eul_wid: lsq-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Trojan Customs by Demetrius of Scepsis

The Fragments on Trojan Customs is a lost scholarly treatise by the 2nd-century BCE grammarian Demetrius of Scepsis. Known only through quotations in later authors, it was a detailed commentary on the geography, ethnography, and customs of the Trojan region as described in Homer’s Iliad. The work formed part of Demetrius’s monumental exegetical project, The Trojan Battle-Order, which systematically addressed the Homeric Catalogue of Ships. The surviving fragments indicate the work focused on the meticulous identification of Homeric places in the Troad and the explanation of the social practices and customs of Trojan peoples. It critically engaged with earlier geographical scholarship, often correcting prior accounts, and integrated local Troad mythology and history into Homeric exegesis. The original treatise is lost, with its fragments preserved primarily through extensive quotations in Strabo’s Geography, alongside additional references found in Homeric scholia and the works of later grammarians like Athenaeus. Demetrius’s work, informed by his local knowledge of Scepsis, represents a high point of Hellenistic Homeric scholarship that blended philology with empirical geography. It served as a major source for Strabo and influenced subsequent ancient understanding of the historical and topographical reality behind the Homeric epics.

Ἀθήναιος Δημήτριος δʼ ὁ Σκήψιος ἐν τῷ πρώτῳ τοῦ τρωικοῦ διακόσμου τὴν τῶν Καρνείων φησὶν ἑορτὴν παρὰ Λακεδαιμονίοις μίμημα εἶναι στρατιωτικῆς ἀγωγῆς. τόπους μὲν γὰρ εἶναι ἐννέα τῷ ἀριθμῷ, σκιάδες δʼ οὗτοι καλοῦνται, σκηναῖς ἔχοντες παραπλήσιόν τι· καὶ ἐννέα καθʼ ἕκαστον ἄνδρες δειπνοῦσι πάντα τε ἀπὸ προστάγματος κηρύσσεται. ἔχει τε ἑκάστη σκιὰς φρατρίας τρεῖς καὶ γίνεται ἡ τῶν Καρνείων ἑορτὴ ἐπὶ ἡμέρας ἐννέα.

Σχόλια εἰς Θεόκριτον Δημήτριος δὲ ἀπὸ τοῦ κρᾶναι ὅ ἐστι τελέσαι. φησὶ γὰρ ὡς ὁ Μενέλαος στρατεύσας εἰς Ἴλιον ηὔξατο τιμῆσαι αὐτόν, ἐὰν κράνῃ.

Ἀθήναιος περὶ οὗ φησὶ Δημήτριος ὁ Σκήψιος ἐν δευτέρῳ τρωικοῦ διακόσμου οὕτως· «τῆς Ἀχαΐας πόλις Τρομίλεια περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, ὁ προσαγορευόμενος τρομιλικός, οὗ καὶ Σημωνίδης μνημονεύει ἐν ἰάμβῳ οὗ ἡ ἀρχή ἦ πολλὰ μὲν δὴ προεκπονῇ Τηλέμβροτε γράφων ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαΐης τρομιλικὸς θαυμαστός, ὃν κατήγαγον».

Οὐαλέριος Ἁρποκρατίων Θυργωνίδαι· —φησὶ δὲ καὶ Δημήτριος ὁ Σκήψιος ἐν βʹ διακόσμου τῆς Πτολεμαΐδος φυλῆς τὸν δῆμον εἶναι.

Ἀθήναιος οἶδα δὲ καὶ τὴν ἐν τῇ Πισάτιδι γραφὴν ἀνακειμένην ἐν τῷ τῆς Ἀλφειώσας Ἀρτέμιδος ἱερῷ· Κλεάνθους δʼ ἐστὶ τοῦ Κορινθίου ἐν ᾗ Ποσειδῶν πεποίηται θύννον τῷ Διὶ προσφέρων ὠδίνοντι, ὡς ἱστορεῖ Δημήτριος ἐν ὀγδόῃ τοῦ τρωικοῦ διακόσμου.

Ἀθήναιος καὶ ὅ γε Σκήψιος Δημήτριος ἐν τῷ δεκάτῳ τοῦ τρωικοῦ διακόσμου φησὶν οὕτως· «Κτησιφῶν ὁ Ἀθηναῖος, ποιητὴς τῶν καλουμένων κολάβρων, ὃν καὶ ὁ πρῶτος μετὰ Φιλέταιρον ἄρξας Περγάμου Ἄτταλος δικαστὴν καθεστάκει βασιλικὸν τῶν περὶ τὴν Αἰολίδα.»

Ἀθήναιος Δημήτριος δʼ ὁ Σκήψιος ἐν τῷ δωδεκάτῳ τοῦ τρωικοῦ διακόσμου «παρʼ Ἀντιόχῳ» φησί «τῷ βασιλεῖ τῷ μεγάλῳ προσαγορευθέντι ἐν τῷ δείπνῳ πρὸς ὅπλα ὠρχοῦντο οὐ μόνον οἱ βασιλέως φίλοι, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεύς. ἐπεὶ δὲ καὶ εἰς Ἡγησιάνακτα τὸν Ἀλεξανδρέα ἀπὸ Τρῳάδος, τὸν τὰς ἱστορίας γράψαντα, ἡ τῆς ὀρχήσεως τάξις ἐγένετο, ἀναστὰς εἶπε· πότερον, ὦ βασιλεῦ, κακῶς ὀρχούμενον ἐμὲ θεάσασθαι βούλει ἢ καλῶς ἀπαγγέλλοντός μου ἴδια ποιήματα θέλεις ἀκροάσασθαι; κελευσθεὶς οὖν λέγειν οὕτως ἧσε τὸν βασιλέα ὥστʼ ἐράνου τε ἀξιωθῆναι καὶ τῶν φίλων εἷς γενέσθαι».

Ἀθήναιος — οὐδὲ τῆς κώμης ἀμνήμων εἰμί — ἣν Πλακοῦντά φησι καλεῖσθαι Δημήτριος ὁ Σκήψιος ἐν δωδεκάτῳ τρωικοῦ διακόσμου, τῶν Ὑποπλακίων Θηβῶν φάσκων αὐτὴν ἀπέχειν σταδίους ἕξ.

Ἀθήναιος Δημήτριος δʼ ὁ Σκήψιος ἐν τῷ πεντεκαιδεκάτῳ τοῦ τρωικοῦ διακόσμου εὐφώνους φησὶ γίνεσθαι τοὺς μὴ σύκων ἐσθίοντας. Ἡγησιάνακτα γοῦν τὸν Ἀλεξανδρέα τὸν τὰς ἱστορίας γράψαντα κατʼ ἀρχὰς ὄντα πένητα καὶ τραγῳδόν φησι γενέσθαι καὶ ὑποκριτικὸν καὶ εὔηχον, ὀκτωκαίδεκα ἐτῶν σύκων μὴ γευσάμενον.

Ἀθήναιος Δημήτριος δʼ ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῳ τρωικοῦ διακόσμου ἐν τῇ Λακωνικῇ φησὶν ἐπὶ τῆς ὁδοῦ τῆς καλουμένης Ὑακινθίδος ἱδρῦσθαι ἥρωας Μάττωνα καὶ Κεράωνα ὑπὸ τῶν ἐν τοῖς φειδιτίοις ποιούντων τε τὰς μάζας καὶ κεραννύντων τὸν οἶνον διακόνων.

Ἀθήναιος περὶ τὸν Εὐλέα ποταμὸν οὗ μνημονεύει Ἀντίμαχος ἐν ταῖς ἐπιγραφομέναις Δέλτοις οὕτως· «ἐλθὼν Εὐλῆος πηγὰς ἔπι δινήεντος», Δημήτριος ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῳ τοῦ τρωικοῦ διακόσμου ἐγχέλεις φησὶ διαφόρους γίνεσθαι.

Στέφανος ὁ Βυζάντιος Σιλίνδιον πόλισμα περὶ τὴν Ἴδην ὡς Δημήτριος ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῳ τοῦ τρωικοῦ διακόσμου.

Ἀθήναιος ὁ δʼ αὐτὸς οὗτος συγγραφεὺς κἀν τῷ ἐννεακαιδεκάτῳ τῆς αὐτῆς πραγματείας Μνησιπτολέμου φησί ποτε τοῦ ἱστοριογράφου, τοῦ παρὰ Ἀντιόχῳ τῷ προσαγορευθέντι μεγάλῳ πλεῖστον ἰσχύσαντος, υἱὸν γενέσθαι Σέλευκον, τὸν τῶν ἱλαρῶν ᾀσμάτων ποιητήν· οὗπερ συνεχῶς ᾄδειν εἰώθασι

κἀγὼ παιδοφιλήσω· πολύ μοι κάλλιον ἢ γαμεῖν.

παῖς μὲν γὰρ παρεὼν κἠν πολέμῳ μᾶλλον ἐπωφελεῖ.

Ἀθήναιος ὁ δʼ αὐτὸς ἱστορεῖ κἀν τῷ τετάρτῳ καὶ εἰκοστῷ τῆς αὐτῆς πραγματείας Δαίτην ἥρωα τιμώμενον παρὰ τοῖς Τρωσίν, οὗ μνημονεύειν Μίμνερμον.

Ἀθήναιος Δημήτριος δʼ ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ τρωικοῦ διακόσμου Λάκωνά φησι τινὰ κληθέντα ἐπὶ θοῖναν παρατεθέντων ἐπὶ τὴν τράπεζαν θαλαττίων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν χρῆσιν τοῦ ἐδέσματος, ἀλλʼ οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν· ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον. δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τραχύτητος εἰπεῖν· ὦ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς οὔτʼ αὖθις ἔτι λάβοιμι.

Ἀθήναιος Ἑλλησπόντιοι δὲ ἐπεγχύτην ὀνομάζουσι τὸν οἰνοχόον καὶ τὴν κρεανομίαν κρεοδαισίαν ὥς φησι Δημήτριος ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ τρωικοῦ διακόσμου.

Στράβων — τινὲς δὲ δύο εἶναι Καλύδνας φασὶ Λέρον καὶ Κάλυμναν ἅσπερ καὶ λέγειν τὸν ποιητήν. ὁ δὲ Σκήψιος πληθυντικῶς ὠνομάσθαι τὴν νῆσον Καλύμνας φησίν ὡς Ἀθήνας καὶ Θήβας, δεῖν δὲ ὑπερβατῶς δέξασθαι τὸ τοῦ ποιητοῦ· οὐ γὰρ νήσους Καλύδνας λέγειν, ἀλλʼ «οἱ δʼ ἄρα νήσους Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, Καλύδνας τε».

Οὐαλέριος Ἁρποκρατίων Ἀδράστειαν—Δημήτριος δʼ ὁ Σκήψιος Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν ὑπὸ Ἀδράστου τινὸς ἱδρυμένην.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Περκώτῃ· ἀρχαία αὕτη ἦν. νῦν Παλαι—Περκώτην καλοῦσι· τῆς Λαμψακηνῶν δὲ ἦν χώρας.

Στέφανος ὁ Βυζάντιος Περκώτη· καὶ Παλαι—Περκώτη, πόλις Τρῳάδος.

Στέφανος ὁ Βυζάντιος Ἀρίσβη πόλις τῆς Τρῳάδος, Μυτιληναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκάνιος υἱὸς Αἰνείου. κεῖται μεταξὺ Περκώτης καὶ Ἀβύδου. Κεφάλων δέ φησιν ὅτι Δάρδανος ἀπὸ Σαμοθρᾴκης ἐλθὼν εἰς τὴν Τρῳάδα τὴν Τεύκρου τοῦ Κρητὸς θυγατέρα γαμεῖ Ἀρίσβην. Ἑλλάνικος δὲ Βάτειαν αὐτήν φησιν. ἔστιν ἑτέρα ἐν Λέσβῳ ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεαλογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρόδοτος δὲ καὶ ἰάζων Ἀρίσβαν καλεῖ ἐν πρώτῃ … .

Στράβων καὶ τὸ Ἴλιον δʼ ὃ νῦν ἔστι κωμόπολίς τις ἦν, ὅτε πρῶτον Ῥωμαῖοι τῆς Ἀσίας ἐπέβησαν καὶ ἐξέβαλον Ἀντίοχον τὸν μέγαν ἐκ τῆς ἐντὸς τοῦ Ταύρου. φησὶ γοῦν Δημήτριος ὁ Σκήψιος μειράκιον ὢν ἐπιδημήσας εἰς τὴν πόλιν κατʼ ἐκείνους τοὺς καιρούς, οὕτως ὠλιγωρημένην ἰδεῖν τὴν κατοικίαν ὥστε μηδὲ κεραμωτὰς ἔχειν τὰς στέγας· Ἡγησιάναξ δὲ τοὺς Γαλάτας περαιωθέντας ἐκ τῆς Εὐρώπης ἀναβῆναι μὲν εἰς τὴν πόλιν δεομένους ἐρύματος, παραχρῆμα δʼ ἐκλιπεῖν διὰ τὸ ἀτείχιστον· ὕστερον δʼ ἐπανόρθωσιν ἔσχε πολλήν.

Στράβων ὑπονοεῖ δʼ ὁ Δημήτριος μέχρι δεῦρο διατείνειν τὴν περὶ τὸ Ἴλιον χώραν τὴν ὑπὸ τῷ Ἕκτορι, ἀνήκουσαν ἀπὸ τοῦ ναυστάθμου μέχρι Κεβρηνίας· τάφον τε γὰρ Ἀλεξάνδρου δείκνυσθαί φησιν αὐτόθι καὶ Οἰνώνης, ἣν ἱστοροῦσι γυναῖκα γεγονέναι τοῦ Ἀλεξάνδρου πρὶν Ἑλένην ἁρπάσαι· λέγειν τε τὸν ποιητὴν «Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο», ὃν εἰκὸς εἶναι ἐπώνυμον τῆς χώρας ἢ καὶ πόλεως ὅπερ πιθανώτερον κτλ. —

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν θεῶν ἔπι Καλλικολώνῃ· Δημήτριος ὁ Σκήψιος λόφον εἶναί φησι σταδίων πέντε τὴν περίμετρον, μεταξὺ Ἰλιέων κώμης καὶ Σιμοῦντος ὃς ἀπέχει κατὰ διάμετρον Σιμοῦντος μὲν στάδια πέντε, Ἰλιέων δὲ κώμης στάδια δέκα. — θεοῖς δὲ αὐτὴν ἀνατίθησιν ὡς πλήθουσαν λιβάσι καὶ λειμῶσι. τὸ δὲ θεῶν καὶ θέων δύναται γράφεσθαι, ἵνα δηλοῖ τὸν ἐπειγόμενον. —

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν θρωσμῷ πεδίοιο: ὑψηλῷ τόπῳ ὅθεν καταθορεῖν καὶ πηδῆσαι ἔστιν. ἔστι δὲ οὗτος ἐν Ἰλίῳ σταδίων πέντε τὴν περίμετρον μεταξὺ Σιμοῦντος τοῦ ποταμοῦ καὶ τῆς Ἰλιέων καλουμένης κώμης, ὅπου καὶ αἱ θεαὶ κριθῆναι δοκοῦσι περὶ κάλλους. ὀνομάζεται δὲ Καλλικολώνη, ἐπεὶ τῶν πέριξ τόπων ἐπισημότατός ἐστιν. ἡ ἱστορία παρὰ Δημητρίῳ τῷ Σκηψίῳ.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς Θύμβρα· τόπος τῆς Ἰλίου παρὰ τὸν Θύμβριον λεγόμενον ποταμὸν οὕτως ὀνομασθεὶς τῆς ἀρχαίας πόλεως ἀπέχοντα σταδίους δέκα, ὅπου γε καὶ ἱερὸν Ἀπόλλωνος Θυμβραίου.

Νικάνωρ «οἱ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο μέσσον κὰπ πεδίον, παρʼ ἐρινεὸν ἐσσεύοντο» μέχρι τοῦ «μέσσον κὰπ πεδίον» συναπτέον, εἶτα βραχὺ διασταλτέον· ὁ γὰρ ἐρινεὸς οὐκ ἐν μέσῳ τῷ πεδίῳ, ἀλλʼ ἐγγὺς τῆς πόλεως· «λαὸν δὲ στῆσον παρʼ ἐρινεὸν ἔνθα μάλιστα ἄμβατός ἐστι πόλις» ... ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ἐρινεός.

Στράβων παρατίθησι δʼ ὁ Δημήτριος καὶ τὴν Ἀλεξανδρίνην Ἑστίαιαν μάρτυρα τὴν συγγράψασαν περὶ τῆς Ὁμήρου Ἰλιάδος πυνθανομένην εἰ περὶ τὴν νῦν πόλιν ὁ πόλεμος συνέστη καὶ ... τὸ Τρωικὸν πεδίον ὃ μεταξὺ τῆς πόλεως καὶ τῆς θαλάττης ὁ ποιητὴς φράζει· τὸ μὲν γὰρ πρὸ τῆς νῦν πόλεως ὁρώμενον πρόχωμα εἶναι τῶν ποταμῶν ὕστερον γεγονός.

Στράβων Τίμαιον δὲ ψεύσασθαί φησιν ὁ Δημήτριος ἱστοροῦντα ἐκ τῶν λίθων τῶν ἐξ Ἰλίου Περίανδρον ἐπιτειχίσαι τὸ Ἀχίλλειον τοῖς Ἀθηναίοις, βοηθοῦντα τοῖς περὶ Πιττακόν κτλ.

Οὕτω μὲν δὴ λέγουσιν οἱ Ἰλιεῖς, Ὅμηρος δὲ ῥητῶς τὸν ἀφανισμὸν τῆς πόλεως εἴρηκεν. —καὶ τὰ τοιαῦτα δὲ τοῦ αὐτοῦ τίθενται τεκμήρια, οἷον ὅτι τῆς Ἀθηνᾶς τὸ ξόανον νῦν μὲν ἑστηκὸς ὁρᾶται, Ὅμηρος δὲ καθήμενον ἐμφαίνει· πέπλον γὰρ κελεύει «θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν». βέλτιον γὰρ οὕτως ἢ ὡς τινὲς δέχονται ἀντὶ τοῦ «παρὰ τοῖς γόνασι θεῖναι» παρατιθέντες τὸ «ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ» ἀντὶ τοῦ «παρʼ ἐσχάρῃ». τίς γὰρ ἂν νοηθείη πέπλου ἀνάθεσις παρὰ τοῖς γόνασι; καὶ οἱ τὴν προσῳδίαν δὲ διαστρέφοντες «γουνάσιν» ὡς θυιάσιν ὁποτέρως ἂν δέξωνται, ἀπεραντολογοῦσιν εἴθʼ ἱκετείας ἑρμηνεύοντες εἴτε φρένας. πολλὰ δὲ τῶν ἀρχαίων τῆς Ἀθηνᾶς ξοάνων καθήμενα δείκνυται καθάπερ ἐν Φωκαίᾳ Μασσαλίᾳ Ῥώμῃ Χίῳ ἄλλαις πλείοσιν κτλ.

πῶς ὀρθοῦ ὄντος τοῦ Παλλαδίου τὸν πέπλον ἐπὶ γούνασι θεῖναι παρακελεύεται; καὶ τινὲς μὲν οὖν φασὶν ὅτι πολλὰ τῶν Παλλαδίων κάθηται. οἱ δὲ ἀπὸ μέρους τὸ ὅλον σῶμα ὡς ἐπὶ τοῦ «ἐϋκνήμιδες Ἀχαιοί»· οἱ δὲ ὅτι γούνατα καὶ τὰς ἱκετείας φησί· λέγει γάρ «ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐνὶ γούνασι κεῖται» τουτέστιν ἐν τῇ θεῶν λιτανείᾳ καὶ δεήσει. θεῖναι οὖν τὸν πέπλον ἐπὶ γούνασιν Ἀθηναίης ἀντὶ τοῦ ἐπὶ λιτανείᾳ καὶ δεήσει. οἱ δὲ ὅτι τῇ ἐπὶ ἀντὶ τῆς παρὰ εἴωθε χρῆσθαι ὡς ἐν τῷ «ποιμαίνων δʼ ἐπʼ ὄεσσιν». οὕτως οὖν καὶ ἐπὶ γούνασιν ἀντὶ τοῦ παρὰ γούνασιν Ἀθηναίης.

Στράβων πολυπίδακον δὲ τὴν ἴδην ἰδίως οἴονται λέγεσθαι διὰ τὸ πλῆθος τῶν ἐξ αὐτῆς ῥεόντων ποταμῶν καθʼ ἃ μάλιστα ἡ Δαρδανικὴ ὑποπέπτωκεν αὐτῇ μέχρι Σκήψιος καὶ τὰ περὶ Ἴλιον. ἔμπειρος δʼ ὢν τῶν τόπων ὡς ἂν ἐπιχώριος ἀνὴρ ὁ Δημήτριος τότε μὲν οὕτως λέγει περὶ αὐτῶν «ἔστι γὰρ λόφος τις τῆς Ἴδης Κότυλος· ὑπέρκειται δʼ οὗτος ἑκατόν που καὶ εἴκοσι σταδίοις Σκήψιος, ἐξ οὗ ὅ τε Σκάμανδρος ῥεῖ καὶ ὁ Γράνικος καὶ Αἴσηπος» κτλ.

Εὐστάθιος ὁ Θεσσαλονίκης ἀπὸ τοῦ Καρήσου ποταμοῦ καὶ χώρα τις Καρησηνὴ λέγεται ἣν ὁ ἰδιωτισμὸς Κερασηνήν φησιν.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς Κάρησος· πόλις καὶ ποταμός.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν, Εὐστάθιος ὁ Θεσσαλονίκης Ῥῆσος· Ῥοείτης μετωνόμασται. ῥεῖ δὲ πρὸς ἄρκτον ἀπὸ καλῆς πεύκης ἥτις ἀπέχει ἀπὸ Ἀδραμυττείου στάδια ρπʹ.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Κάρησος· Πίδυς καλεῖται· ῥεῖ δὲ ἀπὸ Μαλοῦντος. Κυζικηνοὶ ὀξυτόνως αὐτὸν καλοῦσιν. ἐμβάλλει γὰρ εἰς Αἴσηπον.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ῥοδίος· Δάρδανος καλεῖται. ῥεῖ δὲ ἀπὸ Κλεανδρίας ἀπεχούσης καλῆς πεύκης σταδίους ξʹ.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἀχιλλεὺς ὑπὸ τὸν Τρωικὸν πόλεμον πορθῶν τὰς περιοίκους τῆς Ἰλίου πόλεις ἀφίκετο εἰς τὴν πάλαι μὲν Μονηνίαν, νῦν δὲ Πήδασον καλουμένην καὶ αὐτὴν σὺν ταῖς ἄλλαις ἑλεῖν· ἀπογνόντος δὲ αὐτοῦ τὴν εἰς τὸ τέλος πολιορκίαν διὰ τὴν ὀχυρότητα τοῦ τόπου καὶ μέλλοντος ἀναχωρεῖν, φασὶν εἴσω τῶν τειχῶν οὖσάν τινα παρθένον ἐρασθῆναι τοῦ Ἀχιλλέως καὶ λαβοῦσαν μῆλον εἰς τοῦτο ἐπιγράψαι καὶ ῥῖψαι εἰς μέσον τῶν Ἀχαιῶν· ἦν δὲ ἐν αὐτῷ γεγραμμένον «μὴ σπεῦδʼ Ἀχιλλεῦ πρὶν Μονηνίαν ἑλεῖν· ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσιν κακῶς·» τὸν δὲ Ἀχιλλέα ἐπιμείναντα οὕτω λαβεῖν τὴν πόλιν τῇ τοῦ ὕδατος σπάνει. ἡ ἱστορία παρὰ Δημητρίῳ καὶ Ἡσιόδῳ.

Στράβων τὴν δὲ Ἄντανδρον Ἀλκαῖος μὲν καλεῖ Λελέγων πόλιν «πρώτα μὲν Ἄντανδρος Λελέγων πόλις». ὁ δὲ Σκήψιος ἐν ταῖς παρακειμέναις τίθησιν, ὥστʼ ἐκπίπτοι ἂν εἰς τὴν τῶν Κιλίκων.

Στέφανος ὁ Βυζάντιος Σκῆψις· πόλις Τρωική. —ἐκλήθη δὲ ἀπὸ τοῦ σκήψασθαι τὴν Ῥέαν ἀντὶ τοῦ παιδὸς λίθον τεκεῖν.

Στράβων οἴεται δʼ ὁ Σκήψιος καὶ βασίλειον τοῦ Αἰνείου γεγονέναι τὴν Σκῆψιν, μέσην οὖσαν τῆς τε ὑπὸ τῷ Αἰνείᾳ καὶ Λυρνησσοῦ, εἰς ἣν φυγεῖν εἴρηται διωκόμενος ὑπὸ τοῦ Ἀχιλλέως· φησὶ γοῦν ὁ Ἀχιλλεύς «ἢ οὐ μέμνῃ, ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι, κεῖθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν πέρσα μεθορμηθείς».

Στράβων φησὶ δὲ Μυρσίλος Μηθυμναίων κτίσμα εἶναι τὴν Ἄσσον, Ἑλλάνικός τε καὶ Αἰολίδα φησίν, ὥστε καὶ τὰ Γάργαρα καὶ ἡ Λαμπωνία Αἰολέων· Ἀσσίων γάρ ἐστι κτίσμα τὰ Γάργαρα, οὐκ εὖ συνοικούμενα· ἐποίκους γὰρ οἱ βασιλεῖς εἰσήγαγον ἐκ Μιλητουπόλεως ἐρημώσαντες ἐκείνην, ὥστε ἡμιβαρβάρους γενέσθαι φησὶ Δημήτριος αὐτοὺς ὁ Σκήψιος ἀντὶ Αἰολέων.

Σχόλια εἰς Εὐριπίδην ἔνιοι δὲ καὶ τὴν Χρύσην καὶ τὴν Λυρνησσὸν ἐν τῷ τῆς Θήβης πεδίῳ τάσσουσιν ὡς ὁ Αἰσχύλος Λυρνησσίδα προσαγορεύσας τὴν Ἀνδρομάχην ἐν τοῖς Φρυξίν, ἔνθα καὶ ξένως ἱστορεῖ Ἀνδραίμονος αὐτὴν λέγων· Ἀνδραίμονος γένεθλον … Λυρνησσίου ὅθεν περ Ἕκτωρ ἄλοχον ἤγαγεν φίλην.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Λαρίσσης· οὐ τῆς ἐν Τροίᾳ· οὐ γὰρ ἂν εἴρηκε τῆλε. ἀλλʼ ἔστιν ὁμώνυμος Λάρισσα ἐν Κύμῃ ἣ ἀπέχει χιλίους διακοσίους σταδίους τῆς Ἰλίου. φασὶ τὴν Φρικωνίδα Λάρισσαν.

Στράβων κειμένων δʼ οὕτω πως τῶν ἐπῶν παρʼ Ὁμήρῳ «Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην, υἷε Ταλαιμένεος, τὼ Γυγαίη τέκε λίμνη, οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας» προσγράφουσί τινες τοῦτο τέταρτον ἔπος «Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ». οὐδεμία δʼ εὑρίσκεται Ὕδη ἐν τοῖς Λυδοῖς. οἱ δὲ καὶ τὸν Τυχίον ἐνθένδε ποιοῦσιν ὅν φησιν ὁ ποιητής «σκυτοτόμων ὄχʼ ἄριστος Ὕδῃ ἔνι». προστιθέασι δὲ καὶ διότι δρυμώδης ὁ τόπος καὶ κεραυνόβολος καὶ ὅτι ἐνταῦθα οἱ Ἄριμοι· καὶ γὰρ τῷ «εἰν Ἀρίμοις ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς» ἐπεισφέρουσι «χώρῳ ἐνὶ δρυόεντι Ὕδης ἐν πίονι δήμῳ». ἄλλοι δʼ ἐν Κιλικίᾳ τινὲς δʼ ἐν Συρίᾳ πλάττουσι τὸν μῦθον τοῦτον, οἱ δʼ ἐν Πιθηκούσσαις, οἳ καὶ τοὺς πιθήκους φασὶ παρὰ τοῖς Τυρρηνοῖς ἀρίμους καλεῖσθαι· οἱ δὲ τὰς Σάρδεις Ὕδην ὀνομάζουσιν, οἱ δὲ τὴν ἀκρόπολιν αὐτῆς. πιθανωτάτους δʼ ὁ Σκήψιος ἡγεῖται τοὺς ἐν τῇ Κατακεκαυμένῃ τῆς Μυσίας τοὺς Ἀρίμους τιθέντας.

Εὐστάθιος ὁ Θεσσαλονίκης ἡ δὲ κατʼ Εὐριπίδην μετὰ τὸν τρίτον στίχον οὗ ἀρχὴ τὸ «οἳ καὶ Μῄονας ἦγον» γράφει τέταρτον τοῦτον κατὰ σχῆμα ἐπαναλήψεως «Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ».

Στράβων φησὶ δὲ Καλλισθένης ἁλῶναι τὰς Σάρδεις ὑπὸ Κιμμερίων πρῶτον, εἶθʼ ὑπὸ Τρηρῶν καὶ Λυκίων, ὅπερ καὶ Καλλῖνον δηλοῦν τὸν τῆς ἐλεγείας ποιητήν, ὕστατα δὲ τὴν ἐπὶ Κύρου καὶ Κροίσου γενέσθαι ἅλωσιν. λέγοντος δὲ τοῦ Καλλίνου τὴν ἔφοδον τῶν Κιμμερίων ἐπὶ τοὺς Ἠσιονῆας γεγονέναι, καθʼ ἣν αἱ Σάρδεις ἑάλωσαν, εἰκάζουσιν οἱ περὶ τὸν Σκήψιον ἰαστὶ λέγεσθαι Ἠσιονεῖς τοὺς Ἀσιονεῖς· «τάχα γὰρ ἡ Μῃονία», φησίν, «Ἀσία ἐλέγετο, καθʼ ὃ καὶ Ὅμηρος εἴρηκεν “Ἀσίῳ ἐν λειμῶνι καϋστρίου ἀμφὶ ῥέεθρα”».

Στέφανος ὁ Βυζάντιος Ἠσιονία ἡ Σάρδεων χώρα ἡ καὶ Ἀσία.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια διʼ Ἀσίδος ἠπείροιο· τῆς Λυδίας λέγει. Ἀσία γὰρ τὸ πρότερον ἐκαλεῖτο ἡ Λυδία. καὶ Ὅμηρος «Ἀσίῳ ἐν λειμῶνι».

Στράβων — τοὺς δʼ Ἁλιζῶνας αὐτὸς πλάττει — μᾶλλον δʼ οἱ πρῶτοι τοὺς Ἁλιζῶνας ἀγνοήσαντες τίνες εἰσί, καὶ μεταγράφοντες πλεοναχῶς καὶ πλάττοντες τὴν τοῦ ἀργύρου γενέθλην καὶ ἄλλα πολλὰ μέταλλα, ἐκλελειμμένα ἅπαντα. πρὸς ταύτην δὲ τὴν φιλοτιμίαν κἀκείνας συνήγαγον τὰς ἱστορίας ἃς ὁ Σκήψιος τίθησι παρὰ Καλλισθένους λαβὼν καὶ ἄλλων τινῶν, οὐ καθαρευόντων τῆς περὶ τῶν Ἁλιζώνων ψευδοδοξίας· ὡς ὁ μὲν Ταντάλου πλοῦτος καὶ τῶν Πελοπιδῶν ἀπὸ τῶν περὶ Φρυγίαν καὶ Σίπυλον μετάλλων ἐγένετο· ὁ δὲ Κάδμου περὶ Θρᾴκην καὶ τὸ Παγγαῖον ὄρος· ὁ δὲ Πριάμου ἐκ τῶν ἐν Ἀστύροις περὶ Ἄβυδον χρυσείων, ὧν καὶ νῦν ἔτι μικρὰ λείπεται· πολλὴ δʼ ἡ ἐκβολὴ καὶ τὰ ὀρύγματα σημεῖα τῆς πάλαι μεταλλείας· ὁ δὲ Μίδου ἐκ τῶν περὶ τὸ Βέρμιον ὄρος· ὁ δὲ Γύγου καὶ Ἀλυάττου καὶ Κροίσου ἀπὸ τῶν ἐν Λυδίᾳ .... τῆς μεταξὺ Ἀταρνέως τε καὶ Περγάμου πολίχνη ἐρήμη ἐκμεμεταλλευμένα ἔχουσα τὰ χωρία.

Στράβων ὑπονοεῖ δὲ καὶ ὁ Σκήψιος τὴν τοῦ ὀνόματος μετάπτωσιν ἐξ Ἀλύβων εἰς Χάλυβας, τὰ δʼ ἑξῆς καὶ τὰ συνῳδὰ οὐ νοῶν καὶ μάλιστα ἐκ τίνος Ἁλιζώνους εἴρηκε τοὺς Χάλυβας ἀποδοκιμάζει τὴν δόξαν. —ὁ δὲ Σκήψιος οὔτε τὴν τούτου, ἔοικεν, ἀποδεξάμενος οὔτε τῶν περὶ τὴν Παλλήνην τοὺς Ἁλιζώνους ὑπολαβόντων — ὧν ἐμνήσθημεν ἐν τοῖς Μακεδονικοῖς —, ὁμοίως διαπορεῖ καὶ πῶς ἐκ τῶν ὑπὲρ τὸν Βορυσθένη νομάδων ἀφῖχθαι συμμαχίαν τοῖς Τρωσί τις νομίσειεν, ἐπαινεῖ δὲ μάλιστα τὴν Ἑκαταίου τοῦ Μιλησίου καὶ Μενεκράτους τοῦ Ἐλαΐτου τῶν Ξενοκράτους γνωρίμων ἀνδρὸς δόξαν καὶ τὴν Παλαιφάτου, ὧν ὁ μὲν ἐν γῆς περιόδῳ φησίν· «ἐπὶ δʼ Ἀλαζίῃ πόλι ποταμός Ὀδρύσης ῥέων διὰ Μυγδονίης πεδίου ἀπὸ δύσιος ἐκ τῆς λίμνης τῆς Δασκυλίτιδος ἐς Ῥύνδακον ἐσβάλλει.» ἔρημον δὲ εἶναι νῦν τὴν Ἀλαζίαν λέγει, κώμας δὲ πολλὰς τῶν Ἀλαζώνων οἰκεῖσθαι διʼ ὧν Ὀδρύσης ῥεῖ, ἐν δὲ ταύταις τὸν Ἀπόλλωνα τιμᾶσθαι διαφερόντως καὶ μάλιστα κατὰ τὴν ἐφορίαν τῶν Κυζικηνῶν. ὁ δὲ Μενεκράτης ἐν τῇ Ἑλλησποντιακῇ περιόδῳ ὑπερκεῖσθαι λέγει τῶν περὶ τὴν Μύρλειαν τόπων ὀρεινὴν συνεχῆ, ἣν κατῴκει τὸ τῶν Ἁλιζώνων ἔθνος· δεῖ δέ, φησί, γράφειν ἐν τοῖς δύο λάβδα, τὸν δὲ ποιητὴν ἐν τῷ ἑνὶ γράφειν διὰ τὸ μέτρον. ὁ δὲ Παλαίφατός φησιν ἐξ Ἀλαζώνων τῶν ἐν τῇ Ἀλόπῃ οἰκούντων, νῦν δὲ Ζελείᾳ, τὸν Ὀδίον καὶ τὸν Ἐπίστροφον στρατεῦσαι. —τοὺς περὶ Πύγελα λέγοντας τοὺς Ἀμαζῶνας μεταξὺ Ἐφέσου καὶ Μαγνησίας καὶ Πριήνης φλυαρεῖν φησὶν ὁ Δημήτριος· τὸ γὰρ «τηλόθεν» οὐκ ἐφαρμόττειν τῷ τόπῳ· — πόσῳ οὖν μᾶλλον οὐκ ἐφαρμόττει τῷ περὶ Μυσίαν καὶ Τευθρανίαν; —

Νὴ Δία ἀλλά φησι δεῖν ἔνια καὶ ἀκύρως προστιθέμενα δέχεσθαι, ὡς καὶ «τῆλʼ ἐξ Ἀσκανίης» καὶ «Ἀρναῖος δʼ ὄνομʼ ἔσκε, τὸ γὰρ θέτο πότνια μήτηρ» καὶ «εἵλετο δὲ κληῖδʼ εὐκαμπέα χειρὶ παχείῃ Πηνελόπη». — δεδόσθω δὴ καὶ τοῦτο· ἀλλʼ ἐκεῖνα οὐ δοτέα — οἷς προσέχων ὁ Δημήτριος οὐδὲ τοῖς ὑπολαβοῦσι δεῖν ἀκούειν «τηλόθεν ἐκ Χαλύβης» πιθανῶς ἀντείρηκε. συγχωρήσας γὰρ ὅτι, εἰ καὶ μὴ ἔστι νῦν ἐν τοῖς Χάλυψι τὰ ἀργυρεῖα, ὑπάρξαι γε ἐνεδέχετο, ἐκεῖνό γε οὐ συγχωρεῖ ὅτι καὶ ἔνδοξα ἦν καὶ ἄξια μνήμης, καθάπερ τὰ σιδηρεῖα. —τί δʼ εἰ μὴ κατὰ τοὺς ἥρωας, ἀλλὰ καθʼ Ὅμηρον εἰς δόξαν ἀφῖκτο τὰ ἀργυρεῖα, ἆρα μέμψαιτό τις ἂν τὴν ἀπόφασιν τοῦ ποιητοῦ; πῶς οὖν εἰς τὸν ποιητὴν ἡ δόξα ἀφίκετο; — πῶς δʼ ἡ τοῦ ἐν τῇ Τεμέσῃ χαλκοῦ τῇ Ἰταλιώτιδι κτλ. ἀλλʼ οὐδʼ οἷς συνηγορεῖ, τούτοις ὁμολογεῖ· τὰ γὰρ περὶ τὴν Σκῆψιν τοποθετῶν τὴν ἑαυτοῦ πατρίδα, πλησίον τῆς Σκήψιος καὶ τοῦ Αἰσήπου Νέαν κώμην καὶ Ἀργυρίαν λέγει καὶ Ἀλαζόνιον ... ὁ δὲ Ἑκαταῖος κτλ.

Στράβων ἐνταῦθα δὲ καὶ διῶρυξ δείκνυται ἡ περὶ τὴν Ἄκανθον, καθʼ ἣν Ξέρξης τὸν Ἄθω διορύξαι λέγεται καὶ διαγαγεῖν ἐκ τοῦ Στρυμονικοῦ κόλπου διὰ τοῦ ἰσθμοῦ, δεξάμενος τὴν θάλασσαν εἰς τὴν διώρυγα. Δημήτριος δʼ ὁ Σκήψιος οὐκ οἴεται πλευσθῆναι τὴν διώρυγα ταύτην· μέχρι μὲν γὰρ δέκα σταδίων εὔγεων καὶ ὀρυκτὴν εἶναι, διορωρύχθαι δʼ ἐπὶ πλάτος πλεθριαῖον, εἶθʼ ὑψηλὸν εἶναι πλαταμῶνα σταδιαῖον σχεδόν τι τὸ μῆκος, ὅσον οὐκ ἐνὸν ἐκλατομηθῆναι διʼ ὅλου μέχρι θαλάσσης· εἰ δὲ καὶ μέχρι δεῦρο, οὔ γε καὶ κατὰ βυθοῦ ὥστε πόρον γενέσθαι πλωτόν· ὅπου Ἀλέξαρχον τὸν Ἀντιπάτρου πόλιν ὑποδείμασθαι τὴν Οὐρανόπολιν τριάκοντα σταδίων τὸν κύκλον ἔχουσαν.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν τοῦτο δὲ ὤρυξε Ξέρξης καταπλῆξαι βουλόμενος Ἕλληνας. Δημήτριος δὲ ὁ Σκήψιος ψευδὲς εἶναι τοῦτό φησιν.

Στράβων Δημήτριος δʼ ὁ Σκήψιος ἐν τοῖς περὶ τοῦ τρωικοῦ διακόσμου τὸ μὲν ἐκ Περίνθου μέχρι Βυζαντίου φησὶν ἑξακοσίους σταδίους, τὸ δʼ ἴσον μέχρι Παρίου, τὴν δὲ Προποντίδα μήκει μὲν χιλίων καὶ τετρακοσίων ἀποφαίνει σταδίων, εἰς εὖρος δὲ πεντακοσίων. τοῦ δʼ Ἑλλησπόντου τὸ στενώτατον ἑπταστάδιόν φησι, μῆκος δὲ τετρακοσίων.

Στράβων πολλῶν δὲ συναγωγὰς ποιησαμένων τοιαύτας ἀρκέσει τὰ ὑπὸ τοῦ Σκηψίου Δημητρίου συνηγμένα οἰκείως παρατεθέντα. μνησθεὶς γὰρ τῶν ἐπῶν τούτων «κρουνὼ δʼ ἵκανον καλιρρόω ἔνθα τε πηγαὶ δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος. ἡ μὲν γάρ θʼ ὕδατι λιαρῷ, ἡ δʼ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ» οὐκ ἐᾷ θαυμάζειν, εἰ νῦν ἡ μὲν τοῦ ψυχροῦ ὕδατος μένει πηγή, ἡ δὲ τοῦ θερμοῦ οὐχ ὁρᾶται. δεῖν γάρ φησιν αἰτιᾶσθαι τὴν ἔκλειψιν τοῦ θερμοῦ ὕδατος. μιμνήσκεται δὲ πρὸς ταῦτα τῶν ὑπὸ Δημοκλέους λεγομένων σεισμούς τινας μεγάλους τοὺς μὲν πάλαι περὶ Λυδίαν γενομένους καὶ Ἰωνίαν μέχρι τῆς Τρῳάδος ἱστοροῦντος, ὑφʼ ὧν καὶ κῶμαι κατεπόθησαν καὶ Σίπυλος κατεστράφη κατὰ τὴν Ταντάλου βασιλείαν καὶ ἐξ ἑλῶν λίμναι ἐγένοντο, τὴν δὲ Τροίαν ἐπέκλυσε κῦμα.

Στράβων Ἀστερία νησίον — Ἀστερὶς δʼ ὑπὸ τοῦ ποιητοῦ λέγεται —, ἣν ὁ μὲν Σκήψιος μὴ μένειν τοιαύτην οἵαν φησὶν ὁ ποιητής «λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ ἀμφίδυμοι». ὁ δὲ Ἀπολλόδωρος κτλ.

Στράβων πρὸς Νεάνθη τὸν Κυζικηνὸν φιλοτιμοτέρως ἀντιλέγων εἰπόντα ὅτι οἱ Ἀργοναῦται πλέοντες εἰς Φᾶσιν τὸν ὑφʼ Ὁμήρου καὶ τῶν ἄλλων ὁμολογούμενον πλοῦν ἱδρύσαντο τὰ τῆς Ἰδαίας μητρὸς ἱερὰ περὶ Κύζικον, ἀρχήν φησι μηδʼ εἰδέναι τὴν εἰς Φᾶσιν ἀποδημίαν τοῦ Ἰάσονος Ὅμηρον. — τοῦτο δʼ οὐ μόνον τοῖς ὑφʼ Ὁμήρου λεγομένοις μάχεται, ἀλλὰ καὶ τοῖς ὑπʼ αὐτοῦ. φησὶ γὰρ τὸν Ἀχιλλέα Λέσβον μὲν πορθῆσαι καὶ ἄλλα χωρία, Λήμνου δʼ ἀποσχέσθαι καὶ τῶν πλησίον νήσων διὰ τὴν πρὸς Ἰάσονα καὶ τὸν υἱὸν Εὔνεων συγγένειαν τότε τὴν νῆσον κατέχοντα.

Στράβων εἰ δʼ ὥσπερ ὁ Σκήψιός φησι παραλαβὼν μάρτυρα Μίμνερμον, ὃς ἐν τῷ ὠκεανῷ ποιήσας τὴν οἴκησιν τοῦ Αἰήτου πρὸς ταῖς ἀνατολαῖς ἐκτὸς πεμφθῆναί φησιν ὑπὸ τοῦ Πελίου τὸν Ἰάσονα καὶ κομίσαι τὸ δέρος — οὔτʼ ἂν ἡ ἐπὶ τὸ δέρος ἐκεῖσε πομπὴ πιθανῶς λέγοιτο εἰς ἀγνῶτας καὶ ἀφανεῖς τόπους .... «οὐδέ κοτʼ ἂν μέγα κῶας ἀνήγαγεν αὐτὸς Ἰήσων ἐξ Αἴης τελέσας ἀλγινόεσσαν ὁδόν» κτλ.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ὁ δὲ Σκήψιος Δημήτριός φησι τοὺς τὴν Ἰωλκὸν οἰκοῦντας Μινύας προσαγορεύεσθαι.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Παγασαὶ ἀκρωτήριον Μαγνησίας, ὠνομάσθη δὲ ἀπὸ τοῦ ἐκεῖ πεπῆχθαι τὴν Ἀργώ. ὁ δὲ Σκήψιος ἀπὸ τοῦ πηγαῖς περιρρέεσθαι τοὺς τόπους. ἔστι δὲ καὶ Παγασαίου Ἀπόλλωνος ἱερόν.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ἄντρῳ ἐν Ἰδαίῳ· — ἢ τῷ τῆς Κρήτης ἢ τῷ τῆς Τροίας. ἀντιποιοῦνται γὰρ καὶ Τρῶες τῆς τοῦ Διὸς γενέσεως καθά φησιν Δημήτριος ὁ Σκήψιος.

Πινδαρικὴ ὑπόμνησις Ἰδαῖον ἄντρον· ἐν Ἤλιδι Δημήτριος ὁ Σκήψιος νεὼν διακόσμου ἱερὸν Διός. ἔνιοι δὲ νομίζοντες μὴ τῶν ἐν Ἤλιδι χωρίων αὐτὸν μεμνῆσθαι ὑπέλαβον μνημονεύειν Ἴδης τῆς ἐν Κρήτῃ ἢ τῆς ἐν Τροίᾳ — οὕτω Θέων φησί.

Στράβων ἐκεῖνος οὔ φησιν εἶναι Σελλήεντα ἐν Θεσπρωτοῖς ποταμόν, ἀλλʼ ἐν τῇ Ἠλείᾳ παρὰ τὴν ἐκεῖ Ἐφύραν — ὡς προείπομεν.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἐξ Ἐφύρης· τῆς ἐν Ἤλιδι ἧς καὶ ἐν ἄλλοις μνημονεύει· «ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει πίειραν ἄρουραν». —ποταμὸς Ἤλιδος ὁ Σελλήεις ὃς ῥεῖ ἀπὸ Λασίωνος ὄρους.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν τῆς ἐν Ἤλιδι ἣ νῦν καλεῖται Οἰνόη.

οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον

ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα

πέτρη τʼ Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει κτλ.

καὶ τὸ Βουπράσιον μὲν δὴ μέρος ἦν τῆς Ἤλιδος. ποιητικῷ δέ τινι σχήματι συγκαταλέγειν τὸ μέρος τῷ ὅλῳ φασὶ τὸν Ὅμηρον ὡς τὸ «ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος» καὶ «ἀνʼ Ἑλλάδα τε Φθίην τε» «Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοί» «οἱ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων». καὶ γὰρ τὸ Δουλίχιον τῶν Ἐχινάδων. χρῶνται δὲ καὶ οἱ νεώτεροι· Ἱππῶναξ μὲν·

«Κυπρίων βέκος φαγοῦσι καὶ Ἀμαθουσίων πυρόν·» Κύπριοι γὰρ καὶ οἱ Ἀμαθούσιοι· καὶ Ἀλκμὰν δέ·

«Κύπρον ἱμερτὰν λιποῖσα καὶ Πάφον περιρρύταν.» καὶ Αἰσχύλος·

«Κύπρου Πάφου τʼ ἔχουσα πάντα κλῆρον.»

ὀφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππουςπέτρης τʼ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται — ἤτοι διασταλτέον ἐπὶ τὸ Ἀλισίου — ἢ συναπτέον τοῖς ἑξῆς ὡς Δημήτριος ὁ Σκήψιος.

Στράβων πρὸς ἄρκτον δʼ ὅμορα ἦν τῷ Πύλῳ δύο πολίδια Τριφυλιακὰ Ὕπανα καὶ Τυμπανέαι, ὧν τὸ μὲν εἰς Ἦλιν συνῳκίσθη τὸ δʼ ἔμεινε. καὶ ποταμοὶ δὲ δύο ἐγγὺς ῥέουσιν ὅ τε Δαλίων καὶ ὁ Ἀχέρων, ἐμβάλλοντες εἰς τὸν Ἀλφειόν. ὁ δὲ Ἀχέρων κατὰ τὴν πρὸς τὸν Ἅιδην οἰκειότητα ὠνόμασται· ἐκτετίμηται γὰρ δὴ σφόδρα τά τε τῆς Δήμητρος καὶ τῆς Κόρης ἱερὰ ἐνταῦθα καὶ τὰ τοῦ Ἅιδου, τάχα διὰ τὰς ὑπεναντιότητας ὥς φησιν ὁ Σκήψιος Δημήτριος. καὶ γὰρ εὔκαρπός ἐστι καὶ ἐρυσίβην γεννᾷ καὶ θρύον ἡ Τριφυλία· διόπερ ἀντὶ μεγάλης φορᾶς πυκνὰς ἀφορίας γίνεσθαι συμβαίνει κατὰ τοὺς τόπους.

Στέφανος ὁ Βυζάντιος Ἀλύβη. «τηλόθεν ἐξ Ἀλύβης ὅθεν ἀργύρου ἐστὶ γενέθλη.» παρὰ ταύτην ἐλθεῖν Ῥέα λέγεται Δία φέρουσα νεογνόν. οἱ ταύτην οἰκοῦντες Ἄλυβες, ἀντὶ τῶν ἀργυρείων μετάλλων σιδηρᾶ ἔχοντες.

Στράβων ... ἔτι δὲ Κρόνου τινές, ἄλλοι δὲ Διὸς καὶ Καλλιόπης φασὶ τοὺς Κορύβαντας τοὺς αὐτοὺς τοῖς Καβείροις ὄντας, ἀπελθεῖν δὲ τούτους εἰς Σαμοθρᾴκην καλουμένην πρότερον Μελίτην, τὰς δὲ πράξεις αὐτῶν μυστικὰς εἶναι. ταῦτα δʼ οὐκ ἀποδεξάμενος ὁ Σκήψιος ὁ τοὺς μύθους συναγαγὼν τούτους, ὡς μηδενὸς ἐν Σαμοθρᾴκῃ μυστικοῦ λόγου περὶ Καβείρων λεγομένου, παρατίθησιν ὁμοίως καὶ Στησιμβρότου τοῦ Θασίου δόξαν ὡς τὰ ἐν Σαμοθρᾴκῃ ἱερὰ τοῖς Καβείροις ἐπιτελοῖτο· καλεῖσθαι δέ φησιν αὐτοῦς ἐκεῖνος ἀπὸ τοῦ ὄρους τοῦ ἐν τῇ Βερεκυντίᾳ Καβείρου. οἱ δʼ Ἑκάτης προπόλους νομίζουσι τοὺς Κουρῆτας τοὺς αὐτοὺς τοῖς Κορύβασιν ὄντας. φησὶ δὲ πάλιν ὁ Σκήψιος ἐν τῇ Κρήτῃ τὰς τῆς Ῥέας τιμὰς μὴ νομίζεσθαι μηδὲ ἐπιχωριάζειν ὑπεναντιούμενος τῷ τοῦ Εὐριπίδου λόγῳ, ἀλλʼ ἐν τῇ Φρυγίᾳ μόνον καὶ τῇ Τρῳάδι, τοὺς δὲ λέγοντας μυθολογεῖν μᾶλλον ἢ ἱστορεῖν, πρὸς τοῦτο δὲ καὶ τὴν τῶν τόπων ὁμωνυμίαν συμπρᾶξαι τυχὸν ἴσως αὐτοῖς· Ἴδη γὰρ τὸ ὄρος τό τε Τρωικὸν καὶ τὸ Κρητικόν, καὶ Δίκτη τόπος ἐν τῇ Σκηψίᾳ καὶ ὄρος ἐν Κρήτῃ· τῆς δὲ Ἴδης λόφος Πύτνα .... ἀφʼ οὗ Ἱεράπυτνα ἡ πόλις, Ἱπποκόρωνά τε τῆς Ἀδραμυττηνῆς καὶ Ἱπποκορώνιον ἐν Κρήτῃ, Σαμώνιόν τε τὸ ἑωθινὸν ἀκρωτήριον τῆς νήσου καὶ πεδίον ἐν τῇ Νεανδρίδι καὶ τῇ Ἀλεξανδρέων.

Στράβων πιθανὸν δέ φησιν ὁ Σκήψιος, Κουρῆτας μὲν καὶ Κορύβαντας εἶναι τοὺς αὐτούς, οἳ περὶ τὰς τῆς μητρὸς τῶν θεῶν ἁγιστείας πρὸς ἐνόπλιον ὄρχησιν ᾔθεοι καὶ κόροι τυγχάνουσι παρειλημμένοι· καὶ Κορύβαντες δὲ ἀπὸ τοῦ κορύπτοντας βαίνειν ὀρχηστικῶς οὓς καὶ βητάρμονας λέγει ὁ ποιητής «δεῦτʼ ἄγε Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι». τῶν δὲ Κορυβάντων ὀρχηστικῶν καὶ ἐνθουσιαστικῶν ὄντων καὶ τοὺς μανικῶς κινουμένους κορυβαντιᾷν φαμέν.

Στράβων ὅτι τὴν Σαμοθρᾴκην Ἰασίων καὶ Δάρδανος ἀδελφοὶ ᾤκουν· κεραυνωθέντος δὲ Ἰασίωνος διὰ τὴν εἰς Δήμητρα ἁμαρτίαν ὁ Δάρδανος ἀπάρας ἐκ Σαμοθρᾴκης ἐλθὼν ᾤκησεν ἐν τῇ ὑπωρείᾳ τῆς Ἴδης, τὴν πόλιν Δαρδανίαν καλέσας καὶ ἐδίδαξε τοὺς Τρῶας τὰ ἐν Σαμοθρᾴκῃ μυστήρια· ἐκαλεῖτο δὲ ἡ Σαμοθρᾴκη Σάμος πρίν.

Στράβων ὅτι τοὺς ἐν τῇ Σαμοθρᾴκῃ τιμωμένους θεοὺς εἰρήκασι πολλοὶ τοὺς αὐτοὺς τοῖς Καβείροις οὐδʼ αὐτοὺς ἔχοντες λέγειν τοὺς Καβείρους οἵ τινές εἰσι καθάπερ τοὺς Κύρβαντας καὶ Κορύβαντας ὡς δʼ αὕτως Κουρῆτας καὶ Ἰδαίους Δακτύλους.

Στέφανος ὁ Βυζάντιος Πολίχνα· πόλις τῆς Τρῳάδος. —ἔστι καὶ Κρήτης Πολίχνη πόλις

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Σιμόεις: καὶ ἄλλος ἐν Κρήτῃ. ἔστι δὲ μικρὸς ὁ Σιμοῦς.

Παυσανίας ἡ δὲ Ἡροφίλη νεωτέρα μὲν ἐκείνης, φαίνεται δὲ ὅμως πρὸ τοῦ πολέμου γεγονυῖα καὶ αὕτη τοῦ Τρωικοῦ καὶ Ἑλένην τε προεδήλωσεν ἐν τοῖς χρησμοῖς ὡς ἐπʼ ὀλέθρῳ τῆς Ἀσίας καὶ Εὐρώπης τραφήσοιτο ἐν Σπάρτῃ καὶ ὡς Ἴλιον ἁλώσεται διʼ αὐτὴν ὑπὸ Ἑλλήνων κτλ.

Στέφανος ὁ Βυζάντιος Μερμησσός, πόλις Τρωική, ἀφʼ ἧς ἡ ἐρυθραία Σίβυλλα· ἦν γὰρ καὶ ἡ πόλις αὐτοῖς ἐρυθρὰ τῷ χρώματι.

Στράβων μεταξὺ δὲ Τροιζῆνος καὶ Ἐπιδαύρου χωρίον ἦν ἐρυμνὸν Μέθανα καὶ Χερρόνησος ὁμώνυμος τούτῳ. παρὰ Θουκυδίδῃ δὲ ἔν τισιν ἀντιγράφοις Μεθώνη φέρεται ὁμωνύμως τῇ Μακεδονικῇ, ἐν ᾗ Φίλιππος ἐξεκόπη τὸν ὀφθαλμὸν πολιορκῶν· διόπερ οἴεταί τινας ἐξαπατηθέντας ὁ Σκήψιος Δημήτριος τὴν ἐν τῇ Τροιζηνίᾳ Μεθώνην ὑπονοεῖν καθʼ ἧς ἀράσασθαι λέγεται τοὺς ὑπʼ Ἀγαμέμνονος πεμφθέντας ναυτολόγους μηδέποτε παύσασθαι τειχοδομεῖν, οὐ τούτων ἀλλὰ τῶν Μακεδόνων ἀνανευσάντων, ὥς φησι Θεόπομπος· τούτους δʼ οὐκ εἰκὸς ἐγγὺς ὄντας ἀπειθῆσαι.

Στράβων φησὶ δʼ ὁ Σκήψιος ἐκ τοῦ Ὀρμενίου τὸν Φοίνικα εἶναι καὶ φεύγειν αὐτὸν ἐνθένδε παρὰ τοῦ «πατρὸς Ἀμύντορος Ὀρμενίδαο» εἰς τὴν Φθίαν «ἐς Πηλῆα ἄνακτα». ἐκτίσθαι γὰρ ὑπὸ Ὀρμένου τὸ χωρίον τοῦτο τοῦ Κερφίου τοῦ Αἰόλου· παῖδας δὲ τοῦ Ὀρμένου γενέσθαι τόν τε Ἀμύντορα καὶ Εὐαίμονα, ὧν τοῦ μὲν εἶναι Φοίνικα τοῦ δʼ Εὐρύπυλον· φυλαχθῆναι δὲ τῷ Εὐρυπύλῳ τὴν διαδοχὴν κοινήν, ἅτε ἂν ἀπελθόντος τοῦ Φοίνικος ἐκ τῆς οἰκείας· καὶ δὴ καὶ γράφει οὕτως «οἷον ὅτε πρῶτον λίπον Ὀρμένιον πολύμηλον» ἀντὶ τοῦ «λίπον Ἑλλάδα καλλιγύναικα». Κράτης δὲ Φωκέα ποιεῖ τὸν Φοίνικα τεκμαιρόμενος ἐκ τοῦ κράνους τοῦ Μέγητος, ᾧ ἐχρήσατο ὁ Ὀδυσσεὺς κατὰ τὴν νυκτεγερσίαν, περὶ οὗ φησὶν ὁ ποιητὴς ὅτι «ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας» τόν τε γὰρ Ἐλεῶνα ἐν τῷ Παρνασῷ πολίχνιον εἶναι τόν τε Ὀρμενίδην Ἀμύντορα οὐκ ἄλλον τινὰ λέγεσθαι ἢ τὸν τοῦ Φοίνικος πατέρα καὶ τὸν Αὐτόλυκον οἰκοῦντα ἐν τῷ Παρνασῷ τοιχωρυχεῖν τὰ τῶν γειτόνων, ὅπερ κοινόν ἐστι τοιχωρύχου παντός, οὐ τὰ τῶν πόρρωθεν. ὁ δὲ Σκήψιός φησι μήτε Ἐλεῶνα μηδένα τόπον τοῦ Παρνασοῦ δείκνυσθαι, ἀλλὰ Νεῶνα καὶ ταύτην οἰκισθεῖσαν μετὰ τὰ Τρωικά, μητʼ ἐκ γειτόνων τὰς τοιχωρυχίας γίνεσθαι μόνον.

Οὐαλέριος Ἁρποκρατίων Ἴων ... ἔγραψε καὶ φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον ... ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται Τριαγμοί, καθὰ Δημήτριος ὁ Σκήψιος καὶ Ἀπολλωνίδης ὁ Νικαιεύς· ἀναγράφουσι δὲ ἐν αὐτῷ … τάδε· ἀρχὴ ἥδε μοι τοῦ λόγου· πάντα τρία καὶ πλέον τοῦδε πλέον ἔλασσον. τούτων τῶν τριῶν ἑνὸς ἑκάστου ἀρετὴ τριάς, σύνεσις καὶ κράτος καὶ τύχη.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια χέραδος: — ἡ τῶν βραχέων λίθων συλλογὴ τῶν καθʼ ἕνα χειρὶ ληφθῆναι δυναμένων, οὓς Ὅμηρος χερμαδίους φησί ... ἢ χέραδες λέγονται οἱ μικροὶ σωροὶ τῶν λίθων. φησὶ Δημήτριος ὁ Σκήψιος τὴν διάλεκτον Ἀπολλωνιατῶν εἶναι τῶν ἐν Πόντῳ. μνημονεύει καὶ Σαπφώ «μὴ κενὴ χέραδος» καὶ Ὅμηρος «ἅλις χέραδος περιχεύας».

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ῥυνδακὸς ποταμός ἐστι Φρυγίας οὗ μνημονεύει Βακχυλίδης. ταῖς δὲ ἀληθείαις τάφος ἐστὶ τοῦ Βριάρεω κατὰ τὴν ἔξοδον .... καὶ Δημήτριος ὁ Σκήψιος ἐν τρωικῷ διακόσμῳ ἱστορεῖ.

Ἀθήναιος Διοκλῆ τὸν Πεπαρήθιόν φησι Δημήτριος ὁ Σκήψιος μέχρι τέλους ψυχρὸν ὕδωρ πεπωκέναι.

Ἀθήναιος τοιοῦτος ἐγένετο καὶ Αἰθίοψ ὁ Κορίνθιος, ὥς φησι Δημήτριος ὁ Σκήψιος, οὗ μνημονεύει Ἀρχίλοχος· ὑπὸ φιληδονίας γὰρ καὶ ἀκρασίας καὶ οὗτος μετʼ Ἀρχίου πλέων εἰς Σικελίαν, ὅτʼ ἔμελλε κτίζειν Συρακούσας, τῷ ἑαυτοῦ συσσίτῳ μελιτούττης ἀπέδοτο τὸν κλῆρον ὃν ἐν Συρακούσαις λαχὼν ἔμελλεν ἕξειν.

Ἀθήναιος πρῶτος Ὅμηρος εἰσήγαγε παράσιτον τὸν Ποδῆν εἶναι λέγων φιλὸν εἰλαπιναστὴν τοῦ Ἕκτορος· «ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής». τὸν γὰρ ἐν εἰλαπίνῃ φίλον εἴρηκε τὸν ἐν τῷ δειπνεῖν. διὸ καὶ ποιεῖ αὐτὸν ὑπὸ Μενελάου τιτρωσκόμενον κατὰ τὴν γαστέρα, φησὶν ὁ Σκήψιος Δημήτριος, ὡς καὶ Πάνδαρον διὰ τὸ ἐπιωρκηκέναι κατὰ τῆς γλώττης. τιτρώσκει δὲ αὐτὸν Σπαρτιάτης ἄνθρωπος τὴν αὐτάρκειαν ἐζηλωκώς.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν εἰλαπιναστής: σύσσιτος. ἐν τῷ εὐωχεῖσθαι φίλος. οἱ δὲ παράσιτος.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἔτεμε τὴν γλῶσσαν Πανδάρου ὅτι ἐπιώρκησεν.

Τζέτζης ἱστορεῖ δὲ καὶ Σοφοκλῆς ἐν Ποιμέσιν ὑπὸ τοῦ Ἕκτορος ἀναιρεθῆναι τὸν Πρωτεσίλαον. Ὁμοίως δὲ καὶ Δημήτριος ὁ Σκήψιος παρʼ Ὁμήρῳ γράφει· «τὸν δʼ ἔκτανε φαίδιμος Ἕκτωρ νηὸς ἀποθρώσκοντα πολὺ πρώτιστον Ἀχαιῶν».