἔχοντα συνεσταλμένον τὸ Υ περισπᾶται· μαρτυρῶ ἀργυρῶ πυρῶ ξυρῶ κυρῶ τὸ τυγχάνω, οὗ τὸ Υ ἐκτέταται.

Τὰ εἰς ΡΩ παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ Υ περισπᾶται· ἀμαυρῶ νευρῶ ἐπικουρῶ οἰκουρῶ.

Τὰ εἰς ΡΩ ἔχοντα ἐπιπλοκὴν συμφώνου, ὁπότε μὴ συγκοπὴν ἐμφαίνοι, περισπᾶται· μετρῶ γεωμετρῶ ἱδρῶ κοπρῶ πιμπρῶ ποδαγρῶ λυτρῶ ἐξ οὗ τὸ λυτροῦμαι. τὸ δὲ ἔγρω κατὰ συγκοπὴν ἀπὸ τοῦ ἐγείρω.

Τὰ διὰ τοῦ ΑΙΩ βαρύνεται, εἰ μὴ εἴη ἀπὸ ὀνόματος· ῥαίω τὸ φθείρω πταίω ναίω παίω δαίω παλαίω κλαίω λιλαίω ὅθεν τὸ λιλαίομαι. τὸ δὲ ἑδραιῶ ἔχει τὸ ἑδραῖος, καὶ τὸ δικαιῶ τὸ δίκαιος, καὶ βεβαιῶ τὸ βέβαιος, καὶ τὸ παλαιῶ τὸ παλαιός, καὶ περαιῶ τὸ πέρας, καὶ μαιῶ τὸ ζητῶ τὸ μαῖα, καὶ ματαιῶ τὸ μάταιος.

Τὰ εἰς Ω καθαρὰ παραληγόμενα τῇ διὰ Υ διφθόγγῳ βαρύνεται· ψαύω θραύω ἀπολαύω αὔω τὸ βοῶ δεύω τοξεύω ἰξεύω λιτανεύω.

Τὰ εἰς Ω καθαρὸν παραληγόμενα τῷ Α βαρύνεται, ὁπότε πλησιάζουσι τοῖς διὰ τοῦ ΑΥΩ· χραύω χράω, φαύω φάω. περισπῶνται δὲ μὴ οὕτως ἔχοντα· δαῶ δαήσω, σαῶ σαώσω, ἀλαῶ. τὸ δὲ βοάω καὶ γελάω καὶ πεινάω βαρύνεται, καὶ τἄλλα ὡς ἐντέλειαι τῶν περισπωμένων.

Τὰ εἰς Ω καθαρὸν παραληγόμενα Ε βαρύνεται, χωρὶς εἰ μὴ προκατάρχοιτο ὄνομα, ἢ ἀπὸ βαρυτόνου μετασταίη εἰς βαρύτονον· δέω ξέω θέω πνέω πλέω ῥέω ποιέω νοέω τελέω. σεσημείωται τὸ ἐῶ περισπώμενον. τὸ δὲ θεῶ ὅθεν τὸ θεῶμαι ἔχει τὸ θέα, καὶ τὸ νεῶ τὸ νέος. καὶ τὸ δεῶ δεήσω ἀπὸ τοῦ βαρυτόνου δέω γέγονε.

Τὰ εἰς Ω καθαρὸν παραληγόμενα τῇ ΕΙ διφθόγγῳ βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι· σείω βρωσείω ὀψείω κιχείω τελείω. τὸ μέντοι μειῶ ἔχει τὸ μεῖος, καὶ τὸ τελειῶ τὸ τέλειος, καὶ τὸ ἀρειῶ τὸ ἀρείων, καὶ τὸ ἀχρειῶ τὸ ἀχρεῖος.

Τὰ εἰς Ω καθαρὸν ὑπερδισύλλαβα παραληγόμενα Ι βραχεῖ περισπᾶται· μειδιῶ κοπιῶ ἀξιῶ ἐρυθριῶ ἀγωνιῶ. τὸ δὲ ἐσθίω καὶ ἀΐω βαρύνονται. τὸ δὲ δειδίω καὶ κηκίω δεδιπλασίασται ἀπὸ τοῦ δίω καὶ κίω. τὸ δὲ μαστίω ἀπὸ τοῦ μαστίζω. σπάνια δέ εἰσι τὰ δισύλλαβα κατὰ συστολὴν τοῦ Ι, ὡς τὸ δίω καὶ τὸ διῶ τὸ διώκω ἴω καὶ ἰῶ τὸ πορεύομαι καὶ τίω τὸ τιμῶ. τὸ δὲ βιῶ οῖς οῖ τὸ ζῶ, βιῶ δὲ βιᾷς βιᾷ τὸ βιάζω.

Τὰ εἰς Ω καθαρὸν ἔχοντα Ι ἐκτεταμένον βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι· ψίω τὸ ἐμβρωματίζω λίω δηρίω μητίω κονίω μηνίω, ὃ διφορεῖται κατὰ τὸν χρόνον. τὸ δὲ ἰῶ ἰῶμαι ἰός, κριῶ κριός, ἀνιῶ ἀνία.

Τὰ εἰς Ω καθαρὸν παραληγόμενα τῷ Ο μόνῳ περισπᾶται· νοῶ βοῶ γοῶ θροῶ ποῶ μακκοῶ τὸ μωραίνω. αἱ μέντοι ἐντέλειαι τῶν περισπωμένων βαρύνονται· χρυσόω στεφανόω.

Τὰ εἰς Ω καθαρὸν παραληγόμενα τῇ ΟΙ διφθόγγῳ περισπᾶται, εἰ μὴ διάστασις γένοιτο τοῦ Ι· ποιῶ οἰῶ τὸ μονῶ ἀλοιῶ τὸ τύπτω ἀλλοιῶ τὸ μεταποιῶ ἑτεροιῶ. τὸ δὲ οἴω οἴομαι ὀΐω γίνεται. ὁ δὲ οἴω ἐνεστὼς τοῦ οἴσω μέλλοντος οὐκ ἔστιν ἐν χρήσει.

Τὰ διὰ τοῦ ΥΩ δισύλλαβα βαρύνεται καὶ περισπᾶται. περισπᾶται μὲν, ὅσα ἔχει ὄνομα, ἢ κατʼ ἐναλλαγὴν γέγονε· δυῶ θυῶ τὸ θυμιῶ, ὅτι θύος μυῶ καὶ μύω βαρύτονον κυῶ Ἀττικὸν ἐκ τοῦ κύω. τὰ δὲ μὴ οὕτως ἔχοντα βαρύνεται· δύω ἐξ οὗ τὸ δύνω θύω ἐξ οὗ τὸ θύνω λύω μύω κύω ξύω.

Ἔτι τὰ διὰ τοῦ ΥΩ ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ ἔχοι ὄνομα· ἀλύω ἀρτύω πληθύω κωλύω ζευγνύω ὀμνύω ὀρνύω σβεννύω. τὸ δὲ ἰχθυῶ ἔχει τὸ ἰχθῦς, καὶ τὸ ἐγγυῶ τὸ ἐγγύη, καὶ τὸ βοτρυῶ τὸ βότρυς.

Τὰ εἰς Ω καθαρὸν παραληγόμενον τῇ ΥΙ βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη· ἀλυίω ὀπυίω. τὸ δὲ γυιῶ περισπᾶται.

Τὰ εἰς Ω καθαρὸν παραληγόμενα τῷ Ω βαρύνεται· ζώω πλώω σώω, χωρὶς τοῦ κολῳῶ, ὅπερ ἀπὸ τοῦ κολῳός γέγονε, καὶ ἔχει τὸ Ι προσγεγραμμένον.

Τὰ εἰς ΞΩ καὶ ΨΩ περισπᾶται· διψῶ γυψῶ κενοδοξῶ φιλοδοξῶ ἀδοξῶ αὐξῶ ἀλεξῶ. τὸ γὰρ αὔξω καὶ ἀλέξω καὶ ἕψω ἀττικῶς βαρύνονται.

Οἱ εἰς Ω μέλλοντες κατὰ τὴν κοινὴν διάλεκτον, ἐὰν μὲν ἔχωσι πρὸ τοῦ Ω τὸ Ξ ἢ τὸ Ψ ἢ τὸ Σ, βαρύνονται· λέξω πλέξω τύψω γράψω ποιήσω νοήσω. ἐὰν δὲ μηδὲν ἔχωσι τούτων πρὸ τοῦ Ω, περισπᾶται· σπερῶ φθερῶ πλυνῶ κτενῶ τιλῶ. πρόσκειται δὲ «κατὰ τὴν κοινὴν διάλεκτον», ἐπειδὴ τὸ ποιήσω ποιησῶ οἱ Δωριεῖς λέγουσι, καὶ τὸ λέξω λεξῶ.

Τὰ εἰς Ω λήγοντα δεύτερα πρόσωπα προστακτικὰ ὁμοτονεῖ τοῖς ἰδίοις ὁριστικοῖς· νικῶ ἐγώ νικῶ σύ, κρεμῶ ἐγώ κρεμῶ σύ. τὰ μέντοι τρίτα εἴτε εἰς ΤΩ εἴτε εἰς ΘΩ βαρύνεται· λεγέτω ποιείτω τυπτέσθω λεγέσθω.

Τὰ εἰς Ω τρίτα πρόσωπα τῶν εὐκτικῶν περισπῶνται μετὰ τοῦ προσγεγραμμένου Ι· βοάοι βοῷ, τρυπάοι τρυπῷ.

Τὰ εἰς Ω ὑποτακτικὰ μονοσύλλαβα μὲν ὄντα περισπῶνται· ἐὰν δῶ, ἐὰν βῶ, ἐὰν στῶ, ἐὰν σχῶ. ὑπὲρ μίαν δὲ συλλαβὴν βαρύνεται καὶ περισπᾶται. καὶ περισπῶνται μὲν, ἡνίκα ἔχωσι τὴν μετοχὴν εἰς ΕΙΣ μετʼ ὀξείας τάσεως καὶ διὰ τοῦ ΝΤ κλινομένην· τυφθείς τυφθέντος ἐὰν τυφθῶ, τυπείς τυπέντος ἐὰν τυπῶ, τιθείς τιθέντος ἐὰν τιθῶ· ἢ ἡνίκα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ τῶν συνῃρημένων· ἐὰν ποιῶ, ἐὰν βοῶ, ἐὰν χρυσῶ. ἡνίκα δὲ μὴ ὦσι τοιαῦτα, βαρύνονται· ἔφαγον ἐὰν φάγω, εἶπον ἐὰν εἴπω, τέτυφα ἐὰν τετύφω, τέτυπα ἐὰν τετύπω. σεσημείωται τὸ ἐὰν εἰδῶ, οὗ ἡ μετοχὴ ὁ εἰδώς τοῦ εἰδότος, εἰ καὶ ἀπὸ τοῦ εἰδέω.

Τὰ εἰς Ω ὑποτακτικὰ τῶν ἀορίστων παθητικῶν περισπῶνται· ἐὰν ληφθῶ, ἐὰν τυφθῶ, διὸ καὶ τὸ ἐὰν ἐγκαταλιπῶ ὑπὸ σοῦ περισπᾶται. τότε γὰρ τὰ τοιαῦτα ὑπὲρ μίαν συλλαβὴν περισπῶνται, ὅτε ἔχουσιν ἀπαρέμφατον εἰς ΝΑΙ, ὡς τὸ ἐὰν νυγῶ νυγῆναι, καὶ μετοχὴν εἰς ΕΙΣ ὁ νυγείς καὶ τὸ εὐκτικὸν εἰς ΗΝ καθαρὸν νυγείην. ὁμοίως ἐὰν δαρῶ δαρείην. ἐὰν δὲ μὴ οὕτως ἔχῃ, βαρύνεται· ἐὰν δράμω· δραμεῖν γὰρ καὶ δράμοιμι, ἐὰν φύγω φυγεῖν καὶ φύγοιμι.

Τὰ δεύτερα καὶ τρίτα τῶν ὁριστικῶν ὁμοτονεῖ τοῖς πρώτοις, ἐὰν ἰσοσυλλαβῇ· λείπω λείπεις λείπει, ποιῶ ποιεῖς ποιεῖ. τὸ δὲ πνεῖ καὶ ῥεῖ καὶ πλεῖ οὐκ ἰσοσυλλαβεῖ. οὕτω καὶ ἐπὶ μέλλοντος· νοήσω νοήσεις νοήσει, καὶ ἐπὶ ὑποτακτικῶν· ἐὰν λέγω ἐὰν λέγῃς λέγῃ, ἐὰν βοῶ βοᾷς βοᾷ.

Τὰ εἰς ΜΙ λήγοντα ὁριστικὰ ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, καὶ τὰ τρίτα ὁμοτονοῦσι τοῖς ἰδίοις πρώτοις· τίθημι τίθης τίθησι, δίδωμι δίδως δίδωσι ..... φημί φής φησί, εἰμί εἶς εἶ ἐστί.

Τὰ εἰς ΜΙ εὐκτικὰ ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν· τύπτοιμι τύποιμι ποιοῖμι χρυσοῖμι βοῷμι.

Τὰ δεύτερα καὶ τρίτα τῶν εἰς ΜΙ εὐκτικῶν ὁμοτονοῦσι τοῖς ἰδίοις πρώτοις· τύπτοιμι τύπτοις τύπτοι, ποιοῖμι ποιοῖς ποιοῖ, βοῷμι βοῷς βοῷ.

Πᾶς παρακείμενος ὁριστικὸς εἰς Α λήγων ὑπερδισύλλαβος ἁπλοῦς προπαροξύνεται· τέτυφα πεποίηκα. ὁμοίως καὶ ὁ ἀόριστος· ἔτυψα ἐποίησα. τὸ δὲ ἧψα καὶ οἶδα δισύλλαβα καὶ τὸ συνῆψα σύνθετον. τὸ δὲ ἐφοίτα ἀπὸ τοῦ ἐφοίταε τὸ Α μακρόν.

Τὰ εἰς ΘΑ ἐν δευτέροις προσώποις ὑπερδισύλλαβα προπαροξύνεται· λάβησθα ἔφησθα οἴδησθα. τὰ μέντοι δισύλλαβα προπερισπᾶται· φῆσθα ἦσθα.

Καὶ τὰ εἰς ΘΑ δὲ πρῶτα πρόσωπα προπαροξύνονται· τυπτόμεθα νικώμεθα χρυσούμεθα.

Πᾶν ῥῆμα εἰς Ν μακροκατάληκτον ὑπὲρ μίαν συλλαβὴν πρὸ μιᾶς τοῦ τέλους ἔχει τὴν ὀξεῖαν· ἐνόουν ἐδείκνυν ἔγνων ἐγεγράφειν νυγείην διδοίμην ἐτυπέτην ἔστων. τὸ δὲ ἐχρῆν καὶ ἦν περισπᾶται.

Πᾶν πρόσωπον ὁριστικὸν, εἴτε ἑνικὸν εἴτε πληθυντικὸν, ἁπλοῦν ὑπὲρ δύο συλλαβὰς, προπαροξύνεται· ἔγραφον ἐγώ καὶ ἔγραφον ἐκεῖνοι, ἔτυπον ἐγώ καὶ ἔτυπον ἐκεῖνοι. τὸ δὲ εἶχον ἐξ οὗ τὸ κατεῖχον καὶ ἄλλα περισπᾶται, ὡς δισύλλαβον. τὰ γὰρ δισύλλαβα ἢ προπερισπῶνται ἢ παροξύνονται κατὰ τοὺς κανόνας· μακρᾶς γὰρ οὔσης τῆς παραληγούσης προπερισπῶνται· ἦλθον εὗρον εἶχον εἶδον καὶ τἄλλα· βραχείας δὲ τῆς παραληγούσης παροξύνονται· ἴδον ἔσχον.

Τὰ εἰς ΟΝ προστακτικὰ τοῦ πρώτου ἀορίστου ὑπερδισύλλαβα προπαροξύνονται· ἄκουσον νόησον φίλησον· δισύλλαβα δὲ ὄντα παροξύνονται, ἢ προπερισπῶνται κατὰ τοὺς κανόνας· νεῖμον κρῖνον εἶπον ἀντὶ τοῦ εἰπέ τύψον λέξον γράψον.

Πᾶν δεύτερον πρόσωπον εἰς Σ λῆγον παρῳχημένου χρόνου ὑπὲρ μίαν συλλαβὴν λήγοντος ἢ εἰς Ν ἢ εἰς Α ὁμοτονεῖ τῷ πρώτῳ· ἐνύγην ἐνύγης, ἐδάρην ἐδάρης, τέτυφα τέτυφας, ἔτυψα ἔτυψας, ἔτυπον ἔτυπες. ἔτι καὶ τὰ τρίτα ὁμοτονεῖ τοῖς δευτέροις· ἔλαβες ἔλαβεν, ἔτυψας ἔτυψεν.

Τὰ εἰς ΜΑΙ ὁριστικὰ προπαροξύνονται, ἢ προπερισπῶνται. τὰ μὲν οὖν βραχείᾳ παραληγόμενα προπαροξύνονται· λέγομαι ἵσταμαι δίδομαι. τὰ δὲ φύσει μακρᾷ ἁπλᾶ ὄντα προπερισπῶνται· κεῖμαι ἧμαι ποιοῦμαι γελῶμαι, ὑπεσταλμένων τῶν τῆς Αἰολίδος διαλέκτου ἀκάχημαι γὰρ καὶ ἀλάλημαι καὶ τοῦ παρακειμένου. οὗτος δὲ προπαροξύνεται ὁμότονος ὢν τῷ ἰδίῳ ἐνεργητικῷ· νενόηκα νενόημαι, πεποίηκα πεποίημαι. τὸ δὲ κατάκειμαι καὶ κάθημαι προπαροξύνει σύνθετα ὄντα.

Τὰ εἰς ΤΑΙ τρίτα ὁμοφωνεῖ τοῖς εἰς ΜΑΙ πρώτοις· τύπτομαι τύπτεται, πεποίημαι πεποίηται, ποιοῦμαι ποιεῖται, οἴομαι καὶ οἶμαι οἴεται.

Τὰ δεύτερα πρόσωπα τῶν εἰς ΜΑΙ ἰσοσυλλαβοῦντα μὲν τοῖς πρώτοις καὶ ὁμοτονεῖ αὐτοῖς· τίθεμαι τίθεσαι, δίδομαι δίδοσαι, πεποίημαι πεποίησαι. ἐνδέοντα δὲ μιᾷ συλλαβῇ, ἀπὸ μὲν προπαροξυτόνων ὄντα, παροξύνονται· τύπτομαι τύπτῃ, γράφομαι γράφῃ· ἀπὸ δὲ περισπωμένων περισπᾶται· βοῶμαι βοᾷ, ποιοῦμαι ποιῇ.

Τὰ εἰς ΜΑΙ ὑποτακτικὰ προπερισπῶνται μὲν ἀπὸ περισπωμένων ὄντα· ἐὰν νοῶ ἐὰν νοῶμαι, ἐὰν φιλῶ ἐὰν φιλῶμαι· καὶ ὅταν ὦσι παρακειμένου καὶ ὑπερσυντελικοῦ· ἐὰν πεποιῶμαι, ἐὰν μεμνῶμαι. βαρύνονται δὲ ἀπὸ βαρυτόνων ὄντα· ἐὰν τύπτω ἐὰν τύπτωμαι, ἐὰν τύπω ἐὰν τύπωμαι.

Ζήτησιν δὲ ἔχουσι τοῦ ἐνεστῶτος χρόνου τοῦ ἀπὸ τῶν εἰς ΜΙ, πότε προπαροξύνονται καὶ πότε προπερισπῶνται; καὶ ἔστιν εἰπεῖν ὅτι, εἰ μὲν ἔχωσι τὸ ἐνεργητικὸν ὁριστικὸν ἐν χρήσει, προπερισπῶνται· τίθημι ἐὰν τιθῶμαι, ἵστημι ἐὰν ἱστῶμαι, δίδωμι ἐὰν διδῶμαι. εἰ δὲ μὴ ἔχωσι τὸ ἐνεργητικὸν ἐν χρήσει, προπαροξύνεται· δύναμαι ἐὰν δύνωμαι τὸ γὰρ δύνημι οὐκ ἐν χρήσει ἐπίσταμαι ἐὰν ἐπίστωμαι.

Τὰ δεύτερα τῶν εἰς ΜΙ προστακτικῶν βαρύνεται, ὁπότε ... προπαροξύνονται κατὰ τὸ δεύτερον πρόσωπον ὑπὲρ δύο συλλαβὰς ὑπάρχον· ἐτίθεσο ἐδίδοσο ἐπεποίησο ἔκεισο. τὸ δὲ ἧσο προπερισπᾶται ὡς δισύλλαβον. εἰ δὲ μακρᾷ λήγουσιν, ἀορίστου μὲν ὄντα παροξύνονται· ἐγράψω ἐποιήσω ἐγένου ἐλάβου· παρατατικοῦ δὲ ὄντα ἀπὸ βαρυτόνων θεμάτων βαρύνονται· ἐλεγόμην ἐλέγου. εἰ δὲ ἀπὸ περισπωμένων ῥημάτων, περισπῶνται· ἐποιούμην ἐποιοῦ, ἐνικώμην ἐνικῶ.

Τῶν εἰς ΜΗΝ εὐκτικῶν τὰ δεύτερα πρόσωπα εἰς Ο καταλήγουσι καὶ ἢ προπαροξύνονται ἢ προπερισπῶνται. προπερισπῶνται μὲν τὰ δισύλλαβα· σχοίμην σχοῖο, δοίμην δοῖο. ἔτι καὶ ὧν τὰ ἐνεργητικὰ εἰς ΜΙ λήγουσι· νοοίμην νοοῖο, ποιοίμην ποιοῖο, βοῴμην βοῷο. Ὁμοίως δέ ἐστιν εἰπεῖν, ὅσα ἀπὸ τῶν εἰς ΜΙ ὁριστικῶν εἰσι καὶ ἔχουσι τὰ εὐκτικὰ ἐνεργητικὰ εἰς ΗΝ καθαρὸν, προπερισπῶνται· τίθημι τιθείμην τιθεῖο τιθείην γὰρ τὸ εὐκτικόν. τὸ δὲ δυναίμην δύναιο προπαροξύτονον διὰ τὸ μὴ ἔχειν δύνημι ἐν χρήσει, οὔτε δυναίην εὐκτικόν. προπερισπῶνται δὲ καὶ τὰ τοῦ παρακειμένου· δεδοίμην δεδοῖο, πεποιήμην πεποιῇο. τὰ δὲ λοιπὰ πάντα δεύτερα πρόσωπα εἰς Ο λήγοντα προπαροξύνονται· τυπτοίμην τύπτοιο, λεγοίμην λέγοιο, τετυψοίμην τετύψοιο.

Τὰ εἰς ΤΟ τρίτα τῶν εὐκτικῶν ὁμοτονεῖ τοῖς οἰκείοις δευτέροις· νοοῖο νοοῖτο, τύπτοιο τύπτοιτο.

Τὰ εἰς ΤΟ τρίτα τῶν ὁριστικῶν ὑπερδισύλλαβα ὄντα τότε προπερισπῶνται, ὅτε τὰ ἑαυτῶν δεύτερα περισπῶνται· ἐνοοῦ ἐνοεῖτο. ὅτε δὲ τὰ δεύτερα μὴ περισπᾶται, τὰ τρίτα προπαροξύνεται· ἐδέξω ἐδέξατο, ἐγένου ἐγένετο. ἧσο δὲ τὸ ἐκαθέζου καὶ ἧτο τὸ τρίτον, καὶ πλεονασμῷ τοῦ Σ ἧστο, προπερισπῶνται.

Πᾶν μονοσύλλαβον προστακτικὸν μακροκαταληκτούμενον περισπᾶται· θλᾶ κλᾶ ζῆ τῆ ἀντὶ τοῦ δέξαι. βραχυκατάληκτον δὲ ὀξύνεται· σπές σχέ ἕς ἀφʼ οὗ τὸ ἄφες δός φρές τὸ φέρε.

Τὰ εἰς ΘΙ προστακτικὰ βαρύνονται· τύπηθι δάρηθι τύφθηθι καὶ τύφθητι βῆθι στῆθι ἴσθι τὸ γίνωσκε. τὸ φαθί ὀξύτονον σεσημείωται.

Πᾶν προστακτικὸν ὑπὲρ μίαν συλλαβὴν ὁμοιοκατάληκτον τῷ οἰκείῳ ὁριστικῷ καὶ ὁμότονόν ἐστιν αὐτῷ· ἔτυπτε τύπτε, ἐνόει νόει, ἐβόα βόα, ἐτύπτου τύπτου. τὸ δὲ λαβοῦ καὶ πιθοῦ παρὰ Ἀττικοῖς περισπᾶται. ἔτι καὶ τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνουσι.

Τὰ εἰς ΑΙ ὑπερδισύλλαβα προστακτικὰ προπαροξύνονται· ποίησαι ἄσπασαι. τὸ δὲ λοῦσαι καὶ δέξαι καὶ κτῆσαι βαρύνονται ὡς δισύλλαβα.

Πᾶν ἀπαρέμφατον ἢ εἰς Ν λήγει ἢ εἰς ΑΙ. Καὶ τὰ εἰς Ν μακροκατάληκτα δύο ἔχει τόνους· ἢ γὰρ βαρύνονται ἢ περισπῶνται. καὶ τὰ μὲν μονοσύλλαβα περισπῶνται· πλεῖν ῥεῖν ζῆν δρᾶν· τὰ μέντοι ὑπὲρ μίαν συλλαβὴν ἢ βαρύνεται ἢ περισπᾶται. βαρύνεται μὲν τὰ ἀπὸ βαρυτόνων χρόνων ἐνεστῶτος καὶ μέλλοντος· τύπτειν τύψειν ποιήσω ποιήσειν. τότε δὲ περισπᾶται, ὅτε καὶ τὰ ὁριστικὰ περισπῶνται· ποιῶ ποιεῖν, κτυπῶ κτυπεῖν, στελῶ στελεῖν, χρυσῶ χρυσοῦν. τὰ δὲ εἰς Ν τοῦ δευτέρου ἀορίστου ἄκλιτα περισπῶνται, ὥσπερ καὶ τὰ περισπώμενα· δραμεῖν φαγεῖν πιεῖν ἐλθεῖν. τὸ δὲ πέφνειν σεσημείωται.

Τὰ δὲ εἰς ΑΙ λήγοντα ἀπαρέμφατα πάντα βαρύνεται· τύψαι τυφθῆναι τετύφθαι τύπτεσθαι. Περὶ τῶν συνθέτων ῥημάτων καὶ ἔτι περὶ μετοχῶν. Βιβλίον ιζʹ.

Πᾶν ῥῆμα ὀξύτονον ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον. καὶ εἰ μὲν δισύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ σύνθετον προπαροξύνεται· φημί σύμφημι, ἐστί σύνεστι, εὑρέ ἔφευρε τὸ γὰρ ἐφεῦρε ἐκ τοῦ εὗρε βαρυτόνου ἐγένετο εἰπέ κάτειπε. εἰ δὲ μονοσύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ σύνθετον παροξύνεται· δός ἀπόδος, θές ἐπίθες. σεσημείωται τὸ προές τὸ ἄφες, σχές ἐπίσχες, σπές ἐνίσπες, χρή ἀπόχρη. τὸ γὰρ ἀποχρῇ ἀπὸ τοῦ χρῇ περισπωμένου ἐγένετο.

Τὰ εἰς Ω μονοσύλλαβα ἐπὶ ἐνεστῶτος μετὰ προθέσεως συντεθειμένα τὴν περισπωμένην φυλάττει καὶ ἐν τῇ συνθέσει· σμῶ περισμῶ, ἀθλῶ συναθλῶ, κλῶ συγκλῶ. πρόσκειται «ἐπὶ ἐνεστῶτος» διὰ τὸ σχῶ παράσχω· τοῦτο γὰρ δευτέρου ἀορίστου ἐστί. πρόσκειται «μετὰ προθέσεως» διὰ τὸ ἄζω τὸ ξηραίνω. τοῦτο γὰρ ἀπὸ τοῦ Α στερητικοῦ μορίου καὶ τοῦ ζῶ.

Πᾶν ῥῆμα ὁριστικὸν εἰς Ω ὑπὲρ μίαν συλλαβὴν ἐν τῇ συνθέσει φυλάττει τὸν αὐτὸν τόνον· γράφω καταγράφω, βαίνω μεταβαίνω, φιλῶ καταφιλῶ, λέγω ἀλέγω. τὸ δὲ χειρογραφῶ καὶ καλαμογλυφῶ καὶ ἀσθενῶ καὶ εὐσεβῶ καὶ ἀπειθῶ οὐ φυλάττουσι τὸν τόνον· οὐ γὰρ ἀπὸ ῥημάτων συνετέθησαν.

Πᾶς παρῳχημένος ὁριστικὸς ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν φυλάττει τόνον καὶ ἐν τῇ συνθέσει· εἶχον κατεῖχον, ἧψα συνῆψα, εἶπον ἐξεῖπον, εὗρον ἐξεῦρον, πλὴν τοῦ εἶξεν ὑπόειξεν, εἶκον ἐπίεικον. τὸ δὲ οἶδα σύνοιδα Αἰολικόν· χαίρουσι γὰρ οἱ Αἰολεῖς ἀναβιβάζειν τοὺς τόνους, ὥσπερ ἐπὶ τοῦ Ἀτρεύς Ἄτρευς. πρόσκειται «ἀπὸ φωνήεντος ἀρχόμενα» διὰ τὸ σχές περίσχες, κεῖτο κατέκειτο. πρόσκειται «ἀπὸ φύσει μακρᾶς» διὰ τὸ ἷζε ἔφιζε. πρόσκειται «ὁριστικὸς» διὰ τὸ εἰπέ ἔξειπε, εὑρέ ἔφευρε.

Πᾶσα μετοχὴ εἰς ΩΝ ἢ ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ ἢ δευτέρου ἀορίστου ἢ μέλλοντος. αἱ μὲν οὖν τοῦ ἐνεστῶτος καὶ μέλλοντος ἢ βαρύνονται ἢ περισπῶνται. καὶ τότε μὲν ἡ μετοχὴ βαρύνεται, ὅτε τὸ ῥῆμα βαρύνεται· τύπτω τύπτων, γράφω γράφων, γράψω γράψων, ποιήσω ποιήσων. τότε δὲ περισπᾶται, ὅτε τὸ ῥῆμα περισπᾶται· ποιῶ ποιῶν, βοῶ βοῶν, τυπῶ τυπῶν.

Αἱ δὲ εἰς ΩΝ τοῦ δευτέρου ἀορίστου ὀξύνονται· λαβών τυπών φαγών, πλὴν τοῦ πέφνων βαρυνομένου. τὸ δὲ ἑκών ἠκολούθησε τοῖς προειρημένοις, ἀπὸ τοῦ εἴκω τὸ ὑποχωρῶ.

Αἱ εἰς ΑΣ τοῦ πρώτου ἀορίστου βαρύνονται· τύψας ποιήσας, μεθʼ ὧν καὶ ἡ ἴσας ἀπὸ τοῦ ἴσημι.

Αἱ δὲ εἰς ΩΣ τῶν παρακειμένων ὀξύνονται· τετυφώς τετυπώς ἑστώς βεβώς.

Πᾶσα μετοχὴ εἰς Σ λήγουσα ἀρσενικὴ μακροκατάληκτος ὀξύνεται, ὑπεσταλμένων τῶν μετοχῶν τοῦ πρώτου ἀορίστου ἐνεργητικοῦ, περὶ οὗ εἴπομεν· τυφθείς δαρείς τυπείς τιθείς ἱστάς στάς φθάς διδούς πηγνύς ὀλλύς ὀμνύς. πρόσκειται «μακροκατάληκτος» διὰ τὰς εἰς ΜΕΝΟΣ μετοχάς· αὗται γὰρ πᾶσαι προπαροξύνονται· τυπτόμενος τυψόμενος τυψάμενος τυπούμενος, πλὴν τῶν τοῦ παρακειμένου παροξυτονουμένων· τετυμμένος πεποιημένος· εἰ μὴ καὶ αὗται πάθωσι· τότε γὰρ ἀναβιβάζουσι καὶ αὗται τὸν τόνον, μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβὰς· ὄρκα ὄρμαι ὄρμενος, ἥδω ἥσω ἧσμαι ἡσμένος καὶ ἄσμενος. πρόσκειται «ὑπὲρ τρεῖς συλλαβὰς» διὰ τὸ ἀκαχῶ ἀκαχήσω ἠκάχημαι ἀκαχημένος. ...

Αἱ εἰς Η λήγουσαι θηλυκαὶ παροξύνονται· τυπτομένη τετυμμένη.

Αἱ εἰς Α θηλυκαὶ προπαροξύνονται ἢ προπερισπῶνται. καὶ προπερισπῶνται μὲν, ὅσαι ἀπὸ ὀξυτόνων εἰσὶν ἀρσενικῶν ἢ περισπωμένων· νοῶν νοοῦσα, εὐφρανῶν εὐφρανοῦσα, τυπείς τυπεῖσα, τετυφώς τετυφυῖα. προπαροξύνονται δὲ, ὅσαι ἀπὸ βαρυτόνων εἰσὶν ἀρσενικῶν· λέγων λέγουσα, τύψων τύψουσα, ποιήσας ποιήσασα.

Αἱ οὐδέτεραι μετοχαὶ ὁμοτονοῦσι τοῖς ἰδίοις ἀρσενικοῖς· ὁ τύπτων τὸ τύπτον, ὁ ποιῶν τὸ ποιοῦν, ὁ λαβών τὸ λαβόν, ὁ ποιήσας τὸ ποιῆσαν, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα.

Αἱ συντιθέμεναι μετοχαὶ οὐκ ἀναβιβάζουσι τὸν τόνον· ἐλθών ἀνελθών, βάς ἀναβάς, πατῶν περιπατῶν. εἰ δὲ ἀναβιβάσωσι τὸν τόνον, οὐκέτι μένουσι μετοχαὶ, ἀλλʼ ὀνόματα γίνονται· τλάς Ἄτλας, βάς Ἄβας, φάς Περίφας, χωρὶς τῆς ἑκών καὶ ἀέκων. Περὶ τόνου ἄρθρων ἀντωνυμιῶν καὶ προθέσεων. Βιβλίον ιηʹ.

Αἱ εὐθεῖαι καὶ αἰτιατικαὶ τῶν ἄρθρων ὀξύνονται· ὅ τόν οἵ τούς οὕς ἥ ἥν τήν τά ἅ. αἱ γενικαὶ καὶ δοτικαὶ περισπῶνται· τοῦ τῷ τοῖν ταῖν τῆς τῇ τοῦ τῷ τῶν ταῖς τοῖς. καὶ τὸ ὦ τῆς κλητικῆς περισπᾶται.

Αἱ πρωτότυποι ἀντωνυμίαι, μὴ οὖσαι μονοπρόσωποι, ἑνικαὶ μὲν οὖσαι ὀξύνονται· ἐγώ σύ ἵ ἐμοί σοί οἵ ἐμέ σέ ἕ, ὑπεσταλμένων τῶν γενικῶν καὶ δοτικῶν τοῦ τρίτου προσώπου, αὗται γὰρ περισπῶνται ......· νῶϊν νῷν κατὰ συναίρεσιν, ὥσπερ καὶ τὸ σφῶϊν σφῷν τῆς περισπωμένης φυλαττομένης. καὶ πάλιν νῶϊ σφῶϊ· αὗται δὲ πάσχουσιν ἀποκοπὴν καὶ ὀξύνονται· νώ σφώ. τὸ γὰρ ἐν τοῖς δυϊκοῖς Ω ἀποστρέφεται τὴν περισπωμένην, διὸ τὼ καλώ, τὼ σοφώ. πρόσκειται «ὑπεσταλμένων τῶν τοῦ τρίτου προσώπου», ἐπειδὴ αὗται ὀξύνονται· σφωέ σφωΐν. πληθυντικαὶ δὲ οὖσαι περισπῶνται· ἡμεῖς ὑμεῖς σφεῖς ἡμῶν ὑμῶν σφῶν ἡμῖν ὑμῖν ἡμᾶς ὑμᾶς. ἡ σφίν ὀξύνεται· συνεσταλμένον γὰρ ἔχει τὸ Ι. τὴν σφᾶς οἱ μὲν ὀξύνουσι, οἱ δὲ περισπῶσι.

Αἱ μονοπρόσωποι μονοσύλλαβοι μὲν οὖσαι ὀξύνονται· μίν καὶ νίν. ὑπὲρ μίαν δὲ συλλαβὴν οὖσαι καὶ μὴ ἔχουσαι τὴν διὰ τοῦ Ι ἐπέκτασιν βαρύνονται· οὗτος ἐκεῖνος ὅδε, ὑπεσταλμένης τῆς αὐτός ὀξυτόνου καὶ τῆς ὁ δεῖν περισπωμένης. τὰ δὲ ἐπέκτασιν πάσχοντα ὀξύνεται· οὑτοσί ἐκεινοσί ὁδί. μονοπρόσωποι δὲ λέγονται ὡς μὴ ἔχουσαι δεύτερα καὶ τρίτα πρόσωπα.

Αἱ παράγωγοι ἀντωνυμίαι αἱ εἰς ΕΘΕΝ μὲν οὖσαι βαρύνονται· ἐμέθεν σέθεν ἕθεν· αἱ δὲ διὰ τοῦ ΔΑΠΟΣ ἐκφερόμεναι ὀξύνονται· ἡμεδαπός ὑμεδαπός.

Αἱ εἰς ΟΣ κτητικαὶ ἀντωνυμίαι διὰ τοῦ ΤΕΡΟΣ μὲν ἐκφερόμεναι προπαροξύνονται· νωΐτερος σφωΐτερος ὑμέτερος ἡμέτερος σφέτερος· μὴ διὰ τοῦ ΤΕΡΟΣ δὲ ὀξύνονται· ἐμός σός ἑός.

Πᾶσα πρόθεσις ὀξύνεται δισύλλαβος· ἀνά κατά διά μετά παρά ἀντί ἐπί περί ἀμφί ἀπό ὑπό ὑπέρ, εἰ μὴ κατὰ ἀναστροφὴν παραληφθῶσι· τότε γὰρ βαρύνονται, οἷον· ἄστυ κάτα Ξανθοῖο. εἰσὶ δὲ προθέσεις δέκα καὶ ὀκτώ. τούτων αἱ μὲν ὀρθοτονούμεναι δέκα· ἀνά διά ἀμφί ἀντί σύν ἐξ εἰς ἐν πρός πρό. ἐγκλινόμεναι δὲ καὶ ἀναστρεφόμεναι ὀκτὼ· κατά μετά παρά περί ἀπό ἐπί ὑπό ὑπέρ.

Περὶ τόνου τῶν ἐπιῤῥημάτων καὶ συνδέσμων. Βιβλίον ιθʹ.

Τὰ ἐπιῤῥήματα ἀπὸ πασῶν τῶν πτώσεων γίνονται.

Πᾶν δὲ μονοσύλλαβαν ἐπίῤῥημα ὀξύνεται· ἄψ μάψ, δάξ παρὰ τὸ δήκω, ὅπερ καὶ ὀδάξ λέγεται λάξ πύξ μίξ καὶ ἀπρίξ, χθές δίς τρίς, πρίν, μύ τὸ θρηνητικὸν μά νή. τούτοις ὁμοίως ὀξύνεται καὶ τὰ ἐπιτατικὰ καὶ στερητικὰ μόρια· ζά δά δύς νό νέ νή ἐρί ἀρί, ἃ οὐδέποτε καθʼ αὑτὰ λέγονται, ἀλλʼ ἐν συνθέσει.

Τὰ ἔχοντα φύσει μακρὰν μονοσύλλαβα ὄντα πὴ μὲν περισπᾶται, πὴ δὲ ὀξύνεται. τὰ μὲν οὖν πυσματικὰ περισπῶνται· ποῦ πῆ ποῖ πῶς. ἀνταποδοτικὰ δὲ ταῦτα γινόμενα μεταβάλλει τὸν τόνον· ὅπως ὅπη ὅποι ὅπου. περισπᾶται δὲ καὶ ὅσα ἔχει δίχρονον ἐκτεταμένον· ἆ νῦν γρῦ κρῖ, ὁπότε ἐκτείνεται, ὁπότε δὲ συστέλλεται, ὀξύνεται. τὸ δὲ λί ὀξύνεται ὡς ἔχον Ι.

Τὰ μέντοι μονοσύλλαβα ἔχοντα τὸ Η μὴ προσκειμένου τοῦ Ι ὀξύνεται· νή πλήν δήν ἥ τὸ ἰσοδυναμοῦν τῷ ΩΣ. τὸ δὲ ᾗ ὅπου περισπᾶται.

Τὰ μέντοι ἔχοντα τὸ Ω ὀξύνεται καὶ βαρύνεται· τώς ὥς. τὸ δὲ οὕτως παροξύνεται.

Τὰ εἰς ΩΣ μέγα ἐπιῤῥήματα ἐπὶ τέλους ἔχοντα τὸν τόνον περισπῶνται· ἀληθῶς ἀψευδῶς. τὸ καθώς καὶ ὥς ἀντὶ τοῦ οὕτως ὀξύνεται.

Τὰ εἰς Ω ὀξύνεται· ἰώ ὤ. τὸ δὲ τῆς κλητικῆς περισπᾶται· ὦ.

Τὰ εἰς ΩΝ πάντα ὀξύνονται· ἐμποδών ἐκποδών ἐκδεξιών ἐξαριστερών τελευτών χρεών.

Τὰ εἰς Σ διὰ τοῦ Η περισπῶνται· ἑξῆς ἐφεξῆς καθεξῆς. τὰ δὲ διὰ τοῦ Ι ὀξύνεται· δίς τρίς χωρίς.

Τῶν εἰς Η ληγόντων περισπῶνται ταῦτα· διπλῆ τριπλῆ τριχῆ τετραχῆ ἡσυχῆ πεζῆ πανταχῆ, ὡς ἀπὸ περισπωμένων γινόμενα τῶν διπλῶς τριπλῶς πεζῶς πανταχοῦ. περισπᾶται καὶ τὸ ὁμαρτῇ ἁμαρτῇ κομιδῇ πῆ ᾗ ἀντὶ τοῦ ὅπου καὶ ἀντὶ τοῦ καθά. ὀξύνεται δὲ ταῦτα· ὠή ἰωή δηλαδή.

Ὀξύνεται καὶ τὸ ἀκμήν.

Τὰ εἰς Ι λήγοντα ὀξύνεται· ἀμισθί ἀπνευστί δευρί. προπερισπῶνται δὲ ταῦτα· αὖθι ᾗχι ἶφι. τὸ ναίχι δὲ παροξύνεται.

Καὶ τὰ εἰς ΑΙ δίφθογγον ὀξύνεται· χαμαί βαβαί.

Τὸ δὲ εἴθε καὶ αἴθε παροξύνεται. τὸ χαμάζε δὲ προπερισπώμενον εὗρον, ἀλλʼ ἡ συνήθεια παροξύνει.

Τὰ εἰς ΟΙ περισπῶνται· ἐνταυθοῖ Ἰσθμοῖ ποῖ. οἴκοι δὲ ἀντὶ τοῦ εἰς τὸν οἶκον παροξύνεται.

Τὰ εἰς ΟΙ καὶ εἰς ΑΙ σχετλιαστικὰ παραλόγως περισπῶνται· ὀττοτοῖ εὐοῖ παπαῖ ἀταταῖ, πλὴν τοῦ αἴ οὐαί βαβαί. παροξύνεται δὲ τὸ οἴμοι ὤμοι. ἡ δὲ συνήθεια ὀξύνει τὸ παπαί καὶ ἀταταί.

Τὰ εἰς ΕΥ περισπῶνται· φεῦ ἐλελεῦ εὖ.

Καὶ τὰ εἰς ΟΥ περισπῶνται· πανταχοῦ ἀλλαχοῦ ἀγχοῦ ὁμοῦ αὐτοῦ ἀντὶ τοῦ εἰς τὸν τόπον αὐτὸν καὶ τὰ λοιπὰ, πλὴν τοῦ ἰδού ἰού καὶ οὔ τὸ ἀρνητικόν. τοῦτο καὶ ἐν τῇ συνηθείᾳ ὀξύνεται.

Τὰ εἰς Υ ὀξύνεται· ἰθύ εὐθύ μεσηγύ. σὺν τούτοις καὶ τὸ εὐθύς.

Τὰ εἰς Ξ ὀξύνεται· ὀδάξ ἀπρίξ.

Τὰ εἰς Α· τριχθά τετραχθά ἀναφανδά. καὶ τὰ ἄλλως ἔχοντα τὸ Α· ἄψ μάψ λάξ διαμπάξ.

Τὰ δὲ διὰ τοῦ Α πρὸ μιᾶς ἔχοντα τὸν τόνον καὶ μακρᾷ παραληγόμενα προπερισπῶνται· ὦκα ἦκα αἶψα οἷα ἀντὶ τοῦ καθά. τὸ ἅμα παροξύνει τὴν παραλήγουσαν, καὶ τὸ κάρτα διὰ τὸ θέσει μακρόν.

Τὰ εἰς ΑΡ προπερισπῶνται· αὐτῆμαρ ἐννῆμαρ.

Τὰ ἐρωτηματικὰ περισπῶνται· πῶς ποῦ ποῖ πῆ. τὸ πώποτε προπαροξύνεται καὶ ... προπερισπᾶται. τὸ ἱνατί καὶ διατί καὶ ἐν τῇ συνεπείᾳ ὀξύνεται.

Πᾶς σύνδεσμος μονοσύλλαβος βραχυκατάληκτος ὀξύνεται· γάρ ἄρ ῥά δέ τέ μέν κέν ἄν πέρ.

Οἱ εἰς Α σύνδεσμοι ὑπὲρ μίαν συλλαβὴν βαρύνονται· ἄρα κᾷτα ὄφρα ἵνα ἕνεκα οὕνεκα δῆτα, πλὴν τοῦ ἀλλά.

Οἱ συμπλεκτικοὶ σύνδεσμοι ὀξύνονται· μέν δέ τέ καί ἀλλά ἠμέν ἠδέ ἀτάρ αὐτάρ, ὑπεσταλμένου τοῦ ἤτοι βαρυτόνου. οὗτος γὰρ οὐ μόνον συμπλεκτικὸς, ἀλλὰ καὶ διαζευκτικός.

Αἱ εἰς Σ λήγοντες ὑπὲρ μίαν συλλαβὴν βαρύνονται· ὅπως ἔμπης ὅμως καίτοι.

Πᾶς σύνδεσμος παραπληρωματικὸς ὀξύνεται, χωρὶς εἰ μὴ δίφθογγον τὴν διὰ τοῦ Υ ἔχοι· δή θήν νύ ἄρ ῥά τοί γέ πέρ μήν. αὖ περισπώμενος ἔχων τὸ Υ.

Οἱ αἰτιολογικοὶ ὑπὲρ μίαν συλλαβὴν ὄντες βαρύνονται· ἕνεκα ὄφρα ὅτι χάριν.

Οἱ μονοσύλλαβοι σύνδεσμοι ἔχοντες δίφθογγον τὴν διὰ τοῦ Ι ὀξύνονται· τοί καί εἴ ὅθεν τὸ ἐπεί, ὁ δὲ οὖν περισπᾶται.

Ὁ Η σύνδεσμος καὶ ὀξύνεται καὶ περισπᾶται. καὶ ἡνίκα μὲν εὑρεθῇ διαπόρησις μετὰ διαζεύξεως, τότε ὁ Η ἐν τῇ ἀρχῇ ὢν ὀξύνεται, ἐν δὲ τῷ μέσῳ περισπᾶται· ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα. ἡνίκα δὲ εὑρεθῇ διαπόρησις ἄνευ διαζεύξεως, τότε ὁ Η, εἴτε ἐν ἀρχῇ εἴτε ἐν μέσῳ εὑρεθῇ, περισπᾶται· ἦ τῷ Ἀχιλλεῖ ἦ τοῖς Μυρμιδόσιν, ἀντὶ τούτῳ κἀκείνοις.

Καὶ ταῦτα μὲν περὶ τόνων, διεξοδικῶς μὲν, ἀλλὰ τοσοῦτον· οὐ γὰρ ἄλλως κατʼ ἐμὲ οἷόν τʼ ἦν συντεθεῖσθαι τῷ τὸ μῆκος τῆς Ἡρωδιανοῦ πραγματείας ἐκφυγεῖν βουλομένῳ. νῦν δὲ περὶ αἰτίας τῆς τῶν τόνων εὑρέσεως καὶ τῶν σχημάτων αὐτῶν διὰ βραχέων διαληψόμεθα· ἔτι δὲ περὶ χρόνων καὶ πνευμάτων. Περὶ τῆς τῶν τόνων εὑρέσεως, καὶ τῶν σχημάτων αὐτῶν, καὶ περὶ χρόνων καὶ πνευμάτων. Βιβλίον κʹ.

Οἱ χρόνοι καὶ οἱ τόνοι καὶ τὰ πνεύματα Ἀριστοφάνους ἐκτυπώσαντος γέγονε πρός τε διαστολὴν τῆς ἀμφιβόλου λέξεως, καὶ πρὸς τὸ μέλος τῆς φωνῆς συμπάσης καὶ τὴν ἁρμονίαν, ὡς ἐὰν ἐπᾴδοιμεν φθεγγόμενοι. σκέψαι δʼ, ὡς ἕκαστον αὐτῶν φυσικῶς ἅμα καὶ οἰκείως, καθάπερ τὰ ὄργανα, ἐσχημάτισται καὶ ὠνόμασται, ἐπειδὴ καὶ ταῦτα ἔμελλε τῷ λόγῳ ὥσπερ ὄργανα ἔσεσθαι. ἑώρακε γὰρ καὶ τὴν μουσικὴν οὕτω τὸ μέλος καὶ τοὺς ῥυθμοὺς σημαινομένην, καὶ πὴ μὲν ἀνιεῖσαν, πὴ δʼ ἐπιτείνουσαν, καὶ τὸ μὲν βαρὺ, τὸ δὲ ὀξὺ ὀνομάζουσαν. εἰ δέ ποτε ἐπᾴδοιμεν, ἢ τέλεον ἐπιτείνοντες, ἢ πάλιν ἀνιέντες, τοῦτο σκληρὸν καὶ μαλακὸν ἐκάλει. κατὰ τοῦτο καὶ ὁ Ἀριστοφάνης σημεῖα ἔθετο τῷ λόγῳ πρῶτα ταῦτα, ἵνʼ ἅμα συλλαβῆς καὶ λέξεως γενομένης κανών τις ἕποιτο, καὶ σημεῖον ὀρθότητος· ἔπειτα τρίχα τεμὼν τὴν κίνησιν τῆς φωνῆς, τὸ μὲν εἰς χρόνους, τὸ δὲ εἰς τόνους, τὸ δὲ εἰς αὐτὸ τὸ πνεῦμα. καὶ τοὺς μὲν χρόνους τοῖς ῥυθμοῖς ᾔκασε, τοὺς δὲ τόνους τοῖς τόνοις τῆς μουσικῆς. καὶ σημεῖα ἔθετο ἐφʼ ἑκάστῳ καὶ ὀνόματα, τοῖς μὲν χρόνοις τὸ βραχὺ καὶ τὸ μακρὸν ἐπονομάσας, καὶ σχήματα οἰκεῖα ποιησάμενος, τῷ μὲν μακρῷ τὴν εὐθεῖαν γραμμὴν καὶ ἀποτεταμένην … τῷ δὲ βραχεῖ τὴν συνεστραμμένην καὶ συνέχουσαν ὥσπερ ἑκατέρωθεν τὸν φωνὴν … τῶν δὲ τόνων τὴν μὲν ἄνω τείνουσαν καὶ εὐθεῖαν, καὶ εἰς ὀξὺ ἀπολήγουσαν, ἐοικυῖαν τοῖς βέλεσι τοῖς ἐφιεμένοις, ὀξεῖαν ἐπονομάσας … τὴν δὲ ἐναντίαν ταύτῃ βαρεῖαν … ἐπεὶ δὲ ἑώρα τὴν ἔξω τοῦ μέλους λέξιν οὐ κατὰ τὸ βαρὺ μόνον, οὐδʼ ἐν τῷ ὀξεῖ καταμένουσαν, ἀλλὰ καὶ τρίτου τινὸς δεομένην τόνου, τούτου δὴ τοῦ περισπωμένου, πρότερον αὐτῆς τῆς φωνῆς τὴν δύναμιν ἐσκοπεῖτο. Καὶ ἐπεὶ συνέβαινε ταῖς περισπωμέναις λέξεσιν εὐθὺς ὑπʼ ἀρχομένην τὴν φωνὴν ὀξύ τι ὑπηχεῖν, κατατρέπειν δὲ ὡς εἰς τὸ βαρὺ οὐδὲν ἄλλο ἢ μίξιν καὶ κρᾶσιν ἐξ ἀμφοῖν, τοῦ τε ὀξέος καὶ τοῦ βαρέος ἡγησάμενος εἶναι τὸ περισπώμενον, οὕτως αὐτῷ καὶ τὸ σχῆμα ἐποιήσατο. ἐφαρμοσάμενος γὰρ ἀλλήλαις τὰς εὐθείας ἑκατέρας, τήν τε τοῦ ὀξέος καὶ τὴν τοῦ βαρέος, ταύτην εἶναι τὴν περισπωμένην ἔλεγεν, ὧδέ πως αὐτὴν ἐξ ἀμφοῖν τοῖν τόνοιν ἐξ ὧν ἐγένετο … ὀξυβάρειαν ὀνομάζων. ἐπεὶ δὲ ὁμοιότητα αὐτὸ τὸ σχῆμα τοῦ τόνου πρὸς τῶν γραμμάτων ἔμελλεν ἕξειν τῷ Λ, δεδοικὼς, μή τι ἄρα ἐν τῇ παραθέσει τῶν γραμμάτων παραμιγνύῃ τὴν ἀνάγνωσιν, βραχύ τι τὴν εὐθεῖαν τῶν γωνιῶν κλάσας, καὶ περιτείνας αὐτὰς εἰς ἡμικύκλιον, ἅμα τῷ σχήματι τῆς περισπωμένης καὶ τὸ ὄνομα ἐπὶ τὸ οἰκειότερόν τε καὶ εὐφωνότερον μετέβαλεν ..... ἀλλʼ ἑκάστῳ πνεύματι οὐκ ἀτέχνως οὐδʼ ἀμούσως τὰ σημεῖα ἐπέθετο· καθάπερ οἱ τοῖς αὐλοῖς τὰ τρήματα εὑράμενοι, ἐπιφράττειν αὐτὰ καὶ ὑπανοίγειν ὁπότε βούλοιντο, κέρασί τισιν ἢ βόμβυξιν ὑφολμίοις ἐπετεχνάσαντο, ἄνω καὶ κάτω, καὶ ἔνδον τε καὶ ἔξω στρέφοντες αὐτὰ, οὑτωσὶ κἀκεῖνος ὥσπερ κέρατα τὰ σημεῖα ἐποιήσατο τῷ πνεύματι, ἕν τι σχῆμα ἑκατέρῳ σημηνάμενος, ὅπερ ἔνδον καὶ ἔξω στρέφων ἐπιφράττειν τε καὶ ὑπανοίγειν τὸ πνεῦμα διέταξεν. ἐπιφράττει μὲν γὰρ αὐτὸ καὶ ἐπέχει, ὁπότε ψιλοῦν ἐπιτάττοι, ἀφίησι δὲ καὶ ὑπανοίγει, ἡνίκα ἐπιπνέοντες ἡμεῖς δασέως λέγειν ἀναγκαζόμεθα.

Ἐποιήσατο δὲ καὶ τῇ πεπονθυίᾳ λέξει σημεῖα, τά τε συναληλιμμένα ἡμῖν διακρίνοντα καὶ τὰ συγκείμενα καὶ τὰ λελυμένα· οἷον τήν τε ἀπόστροφον νῦν καλουμένην ἐπὶ τοῖς συναληλιμμένοις τάξας, καὶ τὴν ὑποδιαστολὴν ἐπὶ τοῖς ἀπʼ ἀλλήλων λυομένοις, καὶ αὖ τὴν ὑποτείνουσαν εὐθεῖαν ........ τὰ συγκείμενα, ἣν ὑφὲν οὕτως ὀνομάζομεν, ἐπὶ τοῖς συμπεπλεγμένοις. τὰ δὲ σχήματα τούτων σὺν τοῖς ἄλλοις μετʼ ὀλίγα γραφθήσονται. ἀλλὰ καὶ τὰς στιγμὰς σημεῖα εἶναι οὐ μόνον τῇ λέξει, ἀλλὰ δὴ καὶ τοῦ λόγου, διέταξεν ἀνέσεις καὶ ἐποχὰς τῷ πνεύματι καὶ τῇ φωνῇ παρεχόμενος, καὶ χώρας αὐταῖς καὶ δυνάμεις ὡρισμένας διένειμεν. τὴν μὲν ἀπαρτίζειν ἀεὶ τὴν διάνοιαν τελείαν στιγμὴν ὑπέθετο, ἣν καὶ τίθησιν ἄνω κατὰ τὴν κεφαλὴν τοῦ στοιχείου, τὸ κῦρος ὥσπερ ἔχουσαν τοῦ λόγου, καὶ βαρύνουσαν τὴν φωνήν. τὴν δὲ ὑπὸ τῇ βάσει, ἣν καὶ ὑποστιγμὴν καλοῦμεν, οὐκ ἀπαρτίζειν μὲν τὴν διάνοιαν ὥρισεν, πόθεν δὲ τοῦ μέλλοντος εἰρῆσθαι ὑφιέναι μὲν ἠρέμα τοῦ πνεύματος εἰς ὀξὺ τὸ λεῖπον ὥσπερ τοῦ λόγου τηροίη. τὴν δὲ μέσην καλουμένην ἀμφοτέρων, οὐδὲ αὐτὴν μὲν ἀπαρτίζειν τὴν διάνοιαν ἔταξεν, ἀναπαύειν δὲ ἐν καιρῷ τὸ πνεῦμα ἐπίσης τῇ φωνῇ χρωμένων, ἐπειδὰν ᾖ ὁ λόγος πολὺς καὶ μακρός. ὥρισε καὶ τοῖς τόνοις καὶ τοῖς πνεύμασι τεταγμένως περιπολεῖν τὴν λέξιν, τὸν μὲν ὀξὺν τόνον ἐν ἅπαντι μέρει καθαρῷ τόνου ἅπαξ ἐμφαίνεσθαι δοκιμάσας· καὶ μεμετρημένως ἐπὶ τοῦ πέρατος τῆς λέξεως, ὁπότε καὶ κυριεύοι τοῦ ὀνόματος ἡ παρὰ τὸ πέρας, ἢ τρίτον ἀπὸ τοῦ πέρατος· πόῤῥω γὰρ τοῦδε οὐ πρόεισιν, οὐδʼ ἂν ἐπιμήκιστον εἴη τὸ ὄνομα. ὁπότε δὲ αὐτὸς ἐνσταίη τὴν λέξιν ὁ τόνος, τηνικαῦτα περισπώμενος γίνεται. ἄμφω γὰρ ἅμα ἀδύνατον, ὅτι ἐκ τοῦ ὀξέος καὶ τοῦ βαρέος ὁ περισπώμενος, ὥσπερ εἴρηται, γέγονεν. φαίνεται δὲ καὶ οὗτος τὰ πολλὰ ἐπὶ τοῦ πέρατος, ..... ἐπιπόῤῥω δʼ εὑρεῖν ἀδύνατον.

Ὁ δὲ βαρὺς τόνος, ἅτε καὶ ἁπλοῦς τις ὢν καὶ μικροτέραν ἔχων δύναμιν, ἀτάκτως καὶ ἀμέτρως περίεισι τὴν λέξιν ἁπανταχῆ, καὶ πολλάκις καὶ ὅπη τύχοι φαινόμενος. οὕτω καὶ ἐπὶ τῶν πνευμάτων τὸ μὲν δασὺ κατὰ τὴν ἀρχὴν ἀεὶ φαίνεται, καὶ μέσον ὀλιγάκις, εἰ συγκέοιτο τὸ ὄνομα· τὸ δὲ ψιλὸν οἷά τε ἀέριον καὶ κεχυμένον ἀπεριόριστον ὂν ἁπανταχῆ. καὶ οἱ χρόνοι δὲ καὶ τὰ σημεῖα τῶν παθῶν τέτακταί πως φυσικῶς. Περὶ προσῳδιῶν.

Προσῳδίαι εἰσὶ δέκα· ὀξεῖα, οἷον· θεός, βαρεῖα, οἷον· Πὰν, περισπωμένη, οἷον· πῦρ ῀, μακρὰ, οἷον· Ἄρη–ς –, βραχεῖα, οἷον· Ἄρ̆ης, δασεῖα, οἷον· ἥλιος ʽ, ψιλὴ, οἷον· ἠέλιος ʼ, ἀπόστροφος, οἷον· ὡς ἔφατʼ ʼ, ὑφὲν, οἷον· πασι͜μέλουσα ῀, ὑποδιαστολὴ, οἷον· Δία δʼ οὐκ ἔχε, νήδυμος ὕπνος. Διαιροῦνται δὲ αὗται εἰς τέσσαρα· εἰς τόνους, εἰς χρόνους, εἰς πνεύματα καὶ εἰς πάθη.

Τόνοι μὲν τρεῖς· ὀξεῖα βαρεῖα περισπωμένη. χρόνοι δὲ δύο· μακρά βραχεῖα. πνεύματα δὲ δύο· δασεῖα ψιλή. πάθη δὲ τρία· ἀπόστροφος ὑφέν ὑποδιαστολή.

Ὀξύτονον ὄνομα καλεῖται τὸ ἐπὶ τέλους ἔχον ὀξεῖαν, οἷον· σοφός καλός. παροξύτονον καλεῖται τὸ πρὸ μιᾶς συλλαβῆς τοῦ τέλους ἔχον ὀξεῖαν, οἷον· φίλος νέος. προπαροξύτονον ὄνομα καλεῖται τὸ πρὸ δύο συλλαβῶν τοῦ τέλους ἔχον τὴν ὀξεῖαν, οἷον· φιλόσοφος φιλόκαλος. περισπώμενον καλεῖται τὸ ἐπὶ τέλους ἔχον τὴν περισπωμένην, οἷον· Ἡρακλῆς Σοφοκλῆς· προπερισπώμενον ὄνομα καλεῖται τὸ πρὸ μιᾶς συλλαβῆς τοῦ τέλους ἔχον τὴν περισπωμένην, οἷον· δῆμος κῆπος. πρὸ δύω οὖν συλλαβῶν περισπωμένη οὐ τίθεται, οὔτε ὀξεῖα πρὸ τριῶν συλλαβῶν εὑρίσκεται. ἡ δὲ βαρεῖα τίθεται τὴν τελευταίαν τρέπων εἰς αὐτὴν, ὅτε ὁ λόγος τρέχει στιγμὴν μὴ ἔχων, οἷον· καλὸς καὶ σοφὸς καὶ σεμνὸς καὶ ἀγαθὸς καὶ εὐσεβὴς ἀνὴρ ἐμοὶ συνδραμὼν διελέχθη. πᾶσα λέξις τούτου τοῦ λόγου αὐτὴ καθʼ αὑτὴν ὀξύνεται, ἀλλʼ ἐν τῇ συνδρομῇ τοῦ λόγου μεταβάλλεται εἰς βαρεῖαν· κυλινδροειδὴς γάρ ἐστι, καὶ δείκνυσιν, ὅτι στιγμὴν οὐκ ἔχει. καὶ δηλοῖ διὰ τῆς ἐπικλήσεως αὐτῆς, ὅτι συνδέδεται ἔτι ὁ λόγος, συναπτομένης τῆς ἄνω λέξεως τῇ μετʼ αὐτήν. τίθεται καὶ ἐπὶ τέλους, οἷον· Πὰν δή. Περὶ χρόνων.

Τῶν χρόνων οἱ μὲν μακροὶ, οἱ δὲ βραχεῖς. καὶ μακρὸς χρόνος ἐστὶ φωνήεντος ἔκτασις· βραχὺς δὲ τοὐναντίον, οὗ παραδείγματα πάντα τὰ βραχυκατάληκτα. τοῦ δὲ μακροῦ χρόνου ταῦτα.

Πᾶν ὄνομα μονοσύλλαβον μακροκατάληκτόν ἐστι φύσει ἢ θέσει, οἷον· στύξ νύξ πᾶς λίς κίς Κάρ· πλὴν τοῦ τίς.

Πᾶν ἀρσενικὸν καὶ θηλυκὸν εἰς ἀμετάβολον λῆγον μακροκαταληκτεῖ· Ἀλκμάν παιάν δελφίν ἀκτίν ῥίν Σαλαμίν Κάρ ψάρ μάρτυρ φόρην. σεσημείωται τὸ μάκαρ δάμαρ.

Τὰ εἰς ΑΣ ἀρσενικὰ βαρύτονα, εἴτε ὀνόματα, εἴτε μετοχαὶ, ἐκτείνονται· Αἴας Θόας Αἰνείας λέξας ποιήσας. σεσημείωται τὸ μέγας καὶ τὸ λᾶας.

Τὰ εἰς ΑΣ ὀξύτονα, εἰ μὲν εἴη ὀνόματα, συστέλλονται, εἰ δὲ μετοχαὶ, ἐκτείνονται· Ἀρκάς φυγάς ἐθάς κιχράς ἱστάς πιμπράς. σεσημείωται τὸ ἱμάς καὶ ἀνδριάς, καὶ ὅσα παρὰ τὸ κέκραμαι· ἰσοκράς ἁλικράς.

Τὰ διὰ τοῦ ΥΝΟΣ δισύλλαβα ἐκτείνει τὸ Υ· φρυνός γρυνός θυνός. σεσημείωται τὸ πλυνός.

Τὰ διὰ τοῦ ΥΝΟΣ ὑπὲρ δύο συλλαβὰς, εἰ μὲν παραλήγει τὸ Σ, συστέλλει τὸ Υ· δεσπόσυνος πίσυνος θάρσυνος· εἰ δὲ μὴ παραλήγει τῷ Σ, ἐκτείνει τὸ Υ· κίνδυνος εὔθυνος Πάχυνος. διὸ καὶ τὸ βόθυνος ἀναλόγως ἐκτείνουσιν Ἀττικοί.

Τὸ ἀνδρόγυνος λάγυνος, καὶ τὰ ὅμοια τοῦ γυνή ἐτήρησαν τὸν χρόνον. τὸ μόσυνος Φόρκυνος Πόλτυνος τῶν εὐθειῶν συστελλομένων ἐξέτειναν τὸ Υ, ὡς Ἡρωδιανός.

Τὰ εἰς ΥΝ θηλυκὰ δισύλλαβα ἐκτείνει τὸ Υ· μύνη Φρύνη, πλὴν τοῦ γυνή. τὰ δὲ ὑπὲρ δύο συλλαβὰς συστέλλει τὸ Υ, διὰ τὸ ΣΥΝΗ· κερδοσύνη βριθοσύνη ὑποθημοσύνη. ἀλλὰ καὶ κορύνη χελύνη Ταμύνη. ἐκτείνουσι δὲ Ἀττικοὶ τὸ τορύνη.

Τὰ διὰ τοῦ ΥΝΩ ῥήματα ὑπερδισύλλαβα βαρύτονα ἐκτείνει τὸ Υ· ὀτρύνω μολύνω.

Πᾶν θηλυκὸν εἰς Α λῆγον, ὀξυνόμενον μὲν ἢ περισπώμενον, ἐκτείνει αὐτὸ, οἷον· Ἀθηνᾶ πυρκαϊᾶ μνᾶ· διὸ καὶ τὰ ἀργυρᾶ καὶ ἀργυρᾶ ὁτὲ μὲν ἐκτείνεται ὀξυνόμενον παρʼ Ἴωσι, ὁτὲ δὲ βαρύνεται καὶ συστέλλει αὐτό.

Τὰ διὰ τοῦ ΥΡΑ θηλυκὰ ἀμοιβὴν ποιοῦνται τοῦ τόνου· ἢ γὰρ ἐκτείνουσι τὸ Υ καὶ συστέλλουσι τὸ Α καὶ προπαροξύνονται· ἄγκυρα Κέρκυρα ὄλυρα· ἢ ἐκτείνοντα τὸ Α συστέλλει τὸ Υ καὶ παροξύνεται· Ἐφύρα πορφύρα· σεσημείωται τὸ κολλύρα τὰς δύο ἐκτεῖνον.

Τὰ εἰς ΡΑ μετʼ ἐπιπλοκῆς συμφώνου ἐκτείνει τὸ Α· Ἠλέκτρα ποτίστρα καλύπτρα ἐνέδρα. σεσημείωται τὸ Τάναγρα καὶ σκολόπενδρα.

Τὰ διὰ τοῦ ΑΙΑ παρώνυμα ἐκτείνει τὸ Α· σεληναία ἁμαξαία ἀρχαία. γαῖα συνέσταλται.

Τὰ εἰς Α λήγοντα θηλυκὰ παρεσχηματισμένα ἀρσενικῷ ὁμόχρονον ἔχει τῷ τέλει τῆς γενικῆς τοῦ ἀρσενικοῦ τὸ Α· ὀξέος ὀξεῖα, τάλανος τάλαινα, χαρίεντος χαρίεσσα. Ῥόδιος δὲ Ῥοδία καὶ Σάμιος Σαμία. διὸ Ἀττικοὶ ἱερέως λέγοντες ἱερεία ἐκτεταμένως λέγουσιν· ἀλλʼ οὐκέτι πανδόκεια βασίλεια. σεσημείωται τὸ μία, καὶ τὸ δῖα γυναικῶν, τὸ ἴα ἀπὸ τοῦ ἴος ἴου.

Τὰ εἰς ΩΝ συγκριτικὰ οὐδέποτε ἐκτεταμένῳ διχρόνῳ παραλήγεται· βράσσων ἐλάσσων θάσσων σεσημείωται, ὅτι φύσει μακρᾷ παραλήγεται.

Τὰ διὰ τοῦ ΑΡΙΟΝ ὑποκοριστικὰ συστέλλει τὸ Α· ἱππάριον πλοιάριον.

Τὰ διὰ τοῦ ΙΝΗ ὑπὲρ τρεῖς συλλαβὰς ἐκτείνει τὸ Ι· Αἰητίνη θριδακίνη ἡρωΐνη. τὸ εἰλαπίνη Μολυβδίνη ὄνομα πόλεως συνέσταλται.

Τὰ διὰ τοῦ ΙΝΟΣ ὑπὲρ δύο συλλαβὰς ὀξύτονα παρὰ καιροῦ συντιθέμενα συστέλλει τὸ Ι· ἐαρινός νυκτερινός θερινός. οἱ ποιηταὶ δὲ πολλάκις ἐκτείνουσι.

Τὰ εἰς ΟΣ οὐδέτερα δισύλλαβα, ἔχοντα πρὸ τοῦ τέλους τὸ Α, συνεσταλμένον αὐτὸ ἔχει· δάος φάος χάος. πλὴν τοῦ φᾶρος πρᾶγος.

Τὰ εἰς ΣΙ λήγοντα μακρᾷ παραλήγει· ἱστᾶσι κιχρᾶσι. ποιηταὶ δὲ ἐνίοτε συστέλλουσι.

Τὰ ἀπὸ τῶν εἰς ΗΣ ὀξυτόνων διὰ τοῦ ΕΙΑ παροξύτονα συστέλλει τὸ Α, προπαροξύτονα δὲ ἐκτείνει· εὐσέβεια καὶ εὐσεβία, ἀμέλεια καὶ ἀμελία, συνήθεια καὶ συνηθία. τὸ μέντοι ἀμαθία μόνον παροξύνεται καὶ διὰ βραχέος Ι γράφεται.

Αἱ εἰς ΑΙ λήγουσαι εὐθεῖαι πληθυντικαὶ ἐκτείνουσαι τυγχάνουσι τὸ Α τῶν αἰτιατικῶν· Σκύθαι Σκύθας, καλαί καλάς. ......

Τὸ Α πρὸ τοῦ Β ἢ Μ συστέλλεται· ῥάβδος Λάβδακος βλάβη ἅμιλλα ἀμύμων ἅμα.

Τὸ Ι κατʼ ἀρχὴν πρὸ τοῦ Τ συστέλλεται· ἴτυς ἰτέα, ἴτριον. Ἴτωνά τε καὶ ἴτεαι ποιητικά.

Τὰ διὰ τοῦ ΑΝΩ ὑπὲρ δύο συλλαβὰς συστέλλει τὸ Α· λιμπάνω ἁνδάνω λαμβάνω, πλὴν τοῦ ἱκάνω κιχάνω.

Τὰ εἰς ΙΣ καθαρὸν βαρύτονα εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ συστέλλει τὸ Ι· ἔρις Θέτις μῆνις Πάρις ἔχις ὄφις. τὸ ὄρνις εὐκνήμις καὶ τὰ ὅμοια σύνθετα ἐκτείνουσιν Ἀττικοί.

Τὰ εἰς Ι ὀξύτονα θηλυκὰ ἐκτείνει τὸ Ι καὶ μακρᾷ παραλήγει· κορωνίς ψηφίς βαλβίς φαρκίς ἀρωπίς. δικαίως οὖν οἱ Ἀττικοὶ τὸ ἐλπίς καὶ καρίς συστέλλουσι.

Τὰ εἰς ΡΟΣ καθαρὸν δισύλλαβα ἀρσενικὰ τῷ Α παραληγόμενα συστέλλει αὐτὸ· λάρος γάρος σκάρος. Ἀττικοὶ ἐκτείνουσι.

Τὰ εἰς ΜΟΣ καθαρὸν δισύλλαβα ἔχοντα τὸ Υ ἐκτείνουσιν αὐτὸ· χυμός θυμός.

Πᾶν δίχρονον ἐκ κράσεως ὂν ἐκτείνεται· Θέτι ἱρεύς ἴρηξ οἱ νέκυς οἱ βότρυς ῥῦσθαι εὐφυᾶ εὐκλεᾶ. τὸ μέντοι ὑπερδέα δῆμον ἔχοντας καὶ δυσκλέα Ἄργος ἱκέσθαι καὶ νηλέα θυμόν οὐκ ἔστι κατὰ κρᾶσιν, ἀλλὰ κατὰ ἔνδειαν τοῦ ἑνὸς Ε.

Καὶ περὶ τούτων ἅλις· νῦν δὲ περὶ πνευμάτων διαληψόμεθα. Περὶ πνευμάτων.

Πᾶσα πρόθεσις ἀπὸ φωνήεντος ἀρχομένη ψιλοῦται, πλὴν τῆς ὑπό καὶ ὑπέρ, οἷον· ἀντί ἐπί ἀμφί ἀπό ἐν ἐξ.

Πᾶν φωνῆεν πρὸ τοῦ Χ ψιλοῦται· ἔχω ἄχος ἠχώ. τὸ γὰρ ᾗχι δασύνεται, ὅτι κατʼ ἐπέκτασίν ἐστι τῆς ΧΙ.

Τὸ Υ πλεονάζον ψιλοῖ τὰ πρὸ αὐτοῦ φωνήεντα· ὅρος οὖρος, ἕκηλος εὔκηλος, ὁδός οὐδός, ἕαδε εὔαδε.

Πᾶν φωνῆεν εἰς Ρ λῆγον ἐπιφερομένου δασέος ψιλοῦται· ἄρχω ἔρχομαι ὀρχός ὀρφανός. Ἀττικοὶ δὲ δασύνουσι τὸ· εἱρκτή εἱρχθῆναι.

Πᾶν φωνῆεν πρὸ δασέος καὶ τοῦ Ρ ψιλοῦται· ὀφρῦς ἀφρός ὄφρα. τὸ ἅθρους, ὅτε ἐπιτατικὸν ἔχει τὸ Α, δασύνεται παρὰ Ἀττικοῖς.

Τὸ Α Ι Η Ο πρὸ φωνήεντος ὄντα κατὰ διάστασιν ψιλοῦται· ἀάπτους ἀήσυλα ἀΐσσω ἰάπτω ἰατρός ἠΐθεος Ἠετίων ἠέλιος ὀΐω ὀϊστός. σεσημείωται τὸ ἵημι, καὶ ὅσα γέγονε παρʼ αὐτοῦ· ἱερεύς ἱέραξ ἱόμωρος. καὶ τὸ ἱάλλω Ἀττικοὶ δασύνουσι.

Τὸ στερητικὸν Α ψιλοῦται· ἄφιλος ἄοικος πλὴν τοῦ ἅλυσις καὶ ᾅδης.

Τὸ Ε κατὰ τοὺς παρῳχημένους προερχόμενον καὶ ἀποπίπτον ψιλοῦται· ἔλεγον λέγον, ἔστην στῆν. τὸ δὲ ἑήνδανε καὶ ἑώρων οὐκ ἐκ κλίσεως, ἀλλʼ ἐκ πλεονασμοῦ.

Τὸ ἐν ἀντωνυμίαις Ε πρὸ συμφώνου ψιλοῦται· ἐμοί ἐκεῖνος πλὴν τοῦ ἕθεν.

Πᾶν φωνῆεν πρὸ τοῦ Γ ψιλοῦται, πλὴν τοῦ Η καὶ Υ· ἀγοράν ἄγαν ὠγύγιος ἐγγύς. τὸ μέντοι ἁγνός καὶ ἅγιος τοῦ ἅζω ῥήματος τὴν δασεῖαν ἐφύλαξεν.

Τὸ Α πρὸ τοῦ Ζ ψιλοῦται· ... ἐπὶ δὲ τοῦ σέβομαι δασύνεται· ἅζω.

Τὸ Α πρὸ δασέως ψιλοῦται. σεσημείωται τὸ ἁφή καὶ τὸ παρʼ αὐτοῦ.

Πᾶν φωνῆεν, πλὴν τοῦ Υ, ἐπαγομένων δύο δασέων ἢ δασέος σὺν ἀμεταβόλῳ ψιλοῦται· ἴφθιμος ἄφνω ἰχθῦς. σεσημείωται τὸ ἑφθός.

Τὸ Α πρὸ τοῦ Κ ψιλοῦται· ἀκοή ἄκμων ἀκόνη.

Τὸ Α πρὸ τοῦ Λ ἑνὸς ἢ δισσοῦ ψιλοῦται, οἷον· ἄλλως. ὁμοίως καὶ τὸ Ι· ἴλλειν, καὶ τὸ Ω· ὦλλος. σεσημείωται τὸ Ἕλλην Ἑλλάς.

Τὸ Ο πρὸ τοῦ Τ ψιλοῦται· ὀτρηρός ὀτοτύζειν ὄτλος. οὐ μάχεται τὸ ὅτε καὶ ὅτι δασυνόμενα.

Τὸ Η ἐν τροχαϊκῇ λέξει ἀμεταβόλου ἐπαγομένου ψιλοῦται, πλὴν τῶν παρὰ τοῦ ἥσω μέλλοντος· ἦμαρ ἦνις ἤρατο. ἧλος παρὰ τὸ ἵημι καὶ ἥσω.

Τὸ Ο πρὸ τοῦ Π ψιλοῦται, εἰ μὴ τὸ Λ ἐπάγοιτο· ὀπίσω. ὁπόσος ὁποῖος καὶ τὰ ὅμοια ὡς ἀναφορικὰ δασύνεται.

Τὸ Ε ἐπιφερομένου τοῦ Μ ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν ψιλοῦσθαι θέλει· ἔμπλην Ἔμπουσσα.

Τὸ Α ἐπιφερομένου τοῦ Ν ψιλοῦται· ἄνεμος. τὸ ἁνύω Ἀττικοὶ δασύνουσι.

Τὸ Α ἐπαγομένου τοῦ Ρ μετὰ φωνήεντος ψιλοῦται· ἄραβος ἀρετή ἀριθμός. τὸ δὲ χεῖρα ἁραιήν δασύνεται.

Τὸ Α ἐν ταῖς ὑπὲρ μίαν συλλαβαῖς λέξεσιν, ἐπαγομένου τοῦ Σ ἢ ἑνὸς ἢ δισσοῦ ψιλοῦται· Ἀσία ἄστυ ἀστράγαλος ἀσάμινθος. τὸ ἅσσα ὃ δηλοῖ τὸ ἅτινα δασύνεται.

Τὸ Α πρὸ τοῦ Τ ἑνὸς ἢ διττοῦ ψιλοῦται· πλὴν τοῦ ἅτε καὶ ἅτερος.

Τὸ Α Ι Ο ἐπαγομένου τοῦ Ψ ψιλοῦται· ἄψοῤῥον ἴψας ὀψέ. τὰ δὲ παρὰ τὸ ἅψω δασύνεται· ἅψεα ἁψίς.

Τὸ Ε καὶ Ο πρὸ δασέος ψιλοῦται, ὄφις ἔθνος Ἔφεσος.

Τὸ Ο πρὸ τοῦ Ν ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται· ὄνυξ ὄναρ ὄνομα.

Τὸ Ο πρὸ τῶν διπλῶν ψιλοῦται· ὄξος ὀψέ ὄζαινα.

Τὸ Ι πρὸ δασέος ψιλοῦται· ἶφις ἰχθῦς ἰσχανόων.

Τὸ Η πρὸ τοῦ Λ ψιλοῦται· ἠλίβατος ἠλιαία ἠλιτόμηνος, πλὴν τοῦ ἥλιος.

Τὸ Ο ἐπιφερομένου τοῦ Ρ ψιλοῦται· ὄρος ὄρυζα ὀρεύς ὀρέγω Ὀρέστης, πλὴν τοῦ ὁρῶ ὁρᾷς καὶ ὅρος ἀρσενικὸν καὶ ὁρίζω.

Τὸ ΟΙ ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται, εἰ μὴ τὸ Μ ἐπάγοιτο· Οἶον οἶστρος οἶκος. τὸ οἷος ἀναφορικὸν δασύνεται. τὸ οἷμος οἱμῶ δασύνεται.

Ἡ ΑΥ δίφθογγος ψιλοῦται· αὔξω αὐδῶ αὐτός αὔριον, πλὴν τοῦ αὕτη βαρύτονον, ἀπὸ τοῦ οὗτος, καὶ αὑτός ἀντὶ τοῦ ἑαυτός.

Ἡ ΕΥ δίφθογγος ψιλοῦται, οἷον· εὐχή εὐλαί οἱ σκώληκες εὐδία εὐθεῖα καὶ τὰ λοιπὰ, πλὴν τοῦ εὕδω τὸ καθεύδω καὶ εὕω τὸ φλογίζω καὶ εὑρῶ ἀφʼ οὗ καὶ εὑρίσκω καὶ εὗ ἀντὶ τοῦ ἑαυτοῦ κατὰ κρᾶσιν τοῦ Ε καὶ Ο εἰς τὴν ΕΥ δίφθογγον δωρικῶς.

Ἡ ΕΙ δίφθογγος ψιλοῦται, οἷον· εἶδος εἰκάζω εἴρων καὶ τὰ λοιπὰ, πλὴν τοῦ εἱρκτή εἵλως ὁ δοῦλος καὶ εἱκώς ὁ πέμψας καὶ εἱλίζω τὸ συστρέφω καὶ εἱλόμην καὶ εἷμα τὸ ἱμάτιον καὶ εἱμένος ὁ ἐνδεδυμένος καὶ εἷνα τὸ ἕνα καὶ εἵποντο ἀντὶ τοῦ ἠκολούθουν καὶ εἷσεν ἀντὶ τοῦ ἐκάθησεν εἱστήκει καὶ εἵως ἀντὶ τοῦ ἕως καὶ εἵαντο καὶ εἵλη ἡ θερμασία. σεσημείωται καὶ τὸ εἷς ἀριθμητικόν.

Ἡ ΟΥ ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται· οὐρανός οὐλή οὐρῶ. οὕτω δὲ ἢ οὕτως δασύνεται.

Τὸ Υ πάσης λέξεως ἄρχον δασύνεται πλὴν τῶν Αἰολικῶν.

Πᾶν ἄρθρον ἀπὸ φωνήεντος ἀρχόμενον δασύνεται· ὅ οὗ ᾧ. τὸ δὲ ὦ ψιλοῦται, οὐ γὰρ ἄρθρον, ἀλλʼ ἐπίῤῥημα κλητικόν.

Πᾶσα ἀντωνυμία ἀποβαλλομένη τὸ Σ δασύνεται· σός ὃς, σοῦ οὗ.

Τὸ Ρ ἀρχόμενον λέξεως δασύνεται, οἷον· ῥανίς ῥάξ, πλὴν τοῦ Ράρος καὶ Ράριον.

Τὸ Ρ, ἐὰν δισσὸν γένηται ἐν μέσῃ λέξει, τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται· οἷον συῤῥάπτω.

Τὸ Ε τῶν ἀριθμῶν δασύνεται· ἕν ἕξ ἑπτά καὶ τὰ λοιπὰ, πλὴν τοῦ ἐννέα καὶ ἐννενήκοντα. καὶ καθόλου εἰπεῖν, πᾶς ἀριθμὸς ἀπὸ φωνήεντος ἀρχόμενος δασύνεται. ......