eul_wid: tro-ao
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Marginal Scholia on Persians by Aeschylus Scholia

The Scholia on the Persians is an ancient and medieval compilation of explanatory notes on Aeschylus's tragedy of the same name. Consisting of 423 discrete prose commentaries, the work provides glosses on difficult vocabulary, explanations of historical and mythological references, textual criticism, and interpretive remarks on the play's content. It represents a synthesis of scholarship from multiple eras, with a significant foundation in the Alexandrian critical tradition. As a commentary, its content is dictated by the requirements of explicating Aeschylus's text. The notes primarily address textual criticism, including discussions of variant readings and metre; lexicography, offering definitions of rare or archaic words; historical and mythological exegesis, clarifying figures such as Xerxes and Darius, Persian institutions, and events of the Greco-Persian Wars; and literary interpretation, with observations on dramatic technique and rhetorical figures.

The scholia survive through the medieval manuscript tradition, where they were transmitted in the margins of the primary texts of Aeschylus's plays. The most important sources are the tenth-century Medicean manuscript and the eleventh-century Neapolitan manuscript. These notes are often concise and sometimes textually corrupt, having been derived from earlier, now-lost commentaries through a prolonged process of copying and condensation. The scholia are indispensable for the modern philological study of Aeschylus. They furnish crucial evidence for the history of the text, ancient interpretations, and the play's reception, forming the foundational material for all critical editions and scholarly commentaries on The Persians.

—δεικτικῶς. — τάδε μὲν Περσῶν: οἱ ὑπομνηματισάμενοί φασιν ὅτι ἑαυτοὺς λέγουσιν πιστώματα Περσῶν οἱ κατὰ τὸν χορόν. ἀγνοοῦσι δὲ ὅτι πόλις ἐστὶ Περσικὴ πίστειρα, ἣν συγκόψας Πίστα ἔφη. οἱ δὲ ἄλλως ὑπομνηματισάμενοί φασιν· ἡμεῖς ἐσμεν οἱ πιστοὶ χρηματοφύλακες Περσῶν.

Πίστειρα κατὰ συγκοπήν· ἔστι δὲ Περσικὴ πόλις.

λείπει τὰ βασίλεια.

λείπει τὸ ἐσμέν. κατὰ πρεσβείαν: κατὰ τιμὴν αἱρεθέντες.

οὓς αὐτὸς ἄναξ: οὓς αὐτὸς ὁ Ξέρξης κατέλιπεν κατὰ τιμήν.

Δαρειογενὴς Δαρείου υἱός: καὶ μὴν Δαρεῖοι τρεῖς. τούτων δὲ πρῶτος ὁ Ὑστάσπου, προκριθεὶς δὲ ὑπὸ τῶν Περσῶν καὶ βασιλεύσας, Ξέρξου πατὴρ τοῦ στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας. δεύτερος δὲ Δαρεῖος ὁ Ἀρταξέρξου νόθος προσαγορευθείς. ἔσχατος Δαρεῖος ὁ ὑπὸ Ἀλεξάνδρου τοῦ Φιλίππου ἀναιρεθείς. τινὲς δὲ καὶ τέταρτον Δαρεῖον γράφουσιν. διὰ γερόντων προλογίζει.

ἄρχειν, ἐπόπτας εἶναι.

τῷ βασιλείῳ: τῷ Ξέρξου. Ὁμηρικῶς δὲ πρῶτον τὸν βασιλέα, εἶτα τοὺς ὑπηκόους· «Ἀτρεῖδαί τε καὶ ἄλλοι».

διαπολεμεῖται, ταράσσεται, θορυβεῖται.

οἴχωκεν: ἀπόλωλε γὰρ πᾶσα ἡ δύναμις τῶν Περσῶν.

ἠδʼ Ἐκβατάνων: ὅτι Ἀκεσσαία πρότερον ἐκαλεῖτο ἀπὸ Ἀκεσσαίου τὰ νῦν Ἐκβάτανα καλούμενα.

πόλις Περσῶν τὸ Κίσσινον.

τὸ πύκνωμα. — ὄντες· ἢ τὸ πολέμου ἀντὶ τοῦ πολέμῳ.

ὑπέρθεσις διὰ τὸ μέτρον. —τὰ μὲν τῶν ὀνομάτων ἱστόρησεν, τὰ δὲ τελείως ἔπλασεν.

βασιλῆς βασιλέως: βασιλεῖς μὲν τῶν ἰδίων πόλεων, ὑποτεταγμένοι δὲ τῷ Πέρσῃ. —ὕπαρχοι.

ἱππικοὶ καὶ τοξόται.

φοβεροὶ μὲν ἰδεῖν: ἐκ προσόψεως ἱκανοὶ φοβεῖν ὁμοίως καὶ ἐκ τῆς πείρας.

γνώμῃ ἢ φιλοτιμίᾳ. ἄλλως ἐνυποστάτῳ δοκήσει καὶ πείσματι ψυχῆς.

ὑποχείριοι γὰρ ἦσαν τότε Περσῶν Αἰγύπτιοι.

τινὲς διαιροῦσι Σουσισκάνης καὶ Πηγάς καὶ Ταγών. τὰ γὰρ ὀνόματα πέπλακε καὶ οὐκ ἔστιν Αἰγυπτιακά.

Αἰγυπτίας.

καὶ ἑλειοβάται: οἱ τὸ Αἰγύπτιον ἕλος οἰκοῦντες ἢ κοινῶς Αἰγύπτιοι. ἑλώδης γὰρ ἡ Αἴγυπτος. οἱ δέ· οἱ καὶ ἐπὶ ἕλους ἐλαύνειν δυνάμενοι ναῦς, ὅπερ ἐστὶ τῶν δυσχερεστάτων.

ἁβροδιαίτων. δʼ ἕπεται: ὄντως γὰρ τοιοῦτοι οἱ Λυδοί. καὶ τῷ παρʼ Ἀνακρέοντι «Λυδοπαθεῖς» τινες ἀντὶ τοῦ ἡδυπαθεῖς. καὶ τὸ περιφερόμενον «μήτε μοι Λυδῶν καρύκας μήτε μαστίγων ψόφους». καὶ ὁ Λυδοφοίτης δὲ μυροπώλης τὴν τρυφὴν ταύτην δηλοῖ. καὶ τὴν βάκκαριν δὲ ἔνιοι Λυδῶν μύρον ἔφασαν.

οἱ διόλου τὴν ἤπειρον οἰκοῦντες.

διόπται καὶ διέποντες ἡγεμόνες.

ἀντὶ τοῦ ἅρματα. —ἀντὶ τοῦ τέθριππα καὶ ἑξάιππα τάγματα. ἐκ τούτου δὲ τὸ πλῆθος τῶν ἵππων δηλοῖ

«κλῦθʼ Ἀλαλά, Πολέμου θύγατερ, ᾇ θύεται ἄνδρες». Πίνδαρος ἐν διθυράμβοις. οὕτως στεῦται ἑνικὸν ἀντὶ πληθυντικοῦ. —ἔνοικοι, γείτονες.

ἄκμονες: ἀκίνητοι ὑπὸ λόγχης ὡς ἄκμων ὑπὸ σφυρῶν.

ἀντὶ τοῦ ἐμπείρους τοξικῆς.

κοινῶς ἁπάντων Περσῶν.

προτροπαῖς.

ἡμερόλεγδον: τὸ ἐκ τῶν ἡμερῶν καταριθμούμενον, παρὰ τὰς ἡμέρας καὶ τὸ λέξασθαι. —μακραῖς ἡμέραις λεγόμενον.

μηκυνόμενον.

πεπέρακεν: κωμῳδεῖται ταῦτα. Εὔπολις ἐν Μαρικᾷ· «πεπέρακε μὲν ὁ περσέπτολις ἤδη Μαρικᾶς».

τὴν Εὐρώπην.

ὡς λινῶν τῶν κάλων ὄντων. — ξεύξας διὰ νεῶν τὴν θάλασσαν.

γρ. ἔρεισμα· τὴν ναῦν.

ἐγεφύρωσε γὰρ τὸ ἑπταστάδιον ταῖς ναυσὶ συνδήσας αὐτὰς καὶ γῆν ἐπιβαλών, ὥστε ὁδὸν ποιῆσαι ἐπὶ τῶν νεῶν. διὸ πολύγομφον ὅδισμα εἶπεν. —

τὴν Εὐρώπην. — ποίμνιον. —τὸ ἀνδρικὸν πλῆθος, σημαῖνον τὸ στράτευμα τὸ βασιλικὸν παρὰ τὸ τοὺς βασιλεῖς λέγεσθαι ποιμένας. ποιμανόριον τὸ ἐκ ποίμνης ἀνδρῶν συνηγμένον βασίλειον.

σκληροῖς ἡγεμόσιν.

χρυσονόμου γενεᾶς: νῦν τῆς πλουσίας. τινὲς δὲ ἀνέγνωσαν χρυσογόνου διὰ τὸ τὸν Περσέα ἀπὸ χρυσοῦ γεγενῆσθαι ὃ καὶ βέλτιον. ἄλλως· τῆς Περσέως γενεᾶς ἀπόγονος· ἢ τῆς τῶν χρυσῶν ἀνθρώπων· ἢ πολυχρύσου. —

Σύριόν θʼ ἅρμα: ἀντὶ τοῦ Ἀσσύριον· οἱ γὰρ Πέρσαι τὸ πρότερον Ἀσσύριοι ἐκαλοῦντο.

τοῖς Ἀθηναίοις.

τὸν τῶν Περσῶν· τοξόται γάρ. — τὸν τῶν Π. τοξότην· τοξότης γὰρ οὗτος

δόκιμος: ἀνδρεῖος, δόκησιν περὶ ἑαυτοῦ ἔχων μεγάλην. — ἀντιστάς, ἀντιμαχεσάμενος.

«οὔτʼ ἄρα ἕρκεα ἴσχει» —τάξεσιν.

ἄμαχον κῦμα θαλάσσης: τὴν προσβολὴν τῶν Περσῶν.

ἀκαταμάχητος.

ἐπὶ τοῦ αὐτοῦ στρατὸς καὶ λαός.

δολόμητιν δʼ ἀπάταν: ὡς ἔδει παρατέτακται ὁ Ξέρξης. εἰ δὲ θεοῦ ἐπιβουλῇ τὰ τῆς νίκης ἀναβάλλεται, τίς ὁ νικήσων θεόν;

πηδήματος εὐπετέος· εὐκινήτου. —Ὅμηρος «ἡ δʼ Ἄτη σθεναρή τε καὶ ἀρτίπος, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν».

ἡ γὰρ ἐκ θεοῦ, φησίν, ἀμαύρωσις καὶ δόλωσις ἄφυκτός ἐστιν. ἅμα γὰρ δολοῖ καὶ προσαίνει καὶ κακοποιεῖ.

ἡ θεῶν ἀπάτη.

ἐξ ἀρχῆς. —τὸ παλαιόν· τὸ ἀνέκαθεν ἀνδρεῖοί εἰσι καὶ κατὰ εἱμαρμένην πολεμοῦσι. πολεμικοὶ δὲ ὄντες οὐχ ἡσσηθήσονται.

ἐπέσκηψε δέ: ἀντὶ τοῦ εἰδέναι ἐποίησεν.

ἔμαθον δʼ εὐρυπόροιο: οὐχ οἱ Πέρσαι ναυτικοί, ἀλλʼ οἱ ὑπήκοοι Περσῶν. τινὲς δὲ τὸ ἔμαθόν φασιν ἀντὶ τοῦ μαθεῖν ἐποίησαν.

πολιαινομένας: ἀφριζομένης τῷ ἀφρῷ τῆς κωπηλασίας.

λεπτοδόμοις: τοῖς λεπτῶς κατεσκευασμένοις.

λαοπόροις τε μηχαναῖς: ταῖς τοὺς λαοὺς πορθμευούσαις ἢ ταῖς ἀπὸ τῆς κωπηλασίας μηχαναῖς ταῖς ὑπὸ τῶν λαῶν γινομέναις· οὐχ ὡς αὐτῶν τῶν Περσῶν θαλαττίων ὄντων, ἀλλὰ τῶν ἐκείνοις ὑπηκόων παραλίων.

ἡ συνετή. —μελαγχίτων: πενθήρης ἢ ἀμφιμέλαινα. ἔστι δὲ παρὰ τὸ «σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις» τὰ γὰρ τοῦ σώματος πάθη δοκοῦμεν καὶ τὴν ψυχὴν πάσχειν.

ὀᾶ: Περσικὸν θρήνημα.

μὴ πόλις πύθηται: μὴ πύθηταί τις τῶν ἑτέρων πόλεων κενὸν ἀνδρῶν ὃν τὸ ἄστυ. μὴ τὸ τῆς Σουσίδος ἄστυ κένανδρον ἀκούσῃ.

ἀντίδουπον: ἀντηχήσει τοῖς θρήνοις· μὴ ἀντηχήσῃ, φησί, θρῆνον αὐτῶν τελευτησάντων.

ἀπύοντος, πρὸς τὸ ἀντίδουπον ἔσεται; ἢ λείπει τὸ ἔσται· ἔσται ἀπύων· ἢ ἡ μετοχὴ ἀντὶ τοῦ ῥήματος, ἀντὶ τοῦ ἀπύσει.

κατὰ κοινοῦ πάλιν τὸ μή· μὴ ῥῆξις πέσῃ ἐν πέπλοις.

καταλελοίπασι τὴν πόλιν ἀκολουθοῦντες Ξέρξῃ ὡς μέλισσαι τὸ σμῆνος.

τὸν ἀμφίζευκτον· τὸν ζευγνύντα ἄμφω τὰς ἠπείρους ἢ ζευγνύμενον ἐξ ἀμφοῖν. ἢ τὸν ὑποζευχθέντα. βατὸν γὰρ αὐτὸν ἐποίησεν ὁ Ξέρξης.

τὸν Ἑλλήσποντον· οἱ δέ, ὅτι Ταῦρον τὸ ὄρος.

πρῶνα: τὸν προνεύοντα εἰς ἄμφω τὰς ἠπείρους ἢ τὸν κοινὸν ἑκατέρας γῆς. μεταξὺ γάρ ἐστιν Εὐρώπης καὶ Ἀσίας.

τῇ ἀπουσίᾳ αὐτῶν

ἐπιμόνως πενθοῦσαι, ὡς δοκεῖν ἁβρύνεσθαι ἐπὶ τῷ πενθεῖν.

μετὰ φιλάνορος πόθου.

ἄνευ τοῦ ἀνδρός.

ὁ δέ ἀντὶ τοῦ γάρ· ἡ γὰρ χρεία προσῆκον ποιεῖ τὸ βουλεύεσθαι.

ὅτι κατὰ πατέρα συγγενὴς ἡμῖν, τουτέστιν ὁ ἐκ προγόνου ἰθαγενής.

τῆς ἀπὸ ξύλου κρανείας.

προσκυνῶ

προσηγορικοῖς.

Ἄτοσσα, θυγάτηρ Κύρου, γυνὴ Δαρείου, μήτηρ Ξέρξου κατὰ Ἡρόδοτον.

τοὺς βασιλεῖς θεοὺς καλοῦσιν οἱ Πέρσαι.

ἡ εὐδαιμονία.

διὰ ταῦτα.

κονισθεὶς ἢ κονίσας αὐτὸς τὸ οὖδας.

διὰ ταῦτα.

χωρὶς γὰρ ἀνδρῶν ἄχρηστά ἐστι τὰ χρήματα.

μήτʼ ἀχρημάτοισι: μήτε τοὺς πένητας πᾶν σθένος ὁρᾶν τοῦ φωτός· ὅ ἐστιν· οὐ πάσης ἀπολαύουσι τῆς τοῦ φωτὸς ἡδονῆς οἱ πένητες.

σημείωσαι γνώμην.

ἀντὶ τοῦ δύνηται.

πρόσεχε τῇ τοῦ ὀνείρου ἀναγνώσει. ἐντεῦθεν ἔλαβεν Σοφοκλῆς τὸ «ἐδοξάτην μοι τάδʼ ἠπείρω μολεῖν» καὶ Εὐριπίδης «ἔδοξεν ὕπνῳ τῆσδʼ ἀπαλλχθεῖσα γῆς».

Ἄνδρων ὁ Ἁλικαρνασεύς φησι· «Ὠκεανὸς δὲ γήμας Πομφολύγην καὶ Παρθενόπην ἴσχει ἐκ μὲν Παρθενόπης Εὐρώπην καὶ Θρᾴκην, ἐκ δὲ Πομφολύγης Ἀσίαν καὶ Λιβύην· ἀφʼ ὧν τὰς ἠπείρους ὀνομασθῆναι συμβέβηκεν».

τῇ Περσίδι δεικτικῶς· τῇ ἡμετέρᾳ, ἣν φορῶ.

ὑπήκοον.

ἐσκάριζεν. —ἐν τῇ βίᾳ δίφρου χαλινὰ ῥήσσει.

τὸν δίφρον ἀχαλίνωτον γενόμενον.

αἰδεσθεὶς τὸ πτῶμα.

οἷς ἀποτροπιαζόμεθα τοὺς ὀνείρους.

χηλαῖς: τοῖς ὄνυξιν.

οὐχ ὑπεύθυνος: οὐ τιμωρητέος, οὐ δίκας ὀφείλων, διὰ τὸ ὑμᾶς αὐτὸν παρορμῆσαι καὶ κοινῇ ἤτοι κοινῷ δόγματι εἶναι τὴν ἔξοδον.

ὡς οὐ δεινὰ τεθέασαι.

ἱκεσίαις.

τὰ δὲ κακὰ κατασχεθέντα ὑπὸ τῆς γῆς ἀφανισθῆναι τῷ σκότῳ.

θυμόμαντις: οὐ φύσει μάντις, ἀλλʼ ἀπὸ λογισμοῦ κρίνων καὶ ἐνθυμήσεως.

ἀλλὰ μὴν εὔνους: ἀντὶ τοῦ σὺ πρῶτος ἀκούσας τοῦ ὀνείρου εὐνοϊκῶς συνεβούλευσας ἐξιλεώσασθαι οὐρανίους καὶ χθονίους δαίμονας.

τὸν ὄνειρον.

ἐκτελοῖτο δὲ τὰ χρηστά: ἡ ἐξιλέωσις εἴθε εἰς ἀγαθὸν ἀποβαίη.

φθινασμάτων: τῶν λήξεων, τῶν δυσμῶν· ἢ τῶν δύσεων ἢ τῶν ἐκλείψεων· ὅτε γὰρ δύει ὁ ἥλιος, ἐκλείπει. ἔνθεν καὶ λὶψ ὁ ἄνεμος ὁ ἀπὸ δυσμῶν.

εἰ ληφθείησαν αἱ Ἀθῆναι.

ἕρξας πολλά: τῆς ἐν Μαραθῶνι πεζομαχίας μέμνηται. —

τὰ ἐν τῇ Ἀττικῇ. —ἀργύρου πηγή: ἐν Θορικῷ γάρ ἐστι μέταλλα καὶ ἐν Λαυρίῳ.

τοξικὴ βολή.

ἔγχη σταδαῖα: ἐκ τοῦ συστάδην μαχόμενα· διʼ ὧν συστάδην μάχονται. τοὺς γὰρ ἐκ διαστημάτων μαχομένους κατηυτέλιζον.

μὴ ἔχοντες τὸν ἐφεστηκότα.

ἀντὶ τοῦ ἡμῖν.

κατὰ τὴν ἐμὴν δόκησιν μαθήσῃ τἀληθῆ.

λείπει ὥστε.

τὸ κάλλος, τὸ στράτευμα.

«στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν».

ἀνίατα.

νεωστὶ μηνυθέντα ἡμῖν ὑπό τινος τῶν δαιμόνων.

δακρύετε.

ὃ εἶπον.

εἰς τοῦτο ἐμακρύνθη ὁ βίος ἡμῶν, εἰς τὸ ἀκοῦσαι τοιαῦτα κακά.

διαφόρων ἐθνῶν. —ἐπʼ αἶαν Ἑλλάδα δῖαν χώραν.

ὑπὸ τοῦ αἵματος, ζτ. ΑΛΙΔΟΝΙ

πλαγκτοῖς: ὡς ἂν εἴποι τις διαύλοις. τὰ γὰρ κύματα ἐκχεῖται καὶ ὑπονοστεῖ. διπλάκεσι δὲ ταῖς δύο πλαξί, τῆς θαλάσσης τε καὶ γῆς. ἢ ἐν Σαλαμῖνι καὶ Πλαταιαῖς.

ἀντὶ τοῦ προσβολαῖς.

δυσθρήνητον.

διακεκομμένοις.

ἡμῖν τοῖς δηΐοις στυγνότητος αἴτιαι πάρεισιν εἰς μνήμην αἱ Ἀθῆναι, ὅ ἐστι τῶν Ἀθηνῶν ἡ μνήμη στυγνοὺς ἡμᾶς ποιεῖ.

ματαίως, μηδὲν βλαψάσας.

ἐποίησαν. —ὀρφανάς.

λείπει ἡ προς, προσλέξαι. τοιοῦτοι δὲ οἱ συμφοραῖς μεγάλαις κατεχόμενοι.

καταστάς: κατάστασιν τοῦ θορύβου λαβών.

τίς οὐ τέθνηκεν: καλῶς πρῶτον περὶ τῶν ζώντων ἐρωτᾷ ὡς ὀλίγων ὄντων, παρίστησι δὲ καὶ τὸ πλῆθος τῶν ἀποθανόντων.

λαῶν ἀρχόντων. —ἀρχελείων: τῶν βασιλέων, ἀπὸ τοῦ τῶν λαῶν ἄρχειν.

ἐνόμιζε γὰρ αὐτὸν τεθνάναι.

πετρώδεις. —Σιληνίαι αἰγιαλὸς Σαλαμῖνος τῆς λεγομένης Τροπαίου ἄκρας, ὡς Τιμόξενος ἐν τῷ ϛʹ περὶ λιμένων.

Βάκτρα πόλις Περσίδος.

εὐφήμως· κεῖται ἐν Σαλαμῖνι.

τὴν πολυτρήρωνα Σαλαμῖνα παρὰ τὸ Ὁμήρου «πολυτρήρωνά τε Θίσβην»

κύρισσον: συνέκρουον ἀλλήλοις. ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζῴων τῶν τυπτόντων τοῖς κέρασιν.

ταῦτα οὐκ ἔχει τὸν Αἰγύπτιον χαρακτῆρα, ἀλλὰ ποιητικῶς διαπέπλασται.

τινὲς ἀντὶ γενικῆς πυρρᾶς γενειάδος· καὶ τὸ ἑξῆς· ἔτεγγεν χρῶτα, ἔβρεχε τῷ αἵματι. —δασύτριχον.

Μάγος ἐθνικόν, Ἄραβος κύριον.

ὁ ἐκεῖ ἀπελθὼν μετοικήσει τὴν Σαλαμῖνα τὴν σκληρὰν καὶ πετρώδη. —ἐν Σαλαμῖνι μετοικήσας, εὐφήμως· παρʼ ὅσον ἀνυπόστροφος αὐτῷ ἡ εἰς ταύτην ἔφοδος γέγονεν.

ἀπὸ πόλεως.

ἡγεμὼν.

λείπει τὸ κακῶν.

ἰαμβικὸς ὁ στίχος.

ἀναλαβών.

ἄξιον ἡγήσασθαι, τολμῆσαι.

προσβολαῖς.

λείπει τὸ ἦν.

σημείωσαι τὸ τῶν νεῶν πλῆθος τῶν στρατῶν ἀμφοτέρων.

τουτέστι τʹ.

ἐκ τῶν τʹ δέκα ἦσαν αἱ ἡγούμεναι ὡς βελτίονες.

σζʹ αἱ ἄρισται· ἢ σιδʹ, ἵνα ᾖ τὸ δὶς ἐκ κοινοῦ.

τὰ τῶν Περσῶν ζυγὰ βαρήσας. —«ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν»

Ἀλκαῖος «ἄνδρες γὰρ πόλεως πύργος ἀρεύιος».

ἀνὴρ γὰρ Ἕλλην: βουληθέντων γὰρ τῶν Ἑλλήνων φυγεῖν διὰ τὸ πλῆθος τῶν Περσῶν, Θεμιστοκλῆς Σίκιννον τὸν παιδαγωγὸν ἔπεμψε πρὸς τὸν Ξέρξην ὡς αὐτομολήσαντα, λέγοντα τῷ Ξέρξῃ ὅτι μέλλουσι φυγεῖν Ἕλληνες. τοῦτο δὲ ἐποίησεν, ἵνα ἐν ἀπογνώσει μαχήσονται οἱ Ἕλληνες.

ὡς ἀπὸ Ξέρξου ὁ λόγος.

κατὰ περίφρασιν τὸν αἰθέρα.

πλῆθος.

τὰς ἐξόδους.

κοινὸν τὸ τάξαι.

ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν, ὡς εἰ ἐξειλήσαιεν, φησίν, οἱ Ἕλληνες δραπετεύσαντες, πᾶσιν ἠπείλει τοῖς ταχθεῖσιν αὑτῷ φυλάξαι τῆς κεφαλῆς στερηθῆναι. ἄτοπον δὲ ἀπειλεῖν πλήθει τοσούτῳ θάνατον. βέλτιον οὖν κράτος· τῆς τιμῆς καὶ ἀρχῆς στερίσκεσθαι, ἵνʼ ᾖ κράτος ἀντὶ κράτους.

κώπην εὐήρετμον ἀμφὶ σκαλμὸν ἐδέσμευε τροπωτῆρι. τροπωτὴρ δὲ ὁ λῶρος ὁ δεσμεύων τὴν κώπην· πρὸς τῷ σκαλμῷ.

καὶ νὺξ ἐγένετο καὶ οὐδεὶς Ἑλλήνων ἠξίωσεν.

ἐπιστήμων.

τῆς πολεμικῆς.

ὡς ᾠόμεθα.

τὰ τῶν Ἑλλήνων ἐξέκαιεν καὶ ἀνήγειρεν ἡ σάλπιγξ.

ῥοθιάδος: τῆς ἠχητικῆς· ἢ τῆς ἐν ὑγρῷ ἐλαυνομένης.

τὸ Θεμιστοκλέους.

τὸ ἀριστερὸν καὶ τὸ μέσον.

σημείωσαι.

τάφους.

τὸ ἔμβολον λέγει· στόλον δὲ λέγει παρʼ ὅσον εἰς ὀξὺ συνεσταλμέναι εἰσίν· οὕτως γὰρ ἔλεγον στόλον τὰ ἀπωξυμμένα. τὸν ἔμβολον παρὰ τὸ εἰς ὀξὺ συνεστάλθαι.

ἀντὶ τοῦ Περσίδος.

τὴν ναῦν δόρυ εἴρηκεν.

ἀντὶ τοῦ δὴ.

μεταξὺ Σαλαμῖνος καὶ Αἰγίνης τὸ στενὸν ἦν.

παράλογον τὸ δυϊκόν.

οὐχ ἁπλῶς οὐδὲ ἀδιδάκτως.

ἀντὶ τοῦ αἱ νῆες.

τῶν Περσῶν δηλονότι ναυαγία τὸ πάθος, ναυάγιον δὲ αὐτὸ τὸ ναυαγῆσαν σκεῦος. διὰ τοῦτο οὖν ναυαγίων βαρυτόνως· τῶν πτωμάτων.

ἄγραν.

ἐρείπια κυρίως τὰ πτώματα τῶν οἴκων· νῦν δὲ τὰ θραύσματα τῶν νεῶν.

λείπει τὴν μάχην. ἕως ἡ νὺξ ἐπιγινομένη ἔπαυσεν αὐτοὺς τῆς μάχης.

Ἴων ἐν ταῖς Ἐπιδημίαις παρεῖναι Αἰσχύλον ἐν τοῖς Σαλαμινιακοῖς φησι.

ἐφεξῆς λέγοιμι, στοιχομυθοίην.

πλῆθος ἀνθρώπων τοσοῦτον τῷ ἀριθμῷ. μήποτε δὲ τοσουτάριθμον θέλει.

εὔκαιρος ἡ τροπὴ ἀπὸ τῶν ἐν πελάγει ἀτυχησάντων.

τῇ κακῶν δηλονότι.

μείζονα.

εἰς πίστιν ἐν πρώτοις ὅ ἐστι πιστικώτατοι.

τὴν Ψυττάλειάν φησιν, ἣ ἀπέχει πρὸς ἤπειρον σταδίους εʹ, ὅπου φυγόντες οἱ ἡγεμόνες τῶν Περσῶν ὑπὸ Ἀθηναίων ἀπώλοντο.

ὁ θεὸς ὁ Πάν. —ἢ ὡς ἱερᾶς οὔσης Πανός· ἢ ὡς ἐρήμου.

ὁ Ξέρξης.

ἀντὶ τοῦ μετὰ φθορᾶς ἐξέλθοιεν.

σκοπῶν.

τῆς ναυμαχίας.

τοὺς Πέρσας.

θῶμιγξ λέγεται τὸ λεπτὸν σχοινίον.

ἀπὸ τῶν ὑδάτων ἡ μεταφορά.

καθαράν, κεχωρισμένην· ἢ αὐγάζοντα καὶ ὁρῶντα. λέγει δὲ τὸ ἀντικρὺ Σαλαμῖνος ὄρος τὸν Αἰγάλεων, ὥς φησιν Ἡρόδοτος.

φυγεῖν δῆλον ὅτι.

ψευσθῆναι ἐποίησας τῶν φρενῶν καὶ ἀποτυχεῖν ὧν ἤλπιζον.

ἐπὶ Δαρείου

ἐκεῖ, φησίν, ἀπίασιν ὅπου ὁ ἄνεμος αὐτοὺς φέρει.

τόπος Βοιωτίας ἡ Κρήνη.

οἷον μετὰ ἄσθματος.

ὁ Σπερχειὸς ἐξ Αἰνιάνων ῥέων εἰς τὸν Μηλιακὸν ἐμβάλλει κόλπον.

Θρᾴκης. —λίμνη Θρᾳκική.

παρὰ καιρόν.

Στρυμὼν ποταμὸς Θρᾴκης. καὶ ὁ πάνυ ἀσεβής.

κρυστάλλῳ πεπηγότα. —τὸ ἑξῆς διαπερᾷ.

διελθεῖν καὶ ῥεῦσαι· ἐποίησεν.

τὴν Περσίδα τὴν ἔχουσαν αὐτῶν τὴν ἑστίαν.

πεφονευμένου.

οὐκ ἀληθῶς. —αὐτά· ἀντὶ τοῦ τὰ ὀνείρατα.

ἡ ὑμῶν κρίσις ἡ λέγουσά μοι εὔξασθαι θεοῖς καὶ Δαρείῳ.

πέλανον: πεπεμμένον πλακοῦντα.

οἶδα μὲν ὅτι τὸ κακὸν ἤδη ἐγένετο· ἀλλὰ κἂν ἐπὶ τοῖς ζῶσιν ἀνδράσιν εὔξομαι.

κατασχίζουσαι, ἐνεργητικῶς.

ἁβρόγοοι: αἱ ἐντρυφῶσαι τοῖς δάκρυσιν.

βαστάζω.

τῶν ἀνδρῶν.

εἰς τὸν πόλεμον.

βαρίδες αἱ νῆες.

βασιλεύς.

περισσοὶ οἱ δύο δέ καὶ τὸ ὡς. τὸ δʼ ἑξῆς· μόγις δὲ διαφυγεῖν ἀκούομεν τὰς χεῖρας Ἰαόνων τὸν ἄνακτα.

ὃ ἡμεῖς λέγομεν παρʼ ὀλίγον.

περὶ τῶν τεθνηκότων ἐν Σαλαμῖνι. — πρωτόμοροι: οἱ πρῶτοι ἀποθανόντες. τὸ ἑξῆς τούτου ἐστί· σκύλλονται πρὸς ἀναύδων.

πρὸς ἀνάγκαν: τὴν τοῦ θανάτου. Ὅμηρος· «ἐπεὶ κατὰ μοῖρʼ ἐπέδησεν» .

τῆς Σαλαμῖνος.

παραγώγως ἀντὶ τοῦ δάκνου.

ἕως τοῦ οὐρανοῦ βόησον τὰ ἄχη.

θρηνητικήν.

βοητικήν.

τῶν ἰχθύων.

τῆς θαλάσσης· αὐτὴν γὰρ λέγει ἀμίαντον.

λείπει πᾶς.

ὑπὸ Περσῶν ἄρχονται.

τὰ τοιαῦτα πάντα κτητικὰ μακρὸν ἔχει τὸ α.

αἱ γὰρ βασιλεῖαι ἔχουσι τοῦτο.

οὐδένα γὰρ δεδίασιν οἱ ὑπήκοοι ἔτι. ἠλευθέρωται οὖν αὐτῶν ἡ γλῶσσα πρὸς τὸ κακηγορεῖν βασιλέα.

ἡ ἀλκή.

σώματα.

ἔθος ἔχουσιν οἱ δυστυχοῦντες δυστυχίαν φαντάζεσθαι, οἱ δὲ εὐτυχοῦντες εὐτυχίαν.

οὐριεῖν: οὐριοδρομεῖν. παρὰ τὸ Ὁμηρικὸν «τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπʼ ἦμαρ ἄγῃσιν».

ἀνταῖα: ἐναντία μοι φαίνεται τὰ θεῶν· οἷον ἀντικειμένους ἡμῖν ὁρῶ τοὺς θεούς.

οὐ παιώνιος, ἀλλὰ φθαρτικός.

πατρὶ παιδός. — σημείωσαι τὸ εἶδος τῶν χοῶν.

λευκῆς ἢ ἀγελαίας ἢ ἀσινοῦς.

φαιδρόν.

σὺν ὕδατι πηγαίῳ. — καθαρᾶς.

ἀγριοποιοῦ διὰ τὴν μέθην.

ἀεὶ γὰρ ἔχει τὰ φύλλα· διὸ προσέθηκεν «ἐν φύλλοισι θαλλούσης» πρὸς τὸν καρπόν. οὐ γὰρ διηνεκής.

στέμματα.

ὡς θεὸς γὰρ παρὰ Πέρσαις τιμᾶται.

τιμία παρὰ Πέρσαις.

τὴν Δαρείου.

μακαρίτης ὁ τεθνεώς, μακάριος ὁ ζῶν.

θρηνητικά.

τὸν καταχθόνιον.

αἰνέσατε ἐλθεῖν. ἐξ Ἅιδου.

τάφος.

τὸν μόνον γενόμενον βασιλέα διὰ τὸ κηδεμονικόν. ἔοικε δὲ ὁ Δαρεῖος καὶ Δαρειὰν λέγεσθαι. ἢ τὴν Δαρείαν ψυχὴν ἀνάπεμψον.

ὑπὸ τὸν ἑαυτοῦ πόδα ἡνιόχει.

βαλλῆνα τὸν βασιλέα. Εὐφορίων δὲ Θουρίων φησὶ τὴν διάλεκτον. —βαλλήν: βασιλεὺς κατὰ Θουρίους.

εἶδος ὑποδήματος.

τιάρας: τῆς κυρβασίας.

φαίνων, δεικνύων τῆς περικεφαλαίας τὸν λόφον.

ὡς ἐπῳδῇ κέχρηται τῷ «βάσκε πάτερ».

ἀντὶ τοῦ δυνάστα.

δύο, Πέρσου καὶ Ξέρξου. —ἁμάρτια: ὁμοῦ ἡρμοσμένα. τινὲς δὲ τὰ ἁμαρτήματα.

αἱ μηκέτι νῆες. ἀπώλοντο γάρ.

ὑποκρίνεται ὁ Δαρεῖος. —ἐκ πιστῶν πατέρων πιστοὶ υἱοί.

μεγάλως θρηνοῦντες.

οὐκ εὐέξοδον: οὐ δυνατὸν ταχέως ἐξιέναι. ἀπολογεῖται δὲ ὡς βραδύνας.

μεγάλα δυνηθεὶς παρʼ αὐτοῖς.

νεωστὶ γενόμενον, παρὰ τὴν αἰχμήν.

μήκους ἐχόμενον.

τὰ πρὸς χάριν εἰπεῖν δέδια μέν σοι.

δέδια. —ἀληθεῦσαι· λυπηθήσῃ γάρ.

γνώμη.

ἐν τῷ μακρῷ τοῦ βίου χρόνῳ. —ὁ μείζων.

σημείωσαι τὸ ὡς ἔπος εἰπεῖν.

Ἡρόδοτος ζʹ φησι Δαρείου παῖδας εἶναι, Ἑλλάνικος δὲ ιαʹ.

τὸ ἅπλωμα, περιφραστικῶς τὴν ἤπειρον.

καὶ ναυτικὸν καὶ πεζόν

ὥστʼ ἐπέχειν τὸ ὕδωρ καὶ συνέχειν τὸν πόρον.

τὸν Ἑλλήσποντον. —Βόσπορον: τὸν Ἑλλήσποντον.

ἴσως καὶ συνήργησεν αὐτῷ δαίμων τις.

τῶν ναυτικῶν φθαρέντων οἱ ἐν Ψυτταλείᾳ εὐάλωτοι γεγένηνται.

τῆς ἀπολομένης.

ὅ ἐστι πάντες νέοι.

διαπράττεσθαι. —ἐν ἐρωτήσει.

τὸν Ἑλλήσποντον, ὃς ζεύγνυσιν Ἀσίαν καὶ Εὐρώπην. —γρ. φυγεῖν.

ἀμφιβολία. τοῦτο οὐκ ἄδηλον.

ὡς τοῦ Δαρείου εἰπόντος αὐτὸν ἀποβαλεῖν πολὺν στρατόν.

ὅταν, φησί, σπουδάζῃ τις εἰς κακὰ ἢ εἰς καλά, ὁ θεὸς συνεπιλαμβάνεται.

διὰ τὸ ἱδρῦσθαι αὐτόθι Διὸς ἱερόν, ὡς Μνασέας· ἢ τὸν ἀνειμένον, ὡς «ἱερὸν ἰχθύν»

δέδοικα μὴ ὁ πολὺς πλοῦτος ἁρπαγῇ ὁ ἐμὸς ὑπὸ τοῦ φθάσαντος.

τοῦ καταλαμβάνοντος.

οἰκουρεῖν.

τοῖς προτρεψαμένοις.

εἰς φθορὰν χωρῆσαν.

ἐκενώθη τὰ Σοῦσα.

ὁ Ἀρταφέρνης, ὃν ἐτυμολογεῖ ὁ ἀρτίας ἔχων φρένας. —ὁ Ἀρταφέρνης ἐξ ἐτυμολογίας.

Κῦρος πρῶτος προσεκτήσατο Πέρσαις τὴν ἀρχὴν Μήδων ἀφελόμενος. Κύρου υἱὸς Καμβύσης, ἀδελφοὶ δὲ κατὰ Ἑλλάνικον Μάραφις, Μέρφις.

συνήγαγεν τῇ ἰδίᾳ δυνάμει.

Καμβύσης.

πέμπτος δὲ Μάρδος· ἡ γραφὴ ἡμάρτηται. τὸν γὰρ ἐπιθέμενον τῇ Καμβύσου ἀρχῇ μάγον ὄντα οὐδεὶς Μάρδον εἶπεν οὔτε γένος οὔτε ὄνομα. μήποτε οὖν γραπτέον· «Μάρδις αἰσχύνη πάτρᾳ». ὁμώνυμος γὰρ εἶναι ἴσως ὑπεκρίνετο Μερδίᾳ τῷ Κύρου παιδί, ἀδελφῷ τε Καμβύσου. αἰσχύνη δὲ πάτρᾳ· ὅτι μάγος ὢν περιέσπασε τὴν Περσῶν ἀρχὴν εἰς μάγους.

τοῦτον Ἑλλάνικος Δαφέρνην καλεῖ.

κακῶς· μετὰ γὰρ τὴν τῶν μάγων καθαίρεσιν Δαρεῖος ὁ μέγας ἦρξεν. —ὁ δέ ἀντὶ τοῦ δή, νῦν.

οἱ πρὸ τοῦ βασιλεύσαντες ἡμεῖς.

ὅσα νῦν.

αὐτὴ ἡ Ἑλλάς. —ἡ Ἀτθίς.

καρποὺς ἀρκοῦντας μὴ ἔχουσα.

εὔμετρον.

ἀφʼ ὧν ταῦτα ἐτελέσθη, κἀκεῖνα συμβήσεται.

οὐ γὰρ τὰ μὲν συμβαίνει, τὰ δὲ οὔ. ἀντὶ τοῦ πάντα συμβαίνει.

ὁ Ξέρξης.

ἀντὶ τοῦ λιπαίνει τὴν Βοιωτίαν ὁ Ἀσωπός. πίασμα ἀντὶ τοῦ λίπασμα.

τὴν ἐν Πλαταιαῖς πεζομαχίαν φησίν, ἣν πρὸς Λάκωνας ἡσσήθησαν.

ἐνεπίμπρασαν γὰρ τὰ ἱερά.

ὡραῖον.

θεμέλιον. αὔξεται τὰ κακά.

Λακωνικῆς.

θῖνες: οἱ σωροὶ καίπερ φωνὴν μὴ ἀφιέντες δείξουσι τὸ γεγονός. τριτοσπόρῳ δέ· τρίτῃ τῶν μεταγενεστέρων γενεᾷ.

τὴν εὐδαιμονίαν.

τῶν μὴ προσηκόντων εὔθυνος, δικαστής.

τὸν Ξέρξην.

ὑπὸ γὰρ τοῦ ἄλγους τῶν κακῶν πάντα ἀμφὶ σώματι στημονορραγοῦσι λακίδες, οἷον διαρρέουσιν.

διαρρέουσιν.

θαυμαστικῶς σύγκρισιν ποιεῖται τῶν ἐπὶ Δαρείου εὐτυχημάτων πρὸς τὰ νῦν κακά.

..ονόμου

πρῶτα μὲν εὐδοκίμου: πρῶτον μὲν κατὰ πόλεμον διὰ στρατιᾶς εὐδοκιμοῦμεν καὶ ὁρμῶμεν κατὰ νενομισμένα ἔθη ταῖς πόλεσι ταῖς πορθουμέναις, οὐ τεμένη θεῶν πορθοῦντες, οὐ τάφους ἀνασπῶντες, ὡς Ξέρξης τολμήσας ἐποίησεν. —περιβόητοι ἦμεν ἐν πολέμῳ.

τὰ νόμιμα πάντα τῶν τετειχισμένων πόλεων. —οἱ δὲ δημωφελεῖς δῆμοι πάντα ἐπολιτεύοντο.

τὸ ὅσας θαυμαστικῶς. τῇ ἀρετῇ Ἕλληνας ὑπέταξεν, οὐκ ἀνάγκῃ ὁ Δαρεῖος.

σκληροτέρα ἡ συναλοιφὴ ποταμουδὲ ἀφʼ ἑστίας, οἷόν ἐστι τὸ τουένεκα τούνεκα.

ὡς μέχρι Ὑπερβορέων παρατεινούσης τῆς ἀρχῆς Περσῶν.

αἱ δίυγροι· Ἀχελῷον γὰρ πᾶν ὕδωρ λέγουσι.

τῶν ἐπαυλισμάτων.

καὶ ἔξω τῆς θαλάσσης ὅσαι εἰσὶ μεσήπειροι.

τοῖς τείχεσι κεκυκλωμέναι.

κατὰ κοινοῦ γεγένηται.

τοῦ Δαρείου. —ὑπήκουον.

ἀπὸ κοινοῦ τὸ οἷαί εἰσιν. —αἱ περὶ τὸν Ἑλλήσποντον οἴκησιν ἔχουσαι.

«ἐπὶ πλατεῖ Ἑλλησπόντῳ»

ὁ Βόσπορος.

αἱ κατὰ τὸν Ἑλλήσποντον.

ὑποτασσόμεναι.

αὗται ἐν τῷ Αἰγαίῳ πελάγει εἰσίν. —ὅτι μεταβέβηκεν εἰς τὸ Αἴγαιον πέλαγος· ἡ γὰρ Λέσβος ἐν τῷ Αἰγαίῳ πελάγει ἐστίν.

ὑπὸ τὸ ἴδιον κράτος εἶχεν. μεσάγκτους δὲ μεσακτίους, παραθαλασσίους.

Λῆμνος Θρᾴκης ἐστίν. αὗται δέ εἰσιν αἱ μεσάγκτιοι. —Ἰκάρου τὸν κλύδωνα.

ἄποικοι γάρ εἰσιν οἱ ἐν Κύπρῳ Σαλαμίνιοι τῶν ἐν τῇ Ἀττικῇ. —τὴν ἐν Κύπρῳ.

Ἰωνίδας πόλεις.

τῷ ἰδίῳ λογισμῷ, οἷον φρόνιμος ὤν.

ἀλλὰ ἀληθῶς.

ὑπὸ θεῶν ἐνεχθέντα καὶ θεοῖς δόξαντα.

δίχα ἅμα θέντες.

ταῖς ναυμαχίαις.

κακοτελευτήτου.

ὑπομιμνησκόμενος γὰρ τῶν παίδων αὐτῶν αἰσχύνῃ καὶ ἐλέῳ πιέζομαι.

τῆς τοῖς Πέρσαις νεμηθείσης.

ἐγγαίαν: ἐγχωρίαν. τουτέστι τὴν ἐγχώριον· ἢ οὕτως· ἡ γῆ ἡμῶν τὴν ἔξω τῆς γῆς ἥβην σεσαγμένην ὑπὸ τοῦ Ἅιδου καὶ διὰ τὸν Ξέρξην κταμένην αἰάζει.

τὸ ἑξῆς· ἥβαν Περσᾶν.

σάκτορι: τῷ πληρωτῇ παρὰ τὸ σάσσω. ὅτι διʼ αὐτὸν ἀπέθανον. —ἔθνος Περσῶν. τὸ ἑξῆς· Ἀγδαβάται γὰρ ἐξέφθινται.

ἔκφυσις, γονή. τοῦτο διὰ μέσου. —φύστις: ἡ πεφυρμένη καὶ ἐπὶ γῆς πεσοῦσα.

γαίας ἐπὶ γόνυ τὸ ἑξῆς.

θρηνητὸς τῇ γέννῃ ἀντὶ τοῦ δυστυχῶς γεννηθείς.

προσφώνησίν σοι τοῦ νόστου πέμψω τὴν κακοφάτιδα βοήν.

βοήν.

Καλλίστρατος ἐν δευτέρῳ περὶ Ἡρακλείας Τιτυοῦ τρεῖς παῖδας εἶναι, Πριόλαν Μαριανδυνὸν μόνον κυνηγετοῦντα ἀπολέσθαι, καὶ μέχρι νῦν Μαριανδυνοὺς ἀκμῇ θέρους θρηνεῖν αὐτόν. τὸν δὲ Μαριανδυνὸν αὐξῆσαι μάλιστα τὴν θρηνητικὴν αὐλῳδίαν καὶ διδάξαι Ὕαγνιν τὸν Μαρσύου πατέρα. καὶ αὐλοὶ δέ τινές εἰσι Μαριανδυνοὶ ἐπιτηδειότητα ἔχοντες εἰς τὰς θρηνῳδίας. καὶ τὸ περιφερόμενον «αὐλεῖ Μαριανδυνοῖς κα- λάμοις κρούων Ἰαστί». — ὡς τῶν Μαριανδυνῶν θρηνῳδῶν ὄντων· καὶ αὐλοὶ δέ τινες λέγονται Μαριανδυνοὶ ἐπιτηδείως ἔχοντες πρὸς θρήνους.

ἡ τύχη μεταβέβληται.

τὰ πάθη τῶν λαῶν σέβων.

τὰ ἐν τῇ θαλάσσῃ συμβάντα ἀτυχήματα τῶν πολιτῶν.

πένθους ἀξίας.

ὁ Ἀττικὸς στόλος ἀφείλετο τὴν Περσῶν σωτηρίαν.

ὁ τῶν Ἰώνων.

τουτέστι νικηφόρος.

ἀποκείρας στυγνὴν πλάκα κατὰ τὴν δυσδαίμονα ἀκτήν, τουτέστι κατὰ τὴν Σαλαμῖνα.

σημείωσαι ὅτι βασιλέως ὀφθαλμὸς ἀριθμεῖ τὰς στρατιάς.

τὸν ὄντα ὀφθαλμόν.

μετρητὴν στρατοπέδου, οἷον κατὰ μυριάδα ἀριθμοῦντα τὰς ὅλας ἡγεμονίας. ἀριθμῆσαι κατὰ πεντάδα ἀνὰ μυρίους ἔχοντας τοὺς ἀρχομένους.

διακοπτικῶν πολεμίων κακῶν.

φιλίαν.

παρὰ τὸ «κραδίη δέ οἱ ἔνδον ὑλάκτει».

ἔθνος Περσικόν.

λείπει ὁ καί.

τοὺς ἄνακτας τῶν ἵππων.

ἀπέθανον οὐκ ἐπὶ ὀχημάτων ὄντες, ἀλλὰ γυμνοὶ καθεστηκότες.

γρ. καὶ ἀκρόται· ἐξ οὗ ἔσται ἀπὸ τοῦ ἄκρου. εἰ δὲ ἀγρόται, ἀπὸ τοῦ ἄγειν καὶ ἀγείρειν. —οἱ ἄρχοντες· εἰ δὲ ἀκρόται, οἱ ἄκροι.

οἷον κακὸν ἡ Ἄτη ἐφορᾷ.

κακωθὲν πολέμῳ καὶ δυστυχῆσαν.

κόπτομαι, θρηνῶ ὀλέσας τοσοῦτον στρατόν.

λείπει κακά. ἢ στικτέον ἐν τῷ τί δέ· εἶτα· οὐχὶ τὰ μεγάλα Περσῶν ὄλωλεν; ἵνα λείπῃ πράγματα τὸ τί δέ· ὅπερ λέλειπται.

θεωρεῖς τὸ περίλοιπον ἐμοὶ λείψανον τῆς ὅλης στρατιᾶς. —οἷον στόλου.

τὴν φαρέτραν.

ὀλίγα ἐσώθη ἀπὸ πολλῆς πανοπλίας.

ἐρωτηματικῶς.

τὸν ἡμῶν ναυτικὸν λαόν.

τοῦτο καὶ ὁ ἄγγελος προεῖπεν.

ὑπερβαίνει θρῆνον.

τῶν Περσῶν.

δάκρυε τὸ ἀτύχημα.

δίδου τοῖς κακοῖς τὴν κακὴν δόσιν. ὅ ἐστι τὰ δάκρυα.

συντιθεὶς μέλος θρήνει, ἀντὶ τοῦ εὐρύθμως.

τύπτε σεαυτὸν εἰς ἐμὴν χάριν.

ὁ θρῆνος.

ἐπεκτεταμένως θρήνει.

πενθήρης.

οἱ γὰρ Μυσοὶ καὶ οἱ Φρύγες εἰσὶ μάλιστα θρηνητικοί.

ἐπίφθεγμα ἐπὶ τῶν μετὰ σφοδρότητος τιλλόντων τὰς τρίχας.

ψάλλε ἀντὶ τοῦ τίλλε. καὶ χοιροψάλας Διόνυσος ὁ τίλλων τὰ μόρια τῶν γυναικῶν. —τίλλε

προπέμψω.