eul_wid: klo-ah
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Proverbs, Fragments by Aristophanes of Byzantium

The Proverbs is a lost scholarly treatise by the Hellenistic grammarian Aristophanes of Byzantium, composed around 200 BCE during his tenure as head of the Library of Alexandria. As part of the Alexandrian project to systematize classical Greek literature, the work compiled and elucidated a wide array of Greek proverbial sayings. It likely organised these proverbs alphabetically or thematically, tracing their literary origins to authors such as Homer and providing explanatory notes on their meanings and contexts of use. The treatise survives only in fragments, with fourteen excerpts preserved through quotations in later Byzantine reference works like the Suda and in ancient scholia on poetic texts. These fragments reveal a work of meticulous scholarship, designed as a specialized reference tool for librarians and scholars to decode obscure phrases found in older literary works. Although the original treatise is no longer extant, its scholarly approach and methodology exerted a significant influence on subsequent, more comprehensive collections of Greek proverbs compiled in later antiquity.

Μετρικαὶ παροιμίαι.

Σοῦδα Δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδονίπτραν. Ἀριστοφάνης. ἐπὶ τῶν ἁρμοδίως τοῖς πράγμασι κεχρημένων.

Εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται. Εἰς παροιμίαν ὁ στίχος παρῆκται, ἣν καὶ Ἀριστοφάνης ἀναγράφει.

Ζηνόβιος ὁ Σοφιστής Χάραξ τὴν ἄμπελον. παροιμία, ὅταν ὑπὸ τοῦ σώζοντος τὸ σωζόμενον ἀπατηθῇ. ἀναγράφει δὲ αὐτὴν κακῶς Ἀριστοφάνης· Ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.

Οὐαλέριος Ἁρποκρατίων Ἔργα νέων. τοῦτο καὶ Ὑπερίδης ἐν τῷ κατʼ Αὐτοκλέους Ἡσιόδου φησὶν εἶναι. παροιμία τίς ἐστιν, ἣν ἀνέγραψε καὶ Ἀριστοφάνης ὁ γραμματικὸς οὕτως ἔχουσαν· Ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς Οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθον ἔσθʼ ὁ πλοῦς. Ἀριστοφάνης. ἐπεὶ δοκεῖ τοῖς ἐς Κόρινθον εἰςπλέουσι ξένοις χαλεπή τις ἡ πόλις εἶναι διὰ τὴν τῶν ἑταιρῶν γοητείαν.

Ἄμετροι παροιμίαι.

Ζηνόβιος ὁ Σοφιστής Ἀκεσίας ἰάσατο· ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. ὅλην δὲ Ἀριστοφάνης ἐν τετάρτῳ ἀμέτρων ἐκφέρει, λέγων· Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο. Ἀκεσίας γάρ τις ἐγένετο ἰατρὸς ἀφυὴς ὃς τὸν πόδα τινὸς ἀλγοῦντος κακῶς ἐθεράπευσεν. Ἀκεσίας ἰάσατο. ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. καὶ Ἀριστοφάνης· Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο.

Ζηνόβιος ὁ Σοφιστής Ἄκουε τοῦ τὰ τέσσαρα ὦτα ἔχοντος· ἐπὶ τῶν ἀπειθούντων—ἢ ἐπὶ τοῦ πολλὰ ἰδόντος καὶ πολλὰ ἀκούσαντος, ὡς Ἀριστοφάνης φησίν.

Ζηνόβιος ὁ Σοφιστής Ἐν ὅλμῳ εὐνάσω. οἱ μὲν Ὅλμον μάντιν φασίν· οἱ δὲ τοὺς ἐν ὅλμῳ κοιμηθέντας μαντικοὺς γίνεσθαι, ὅθεν καὶ παροιμίαν γενέσθαι. καὶ Ἀριστοφάνης ὁ γραμματικός φησιν, ὡς οἱ ἐν ὅλμῳ κοιμηθέντες μαντικοί, καὶ τοὺς τρίποδας τοῦ Ἀπόλλωνος ὅλμους καλεῖσθαι, καὶ Ἀπόλλων ὑπὸ Σοφοκλέους ἔνολμος.

Ἀριστοφάνους Σχόλια λέγεταί τις Κερκυραία μάστιξ. Φρύνιχος Σατύροις· «Κερκυραῖαι δʼ οὐδὲν ἐπιβάλλουσι μάστιγες.» ὥστε καὶ εἰς παροιμίαν ἤδη ἐλθεῖν. Ἀριστοφάνης δὲ τὸ Κερκυραία μάστιξ λέγων φησὶν οὕτως· «διὸ καὶ τὰς κώπας αὐτῶν ἐλεφαντίνας ἐποιήσαντο καὶ τῷ μεγέθει περιττάς. ὅθεν καὶ ἡ Κερκυραία ἐπεπόλασε μάστιξ καὶ εἰς παροιμίαν ἦλθε.»

Φώτιος, Σοῦδα Λύσιοι τελεταί, αἱ Διονύσου. Βοιωτοὶ γὰρ ἁλόντες ὑπὸ Θρᾳκῶν καὶ φυγόντες ἐς Τροφωνίου, κατʼ ὄναρ ἐκείνου Διόνυσον ἔσεσθαι βοηθὸν φήσαντος, μεθύουσιν ἐπιθέμενοι τοῖς Θρᾳξὶν ἔλυσαν ἀλλήλους, καὶ Διονύσου ἱερὸν ἱδρύσαντο, ὡς Ἡρακλείδης ὁ Ποντικός. ὡς Ἀριστοφάνης δὲ διὰ τὸ λυτρώσασθαι Θηβαίους παρὰ Ναξίων ἄμπελον.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς Πηλέως μάχαιρα. παροιμία, ἣν ἐκ πλήρους Ἀριστοφάνης ἀναγράφει οὕτω· Μέγα φρονεῖ μᾶλλον ἢ ὁ Πηλεὺς τῇ μαχαίρᾳ. ἐδόκει γὰρ σωφροσύνης γέρας εἰληφέναι.

Ἀριστοφάνους Σχόλια Πέρδιξ ὄνομα καπήλου. χωλὸς δὲ ἦν οὗτος. —ἀπὸ τούτου δέ φασι τὴν παροιμίαν Πέρδικος σκέλος, ἧς καὶ Ἀριστοφάνης ἐν ταῖς ἀμέτροις παροιμίαις μνημονεύει.

Ἐτυμολογικὸν τὸ Μέγα Συρβηνός ὁ ταραχώδης, ἀπὸ τῶν αὐλούντων μετὰ θορύβου. —καὶ συρβηνέων χορός, ὁ τεταραγμένος καὶ συώδης· ἀπὸ τοῦ τοῖς κυσὶν ἐπιφωνουμένου συρβάβυττα τὸν τάραχον· καὶ σύρβη, ὡς Ἀριστοφάνης ὁ γραμματικός.